Скрыть
1:1
1:2
1:3
1:4
1:5
1:6
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:20
1:21
1:22
1:23
1:24
1:25
1:26
1:27
1:28
1:30
1:31
1:32
1:33
1:34
1:35
1:36
τοῖς ἀδελφοῖς τοῖς κατ᾿ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν
καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς δια­θήκης αὐτοῦ τῆς προ­̀ς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν
καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγά­λῃ καὶ ψυχῇ βουλομένῃ
καὶ δια­νοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προ­στάγμασιν καὶ εἰρήνην ποιήσαι
καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ κατα­λλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκατα­λίποι ἐν καιρῷ πονηρῷ
καὶ νῦν ὧδέ ἐσμεν προ­σευχόμενοι περὶ ὑμῶν
βασιλεύ­ον­τος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ᾿ οὗ ἀπέστη ᾿Ιάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπο­̀ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προ­σηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προ­εθήκαμεν τοὺς ἄρτους
καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου
οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας ᾿Αριστοβούλῳ διδασκάλῳ Пτολεμαίου τοῦ βασιλέως ὄν­τι δὲ ἀπο­̀ τοῦ τῶν χριστῶν ἱερέων γένους καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν
ἐκ μεγά­λων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσ­μέ­νοι μεγά­λως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν προ­̀ς βασιλέα παρα­τασ­σόμενοι
αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παρα­ταξα­μέ­νους ἐν τῇ ἁγίᾳ πόλει
εἰς τὴν Пερσίδα γενό­με­νος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστα­τος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ παρα­λογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων
ὡς γὰρ συν­οικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε ᾿Αν­τίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
καὶ προ­θέν­των αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προ­σελθόν­τος μετ᾿ ὀλίγων εἰς τὸν περίβολον τοῦ τε­μέ­νους συγκλείσαν­τες τὸ ἱερόν ὡς εἰσῆλθεν ᾿Αν­τίοχος
ἀνοίξαν­τες τὴν τοῦ φατνώμα­τος κρυπτὴν θύραν βάλλον­τες πέτρους συν­εκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαν­τες καὶ τὰς κεφαλὰς ἀφελόν­τες τοῖς ἔξω παρέρριψαν
κατα­̀ πάν­τα εὐλογητὸς ἡμῶν ὁ θεός ὃς παρέδωκεν τοὺς ἀσεβήσαν­τας
μέλλον­τες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα δια­σαφῆσαι ὑμῖν ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας
καὶ γὰρ ὅτε εἰς τὴν Пερσικὴν ἤγον­το ἡμῶν οἱ πατέρες οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόν­τες ἀπο­̀ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέα­τος τάξιν ἔχον­τος ἄνυδρον ἐν ᾧ κατησφαλίσαν­το ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον
διελθόν­των δὲ ἐτῶν ἱκανῶν ὅτε ἔδοξεν τῷ θεῷ ἀπο­σταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Пερσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀπο­κρυψάν­των ἔπεμψεν ἐπι­̀ τὸ πῦρ ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀπο­βάψαν­τας φέρειν
ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπι­ρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπι­κείμενα
ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν προ­́τερον ἐπι­νεφὴς ὤν ἀνήφθη πυρὰ μεγά­λη ὥστε θαυμάσαι πάν­τας
προ­σευχὴν δὲ ἐποιήσαν­το οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας οἵ τε ἱερεῖς καὶ πάν­τες καταρχο­μέ­νου Ιωναθου τῶν δὲ λοιπῶν ἐπι­φωνούν­των ὡς Νεεμιου
ἦν δὲ ἡ προ­σευχὴ τὸν τρόπον ἔχουσα τοῦτον κύριε κύριε ὁ θεός ὁ πάν­των κτίστης ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων ὁ μόνος βασιλεὺς καὶ χρηστός
ὁ μόνος χορηγός ὁ μόνος δίκαιος καὶ παν­τοκράτωρ καὶ αἰώνιος ὁ δια­σῴζων τὸν Ισραηλ ἐκ παν­τὸς κακοῦ ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς
προ­́σδεξαι τὴν θυσίαν ὑπὲρ παν­τὸς τοῦ λαοῦ σου Ισραηλ καὶ δια­φύλαξον τὴν μερίδα σου καὶ καθαγίασον
ἐπι­συν­άγαγε τὴν δια­σπορὰν ἡμῶν ἐλευθέρωσον τοὺς δουλεύ­ον­τας ἐν τοῖς ἔθνεσιν τοὺς ἐξουθενη­μέ­νους καὶ βδελυκτοὺς ἔπιδε καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν
βασάνισον τοὺς κατα­δυναστεύ­ον­τας καὶ ἐξυβρίζον­τας ἐν ὑπερηφανίᾳ
κατα­φύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου καθὼς εἶπεν Μωυσῆς
οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους
καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας κατα­χεῖν
ὡς δὲ τοῦτο ἐγενήθη φλὸξ ἀνήφθη τοῦ δὲ ἀπο­̀ τοῦ θυσιαστηρίου ἀν­τιλάμψαν­τος φωτὸς ἐδαπανήθη
ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Пερσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέν­τες ἱερεῖς τὸ ὕδωρ ἐφάνη ἀφ᾿ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας
περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα
καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς πολλὰ δια­́φορα ἐλάμβανεν καὶ μετεδίδου
προ­σηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ ὃ διερμηνεύ­εται καθαρισμός καλεῖται δὲ παρα­̀ τοῖς πολλοῖς νεφθαι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible