Скрыть
72:0
72:2
72:4
72:5
72:6
72:8
72:10
72:12
72:14
72:15
72:16
72:17
72:21
72:24
Греческий [Greek (Koine)]
ψαλμὸς τῷ Ασαφ
ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ
ἐμοῦ δὲ παρα­̀ μικρὸν ἐσαλεύ­θησαν οἱ πόδες παρ᾿ ὀλίγον ἐξεχύθη τὰ δια­βήματά μου
ὅτι ἐζήλωσα ἐπι­̀ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν
ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στε­ρέ­ωμα ἐν τῇ μάστιγι αὐτῶν
ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσον­ται
δια­̀ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλον­το ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν
ἐξελεύ­­σε­ται ὡς ἐκ στέα­τος ἡ ἀδικία αὐτῶν διήλθοσαν εἰς δια­́θεσιν καρδίας
διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν
ἔθεν­το εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσ­σα αὐτῶν διῆλθεν ἐπι­̀ τῆς γῆς
δια­̀ τοῦτο ἐπι­στρέψει ὁ λαός μου ἐν­ταῦθα καὶ ἡμέραι πλή­ρεις εὑρεθήσον­ται αὐτοῖς
καὶ εἶπαν πῶς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ
ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦν­ται εἰς τὸν αἰῶνα κατέσχον πλούτου
καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας
εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυν­θέτηκα
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναν­τίον μου
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συν­ῶ εἰς τὰ ἔσχατα αὐτῶν
πλη­̀ν δια­̀ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι
πῶς ἐγένον­το εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλον­το δια­̀ τὴν ἀνομίαν αὐτῶν
ὡσεὶ ἐνύπνιον ἐξεγειρο­μέ­νου κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρα­̀ σοί
καὶ ἐγὼ δια­̀ παν­τὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου
ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προ­σελάβου με
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρα­̀ σοῦ τί ἠθέλησα ἐπι­̀ τῆς γῆς
ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα
ὅτι ἰδοὺ οἱ μακρύνον­τες ἑαυτοὺς ἀπο­̀ σοῦ ἀπο­λοῦν­ται ἐξωλέθρευσας πάν­τα τὸν πορνεύ­ον­τα ἀπο­̀ σοῦ
ἐμοὶ δὲ τὸ προ­σκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων
Truly God is good to Israel, To such as are pure in heart.
But as for me, my feet had almost stumbled; My steps had nearly slipped.
For I was envious of the boastful, When I saw the prosperity of the wicked.
For there are no pangs in their death, But their strength is firm.
They are not in trouble as other men, Nor are they plagued like other men.
Therefore pride serves as their necklace; Violence covers them like a garment.
Their eyes bulge with abundance; They have more than heart could wish.
They scoff and speak wickedly concerning oppression; They speak loftily.
They set their mouth against the heavens, And their tongue walks through the earth.
Therefore his people return here, And waters of a full cup are drained by them.
And they say, «How does God know? And is there knowledge in the Most High?»
Behold, these are the ungodly, Who are always at ease; They increase in riches.
Surely I have cleansed my heart in vain, And washed my hands in innocence.
For all day long I have been plagued, And chastened every morning.
If I had said, «I will speak thus,» Behold, I would have been untrue to the generation of Your children.
When I thought how to understand this, It was too painful for me--
Until I went into the sanctuary of God; Then I understood their end.
Surely You set them in slippery places; You cast them down to destruction.
Oh, how they are brought to desolation, as in a moment! They are utterly consumed with terrors.
As a dream when one awakes, So, Lord, when You awake, You shall despise their image.
Thus my heart was grieved, And I was vexed in my mind.
I was so foolish and ignorant; I was like a beast before You.
Nevertheless I am continually with You; You hold me by my right hand.
You will guide me with Your counsel, And afterward receive me to glory.
Whom have I in heaven but You? And there is none upon earth that I desire besides You.
My flesh and my heart fail; But God is the strength of my heart and my portion forever.
For indeed, those who are far from You shall perish; You have destroyed all those who desert You for harlotry.
But it is good for me to draw near to God; I have put my trust in the Lord GOD, That I may declare all Your works.
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible