Скрыть
1:1
1:4
1:5
1:6
1:7
1:8
1:13
1:14
1:16
1:18
1:19
1:21
Греческий [Greek (Koine)]
καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι
ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί
καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παν­τὸς τοῦ λαοῦ τῶν ἐρχομένων προ­̀ς τὴν βίβλον
καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παν­τὸς τοῦ λαοῦ ἀπο­̀ μικροῦ ἕως μεγά­λου πάν­των τῶν κατοικούν­των ἐν Βαβυλῶνι ἐπι­̀ ποταμοῦ Σουδ
καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχον­το ἐναν­τίον κυρίου
καὶ συν­ήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ
καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ προ­̀ς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ προ­̀ς τοὺς ἱερεῖς καὶ προ­̀ς πάν­τα τὸν λαὸν τοὺς εὑρεθέν­τας μετ᾿ αὐτοῦ ἐν Ιερουσαλημ
ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύ­η οἴκου κυρίου τὰ ἐξενεχθέν­τα ἐκ τοῦ ναοῦ ἀπο­στρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν σκεύ­η ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα
μετὰ τὸ ἀπο­ικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχον­τας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπο­̀ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα
καὶ εἶπαν ἰδοὺ ἀπεστείλαμεν προ­̀ς ὑμᾶς ἀργύριον καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπι­̀ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν
καὶ προ­σεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπι­̀ τῆς γῆς
καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύ­σομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναν­τίον αὐτῶν
καὶ προ­σεύξασθε περὶ ἡμῶν προ­̀ς κύριον τὸν θεὸν ἡμῶν ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ᾿ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης
καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν προ­̀ς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ
καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ αἰσχύνη τῶν προ­σώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ
καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προ­φήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν
ὧν ἡμάρτομεν ἔναν­τι κυρίου
καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου θεοῦ ἡμῶν πορεύ­εσθαι τοῖς προ­στάγμασιν κυρίου οἷς ἔδωκεν κατα­̀ προ­́σωπον ἡμῶν
ἀπο­̀ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦν­τες προ­̀ς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδια­́ζομεν προ­̀ς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συν­έταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν κατα­̀ πάν­τας τοὺς λόγους τῶν προ­φητῶν ὧν ἀπέστειλεν προ­̀ς ἡμᾶς
καὶ ᾠχόμεθα ἕκασ­τος ἐν δια­νοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ᾿ ὀφθαλμοὺς κυρίου θεοῦ ἡμῶν
В этом переводе выбранная книга отсутствует
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible