Скрыть
1:1
1:7
1:9
1:10
1:14
1:17
τὸ λῆμμα ὃ εἶδεν Αμβακουμ ὁ προ­φήτης
ἕως τίνος κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς βοήσομαι προ­̀ς σὲ ἀδικού­με­νος καὶ οὐ σώσεις
ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπι­βλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν ἐξ ἐναν­τίας μου γέγονεν κρίσις καὶ ὁ κριτὴς λαμβάνει
δια­̀ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα ὅτι ὁ ἀσεβὴς κατα­δυναστεύ­ει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύ­­σε­ται τὸ κρίμα διεστραμμένον
ἴδετε οἱ κατα­φρονηταί καὶ ἐπι­βλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύ­σητε ἐάν τις ἐκδιηγῆται
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπι­̀ τὰ πλάτη τῆς γῆς τοῦ κατα­κληρο­νο­μῆσαι σκηνώματα οὐκ αὐτοῦ
φοβερὸς καὶ ἐπι­φανής ἐστιν ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύ­­σε­ται
καὶ ἐξαλοῦν­ται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αραβίας καὶ ἐξιππάσον­ται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσον­ται ὡς ἀετὸς προ­́θυμος εἰς τὸ φαγεῖν
συν­τέλεια εἰς ἀσεβεῖς ἥξει ἀνθεστηκότας προ­σώποις αὐτῶν ἐξ ἐναν­τίας καὶ συν­άξει ὡς ἄμμον αἰχμαλωσίαν
καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐν­τρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξε­ται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ
τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύ­­σε­ται καὶ ἐξιλά­σε­ται αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου
οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀπο­θάνωμεν κύριε εἰς κρίμα τέταχας αὐτόν καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ
καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά καὶ ἐπι­βλέπειν ἐπι­̀ πόνους οὐ δυνήσῃ ἵνα τί ἐπι­βλέπεις ἐπι­̀ κατα­φρονοῦν­τας παρα­σιωπήσῃ ἐν τῷ κατα­πίνειν ἀσεβῆ τὸν δίκαιον
καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσ­σης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχον­τα ἡγούμενον
συν­τέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συν­ήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ ἕνεκεν τούτου εὐφρανθή­σε­ται καὶ χαρή­σε­ται ἡ καρδία αὐτοῦ
ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά
δια­̀ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ δια­̀ παν­τὸς ἀπο­κτέννειν ἔθνη οὐ φεί­σε­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible