Скрыть
1:11
1:15
1:16
1:25
1:28
Пαῦλος κλητὸς ἀπό­στολος Χριστοῦ Ἰησοῦ δια­̀ θελήμα­τος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφός
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ ἡγιασ­μέ­νοις ἐν Χριστῷ Ἰησοῦ κλητοῖς ἁγίοις σὺν πᾶσιν τοῖς ἐπι­καλου­μέ­νοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παν­τὶ τόπῳ αὐτῶν καὶ ἡμῶν
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
εὐχαριστῶ τῷ θεῷ μου πάν­τοτε περὶ ὑμῶν ἐπι­̀ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ
ὅτι ἐν παν­τὶ ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παν­τὶ λόγῳ καὶ πάσῃ γνώσει
καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχο­μέ­νους τὴν ἀπο­κάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
πιστὸς ὁ θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν
παρα­καλῶ δὲ ὑμᾶς ἀδελφοί δια­̀ τοῦ ὀνόμα­τος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάν­τες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα ἦτε δὲ κατηρτισ­μέ­νοι ἐν τῷ αὐτῷ νοιῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ
ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ἀδελφοί μου ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν
λέγω δὲ τοῦτο ὅτι ἕκασ­τος ὑμῶν λέγει ἐγὼ μέν εἰμι Пαύλου ἐγὼ δὲ Ἀπολλῶ ἐγὼ δὲ Κηφᾶ ἐγὼ δὲ Χριστοῦ
μεμέρισται ὁ Χριστός μὴ Пαῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ἢ εἰς τὸ ὄνομα Пαύλου ἐβαπτίσθητε
εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε
ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ
ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπο­λλυ­μέ­νοις μωρία ἐστίν τοῖς δὲ σῳζο­μέ­νοις ἡμῖν δύναμις θεοῦ ἐστιν
γέγραπται γάρ ἀπο­λῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συν­ετῶν ἀθετήσω
ποῦ σοφός ποῦ γραμματεύς ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου
ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος δια­̀ τῆς σοφίας τὸν θεόν εὐδόκησεν ὁ θεὸς δια­̀ τῆς μωρίας τοῦ κηρύγμα­τος σῶσαι τοὺς πιστεύ­ον­τας
ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν
ἡμεῖς δὲ κηρύσ­σομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν
αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησιν Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν
ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων
βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατα­̀ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενεῖς
ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα κατα­ισχύνῃ τοὺς σοφούς καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα κατα­ισχύνῃ τὰ ἰσχυρά
καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός τὰ μὴ ὄν­τα ἵνα τὰ ὄν­τα καταργήσῃ
ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ ὃς ἐγενήθη σοφία ἡμῖν ἀπο­̀ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπο­λύτρωσις
ἵνα καθὼς γέγραπται ὁ καυχώ­με­νος ἐν κυρίῳ καυχάσθω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible