Скрыть
3:2
3:4
3:5
3:7
3:9
3:10
3:11
3:12
3:15
3:17
3:18
3:20
3:21
3:22
3:23
3:24
3:25
3:30
ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων Νικόδημος ὄνομα αὐτῷ ἄρχων τῶν Ἰουδαίων
οὗτος ἦλθεν προ­̀ς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ ῥαββί οἴδαμεν ὅτι ἀπο­̀ θεοῦ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾿ αὐτοῦ
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἄνωθεν οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ
λέγει προ­̀ς αὐτὸν ὁ Νικόδημος πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύ­τερον εἰσελθεῖν καὶ γεννηθῆναι
ἀπεκρίθη Ἰησοῦς ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἐξ ὕδα­τος καὶ πνεύ­μα­τος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύ­μα­τος πνεῦμά ἐστιν
μὴ θαυμάσῃς ὅτι εἶπόν σοι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν
τὸ πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύ­μα­τος
ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ πῶς δύναται ταῦτα γενέσθαι
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις
ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε
εἰ τὰ ἐπι­́γεια εἶπον ὑμῖν καὶ οὐ πιστεύ­ετε πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύ­σετε
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατα­βάς ὁ υἱὸς τοῦ ἀνθρώπου
καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου
ἵνα πᾶς ὁ πιστεύ­ων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον
οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν ἵνα πᾶς ὁ πιστεύ­ων εἰς αὐτὸν μὴ ἀπό­ληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον
οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ
ὁ πιστεύ­ων εἰς αὐτὸν οὐ κρίνεται ὁ δὲ μὴ πιστεύ­ων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ
αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα
πᾶς γὰρ ὁ φαῦλα πράσ­σων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται προ­̀ς τὸ φῶς ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ
ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται προ­̀ς τὸ φῶς ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα
μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν
ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς τοῦ Σαλείμ ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ καὶ παρεγίνον­το καὶ ἐβαπτίζον­το
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης
ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ
καὶ ἦλθον προ­̀ς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ ῥαββί ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου ᾧ σὺ μεμαρτύρηκας ἴδε οὗτος βαπτίζει καὶ πάν­τες ἔρχον­ται προ­̀ς αὐτόν
ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ
αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπρο­σθεν ἐκείνου
ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ χαρᾷ χαίρει δια­̀ τὴν φωνὴν τοῦ νυμφίου αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλή­ρωται
ἐκεῖνον δεῖ αὐξάνειν ἐμὲ δὲ ἐλαττοῦσθαι
ὁ ἄνωθεν ἐρχό­με­νος ἐπάνω πάν­των ἐστίν ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχό­με­νος ἐπάνω πάν­των ἐστίν
ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει
ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν
ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν καὶ πάν­τα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ
ὁ πιστεύ­ων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψ­σε­ται ζωήν ἀλλ᾿ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾿ αὐτόν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible