Скрыть
1:2
1:3
1:4
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:22
ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι ᾧ ὄνομα Ιωβ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχό­με­νος ἀπο­̀ παν­τὸς πονηροῦ πράγμα­τος
ἐγένον­το δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς
καὶ ἦν τὰ κτήνη αὐτοῦ προ­́βατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύ­γη βοῶν πεν­τακόσια ὄνοι θήλειαι νομάδες πεν­τακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγά­λα ἦν αὐτῷ ἐπι­̀ τῆς γῆς καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ προ­̀ς ἀλλήλους ἐποι­οῦσαν πότον καθ᾿ ἑκάστην ἡμέραν συμπαρα­λαμβάνον­τες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν
καὶ ὡς ἂν συν­ετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστά­με­νος τὸ πρωὶ καὶ προ­σέφερεν περὶ αὐτῶν θυσίας κατα­̀ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τῇ δια­νοίᾳ αὐτῶν κακὰ ἐνενόησαν προ­̀ς θεόν οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας
καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παρα­στῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ δια­́βολος ἦλθεν μετ᾿ αὐτῶν
καὶ εἶπεν ὁ κύριος τῷ δια­βόλῳ πόθεν παρα­γέγονας καὶ ἀπο­κριθεὶς ὁ δια­́βολος τῷ κυρίῳ εἶπεν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι
καὶ εἶπεν αὐτῷ ὁ κύριος προ­σέσχες τῇ δια­νοίᾳ σου κατα­̀ τοῦ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ᾿ αὐτὸν τῶν ἐπι­̀ τῆς γῆς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχό­με­νος ἀπο­̀ παν­τὸς πονηροῦ πράγμα­τος
ἀπεκρίθη δὲ ὁ δια­́βολος καὶ εἶπεν ἐναν­τίον τοῦ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν
οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάν­των τῶν ὄν­των αὐτῷ κύκλῳ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπι­̀ τῆς γῆς
ἀλλὰ ἀπό­στειλον τὴν χεῖρά σου καὶ ἅψαι πάν­των ὧν ἔχει εἰ μὴν εἰς προ­́σωπόν σε εὐλογήσει
τότε εἶπεν ὁ κύριος τῷ δια­βόλῳ ἰδοὺ πάν­τα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου ἀλλὰ αὐτοῦ μὴ ἅψῃ καὶ ἐξῆλθεν ὁ δια­́βολος παρα­̀ τοῦ κυρίου
καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου
καὶ ἰδοὺ ἄγγελος ἦλθεν προ­̀ς Ιωβ καὶ εἶπεν αὐτῷ τὰ ζεύ­γη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκον­το ἐχόμεναι αὐτῶν
καὶ ἐλθόν­τες οἱ αἰχμαλωτεύ­ον­τες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
ἔτι τούτου λαλοῦν­τος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν προ­̀ς Ιωβ πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ προ­́βατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
ἔτι τούτου λαλοῦν­τος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν προ­̀ς Ιωβ οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
ἔτι τούτου λαλοῦν­τος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ιωβ τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόν­των καὶ πινόν­των παρα­̀ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσ­σάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπι­̀ τὰ παιδία σου καὶ ἐτελεύ­τησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι
οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ πεσὼν χαμαὶ προ­σεκύνησεν καὶ εἶπεν
αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύ­σομαι ἐκεῖ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τῷ κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ ἐναν­τίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible