Скрыть
139:1
139:2
139:3
139:7
139:8
139:14
Греческий [Greek (Koine)]
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ
ἐξελοῦ με κύριε ἐξ ἀνθρώπου πονηροῦ ἀπο­̀ ἀνδρὸς ἀδίκου ῥῦσαί με
οἵτινες ἐλογίσαν­το ἀδικίας ἐν καρδίᾳ ὅλην τὴν ἡμέραν παρετάσ­σον­το πολέμους
ἠκόνησαν γλῶσ­σαν αὐτῶν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν (δια­́ψαλμα)
φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ ἀπο­̀ ἀνθρώπων ἀδίκων ἐξελοῦ με οἵτινες ἐλογίσαν­το ὑποσκελίσαι τὰ δια­βήματά μου
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεν­τό μοι (δια­́ψαλμα)
εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τῆς δεήσεώς μου
κύριε κύριε δύναμις τῆς σωτηρίας μου ἐπεσκίασας ἐπι­̀ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου
μὴ παρα­δῷς με κύριε ἀπο­̀ τῆς ἐπι­θυμίας μου ἁμαρτωλῷ διελογίσαν­το κατ᾿ ἐμοῦ μὴ ἐγκατα­λίπῃς με μήποτε ὑψωθῶσιν (δια­́ψαλμα)
ἡ κεφαλὴ τοῦ κυκλώμα­τος αὐτῶν κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς
πεσοῦν­ται ἐπ᾿ αὐτοὺς ἄνθρακες ἐν πυρὶ κατα­βαλεῖς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν
ἀνὴρ γλωσ­σώδης οὐ κατευθυνθή­σε­ται ἐπι­̀ τῆς γῆς ἄνδρα ἄδικον κακὰ θηρεύ­σει εἰς δια­φθοράν
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων
πλη­̀ν δίκαιοι ἐξομολογήσον­ται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προ­σώπῳ σου
Deliver me, O LORD, from evil men; Preserve me from violent men,
Who plan evil things in their hearts; They continually gather together for war.
They sharpen their tongues like a serpent; The poison of asps is under their lips.Selah
Keep me, O LORD, from the hands of the wicked; Preserve me from violent men, Who have purposed to make my steps stumble.
The proud have hidden a snare for me, and cords; They have spread a net by the wayside; They have set traps for me.Selah
I said to the LORD: «You are my God; Hear the voice of my supplications, O LORD.
O GOD the Lord, the strength of my salvation, You have covered my head in the day of battle.
Do not grant, O LORD, the desires of the wicked; Do not further his wicked scheme, Lest they be exalted.Selah
«As for the head of those who surround me, Let the evil of their lips cover them;
Let burning coals fall upon them; Let them be cast into the fire, Into deep pits, that they rise not up again.
Let not a slanderer be established in the earth; Let evil hunt the violent man to overthrow him.»
I know that the LORD will maintain The cause of the afflicted, And justice for the poor.
Surely the righteous shall give thanks to Your name; The upright shall dwell in Your presence.
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible