Скрыть
2:46
2:46a
2:46b
2:46c
2:46d
2:46e
2:46f
2:46g
2:46h
2:46i
2:46k
2:46l
Синодальный
и повелел царь Ванее, сыну Иодаеву, и он пошел и поразил Семея, и тот умер.
Церковнославянский (рус)
И заповѣ́да ца́рь Соломо́нъ ване́ю сы́ну Иода́еву: и изы́де, и уби́ его́, и у́мре [семе́й].
καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν
καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπι­̀ τῆς θαλάσ­σης εἰς πλῆ­θος ἐσθίον­τες καὶ πίνον­τες καὶ χαίρον­τες
καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προ­σφέρον­τες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
καὶ Σαλωμων ἤρξατο δια­νοίγειν τὰ δυναστεύ­ματα τοῦ Λιβάνου
καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ
καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων τριάκον­τα κόροι σεμιδάλεως καὶ ἑξήκον­τα κόροι ἀλεύ­ρου κεκοπανισ­μέ­νου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν προ­́βατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων
ὅτι ἦν ἄρχων ἐν παν­τὶ πέραν τοῦ ποταμοῦ ἀπο­̀ Рαφι ἕως Γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ
καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάν­των τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες ἕκασ­τος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίον­τες καὶ πίνον­τες ἀπο­̀ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων
καὶ οὗτοι οἱ ἄρχον­τες τοῦ Σαλωμων Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπι­̀ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπι­̀ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπι­̀ τῆς αὐλαρχίας καὶ ἐπι­̀ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος
καὶ ἦσαν τῷ Σαλωμων τεσ­σαράκον­τα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων
καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπο­̀ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου
Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπι­̀ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ

Просим учесть, что любой стих Св. Писания рассматривается в контексте главы, книги и всего Св. Писания.

Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible