Скрыть
118:0
118:1
118:7
118:8
118:12
118:13
118:14
118:15
118:16
118:17
118:20
118:22
118:25
118:26
118:27
118:28
118:29
118:31
118:33
118:35
118:38
118:40
118:41
118:42
118:43
118:45
118:47
118:48
118:49
118:52
118:53
118:54
118:56
118:58
118:59
118:60
118:65
118:66
118:68
118:69
118:74
118:76
118:77
118:78
118:79
118:80
118:82
118:84
118:85
118:87
118:88
118:90
118:91
118:93
118:94
118:95
118:96
118:98
118:101
118:102
118:107
118:109
118:111
118:113
118:114
118:117
118:119
118:121
118:122
118:123
118:125
118:129
118:131
118:133
118:134
118:141
118:143
118:144
118:145
118:146
118:149
118:150
118:153
118:156
118:159
118:160
118:164
118:167
118:169
118:170
118:171
118:172
118:173
118:174
118:175
Греческий [Greek (Koine)]
αλληλουια
α᾿ αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου
μακάριοι οἱ ἐξερευνῶν­τες τὰ μαρτύρια αὐτοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύ­θησαν
σὺ ἐνετείλω τὰς ἐν­τολάς σου φυλάξασθαι σφόδρα
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου
τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπι­βλέπειν ἐπι­̀ πάσας τὰς ἐν­τολάς σου
ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου
τὰ δικαιώματά σου φυλάξω μή με ἐγκατα­λίπῃς ἕως σφόδρα
β᾿ βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ ἐν τῷ φυλάσ­σεσθαι τοὺς λόγους σου
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε μὴ ἀπώσῃ με ἀπο­̀ τῶν ἐν­τολῶν σου
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάν­τα τὰ κρίματα τοῦ στόματός σου
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπι­̀ παν­τὶ πλούτῳ
ἐν ταῖς ἐν­τολαῖς σου ἀδολεσχήσω καὶ κατα­νοήσω τὰς ὁδούς σου
ἐν τοῖς δικαιώμασίν σου μελετήσω οὐκ ἐπι­λήσομαι τῶν λόγων σου
γ᾿ γιμαλ ἀν­ταπόδος τῷ δούλῳ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου
ἀπο­κάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα­νοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ μὴ ἀπο­κρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐν­τολάς σου
ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπι­θυμῆσαι τὰ κρίματά σου ἐν παν­τὶ καιρῷ
ἐπετίμησας ὑπερηφάνοις ἐπι­κατα­́ρατοι οἱ ἐκκλίνον­τες ἀπο­̀ τῶν ἐν­τολῶν σου
περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα
καὶ γὰρ ἐκάθισαν ἄρχον­τες καὶ κατ᾿ ἐμοῦ κατελάλουν ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου
δ᾿ δελθ ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατα­̀ τὸν λόγον σου
τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου
ὁδὸν δικαιωμάτων σου συν­έτισόν με καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου
ἔσταξεν ἡ ψυχή μου ἀπο­̀ ἀκηδίας βεβαίωσόν με ἐν τοῖς λόγοις σου
ὁδὸν ἀδικίας ἀπό­στησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με
ὁδὸν ἀληθείας ᾑρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην
ἐκολλήθην τοῖς μαρτυρίοις σου κύριε μή με κατα­ισχύνῃς
ὁδὸν ἐν­τολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
ε᾿ η νομοθέτησόν με κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν δια­̀ παν­τός
συν­έτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐν­τολῶν σου ὅτι αὐτὴν ἠθέλησα
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
ἀπό­στρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα ἐν τῇ ὁδῷ σου ζῆσόν με
στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου
περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά
ἰδοὺ ἐπεθύμησα τὰς ἐν­τολάς σου ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με
Ϛ᾿ ουαυ καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατα­̀ τὸ λόγιόν σου
καὶ ἀπο­κριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπι­̀ τοὺς λόγους σου
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπι­̀ τὰ κρίματά σου ἐπήλπισα
καὶ φυλάξω τὸν νόμον σου δια­̀ παν­τός εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
καὶ ἐπορευόμην ἐν πλατυσμῷ ὅτι τὰς ἐν­τολάς σου ἐξεζήτησα
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναν­τίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
καὶ ἐμελέτων ἐν ταῖς ἐν­τολαῖς σου αἷς ἠγάπησα σφόδρα
καὶ ἦρα τὰς χεῖράς μου προ­̀ς τὰς ἐν­τολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου
ζ᾿ ζαι μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου ᾧ ἐπήλπισάς με
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με
ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπο­̀ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα
ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος κύριε καὶ παρεκλήθην
ἀθυμία κατέσχεν με ἀπο­̀ ἁμαρτωλῶν τῶν ἐγκατα­λιμπανόν­των τὸν νόμον σου
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου
αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
η᾿ ηθ μερίς μου κύριε εἶπα φυλάξασθαι τὸν νόμον σου
ἐδεήθην τοῦ προ­σώπου σου ἐν ὅλῃ καρδίᾳ μου ἐλέησόν με κατα­̀ τὸ λόγιόν σου
διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐν­τολάς σου
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπι­̀ τὰ κρίματα τῆς δικαιοσύνης σου
μέτοχος ἐγώ εἰμι πάν­των τῶν φοβουμένων σε καὶ τῶν φυλασ­σόν­των τὰς ἐν­τολάς σου
τοῦ ἐλέους σου κύριε πλή­ρης ἡ γῆ τὰ δικαιώματά σου δίδαξόν με
θ᾿ τηθ χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου κύριε κατα­̀ τὸν λόγον σου
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐν­τολαῖς σου ἐπι­́στευσα
προ­̀ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλη­μμέλησα δια­̀ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα
χρηστὸς εἶ σύ κύριε καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου
ἐπλη­θύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐν­τολάς σου
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου
ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου
ι᾿ ιωθ αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με συν­έτισόν με καὶ μαθήσομαι τὰς ἐν­τολάς σου
οἱ φοβούμενοί σε ὄψον­ταί με καὶ εὐφρανθήσον­ται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα
ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρα­καλέσαι με κατα­̀ τὸ λόγιόν σου τῷ δούλῳ σου
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν
αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐν­τολαῖς σου
ἐπι­στρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκον­τες τὰ μαρτύριά σου
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθῶ
ια᾿ χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγον­τες πότε παρα­καλέσεις με
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου πότε ποιήσεις μοι ἐκ τῶν κατα­διωκόν­των με κρίσιν
διηγήσαν­τό μοι παρα­́νομοι ἀδολεσχίας ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου κύριε
πᾶσαι αἱ ἐν­τολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι
παρα­̀ βραχὺ συν­ετέλεσάν με ἐν τῇ γῇ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐν­τολάς σου
κατα­̀ τὸ ἔλεός σου ζῆσόν με καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου
ιβ᾿ λαβδ εἰς τὸν αἰῶνα κύριε ὁ λόγος σου δια­μένει ἐν τῷ οὐρανῷ
εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου ἐθεμελίωσας τὴν γῆν καὶ δια­μένει
τῇ δια­τάξει σου δια­μένει ἡ ἡμέρα ὅτι τὰ σύμπαν­τα δοῦλα σά
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπι­λάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με κύριε
σός εἰμι ἐγώ σῶσόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπο­λέσαι με τὰ μαρτύριά σου συν­ῆκα
πάσης συν­τελείας εἶδον πέρας πλατεῖα ἡ ἐν­τολή σου σφόδρα
ιγ᾿ μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐν­τολήν σου ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν
ὑπὲρ πάν­τας τοὺς διδάσκον­τάς με συν­ῆκα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν
ὑπὲρ πρεσβυτέρους συν­ῆκα ὅτι τὰς ἐν­τολάς σου ἐξεζήτησα
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου
ἀπο­̀ τῶν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου
ἀπο­̀ τῶν ἐν­τολῶν σου συν­ῆκα δια­̀ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι
ιδ᾿ νουν λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου
ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
ἐταπεινώθην ἕως σφόδρα κύριε ζῆσόν με κατα­̀ τὸν λόγον σου
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με
ἡ ψυχή μου ἐν ταῖς χερσίν μου δια­̀ παν­τός καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
ἔθεν­το ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τῶν ἐν­τολῶν σου οὐκ ἐπλανήθην
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀν­τάμειψιν
ιε᾿ σαμχ παρα­νόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα
βοηθός μου καὶ ἀν­τιλήμπτωρ μου εἶ σύ εἰς τὸν λόγον σου ἐπήλπισα
ἐκκλίνατε ἀπ᾿ ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐν­τολὰς τοῦ θεοῦ μου
ἀν­τιλαβοῦ μου κατα­̀ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ κατα­ισχύνῃς με ἀπο­̀ τῆς προ­σδοκίας μου
βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου δια­̀ παν­τός
ἐξουδένωσας πάν­τας τοὺς ἀπο­στατοῦν­τας ἀπο­̀ τῶν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν
παρα­βαίνον­τας ἐλογισάμην πάν­τας τοὺς ἁμαρτωλοὺς τῆς γῆς δια­̀ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου δια­̀ παν­τός
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου ἀπο­̀ γὰρ τῶν κριμάτων σου ἐφοβήθην
ιϚ᾿ αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παρα­δῷς με τοῖς ἀδικοῦσίν με
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν μὴ συκοφαν­τησάτωσάν με ὑπερήφανοι
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου
ποίησον μετὰ τοῦ δούλου σου κατα­̀ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
δοῦλός σού εἰμι ἐγώ συν­έτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ διεσκέδασαν τὸν νόμον σου
δια­̀ τοῦτο ἠγάπησα τὰς ἐν­τολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον
δια­̀ τοῦτο προ­̀ς πάσας τὰς ἐν­τολάς σου κατωρθούμην πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα
ιζ᾿ φη θαυμαστὰ τὰ μαρτύριά σου δια­̀ τοῦτο ἐξηρεύ­νησεν αὐτὰ ἡ ψυχή μου
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συν­ετιεῖ νηπίους
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα ὅτι τὰς ἐν­τολάς σου ἐπεπόθουν
ἐπι­́βλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατα­̀ τὸ κρίμα τῶν ἀγαπών­των τὸ ὄνομά σου
τὰ δια­βήματά μου κατεύ­θυνον κατα­̀ τὸ λόγιόν σου καὶ μὴ κατα­κυριευσάτω μου πᾶσα ἀνομία
λύτρωσαί με ἀπο­̀ συκοφαν­τίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐν­τολάς σου
τὸ προ­́σωπόν σου ἐπι­́φανον ἐπι­̀ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
ιη᾿ σαδη δίκαιος εἶ κύριε καὶ εὐθὴς ἡ κρίσις σου
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα
ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου ὅτι ἐπελάθον­το τῶν λόγων σου οἱ ἐχθροί μου
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ νόμος σου ἀλήθεια
θλῖψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐν­τολαί σου μελέτη μου
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα συν­έτισόν με καὶ ζήσομαι
ιθ᾿ κωφ ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω
ἐκέκραξά σε σῶσόν με καὶ φυλάξω τὰ μαρτύριά σου
προ­έφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα
προ­έφθασαν οἱ ὀφθαλμοί μου προ­̀ς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου
τῆς φωνῆς μου ἄκουσον κύριε κατα­̀ τὸ ἔλεός σου κατα­̀ τὸ κρίμα σου ζῆσόν με
προ­σήγγισαν οἱ κατα­διώκον­τές με ἀνομίᾳ ἀπο­̀ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν
ἐγγὺς εἶ σύ κύριε καὶ πᾶσαι αἱ ἐν­τολαί σου ἀλήθεια
κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά
κ᾿ ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με δια­̀ τὸν λόγον σου ζῆσόν με
μακρὰν ἀπο­̀ ἁμαρτωλῶν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν
οἱ οἰκτιρμοί σου πολλοί κύριε κατα­̀ τὸ κρίμα σου ζῆσόν με
πολλοὶ οἱ ἐκδιώκον­τές με καὶ ἐκθλίβον­τές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα
εἶδον ἀσυν­θετοῦν­τας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαν­το
ἰδὲ ὅτι τὰς ἐν­τολάς σου ἠγάπησα κύριε ἐν τῷ ἐλέει σου ζῆσόν με
ἀρχὴ τῶν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰῶνα πάν­τα τὰ κρίματα τῆς δικαιοσύνης σου
κα᾿ σεν ἄρχον­τες κατεδίωξάν με δωρεάν καὶ ἀπο­̀ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου
ἀγαλλιάσομαι ἐγὼ ἐπι­̀ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπι­̀ τὰ κρίματα τῆς δικαιοσύνης σου
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον
προ­σεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐν­τολάς σου ἠγάπησα
ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα
ἐφύλαξα τὰς ἐν­τολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναν­τίον σου κύριε
κβ᾿ θαυ ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου κύριε κατα­̀ τὸ λόγιόν σου συν­έτισόν με
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατα­̀ τὸ λόγιόν σου ῥῦσαί με
ἐξερεύξαιν­το τὰ χείλη μου ὕμνον ὅταν διδάξῃς με τὰ δικαιώματά σου
φθέγξαιτο ἡ γλῶσ­σά μου τὸ λόγιόν σου ὅτι πᾶσαι αἱ ἐν­τολαί σου δικαιοσύνη
γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με ὅτι τὰς ἐν­τολάς σου ᾑρετισάμην
ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ ὁ νόμος σου μελέτη μού ἐστιν
ζή­σε­ται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι
ἐπλανήθην ὡς προ­́βατον ἀπο­λωλός ζήτησον τὸν δοῦλόν σου ὅτι τὰς ἐν­τολάς σου οὐκ ἐπελαθόμην
Blessed are the undefiled in the way, Who walk in the law of the LORD!
Blessed are those who keep His testimonies, Who seek Him with the whole heart!
They also do no iniquity; They walk in His ways.
You have commanded us To keep Your precepts diligently.
Oh, that my ways were directed To keep Your statutes!
Then I would not be ashamed, When I look into all Your commandments.
I will praise You with uprightness of heart, When I learn Your righteous judgments.
I will keep Your statutes; Oh, do not forsake me utterly!
How can a young man cleanse his way? By taking heed according to Your word.
With my whole heart I have sought You; Oh, let me not wander from Your commandments!
Your word I have hidden in my heart, That I might not sin against You.
Blessed are You, O LORD! Teach me Your statutes.
With my lips I have declared All the judgments of Your mouth.
I have rejoiced in the way of Your testimonies, As much as in all riches.
I will meditate on Your precepts, And contemplate Your ways.
I will delight myself in Your statutes; I will not forget Your word.
Deal bountifully with Your servant, That I may live and keep Your word.
Open my eyes, that I may see Wondrous things from Your law.
I am a stranger in the earth; Do not hide Your commandments from me.
My soul breaks with longing For Your judgments at all times.
You rebuke the proud--the cursed, Who stray from Your commandments.
Remove from me reproach and contempt, For I have kept Your testimonies.
Princes also sit and speak against me, But Your servant meditates on Your statutes.
Your testimonies also are my delight And my counselors.
My soul clings to the dust; Revive me according to Your word.
I have declared my ways, and You answered me; Teach me Your statutes.
Make me understand the way of Your precepts; So shall I meditate on Your wonderful works.
My soul melts from heaviness; Strengthen me according to Your word.
Remove from me the way of lying, And grant me Your law graciously.
I have chosen the way of truth; Your judgments I have laid before me.
I cling to Your testimonies; O LORD, do not put me to shame!
I will run the course of Your commandments, For You shall enlarge my heart.
Teach me, O LORD, the way of Your statutes, And I shall keep it to the end.
Give me understanding, and I shall keep Your law; Indeed, I shall observe it with my whole heart.
Make me walk in the path of Your commandments, For I delight in it.
Incline my heart to Your testimonies, And not to covetousness.
Turn away my eyes from looking at worthless things, And revive me in Your way.
Establish Your word to Your servant, Who is devoted to fearing You.
Turn away my reproach which I dread, For Your judgments are good.
Behold, I long for Your precepts; Revive me in Your righteousness.
Let Your mercies come also to me, O LORD-- Your salvation according to Your word.
So shall I have an answer for him who reproaches me, For I trust in Your word.
And take not the word of truth utterly out of my mouth, For I have hoped in Your ordinances.
So shall I keep Your law continually, Forever and ever.
And I will walk at liberty, For I seek Your precepts.
I will speak of Your testimonies also before kings, And will not be ashamed.
And I will delight myself in Your commandments, Which I love.
My hands also I will lift up to Your commandments, Which I love, And I will meditate on Your statutes.
Remember the word to Your servant, Upon which You have caused me to hope.
This is my comfort in my affliction, For Your word has given me life.
The proud have me in great derision, Yet I do not turn aside from Your law.
I remembered Your judgments of old, O LORD, And have comforted myself.
Indignation has taken hold of me Because of the wicked, who forsake Your law.
Your statutes have been my songs In the house of my pilgrimage.
I remember Your name in the night, O LORD, And I keep Your law.
This has become mine, Because I kept Your precepts.
You are my portion, O LORD; I have said that I would keep Your words.
I entreated Your favor with my whole heart; Be merciful to me according to Your word.
I thought about my ways, And turned my feet to Your testimonies.
I made haste, and did not delay To keep Your commandments.
The cords of the wicked have bound me, But I have not forgotten Your law.
At midnight I will rise to give thanks to You, Because of Your righteous judgments.
I am a companion of all who fear You, And of those who keep Your precepts.
The earth, O LORD, is full of Your mercy; Teach me Your statutes.
You have dealt well with Your servant, O LORD, according to Your word.
Teach me good judgment and knowledge, For I believe Your commandments.
Before I was afflicted I went astray, But now I keep Your word.
You are good, and do good; Teach me Your statutes.
The proud have forged a lie against me, But I will keep Your precepts with my whole heart.
Their heart is as fat as grease, But I delight in Your law.
It is good for me that I have been afflicted, That I may learn Your statutes.
The law of Your mouth is better to me Than thousands of coins of gold and silver.
Your hands have made me and fashioned me; Give me understanding, that I may learn Your commandments.
Those who fear You will be glad when they see me, Because I have hoped in Your word.
I know, O LORD, that Your judgments are right, And that in faithfulness You have afflicted me.
Let, I pray, Your merciful kindness be for my comfort, According to Your word to Your servant.
Let Your tender mercies come to me, that I may live; For Your law is my delight.
Let the proud be ashamed, For they treated me wrongfully with falsehood; But I will meditate on Your precepts.
Let those who fear You turn to me, Those who know Your testimonies.
Let my heart be blameless regarding Your statutes, That I may not be ashamed.
My soul faints for Your salvation, But I hope in Your word.
My eyes fail from searching Your word, Saying, «When will You comfort me?»
For I have become like a wineskin in smoke, Yet I do not forget Your statutes.
How many are the days of Your servant? When will You execute judgment on those who persecute me?
The proud have dug pits for me, Which is not according to Your law.
All Your commandments are faithful; They persecute me wrongfully; Help me!
They almost made an end of me on earth, But I did not forsake Your precepts.
Revive me according to Your lovingkindness, So that I may keep the testimony of Your mouth.
Forever, O LORD, Your word is settled in heaven.
Your faithfulness endures to all generations; You established the earth, and it abides.
They continue this day according to Your ordinances, For all are Your servants.
Unless Your law had been my delight, I would then have perished in my affliction.
I will never forget Your precepts, For by them You have given me life.
I am Yours, save me; For I have sought Your precepts.
The wicked wait for me to destroy me, But I will consider Your testimonies.
I have seen the consummation of all perfection, But Your commandment is exceedingly broad.
Oh, how I love Your law! It is my meditation all the day.
You, through Your commandments, make me wiser than my enemies; For they are ever with me.
I have more understanding than all my teachers, For Your testimonies are my meditation.
I understand more than the ancients, Because I keep Your precepts.
I have restrained my feet from every evil way, That I may keep Your word.
I have not departed from Your judgments, For You Yourself have taught me.
How sweet are Your words to my taste, Sweeter than honey to my mouth!
Through Your precepts I get understanding; Therefore I hate every false way.
Your word is a lamp to my feet And a light to my path.
I have sworn and confirmed That I will keep Your righteous judgments.
I am afflicted very much; Revive me, O LORD, according to Your word.
Accept, I pray, the freewill offerings of my mouth, O LORD, And teach me Your judgments.
My life is continually in my hand, Yet I do not forget Your law.
The wicked have laid a snare for me, Yet I have not strayed from Your precepts.
Your testimonies I have taken as a heritage forever, For they are the rejoicing of my heart.
I have inclined my heart to perform Your statutes Forever, to the very end.
I hate the double-minded, But I love Your law.
You are my hiding place and my shield; I hope in Your word.
Depart from me, you evildoers, For I will keep the commandments of my God!
Uphold me according to Your word, that I may live; And do not let me be ashamed of my hope.
Hold me up, and I shall be safe, And I shall observe Your statutes continually.
You reject all those who stray from Your statutes, For their deceit is falsehood.
You put away all the wicked of the earth like dross; Therefore I love Your testimonies.
My flesh trembles for fear of You, And I am afraid of Your judgments.
I have done justice and righteousness; Do not leave me to my oppressors.
Be surety for Your servant for good; Do not let the proud oppress me.
My eyes fail from seeking Your salvation And Your righteous word.
Deal with Your servant according to Your mercy, And teach me Your statutes.
I am Your servant; Give me understanding, That I may know Your testimonies.
It is time for You to act, O LORD, For they have regarded Your law as void.
Therefore I love Your commandments More than gold, yes, than fine gold!
Therefore all Your precepts concerning all things I consider to be right; I hate every false way.
Your testimonies are wonderful; Therefore my soul keeps them.
The entrance of Your words gives light; It gives understanding to the simple.
I opened my mouth and panted, For I longed for Your commandments.
Look upon me and be merciful to me, As Your custom is toward those who love Your name.
Direct my steps by Your word, And let no iniquity have dominion over me.
Redeem me from the oppression of man, That I may keep Your precepts.
Make Your face shine upon Your servant, And teach me Your statutes.
Rivers of water run down from my eyes, Because men do not keep Your law.
Righteous are You, O LORD, And upright are Your judgments.
Your testimonies, which You have commanded, Are righteous and very faithful.
My zeal has consumed me, Because my enemies have forgotten Your words.
Your word is very pure; Therefore Your servant loves it.
I am small and despised, Yet I do not forget Your precepts.
Your righteousness is an everlasting righteousness, And Your law is truth.
Trouble and anguish have overtaken me, Yet Your commandments are my delights.
The righteousness of Your testimonies is everlasting; Give me understanding, and I shall live.
I cry out with my whole heart; Hear me, O LORD! I will keep Your statutes.
I cry out to You; Save me, and I will keep Your testimonies.
I rise before the dawning of the morning, And cry for help; I hope in Your word.
My eyes are awake through the night watches, That I may meditate on Your word.
Hear my voice according to Your lovingkindness; O LORD, revive me according to Your justice.
They draw near who follow after wickedness; They are far from Your law.
You are near, O LORD, And all Your commandments are truth.
Concerning Your testimonies, I have known of old that You have founded them forever.
Consider my affliction and deliver me, For I do not forget Your law.
Plead my cause and redeem me; Revive me according to Your word.
Salvation is far from the wicked, For they do not seek Your statutes.
Great are Your tender mercies, O LORD; Revive me according to Your judgments.
Many are my persecutors and my enemies, Yet I do not turn from Your testimonies.
I see the treacherous, and am disgusted, Because they do not keep Your word.
Consider how I love Your precepts; Revive me, O LORD, according to Your lovingkindness.
The entirety of Your word is truth, And every one of Your righteous judgments endures forever.
Princes persecute me without a cause, But my heart stands in awe of Your word.
I rejoice at Your word As one who finds great treasure.
I hate and abhor lying, But I love Your law.
Seven times a day I praise You, Because of Your righteous judgments.
Great peace have those who love Your law, And nothing causes them to stumble.
LORD, I hope for Your salvation, And I do Your commandments.
My soul keeps Your testimonies, And I love them exceedingly.
I keep Your precepts and Your testimonies, For all my ways are before You.
Let my cry come before You, O LORD; Give me understanding according to Your word.
Let my supplication come before You; Deliver me according to Your word.
My lips shall utter praise, For You teach me Your statutes.
My tongue shall speak of Your word, For all Your commandments are righteousness.
Let Your hand become my help, For I have chosen Your precepts.
I long for Your salvation, O LORD, And Your law is my delight.
Let my soul live, and it shall praise You; And let Your judgments help me.
I have gone astray like a lost sheep; Seek Your servant, For I do not forget Your commandments.
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible