Скрыть
1:1
1:8
1:9
1:11
1:12
λῆμμα Νινευη βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου
θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος ἐκδικῶν κύριος μετὰ θυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναν­τίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ
κύριος μακρόθυμος καὶ μεγά­λη ἡ ἰσχὺς αὐτοῦ καὶ ἀθῳῶν οὐκ ἀθῳώσει κύριος ἐν συν­τελείᾳ καὶ ἐν συσ­σεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ
ἀπειλῶν θαλάσ­σῃ καὶ ξηραίνων αὐτὴν καὶ πάν­τας τοὺς ποταμοὺς ἐξερημῶν ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος καὶ τὰ ἐξανθοῦν­τα τοῦ Λιβάνου ἐξέλιπεν
τὰ ὄρη ἐσείσθησαν ἀπ᾿ αὐτοῦ καὶ οἱ βουνοὶ ἐσαλεύ­θησαν καὶ ἀνεστάλη ἡ γῆ ἀπο­̀ προ­σώπου αὐτοῦ ἡ σύμπασα καὶ πάν­τες οἱ κατοικοῦν­τες ἐν αὐτῇ
ἀπο­̀ προ­σώπου ὀργῆς αὐτοῦ τίς ὑποστή­σε­ται καὶ τίς ἀν­τιστή­σε­ται ἐν ὀργῇ θυμοῦ αὐτοῦ ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ᾿ αὐτοῦ
χρηστὸς κύριος τοῖς ὑπο­μέ­νουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβου­μέ­νους αὐτόν
καὶ ἐν κατα­κλυσμῷ πορείας συν­τέλειαν ποιή­σε­ται τοὺς ἐπεγειρο­μέ­νους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξε­ται σκότος
τί λογίζεσθε ἐπι­̀ τὸν κύριον συν­τέλειαν αὐτὸς ποιή­σε­ται οὐκ ἐκδικήσει δὶς ἐπι­̀ τὸ αὐτὸ ἐν θλίψει
ὅτι ἕως θεμελίου αὐτῶν χερσωθή­σε­ται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθή­σε­ται καὶ ὡς καλάμη ξηρασίας μεστή
ἐκ σοῦ ἐξελεύ­­σε­ται λογισμὸς κατα­̀ τοῦ κυρίου πονηρὰ λογιζό­με­νος ἐναν­τία
τάδε λέγει κύριος κατα­́ρχων ὑδάτων πολλῶν καὶ οὕτως δια­σταλήσον­ται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθή­σε­ται ἔτι
καὶ νῦν συν­τρίψω τὴν ῥάβδον αὐτοῦ ἀπο­̀ σοῦ καὶ τοὺς δεσμούς σου δια­ρρήξω
καὶ ἐν­τελεῖται ὑπὲρ σοῦ κύριος οὐ σπαρή­σε­ται ἐκ τοῦ ὀνόματός σου ἔτι ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύ­σω τὰ γλυπτὰ καὶ χωνευτά θήσομαι ταφήν σου ὅτι ταχεῖς
2:1ἰδοὺ ἐπι­̀ τὰ ὄρη οἱ πόδες εὐαγγελιζο­μέ­νου καὶ ἀπαγγέλλον­τος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπό­δος τὰς εὐχάς σου διότι οὐ μὴ προ­σθήσωσιν ἔτι τοῦ διελθεῖν δια­̀ σοῦ εἰς παλαίωσιν συν­τετέλεσται ἐξῆρται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible