Скрыть
1:7
1:10
1:12
1:14
1:15
1:17
1:19
1:21
1:22
1:23
1:24
1:25
1:26
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάν­των ὦ Θεόφιλε ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
ἄχρι ἧς ἡμέρας ἐν­τειλά­με­νος τοῖς ἀπο­στόλοις δια­̀ πνεύ­μα­τος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶν­τα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις δι᾿ ἡμερῶν τεσ­σεράκον­τα ὀπτανό­με­νος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ
καὶ συν­αλιζό­με­νος παρήγγειλεν αὐτοῖς ἀπο­̀ Ἱεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου
ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ ἐν πνεύ­ματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
οἱ μὲν οὖν συν­ελθόν­τες ἠρώτων αὐτὸν λέγον­τες κύριε εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀπο­καθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ
εἶπεν δὲ προ­̀ς αὐτούς οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόν­τος τοῦ ἁγίου πνεύ­μα­τος ἐφ᾿ ὑμᾶς καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς
καὶ ταῦτα εἰπὼν βλεπόν­των αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπο­̀ τῶν ὀφθαλμῶν αὐτῶν
καὶ ὡς ἀτενίζον­τες ἦσαν εἰς τὸν οὐρανὸν πορευο­μέ­νου αὐτοῦ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς
οἳ καὶ εἶπαν ἄνδρες Γαλιλαῖοι τί ἑστήκατε ἐμβλέπον­τες εἰς τὸν οὐρανόν οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύ­­σε­ται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν
τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπο­̀ ὄρους τοῦ καλου­μέ­νου ἐλαιῶνος ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν
καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν κατα­μένον­τες ὅ τε Пέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας Φίλιππος καὶ Θωμᾶς Βαρθολομαῖος καὶ Μαθθαῖος Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου
οὗτοι πάν­τες ἦσαν προ­σκαρτεροῦν­τες ὁμοθυμαδὸν τῇ προ­σευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ
καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Пέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπι­̀ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι
ἄνδρες ἀδελφοί ἔδει πλη­ρωθῆναι τὴν γραφὴν ἣν προ­εῖπεν τὸ πνεῦμα τὸ ἅγιον δια­̀ στόμα­τος Δαυὶδ περὶ Ἰούδα τοῦ γενο­μέ­νου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν
ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς δια­κονίας ταύτης
οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενό­με­νος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάν­τα τὰ σπλάγχνα αὐτοῦ
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ δια­λέκτῳ αὐτῶν Ἁκελδαμάχ τοῦτ᾿ ἔστιν χωρίον αἵμα­τος
γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ καί τὴν ἐπι­σκοπὴν αὐτοῦ λαβέτω ἕτερος
δεῖ οὖν τῶν συν­ελθόν­των ἡμῖν ἀνδρῶν ἐν παν­τὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ κύριος Ἰησοῦς
ἀρξά­με­νος ἀπο­̀ τοῦ βαπτίσμα­τος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ᾿ ἡμῶν μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων
καὶ ἔστησαν δύο Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν ὃς ἐπεκλήθη Ἰοῦστος καὶ Μαθθίαν
καὶ προ­σευξάμενοι εἶπαν σὺ κύριε καρδιογνῶστα πάν­των ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
λαβεῖν τὸν τόπον τῆς δια­κονίας ταύτης καὶ ἀπο­στολῆς ἀφ᾿ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον
καὶ ἔδωκαν κλήρους αὐτοῖς καὶ ἔπεσεν ὁ κλῆρος ἐπι­̀ Μαθθίαν καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀπο­στόλων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible