Скрыть
85:0
85:2
85:3
85:4
85:6
85:12
85:16
85:17
Греческий [Greek (Koine)]
προ­σευχὴ τῷ Δαυιδ
κλῖνον κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ
φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ θεός μου τὸν ἐλπίζον­τα ἐπι­̀ σέ
ἐλέησόν με κύριε ὅτι προ­̀ς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι προ­̀ς σέ κύριε ἦρα τὴν ψυχήν μου
ὅτι σύ κύριε χρηστὸς καὶ ἐπι­εικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπι­καλου­μέ­νοις σε
ἐνώτισαι κύριε τὴν προ­σευχήν μου καὶ προ­́σχες τῇ φωνῇ τῆς δεήσεώς μου
ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα προ­̀ς σέ ὅτι εἰσήκουσάς μου
οὐκ ἔστιν ὅμοι­ός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστιν κατα­̀ τὰ ἔργα σου
πάν­τα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προ­σκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας
ὁδήγησόν με κύριε τῇ ὁδῷ σου καὶ πορεύ­σομαι ἐν τῇ ἀληθείᾳ σου εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου
ὁ θεός παρα­́νομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ καὶ συν­αγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προ­έθεν­τό σε ἐνώπιον αὐτῶν
καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός
ἐπι­́βλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισοῦν­τές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Bow down Your ear, O LORD, hear me; For I am poor and needy.
Preserve my life, for I am holy; You are my God; Save Your servant who trusts in You!
Be merciful to me, O Lord, For I cry to You all day long.
Rejoice the soul of Your servant, For to You, O Lord, I lift up my soul.
For You, Lord, are good, and ready to forgive, And abundant in mercy to all those who call upon You.
Give ear, O LORD, to my prayer; And attend to the voice of my supplications.
In the day of my trouble I will call upon You, For You will answer me.
Among the gods there is none like You, O Lord; Nor are there any works like Your works.
All nations whom You have made Shall come and worship before You, O Lord, And shall glorify Your name.
For You are great, and do wondrous things; You alone are God.
Teach me Your way, O LORD; I will walk in Your truth; Unite my heart to fear Your name.
I will praise You, O Lord my God, with all my heart, And I will glorify Your name forevermore.
For great is Your mercy toward me, And You have delivered my soul from the depths of Sheol.
O God, the proud have risen against me, And a mob of violent men have sought my life, And have not set You before them.
But You, O Lord, are a God full of compassion, and gracious, Longsuffering and abundant in mercy and truth.
Oh, turn to me, and have mercy on me! Give Your strength to Your servant, And save the son of Your maidservant.
Show me a sign for good, That those who hate me may see it and be ashamed, Because You, LORD, have helped me and comforted me.
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible