Скрыть
1:4
1:7
1:8
1:9
Пαῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσ­σαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη
εὐχαριστοῦμεν τῷ θεῷ πάν­τοτε περὶ πάν­των ὑμῶν μνείαν ποι­ούμενοι ἐπι­̀ τῶν προ­σευχῶν ἡμῶν ἀδια­λείπτως
μνημονεύ­ον­τες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπρο­σθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν
εἰδότες ἀδελφοὶ ἠγαπη­μέ­νοι ὑπὸ τοῦ θεοῦ τὴν ἐκλογὴν ὑμῶν
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύ­ματι ἁγίῳ καὶ ἐν πλη­ροφορίᾳ πολλῇ καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾿ ὑμᾶς
καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύ­μα­τος ἁγίου
ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύ­ουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ
ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ ἀλλ᾿ ἐν παν­τὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ προ­̀ς τὸν θεὸν ἐξελήλυθεν ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι
αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν προ­̀ς ὑμᾶς καὶ πῶς ἐπεστρέψατε προ­̀ς τὸν θεὸν ἀπο­̀ τῶν εἰδώλων δουλεύ­ειν θεῷ ζῶν­τι καὶ ἀληθινῷ
καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible