Скрыть
1:6
1:9
1:11
1:14
καὶ ἐγένετο λόγος κυρίου προ­̀ς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ
ἀκούσατε λαοί λόγους καὶ προ­σεχέτω ἡ γῆ καὶ πάν­τες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ
διότι ἰδοὺ κύριος ἐκπορεύ­εται ἐκ τοῦ τόπου αὐτοῦ καὶ κατα­βή­σε­ται καὶ ἐπι­βή­σε­ται ἐπι­̀ τὰ ὕψη τῆς γῆς
καὶ σαλευθή­σε­ται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσον­ται ὡς κηρὸς ἀπο­̀ προ­σώπου πυρὸς καὶ ὡς ὕδωρ κατα­φερόμενον ἐν κατα­βάσει
δια­̀ ἀσέβειαν Ιακωβ πάν­τα ταῦτα καὶ δια­̀ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια τοῦ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ
καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατα­σπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀπο­καλύψω
καὶ πάν­τα τὰ γλυπτὰ αὐτῆς κατα­κόψουσιν καὶ πάν­τα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάν­τα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συν­ήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συν­έστρεψεν
ἕνεκεν τούτου κόψ­σε­ται καὶ θρηνήσει πορεύ­­σε­ται ἀνυπόδετος καὶ γυμνή ποιή­σε­ται κοπετὸν ὡς δρακόν­των καὶ πένθος ὡς θυγατέρων σειρήνων
ὅτι κατεκράτησεν ἡ πλη­γὴ αὐτῆς διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ιερουσαλημ
οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατα­̀ γέλωτα γῆν κατα­πάσασθε κατα­̀ γέλωτα ὑμῶν
κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψ­σε­ται ἐξ ὑμῶν πλη­γὴν ὀδύνης
τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρα­̀ κυρίου ἐπι­̀ πύλας Ιερουσαλημ
ψόφος ἁρμάτων καὶ ἱππευόν­των κατοικοῦσα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ
δια­̀ τοῦτο δώσεις ἐξαποστελλο­μέ­νους ἕως κληρο­νο­μίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ
ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα Λαχις κληρο­νο­μία ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ
ξύρησαι καὶ κεῖραι ἐπι­̀ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύ­θησαν ἀπο­̀ σοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible