Скрыть
Псалом 143 
143:0
143:6
143:8
143:11
Псалом 144 
144:0
144:2
144:5
144:6
144:7
144:10
144:12
144:17
144:21
Псалом 145 
145:0
145:2
Псалом 146 
146:0
146:7
146:10
Псалом 147 
147:0
147:1
147:2
147:4
147:6
Псалом 148 
148:0
148:3
148:6
148:7
148:9
148:10
148:12
Псалом 149 
149:0
149:3
149:8
Псалом 150 
150:0
150:2
150:5
τῷ Δαυιδ προ­̀ς τὸν Γολιαδ
εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παρα­́ταξιν τοὺς δακτύλους μου εἰς πόλεμον
ἔλεός μου καὶ κατα­φυγή μου ἀν­τιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ᾿ αὐτῷ ἤλπισα ὁ ὑποτάσ­σων τὸν λαόν μου ὑπ᾿ ἐμέ
κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν
ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παρα­́γουσιν
κύριε κλῖνον οὐρανούς σου καὶ κατα­́βηθι ἅψαι τῶν ὀρέων καὶ καπνισθήσον­ται
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συν­ταράξεις αὐτούς
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν ἐκ χειρὸς υἱῶν ἀλλοτρίων
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
ὁ θεός ᾠδὴν καινὴν ᾄσομαί σοι ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
τῷ διδόν­τι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς
ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ
τὰ ταμίεια αὐτῶν πλή­ρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο τὰ προ­́βατα αὐτῶν πολυτόκα πλη­θύνον­τα ἐν ταῖς ἐξόδοις αὐτῶν
οἱ βόες αὐτῶν παχεῖς οὐκ ἔστιν κατα­́πτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν
ἐμακάρισαν τὸν λαόν ᾧ ταῦτά ἐστιν μακάριος ὁ λαός οὗ κύριος ὁ θεὸς αὐτοῦ
αἴνεσις τῷ Δαυιδ
ὑψώσω σε ὁ θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
μέγας κύριος καὶ αἰνετὸς σφόδρα καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιν
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσον­ται
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν καὶ τὴν μεγαλωσύνην σου διηγήσον­ται
μνήμην τοῦ πλή­θους τῆς χρηστότητός σου ἐξερεύξον­ται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσον­ται
οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος
χρηστὸς κύριος τοῖς σύμπασιν καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπι­̀ πάν­τα τὰ ἔργα αὐτοῦ
ἐξομολογησάσθωσάν σοι κύριε πάν­τα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε
δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου
ἡ βασιλεία σου βασιλεία πάν­των τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
aπιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ
ὑποστηρίζει κύριος πάν­τας τοὺς κατα­πίπτον­τας καὶ ἀνορθοῖ πάν­τας τοὺς κατερραγ­μέ­νους
οἱ ὀφθαλμοὶ πάν­των εἰς σὲ ἐλπίζουσιν καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ
ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας
δίκαιος κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσιν τοῖς ἔργοις αὐτοῦ
ἐγγὺς κύριος πᾶσιν τοῖς ἐπι­καλου­μέ­νοις αὐτόν πᾶσι τοῖς ἐπι­καλου­μέ­νοις αὐτὸν ἐν ἀληθείᾳ
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν ἐπακού­σε­ται καὶ σώσει αὐτούς
φυλάσ­σει κύριος πάν­τας τοὺς ἀγαπῶν­τας αὐτὸν καὶ πάν­τας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύ­σει
αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
αλληλουια Αγγαιου καὶ Ζαχαριου
αἴνει ἡ ψυχή μου τὸν κύριον
αἰνέσω κύριον ἐν ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω
μὴ πεποίθατε ἐπ᾿ ἄρχον­τας καὶ ἐφ᾿ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία
ἐξελεύ­­σε­ται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπι­στρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπο­λοῦν­ται πάν­τες οἱ δια­λογισμοὶ αὐτῶν
μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός ἡ ἐλπὶς αὐτοῦ ἐπι­̀ κύριον τὸν θεὸν αὐτοῦ
τὸν ποιήσαν­τα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλασ­σαν καὶ πάν­τα τὰ ἐν αὐτοῖς τὸν φυλάσ­σον­τα ἀλήθειαν εἰς τὸν αἰῶνα
ποι­οῦν­τα κρίμα τοῖς ἀδικου­μέ­νοις διδόν­τα τροφὴν τοῖς πεινῶσιν κύριος λύει πεπεδη­μέ­νους
κύριος ἀνορθοῖ κατερραγ­μέ­νους κύριος σοφοῖ τυφλούς κύριος ἀγαπᾷ δικαίους
κύριος φυλάσ­σει τοὺς προ­σηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψ­σε­ται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ
βασιλεύ­σει κύριος εἰς τὸν αἰῶνα ὁ θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν
αλληλουια Αγγαιου καὶ Ζαχαριου
αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸν ψαλμός τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις
οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος καὶ τὰς δια­σπορὰς τοῦ Ισραηλ ἐπι­συν­άξει
ὁ ἰώ­με­νος τοὺς συν­τετριμ­μέ­νους τὴν καρδίαν καὶ δεσμεύ­ων τὰ συν­τρίμματα αὐτῶν
ὁ ἀριθμῶν πλή­θη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν
μέγας ὁ κύριος ἡμῶν καὶ μεγά­λη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συν­έσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός
ἀναλαμβάνων πραεῖς ὁ κύριος ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς
ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ
τῷ περιβάλλον­τι τὸν οὐρανὸν ἐν νεφέλαις τῷ ἑτοιμάζον­τι τῇ γῇ ὑετόν τῷ ἐξανατέλλον­τι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
διδόν­τι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσ­σοῖς τῶν κοράκων τοῖς ἐπι­καλου­μέ­νοις αὐτόν
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ
εὐδοκεῖ κύριος ἐν τοῖς φοβου­μέ­νοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπι­̀ τὸ ἔλεος αὐτοῦ
αλληλουια Αγγαιου καὶ Ζαχαριου
ἐπαίνει Ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου Σιων
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε
ὁ ἀπο­στέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
τοῦ διδόν­τος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσ­σον­τος
βάλλον­τος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς κατα­̀ προ­́σωπον ψύχους αὐτοῦ τίς ὑποστή­σε­ται
ἀπο­στελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά πνεύ­σει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυή­σε­ται ὕδατα
ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ
οὐκ ἐποίησεν οὕτως παν­τὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς
αλληλουια Αγγαιου καὶ Ζαχαριου
αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις
αἰνεῖτε αὐτόν πάν­τες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ
αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν πάν­τα τὰ ἄστρα καὶ τὸ φῶς
αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος προ­́σταγμα ἔθετο καὶ οὐ παρελεύ­­σε­ται
αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς δράκον­τες καὶ πᾶσαι ἄβυσ­σοι
πῦρ χάλαζα χιών κρύσταλλος πνεῦμα κατα­ιγίδος τὰ ποι­οῦν­τα τὸν λόγον αὐτοῦ
τὰ ὄρη καὶ πάν­τες οἱ βουνοί ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι
τὰ θηρία καὶ πάν­τα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά
βασιλεῖς τῆς γῆς καὶ πάν­τες λαοί ἄρχον­τες καὶ πάν­τες κριταὶ γῆς
νεανίσκοι καὶ παρθένοι πρεσβῦται μετὰ νεωτέρων
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου ἡ ἐξομολόγησις αὐτοῦ ἐπι­̀ γῆς καὶ οὐρανοῦ
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ τοῖς υἱοῖς Ισραηλ λαῷ ἐγγίζον­τι αὐτῷ
αλληλουια
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων
εὐφρανθήτω Ισραηλ ἐπι­̀ τῷ ποιήσαν­τι αὐτόν καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπι­̀ τῷ βασιλεῖ αὐτῶν
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ
ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ
καυχήσον­ται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσον­ται ἐπι­̀ τῶν κοιτῶν αὐτῶν
αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἐλεγμοὺς ἐν τοῖς λαοῖς
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς
τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ
αλληλουια
αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στε­ρεώ­ματι δυνάμεως αὐτοῦ
αἰνεῖτε αὐτὸν ἐπι­̀ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατα­̀ τὸ πλῆ­θος τῆς μεγαλωσύνης αὐτοῦ
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ
πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον αλληλουια
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible