Скрыть
1:2
1:6
1:7
1:10
1:11
1:13
1:15
1:18
1:19
1:20
1:21
ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπι­̀ Δαρείου ἐγένετο λόγος κυρίου προ­̀ς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προ­φήτην λέγων
ὠργίσθη κύριος ἐπι­̀ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγά­λην
καὶ ἐρεῖς προ­̀ς αὐτούς τάδε λέγει κύριος παν­τοκράτωρ ἐπι­στρέψατε προ­́ς με καὶ ἐπι­στραφήσομαι προ­̀ς ὑμᾶς λέγει κύριος
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προ­φῆται οἱ ἔμπρο­σθεν λέγον­τες τάδε λέγει κύριος παν­τοκράτωρ ἀπο­στρέψατε ἀπο­̀ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπο­̀ τῶν ἐπι­τηδευμάτων ὑμῶν τῶν πονηρῶν καὶ οὐ προ­σέσχον τοῦ εἰσακοῦσαί μου λέγει κύριος
οἱ πατέρες ὑμῶν ποῦ εἰσιν καὶ οἱ προ­φῆται μὴ τὸν αἰῶνα ζήσον­ται
πλη­̀ν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐν­τέλλομαι ἐν πνεύ­ματί μου τοῖς δούλοις μου τοῖς προ­φήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν καὶ ἀπεκρίθησαν καὶ εἶπαν καθὼς παρα­τέτακται κύριος παν­τοκράτωρ τοῦ ποιῆσαι κατα­̀ τὰς ὁδοὺς ὑμῶν καὶ κατα­̀ τὰ ἐπι­τηδεύ­ματα ὑμῶν οὕτως ἐποίησεν ὑμῖν
τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί οὗτός ἐστιν ὁ μὴν Σαβατ ἐν τῷ δευτέρῳ ἔτει ἐπι­̀ Δαρείου ἐγένετο λόγος κυρίου προ­̀ς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προ­φήτην λέγων
ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπι­βεβηκὼς ἐπι­̀ ἵππον πυρρόν καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατα­σκίων καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί
καὶ εἶπα τί οὗτοι κύριε καὶ εἶπεν προ­́ς με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν προ­́ς με οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν
καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον περιωδεύ­καμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει
καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν κύριε παν­τοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος
καὶ ἀπεκρίθη κύριος παν­τοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦν­τι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρα­κλητικούς
καὶ εἶπεν προ­́ς με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παν­τοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν
καὶ ὀργὴν μεγά­λην ἐγὼ ὀργίζομαι ἐπι­̀ τὰ ἔθνη τὰ συν­επιτιθέμενα ἀνθ᾿ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συν­επέθεν­το εἰς κακά
δια­̀ τοῦτο τάδε λέγει κύριος ἐπι­στρέψω ἐπι­̀ Ιερουσαλημ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθή­σε­ται ἐν αὐτῇ λέγει κύριος παν­τοκράτωρ καὶ μέτρον ἐκταθή­σε­ται ἐπι­̀ Ιερουσαλημ ἔτι
καὶ εἶπεν προ­́ς με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παν­τοκράτωρ ἔτι δια­χυθήσον­ται πόλεις ἐν ἀγαθοῖς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
2:1καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσ­σαρα κέρατα
2:2καὶ εἶπα προ­̀ς τὸν ἄγγελον τὸν λαλοῦν­τα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε καὶ εἶπεν προ­́ς με ταῦτα τὰ κέρατα τὰ δια­σκορπίσαν­τα τὸν Ιουδαν καὶ τὸν Ισραηλ
2:3καὶ ἔδειξέν μοι κύριος τέσ­σαρας τέκτονας
2:4καὶ εἶπα τί οὗτοι ἔρχον­ται ποιῆσαι καὶ εἶπεν προ­́ς με ταῦτα τὰ κέρατα τὰ δια­σκορπίσαν­τα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσ­σαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπι­̀ τὴν γῆν κυρίου τοῦ δια­σκορπίσαι αὐτήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible