Скрыть

Βασιλειῶν Β΄, Глава 1

Толкования
Толкования главы
    1:3
    1:5
    1:6
    1:7
    1:8
    1:9
    1:10
    1:12
    1:13
    1:16
    1:17
    1:19
    1:23
    1:24
    1:25
    1:27
    Греческий [Greek (Koine)]
    καὶ ἐγένετο μετὰ τὸ ἀπο­θανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο
    καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν προ­̀ς Δαυιδ καὶ ἔπεσεν ἐπι­̀ τὴν γῆν καὶ προ­σεκύνησεν αὐτῷ
    καὶ εἶπεν αὐτῷ Δαυιδ πόθεν σὺ παρα­γίνῃ καὶ εἶπεν προ­̀ς αὐτόν ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ δια­σέσῳσμαι
    καὶ εἶπεν αὐτῷ Δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν
    καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλον­τι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ
    καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπι­̀ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συν­ῆψαν αὐτῷ
    καὶ ἐπέβλεψεν ἐπι­̀ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ
    καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι
    καὶ εἶπεν προ­́ς με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί
    καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζή­σε­ται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπι­̀ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπι­̀ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε
    καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάν­τες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
    καὶ ἐκόψαν­το καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπι­̀ Σαουλ καὶ ἐπι­̀ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπι­̀ τὸν λαὸν Ιουδα καὶ ἐπι­̀ τὸν οἶκον Ισραηλ ὅτι ἐπλή­γησαν ἐν ῥομφαίᾳ
    καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλον­τι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι
    καὶ εἶπεν αὐτῷ Δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου δια­φθεῖραι τὸν χριστὸν κυρίου
    καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προ­σελθὼν ἀπάν­τησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν
    καὶ εἶπεν Δαυιδ προ­̀ς αὐτόν τὸ αἷμά σου ἐπι­̀ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατα­̀ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου
    καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπι­̀ Σαουλ καὶ ἐπι­̀ Ιωναθαν τὸν υἱὸν αὐτοῦ
    καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπι­̀ βιβλίου τοῦ εὐθοῦς
    στήλωσον Ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπι­̀ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί
    μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ᾿Ασκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσων­ται θυγατέρες τῶν ἀπεριτμήτων
    ὄρη τὰ ἐν Γελβουε μὴ κατα­βῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προ­σωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ
    ἀφ᾿ αἵμα­τος τραυματιῶν ἀπο­̀ στέα­τος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή
    Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπη­μέ­νοι καὶ ὡραῖοι οὐ δια­κεχωρισ­μέ­νοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέον­τας ἐκραταιώθησαν
    θυγατέρες Ισραηλ ἐπι­̀ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκον­τα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέρον­τα κόσμον χρυσοῦν ἐπι­̀ τὰ ἐνδύματα ὑμῶν
    πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου Ιωναθαν ἐπι­̀ τὰ ὕψη σου τραυματίας
    ἀλγῶ ἐπι­̀ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν
    πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλον­το σκεύ­η πολεμικά
    Now it came to pass after the death of Saul, when David had returned from the slaughter of the Amalekites, and David had stayed two days in Ziklag,
    on the third day, behold, it happened that a man came from Sauĺs camp with his clothes torn and dust on his head. So it was, when he came to David, that he fell to the ground and prostrated himself.
    And David said to him, «Where have you come from?» So he said to him, «I have escaped from the camp of Israel.»
    Then David said to him, «How did the matter go? Please tell me.» And he answered, «The people have fled from the battle, many of the people are fallen and dead, and Saul and Jonathan his son are dead also.»
    So David said to the young man who told him, «How do you know that Saul and Jonathan his son are dead?»
    Then the young man who told him said, «As I happened by chance to be on Mount Gilboa, there was Saul, leaning on his spear; and indeed the chariots and horsemen followed hard after him.
    Now when he looked behind him, he saw me and called to me. And I answered, «Here I am.́
    And he said to me, «Who are you?́ So I answered him, «I am an Amalekite.́
    He said to me again, «Please stand over me and kill me, for anguish has come upon me, but my life still remains in me.́
    So I stood over him and killed him, because I was sure that he could not live after he had fallen. And I took the crown that was on his head and the bracelet that was on his arm, and have brought them here to my lord.»
    Therefore David took hold of his own clothes and tore them, and so did all the men who were with him.
    And they mourned and wept and fasted until evening for Saul and for Jonathan his son, for the people of the LORD and for the house of Israel, because they had fallen by the sword.
    Then David said to the young man who told him, «Where are you from?» And he answered, «I am the son of an alien, an Amalekite.»
    So David said to him, «How was it you were not afraid to put forth your hand to destroy the LORD́s anointed?»
    Then David called one of the young men and said, «Go near, and execute him!» And he struck him so that he died.
    So David said to him, «Your blood is on your own head, for your own mouth has testified against you, saying, «I have killed the LORD́s anointed.»́
    Then David lamented with this lamentation over Saul and over Jonathan his son,
    and he told them to teach the children of Judah the Song of the Bow; indeed it is written in the Book of Jasher:
    «The beauty of Israel is slain on your high places! How the mighty have fallen!
    Tell it not in Gath, Proclaim it not in the streets of Ashkelon-- Lest the daughters of the Philistines rejoice, Lest the daughters of the uncircumcised triumph.
    «O mountains of Gilboa, Let there be no dew nor rain upon you, Nor fields of offerings. For the shield of the mighty is cast away there! The shield of Saul, not anointed with oil.
    From the blood of the slain, From the fat of the mighty, The bow of Jonathan did not turn back, And the sword of Saul did not return empty.
    «Saul and Jonathan were beloved and pleasant in their lives, And in their death they were not divided; They were swifter than eagles, They were stronger than lions.
    «O daughters of Israel, weep over Saul, Who clothed you in scarlet, with luxury; Who put ornaments of gold on your apparel.
    «How the mighty have fallen in the midst of the battle! Jonathan was slain in your high places.
    I am distressed for you, my brother Jonathan; You have been very pleasant to me; Your love to me was wonderful, Surpassing the love of women.
    «How the mighty have fallen, And the weapons of war perished!»
    Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
    Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
    Цитата из Библии каждое утро
    TG: t.me/azbible
    Viber: vb.me/azbible