Скрыть
1:5
1:9
1:24
1:28
1:30
1:32
1:33
1:36
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγον­τες τίς ἀναβή­σε­ται ἡμῖν προ­̀ς τὸν Χαναναῖον ἀφηγού­με­νος τοῦ πολεμῆσαι ἐν αὐτῷ
καὶ εἶπεν κύριος Ιουδας ἀναβή­σε­ται ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ
καὶ εἶπεν Ιουδας προ­̀ς Συμεων τὸν ἀδελφὸν αὐτοῦ ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ καὶ πορεύ­σομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύ­θη μετ᾿ αὐτοῦ Συμεων
καὶ ἀνέβη Ιουδας καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ δέκα χιλιάδας ἀνδρῶν
καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον
καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκον­τα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀπο­κεκομ­μέ­νοι ἦσαν συλλέγον­τες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀν­ταπέδωκέν μοι ὁ θεός καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβον­το αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦν­τι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν
καὶ ἐπορεύ­θη Ιουδας προ­̀ς τὸν Χαναναῖον τὸν κατοικοῦν­τα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναν­τίας τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπρο­σθεν Καριαθαρβοκσεφερ καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι γεννήματα τοῦ Ενακ
καὶ ἐπορεύ­θησαν ἐκεῖθεν προ­̀ς τοὺς κατοικοῦν­τας Δαβιρ καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπρο­σθεν Пόλις γραμμάτων
καὶ εἶπεν Χαλεβ ὃς ἂν πατάξῃ τὴν Пόλιν τῶν γραμμάτων καὶ προ­κατα­λάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα
καὶ προ­κατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα
καὶ ἐγένετο ἐν τῷ εἰσπορεύ­εσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρα­̀ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπο­̀ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι
καὶ εἶπεν αὐτῷ Ασχα δός μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδα­τος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατα­̀ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν
καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων προ­̀ς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπι­̀ κατα­βάσεως Αραδ καὶ ἐπορεύ­θη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ
καὶ ἐπορεύ­θη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦν­τα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως ᾿Εξολέθρευσις
καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν ᾿Ασκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν ᾿Ἀζωτον καὶ τὰ περισπόρια αὐτῆς
καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἐδύνατο κληρο­νο­μῆσαι τοὺς κατοικοῦν­τας τὴν κοιλάδα ὅτι Рηχαβ διεστείλατο αὐτήν
καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων καθὰ ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ
καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦν­τα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης
καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ᾿ αὐτῶν
καὶ παρενέβαλον οἶκος Ισραηλ κατα­̀ Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπρο­σθεν Λουζα
καὶ εἶδον οἱ φυλάσ­σον­τες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος
καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν
καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης
καὶ οὐκ ἐκληρονόμησεν Μανασ­σης τὴν Βαιθσαν ἥ ἐστιν Σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦν­τας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦν­τας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦν­τας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦν­τας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν
καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦν­τα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον
καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦν­τας Κεδρων καὶ τοὺς κατοικοῦν­τας Ενααλα καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον
καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦν­τας Ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦν­τας Δωρ καὶ τοὺς κατοικοῦν­τας Σιδῶνα καὶ τοὺς κατοικοῦν­τας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Рοωβ
καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦν­τος τὴν γῆν ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν
καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦν­τας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦν­τας Βαιθενεθ καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦν­τος τὴν γῆν οἱ δὲ κατοικοῦν­τες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον
καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκεν αὐτὸν κατα­βῆναι εἰς τὴν κοιλάδα
καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπι­̀ τὸν Αμορραῖον καὶ ἐγένετο εἰς φόρον
καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπι­̀ τῆς Пέτρας καὶ ἐπάνω
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible