Великий канон прп. Андрея Критского (греч. Ὁ Μέγας Κανών τοῦ ἁγίου Ἀνδρέου Κρήτης)


Original

ΑΠΟΔΕΙΠΝΟΝ τῇ Τετάρτῃ τὸ Βράδυ

Ὡρολόγιον Τριώδιον

Τῇ Τετάρτῃ Εʹ Ἑβδοµάδος εἰς τὸ Ἀπόδειπνον.

Ὁ Μέγας Κανών.

Ἀπόδειπνον Μικρόν

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν.

ΙΕΡΕΥΣ

Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡµῶν.

ΑΝΑΓΝΩΣΤΗΣ

Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ρῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.)

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν. Κύριε, ἐλέησον. (ιβʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν τῷ Βασιλεῖ ἡµῶν Θεῷ.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ τῷ Βασιλεῖ ἡµῶν Θεῷ.

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡµῶν.

Ψαλµὸς Nʹ (50).

Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου, καὶ απὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι διὰ παντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ραντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι, πλυνεῖς µε, καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀπορρίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ’ ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου· ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους.

Ψαλµὸς ΞΘʹ (69).

Ὁ Θεός, εἰς τὴν βοήθειάν µου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί µοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν µου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόµενοί µοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόµενοι, οἱ λέγοντές µοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰµι καὶ πένης, ὁ Θεός, βοήθησόν µοι· Βοηθός µου καὶ ῥύστης µου εἶ σύ, Κύριε, µὴ χρονίσῃς.

Ψαλµὸς ΡΜΒʹ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς µου, ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν µου ἐν τῇ δικαιοσύνῃ σου· καὶ µὴ εἰσέλθῃς εἰς κρίσιν µετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου, ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐµὲ τὸ πνεῦµά µου, ἐν ἐµοὶ ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασι τῶν χειρῶν σου ἐµελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς µου· ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν µου, Κύριε, ἐξέλιπε τὸ πνεῦµά µου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐµοῦ, καὶ ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν µοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσοµαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν µου. Ἐξελοῦ µε ἐκ τῶν ἐχθρῶν µου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Τὸ πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν µου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν µου, ὅτι ἐγὼ δοῦλός σου εἰµι.

ΔΟΞΟΛΟΓΙΑ

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ Ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν µε· ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν µε τὰ δικαιώµατά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν µε τοῖς δικαιώµασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕµνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΤΟ ΠΙΣΤΕΥΩ

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν µονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁµοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡµᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡµετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύµατος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡµῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡµέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόµενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόµενον µετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦµα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόµενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συµπροσκυνούµενον καὶ συνδοξαζόµενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς µίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁµολογῶ ἓν βάπτισµα εἰς ἄφεσιν ἁµαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ µέλλοντος αἰῶνος. Ἀµήν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς µακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν.

ΧΟΡΟΣ

ΚΑΝΩΝ Ο ΜΕΓΑΣ

Ποίηµα Ἀνδρέου Κρήτης.

ᾨδὴ αʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρµός.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό µοι εἰς σωτηρίαν, οὗτός µου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός µου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πόθεν ἄρξοµαι θρηνεῖν, τὰς τοῦ ἀθλίου µου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ’ ὡς εὔσπλαγχνός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξοµολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν µετανοίᾳ δάκρυα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν πρωτόπλαστον Ἀδάµ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐµαυτόν, γυµνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁµαρτίας µου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οἴµοι τάλαινα ψυχή! τί ὡµοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή µοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐµπαθὴς λογισµός, δεικνὺς τὰ ἡδέα, καὶ γευόµενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐπαξίως τῆς Ἐδέµ, προεξερρίφη ὡς µὴ φυλάξας, µίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάµ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν τοῦ Κάϊν ὑπελθών, µιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ’ αὐτῆς, ταῖς πονηραῖς µου πράξεσι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡµοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ὁ Κάϊν καὶ ἡµεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγοµεν ὁµοῦ· διὸ καὶ κατεκρίθηµεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν πηλὸν ὁ κεραµεύς, ζωοπλαστήσας ἐνέθηκάς µοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ’ ὦ Ποιητά µου, Λυτρωτά µου καὶ Κριτὰ µετανοοῦντα δέξαι µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁµαρτίας ἃς εἰργασάµην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώµατός µου πληγάς, ἃς µοι ἔνδον, µιαιφόνοι λογισµοί, λῃστρικῶς ἐναπέθηκαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ ἥµαρτον Σωτήρ, ἀλλ’ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συµπαθῶς, καὶ σπλαγχνίζῃ θερµῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐρριµµένον µε Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, µή µε ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισµοῖς µου, ὅλως ὑπ’ αὐτῶν τετραυµάτισµαι νῦν, ἐπλήσθην µωλώπων, ἀλλ’ αὐτός µοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἱερεύς µε προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυµνόν, ἀλλ’ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Ἀµνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁµαρτίας, ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μετανοίας ὁ καιρός, προσέρχοµαί σοι τῷ Πλαστουργῷ µου· Ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ βδελύξῃ µε Σωτήρ, µὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, παραπτωµάτων ἄφεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσµατά µου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάµην, ὅλον ἐµπαθῶς, ἀµελῶν ῥαθυµῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁµαρτίᾳ, ἔρηµός εἰµι ἀρετῶν εὐσεβῶν, λιµώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡµάρτηκά σοι, ἱλάσθητί µοι, ἆρον τὸν κλοιὸν ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, µετανοοῦντα δέξαι µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ εἰσέλθῃς µετ’ ἐµοῦ, ἐν κρίσει φέρων µου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρµάς, ἀλλ’ ἐν οἰκτιρµοῖς σου, παρορῶν µου τὰ δεινά, σῶσόν µε Παντοδύναµε

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Σύ µοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προµηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασµόν, καὶ ᾆσαι προθύµως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήµατα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόµοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρµάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς µίαν ἐκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἱκεσίαις σου ἡµᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίµων, καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυµνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόµεθα.

Δόξα. Τριαδικόν.

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουµένη, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς εὔσπλαγχνός µοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑµνούντων, ἆρον τὸν κλοιόν, ἀπ’ ἐµοῦ τὸν βαρύν, τὸν τῆς ἁµαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, µετανοοῦντα δέξαι µε.

ᾨδὴ βʹ. Ὁ Εἱρµός.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυµνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδηµήσαντα. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, µετανοούσης Θεῷ, καὶ ἀνυµνούσης αὐτόν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πρόσχες µοι, ὁ Θεὸς ὁ Σωτήρ µου, ἱλέῳ ὄµµατί σου, καὶ δέξαι µου, τὴν θερµὴν ἐξοµολόγησιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, µόνος ἡµάρτηκά σοι, ἀλλ’ οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίηµά σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ζάλη µε, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ’ ὡς τῷ Πέτρῳ κᾀµοί, τὴν χεῖρα ἔκτεινον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρµον, κᾀγὼ προβάλλοµαι. Ἱλάσθητί µοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἠµαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Διέρρηξα, νῦν τὴν στολὴν µου τὴν πρώτην, ἣν ἐξυφάνατό µοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖµαι γυµνός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐνδέδυµαι, διερρηγµένον χιτῶνα, ὃν ἐξυφάνατό µοι, ὁ ὄφις τῇ συµβουλῇ, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖµαι γυµνός, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν µου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, µακρύνοντες κατ’ ἐµοῦ τὴν ἀνοµίαν αὐτῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν µου, καὶ ἄρτι κεῖµαι γυµνός, καὶ καταισχύνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κατέρραψε, τοὺς δερµατίνους χιτῶνας, ἡ ἁµαρτία κᾀµοί, γυµνώσασά µε τῆς πρίν, θεοϋφάντου στολῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Περίκειµαι, τὸν στολισµὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐµῶν, αὐτεξουσίων παθῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐστόλισµαι, κατεστιγµένον χιτῶνα, καὶ ἠµαγµένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐµπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐσπίλωσα, τὸν τῆς σαρκός µου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ’ εἰκόνα Σωτήρ, καὶ καθ’ ὁµοίωσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φιλόϋλον, καὶ φιλοκτήµονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκόσµησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισµῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνοµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς ἔξωθεν, ἐπιµελῶς εὐκοσµίας, µόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μορφώσας µου, τὴν τῶν παθῶν ἀµορφίαν, ταῖς φιληδόνοις ὁρµαῖς, ἐλυµηνάµην τοῦ νοῦ τὴν ὡραιότητα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ’ ὡς ποτὲ τὴν δραχµήν, ἀναζητήσας εὑρέ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, µόνος ἡµάρτηκά σοι, ὡς µύρον δέχου Σωτὴρ κᾀµοῦ τὰ δάκρυα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωµαι, ἀλλ’ ἀποπλύναις κᾀµέ, Σωτὴρ τοῖς δάκρυσί µου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί µοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάµ, ὡς ἐγὼ ἥµαρτέ σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οὐ δάκρυα, οὐδὲ µετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός µοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν θύραν σου, µὴ ἀποκλείσῃς µοι τότε, Κύριε, Κύριε, ἀλλ’ ἄνοιξόν µοι αὐτὴν µετανοοῦντί σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί µε, καὶ δέξαι ὡς ἀγαθός, µετανοοῦντά µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐνώτισαι, τοὺς στεναγµοὺς τῆς ψυχῆς µου, καὶ τῶν ἐµῶν ὀφθαλµῶν, προσδέχου τοὺς σταλαγµούς· Κύριε σῶσόν µε.

Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Τριαδικόν.

Ἕνα σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑµνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦµα τὸ ἅγιον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε µόνη πανύµνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡµᾶς.

Εἱρµὸς Ἕτερος.

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ὁ µάννα ἐποµβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήµῳ τῷ λαῷ µου, τῇ µόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐµῇ.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ἐνωτίζου ψυχή µου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁµαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τίνι ὡµοιώθης, πολυαµάρτητε ψυχὴ; οἴµοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάµεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶµα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρµαῖς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πάντας τοὺς πρὸ νόµου, παραδραµοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡµοιώθης, οὐ τὸν Ἐνὼς ἐµιµήσω, οὐ τὸν Ἐνὼχ τῇ µεταθέσει, οὐ τὸν Νῶε, ἀλλ’ ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή µου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔµεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς µώλωπα ἐµοί, καὶ νεανίσκον εἰς τραῦµα, Λάµεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέµεις ὦ ψυχή µου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὢ πῶς ἐζήλωσα, Λάµεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ µου τὸ σῶµα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρµαῖς!

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πύργον ἐσοφίσω, οἰκοδοµῆσαι, ὦ ψυχή, καὶ ὀχύρωµα πῆξαι, ταῖς σαῖς ἐπιθυµίαις, εἰµὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ µηχανήµατά σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τέτρωµαι, πέπληγµαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά µου, τὴν ψυχὴν καὶ τὸ σῶµα, ἰδοὺ τὰ τραύµατα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων µου παθῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνοµίαν ὀργῶσαν, πυρπολήσας Σοδόµων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ µέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰµι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁµαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρµονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζοµένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὅλῃ προθυµίᾳ, πόθῳ προσέδραµες Χριστῷ, τὴν πρὶν τῆς ἁµαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήµοις ταῖς ἀβάτοις τρεφοµένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἴδωµεν ἴδωµεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου· διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωµεν βοῶντες· Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡµᾶς.

Δόξα. Τριαδικόν.

Ἄναρχε ἄκτιστε, Τριὰς ἀµέριστε Μονάς, µετανοοῦντά µε δέξαι, ἡµαρτηκότα σῶσον, σὸν εἰµι πλάσµα, µὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης µε.

Καὶ νῦν. Θεοτοκίον.

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιµὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήµονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀµοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ᾨδὴ γʹ. Ὁ Εἱρµός.

Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόµων πρὶν κατέφλεξεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φεῦγε ἐµπρησµὸν ὦ ψυχή, φεῦγε Σοδόµων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξοµολογοῦµαί σοι Σωτήρ. Ἥµαρτόν σοι ἀµέτρως, ἀλλ’ ἄνες ἄφες µοι, ὡς εὔσπλαγχνος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἥµαρτόν σοι µόνος ἐγώ, ἥµαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ µὴ ὑπερίδῃς µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σὺ εἶ ὁ Ποιµὴν ὁ καλός, ζήτησόν µε τὸν ἄρνα, καὶ πλανηθέντα µὴ παρίδῃς µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός µου, ἐν σοὶ Σωτὴρ δικαιωθήσοµαι. Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι.

Τριαδικόν.

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡµᾶς ἐκ πλάνης, καὶ πειρασµῶν καὶ περιστάσεων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς.

Θεοτοκίον.

Χαῖρε θεοδόχε γαστήρ· χαῖρε θρόνε Κυρίου· χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡµῶν.

Εἱρµὸς Ἕτερος.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν µου, ὅτι µόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Πηγὴν ζωῆς κέκτηµαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας µου, πρὸ τοῦ τέλους· Ἥµαρτον ἱλάσθητι σῶσόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐµιµησάµην, τὴν ἐκείνων κληρωσάµενος, καταδίκην, ἐν κατακλυσµῷ καταδύσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα Κύριε, ἡµάρτηκά σοι ἱλάσθητί µοι· οὐ γάρ ἐστιν ὃς τις ἥµαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσµασι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Χὰµ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν µιµησαµένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάµψασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν εὐλογίαν τοῦ Σήµ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁµαρτίας ψυχή µου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰµ ἐκληρώσατο.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἀβραὰµ ἤκουσας, πάλαι ψυχή µου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόµενον, µετανάστην, τούτου τὴν προαίρεσιν µίµησαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐν τῇ δρυῒ τῇ Μαµβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, µετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραµα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή µου καινὴν θυσίαν, µυστικῶς ὁλοκαρπούµενον, τῷ Κυρίῳ, µίµησαι αὐτοῦ τὴν προαίρεσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή µου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύηµα, βλέπε µήπως, ὅµοιόν τι πάθῃς λαγνεύουσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωµοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσµαήλ, τὴν αὐθάδειαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Ἰακὼβ κλίµακα, ἔγνως ψυχή µου δεικνυοµένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί µὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα µεµονωµένον, τοῦ Χριστοῦ τὸ ἀφοµοίωµα, τοῦ ἐν κόσµῳ, βίου ἐν ἀνθρώποις µιµήθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυµφῶνος ὁ Κύριος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγµα φοβείτω σε, τῶν Σοδόµων, ἄνω εἰς Σηγὼρ διασώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν ἐµπρησµόν, ὥσπερ Λώτ, φεῦγε ψυχή µου τῆς ἁµαρτίας, φεῦγε Σόδοµα καὶ Γόµορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐλέησον Κύριε, ἐλέησόν µε ἀναβοῶ σοι· ὅτε ἥξεις µετ’ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ’ ἀξίαν τῶν πράξεων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑµνούντων µὴ ἀπορρίψῃς, ἀλλ’ οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουµένοις τὴν ἄφεσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Συνέχοµαι κλύδωνι, καὶ τρικυµίᾳ Μῆτερ πταισµάτων, ἀλλ’ αὐτή µε νῦν διάσωσον, καὶ πρὸς ὅρµον, θείας µετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἰκέσιον δέησιν, καὶ νῦν Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον, ἄνοιξόν µοι θείας εἰσόδους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ταῖς σαῖς λιταῖς δώρησαι, κᾀµοὶ τὴν λύσιν τῶν ὀφληµάτων, ὦ Ἀνδρέα Κρήτης Πρόεδρε, µετανοίας· σὺ µυσταγωγὸς γὰρ πανάριστος.

Δόξα. Τριαδικόν.

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑµνουµένη ὑποστάσεων, ἡµᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦµα! µείνασα Παρθένος θηλάζουσα.

ᾨδὴ δʹ. Ὁ Εἱρµός.

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι µέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάµει σου Κύριε. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ ἔργα σου µὴ παρίδῃς, τὸ πλάσµα σου µὴ παρόψῃ Δικαιοκρῖτα· εἰ καὶ µόνος ἥµαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε, ἀλλ’ ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁµαρτήµατα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιµάζῃ. Ὁ καιρὸς συντέµνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί µάτην ταραττόµεθα;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀνάνηψον ὦ ψυχή µου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ’ ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυµήσεις, Χριστῷ, καὶ δικαιώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁµάρτηµα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπληµµέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώµῃ, καὶ πράξει ἐξαµαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσµῳ βιαιότερον. Κριτὰ λυτρωτά µου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν µε τὸν δείλαιον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡ κλῖµαξ ἣν εἶδε πάλαι, ὁ µέγας ἐν Πατριάρχαις, δεῖγµα ψυχή µου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν καύσωνα τῆς ἡµέρας, ὑπέµεινε δι’ ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ’ ἡµέραν κλέµµατα ποιούµενος, ποιµαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Γυναῖκάς µοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν µὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Γρηγόρησον ὦ ψυχή µου, ἀρίστευσον ὡς ὁ µέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν µετὰ γνώσεως, ἵνα χρηµατίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ µεγαλέµπορος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοὺς δώδεκα Πατριάρχας, ὁ µέγας ἐν Πατριάρχαις παιδοποιήσας, µυστικῶς ἐστήριξέ σοι κλίµακα, πρακτικῆς ψυχὴ µου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέµενος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡσαῦ τὸν µεµισηµενον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν µετανόησον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐδὼµ ὁ Ἡσαῦ ἐκλήθη, δι’ ἄκραν θηλυµανίας ἐπιµιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούµενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούµενος. Ἐδὼµ ὠνοµάσθη, ὃ λέγεται θερµασία, ψυχῆς φιλαµαρτήµονος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή µου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ’ ὤφθης ἀκαρτέρητος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ πρότερον ἐπὶ θρόνου, γυµνὸς νῦν ἐπὶ κοπρίας καθηλκωµένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ µαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Βασίλειον τὴν ἀξίαν, διάδηµα καὶ πορφύραν ἠµφιεσµένος, πολυκτήµων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήµασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄµεµπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάµµατα, σὺ φιλαµαρτήµων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τι τῶν ἀδοκήτων, συµβῇ ἐπενεχθῆναί σοι;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸ σῶµα κατερρυπώθην, τὸ πνεῦµα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλ’ ὡς ἰατρὸς Χριστὲ ἀµφότερα, διὰ µετανοίας µοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ µου, χιόνος καθαρώτερον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸ Σῶµά σου καὶ τὸ Αἷµα, σταυρούµενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ µὲν Σῶµα, ἵνα ἀναπλάσῃς µε, τὸ δὲ Αἷµα, ἵνα ἀποπλύνῃς µε, τὸ πνεῦµα παρέδωκας, ἵνα ἐµὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰργάσω τὴν σωτηρίαν, ἐν µέσῳ τῆς γῆς οἰκτίρµον, ἵνα σωθῶµεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲµ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Γενέσθω µοι κολυµβήθρα, τὸ Αἷµα τὸ ἐκ πλευρᾶς σου, ἅµα καὶ πόµα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωµαι, χριόµενος, πίνων, ὡς χρῖσµα καὶ πόµα Λόγε, τὰ ζωηρά σου λόγια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Γυµνός εἰµι τοῦ Νυµφῶνος, γυµνός εἰµι καὶ τοῦ γάµου, ἅµα καὶ δείπνου, ἡ λαµπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη µοι καθεύδοντι, τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριµµαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡµῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅµα, Διαθηκῶν Σωτὴρ ἡµῶν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ χρόνος ὁ τῆς ζωῆς µου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ’ ἐν µετανοίᾳ µε παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι µὴ γένωµαι κτῆµα, µὴ βρῶµα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ µάτην· µὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς µε, µᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου µοι µόνε οἰκτίρµον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθµησον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξήµαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός µου, οἶδα οἰκτίρµον, ἀλλ’ ἐν µετανοίᾳ µε παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, µὴ γένωµαι κτῆµα, µὴ βρῶµα τοῦ ἀλλοτρίου· Σωτὴρ αὐτός µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Αὐτείδωλον ἐγενόµην, τοῖς πάθεσι τὴν ψυχήν µου καταµολύνας, ἀλλ’ ἐν µετανοίᾳ µε παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, µὴ γένωµαι κτῆµα, µὴ βρῶµα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός µε οἴκτειρον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νοµοθέτου, ἀλλ’ ἐν µετανοίᾳ µε παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, µὴ γένωµαι κτῆµα, µὴ βρῶµα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός µε οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀσώµατον πολιτείαν, ἐν σώµατι µετελθοῦσα, χάριν Ὁσία, πρὸς Θεοῦ µεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιµώντων σε προΐστασο· διὸ δυσωποῦµεν, παντοίων πειρατηρίων, ἡµᾶς εὐχαῖς σου λύτρωσαι.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Μεγάλων ἀτοπηµάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ’ ἀνέδραµες λογισµῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀνδρέα Πατέρων κλέος, εὐχαῖς σου µὴ ἐπιλάθῃ καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶµεν τῆς κολάσεως, οἱ πόθῳ προστάτην σε θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισµα.

Δόξα. Τριαδικόν.

Ἀµέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν µίαν Θεότητα, ὡς Ὁµοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσµα, τὸ µέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑµνολογούµενον.

Καὶ νῦν. Θεοτοκίον.

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ µένεις δι’ ἀµφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόµους φύσεως, ἡ νηδὺς δὲ κύει µὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

ᾨδὴ εʹ. Ὁ Εἱρµός.

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέοµαι, καὶ ὁδήγησον κἀµέ, ἐν τοῖς προστάγµασί σου, καὶ δίδαξον µε ποιεῖν, ἀεὶ τὸ θέληµά σου. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐν νυκτὶ τὸν βίον µου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά µοι ἀχλύς, ἡ νὺξ τῆς ἁµαρτίας, ἀλλ’ ὡς ἡµέρας υἱόν, Σωτὴρ ἀνάδειξόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ῥουβὶµ µιµούµενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσµον, καὶ παράνοµον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, µιάνας κοίτην ἐµήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξοµολογοῦµαί σοι Χριστὲ Βασιλεῦ. Ἥµαρτον ἥµαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, µίµησαι τάλαινα, καὶ ἀδόκιµε ψυχή, καὶ µὴ ἀκολασταίνου, ταῖς παραλόγοις ὁρµαῖς, ἀεὶ παρανοµοῦσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ’ εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι, κύµασι φεροµένην ποταµοῦ, ὡς ἐν θαλάµῳ πάλαι, φυγοῦσαν δρᾶµα πικρόν, βουλῆς Φαραωνίτου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ τὰς µαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νῦν ὡς ὁ µέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς Μωσῆς ὁ µέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρηµον τῶν παθῶν, διὰ τῆς µετανοίας;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰς ἐρήµους ᾤκησεν ὁ µέγας Μωσῆς, δεῦρο ἵνα καὶ τῆς δὲ µίµησαι, τὴν αὐτοῦ διαγωγήν, ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι’ οὗ δυνήσῃ καὶ σύ, µεγάλα ἐκτελέσαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄµωµον ἄδολον, ἀλλ’ ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωµένον βίον.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς βαρὺς τὴν γνώµην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαµβρὴς τὴν ψυχὴν καὶ τὸ σῶµα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν µοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῷ πηλῷ συµπέφυρµαι ὁ τάλας τὸν νοῦν, πλῦνόν µε Δέσποτα, τῷ λουτῆρι τῶν ἐµῶν, δακρύων δέοµαί σου, τὴν τῆς σαρκός µου στολήν, λευκάνας ὡς χιόνα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐὰν ἐρευνήσω µου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐµαυτόν, ὁρῶ ταῖς ἁµαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥµαρτον, οὐκ ἀγνοίᾳ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσµατός σου. Ἥµαρτον ἄνες µοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων µόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δι’ ἐµὲ Θεὸς ὢν ἐµορφώθης ἐµέ, ἔδειξας θαύµατα, ἰασάµενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱµόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Αἱµόρρουν µίµησαι ἀθλία ψυχὴ πρόσδραµε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς µαστίγων, ἀκούσῃς δὲ παρ’ αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν χαµαὶ συγκύπτουσαν µιµοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηµατίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν µοι νάµατα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν’ ὡς ἡ Σαµαρεῖτις, µηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σιλωὰµ γενέσθω µοι τὰ δάκρυά µου, Δέσποτα Κύριε, ἵνα νίψωµαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀµέ, τυχεῖν τῆς ἄνω δόξης.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡµᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὡς ποιµένων ἄριστον Ἀνδρέα σόφε, πρόκριτον ὄντα σε, πόθῳ δέοµαι πολλῷ, καὶ φόβῳ σαῖς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.

Δόξα. Τριαδικόν.

Σὲ Τριὰς δοξάζοµεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦµα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουµένη.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ σοῦ ἠµφιάσατο τὸ φύραµά µου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρµός.

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ µου, πρὸς τὸν οἰκτίρµονα Θεόν, καὶ ἑπήκουσέ µου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν µου. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε. 

Τὰ δάκρυα Σωτὴρ τῶν ὀµµάτων µου, καὶ τοὺς ἐκ βάθους στεναγµούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡµάρτηκά σοι, ἱλάσθητί µοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε. 

Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα µὴ τὸ χάσµα, τῆς γῆς σὲ συγκαλύψῃ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε. 

Ὡς δάµαλις ψυχὴ παροιστρήσασα, ἐξωµοιώθης τῷ Ἐφραίµ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡ χεὶρ ἡµᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ µὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ κύµατα, Σωτὴρ τῶν πταισµάτων µου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ µε ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀγνώµονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου µάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή µου ὡς ὁ πρὶν ἀγνώµων, λαὸς ἐν τῇ ἐρήµῳ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ φρέατα, ψυχὴ προετίµησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόµα, ζωῆς Σωτὴρ ἀντλοῦµεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι’ εὐνοµίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀντίστηθι, καὶ καταπολέµησον, ὡς Ἰησοῦς τὸν Ἀµαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισµούς, ἀεὶ νικῶσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας µε Σωτήρ, τοῦ θηρός µε ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁµαρτίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Λιµένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ’ ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁµαρτίας, καὶ τῆς ἀπογνώσεώς µε, προφθάσας ῥῦσαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐγώ εἰµι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχµήν, ἀλλ’ ἀνάψας λύχνον, τὸν Πρόδροµόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἵνα παθῶν, φλογµὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουµένην, ὧν τὴν χάριν νέµοις, κᾀµοὶ τῷ σῷ οἰκέτῃ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀπάθειαν, ἐκτήσω οὐράνιον, δι’ ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑµνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Τῆς Κρήτης σε, Ποιµένα καὶ πρόεδρον, καὶ Οἰκουµένης πρεσβευτήν, ἐγνωκὼς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοι· Ἐξελοῦ µε Πάτερ, βυθοῦ τῆς ἁµαρτίας.

Δόξα. Τριαδικόν.

Τριάς εἰµι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωµένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦµα.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ µήτρα σου, Θεὸν ἡµῖν ἔτεκε, µεµορφωµένον καθ’ ἡµᾶς, ἀλλ’ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶµεν.

 Εἶτα ψάλλοµεν ἀργῶς τὸ παρόν.

Κοντάκιον. Ἦχος πλ. βʹ.

Ψυχή µου ψυχή µου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ µέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ᾨδὴ ζʹ. Ὁ Εἱρµός.

Ἡµάρτοµεν, ἠνοµήσαµεν, ἠδικήσαµεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαµεν, οὐδὲ ἐποιήσαµεν, καθὼς ἐνετείλω ἡµῖν, ἀλλὰ µὴ παραδῴης ἡµᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµάρτηκα, ἐπληµµέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁµαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς µώλωψι τραῦµα ἐµοί, ἀλλ’ αὐτός µε ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰ κρύφια τῆς καρδίας µου, ἐξηγόρευσά σοι τῷ Κριτῇ µου, ἴδε µου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν µου, καὶ πρόσχες τῇ κρίσει µου νῦν, καὶ αὐτός µε ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλ’ ὅρα µὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥµαρτε διττῶς ψυχή µου, βέλει µὲν τοξευθεὶς τῆς µοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς· ἀλλ’ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώµην ὁρµαῖς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Συνῆψε µέν, ὁ Δαυῒδ ποτέ, ἀνοµήµατι τὴν ἀνοµίαν· φόνῳ γὰρ τὴν µοιχείαν ἐκίρνα, τὴν µετάνοιαν εὐθὺς παραδείξας διπλῆν· ἀλλ’ αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, µὴ µεταγνοῦσα Θεῷ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάµενος ὡς ἐν εἰκόνι, ὕµνον, δι’ οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν µε· σοὶ γὰρ µόνῳ ἐξήµαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ µόσχου, µόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλ’ αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀκήκοας, τοῦ Ἀβεσσαλώµ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός· ἀλλ’ αὐτὴ ἐµιµήσω, τὰς αὐτοῦ ἐµπαθεῖς, καὶ φιληδόνους ὁρµάς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωµα τῷ σώµατί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλ’ αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Σολοµών, ὁ θαυµάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωµοίωσας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ταῖς ἡδοναῖς, ἐξελκόµενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴµοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐµιµήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ῥοβοάµ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅµα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάµ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἀλλὰ φεῦγε τὴν µίµησιν, καὶ κράζε Θεῷ· Ἥµαρτον οἴκτειρόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς µιάσµασι ψυχή µου, οἴµοι! γέγονας σαρκικῶν µολυσµάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ’ ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁµαρτίας σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐνέπρησεν Ἠλιοὺ ποτέ, δὶς πεντήκοντα τῆς Ἰεζάβελ, ὅτε τοὺς τῆς αἰσχύνης προφήτας, κατηνάλωσεν, εἰς ἔλεγχον τοῦ Ἀχαάβ. Ἀλλὰ φεῦγε τὴν µίµησιν τῶν δύω ψυχή, καὶ κραταιώθητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιµὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁµοιώθητι, θρέψον Προφήτου ψυχήν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήµατα τῇ προαιρέσει, στήσασα ὡς βδελύγµατα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσµατα. Ἀλλ’ αὐτοῦ τὴν µετάνοιαν, ζηλοῦσα θερµῶς, κτῆσαι κατάνυξιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήµατά µου, ἥµαρτον, ὡς οὐχ ἥµαρτε Πόρνη, καὶ ἠνόµησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ’ οἰκτείρησον Δέσποτα τὸ ποίηµά σου, καὶ ἀνακάλεσαί µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπηµαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαµπάς· ἀλλ’ οἰκτείρας ἀπόδος µοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐπίστρεψον, µετανόησον, ἀνακάλυψον τὰ κεκρυµµένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις µου τὰ κρύφια µόνε Σωτήρ, καὶ αὐτός µε ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἐξέλιπον, αἱ ἡµέραι µου, ὡς ἐνύπνιον ἐγειροµένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης µου προσθῆναί µοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί µοι ψυχή, εἰ µὴ ὁ πάντων Θεός;

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεοµήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀµοὶ τῷ δούλῳ σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι’ ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόµενος πᾶσιν ἡµῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβοµένοις αὐτόν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Τῆς πίστεως ἐν τῇ πέτρᾳ µε, ταῖς πρεσβείαις σου στήριξον Πάτερ, φόβῳ µε τῷ ἐνθέῳ τειχίζων, καὶ µετάνοιαν, Ἀνδρέα παράσχου µοι νῦν, δυσωπῶ σε καὶ ῥῦσαί µε, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων µε.

Δόξα. Τριαδικόν.

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁµοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑµνεῖται Θεὸς ἡ Τριάς, ἀλλ’ ἀνύµνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν. Θεοτοκίον.

Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡµῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ ηʹ. Ὁ Εἱρµός.

Ὃν Στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶµ καὶ τὰ Σεραφίµ, πᾶσα πνοὴ καὶ κτίσις ὑµνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡµαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν µου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι µετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥµαρτόν σοι, σῶσον, ἠνόµησα, ἐλέησόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ διφρηλάτης, Ἠλίας, ἅρµατι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή µου, τὴν ἄνοδον ἀναλογίζου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ µηλωτῇ Ἠλιού, δι’ Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή µου, ταύτης οὐ µετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Ἐλισσαῖος, ποτὲ δεξάµενος, τὴν µηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή µου, ταύτης οὐ µετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡ Σωµανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώµῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυµφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοῦ Γιεζῆ, ἐµιµήσω τάλαινα, τὴν γνώµην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνοµα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραµε τῇ µετανοίᾳ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, µετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐµιµήσω, ἀλλ’ ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόµου, καὶ µετὰ νόµον ἑπταικότων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεµίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, µίµησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραµε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν µὴ ψευσθῆναι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόµατα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καµίνου φλόγα καιοµένην.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραµµόν, µίµησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁµαρτίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί µε τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς µέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες µοι πρὸ τέλους, δι’ ἀρετῆς καὶ µετανοίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες µοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι µου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς µου ψυχῆς, µόνε ἰατρέ, µάλαγµά µοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα µετανοίας, κατάνυξιν µετὰ δακρύων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Χαναναίαν, κᾀγὼ µιµούµενος· Ἐλέησόν µε βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτοµαι τοῦ κρασπέδου, ὡς ἡ Αἱµορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς µύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Εἰ καὶ µηδείς, ὡς ἐγώ σοι ἥµαρτεν, ἀλλ, ὅµως δέξαι κᾀµέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ µετανοοῦντα, καὶ πόθῳ κεκραγότα· Ἥµαρτόν σοι µόνῳ, ἠνόµησα, ἐλέησόν µε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσµατος, καὶ ζήτησον ὡς ποιµήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν µε θρέµµα, ἐν τῇ νοµῇ τῶν σῶν προβάτων.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καµίνου καιοµένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήµατός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασµοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγµένη, τοῦ Πνεύµατος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφηµοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Θαῦµα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιµᾶς. Ἄγγελον γὰρ ἑώρα, ἐν σώµατι καὶ θάµβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑµνῶν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσµοῦ µε, τῆς ἀνοµίας λύσιν, νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.

Δόξα. Τριαδικόν.

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦµα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦµα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν µε.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐµµανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιµῶµεν.

ᾨδὴ θʹ. Ὁ Εἱρµός.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερµήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυµφον Μητέρα, ὀρθοδόξως µεγαλύνοµεν. (δίς)

Τροπάρια.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ νοῦς τετραυµάτισται, τὸ σῶµα µεµαλάκισται, νοσεῖ τὸ πνεῦµα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό µοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσµογένεσιν, καὶ ἐξ ἐκείνου, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐµιµήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαµαρτήσασα.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ Νόµος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρηµέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυµατίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγµατα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁµαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεµνότητι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσοµιλήσας µοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁµαρτίας δίχα, ὑπογραµµόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς µετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ µετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ µοιχοὶ µεταποιούµενοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς Μάγους ἔσωσε, Ποιµένας συνεκάλεσε, Νηπίων δήµους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ’ οὐαί σοι ἐν τῷ κρίνεσθαι!

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Νηστεύσας ὁ Κύριος, ἡµέρας τεσσαράκοντα, ἐν τῇ ἐρήµῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ µὴ ἀθυµήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσµου πάσας ἐν ῥιπῇ· Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶµα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τρυγὼν ἡ φιλέρηµος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων µετάνοιαν, Ἡρῴδης ἠνόµησε, σὺν τῇ Ἡρῳδιάδι. Βλέπε ψυχή µου µὴ παγῇς, τῶν ἀνόµων ταῖς παγίσιν, ἀλλ’ ἀσπάζου τὴν µετάνοιαν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν ἔρηµον ᾤκησε, τῆς χάριτος ὁ Πρόδροµος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαµάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωµολογοῦντο, τὰς ἁµαρτίας ἑαυτῶν, βαπτιζόµενοι προθύµως, οὓς αὐτὴ οὐκ ἐµιµήσω ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ὁ γάµος µὲν τίµιος, ἡ κοίτη δὲ ἀµίαντος· ἀµφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόµενος, καὶ ἐν Κανᾷ τῷ γάµῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦµα, ἵνα σὺ µετατεθῇς ὦ ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύηµα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαµαρείτιδι φανείς, τὴν ἐν πνεύµατι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Αἱµόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαµαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰς νόσους ἰώµενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁµαρτωλοῖς ὡµίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προµεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ µὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν µε, ὁ δὲ ἐκόµπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ζακχαῖος Τελώνης ἦν, ἀλλ’ ὅµως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίµων ἐσφάλλετο, καὶ Πόρνη ἐλάµβανε, τὰς ἀφεσίµους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁµαρτίας, ἣν ψυχὴ σπεῦσον µιµήσασθαι.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή µου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, µύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέµαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκληµάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή µου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγµα, µὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόµοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Μὴ χείρων ὦ ψυχή µου, φανῇς δι’ ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι’ ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀµέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Σπλαγχνίσθητι σῶσόν µε, Υἱὲ Δαυῒδ ἐλεησον, ὁ δαιµονῶντας, λόγῳ ἰασάµενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ µοι φράσον· Ἀµήν σοι λέγω µετ’ ἐµοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ µου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀµφότεροι γάρ, σταυρῷ συνεκρέµαντο, ἀλλ’ ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀµοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἡ κτίσις συνείχετο, σταυρούµενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυµνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡµέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωµένον σαρκί.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Ἀξίους µετανοίας, καρποὺς µὴ ἀπαιτήσῃς µε· ἡ γὰρ ἰσχύς µου, ἐν ἐµοὶ ἐξέλιπε, καρδίαν µοι δώρησαι, ἀεὶ συντετριµµένην, πτωχείαν δὲ πνευµατικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν µόνε Σωτήρ.

Ἐλέησόν µε, ὁ Θεός, ἐλέησόν µε.

Κριτά µου καὶ γνῶστά µου, ὁ µέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσµον ἅπαντα, ἱλέῳ σου ὄµµατι, τότε ἰδών µε φεῖσαι, καὶ οἴκτειρόν µε Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁµαρτήσαντα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήµατα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβᾶσα, ἀνθ’ ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφηµούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεµένων, ἵνα ῥυσθέντες τῶν πειρασµῶν, µεγαλύνωµεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.

Ἀνδρέα σεβάσµιε, καὶ Πάτερ τρισµακάριστε, Ποιµὴν τῆς Κρήτης, µὴ παύσῃ δεόµενος, ὑπὲρ τῶν σὲ ὑµνούντω· ἵνα ῥυσθῶµεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φωορᾶς, καὶ πταισµάτων ἀνεικάστων, οἱ τιµῶντές σου τὴν µνήνην πιστῶς.

Δόξα. Τριαδικόν.

Πατέρα δοξάσωµεν, Υἱὸν ὑπερυψώσωµεν, τὸ θεῖον Πνεῦµα, πιστῶς προσκυνήσωµεν, Τριάδα ἀχώριστον, Μονάδα κατ’ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασµόν, καὶ σκυλεύει πολεµίους καὶ διέπει τὸ ὑπήκοον.

Ὁ Εἱρµός.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερµήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυµφον Μητέρα, ὀρθοδόξως µεγαλύνοµεν.

ΑΝΑΓΝΩΣΤΗΣ

Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ρῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.)

ΑΝΑΓΝΩΣΤΗΣ

Κοντάκιον.

Τοῦ Τριωδίου

Ἦχος πλ. βʹ.

Ψυχή µου ψυχή µου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ µέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Κύριε, ἐλέησον. (µʹ)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούµενος καὶ δοξαζόµενος Χριστὸς ὁ Θεός, ὁ µακρόθυµος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁµαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν µελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡµῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡµῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡµῶν ἁγίασον, τὰ σώµατα ἅγνισον , τοὺς λογισµοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡµᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡµᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεµβολῇ αὐτῶν φρουρούµενοι καὶ ὁδηγούµενοι καταντήσωµεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Κύριε, ἐλέησον. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν.

Ἐν ὀνόµατι Κυρίου εὐλόγησον, Πάτερ.

ΙΕΡΕΥΣ

Ὁ Θεὸς οἰκτιρήσαι ἡµᾶς καὶ εὐλογήσαι ἡµᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡµᾶς, καὶ ἐλεήσαι ἡµᾶς.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν.

ΙΕΡΕΥΣ

Εὐχὴ τοῦ Ἁγίου Ἐφραίµ

Κύριε καὶ Δέσποτα τῆς ζωῆς µου, πνεῦµα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας µή µοι δῷς.

Πνεῦµα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑποµονῆς καὶ ἀγάπης χάρισαί µοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί µοι τοῦ ὁρᾶν τὰ ἐµὰ πταίσµατα, καὶ µὴ κατακρίνειν τὸν ἀδελφόν µου.

Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΑΝΑΓΝΩΣΤΗΣ

Τρισάγιον.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ρῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀµήν.

Κύριε, ἐλέησον. (ιβʹ)

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

(Παύλου µοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος)

Ἄσπιλε, ἀµόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυµφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡµῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισµένων µόνη ἐλπὶς καί τῶν πολεµουµένων βοήθεια, ἡ ἑτοίµη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· µὴ βδελύξῃ µε τὸν ἁµαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισµοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐµαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυµίᾳ γνώµης, δοῦλον γενόµενον. Ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐµοὶ τῷ ἁµαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι µου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφεροµένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡµῶν Δεσπότην καὶ Κύριον, τῇ µητρικῇ σου παρρησίᾳ χρωµένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀµοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών µου τὰ ἀναρίθµητα πταίσµατα, ἐπιστρέψῃ µε πρὸς µετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιµον ἀναδείξῃ µε. Καὶ πάρεσό µοι ἀεὶ ὡς ἐλεήµων καὶ συµπαθὴς καὶ φιλάγαθος, ἐν µὲν τῷ παρόντι βίῳ θερµὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα µε· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου µου τὴν ἀθλίαν µου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιµόνων πόρρω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡµέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου µε ῥυοµένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡµῶν κληρονόµον µε ἀποδεικνύουσα. Ἧς καὶ τύχοιµι, Δέσποινα µου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς µεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιµὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

(Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου)

Καὶ δὸς ἡµῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώµατος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡµᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁµαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρµὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωµένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡµῶν δολίως κινούµενα. Τὰς τῆς σαρκὸς ἡµῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡµῶν φρόνηµα κοίµισον. Καὶ δώρησαι ἡµῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισµόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγµένον. Διανάστησον δὲ ἡµᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγµένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν µνήµην τῶν σῶν κριµάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡµῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑµνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιµον καὶ µεγαλοπρεπὲς ὄνοµα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογηµένη Θεοτόκε, προσάγαγε τὴν ἡµετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡµῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡµῶν.

Ἡ ἐλπίς µου ὁ Πατήρ, καταφυγή µου ὁ Υἱός, σκέπη µου τὸ Πνεῦµα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Εὐλόγησον.

ΙΕΡΕΥΣ

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναµώµου ἁγίας αὐτοῦ Μητρός, (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡµᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εὐξώµεθα ὑπὲρ εἰρήνης τοῦ κόσµου.

(Κύριε, ἐλέησον.)

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθµοῦ) ἡµῶν (τοῦ δεῖνος).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡµῶν ἔθνους.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡµῶν.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡµῖν.

Ὑπὲρ τῶν µισούντων καὶ ἀγαπώντων ἡµᾶς.

Ὑπερ τῶν ἐντειλαµένων ἡµῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

Ὑπὲρ ἀναρρύσεως τῶν αἰχµαλώτων.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειµένων.

Εὐξώµεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαµένων πατέρων καὶ ἀδελφῶν ἡµῶν, τῶν ἐνθάδε εὐσεβῶς κειµένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

Εἴπωµεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

ΙΕΡΕΥΣ

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡµᾶς.

(Ἀµήν.)

Комментировать

«Азбука молитвы»
в Telegram.
t.me/azprayer