Скрыть
7:1
7:3
7:4
7:5
7:6
7:8
7:9
7:10
7:11
7:14
7:15
7:18
7:20
7:21
7:23
7:25
7:26
7:29
7:32
7:33
7:35
7:36
7:41
7:44
7:45
7:46
7:47
7:48
7:49
7:52
7:53
καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀπο­κτεῖναι
ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία
εἶπον οὖν προ­̀ς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μετάβηθι ἐν­τεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς
οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπι­́στευον εἰς αὐτόν
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάν­τοτέ ἐστιν ἕτοιμος
οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλή­ρωται
ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ
ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ
οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον ποῦ ἐστιν ἐκεῖνος
καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον
οὐδεὶς μέν­τοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ δια­̀ τὸν φόβον τῶν Ἰουδαίων
ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν
ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγον­τες πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς
ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαν­τός με
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώ­σε­ται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ
ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαν­τος αὐτόν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν
οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον τί με ζητεῖτε ἀπο­κτεῖναι
ἀπεκρίθη ὁ ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητεῖ ἀπο­κτεῖναι
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς ἓν ἔργον ἐποίησα καὶ πάν­τες θαυμάζετε
δια­̀ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ᾿ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον
εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ
μὴ κρίνετε κατ᾿ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε
ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀπο­κτεῖναι
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχον­τες ὅτι οὗτός ἐστιν ὁ Χριστός
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν
ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε
ἐγὼ οἶδα αὐτόν ὅτι παρ᾿ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν
ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπι­́στευσαν εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν
ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζον­τος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν
εἶπεν οὖν ὁ Ἰησοῦς ἔτι χρόνον μικρὸν μεθ᾿ ὑμῶν εἰμι καὶ ὑπάγω προ­̀ς τὸν πέμψαν­τά με
ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
εἶπον οὖν οἱ Ἰουδαῖοι προ­̀ς ἑαυτούς ποῦ οὗτος μέλλει πορεύ­εσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν δια­σπορὰν τῶν Ἑλλήνων μέλλει πορεύ­εσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας
τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγά­λῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων ἐάν τις διψᾷ ἐρχέσθω προ­́ς με καὶ πινέτω
ὁ πιστεύ­ων εἰς ἐμέ καθὼς εἶπεν ἡ γραφή ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύ­σουσιν ὕδα­τος ζῶν­τος
τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύ­μα­τος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύ­σαν­τες εἰς αὐτόν οὔπω γὰρ ἦν πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη
ἐκ τοῦ ὄχλου οὖν ἀκούσαν­τες τῶν λόγων τούτων ἔλεγον οὗτός ἐστιν ἀληθῶς ὁ προ­φήτης
ἄλλοι ἔλεγον οὗτός ἐστιν ὁ Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρμα­τος Δαυίδ καὶ ἀπο­̀ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ ἔρχεται ὁ Χριστὸς
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι᾿ αὐτόν
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας
ἦλθον οὖν οἱ ὑπηρέται προ­̀ς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι δια­̀ τί οὐκ ἠγάγετε αὐτόν
ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος
ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι μὴ καὶ ὑμεῖς πεπλάνησθε
μή τις ἐκ τῶν ἀρχόν­των ἐπι­́στευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν
λέγει Νικόδημος προ­̀ς αὐτούς ὁ ἐλθὼν προ­̀ς αὐτὸν τὸ προ­́τερον εἷς ὢν ἐξ αὐτῶν
μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾿ αὐτοῦ καὶ γνῷ τί ποιεῖ
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προ­φήτης οὐκ ἐγείρεται
καὶ ἐπορεύ­θησαν ἕκασ­τος εἰς τὸν οἶκον αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible