Скрыть
4:1
4:2
4:3
4:5
4:6
4:11
4:12
4:13
4:15
4:20
4:21
4:24
4:28
4:29
ἀκούσατε παῖδες παιδείαν πατρὸς καὶ προ­σέχετε γνῶναι ἔννοιαν
δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν τὸν ἐμὸν νόμον μὴ ἐγκατα­λίπητε
υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώ­με­νος ἐν προ­σώπῳ μητρός
οἳ ἔλεγον καὶ ἐδίδασκόν με ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν
φύλασ­σε ἐν­τολάς μὴ ἐπι­λάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόμα­τος
μηδὲ ἐγκατα­λίπῃς αὐτήν καὶ ἀνθέξε­ταί σου ἐράσθητι αὐτῆς καὶ τηρήσει σε
περιχαράκωσον αὐτήν καὶ ὑψώσει σε τίμησον αὐτήν ἵνα σε περιλάβῃ
ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου
ἄκουε υἱέ καὶ δέξαι ἐμοὺς λόγους καὶ πλη­θυνθή­σε­ται ἔτη ζωῆς σου ἵνα σοι γένων­ται πολλαὶ ὁδοὶ βίου
ὁδοὺς γὰρ σοφίας διδάσκω σε ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς
ἐὰν γὰρ πορεύ­ῃ οὐ συγκλεισθή­σε­ταί σου τὰ δια­βήματα ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις
ἐπι­λαβοῦ ἐμῆς παιδείας μὴ ἀφῇς ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου
ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρα­νόμων
ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύ­σωσιν μὴ ἐπέλθῃς ἐκεῖ ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παρα­́λλαξον
οὐ γὰρ μὴ ὑπνώσωσιν ἐὰν μὴ κακοποιήσωσιν ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶν­ται
οἵδε γὰρ σιτοῦν­ται σῖτα ἀσεβείας οἴνῳ δὲ παρα­νόμῳ μεθύσκον­ται
αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προ­πορεύ­ον­ται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα
αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί οὐκ οἴδασιν πῶς προ­σκόπτουσιν
υἱέ ἐμῇ ῥήσει προ­́σεχε τοῖς δὲ ἐμοῖς λόγοις παρα­́βαλε σὸν οὖς
ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου φύλασ­σε αὐτὰς ἐν σῇ καρδίᾳ
ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις
πάσῃ φυλακῇ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς
περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπο­̀ σοῦ ἄπωσαι
οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν τὰ δὲ βλέφαρά σου νευέτω δίκαια
ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύ­θυνε
μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά ἀπό­στρεψον δὲ σὸν πόδα ἀπο­̀ ὁδοῦ κακῆς
27aὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν
27bαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προ­άξει
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible