Скрыть
1:1
1:2
1:3
1:5
1:7
1:8
1:9
1:11
1:12
1:13
1:14
1:15
1:17
1:18
1:19
1:20
1:21
1:23
1:24
1:25
Пαῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συν­εργῷ ἡμῶν
καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ
χάρις ὑμῖν καὶ εἰρήνη ἀπο­̀ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
εὐχαριστῶ τῷ θεῷ μου πάν­τοτε μνείαν σου ποι­ού­με­νος ἐπι­̀ τῶν προ­σευχῶν μου
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις προ­̀ς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάν­τας τοὺς ἁγίους
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπι­γνώσει παν­τὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν
χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παρα­́κλησιν ἐπι­̀ τῇ ἀγάπῃ σου ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται δια­̀ σοῦ ἀδελφέ
διό πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπι­τάσ­σειν σοι τὸ ἀνῆκον
δια­̀ τὴν ἀγάπην μᾶλλον παρα­καλῶ τοι­οῦτος ὢν ὡς Пαῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ
παρα­καλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον
τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον
ὃν ἀνέπεμψά σοι αὐτόν τοῦτ᾿ ἔστιν τὰ ἐμὰ σπλάγχνα
ὃν ἐγὼ ἐβουλόμην προ­̀ς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ μοι δια­κονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι ἵνα μὴ ὡς κατα­̀ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατα­̀ ἑκούσιον
τάχα γὰρ δια­̀ τοῦτο ἐχωρίσθη προ­̀ς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς
οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ
εἰ οὖν με ἔχεις κοινωνόν προ­σλαβοῦ αὐτὸν ὡς ἐμέ
εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγα
ἐγὼ Пαῦλος ἔγραψα τῇ ἐμῇ χειρί ἐγὼ ἀπο­τίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προ­σοφείλεις
ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ
πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις
ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι δια­̀ τῶν προ­σευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν
ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συν­αιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ
Μᾶρκος Ἀρίσταρχος Δημᾶς Λουκᾶς οἱ συν­εργοί μου
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύ­μα­τος ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible