Скрыть
30:1
30:3
30:5
30:8
30:15
30:18
30:19
30:25
Греческий [Greek (Koine)]
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐκστάσεως
ἐπι­̀ σοί κύριε ἤλπισα μὴ κατα­ισχυνθείην εἰς τὸν αἰῶνα ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με
κλῖνον προ­́ς με τὸ οὖς σου τάχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον κατα­φυγῆς τοῦ σῶσαί με
ὅτι κραταίωμά μου καὶ κατα­φυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ δια­θρέψεις με
ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου
εἰς χεῖράς σου παρα­θήσομαι τὸ πνεῦμά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας
ἐμίσησας τοὺς δια­φυλάσ­σον­τας ματαιότητας δια­̀ κενῆς ἐγὼ δὲ ἐπι­̀ τῷ κυρίῳ ἤλπισα
ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπι­̀ τῷ ἐλέει σου ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
καὶ οὐ συν­έκλεισάς με εἰς χεῖρας ἐχθροῦ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου
ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν
παρα­̀ πάν­τας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦν­τές με ἔξω ἔφυγον ἀπ᾿ ἐμοῦ
ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπο­̀ καρδίας ἐγενήθην ὡσεὶ σκεῦος ἀπο­λωλός
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούν­των κυκλόθεν ἐν τῷ ἐπι­συν­αχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύ­σαν­το
ἐγὼ δὲ ἐπι­̀ σὲ ἤλπισα κύριε εἶπα σὺ εἶ ὁ θεός μου
ἐν ταῖς χερσίν σου οἱ καιροί μου ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν κατα­διωκόν­των με
ἐπι­́φανον τὸ προ­́σωπόν σου ἐπι­̀ τὸν δοῦλόν σου σῶσόν με ἐν τῷ ἐλέει σου
κύριε μὴ κατα­ισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ κατα­χθείησαν εἰς ᾅδου
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦν­τα κατα­̀ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει
ὡς πολὺ τὸ πλῆ­θος τῆς χρηστότητός σου κύριε ἧς ἔκρυψας τοῖς φοβου­μέ­νοις σε ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπι­̀ σὲ ἐναν­τίον τῶν υἱῶν τῶν ἀνθρώπων
κατα­κρύψεις αὐτοὺς ἐν ἀπο­κρύφῳ τοῦ προ­σώπου σου ἀπο­̀ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπο­̀ ἀν­τιλογίας γλωσ­σῶν
εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπο­̀ προ­σώπου τῶν ὀφθαλμῶν σου δια­̀ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με προ­̀ς σέ
ἀγαπήσατε τὸν κύριον πάν­τες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀν­ταποδίδωσιν τοῖς περισ­σῶς ποι­οῦσιν ὑπερηφανίαν
ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν πάν­τες οἱ ἐλπίζον­τες ἐπι­̀ κύριον
In You, O LORD, I put my trust; Let me never be ashamed; Deliver me in Your righteousness.
Bow down Your ear to me, Deliver me speedily; Be my rock of refuge, A fortress of defense to save me.
For You are my rock and my fortress; Therefore, for Your namés sake, Lead me and guide me.
Pull me out of the net which they have secretly laid for me, For You are my strength.
Into Your hand I commit my spirit; You have redeemed me, O LORD God of truth.
I have hated those who regard useless idols; But I trust in the LORD.
I will be glad and rejoice in Your mercy, For You have considered my trouble; You have known my soul in adversities,
And have not shut me up into the hand of the enemy; You have set my feet in a wide place.
Have mercy on me, O LORD, for I am in trouble; My eye wastes away with grief, Yes, my soul and my body!
For my life is spent with grief, And my years with sighing; My strength fails because of my iniquity, And my bones waste away.
I am a reproach among all my enemies, But especially among my neighbors, And am repulsive to my acquaintances; Those who see me outside flee from me.
I am forgotten like a dead man, out of mind; I am like a broken vessel.
For I hear the slander of many; Fear is on every side; While they take counsel together against me, They scheme to take away my life.
But as for me, I trust in You, O LORD; I say, «You are my God.»
My times are in Your hand; Deliver me from the hand of my enemies, And from those who persecute me.
Make Your face shine upon Your servant; Save me for Your mercieś sake.
Do not let me be ashamed, O LORD, for I have called upon You; Let the wicked be ashamed; Let them be silent in the grave.
Let the lying lips be put to silence, Which speak insolent things proudly and contemptuously against the righteous.
Oh, how great is Your goodness, Which You have laid up for those who fear You, Which You have prepared for those who trust in You In the presence of the sons of men!
You shall hide them in the secret place of Your presence From the plots of man; You shall keep them secretly in a pavilion From the strife of tongues.
Blessed be the LORD, For He has shown me His marvelous kindness in a strong city!
For I said in my haste, «I am cut off from before Your eyes»; Nevertheless You heard the voice of my supplications When I cried out to You.
Oh, love the LORD, all you His saints! For the LORD preserves the faithful, And fully repays the proud person.
Be of good courage, And He shall strengthen your heart, All you who hope in the LORD.
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible