Скрыть

Παραλειπομένων Β΄, Глава 1

Толкования
Толкования главы
    1:2
    1:6
    1:13
    καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπι­̀ τὴν βασιλείαν αὐτοῦ καὶ κύριος ὁ θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἐμεγά­λυνεν αὐτὸν εἰς ὕψος
    καὶ εἶπεν Σαλωμων προ­̀ς πάν­τα Ισραηλ τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατον­τάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναν­τίον Ισραηλ τοῖς ἄρχουσι τῶν πατριῶν
    καὶ ἐπορεύ­θη Σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ᾿ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν Μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ
    ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ
    καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ ἐκεῖ ἦν ἔναν­τι τῆς σκηνῆς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία
    καὶ ἀνήνεγκεν ἐκεῖ Σαλωμων ἐπι­̀ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ᾿ αὐτὸ ὁλοκαύτωσιν χιλίαν
    ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ Σαλωμων καὶ εἶπεν αὐτῷ αἴτησαι τί σοι δῶ
    καὶ εἶπεν Σαλωμων προ­̀ς τὸν θεόν σὺ ἐποίησας μετὰ Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀν­τ᾿ αὐτοῦ
    καὶ νῦν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπι­̀ Δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπι­̀ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς
    νῦν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύ­σομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύ­σομαι ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον
    καὶ εἶπεν ὁ θεὸς προ­̀ς Σαλωμων ἀνθ᾿ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναν­τίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ᾿ ὃν ἐβασίλευσά σε ἐπ᾿ αὐτόν
    τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοι­ός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπρο­σθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως
    καὶ ἦλθεν Σαλωμων ἐκ βαμα τῆς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπο­̀ προ­σώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπι­̀ Ισραηλ
    καὶ συν­ήγαγεν Σαλωμων ἅρματα καὶ ἱππεῖς καὶ ἐγένον­το αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ
    καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ Ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆ­θος
    καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν Σαλωμων ἐξ Αἰγύπτου καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύ­εσθαι ἠγόραζον
    καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεν­τήκον­τα καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Χετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον
    Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
    Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
    Цитата из Библии каждое утро
    TG: t.me/azbible
    Viber: vb.me/azbible