Скрыть

Σοφία Σαλoμῶντος, Глава 1

Толкования
1:15
Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνον­τες τὴν γῆν φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ
σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπο­̀ θεοῦ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας
ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύ­­σε­ται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατα­́χρεῳ ἁμαρτίας
ἅγιον γὰρ πνεῦμα παιδείας φεύ_κ­σε­ται δόλον καὶ ἀπαναστή­σε­ται ἀπο­̀ λογισμῶν ἀσυν­έτων καὶ ἐλεγχθή­σε­ται ἐπελθούσης ἀδικίας
φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπο­̀ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπι­́σκοπος ἀληθὴς καὶ τῆς γλώσ­σης ἀκουστής
ὅτι πνεῦμα κυρίου πεπλή­ρωκεν τὴν οἰκουμένην καὶ τὸ συν­έχον τὰ πάν­τα γνῶσιν ἔχει φωνῆς
δια­̀ τοῦτο φθεγγό­με­νος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ παροδεύ­σῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη
ἐν γὰρ δια­βουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται λόγων δὲ αὐτοῦ ἀκοὴ προ­̀ς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ
ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάν­τα καὶ θροῦς γογγυσμῶν οὐκ ἀπο­κρύπτεται
φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπο­̀ κατα­λαλιᾶς φείσασθε γλώσ­σης ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύ­­σε­ται στόμα δὲ κατα­ψευδο­́μενον ἀναιρεῖ ψυχήν
μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπι­σπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν
ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζών­των
ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάν­τα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου οὔτε ᾅδου βασίλειον ἐπι­̀ γῆς
δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν
ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προ­σεκαλέσαν­το αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συν­θήκην ἔθεν­το προ­̀ς αὐτόν ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible