Скрыть

Послание Иеремии, Глава 1

Толкования
1:1
1:4
1:6
1:7
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:21
1:22
1:23
1:26
1:27
1:28
1:29
1:31
1:32
1:37
1:38
1:39
1:40
1:41
1:42
1:43
1:44
1:45
1:46
1:47
1:48
1:49
1:51
1:53
1:54
1:55
1:56
1:57
1:58
1:59
1:60
1:61
1:62
1:63
1:64
1:65
1:66
1:67
1:68
1:69
1:70
1:72
δια­̀ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναν­τίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων
εἰσελθόν­τες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ᾿ εἰρήνης
νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ᾿ ὤμοις αἰρο­μέ­νους δεικνύν­τας φόβον τοῖς ἔθνεσιν
εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέν­τες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ᾿ αὐτοῖς
ἰδόν­τας ὄχλον ἔμπρο­σθεν καὶ ὄπισθεν αὐτῶν προ­σκυνοῦν­τας αὐτά εἴπατε δὲ τῇ δια­νοίᾳ σοὶ δεῖ προ­σκυνεῖν δέσποτα
ὁ γὰρ ἄγγελός μου μεθ᾿ ὑμῶν ἐστιν αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν
γλῶσ­σα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος αὐτά τε περίχρυσα καὶ περιάργυρα ψευδῆ δ᾿ ἐστὶν καὶ οὐ δύναν­ται λαλεῖν
καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνον­τες χρυσίον κατα­σκευάζουσιν στεφάνους ἐπι­̀ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν
ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπο­̀ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς κατα­ναλώσουσιν δώσουσιν δὲ ἀπ᾿ αὐτῶν καὶ ταῖς ἐπι­̀ τοῦ τέγους πόρναις
κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους οὗτοι δὲ οὐ δια­σῴζον­ται ἀπο­̀ ἰοῦ καὶ βρωμάτων
περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν ἐκμάσ­σον­ται τὸ προ­́σωπον αὐτῶν δια­̀ τὸν ἐκ τῆς οἰκίας κονιορτόν ὅς ἐστιν πλείων ἐπ᾿ αὐτοῖς
καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνον­τα οὐκ ἀνελεῖ
ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται
ὅθεν γνώριμοί εἰσιν οὐκ ὄν­τες θεοί μὴ οὖν φοβηθῆτε αὐτούς
ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συν­τριβὲν ἀχρεῖον γίνεται τοι­οῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις
οἱ ὀφθαλμοὶ αὐτῶν πλή­ρεις εἰσὶν κονιορτοῦ ἀπο­̀ τῶν ποδῶν τῶν εἰσπορευομένων
καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπι­̀ θανάτῳ ἀπηγμένῳ τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι
λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς ὧν οὐδένα δύναν­ται ἰδεῖν
ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπο­̀ τῆς γῆς ἑρπετῶν κατεσθόν­των αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνον­ται
μεμελανω­μέ­νοι τὸ προ­́σωπον αὐτῶν ἀπο­̀ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας
ἐπι­̀ τὸ σῶμα αὐτῶν καὶ ἐπι­̀ τὴν κεφαλὴν ἐφίπταν­ται νυκτερίδες χελιδόνες καὶ τὰ ὄρνεα ὡσαύτως δὲ καὶ οἱ αἴλουροι
ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί μὴ οὖν φοβεῖσθε αὐτά
τὸ γὰρ χρυσίον ὃ περίκειν­ται εἰς κάλλος ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύ­ον­το ᾐσθάνον­το
ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν ἐν οἷς οὐκ ἔστιν πνεῦμα
ἄνευ ποδῶν ἐπ᾿ ὤμοις φέρον­ται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις αἰσχύνον­ταί τε καὶ οἱ θεραπεύ­ον­τες αὐτὰ δια­̀ τό μήποτε ἐπι­̀ τὴν γῆν πέσῃ δι᾿ αὐτῶν ἀνίστασθαι
μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ δι᾿ ἑαυτοῦ κινηθή­σε­ται μήτε ἐὰν κλιθῇ οὐ μὴ ὀρθωθῇ ἀλλ᾿ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρα­τίθεται
τὰς δὲ θυσίας αὐτῶν ἀπο­δόμενοι οἱ ἱερεῖς αὐτῶν κατα­χρῶν­ται ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ᾿ αὐτῶν ταριχεύ­ουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν τῶν θυσιῶν αὐτῶν ἀπο­καθημένη καὶ λεχὼ ἅπτον­ται
γνόν­τες οὖν ἀπο­̀ τούτων ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς
πόθεν γὰρ κληθείησαν θεοί ὅτι γυναῖκες παρα­τιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις
καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύ­ουσιν ἔχον­τες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρη­μέ­νους ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν
ὠρύον­ται δὲ βοῶν­τες ἐναν­τίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ
ἀπο­̀ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία
οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν δυνήσον­ται ἀν­ταποδοῦναι οὔτε κατα­στῆσαι βασιλέα δύναν­ται οὔτε ἀφελέσθαι
ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνων­ται διδόναι ἐάν τις αὐτοῖς εὐχὴν εὐξά­με­νος μὴ ἀπο­δῷ οὐ μὴ ἐπι­ζητήσωσιν
ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσων­ται οὔτε ἥττονα ἀπο­̀ ἰσχυροῦ οὐ μὴ ἐξέλων­ται
ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν ἐν ἀνάγκῃ ἄνθρωπον ὄν­τα οὐ μὴ ἐξέλων­ται
χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσουσιν
τοῖς ἀπο­̀ τοῦ ὄρους λίθοις ὡμοιω­μέ­νοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα οἱ δὲ θεραπεύ­ον­τες αὐτὰ κατα­ισχυνθήσον­ται
πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς
ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόν­των αὐτά οἵ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι προ­σενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι ὡς δυνατοῦ ὄν­τος αὐτοῦ αἰσθέσθαι
καὶ οὐ δύναν­ται αὐτοὶ νοήσαν­τες κατα­λιπεῖν αὐτά αἴσθησιν γὰρ οὐκ ἔχουσιν
αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθην­ται θυμιῶσαι τὰ πίτυρα
ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παρα­πορευομένων κοιμηθῇ τὴν πλη­σίον ὀνειδίζει ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη
πάν­τα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν
ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν οὐθὲν ἄλλο μὴ γένων­ται ἢ ὃ βούλον­ται οἱ τεχνῖται αὐτὰ γενέσθαι
αὐτοί τε οἱ κατα­σκευάζον­τες αὐτὰ οὐ μὴ γένων­ται πολυχρόνιοι πῶς τε δὴ μέλλει τὰ ὑπ᾿ αὐτῶν κατα­σκευασθέν­τα εἶναι θεοί
κατέλιπον γὰρ ψεύ­δη καὶ ὄνειδος τοῖς ἐπι­γινο­μέ­νοις
ὅταν γὰρ ἐπέλθῃ ἐπ᾿ αὐτὰ πόλεμος καὶ κακά βουλεύ­ον­ται προ­̀ς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συν­αποκρυβῶσι μετ᾿ αὐτῶν
πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν
ὑπάρχον­τα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθή­σε­ται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὔκ εἰσι θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστιν
τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν θεοί
βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσιν
κρίσιν τε οὐ μὴ δια­κρίνωσιν αὐτῶν οὐδὲ μὴ ῥύσων­ται ἀδικούμενον ἀδύνατοι ὄν­τες ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς
καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ οἱ μὲν ἱερεῖς αὐτῶν φεύξον­ται καὶ δια­σωθήσον­ται αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατα­καυθήσον­ται
βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀν­τιστῶσιν
πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί
οὔτε ἀπο­̀ κλεπτῶν οὔτε ἀπο­̀ λῃστῶν οὐ μὴ δια­σωθῶσιν θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι ὧν οἱ ἰσχύον­τες περιελοῦν­ται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύ­σον­ται ἔχον­τες οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν
ὥστε κρεῖσ­σον εἶναι βασιλέα ἐπι­δεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφ᾿ ᾧ χρή­σε­ται ὁ κεκτημένος ἢ οἱ ψευδεῖς θεοί ἢ καὶ θύρα ἐν οἰκίᾳ δια­σῴζουσα τὰ ἐν αὐτῇ ὄν­τα ἢ οἱ ψευδεῖς θεοί καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί
ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄν­τα λαμπρὰ καὶ ἀπο­στελλόμενα ἐπι­̀ χρείας εὐήκοά εἰσιν
ὡσαύτως καὶ ἀστραπή ὅταν ἐπι­φανῇ εὔοπτός ἐστιν τὸ δ᾿ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ
καὶ νεφέλαις ὅταν ἐπι­ταγῇ ὑπὸ τοῦ θεοῦ ἐπι­πορεύ­εσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην συν­τελοῦσι τὸ ταχθέν τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συν­ταχθέν
ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν
ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς οὐ δυνατῶν ὄν­των αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνθρώποις
γνόν­τες οὖν ὅτι οὔκ εἰσιν θεοί μὴ φοβηθῆτε αὐτούς
οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσων­ται οὔτε μὴ εὐλογήσωσι
σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ φωτίσουσιν ὡς σελήνη
τὰ θηρία ἐστὶν κρείττω αὐτῶν ἃ δύναν­ται ἐκφυγόν­τα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι
κατ᾿ οὐδένα οὖν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί διὸ μὴ φοβηθῆτε αὐτούς
ὥσπερ γὰρ ἐν σικυηράτῳ προ­βασκάνιον οὐδὲν φυλάσ­σον οὕτως οἱ θεοὶ αὐτῶν εἰσιν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι
τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ῥάμνῳ ἐφ᾿ ἧς πᾶν ὄρνεον ἐπι­κάθηται ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίων­ται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι
ἀπό­ τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ᾿ αὐτοῖς σηπομένης γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί αὐτά τε ἐξ ὑστέρου βρωθήσον­ται καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ
κρείσ­σων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα ἔσται γὰρ μακρὰν ἀπο­̀ ὀνειδισμοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible