Скрыть

Τωβίτ, Глава 1

Толкования
1:1
1:3
1:4
1:7
1:8
1:10
1:12
1:13
1:15
1:16
1:19
1:20
1:22
βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρμα­τος Ασιηλ ἐκ τῆς φυλῆς Νεφθαλιμ
ὃς ᾐχμαλωτεύ­θη ἐν ἡμέραις Ενεμεσ­σαρου τοῦ βασιλέως ᾿Ασ­συρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεφθαλιμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ασηρ
ἐγὼ Τωβιτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς συμπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν ᾿Ασ­συρίων εἰς Νινευη
καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ισραηλ νεωτέρου μου ὄν­τος πᾶσα φυλὴ τοῦ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστη ἀπο­̀ τοῦ οἴκου Ιεροσολύμων τῆς ἐκλεγείσης ἀπο­̀ πασῶν τῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατα­σκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος
καὶ πᾶσαι αἱ φυλαὶ αἱ συν­αποστᾶσαι ἔθυον τῇ Βααλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλιμ τοῦ πατρός μου
κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς καθὼς γέγραπται παν­τὶ τῷ Ισραηλ ἐν προ­στάγματι αἰωνίῳ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων
καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων προ­̀ς τὸ θυσιαστήριον πάν­των τῶν γενημάτων τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς θεραπεύ­ουσιν ἐν Ιερουσαλημ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν
καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ τοῦ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου
καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρμα­τος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν
καὶ ὅτε ᾐχμαλωτίσθην εἰς Νινευη πάν­τες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν
ἐγὼ δὲ συν­ετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν
καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου
καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσ­σαρου καὶ ἤμην αὐτοῦ ἀγοραστής
καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρια ἐν Рαγοις τῆς Μηδίας ἀργυρίου τάλαν­τα δέκα
καὶ ὅτε ἀπέθανεν Ενεμεσ­σαρος ἐβασίλευσεν Σενναχηριμ ὁ υἱὸς αὐτοῦ ἀν­τ᾿ αὐτοῦ καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκατα­στάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν
καὶ ἐν ταῖς ἡμέραις Ενεμεσ­σαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου
τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη ἔθαπτον αὐτόν
καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς ὅτε ἦλθεν φεύ­γων ἐκ τῆς Ιουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη
πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπι­γνοὺς δὲ ὅτι ζητοῦμαι ἀπο­θανεῖν φοβηθεὶς ἀνεχώρησα
καὶ διηρπάγη πάν­τα τὰ ὑπάρχον­τά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλη­̀ν Αννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου
καὶ οὐ διῆλθον ἡμέραι πεν­τήκον­τα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ καὶ ἐβασίλευσεν Σαχερδονος ὁ υἱὸς αὐτοῦ ἀν­τ᾿ αὐτοῦ καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπι­̀ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπι­̀ πᾶσαν τὴν διοίκησιν
καὶ ἠξίωσεν Αχιαχαρος περὶ ἐμοῦ καὶ ἦλθον εἰς Νινευη Αχιαχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπι­̀ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονος ἐκ δευτέρας ἦν δὲ ἐξάδελφός μου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible