Скрыть

Ἐσθήρ, Глава 1

Толкования
1:0b
1:0r
1:0q
1:0p
1:0o
1:0n
1:0m
1:0l
1:0k
1:0i
1:0a
1:0c
1:0d
1:0e
1:0g
1:0j
1:0f
1:0h
1:1
1:3
1:4
1:5
1:6
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:21
1:22
1bἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει ἄνθρωπος μέγας θεραπεύ­ων ἐν τῇ αὐλῇ τοῦ βασιλέως
1rκαὶ ἦν Αμαν Αμαδαθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως
1qκαὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύ­ειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων
1pκαὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυν­ον καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων
1oκαὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καὶ ὁμολογήσαν­τες ἀπήχθησαν
1nἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύ­νησεν καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπι­βαλεῖν ᾿Αρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν
1mκαὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθα καὶ Θαρρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασ­σόν­των τὴν αὐλὴν
1lκαὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παν­τὶ λόγῳ ἤθελεν ἐπι­γνῶναι αὐτὸ ἕως τῆς νυκτός
1kφῶς καὶ ὁ ἥλιος ἀνέτειλεν καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους
1iκαὶ ἐβόησαν προ­̀ς τὸν θεόν
1aἔτους δευτέρου βασιλεύ­ον­τος ᾿Αρταξέρξου τοῦ μεγά­λου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαϊρου τοῦ Σεμεϊου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν
1cἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας
1dκαὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος βρον­ταὶ καὶ σεισμός τάραχος ἐπι­̀ τῆς γῆς
1eκαὶ ἰδοὺ δύο δράκον­τες μεγά­λοι ἕτοιμοι προ­ῆλθον ἀμφότεροι παλαίειν καὶ ἐγένετο αὐτῶν φωνὴ μεγά­λη
1gκαὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου θλῖψις καὶ στενοχωρία κάκωσις καὶ τάραχος μέγας ἐπι­̀ τῆς γῆς
1jἀπο­̀ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπο­̀ μικρᾶς πηγῆς ποταμὸς μέγας ὕδωρ πολύ
1fκαὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος
1hκαὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπο­λέσθαι
1sκαὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις ᾿Αρταξέρξου οὗτος ὁ ᾿Αρταξέρξης ἀπο­̀ τῆς ᾿Ινδικῆς ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἐκράτησεν
ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς ᾿Αρταξέρξης ἐν Σούσοις τῇ πόλει
ἐν τῷ τρίτῳ ἔτει βασιλεύ­ον­τος αὐτοῦ δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς Пερσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν
καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐπι­̀ ἡμέρας ἑκατὸν ὀγδοήκον­τα
ὅτε δὲ ἀνεπλη­ρώθησαν αἱ ἡμέραι τοῦ γάμου ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσιν τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπι­̀ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως
κεκοσμημένῃ βυσ­σίνοις καὶ καρπασίνοις τετα­μέ­νοις ἐπι­̀ σχοινίοις βυσ­σίνοις καὶ πορφυροῖς ἐπι­̀ κύβοις χρυσοῖς καὶ ἀργυροῖς ἐπι­̀ στύλοις παρίνοις καὶ λιθίνοις κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπι­̀ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ δια­φανεῖς ποικίλως διηνθισμέναι κύκλῳ ῥόδα πεπασμένα
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προ­κείμενον ἀπο­̀ ταλάν­των τρισμυρίων οἶνος πολὺς καὶ ἡδύς ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν
ὁ δὲ πότος οὗτος οὐ κατα­̀ προ­κείμενον νόμον ἐγένετο οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξεν τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων
καὶ Αστιν ἡ βασίλισ­σα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις ὅπου ὁ βασιλεὺς ᾿Αρταξέρξης
ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενό­με­νος ὁ βασιλεὺς εἶπεν τῷ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαθολθα καὶ Αβαταζα καὶ Θαραβα τοῖς ἑπτὰ εὐνούχοις τοῖς δια­κόνοις τοῦ βασιλέως ᾿Αρταξέρξου
εἰσαγαγεῖν τὴν βασίλισ­σαν προ­̀ς αὐτὸν βασιλεύ­ειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ δια­́δημα καὶ δεῖξαι αὐτὴν πᾶσιν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς ὅτι καλὴ ἦν
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ Αστιν ἡ βασίλισ­σα ἐλθεῖν μετὰ τῶν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη
καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ κατα­̀ ταῦτα ἐλάλησεν Αστιν ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν
καὶ προ­σῆλθεν αὐτῷ Αρκεσαιος καὶ Σαρσαθαιος καὶ Μαλησεαρ οἱ ἄρχον­τες Пερσῶν καὶ Μήδων οἱ ἐγγὺς τοῦ βασιλέως οἱ πρῶτοι παρα­καθήμενοι τῷ βασιλεῖ
καὶ ἀπήγγειλαν αὐτῷ κατα­̀ τοὺς νόμους ὡς δεῖ ποιῆσαι Αστιν τῇ βασιλίσ­σῃ ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ τοῦ βασιλέως προ­σταχθέν­τα δια­̀ τῶν εὐνούχων
καὶ εἶπεν ὁ Μουχαιος προ­̀ς τὸν βασιλέα καὶ τοὺς ἄρχον­τας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισ­σα ἀλλὰ καὶ πάν­τας τοὺς ἄρχον­τας καὶ τοὺς ἡγου­μέ­νους τοῦ βασιλέως
καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ῥήματα τῆς βασιλίσ­σης καὶ ὡς ἀν­τεῖπεν τῷ βασιλεῖ ὡς οὖν ἀν­τεῖπεν τῷ βασιλεῖ ᾿Αρταξέρξῃ
οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόν­των Пερσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέν­τα ὑπ᾿ αὐτῆς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν
εἰ οὖν δοκεῖ τῷ βασιλεῖ προ­σταξάτω βασιλικόν καὶ γραφήτω κατα­̀ τοὺς νόμους Μήδων καὶ Пερσῶν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισ­σα προ­̀ς αὐτόν καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς
καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ οὕτως πᾶσαι αἱ γυναῖκες περιθήσουσιν τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν ἀπο­̀ πτωχοῦ ἕως πλουσίου
καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος
καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατα­̀ χώραν κατα­̀ τὴν λέξιν αὐτῶν ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible