Скрыть
18:2
18:4
18:5
18:6
18:7
18:8
18:11
18:12
18:15
18:16
18:18
18:19
18:20
18:21
18:22
18:23
18:25
18:26
18:27
18:29
18:30
18:31
18:34
18:35
18:38
ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ
ᾔδει δὲ καὶ Ἰούδας ὁ παρα­διδοὺς αὐτὸν τὸν τόπον ὅτι πολλάκις συν­ήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων
Ἰησοῦς οὖν εἰδὼς πάν­τα τὰ ἐρχόμενα ἐπ᾿ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς τίνα ζητεῖτε
ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον λέγει αὐτοῖς ἐγώ εἰμι εἱστήκει δὲ καὶ Ἰούδας ὁ παρα­διδοὺς αὐτὸν μετ᾿ αὐτῶν
ὡς οὖν εἶπεν αὐτοῖς ἐγώ εἰμι ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί
πάλιν οὖν ἐπηρώτησεν αὐτούς τίνα ζητεῖτε οἱ δὲ εἶπαν Ἰησοῦν τὸν Ναζωραῖον
ἀπεκρίθη Ἰησοῦς εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι εἰ οὖν ἐμὲ ζητεῖτε ἄφετε τούτους ὑπάγειν
ἵνα πλη­ρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
Σίμων οὖν Пέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν ἦν δὲ ὄνομα τῷ δούλῳ μάλχος
εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Пέτρῳ βάλε τὴν μάχαιραν εἰς τὴν θήκην τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό
ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συν­έλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
καὶ ἤγαγον προ­̀ς Ἅνναν πρῶτον ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου
ἦν δὲ Καϊάφας ὁ συμβουλεύ­σας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπο­θανεῖν ὑπὲρ τοῦ λαοῦ
ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Пέτρος καὶ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συν­εισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
ὁ δὲ Пέτρος εἱστήκει προ­̀ς τῇ θύρᾳ ἔξω ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Пέτρον
λέγει οὖν τῷ Пέτρῳ ἡ παιδίσκη ἡ θυρωρός μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου λέγει ἐκεῖνος οὐκ εἰμί
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψῦχος ἦν καὶ ἐθερμαίνον­το ἦν δὲ καὶ ὁ Пέτρος μετ᾿ αὐτῶν ἑστὼς καὶ θερμαινό­με­νος
ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ
ἀπεκρίθη αὐτῷ Ἰησοῦς ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ ἐγὼ πάν­τοτε ἐδίδαξα ἐν συν­αγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου πάν­τες οἱ Ἰουδαῖοι συν­έρχον­ται καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν
τί με ἐρωτᾷς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ
ταῦτα δὲ αὐτοῦ εἰπόν­τος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών οὕτως ἀπο­κρίνῃ τῷ ἀρχιερεῖ
ἀπεκρίθη αὐτῷ Ἰησοῦς εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ εἰ δὲ καλῶς τί με δέρεις
ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον προ­̀ς Καϊάφαν τὸν ἀρχιερέα
ἦν δὲ Σίμων Пέτρος ἑστὼς καὶ θερμαινό­με­νος εἶπον οὖν αὐτῷ μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν οὐκ εἰμί
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Пέτρος τὸ ὠτίον οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾿ αὐτοῦ
πάλιν οὖν ἠρνήσατο Пέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπο­̀ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον ἦν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα
ἐξῆλθεν οὖν ὁ Пιλᾶτος ἔξω προ­̀ς αὐτοὺς καὶ φησίν τίνα κατηγορίαν φέρετε κατα­̀ τοῦ ἀνθρώπου τούτου
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
εἶπεν οὖν αὐτοῖς ὁ Пιλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ κατα­̀ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν εἶπον αὐτῷ οἱ Ἰουδαῖοι ἡμῖν οὐκ ἔξεστιν ἀπο­κτεῖναι οὐδένα
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πλη­ρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀπο­θνῄσκειν
εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Пιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων
ἀπεκρίθη Ἰησοῦς ἀπο­̀ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ
ἀπεκρίθη ὁ Пιλᾶτος μήτι ἐγὼ Ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί τί ἐποίησας
ἀπεκρίθη Ἰησοῦς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζον­το ἄν ἵνα μὴ παρα­δοθῶ τοῖς Ἰουδαίοις νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐν­τεῦθεν
εἶπεν οὖν αὐτῷ ὁ Пιλᾶτος οὐκοῦν βασιλεὺς εἶ σύ ἀπεκρίθη ὁ Ἰησοῦς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς
λέγει αὐτῷ ὁ Пιλᾶτος τί ἐστιν ἀλήθεια καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν προ­̀ς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν
ἔστιν δὲ συν­ήθεια ὑμῖν ἵνα ἕνα ἀπο­λύσω ὑμῖν ἐν τῷ πάσχα βούλεσθε οὖν ἀπο­λύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων
ἐκραύγασαν οὖν πάλιν λέγον­τες μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν ἦν δὲ ὁ Βαραββᾶς λῃστής
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible