Скрыть
5:2
5:4
5:11
5:16
5:20
5:25
5:27
5:30
περιδράμετε ἐν ταῖς ὁδοῖς Ιερουσαλημ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς ἐὰν εὕρητε ἄνδρα εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν καὶ ἵλεως ἔσομαι αὐτοῖς λέγει κύριος
ζῇ κύριος λέγουσιν δια­̀ τοῦτο οὐκ ἐπι­̀ ψεύ­δεσιν ὀμνύουσιν
κύριε οἱ ὀφθαλμοί σου εἰς πίστιν ἐμαστίγωσας αὐτούς καὶ οὐκ ἐπόνεσαν συν­ετέλεσας αὐτούς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν ἐστε­ρέ­ωσαν τὰ προ­́σωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπι­στραφῆναι
καὶ ἐγὼ εἶπα ἴσως πτωχοί εἰσιν διότι οὐκ ἐδυνάσθησαν ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ
πορεύ­σομαι προ­̀ς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ καὶ ἰδοὺ ὁμοθυμαδὸν συν­έτριψαν ζυγόν διέρρηξαν δεσμούς
δια­̀ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλέθρευσεν αὐτούς καὶ πάρδαλις ἐγρηγόρησεν ἐπι­̀ τὰς πόλεις αὐτῶν πάν­τες οἱ ἐκπορευόμενοι ἀπ᾿ αὐτῶν θηρευθήσον­ται ὅτι ἐπλή­θυναν ἀσεβείας αὐτῶν ἴσχυσαν ἐν ταῖς ἀπο­στροφαῖς αὐτῶν
ποίᾳ τούτων ἵλεως γένωμαί σοι οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν θεοῖς καὶ ἐχόρτασα αὐτούς καὶ ἐμοιχῶν­το καὶ ἐν οἴκοις πορνῶν κατέλυον
ἵπποι θηλυμανεῖς ἐγενήθησαν ἕκασ­τος ἐπι­̀ τὴν γυναῖκα τοῦ πλη­σίον αὐτοῦ ἐχρεμέτιζον
μὴ ἐπι­̀ τούτοις οὐκ ἐπι­σκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τοι­ούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου
ἀνάβητε ἐπι­̀ τοὺς προ­μαχῶνας αὐτῆς καὶ κατα­σκάψατε συν­τέλειαν δὲ μὴ ποιήσητε ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς ὅτι τοῦ κυρίου εἰσίν
ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ λέγει κύριος οἶκος Ισραηλ καὶ οἶκος Ιουδα
ἐψεύ­σαν­το τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν οὐκ ἔστιν ταῦτα οὐχ ἥξει ἐφ᾿ ἡμᾶς κακά καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα
οἱ προ­φῆται ἡμῶν ἦσαν εἰς ἄνεμον καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς οὕτως ἔσται αὐτοῖς
δια­̀ τοῦτο τάδε λέγει κύριος παν­τοκράτωρ ἀνθ᾿ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα καὶ κατα­φάγεται αὐτούς
ἰδοὺ ἐγὼ ἐπάγω ἐφ᾿ ὑμᾶς ἔθνος πόρρωθεν οἶκος Ισραηλ λέγει κύριος ἔθνος οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς τῆς γλώσ­σης αὐτοῦ
*πάν­τες ἰσχυροὶ
καὶ κατέδον­ται τὸν θερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδον­ται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδον­ται τὰ προ­́βατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδον­ται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν ἐφ᾿ αἷς ὑμεῖς πεποίθατε ἐπ᾿ αὐταῖς ἐν ῥομφαίᾳ
καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος ὁ θεός σου οὐ μὴ ποιήσω ὑμᾶς εἰς συν­τέλειαν
καὶ ἔσται ὅταν εἴπητε τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν ἡμῖν ἅπαν­τα ταῦτα καὶ ἐρεῖς αὐτοῖς ἀνθ᾿ ὧν ἐδουλεύ­σατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν οὕτως δουλεύ­σετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν
ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ιακωβ καὶ ἀκουσθήτω ἐν τῷ Ιουδα
ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν
μὴ ἐμὲ οὐ φοβηθήσεσθε λέγει κύριος ἢ ἀπο­̀ προ­σώπου μου οὐκ εὐλαβηθήσεσθε τὸν τάξαν­τα ἄμμον ὅριον τῇ θαλάσ­σῃ προ­́σταγμα αἰώνιον καὶ οὐχ ὑπερβή­σε­ται αὐτό καὶ ταραχθή­σε­ται καὶ οὐ δυνή­σε­ται καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβή­σε­ται αὐτό
τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν
καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν φοβηθῶμεν δὴ κύριον τὸν θεὸν ἡμῶν τὸν διδόν­τα ἡμῖν ὑετὸν προ­́ιμον καὶ ὄψιμον κατα­̀ καιρὸν πλη­ρώσεως προ­στάγμα­τος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν
αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ᾿ ὑμῶν
ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν δια­φθεῖραι ἄνδρας καὶ συν­ελαμβάνοσαν
ὡς παγὶς ἐφεσταμένη πλή­ρης πετεινῶν οὕτως οἱ οἶκοι αὐτῶν πλή­ρεις δόλου δια­̀ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν
καὶ παρέβησαν κρίσιν οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν
μὴ ἐπι­̀ τούτοις οὐκ ἐπι­σκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τῷ τοι­ούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου
ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπι­̀ τῆς γῆς
οἱ προ­φῆται προ­φητεύ­ουσιν ἄδικα καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν καὶ ὁ λαός μου ἠγάπησεν οὕτως καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible