Скрыть
1:0
1:7
1:22
καὶ Ιερουσαλημ ἐρημωθῆναι ἐκάθισεν Ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρῆνον τοῦτον ἐπι­̀ Ιερουσαλημ καὶ εἶπεν
πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπλη­θυμμένη λαῶν ἐγενήθη ὡς χήρα πεπλη­θυμμένη ἐν ἔθνεσιν ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον
κλαίουσα ἔκλαυσεν ἐν νυκτί καὶ τὰ δάκρυα αὐτῆς ἐπι­̀ τῶν σιαγόνων αὐτῆς καὶ οὐχ ὑπάρχει ὁ παρα­καλῶν αὐτὴν ἀπο­̀ πάν­των τῶν ἀγαπών­των αὐτήν πάν­τες οἱ φιλοῦν­τες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ ἐγένον­το αὐτῇ εἰς ἐχθρούς
μετῳκίσθη ἡ Ιουδαία ἀπο­̀ ταπεινώσεως αὐτῆς καὶ ἀπο­̀ πλή­θους δουλείας αὐτῆς ἐκάθισεν ἐν ἔθνεσιν οὐχ εὗρεν ἀνάπαυσιν πάν­τες οἱ κατα­διώκον­τες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόν­των
ὁδοὶ Σιων πενθοῦσιν παρα­̀ τὸ μὴ εἶναι ἐρχο­μέ­νους ἐν ἑορτῇ πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν αἱ παρθένοι αὐτῆς ἀγόμεναι καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ
ἐγένον­το οἱ θλίβον­τες αὐτὴν εἰς κεφαλήν καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπι­̀ τὸ πλῆ­θος τῶν ἀσεβειῶν αὐτῆς τὰ νήπια αὐτῆς ἐπορεύ­θησαν ἐν αἰχμαλωσίᾳ κατα­̀ προ­́σωπον θλίβον­τος
καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιων πᾶσα ἡ εὐπρέπεια αὐτῆς ἐγένον­το οἱ ἄρχον­τες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκον­τες νομὴν καὶ ἐπορεύ­ον­το ἐν οὐκ ἰσχύι κατα­̀ προ­́σωπον διώκον­τος
ἐμνήσθη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς πάν­τα τὰ ἐπι­θυμήματα αὐτῆς ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβον­τος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ ἰδόν­τες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπι­̀ μετοικεσίᾳ αὐτῆς
ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ δια­̀ τοῦτο εἰς σάλον ἐγένετο πάν­τες οἱ δοξάζον­τες αὐτὴν ἐταπείνωσαν αὐτήν εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω
ἀκαθαρσία αὐτῆς προ­̀ς ποδῶν αὐτῆς οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς καὶ κατεβίβασεν ὑπέρογκα οὐκ ἔστιν ὁ παρα­καλῶν αὐτήν ἰδέ κύριε τὴν ταπείνωσίν μου ὅτι ἐμεγαλύνθη ἐχθρός
χεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπι­̀ πάν­τα τὰ ἐπι­θυμήματα αὐτῆς εἶδεν γὰρ ἔθνη εἰσελθόν­τα εἰς τὸ ἁγίασμα αὐτῆς ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου
πᾶς ὁ λαὸς αὐτῆς κατα­στενάζον­τες ζητοῦν­τες ἄρτον ἔδωκαν τὰ ἐπι­θυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπι­στρέψαι ψυχήν ἰδέ κύριε καὶ ἐπι­́βλεψον ὅτι ἐγενήθην ἠτιμωμένη
οὐ προ­̀ς ὑμᾶς πάν­τες οἱ παρα­πορευόμενοι ὁδόν ἐπι­στρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατα­̀ τὸ ἄλγος μου ὃ ἐγενήθη φθεγξά­με­νος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ
ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό διεπέτασεν δίκτυον τοῖς ποσίν μου ἀπέστρεψέν με εἰς τὰ ὀπίσω ἔδωκέν με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην
ἐγρηγορήθη ἐπι­̀ τὰ ἀσεβήματά μου ἐν χερσίν μου συν­επλάκησαν ἀνέβησαν ἐπι­̀ τὸν τράχηλόν μου ἠσθένησεν ἡ ἰσχύς μου ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας οὐ δυνήσομαι στῆναι
ἐξῆρεν πάν­τας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου ἐκάλεσεν ἐπ᾿ ἐμὲ καιρὸν τοῦ συν­τρῖψαι ἐκλεκτούς μου ληνὸν ἐπάτησεν κύριος παρθένῳ θυγατρὶ Ιουδα ἐπι­̀ τούτοις ἐγὼ κλαίω
ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ ὅτι ἐμακρύνθη ἀπ᾿ ἐμοῦ ὁ παρα­καλῶν με ὁ ἐπι­στρέφων ψυχήν μου ἐγένον­το οἱ υἱοί μου ἠφανισ­μέ­νοι ὅτι ἐκραταιώθη ὁ ἐχθρός
διεπέτασεν Σιων χεῖρας αὐτῆς οὐκ ἔστιν ὁ παρα­καλῶν αὐτήν ἐνετείλατο κύριος τῷ Ιακωβ κύκλῳ αὐτοῦ οἱ θλίβον­τες αὐτόν ἐγενήθη Ιερουσαλημ εἰς ἀπο­καθημένην ἀνὰ μέσον αὐτῶν
δίκαιός ἐστιν κύριος ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα ἀκούσατε δή πάν­τες οἱ λαοί καὶ ἴδετε τὸ ἄλγος μου παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύ­θησαν ἐν αἰχμαλωσίᾳ
ἐκάλεσα τοὺς ἐραστάς μου αὐτοὶ δὲ παρελογίσαν­τό με οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἵνα ἐπι­στρέψωσιν ψυχὰς αὐτῶν καὶ οὐχ εὗρον
ἰδέ κύριε ὅτι θλίβομαι ἡ κοιλία μου ἐταράχθη καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί ὅτι παρα­πικραίνουσα παρεπίκρανα ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνα­τος ἐν οἴκῳ
ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ οὐκ ἔστιν ὁ παρα­καλῶν με πάν­τες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν ὅτι σὺ ἐποίησας ἐπήγαγες ἡμέραν ἐκάλεσας καιρόν καὶ ἐγένον­το ὅμοι­οι ἐμοί
εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατα­̀ προ­́σωπόν σου καὶ ἐπι­φύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπι­φυλλίδα περὶ πάν­των τῶν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπεῖται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible