Источник

I. Ὑποτυπώσεις καὶ ἑρμηνεία, περιέχουσα1 ὡς ἐν συντόμῳ [τὴν μοναχικὴν πολιτείαν καὶ ἄσκησιν?] ἅπασαν, ἀκριβῶς συλλεγεῖσα παρὰ Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ παραδοϑεῖσα τοῖς ἀδελφοῖς αὐτοῦ τοῖς ἐν τῷ ὄρει τῆς μονῆς τοῦ τίμιου Προδρόμου τοῦ ἐν τῷ Μοναχείῳ

Εὔχεσϑε οὖν, πατέρες ἅγιοι, οἱ ἐντυχάνοντες ταύτῃ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀμελοῦς, ὅπως εὕροιμι ἵλεων τὸν ϑεὸν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως

Εὐλόγησον πάτερ

α´. «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφϑοράν»2

Δαβὶδ ὁ προφήτης καὶ βασιλεὺς διαπρυσίῳ καὶ προφητικῇ τῇ· γλώττῃ προανακέκραγε. καὶ ἀληϑῶς ἔχει τὰ ῥήματα καὶ προφητικῶς καὶ συνᾳδόντως τῇ φύσει τῶν πραγμάτων αὐτῶν· οὐ γὰρ ἐπὶ τούτῳ γεγόναμεν ἄνϑρωποι, ἵνα μόχϑοις καὶ τύρβαις ἐμμένωμεν καὶ φροντίσι βιωτικαῖς, καϑ’ ἃς καὶ δί ἃς μυχὸς ϑαλάττης ἀνερευνᾶται καὶ πάντα τὰ κατὰ γῆν πολυπραγμονεῖται, ἀγροὶ καὶ πέτραι καὶ νάπαι καὶ ὑπώρειαι τῶν ὀρῶν, ἵν’ ἐκεῖϑεν ἔχῃ τὰ τῆς τρυφῆς ὁ ἄνϑρωπος ὁ κατ’ εἰκόνα πλασϑεὶς καὶ δημιουργηϑεὶς καὶ βασιλεύειν τῶν κάτω ταχϑείς, ὁ περίγειος ἄγγελος καὶ ἐνσώματος καὶ κήρυξ τις διαπρύσιος τῆς τοῦ ϑεοῦ μεγαλειότητος ἐν αὐτῷ, καϑὼς καὶ λέγεται καὶ πιστεύεται ϑαυμαστοῦσϑαι τὴν γνῶσιν τοῦ ϑεοῦ ἐξ αὐτοῦ3, ὅτι τῷ ὄντι καὶ ϑαυμαστόν τι ζῷον ὁ ἄνϑρωπος, πῶς ἐν ταὐτῷ συνδέδεται καὶ συνέχεται φύσις ἀσώματος, ἄυλος, ἀεικίνητος, συνεκτική τε καὶ ζωϊκὴ ἐν σώματι παχυτέρῳ καὶ ὑλικωτέρῳ τινί, φϑειρομένῳ καὶ ῥέοντι, πάσχοντι καὶ ἀλλοιουμένῳ, μεταβαλλομένῳ καὶ τρεπομένῳ διὰ τὸ παχὺ τῆς ὕλης καὶ σκεδαστόν, διὰ τὸ παλίμβολον αὐτῆς καὶ τρεπτόν, διὰ τὸ ταύτης μεταβλητὸν καὶ ἀλλοιωτόν, ὅπως μικρότατόν τι ζῷον πέφυκεν ὁ αὐτός, ὡς ἐν βραχυτέρῳ ϑριγκίῳ περιειργόμενός που τῷ σώματι, μεταβλητικώτατόν τέ τι καὶ τὰ πάντα καταλαμβάνον τοῖς ταχυτέροις κινήμασι τοῖς τοῦ νοῦ, οὐ τόποις περιειργόμενος, οὐ τειχῶν στερροτέραις ἐπάλξεσιν, ὅπως ἐν αὐτῷ τὰ τῆς γενέσεως συμπαρέπεται καὶ ζῇ κατὰ ταὐτὸν καὶ συνέχεται, οὖράνιος νοούμενος καὶ ἐπίγειος ϑεωρούμενος, ἄφϑαρτος ὁ αὐτὸς καὶ φϑαρτός, ϑνητὸς καὶ ἀϑάνατος, λόγῳ διοικονομούμενος καὶ ἀλογωτέραις πολλάκις ὀρέξεσι συγκινούμενος, τίμιος ἐν ταὐτῷ, καϑόσον καὶ πέπλασται καὶ δεδημιούργηται χερσὶ τοῦ ποιήσαντος καὶ κατ’ εἰκόνα καὶ καϑ’ ὁμοίωσιν προσγέγονεν αὐτῷ τὰ τῆς πλάσεως, ἐπεὶ καὶ νοερόν τι τοῦτο τὸ ζῷον καὶ αὐτεξούσιον λόγῳ καὶ νῷ διοικονομούμενον, πλὴν ἀλλ’ ἔστιν ὅπῃ καὶ ἀταξίας νόμοις καϑυπαγόμενον κατὰ τὰ μέτρα τῆς ἀλογωτέρας καὶ παχυτέρας ζωῆς, ὅτε καὶ ἡ ὑλώδης κατάστασις ἄρχει πως ἐν αὐτῷ, καϑ’ ὃ μέρος καὶ τοῖς ἀλόγοις συμπαραβάλλεται. Δαβὶδ αὐτὸς ὁ μαρτυρηϑεὶς παρὰ ϑεῷ πολλαχοῦ καὶ πολλάκις ἔν τισι τῶν αὑτοῦ ϑαμινώτερον λέγει· «καὶ ἄνϑρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήϑη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώϑη αὐτοῖς»4, ὅτι καὶ τῷ ὄντι, ἀγαπητοί, ὁπηνίκα κατάρχει λόγος ἡμῶν καὶ ζῶμεν κατὰ ϑεόν, τότε καὶ ὡραῖοί5 τινες γινόμεϑα καὶ τοὺς πόδας ὡραϊζόμεϑα κατὰ τὴν κυριακὴν ἀπόφασιν καὶ δεσποτικήν· εὐαγγελιζόμεϑα γὰρ εἰρήνην οὐ μόνον τὴν ἔξω κατὰ τόν πολὺν ἄνϑρωπον, ἀλλὰ πολλῷ πλέον τὴν ἔνδον καὶ ψυχικήν, ἔστι γὰρ τις καὶ πόλεμος καὶ διάστασις κατὰ ψυχήν, ἢν ἐπεγείρουσι πάϑη ἀλλόκοτα. ἀκούετε Παύλου λέγοντος καὶ διαταττομένου περὶ τούτου τοῦ πολέμου τοῦ νοητοῦ, ὅτι «ὁ πόλεμος6 ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τὸν ἄρχοντα τοῦ σκότους», τὸν παλαμναῖον λέγω καὶ ἀλιτήριον δράκοντα· τὸν μέν γὰρ ἔξω καὶ σωματικώτερον πόλεμον ἐπισυνιστῶσι πολλάκις ἑσμὸς ἀλλοφύλων ἐφέσει πλειόνων κρατούμενος. καὶ σπάϑη καὶ ϑώρακες εὐτρεπίζονται, δι’ ὧν ἀντιτεχνᾶται πᾶν τὸ πολέμιον καταβάλλειν τὸν ἀντικαϑιστάμενον. καὶ τὸ ξενίζον οὐδέν· οἱ γὰρ τῇ παχύτητι προσεμμένοντες ἄνϑρωποι τὰ τῆς παχύτητος ἐπιδείκνυνται· ἐνταῦϑα δέ, ὅτε καταστρατεύεται τὰ πάϑη κατὰ τῆς ψυχῆς, ἐλεεινὸν τοῦτο καὶ ἄξιον δακρύων πολλῶν· ἐμοὶ γὰρ ἤδη καὶ δάκρυον ἐκχεῖται τῶν ὀφϑαλμῶν τὴν ὑπερβολὴν ἐννοοῦντι τοῦ πάϑους καὶ τοῦ συμπτώματος· πάσχοιτε δὲ τοῦτο καὶ ὑμεῖς, ὅσοι φιλοϑέως ζῆτε καὶ φιλευσεβῶς καὶ οἷς τὸ ζητούμενον τέλος καὶ κυριώτατον σωτηρία ψυχῆς, ὅπως ὁρᾶν πάρεστι τὸν ἄνδρωπον νῦν μὲν ζῶντα τὴν κατὰ ϑεὸν ζωὴν καὶ εἰρήνην τινὰ περιφέροντα, νῦν δὲ τῷ ἀλιτηρίῳ δράκοντι ὑποτεταγμένον, συσκευάζοντι πόλεμον καὶ συναγείροντι τὰ πάϑη κατὰ ψυχῆς ὡσεί τινα βαρβάρων ἑσμὸν καὶ καταστρατευομένῳ τοῦ νοῦ· ὅτε καὶ πίπτοντα τοῦτον ὁρᾶν πάρεστι καὶ νεκρούμενον ἐλεεινήν τινα πτῶσιν καὶ νέκρωσιν καὶ ϑάνατον δακρύων πολλῶν ἄξιον, ὅτε καὶ πᾶσα δύναμις ἀπρακτεῖ τῆς ψυχῆς καὶ ἀκινητίζει τὴν ἐπὶ τὰ ϑειότερα κίνησιν· ὅτε καὶ ἵππος ὁρᾶται καὶ ἀσυνετοῦντι παρέοικεν ὁ λόγῳ διοικονομούμενος ἄνϑρωπος κατὰ τὸ εἶδος τῆς ἀλογωτέρας ζωῆς, ὅτε καὶ χρεία πολλῶν εὐχῶν αὐτῷ καὶ δεήσεων ἰδεῖν πάλιν ἁπτόμενον ἐν αὐτῷ τὸ φῶς τὸ τῆς γνώσεως καὶ ἀναδρομὴν ἐφευρεῖν7 εἰς τὸ ἀρχαῖον εἶδος ἐκεῖνο τὸ τῆς ζωῆς. ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ὑπεσύρην τῷ ῥεύματι τοῦ λόγου καὶ πόρρω φέρομαι τοῦ σκοποῦ. τοίνυν ἐπάξω τὸν λόγον ἐπὶ τὸ προτεϑέν, ταῦτα τὰ τοῦ Δαβὶδ ῥήματα ἔναυλα φέρων, ἀγαπητοί, τοῖς ὠσὶ τοῖς ἔνδον καὶ ψυχικοῖς καὶ συνᾳδόντως ἔχων καὶ Σολομῶντα κατὰ τὸν νοῦν, ὅτι παραρρεῖ τὸ πᾶν καὶ παρέρχεται, καϑὼς αὐτὸς διατάττεται (παράγεται γὰρ φησι τὸ σχῆμα τοῦ κόσμου8 καὶ ἴσως σκιαῖς9 τὰ τερπνὰ μετακλίνεται· «οὐ γὰρ ὠφελήσουσι ϑησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ ϑανάτου»)10, ἑτέρωδεν δὲ ἔχων αὐτὸν τὸν κυριακὸν λόγον ὑπηχοῦντά μοι τὰ σωτήρια («τί γὰρ ὠφελήσει ἄνδρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δέ ψυχὴν αὐτοῦ ζημιωϑῇ; ἢ τί δώσει ἄνϑρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ»11;)· παρεῖδον ἅπαντα τὰ φϑειρόμενα πράγματα, αὐτὸν ἔχων τὸν κύριον παρόντα καὶ προσυπηχοῦντά μοι τὰ σωτήρια ῥήματα. τῷ ὄντι γάρ, ἀγαπητοί, καὶ τί ψυχῆς ἰσοστάσιον; πάντα μὲν γὰρ τὰ τοῦ σώματος καὶ ἃ ἂν εἴποι τις σωματικὰ ἀγαϑά, ὅσα καὶ οἷα, εἴτε κάλλος, εἴτε τάχος, εἴτε ῥώμην, ἢ καὶ τὰ ἐκτὸς καὶ σωματικώτερα, πλοῦτον, εὐγένειαν, πλέϑρα γαιῶν, πατρίδος ὑπεροχήν, ὅσοις καὶ οἵοις ἐλλάμπεται ὁ περὶ τὴν αἴσϑησιν καταγινόμενος ἄνϑρωπος, ἀπανϑεῖ τάχιον ἤδη καὶ παραρρεῖ, τόσον λυόμενα ὅσον μηδὲ κρατούμενα· οὐ ϑᾶττον γὰρ ὀφϑαλμὸς ἄνω βλέπων καταλαμβάνει τὸ πᾶν, εἶτα μύων συστέλλεται ἢ ταῦτα παρέρχεται. τί γὰρ καὶ τὸ μόνιμον ἐν τοῖς οὖσιν, ὁποῖα ἂν καὶ εἴη; ἐχέτω τις κάλλος σωματικόν· συμμέτρως ἐχέτωσαν τὰ ἐν αὐτῷ μέρη καὶ μέλη τοῦ σώματος· ἔντορνόν τι ζῷον ἀποτελείσϑω ὁ ἄνϑρωπος· ἐπανϑείτω τι χρῶμα ϑαυμάσιου ταῖς χάρισι τοῦ προσώπου παρεμφαινόμενον, ἐν μέρει μὲν λευκαινόμενον, ἐν μέρει δὲ πορφυρίζοντι χρώματι χρωννύμενόν τε καὶ κεραννύμενον· κοσμείτω πως αὐτὸν ἑσμὸς τριχῶν, ξανϑίζον ἔστω τὸ χρῶμα, κινείσϑω πως ἠρέμα καὶ προσφυῶς ζεφύρῳ πραεῖ καὶ γαληνιῶντι τῷ πνεύματι· αἰρέτω καὶ τὰς ὀφρύς ὁ οὑτωσὶ κοσμούμενος ἄνϑρωπος· καταναιδευέσϑω τῶν πέλας ὑπὲρ ἄντυγας12 οὐρανίας ἐπαίρων τοὺς ὀφϑαλμούς· ἐπισυνιστάσϑω καὶ παρ’ αὐτῷ τὰ τῆς δυσκρασίας συμπτώματα· λαῦροι πυρετοὶ τὸν ἄνϑρωπον καταλαμβανέτωσαν· γινέσϑω τῇ νόσῳ κατάκοπος, κλίνῃ προσμενέτω νόσων ἀνάγκαις· παράβαλε τὸν τότε πρὸς τόνδε ἄνϑρωπον καὶ ἴδῃς τότε τὰ τῆς ἐπάρσεως παρ’ αὐτῷ ὅπῃ χωρεῖ· μικροῦ καὶ δάκρυον κενώσεις τῶν ὀφϑαλμῶν, τὸ οἴκτιστον τῆς φύσεως ἀναλογιζόμενος καὶ ὅπως ὁ πρώην ϑαυμαστός τις κατὰ τὴν ὅρασιν νῦν κεῖται πτῶμα ἐλεεινὸν καὶ ἄξιον δακρύων πολλῶν. εἰ δὲ καὶ τὰ τῆς διαλύσεως συμπαρέπεται καὶ ὁ ἄρρητος λυϑῆναι κινδυνεύεται σύνδεσμος, τότε καὶ μᾶλλον τὰ τοῦ δράματος κατάδηλα γίνεται. ὁ πρώην εὐλάλῳ τῇ γλώττῃ προσχρώμενος, τὸ ταχυκίνητον ζῷον καὶ σύντονον ταῖς ὁρμαῖς, ἴνδαλμα ζῷου καὶ σκίασμα, τῇ δ’ ἀληϑείᾳ οὐδὲν οὐδαμοῦ. πῶς ὀφϑαλμοὶ μὲν οὐδαμοῦ, οὐδὲ τὰ τῆς ὁράσεως ἐνεργεῖται, πῶς παρ’ αὐτῷ αἱ χεῖρες οὐκέτι χεῖρες, οἱ πόδες οὐκέτι τὸν ϑώρακα μεταφέρουσιν, ἀλλὰ πάντα τὰ πρώην ὑγρὰ καὶ εὐκινητότερα μέλη καὶ μέρη τοῦ σώματος ἄψυχα καὶ νεκρὰ καὶ ἀκίνητα καὶ τὸ ὅλον ὀνόματι μόνον λεγόμενα, πράγματι δὲ οὐδαμοῦ! ταῦτά τις κατὰ νοῦν ἀναλογιζόμενος ἄνϑρωπος οὐ κλαύσας τοῦ βίου ἀποφύγῃ τὸ μάταιον, οὐ μᾶλλον τῶν ϑανόντων ϑρηνήσει τοὺς ζῶντας ὡσεὶ νεκρούς, ὡς συμπεριφερομένους τῇ ματαιότητι, καϑὼς αὐτὸς ὁ σωτὴρ διατάττεται λέγων; «ἄφετε τοὺς νεκροὺς ϑάπτειν τοὺς ἑαυτῶν νεκρούς»13, ὅτι καὶ νεκρῶν οὐδὲν διαφέρουσιν οἱ ταῖς τῆς ματαιότητος τύρβαις προσεμμένοντες ἄνϑρωποι· πέπλασται μὲν γὰρ ὁ ἄνϑρωπος παρὰ τοῦ ϑεοῦ, ἵν’ ἔχῃ πρὸς οὐρανὸν τὸ πολίτευμα14, ἵν’ ἐκεῖ ἀνατείνηται καὶ τὰ ἐν αὐτῷ κάλλη φαντάζηται· ἐπὶ τούτῳ καὶ σχῆμά πως ὄρϑιον ἐν αὐτῷ, ἰϑυτενῶς ἄνω προσβλέπον καὶ τὸν οὐρανὸν φανταζόμενον· ἐπὶ τούτῳ τὸ ὄνομα αὐτῷ ἄνϑρωπος ὡς ἄνω ἁϑρεῖν τεταγμένῳ καὶ τὰ ἐκεῖσε κατοπτρίζεσϑαι κάλλη, τὰ ἡδέα δυναμένφ ἕλκειν καὶ ἀποσοβεῖν τὰ ἀλγύνοντα. ἔνδειγμα πράξεως τὸ ὁρώμενον, πόδες βαδίζοντες καὶ ὑπηρετικόν τι τῆς βαδίσεως ὄργανον, δηλοῦντος τοῦ λόγου, ὅτι περ εὐϑύνεσϑαί πως ὀφείλει κατὰ τὴν εἰς ϑεὸν ἄγουσαν αὐτὸν πορείαν, παρ’ οὗ γεγόναμεν καὶ πρὸς ὃν ἐπιστρέφομεν· τοῦτο γὰρ καὶ τέλος ζωῆς τῆς κατὰ τὸν ἄνϑρωπον καὶ εἰς τοῦτο φέρει τὸ μυστήριον τῆς τοῦ ἀνϑρώπου παραγωγῆς καὶ συστάσεως. γέγονεν ἄνϑρωπος ϑεοῦ πλάσμα καὶ δημιούργημα, χεὶρ ϑεοῦ ἦν ἡ δημιουργήσασα· κἂν καὶ τὸ τῆς ὕλης χοῦς καὶ παχύτης καὶ γηίνη τις σύστασις, τέλος τῆς δημιουργίας καὶ σκοπὸς σκοπιμώτατος ἀναδρομὴ τοῦ πλάσματος πρὸς τὸν πλάστην καὶ κύριον, ἐπιστροφὴ πρὸς τὸν ποιήσαντα τοῦ ποιήματος διὰ τὸ τελειοποιὸν τῆς ϑεώσεως. φϑόνος ἐπὶ τούτοις καὶ συμβουλὴ καὶ ἔκπτωσις τῆς ζωῆς καὶ τὰ τῆς καταδίκης εὐϑὺς δεινὰ καὶ ἀπευκταιότατα, ϑάνατος καὶ ἀποστροφὴ πρὸς αὐτὸν ἐκεῖνον τὸν χοῦν, ἀφ’ οὗ καὶ τὴν σύστασιν ἔλαχεν. ἀλλ’ ὅμως καὶ πάλιν ὁ πλάσας ἀναζωοποιεῖ τὸ πλάσμα καὶ τὸν ϑάνατον καταργεῖ. τοῦτο τὸ μέγα τῆς οἰκονομίας μυστήριον, ὅτι καὶ ϑεὸς ἄνϑρωπος γίνεται καὶ μορφὴν ἀναλαμβάνει τὴν δουλικήν15, ἵνα καὶ πάλιν ϑεῷτο16 ὁ ἄνϑρωπος καὶ τὸ ἀρχαῖον ἀπολαμβάνῃ ἀξίωμα. εἰ ταῦτα πάντα στρέφει τις κατὰ νοῦν, πῶς οὐ παρόψεται τὰ φαινόμενα καὶ ὡς χόρτον ἀγροῦ17 λογίσεται, σήμερον ὄντα καὶ αὔριον μαραινόμενα καὶ οὐκ ὄντα; τοιαῦτα γὰρ τὰ ἐπίκηρα πράγματα πρὸς ὀλίγον φαινόμενα καὶ ταχέως ἐλεγχόμενά τε καὶ ἀμαυρούμενα, λυόμενα καὶ παρερχόμενα καὶ μόνην τὴν αἴσϑησιν ὑποκλέπτοντα. ταῦτα καὶ τὰ τοιαῦτα τοῖς λογισμοῖς στρέφων παρεῖδον καὶ αὐτὸς τὰ ὁρώμενα καὶ εἱλόμην κατὰ μόνας ζῆσαι ϑεῷ, καϑὼς αὐτὸς διετάζατο· «σχολάσατε» γὰρ φησι «καί γνῶτε»18. τῷ ὅντι γάρ, εἰ μὴ ἀπαγάγῃ τις ἑαυτὸν πόρρω τῆς ὑλαίας καὶ τῆς γεώδους συγχύσεως, οὐκέτι καταλήψεται, τί τὸ τέλος ζωῆς τῆς κατὰ ϑεόν· ἔνϑα γὰρ τύρβη καὶ σύγχυσις, μνήμη ϑεοῦ καϑαρώτερον παρουσιάζειν οὐ δύναται. σμῆνος μελισσῶν, ὡς λέγουσιν οἱ περὶ τοὺς μελισσῶνας ἀσχολούμενοι ἄνϑρωποι, διώκει καπνὸς καὶ σύγχυσις πραγμάτων βιωτικῶν ἀπὸ τῆς ψυχῆς τοῦ καϑ’ ἕκαστον μνήμην ϑεοῦ. οὕτως ἔχων κατὰ τὸν λογισμὸν κατέλαβον τόνδε τὸν τόπον ἐπὶ τοῦ μικροῦ ἐκείνου καὶ εὐτελοῦς σχήματος ἐν πεποιϑήσει ψυχῆς γενναιοτέρας καὶ ἀρρεποῦς, τοῦ Ὀκτωμβρίου ἐνισταμένου τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ εἰκοστοῦ πρώτου ἔτους·19 ὃ μικρὸν οὕτω καὶ εὐτελέστατον εὑρὼν οἷον ἀνϑ’ οἵου ϑεοῦ συνεργίᾳ πεποίηκα ταῖς τοῦ τιμίου Προδρόμου πρεσβείαις καὶ ταῖς τοῦ ἀγίου μου πατρὸς εὐχαῖς, ὅπως τε ἀπὸ ἀφανοῦς καὶ ἀτελοῦς ἐπὶ τὸ μεγαλοπρεπέστατον τοῦτο ἦρα καὶ τελεώτατον, ναὶ μὴν ἀλλὰ καὶ ναὸς οἷος τῷ ϑεοκήρυκι καὶ βαπτιστῇ τῷ κυρίῳ μου ἐξ ἀυτῶν ἀνηγέρϑη τῶν βάϑρων, κελλία τε οἷα πολλῷ τῶν πρώην ᾠκοδομήϑησαν κρείττονα, βίβλοι τε ὁποῖαι καὶ πόσαι ὡσαύτως ἱερά τε σκεύη καὶ ϑεῖαι εἰκόνες, ἀλλὰ δὴ καὶ ἅγια πέπλα καὶ ἔπιπλα καὶ ἁπλῶς ἄλλη κόσμησις τοῦ πανιέρου ναοῦ, πρὸς δὲ καὶ κτήσεις20 ἀκίνητοι πρὸς σύστασιν τῆς μονῆς καὶ διαμονὴν ἐπεκτήϑησαν, καὶ ὑμεῖς οἴδατε καὶ ἡ ἀλήϑεια δείκνυσι· περὶ ὧν ἡμᾶς μὲν λέγειν οὐκ ἀναγκαῖον, ἔξεστι δὲ τῷ βουλομένῳ μαϑεῖν τῷ βρεβίῳ ἐγκύψαντι διδαχϑῆναι σαφέστερον.

β´. Ἀρχαιολογία περἰ τῆς συμπήξεως τῆς μονῆς τοῦ Μοναχείου

Νῦν δὲ ἀλλὰ πρὸς τὴν ἀκολουϑίαν τὸν λόγον μετακλητέον καὶ περὶ τοῦ παρόντος ἀρχαιολογητέον μοναστηρίου. τὸ δὲ ἄρα ἦν βραχύ τι μὲν μοναστήριον τὸ τηνικαῦτα, ἢ οὐδὲ μοναστήρίον, πολλῷ δὲ πλέον ἡσυχαστήριον, τάχα δὲ καὶ ἔκπαλαι τῶν χρόνων οἰκοδομηϑὲν ἐπὶ τῷ ὀνόματι τοῦ τιμίου Προδρόμου καὶ βαπτιστοῦ, καὶ εἰς οὐδὲν ὁ χρόνος καὶ αἱ τῶν ἐϑνῶν ἐπελεύσεις αὐτὸ κατηγάγοσαν. ὡς γὰρ τῆς ἱστορίας ἔχει λόγος ἀνέκαϑεν ἀγράφως καὶ μέχρι τῶν ἀκοῶν ἡμῶν πεφϑἀκῶς, ξενίζουσά τις ἦν ἡ σύστασις τῆς μονῆς. διό καὶ ἄξιον τὰ περὶ ταύτης γραφῇ παραδίδοσϑαι, ἵνα μὴ συνδιαφϑείροιτο τῷ χρόνῳ καὶ λήϑης βυϑοῖς παραδοϑείη, οἷα τὰ πολλὰ συνδιαφϑείρειν οἷδε καὶ κρύπτειν ὁ χρόνος. ἄγραφός τις ἧλϑε λόγος καὶ πρὸς ἡμάς, ὅν ἡ μνήμη μέχρι καὶ τῆς δεῦρο ἑγκεῖσϑαι παρεσκεύασε ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὅτι περ ὁ τόπος οὗτος ὁ νῦν ἀφιερωϑεὶς τῷ ϑεῷ ὡς εἰς μοναστήριον λόχμη τις ἐτύγχανε βαϑύτάτη καὶ δένδρων μεστή, ϑηρσὶ μᾶλλον εὔκαιρος οἰκεῖσϑαι, ἀλλ’ οὐκ ἀνϑρώποις ἀνατιϑεῖσι ϑεῷ ξύμπαν τὸ τῆς ζωῆς· ψυχρὸς γὰρ ὁ τόπος καὶ δύσριγος ϑαλάττῃ περικλυζόμενος, περίρρυτος ὕδασιν ὡς ἐν φάραγξιν ἐπὶ ταῖς κοιλότησι τῶν ὀρῶν καὶ ἀπλῶς ὡς γήλοφός τις καὶ τόπος ἀπόκρημνος, ἄβατος οὐκ ἀνϑρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείοσι τῶν ϑηρῶν, ἀλλ’ οἷα τὰ τοῦ ϑεοῦ ϑαυμάσια, ἔμελλεν ἄρα καὶ τόνδε τὸν τύπον ὡς ἀγριέλαιον ὄντα μετακεντρίζειν εἰς καλλιέλαιον καὶ τὸν ἄβατον καὶ ϑηρσὶ βατὸν ἀπεργάζεσϑαι τόπον ποσὶν ὡραίοις ἀγιων ἀνδρῶν, ὧν αἱ τρίβοι οὐ σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαί21, ἀλλ’ αἱ ὁδοὶ ὄρϑιοι καὶ αἱ τρίβοι αὐτῶν εὐϑεῖαι ἔναντι κυρίου Σαβαώϑ. τίς οὖν ὁ τρόπος τῆς συσκευῆς καὶ ὅπως ὁ τῶν ϑαυμασίων ϑεὸς διὰ τῶν ἐναντίων οἰκονομεῖ πολλάκις τὰ ϑαυμαστὰ καὶ λόγου δύναμιν ὑπερβαίνοντα; ἐν τούτῳ γὰρ καὶ μᾶλλον τὸ μεγαλοπρεπὲς τῆς δόξης καταλαμβάνεται τοῦ πάντα διοικονομοῦντος καὶ διακυβερνῶντος ϑεοῦ. ἀνήρ τις τῶν ἄγαν ἐπιφανῶν καὶ τῶν οἰκειότητα φερόντων τῷ βασιλεῖ (κἂν παρέδραμε τὸ ὄνομα καὶ παρέλαϑεν, οἷα τὰ πολλὰ προσαναλίσκειν οἶδεν ὁ χρόνος καὶ παραδιδόναι λήϑης βυϑοῖς) βάλλεται φϑόνου βέλεσι καὶ αὐτὸς καὶ παρὰ ταῖς βασιλικαῖς ἀκοαῖς διαβάλλεται· ἕρπειν γὰρ οἶδεν ὁ φϑόνος κατὰ τῶν μέγα δυναμένων ὡς τὰ πολλὰ καὶ κίρνυσι κόνδυ πικρίας καὶ ϑάνατον παρετοιμάζει τοῖς διαφϑονουμένοις, ὡς αἱ τῶν πραγμάτων ἀποβάσεις συμμαρτυροῦσι τῷ λόγῳ τὸ ἀληϑές. οἷον δὴ τι καὶ τῷδε προσγέγονε τῷ ἀνδρί, συσκευὴ καὶ διαβολὴ καὶ τέλος τὸ ἐπιτίμιον ϑάνατος καὶ κατὰ κυμάτων ϑαλαττίων ῥῖψις καὶ φϑορὰ καὶ ἀφανισμός· τοιοῦτον γὰρ ὁ φϑόνος καὶ τοιαῦτα τὰ τούτου ἐπίχειρα. ἤγετο τοίνυν ὁ ἄνϑρωπος βραδυτέρῳ ποδὶ καὶ σχολαίῳ τὴν ἐπὶ ϑανάτου στελλόμενος, ἐδάκνετο τὴν ψυχήν, ἐπαϑαίνετο, σύντρομος ἦν. καὶ τί γὰρ ἄλλο ϑανάτου δεινότερου καὶ βιαιοτάτου ϑανάτου καὶ ϑανάτου καταποντίου; ἀλλ’ ὢ τῶν ἀρρήτων κριμάτων τοῦ ϑεοῦ· πάλιν γὰρ ταῦτα ϑαυματουργεῖ καὶ ὁ πρώην κατασβεννὺς τὸν καμινιαῖον ἐκεῖνον φλογμόν, ὅν ὑπανῆψε βαρβαρική τις φρὴν καὶ ἀτάσϑαλος, ὅτε καὶ ὁ τὰ μεγάλα φυσῶν Ναβουχοδονόσορ ἐπῄρετο ϑρασυνόμενος. ὁ ταύτην εἰς δρόσον μεταβαλὼν καὶ τοὺς ἐμπυρίους ἐκείνους παῖδας διασωσάμενος ὡς ἐν ὕδατι δροσίζοντι τὴν φλόγα κατασβεννύς22, ὁ αὐτὸς πάλιν ϑαυματουργεῖ ἄλλον τρόπον ξενίζοντα, ὅτι καὶ ποικίλη τις ὄντως ἡ πρόνοια ἄλλως καὶ ἄλλως οἰκονομοῦσα τὰ πράγματα. οἷκτος λαμβάνει τὸν ἄγοντα· τί γὰρ ἀνϑρωπίνης φύσεως συμπαϑέστερον; ἠρέμα προσεπικλᾶται, συντίϑεται, διατίϑεται, φιλίαν αἰδεῖται, τιμᾷ, τέλος τοῦ λόγου μέτρα πως αὐτῷ χαρίζεται τῆς ζωῆς καὶ παρεγγυᾶται ταῖς λόχμαις κρύπτεσϑαι τῶν ὀρῶν καὶ διαβαίνειν δι’ ἀβάτων τόπων. προσεπιπραγματευόμενος ἑαυτῷ τὰ μέτρα τὰ τῆς ζωῆς, γίνεται κατὰ τόνδε τὸν τόπον ὁ ἄνϑρωπος· ἐλπὶς ἀυτὸν περισαίνει περὶ ζωῆς καὶ ἤδη τὸν ἀρραβῶνα τῆς σωτηρίας δεξάμενος τῷ συνδένδρῳ τῶν τόπων ἐκρύπτετο. τί τὰ μετά τοῦτο; μία τις τῶν ἡμερῶν εἶχε τὸν ἄνϑρωπον καϑ’ ἑαυτὸν πορευόμενον καὶ εὐϑὺς (ἐμοὶ δὲ ἄρα τὸ ξενίζον διηγουμένῳ τοῦ πράγματος καὶ τρίχες ὀρϑοῦνται· συννεύει γὰρ ἐν τοῖς τοιούτοις καϑ’ ἑαυτὴν ἡ ψυχὴ καὶ συστέλλεται καὶ γίνεται ἑαυτῆς σύννευσιν πάσχουσα κατά τινα φύσιν ὑγροῦ περὶ τὸ κοῖλον συρρέουσαν, ὅτι καὶ ξενίζον ἐστὶ τὸ ἄκουσμα καὶ ἄξιον γραφῇ παραδίδοσϑαι) ἀνήρ τις βαϑὺς τὴν τρίχα καὶ λάσιος, ἐρήμου ϑρέμμα, παρεῴκει γὰρ τοιούτῳ τὸ ὅραμα, ἐπιφαίνεται τῷ ἀνδρί, ξυνομιλεῖ κατὰ τὸ φαινόμενου καὶ τὴν σωτηρίαν εὐαγγελίζεται. οἶκον εὐκτήριον ὑποδείκνυσι καὶ τούτῳ προσκαϑῆσϑαι παρακελεύεται. τί τὸ μετὰ τοῦτο; οὐ πολὺς παρέρρευσεν ὁ καιρὸς καὶ τὸ ὅραμα πάλιν ἡδύ. αὐτὸς ἐκεῖνος ὁ μέγας ἐν προφήταις προσεπιφαίνεται. πυνϑάνεται, εἰ σύνοιδε τὸν ὁρώμενον· ὁ δὲ τὸν ἀγνοοῦντα ὑποκρινόμενος «αὐτὸς ἐκεῖνός εἰμι», ἀκούει αὐτοῦ λέγοντος, «ὁ μέγας ἐν προφήταις Ἰωάννης ὁ βαπτιστής, καὶ τὰ σήμαντρα δῆλα· λυϑήσεταί σοι τὰ τῆς δειλίας καὶ ἀρραβών σοι τοῦ λόγου καὶ σκῆπτρα Ῥωμαίων ἐγχειρισϑήσεται, τοῦ ϑεοῦ οἰκονομοῦντος τὰ κατὰ σέ· μισϑὸς δὲ μοι τῆς τοιαύτης προρρήσεως, εὐκτήριος οἶκος οἱκοδομηϑήσεται κατὰ τόνδε τὸν τόπον ἐπὶ τῷ ἐμῷ ὀνόματι». καὶ ἐπὶ τούτοις παράγγελμα δίδωσιν, οἷον καὶ αὐτὸς ὁ σωτὴρ τοῖς μαϑηταῖς διετάξατο23· ἐκεῖ τε γὰρ «Ἱεροσολύμων μὴ χωρίζεσϑαι» διατάττεται, εἰ μὴ τὰ τῆς δυνάμεως τῆς ϑείας ἔνδηλα γενηται παρ’ αὐτοῖς, κἀνταῦϑα ϑαῦμα τὸ αὐτὸ καὶ ἐγγύη καὶ τῆς κατεχούσης πτοίας ἀφανισμός· καὶ ϑαυμαστὸν τὸ ἐπάγγελμα, ὅτι καὶ σκῆπτρα διευϑυνεῖ τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἀμοιβὴ πρὸς ἐπὶ τούτοις αὐτῷ προστίϑεται τῆς προρρήσεως οἴκου εὐκτηρίου ἐπὶ τῷ ὀνόματι αὐτοῦ οἰκοδόμησις παρ’ αὐτοῦ. οὐ πολὺ τὸ μέσον, ἀπαίρει τῆς ζωῆς ὁ προσαρτύων αὐτῷ τὸν ϑάνατον βασιλεύς· ἀνερευνᾶται, πολυπραγμονεῖται, μετακαλεῖται πρὸς βασιλείαν καὶ τὴν ὑπόσχεσιν ἐχπληροῖ καὶ τὸν εὐκτήριον οἶκον οἰκοδομεῖ, ἐπεὶ μηδὲ λαϑεῦν εἰκὸς ἀυτὸν τὴν ἄρρητον ἐκείνην ὀπτασίαν καὶ τὴν ἔκβασιν τῆς προρρήσεως. τοιαύτη τις ἡ σύστασις τῆς μονῆς, ὡς ἔχομεν ἐκ τῆς τῶν πολλῶν φήμης ὡς ἔκ τινος παραδόσεως· ἄλλοι δὲ καὶ ἄλλως τὰ τῆς ἱστορίας ἀποδεδώκασι καὶ τὸ καταληφϑὲν ἐπ’ ἀυτῇ διηγήσομαί. ἐς ταὐτὸν γὰρ ὁρῶ συντρέχοντας ποταμοὺς ἀρχομένους μὲν ὡς ἀπὸ ἄλλης καὶ ἄλλης ἀρχῆς, συρρέοντας δὲ εἰς ἕν τι μέρος καὶ κοίλωμα· κἂν γὰρ καὶ τὸ τῆς ἀρχῆς διάφορον ἐπ’ αὐτοῖς, ἀλλὰ τὸ τέλος συνᾷδον ὄντως καὶ σύμφωνον. ἄκρα τις ὑπερανέχει τῆς γῆς καὶ τι μὲν τῶν ἐξ αὐτῆς Ἄκρα Διὸς ὀνομάζεται, τὶ δὲ Ἱερόν. γῆ μὲν γὰρ καὶ αὕτη τις ὑψηλὴ ὑπεραιρομένη τῶν πεδινῶν καὶ πρὸς κορυφὴν ἀπονεύουσα καὶ ἐπὶ πολύ τι διήκει τὸ ὔψος τῆς κορυφῆς· ἔστι δ’ ὅπῃ καὶ γηλόφοις συμπεριείργεται καὶ ἀποκρήμνοις τόποις τισίν. ἐν τούτῳ τῷ τόπῳ καὶ ϑυσίαι πολλαὶ ἀνέκαϑεν τοῦ χρόνου τοῖς πλέουσι καὶ τελεταί τινες καὶ εὐχαί. τὸ δὲ ἄρα οὐκ ἄλλο τι ἦν ἢ ὅπως οὐριοδρομοίη τὰ τῆς νηὸς ἠρέμα φερομένης τῷ πνεύματι καὶ λείοκυμονοῦν ὁρῷτο τὸ ῥόϑιον φορῷ24 τῷ πνεύματι καὶ πραεῖ προσεπικλυζομένων τῶν κυμάτων καὶ προσπαιζόντων ταῖς ἀκταῖς, οὐ κυρτουμένων τοῖς πνεύμασι κατ’ ἴσον ὄρεσιν ὑψηλοῖς. χάσμα μέγα μεταξύ τι καϑίσταται τῶν ὀρῶν. φοβερόν τι τὸ χάσμα· κοιλότης ὀρῶν ἐν αὐτῷ, κυμάτων ἐπικλυσμός. ἐκ τούτου τοῦ χάσματος ὁ πολὺς χρόνος προσκυροῖ τὸ ὄνομα τῇ μονῇ, νῦν μὲν Χασμάδιον ἐξ αὐτοῦ τοῦ χάσματος τὸ ὄνομα προστιϑείς, νῦν δὲ καὶ διεφϑαρμένον ἐπιφέρεταί πῃ τὸ ὄνομα Μαχάδιον ἢ Χαμάδιον κατὰ τὰς μεταϑέσεις καὶ μετατάξεις τῶν στοιχείων αὐτάς. ἄλλοι κἀκ τῶν παρεπομένων τῷ πράγματι προσάπτουσι καὶ τὸ ὄνομα, Μονὴ Φοβεροῦ τῇ μονῇ προσκυροῦντες τὸ ὄνομα. ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἐνταῦϑα πάλιν ἑτεροτρόπως ἡ σύστασις συνεισάγεται τῆς μονῆς. ποϑεῖτε τὰ τῆς ἱστορίας μαϑεῖν; καὶ ὁ λόγος ἐκεῖϑεν ἀπολαβόμενος ὑποτυπώσει τὴν σύστασιν. ἄρτι μὲν γὰρ ὁ πόλεμος συνεκροτεῖτο Θεοφίλῳ τῷ βασιλεῖ τῷ δυσσεβεῖ κατὰ τῶν ἱερῶν εἰκόνων Χριστοῦ καὶ ὁ τὰ σκῆπτρα διέπων τῆς τῶν Ῥωμαίων ἀρχῆς οὐκ οἶδ’ ὅπως ἐβασιλεύετο πάϑεσιν ἀλλοκότοις καὶ ζήλῳ εὐσεβεῖ μὲν οὐδαμοῦ, δυσσεβεῖ δὲ καὶ κυκῶντι ξύμπασαν τὴν ὑπ’ οὐρανόν· ἐδίωκε μὲν ὁ ἀσεβής, ἐδιώκοντο δὲ οἱ εὐσεβεῖς· ϑυμὸς ὑπερέζεε δυσσεβοῦς βασιλέως καὶ τὸ σύστημα κατεπιμπρᾶτο τῶν εὐσεβῶν· καὶ ἦν ὁρᾶν τότε διωκόμενον τὸ τῶν εὐσεβούντων, λιμαγχονούμενον, μυρίαις ταῖς ὑπερορίαις ὑποβαλλόμενον καὶ κακώσεσι. τοιαύτη γάρ τις ἡ φύσις ἡ τῆς κακίας, ὁπηνίκα καὶ μᾶλλον ἀχαλινώτοις ὀρέξεσιν ὑποβάλλεται. ϑάλατταν μὲν γὰρ πολλάκις καὶ λαίλαπες ἐπεγείρουσι κατὰ τοὺς ἐκ κυμάτων ἐπισυνισταμένους ἀναβρασμούς, ἐπὶ δὲ ψυχῆς πολλάκις καταστρατευομένης ὑπὸ δόξης κατὰ ταὐτὸν καὶ μανίας ὑπερβάλλον εὑρίσκεται τὸ κακὸν καὶ ἀσύγκριτον· οἷον δή τι καὶ τότε τὸ σύμπτωμα γέγονε. μαρτυροῦσι τὸν τότε χειμῶνα τὸν σφοδρότερον ἐπεισφρήσαντα κατὰ τῆς ἐκκλησίας Χριστοῦ Θεόδωρος καὶ Θεοφάνης οἱ Γραπτοί, οἳ καὶ τὴν ὑπερορίαν ἐνταῦϑα καταδικάζονται.

γ´. Περὶ τοῦ ζωγράφον Λαζάρον25, τοῦ καὶ τὴν εἰκόνα τοῦ τιμίου Προδρόμου τυπωσαμένου ἐν ὑπερορίᾳ μετὰ τῆς ἀριστερᾶς χειρός

Τότε καὶ Λάζαρός τις ζωγράφος τὴν τέχνην, καταλλήλως εἰδὼς συγκεραννύναι τὰ χρώματα καὶ ἀναλόγως ἀποδιδόναι τοὺς τύπους τῶν εἰκόνων καὶ τὰ μορφώματα, διαβάλλεται παρὰ ταῖς ἀκοαῖς τοῦ τότε τὰ σκῆπτρα διέποντος. τοιοῦτος γὰρ ὁ φϑόνος· εὐπλάστους ὑποτίϑησιν ἀφορμὰς καὶ κουφοτάτας φρένας πτεροῖ καὶ τὸν δόλον κατασκευάζει τῆς μηχανῆς· πῦρ μὲν γὰρ ὑπανάπτειν οἶδεν ὡς εἰς μέγα φλογμοῦ εὔπρηστος ὕλη καὶ τρέφουσα πῦρ, ψυχὴν δὲ βακχευομένην οἴστρῳ καὶ ἔρωτι δυσσεβείας διαβολαὶ καὶ συσκευαὶ πραγμάτων τινῶν. γίνεται γοῦν παρὰ τἀνϑρώπῳ τὰ πεφυκότα ἐν τοῖς τοιούτοις συντίϑεσϑαι καὶ ὅτι χρώννυσι τὰς εἰκόνας καὶ μορφὰς εὐτυπώτους προσαποδίδωσι διαβάλλεται ὁ ἀνήρ, καὶ τὸ ἐπιτίμιον ὑπερορία κατὰ τόνδε τὸν τόπον καὶ κόλασις δεινὴ καὶ ἀξία γραφῇ παραδίδοσϑαι. σίδηρος ἐκπυροῦταί τε καὶ πλατύνεται ὡς εἰς σχῆμα τετράγωνον· ἐξάπτεται τῆς χειρός, συνδεσμεῖται τῷ σιδήρῳ ἡ χεὶρ καὶ εὐϑὺς προσαποβάλλει κατὰ ταὐτὸν τὴν χρῆσιν καὶ τὴν ἐνέργειαν, τοῦ πυρὸς ἤδη προσεπιδεικνυμένου τὸ ἑαυτοῦ. ὡς δέ τινές φασι, καὶ ἀμφοτέραιν ταῖν χεροῖν ἐξήφϑη ὁ σίδηρος· πλὴν ἀλλ’ ἡ μὲν ἀκινητίζει καὶ ἀπρακτεῖ, ἔργον παϑοῦσα καὶ φϑορᾶς καὶ νεκρώσεως, περισῴζεται δέ πως αὐτῷ ἡ λαιά· κἀντεῦϑεν ταύτῃ προσχρώμενος καὶ ποικίλα συγκεραννὺς εἴδη χρωμάτων, καϑὼς ὁ τεχνίτης λόγος ὑπαγορεύειν δοκεῖ, ἐν ξύλῳ βραχυτέρῳ τινὶ τὴν μορφὴν ἐκτυποῖ τοῦ μεγίστου τῶν προφητῶν. ϑαυμαστὴ δὲ τις ἡ τῆς εἰκόνος, ὡς λέγεται, δύναμις· πηγὴ γὰρ ἐξ αὐτῆς πολλαχοῦ καὶ πολλάκις ϑαυμάτων ἀνέβλυσε καὶ ὁ πολὺς λόγος τῶν ϑαυμασίων μέχρι καὶ ἡμῶν διασέσωσται. ἀλλ’ ἔοικεν ἀληϑῶς ἔχειν τὸ πάλαι ϑρυλούμενον, ὅτι πανδαμάτωρ ὁ χρόνος καὶ πάντα συμφϑείρειν καὶ μαραίνειν δοκεῖ, ἔνϑα καὶ·μᾶλλον· σύνϑεσις ἐκ μαχομένων τινῶν. οἷον δή τι καὶ τόδε τὸ σύμπτωμα γέγονεν· ἔφϑαρται γὰρ ἡ ὕλη, κἂν ἡ χάρις ἀδάπανος. κἀντεῦϑεν ἅπαν μὲν τὸ τῆς εἰκόνος παρερρύη τῷ χρόνῳ φϑεἰρομενον, μόνη δὲ ἡ μορφὴ παρασέσωσται ἀδαπάνως τὴν χάριν ἐπιδείκνῦσα προσβλύζουσαν, ὅτι καὶ μέρος τοῦτο τῶν ϑαυμάτων τῆς εἰκόνος γνωρίζεται, ἐπεὶ μηδὲ συνέφϑαρται τῷ χρόνῳ καὶ παραπόλλυται ὁ τύπος τῆς μορφῆς τῆς εἰκόνος αὐτῆς, ἀλλὰ σῶόν τι τὸ μόρφωμα καὶ ἀκέραιον μέχρι καὶ ἡμῶν παραλέλειπταί. τὸ δὲ τόσου ποραρρυέντος καιροῦ μὴ συνδιαφϑαρῆναι τὰ τῆς μορφῆς, ἔμοιγε τοῦτο καὶ τῶν πάνυ ϑἀυμασίων δοκεῖ καὶ ϑαῦμα τῆς προφητικῆς μεγαλειότητος ἄζιον. τοῦτό μοι τὸ μόρφωμα ϑηραδὲν ὡς ϑησαυρὸς κατεσχέϑη, ὅ καὶ τέχναις ζωγράφων παραδοϑὲν ἐξ ἐμοῦ νῦν ὡς ἐν καϑαρωτέρῳ τύπῳ τὰς ἑαυτοῦ χάριτας τοῖς φιλοϑεάμοσιν ἀκτινοβολεῖ. τὰ μὲν οὖν ἄλλὰ χαίρειν ἐάσϑωσαν, ἡμῖν δὲ τὰ τῆς εἰκόνος ταύτης ϑησαυρὸς ἀδάπανος ἔγνωσται καὶ ὅτι ταύτῃ ζῶμεν ὃ ζῶμεν καὶ τὴν σωτηρίαν ἐπικαυχώμεϑα.

δ´. Ἀρχὴ τῆς πνενματικῆς διδασκαλίας

Κήδεται μὲν οὖν ἁπάντων ϑεός, ἐπεὶ καὶ ῥύστης κοινὸς καὶ σωτὴρ πάντα ποιῶν καὶ πραγματευόμενος ἐπὶ τῷ σῶσαι τὸν ἄνϑρωπον, ὅτι καὶ διὰ τὸν ἄνϑρωπον ἔκλινεν οὐρανοὺς26 καὶ τὴν δουλικὴν μορφὴν ἐνεδύσατο27, ἵνα τὸν ἄνϑρωπον τυραννούμενον ῥύσηται τῆς πλάνης τοῦ βροτοκτόνου Σατάν. ἀκούομεν καὶ πιστεύομεν καὶ ὁ λόγος ἐστὶν ἀπαράγραπτος, ὅτι γίνεται χαρά τις μεγάλη ἐν οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι28· εἰ δὲ καὶ λύχνος εφάπτεται, τὸ τῆς διακρίσεως φῶς, καὶ σαροῦται29 τὸ ῥυπαρὸν τῆς οἰκίας, τοῦ παχυτέρου καὶ γεώδους καὶ σαρκικοῦ περίβλήματος, πόσον ὀφείλομεν καὶ ἡμεῖς σπουδάζειν ἑαυτοῖς τὰ τῆς σωτηρίας ἐπιπραγματεύεσϑαι; «φωνὴ ἐν Ῥαμὰ ἠκούσϑη, ϑρῆνος καὶ κλαυϑμὸς» καὶ ὅτι «κλαίει Ῥαχιὴλ τὰ τέκνα αὐτῆς καὶ οὐ προσδέχεται τὴν παράκλησιν»30. καὶ ἀληϑῶς ἔχει τὸ λόγιον, ὅτι περ ἡμῶν ἀμαρτανόντων ϑρῆνος ἐν ὑψίστοις {...} νεται, ὅτε καὶ ἡ νοητὴ Ῥαχιήλ, ἀυτὴ ἡ τῶν πρωτοτόκων ἐκκλησία, ζητεῖ τὰ τέκνα αὐτῆς, καὶ μὴ εὑρίσχουσα, ὡς ἤδη διάβρωμα μαχαίρας τῆς ἀλογωτέρας ὀρέξεως τῷ Ἡρώδῃ γινόμενα, τῷ βροτοκτόνῳ Σατάν, ἀποκλαίεται ϑαμινώτερον. λοιπὸν οὖν καὶ ἡμεῖς, ἀγαπητοί, ἐπειδὴ πολυειδής τις ὁ πόλεμος καϑ’ ἡμῶν τοῦ βροτοκτόνου Σατάν, ὀφείλομεν στρατεύεσϑαι κατ’ αὐτοῦ πνευματικῶς, ἐπεὶ καὶ πολυειδῶς πολεμούμεϑα. τὰ δὲ τοῦ πολέμου πάντως οὐ σαρκικὰ καὶ φαινόμενα· εἰ γὰρ καὶ πέρας εἴχε τὰ τῆς συσκευῆς τε καὶ παρατάξεως, ἅπαξ ἀναρραγείσης τῆς μάχης καὶ τῆς νίκης ἐπισυμβαινούσης ἡμῖν, νῦν δὲ κατὰ Παύλον οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὸν ἄρχοντα τοῦ σκότους31, τὸν παλαμναῖον καὶ ἀλιτήριον. τοίνυν ἐπειδή περ ἑτερότροπα τὰ τῆς συσκευῆς, φέρε τὸ λοιπὸν καὶ τὸν τρόπον ὑμῖν ὑποϑήσομεν τὸν τῆς παρατάξεως. στρατηγὸς μὲν γὰρ ἀνὴρ καὶ στρατάρχης, ὁπηνίκα πρὸς τὸν πόλεμον τὸ στράτευμα διεξάγεται, ὑποτοποῖ πολλάκις τὸν πόλεμον, διαγράφει καὶ τὰς σφαγάς, τὰς τῶν ἐχϑρῶν ἐκδρομάς, τὰς προλοχίσεις32, τὰς ἐνέδρας, τὰς συσκευάς, εὐϑαρσῶς ἔχειν τὸ στράτευμα παρασκευάζων πρὸς τὴν τοῦ πολέμου σύρρηξιν καὶ παράταξιν. ἡμῖν δὲ ἀλλ’ ἐπειδήπερ ὁ πόλεμος οὐ πρὸς αἴσδησιν ἀλλὰ τὸ ὅλον ἐστὶ νοητός, νῦν μὲν καταστρατευομένων καὶ ταραττομένων τῶν παϑῶν κατὰ τῆς ψυχῆς αὐτῆς, νῦν δὲ καὶ τοῦ βροτοκτόνου Σατὰν ἐπεγειρομένου καϑ’ ἡμῶν καὶ τὸν πόλεμον συσκευάζοντος, φέρε τὸν τρόπον ὑποϑήσομεν ὑμῖν τῆς πνευματικῆς ταύτης συσκευῆς καὶ παρατάξεως, ἵνα καὶ γενναιότατοι στρατιῶται καὶ δόκιμοι τοῦ καλοῦντος ἡμάς καὶ καλέσοντος Ἰησοῦ Χριστοῦ προδεικνύμεϑα. γένοιτο δὲ ταῦτα τὰ ῥήματα ἐναργῆ τε καὶ ἔμπρακτα, τοῦ λόγου ποιοῦντος τὸ ἑαυτοῦ καὶ τὰ τῆς ὠφελείας εἰσφέροντας ταίς ἡμετέραις εὐχαῖς. τοίνυν ὁ τρόπος δῆλος· βέλη μὲν γὰρ καὶ ξίφη καὶ σπάϑη σωμάτων παχυτέρων ἀπτόμενα εἰσδύνουσιν ἔνδον σαρκὸς καὶ τὰς τομὰς ἀπεργάζονται καὶ τὰς διαλύσεις τῆς συνεχείας τοῦ σώματος κἀντεῦϑεν ἔστιν ὅπῃ γε καὶ τὰ τῆς πληγῆς καιριώτατα ϑάνατος ἐπακολουδεῖ τῷ πλησσομένῳ πολλάκις. ἐνταῦϑα δὲ ἐπὶ τῆς πνευματικῆς παρατάξεως βέλος τι καιριώτατον ἐπάγον φϑορὰν καὶ ἀπώλειαν τῷ στρατευομένῳ καϑ’ ἡμῶν, τῷ βροτοκτόνῳ Σατάν, ἡ δύναμις τῆς ψαλμῳδίας αὐτῆς καὶ τῆς προσευχῆς, καϑὼς ὁ ἀπόστολος ἐπιστέλλων πρὸς Τιμόϑεον λέγει· «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσϑαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνϑρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ σωτῆρος ἡμῶν ϑεοῦ, ὃς πάντας ἄνϑρώπους ϑέλει σωϑῆναι καὶ εἰς ἐπίγνωσιν ἀληϑείας ἐλϑεῖν»33. διά τοι τοῦτο φέρε ὡς ἐν εἰκόνι τινὶ καὶ προγράμματι τὸν τύπον αὐτὸν τῆς παραδόσεως ὑπογράψωμεν. ἀλλ’ ἐπειδὴ διφυής τις ὁ ἄνϑρωπος, ἐκ ψυχῆς καὶ σώματος λαχὼν τὴν σύστασιν (ἔστι γὰρ ἐν αὐτῇ καὶ σῶμα ῥοαῖς καὶ φϑοραῖς ὑποκείμενον, ἀλλὰ καὶ ψυχὴ ϑειοτέρα τις καὶ ὑψηλότέρα πάσης ὑπερκειμένη καὶ ῥοῆς καὶ συνϑέσεως), διπλοῦν τινα καὶ τὸν τρόπον τῆς παραδόσεως ὑμῖν ὑποϑήσομεν, νῦν μὲν κανόνα παραδιδόντες καὶ τύπον καὶ ὑπογραμμὸν περὶ τῆς ψαλμῳδίας αὐτῆς, ὡς καταρτιζούσης αὐτὴν τὴν ψυχὴν καὶ φωτιζούσης τὸν νοῦν, νῦν δὲ καὶ περὶ διαίτης δουλαγωγούσης τὸ σῶμα καὶ μὴ ἐώσης κατεξανίστασδαι τῆς ψυχῆς. πλὴν ἀλλὰ πρὸ τῆς ὑφηγήσεως τῶν κατὰ μέρος λεγομένων καὶ τοῦτο τῷ λόγῳ προστίϑημι, ὅτι κοινῆς ὠφελείας ὁ λόγος καταστοχάζετοι. ταῦτά τοι κἂν ἐλλιπῶς ἔχειν δοκῇ καὶ τῆς ἄγαν ἀκριβείας ἀποπίπτῃ μικρόν, τὸ ξενίζον οὐδέν· ἐπειδὴ γὰρ πολλή τις ἀνισότης τὸν βίον κατεμερίσατο κἀντεῦϑεν οἱ μὲν ἄρρωστοι, οἱ δὲ ἀσϑενεῖς, ἄλλοι δὲ καὶ εὔρωστοι καὶ γενναῖοι τὴν σύστασιν τὴν τοῦ σώματος, ἕτεροι δὲ καὶ ἐξ ὑπερβαλλούσης ἀσϑενείας κοιμωμένοις ἀνάλογον34 ἔχουσι καὶ ἀκινητίζουσιν, ἐν τοῖς ἀνίσοις κατὰ τὴν ἕξιν καὶ διάφορον σύγκρασιν τὴν τοῦ σώματος ὁ λόγος κατὰ τὸ δυνατὸν τοῦ δέοντος στοχαζόμενος τὰ τῆς ἄγαν μὲν ἀκριβείας μακρὰν παρεᾷ, ταῖς ἄνϑρωπίναις ἀσϑενείαις συγκαταβαίνων καὶ τὰς ὑπερβαλλούσας καὶ παραλόγους νηστείας, ἅς οἱ πολλοὶ ἰδίῳ ῥυϑμῷ καὶ ϑελήματι συντόμως δοκοῦσι κατορϑοῦν, παρατρέχειν δοκεῖ· τὰ πολλὰ γάρ μοι τί καὶ πρὸς κανόνα διαίτης πνευματικῆς τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ϑελήματα; οὐ γὰρ ἐπέχειν δοκῶ τὸν βουλόμενον καὶ ϑελήματι ζέοντι τῷ κυρίῳ δουλεύοντα καὶ μᾶλλον ἐχόμενον συντονώτερον τῆς πρὸς ϑεὸν ἀγούσης πορείας ἀυτόν· ἧ γὰρ ἂν καὶ στρατιώτης αἰτιῷτο παρὰ τῷ στρατηγῷ, εἰ γενναιότερον ἐξορμᾷ κατὰ τῶν ἐχϑρῶν καὶ πλήσσει τοῖς βέλεσι τὸν ἀντιπαραταττόμενον; τάχα δὲ καὶ ἰατρὸς τὸν κάμνοντα ὑπ’ αἰτίαν ἄγοι, ὅτι μᾶλλον αὐτῷ τοῦ νοσοκομείου τῆς ϑεραπείας συνεφάπτοιτο ὁ νόσῶν, ἀπάγων μὲν καὶ ἀυτῶν νοσωδῶν αἰτιῶν καὶ παραλόγων ὀρέξεων, ἐκείνων δὲ μόνων ἐχόμενος σπουδαιότερον σιτίων ὁμοῦ καὶ ποτῶν35 τῶν πρὸς ἕξιν ὑγιεινὴν αὐτὸν ἐκεῖνον ἐκκαλουμένων τὸν πάσχοντα; οὐκ οὖν οὐδ’ αὐτὸς ἐκεῖνον ἀπάγω (μὴ γένοιτο) τῆς καλῆς ταῦτης καὶ ἐπωφελοῦς ἐγκρατείας καὶ συντονωτέρας ἀσκήσεως, μενοῦν γε καὶ εὐξαίμην ἀυτῷ συντονώτερον τοῦ δρόμου τούτου τοῦ πνευματικοῦ συνεφάπτεσϑαι καὶ στέφανός μοι καυχήσεως ὁ τοιοῦτος γενήσεται, ἀλλ’ ὅτι τοῦτό μοι κατείληπται, ὅτι τὸ τισι ῥᾴδιον εἰς τὸ κτᾶσϑαι τοῖς πολλοῖς οὐδοπωσοῦν ἀνυστόν. καλόν, ἀγαπητοί, καὶ σωτήριον, εἰ οὕτως εὑρήσει τις τὴν πρὸς σωτηρίαν ἀυτὸν ἄγουσαν ὁδόν· ὁ τοιοῦτος ἀκούσοι καὶ ἀκούοι τοῦ σωτῆρος λέγοντος πρὸς ἀυτόν· «κοπιῶν εἶ καὶ πεφορτισμένος, ἀδελφέ μου ἀγαπητέ· ἐλεύσῃ πρὸς με καὶ ἀναλόγως τὰ τῆς ἀναπαύσεως δέξῃ»36. ἀλλὰ τὸ ζητούμενου τοῦτο, πῶς ἐπίσης ὠφεληϑήσονται εὔρωστοι καὶ ἀμελεῖς ἢ δυνατοὶ καὶ ἀδύνατοι. βαστάζεις τὸν καύσωνα τῆς ἡμέρας, ἀλλ’ ἕτερος ἴσως οὐδέ πρωϊνὴν φέρει κατάστασιν. φορητός σοι ὁ παγετὸς τῆς νυκτός, ἀλλ’ ἑτέρῳ καὶ ἡ χλιδυῖα37 κατάστασις οὐκ ἔστι φορητή. ταύτῃ τὴν λεωφόρον ἐλαύνων ὁδὸν καὶ βασιλικὴν τὸν κανόνα καὶ τὸν τύπον ὑπογράφω τῆς μονῆς, σύντομον ὄντα καὶ σύνδρομον ταῖς ἀσϑενείαις τῆς ἀδελφότητος. πλὴν τοῦτο καὶ μόνον προσδιοριζόμεϑα, ὅτι οὐκ ἀφ’ ἑαυτῶν τὰ λεγόμενα, ἀλλ’ ἅπερ οἱ ϑεῖοι πατέρες καλῶς ποιοῦντες ἡμῖν διετάξαντο.

ε´. Ὑποτύπωσις περὶ τῆς ἀληϑοῦς νηστείας

Ἐκεῖνοι τοίνυν οὐχ ἕνα κανόνα νηστείας οὐδ’ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλήψεως οὐδὲ τὸ αὐτὸ μέτρου παραδεδώκασι, διὰ τὸ μηδὲ πάντας τὴν αὐτὴν ἰσχὺν ἔχειν ἢ δι’ ἕξιν ἀστειοτέραν σώματος· ἕνα δὲ πᾶσι σκοπὸν παραδεδώκασι, τὸ φεύγειν τὴν πλησμονὴν καὶ ἀποστρέφεσϑαι τὴν χορτασίαν τῆς γαστρός. τὴν αὐτὴν δὲ καὶ καϑημερινὴν νηστείαν εἶπον καὶ δοκιμάσαντες ὠφελιμωτέραν ἔφασαν εἶναι καὶ συμβαλλομένην πρὸς καϑαρότητα τῆς ἐν τρισὶν ἢ τέταρσιν ἢ ἕως ἑβδομάδος ἐλκομένης νηστείας· καὶ γάρ φησι τὸν ἀμέτρως ἐπεκτεινόμενον τὴν νηστείαν ὑπὲρ μέτρον πολλάκις τῇ τροφῇ κεχρῆσϑαι, ὡς ἐκ τούτου ποτὲ μὲν τῇ ὑπερβολῇ τῆς ἀσιτίας ἀτονεῖν τὸ σῶμα καὶ πρὸς τὰς πνευματικὰς λειτουργίας ὀκνηρότερον γίνεσϑαι, ποτὲ δὲ τῷ πλήϑει τῶν τροφῶν καταβαρυνόμενον ἀκηδίαν καὶ χαύνωσιν ἐμποιεῖν τῇ ψυχῇ. καὶ πάλιν οὐ πᾶσιν ἁρμόδιον εἶναι ἐδοκίμασαν τὴν τῶν λαχάνων μετάληψιν, οὐδὲ πᾶσι τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασϑαι τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσϑαι τροφῇ διηνεκῶς· καὶ ἄλλον μὲν εἶπον δύο λίτρας ἐσϑίοντα ἄρτου ἀκμὴν πεινᾶν, ἄλλον δὲ ἐσϑίοντα λίτραν ἢ ἒξ οὐγγίας χορτάζεσϑαι. πᾶσιν οὖν, ὡς εἴρηται, ἕνα ὅρον ἐγκρατείας παραδιδόασι, τὸ μὴ ἀπατᾶσϑαι χορτασίᾳ κοιλίας μηδὲ ἐξέλκεσϑαι τῇ τοῦ λάρυγγος ἡδονῇ· οὐδὲ γὰρ ἡ διαφορὰ τῆς ποιότητος τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ πλήϑους τὰ πεπυρωμένα βέλη τοῦ ἐχϑροῦ38 εἴωϑεν ἀνάπτειν· οἵας γὰρ δήποτε τροφῆς πληρουμένη γαστὴρ ἀσωτίας σπέρματα τίκτει. καὶ πάλιν οὐ μόνον κραιπάλη οἴνου τὴν διάνοιαν μεϑύσκειν εἴωϑεν, ἀλλὰ καὶ πλησμονὴ ὕδατος καἱ πασῶν τροφῶν ὑπερβολὴ κεκαρωμένην καὶ νυστάζουσαν ταύτην ἀποτελεῖ. τοῖς Σοδομίταις οὐκ οἴνου καὶ διαφόρων βρωμάτων μετάληψις καταστροφῆς γέγονεν αἰτία, ἀλλ’ ἄρτου πλησμονὴ39 κατὰ τὸν προφήτην. ἡ γὰρ ἀσϑένεια τοῦ σώματος πρὸς τὴν καϑαρότητα τῆς καρδίας οὐκ ἀντίκειται, ὅταν παράσχωμεν τῷ σώματι ἅπερ ἡ ἀσϑένεια ἀπαιτεῖ, οὐχ ἅπερ ἡ ἡδονὴ ϑέλει. ἡ τῶν βρωμάτων χρῆσις, ὅσον πρὸς τὸ ὑπουργῆσαι τὰ πρὸς τὸ ζῆν, εἰ παραλαμβάνεται, οὐχ ὅσον δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιϑυμίας, οὐ κωλύεται. ἡ σύμμετρος καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις τῆς ὑγείας φροντίζει τοῦ σώματος, οὐ τὴν ἀγιωσύνην ἀφαιρεῖται. ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδομένος παρὰ τῶν πατέρων ἀκριβὴς οὗτός ἐστι, τὸ μεταλαμβάνοντα τροφῆς, ἔτι τῆς ὀρέξεως ἐγκειμένης, ταύτης ἀπέχεσϑαι καὶ μὴ ἀναμένειν τὸν κόρον. καὶ ὁ ἀπόστολος δὲ εἰπὼν «τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσϑε εἰς ἐπιϑυμίας»40, οὐ τὴν ἀναγκαίαν ζωῆς κυβέρνησιυ ἀπηγόρευσεν, ἀλλὰ τὴν φιλήδονον ἐπιμέλειαν ἀπηγόρευσεν. ἄλλως τε πρὸς καϑαρότητα τελείαν ψυχῆς μόνη ἡ ἀποχὴ τῶν βρωμάτων οὐκ ἰσχύει, εἰ μὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδράμωσι. τοιγαροῦν ἡ ταπείυωσις διὰ τῆς ὑπακοῆς τοῦ ἔργου καὶ τῆς τοῦ σώματος καταπονήσεως μεγάλα ἡμῖν συμβάλλεται. ἡ ἀποχὴ τῆς φιλαργυρίας, οὐ μόνον τοῦ ἔχειν χρήματα ἀλλὰ μηδὲ ἐπιϑυμεῖν κεκτῆσϑαι, πρὸς καϑαρότητα ψυχῆς ὁδηγεῖ. τῆς ὀργῆς ἡ ἀποχή, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερηφανίας ἐξαιρέτως ἐγκράτεια καὶ νηστεία κατορϑοῖ· ἀδύνατον γὰρ τὸν τὴν γαστέρα κεκορεσμένον πολεμῆσαι κατὰ διάνοιαν τῷ πνεύματι τῆς πορνείας. καὶ γάρ, καϑὼς λέγουσιν οἱ πατέρες καὶ ἡμεῖς ἀπὸ τῆς πείρας αὐτῆς ἐμάϑομεν, αἱ ἀκροτῆτες41 ἐκατέρων τῶν μερῶν ἐπίσης βλάπτουσι, καὶ ἡ τῆς νηστείας ὑπερβολὴ καὶ ἡ τῆς γαστρὸς χορτασία καὶ ἡ τῆς ἀγρυπνίας ἀμετρία καὶ ὁ τοῦ ὕπνου κόρος καὶ αἱ λοιπαὶ ὑπερβολαί. καὶ γὰρ ἔγνωμέν τινας διὰ γαστριμαργίας μὲν μὴ ἡττηϑέντας, διὰ δὲ ἀμέτρου νηστείας καταβληϑέντας καὶ πρὸς τὸ ἀυτὸ πάϑος τὸ τῆς γαστριμαργίας ὀλισϑήσαντας διὰ τὴν προσγινομένην ἐκ τῆς ἀμετρίας ἀσϑένειαν. κἀγὼ δὲ μεμνημαί ποτε τοιοῦτόν τι πεπονϑὼς καὶ ἐπὶ τοσοῦτον ἐγκρατευσάμενος, ὥστε με ἐπιλαϑέσϑαι τῆς ὀρέξεως τῆς τροφῆς, καὶ ἐπὶ δύο καὶ τρεῖς ἡμέρας μένοντα ἄσιτον καὶ μηδὲ ὅλως τροφῆς ἐπιϑυμοῦντα ἄλλοι ἐπὶ ταύτην διήγειραν. καὶ πάλιν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου οὕτως ὁ ὕπνος ἀπέστη ἀπ’ ἐμοῦ, ὡς ἐπὶ πλείστας νύκτας ἄυπνον διατελοῦντα ἱκετεύειν τὸν κύριον μικροῦ ὕπνου μεταλαβεῖν με. καὶ βαρύτερον ἐκινδύνευσα ἐπὶ τῇ ἀριετρίᾳ τῆς ἀσιτίας καὶ τῆς ἀγρυπνίας ἤπερ ἐπὶ τῇ γαστριμαργίᾳ καὶ καρώσει τοῦ ὕπνου. τοιγαροῦν πρῶτος ὑμῖν ἔστω ἀγὼν τὸ κρατεῖν γαστρὸς καὶ δουλαγωγεῖν τὸ σῶμα οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δί ἀγρυπνίας καὶ κόπου καὶ ἀναγνώσεως καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς Γεέννης καὶ εἰς τὸν πόϑον τῆς βασιλείας τῶν οὐρανῶν.

ς´. Περὶ τὸν πῶς δεῖ ἀποκρούεσϑαι τὸ πνεῦμα τῆς ἀκηδίας

Ἔστω δὲ ὑμῖν καὶ ἀγὼν διηνεκὴς κατὰ τοῦ πνεύματος τῆς ἀκηδίας, τοῦ συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης. δεινὸς οὗτος καὶ βαρύτατος δαίμων καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν, ὅστις ἕκτην ὥραν ἐμπίπτει τῷ μοναχῷ ἀτονίαν καὶ φρίκην αὐτῷ ἐμποιῶν καὶ μῖσος ἐργαζόμενος καὶ πρὸς ἀυτὸν τὸν τόπον καὶ πρὸς τοὺς συνδιατρίβοντας ἀδελφοὺς καὶ πρὸς πᾶσαν ἐργασίαν καὶ πρὸς αὐτὴν τῶν ϑείων Γραφῶν τὴν ἀνάγνωσιν, ὑποβάλλων αὐτῷ λογισμοῦς μεταβάσεως καὶ ὡς, εἰ μὴ μεταστήσει ἑαυτὸν πρὸς ἑτέρους τόπους, μάταιος αὐτῷ ἅπας ὁ χρόνος καὶ ὁ τόπος γενήσεται. πρὸς τούτοις πᾶσι καὶ πεῖναν ἐντίϑησι περὶ ὥραν ἕτην, ὅση οὐκ ἂν αὐτῷ συμβαίνῃ ἐκ τριημέρου νηστείας ἢ μακροτάτης ὁδοῦ ὒ βαρυτάτου κόπου. ἔπειτα λογισμοὺς αὐτῷ ἐπιβάλλει, ὡς οὐδενὶ ἄλλῳ τρόπῳ δυνήσεται τῆς νόσου ταύτης καὶ τοῦ βάρους ἀπαλλάττεσϑαι, εἰ μὴ διὰ τοῦ ἐξέρχεσϑαι συνεχῶς καὶ παραβάλλειν ἀδελφοῖς χάριν ὠφελείας δῆϑεν καὶ ἐπισκέψεως ἀσϑενούντων. ὅταν δὲ μὴ δυνηϑῇ ἐν τούτοις αὐτὸν ἀπατῆσαι, τὸ τηνικαῦτα ὕπνῳ βαρυτάτῳ καταβαπτίσας αὐτὸν σφοδρότερος γίνεται, οὐκ ἄλλως ἀνατρεπόμενος, εἰ μὴ διὰ προσευχῆς καὶ ἀποχῆς τῶν ἡδέων καὶ τῆς ἀργολογίας καὶ διὰ μελέτης τῶν ϑείων λογίων καὶ τῆς ἐν τοῖς πειρασμοῖς ὑπομονῆς. ἐὰν γὰρ μὴ τούτοις τοῖς ὅπλοις ἠσφαλισμένον αὐτὸν εὕρῃ, κατατοξεύσας τοῖς αὐτοῦ βέλεσιν ἄστατον αὐτὸν ἀποδείκνυσι καὶ ῥεμβὸν ἀποτελεῖ καὶ ῥᾴϑυμον καὶ ἀργὸν καὶ μοναστήρια πολλὰ περιέρχεσϑαι παρασκευάζει καὶ οὐδενὸς ἄλλου φροντίζειν ἢ τοῦ περισκοπεῖν, ποῦ ἄριστα42 καὶ πότοι γίνονται· οὐδὲν γὰρ ἄλλο ἡ διάνοια τοῦ ἀκηδιαστοῦ φαντάζεται ἢ τοὺς ἐκ τούτων μετεωρισμούς. καὶ λοιπὸν ἐκ τούτων καὶ εἰς κοσμικὰ πράγματα αὐτὸν ἐνδεσμεῖ καὶ κατ’ ὀλίγον δελεάζει ταύταις ταῖς ἐπιβλαβέσιν ἀσχολίαις, ἐφ’ ὅ ἂν τούτου τοῦ μοναδικοῦ ἐπαγγέλματος τελείως αὐτὸν ἐκβάλῃ. ταύτην τὴν νόσον βαρυτάτην οὗσαν ὁ ϑεῖος ἀπόστολος ἐπιστάμενος καὶ βουλόμενος ἐκ τῶν ἡμετέρων ψυχῶν πρόρριζον ἀνασπάσαι τὰς αἰτιας, ἀφ’ ὧν μάλιστα τίκτεται, δείκνυσι δι’ ὧν γράφων Θεσσαλονικεῦσι τάδε φησί· «Παραγγέλλομεν ἡμεῖς, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσϑαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν· αὐτοὶ γὰρ οἴδατε, πῶς δεῖ μιμεῖσϑαι ἡμάς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρὰ τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχϑῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, οὐχ ὄτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσϑαι ἡμᾶς· καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι, εἴ τις οὐ ϑέλει ἐργάζεσϑαι, μηδὲ ἐσϑιέτω. ἀκούομεν γὰρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως καὶ μηδὲ ἐργαζομένους· τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσϑίωσιν»43. ἀκούσωμεν, πῶς σοφῶς ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ ἀπόστολος· ἀτακτους γὰρ καλεῖ τοὺς μὴ ἐργαζομένους, ἑνὶ τούτῳ τῷ ῥήματι πολλὴν κακίαν ἐμφαίνων· ὁ γὰρ ἄτακτος καὶ ἀνευλαβὴς τυγχάνει καὶ προπετὴς περὶ λόγον καὶ εἰς λοιδορίαν πρόχειρος, καὶ λοιπὸν καὶ εἰς μοναστηρίου ὑποταγὴν ἀνεπιτήδειος καὶ τῆς ἀκηδίας δοῦλος. παραγγέλλει οὖν στέλλεσϑαι ἀπ’ αὐτοῦ, τουτέστιν ἀφορίζεσϑαι ὡς ἀπὸ λοιμικῆς νόσου. εἶτα τί φησι; «καὶ μὴ κατὰ τὴν παράδοσιυ, ἣν παρέλαβον παρ’ ἡμῶν, διὰ τῆς λέξεως ταύτης ἐμφαίνων ὑπερήφάνους ἀυτοὺς εἶναι καὶ καταφρονητὰς καὶ τῶν ἀποστολικῶν παραδόσεων καταλύτας. καὶ πάλιν «δωρεάν» φησιν, «οὐκ ἐφάγομεν ἄρτον παρὰ τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχϑῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα». ὁ διδάσκαλος τῶν ἐϑνῶν, ὁ κήρυξ τοῦ εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν κύριον προστεταχέναι τοὺς τὸ εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ εὐαγγελίου ζῆν44, ἐν κόπῳ καὶ μόχϑῳ νυκτὸς καὶ ημέρας ἐργάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. τί τοίνυν ἡμεῖς ποιήσομεν ἀκηδιῶντες ἀπὸ ἔργου καὶ τὴν σωματικὴν ἀνάπαυσιν διώκοντες, οἷς οὔτε κήρυγμα εὐαγγελίου ἐνεχειρίσϑη, οὔτε τῶν ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνον ψυχῆς ἡ φροντίς; εἷτα σαφέστερου δεικνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας ἐπιφέρει· «μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους». ἀπὸ ἀργίας περιεργία καὶ ἀπὸ περιεργίας ἀταξία καὶ ἀπὸ ἀταξίας πᾶσα κακία. κατασκευάζων δὲ πάλιν τὴν ϑεραπείαν αὐτοῖς ἐπιφέρει· «τοῖς δὲ τοιούτοις παραγγέλλομεν ἐν ἡσυχίᾳ ἐργαζομένοις τὸν ἑαυτῶν ἄρτον ἑσϑίειν». καὶ ἐπιπληκτικώτερον λέγει· «εἴ τις οὐ ϑέλει ἐργάζεσϑαι, μηδὲ ἑσϑιέτω». τούτοις τοῖς ἀποστολικοῖς διδάγμασιν οἱ κατὰ τὴν Αἴγυπτον ἅγιοι πατέρες πεπαιδευμένοι οὐδένα καιρὸν ἀργοὺς εἶναι τοὺς μοναχοὺς ἐπιτρέπουσι, καὶ μάλιστα τοὺς νεωτέρους, εἰδότες, ὡς διὰ τῆς ὑπομονῆς τοῦ ἔργου καὶ ἀκηδίαν ἀπελαύνουσι καὶ τὴν ἑαυτῶν τροφὴν προσπορίζουσι καὶ τοῖς δεομένοις βοηϑοῦσιν· οὐ μόνον γὰρ τῆς ἑαυτῶν χρείας ἐργάζονται ἕνεκεν, ἀλλὰ καὶ ξένοις καὶ πτωχοῖς καὶ τοῖς ἐν φυλακαῖς ἐκ τοῦ ἱδίου ἔργου ἐπιχορηγοῦσι, πιστεύοντες τὴν τοιαύτην εὐποιίαν ϑυσίαν ἀγίαν εὐπρόσδεκτον τῷ ϑεῷ γίνεσϑαι. καὶ τοῦτο δὲ λέγουσιν οἱ πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολλάκις πολεμεῖ καὶ ὑπ’ αὐτοῦ ϑλίβεται, ὁ δὲ ἀργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. καλὸν δὲ πρὸς τούτοις καὶ λόγων ἐπιμνησϑῆναι τοῦ ἀββᾶ Μωϋσέως, τοῦ δοκιμωτάτου ἐν τοῖς πατράσι, οὓς πρὸς τὸν μέγαν Κασιανὸν ἀπεφϑέγξατο. καϑεσϑεὶς γὰρ ὁ εἰρημένος ϑεῖος Κασιανὸς ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ καὶ ὀχληϑεὶς ὑπὸ ἀκηδίας παρέβαλε τῷ ἀγίῳ Μωϋσεῖ καὶ εἶπεν αὐτῷ, ὅτι «Χϑὲς δεινῶς ὀχληϑεὶς ὑπὸ ἀκηδίας καὶ ἐξασϑενήσας σφοδρῶς οὐ πρότερον ἀπηλλάγην αὐτῆς, εἰ μὴ παρέβαλλον τῷ ἀββᾷ Παύλῳ». ἀπεκρίϑη δὲ αὐτῷ ὁ ἀββᾶς Μωϋσῆς καὶ εἶπε· «Θάρσει· οὐ σεαυτὸν ἀπὸ ταύτης ἠλευϑέρωσας, ἀλλὰ μᾶλλον ἔκδοτον καὶ δοῦλον ἑαυτὸν ταύτῃ παρέδωκας. γίνωσκε τοίνυν, ὅτι βαρυτέρως ὡς λιποτάκτην καταπολεμήσει, εἰ μὴ τοῦ λοιποῦ δι’ ὑπομονῆς καὶ προσευχῆς καὶ τοῦ ἔργου τῶν χειρῶν ταύτην καταπαλαῖσαι σπουδάσεις». ταῦτα δὲ πάντα, ἀδελφοί μου ἠγαπημένοι, ἀναμιμνήσκω, ὅτι ὑπομονῆς χρεία πολλῆς· οὐ γὰρ ὁ ἀπαρξάμενος τοῦ καλοῦ μακἀριος, ἀλλ’ ὅστις ἕως τέλους ἐν τούτῳ διαμεμένηκεν· ὁ γὰρ ἐπὶ γῆς συρόμενος ὄφις τὴν ἡμετέραν ἀεὶ πτέρναν τηρεῖ45, τουτέστι τῇ ἡμετέρᾳ ἐξόδῳ ἐπιβουλεύει καὶ ἕως τέλους τῆς ζωῆς ἐπισκελίζειν46 ἡμᾶς ἐπιχειρεῖ, καὶ τούτου χάριν τὸ ἀπάρξασϑαι καλῶς οὐδὲν ὠφελήσει οὐδὲ ἡ ἐν ἀρχῇ τῆς ἀποταγῆς ϑερμότης, εἰ μὴ καὶ τὸ τέλος οὕτως γένηται. καὶ ἡ τοῦ Χριστοῦ δὲ ταπείνωσις, ἣν νῦν ἐπηγγείλασϑε ἐνώπιον αὐτοῦ, οὐκ ἄλλως βεβαιωϑήσεται, εἰ μὴ ἕως τέλους ταύτην ἐπιδείξετε. διό, ἵνα δυνηϑῆτε ταύτην τελείως κτήσασϑαι καὶ συντρῖψαι τὴν κεφαλὴν τοῦ δράκοντος, σπουδάζετε, ὅταν ἐπέρχωνται ὑμῖν λογισμοί, εὐϑέως τούτους ἐξαγγέλλειν τῷ ἰατρῷ τῶν ψυχῶν ὑμῶν, τῷ πατρὶ ὑμῶν· οὕτω γὰρ δημοσιεύοντες τὰς ἀρχὰς τῶν ὀλεϑρίων τοῦ δράκοντος λογισμῶν καὶ μὴ αἰσχυνόμενοι ἐκφαίνειν αὐτοὺς συντρίψετε τὴν τούτου κεφαλήν. διό δη, κατὰ τὴν Γραφήν, εἰ προσήλϑετε τοῦ δουλεύειν τῷ κυρίῳ, ἑτοιμάσατε τὰς καρδίας ὑμῶν μὴ πρὸς ἀμεριμνίαν, μὴ πρὸς ἀνέσεις καὶ τέρψεις, ἀλλὰ πρὸς πειρασμούς, πρὸς ϑλίψεις· «διὰ πολλῶν γὰρ ϑλίψεων δεῖ ἡμᾶς εἰσελϑεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ στενὴ καὶ τεϑλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ «ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν»47. προσέχετε τοίνυν τοῖς σπουδαίοις καὶ καλοῖς καὶ ἐκ παραδείγματος αὐτῶν κανονίζετε τὸν ἑαυτῶν βίον· μὴ προσέχετε τοῖς ῥᾳϑύμοις καὶ καταφρονηταῖς, κἂν πολλοὶ ὦσι· «πολλοὶ γάρ» φησι «κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί»48· καὶ μικρὸν τὸ ποίμνιον, ᾧ εὐδόκησεν ὁ πατὴρ δοῦναι τὴν βασιλείαν. μὴ μικρὸν εἶναι νομίσητε ἁμάρτημα τὸ ἐπαγγέλλεσϑαι τελειότητα καὶ τοῖς ἀμελεστέροις καὶ ῥᾳϑύμοις ἀκολουϑεῖν, ἀλλ’ ἵνα δυνηϑῆτε τῆς τελειότητος ἐπιβῆναι, ταύτῃ κέχρησϑε τῇ τάξει.

ζ´. Περί τῆς κατὰ πνεῦμα τελειότητος καὶ ὅπως δεῖ πρὸς ταύτην ἀνάγεσϑαι

Πρῶτος βαϑμὸς ἀρετῆς καὶ ἀρχὴ τῆς ἡμετέρας ἀσφαλείας καὶ σωτηρίας ὁ φόβος ἐστὶ τοῦ ϑεοῦ· διὰ τούτου γὰρ καὶ τῶν ἀμαρτημάτων κἀϑαρσις καὶ τῶν ἀρετῶν φυλακὴ καὶ ὁδὸς ἐπὶ τὴν τελείωσιν γίνεται· ὅταν γὰρ ὁ τοῦ ϑεοῦ φόβος εἰσέλϑῃ εἰς ψυχήν, καταφρονεῖν πάντων πείϑει τῶν τοῦ κόσμου πραγμάτων καὶ λήϑην τῶν κατὰ σάρκα συγγενῶν καὶ αὐτοῦ ὅλου τοῦ κόσμου ἐμποιεῖ. ἐκ δὲ τούτων ταπείνωσις τὸ κεφάλαιον καὶ πλήρωμα πάντων τῶν καλῶν κατορϑοῦται· καταφρονήσει γὰρ καὶ στερήσει πάντων τῶν τοῦ κόσμου πραγμάτων ἡ ταπείνωσις προσγίνεται· ἡ ταπείνωσις δὲ τοῖς τοιούτοις γνωρίσμασι δοκιμάζεται καὶ δείκνυται, εἰ νεκρωϑέντα τις ἐν ἑαυτῷ ἔχει τὰ ἴδια ϑελήματα· δεύτερον, εἰ μὴ τῶν οἰκείων πράξεων μόνον, ἀλλὰ καὶ ἐνϑυμήσεων μηδέν τις ἀπὸ τοῦ ἰδίου κρύπτει πατρός· τρίτον, εἰ μηδὲν τῇ ἰδίᾳ συνέσει ἀλλὰ πάντα τῇ τοῦ ίδίου πατρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἡδέως ἀκούων τῆς τούτου νουϑεσίας· τέταρτον, εἰ ἐν πᾶσιν ὁλοψύχως δουλεύει τοῖς τοῦ πατρὸς προστάγμασι· πέμπτον, εἰ μὴ μόνον αὐτὸς οὐ τολμᾷ ὑβρίσαι τινά, ἀλλὰ καὶ τὰς ὑπ’ ἄλλων ἐπαγομένας αὐτῷ ὕβρεις μετὰ χαρᾶς προσδέχοιτο· ἕκτον, εἰ μηδὲν ἐπιχειρήσει καινότερόν τι πρᾶξαι, ὅπερ οὐχ ὁ κοινὸς κανὼν ἐπιτρέπει οὐδὲ τῶν πατέρων αἱ παραδόσεις· ἕβδομον, εἰ πάσῃ εὐτελείᾳ ἀρκούμενος καὶ ἐπ’ αὐτοῖς τοῖς διδομένοις εὐχαριστῶν ἀνάξιον ἑαυτὸν ἡγεῖται καὶ τούτων· ὄγδοον, εἰ ἑαυτὸν κατώτερον καὶ μὴ ὑπερέχοντά τινος ἐξ ἀληϑινῆς καρδίας ἡγεῖται· ἔνατον, εἰ γλώσσης κρατεῖ καὶ μὴ ᾖ προπετὴς ἐν λόγοις καὶ ταχὺς ἐν φωνῇ· δέκατον, εἰ μὴ ἔστιν εὐχερὴς καὶ πρόχειρος ἐν γέλωτι.

η´. Περὶ ταπβινώσεως

Τούτοις γὰρ καὶ τοῖς ὁμοίοις τούτων σημείοις ἡ ταπείνωσις γνωρίζεται, ἥτις, ὅταν ἐν ἀληϑειᾳ κατορϑωιϑῇ, ταχέως πρὸς τὸ ὕψος, τῆς ἀγάπης ἀπάγει, ἐν ᾗ φόβος οὐκ ἔστι κολάσεως καὶ δι’ ἧς τὰ πάντα οὐκέτι μετ’ ἀνάγκης καὶ κόπου φυλάσσονται, ἀλλὰ πόϑῳ διαπύρῳ καὶ ἐπιϑυμίᾳ τοῦ καλοῦ· πρὸς ἥνπερ ἀρετὴν ἵνα ἰσχύσητε εὐχερεστερον φϑάσαι, ὑποδείγματα ὑμῖν πρὸς μίμησιν ἔστωσαν ὀλίγοι τῶν συμμενόντων καὶ εὐλάβειαν κεκτημένων ἀδελφῶν, μὴ οἱ πλείους καὶ ῥᾳϑυμότερον ζῶντες· καὶ γὰρ ἐκ τοῦ μιμεῖσϑαι καὶ ζηλοῦν τοὺς σπουδαίους μεγίστη ἀσφάλεια προσγίνεται τοίς βουλομένοις πρὸς τελειότητα φϑάσαι. εἰ τοίνυν ϑέλετε δυνηϑῆναι πᾶσι τούτοις ἐξακολουϑῆσαι καὶ ὑπὸ τοῦτον τὸν πνευματικὸν κανόνα τοῦ κοινοβίου ἄχρι τέλους διακαρτερῆσαι, ταῦτα, ἃ εἶπεν ὁ Δαυίδ, ἀναγκαῖα ὑμῖν πρὸς φυλακὴν ἔστωσαν· «ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ»49. καὶ μὴ μιμεῖσϑε τοὺς ἀπίστους καὶ ἀνηκόους καὶ προπετεῖς· καὶ ὑβριστὰς τῶν ἀδελφῶν, ἀλλ’ ὡς κωφοὶ καὶ μὴ ἀκούοντες τούτους παραπέμπεσϑε. ἐάν σοί τις ἐλέγχη ἢ ὀνείδη ἢ ὕβρεις ἐπιπέμπῃ, ἀκίνητος ἔσο ὡς πεφιμωμένος καὶ ἄλαλος, ἀεὶ τὸν στίχον τοῦτον τοῦ ψαλμοῦ ἐπιλέγων ἑαυτῷ· «Εἶπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐϑέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἀμαρτωλὸν ἐναντίον μου»50. ἔτι μὴν πρὸς τούτοις καὶ τοῦτο πρὸ πάντων μελετᾶτε διηνεκῶς καὶ φυλάσσετε, τὸ μωροὺς καὶ ἄφρονας, κατὰ τὸ τοῦ ἀποστόλου51 παράγγελμα, ἑαυτοῦς ποιῆσαι ἐν τούτῳ τῷ αἰῶνι, ἵνα γένησϑε σοφοὶ δηλονότι, μηδὲν διακρινόμενοι ἢ διστάζοντες ἐν οἷς ἂν προσταχϑῆτε ὑπὸ τοῦ πατρὸς ὑμῶν ποιῆσαι, ἀλλὰ μετὰ πάσης ἀπλότητος καὶ πίστεως τὴν ὑπακοὴν ποιεῖτε, ἐκεῖνο μόνον ἅγιον τῶν ἀγίων λογιζόμενοι καὶ σοφὸν καὶ συμφέρον πιστεύοντες, τὸ ὑπὸ τοῦ πατρὸς προσταχϑὲν ὑμῖν· τοιαύτῃ γὰρ διαϑέσει ἀσφαλισάμενοι τὰς ὑμῶν καρδίας δυνήσεσϑε ἕως τέλους ὑπομεῖναι τὸν· χρηστὸν ζυγὸν τῆς ὑποταγῆς καὶ οὐδὲν ὑμᾶς τῶν τοῦ διαβόλου πειρατηρίων καὶ τεχνασμάτων δυνήσεται σαλεῦσαι ἐκ τῆς ἐπιστήμης τοῦ κοινοβίου. καὶ τὴν ὑπομονὴν δὲ καὶ τὴν μακροϑυμίαν ὑμῶν μὴ ἐκ τῆς τῶν ἄλλων ἀρετῆς προσδοκᾶτε κατορϑοῦσϑαι, οἷον, ὅταν ὑπ’ οὐδενὸς παροξύνησϑε ἢ οὐκ ἐξουδενῆσϑε, ἢ οὐκ ἀτιμάζησϑε, ἐπείπερ οὐδὲ τῆς ὑμῶν ἀρετῆς δεῖγμα τοῦτο οὔτε ἐν τῇ ὑμῶν ἐξουσίᾳ κεῖται· ἀλλ’ ὅταν λοιδορῆσϑε ἢ ἀτιμάζησϑε ἢ ἐξουϑενῆσϑε, πράως φέρετε· τοῦτο γὰρ ἐν τῇ ὑμῶν προαιρέσει κεῖται. ἵνα τοίνυν ταῦτα πάντα, ἅπερ πλατύτερον εἴρηκα, συναϑροίσας τι σύντομον εἴπω πρὸς τὸ εὐκόλως τὴν ὑμῶν διάνοιαν τούτων μνημονεύειν, ἀκούετε πάλιν κατὰ τάξιν, πῶς δυνήσεσϑε ἐπιβαίνειν τῆς τελειότητος.

η´ (sic). Ἑτέρα κλῖμαξ πνενματικῆς ἀναβάσεως

Ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ἑστὶν ὁ φόβος τοῦ ϑεοῦ. ἐκ τούτου γεννᾶται ἀγαϑὴ ὑπακοή. ἐκ ταύτης τῆς ὑπακοῆς τίκτεται ἡ ὑποταγὴ καὶ ἡ καταφρόνησις πάντων τῶν τοῦ κόσμου πραγμάτων, ἐκ ταύτης δὲ ἡ ταπείνωσις, ἐκ δὲ τῆς ταπεινώσεως γεννᾶται τῶν οἰκείων ϑελημάτων ἡ νέκρωσις, ἐκ δὲ τῆς νεκρώσεως τῶν ϑελημάτων αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται, ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δὲ ἀποβολῇ τούτων αἱ ἀρεταὶ καρπὸν ποιοῦσι καὶ αὐξάνονται, τῇ δὲ αὐξήσει τῶν ἀρετῶν ἡ καϑαρότης τῆς καρδίας, ἤγουν ἡ ἀποστολικὴ τελειότης, προσγίνεται. πλὴν ἀλλ’ εἰ τὰ ῥήματα ταῦτα ἐμπράκτως φαλάττοιτο ταῖς τῶν ἀκουόντων ψυχαῖς καὶ τὴν τοῦ ὄρους τούτου κατοίκησιν καὶ μονίαν μετὰ χαρᾶς ὑπομείνοιτε, ϑαρρῶν ἀποφαίνομαι τῇ τε πρεσβείᾳ τοῦ μεγαλοκήρυκος τῆς ἀλήϑειας καὶ βαπτιστοῦ καὶ ταῖς πρεσβείαις τῆς ὑπεραμώμου παρϑένου ϑεοτόκου καὶ ϑεομήτορος, ὡς εὔοδα ταῦτὰ καὶ ἀναγωγὰ γενήσεται πάσῃ τῇ ἀδελφότητι εἰς αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν. ἀλλ’, ὦ ϑεὲ καὶ κύριε τοῦ παντὸς καὶ ὦ πανύμνητε μῆτερ τοῦ κυρίου καὶ ϑεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ὦ πρόδρομε καὶ βαπτιστὰ Χριστοῦ τοῦ ἀληϑινοῦ ϑεοῦ ἡμῶν, γένοιτο ταῦτα ἐνεργά τε καὶ ἔμπρακτα ἡμῖν τε καὶ τοῖς μεϑ’ ἡμᾶς ἄχρι τέλους τοῦ παρόντος αἰῶνος ταῖς τιμίαις εὐχαῖς τοῦ ὑμετέρου ϑεράποντος, ἡμῶν δὲ ἁγίου πατρός. προσεκτέον τοιγαροῦν ἤδη τοῖς λεγομένοις, ἐπεὶ ἄρξασϑαι βούλομαι ὅϑεν ἄμεινον, ἄμεινον δὲ ἀπὸ τῆς τὸ φῶς ὑφαπλούσης ὥρας, ἥτις ἡ πρώτη τῆς ἡμέρας ἐστίν· δεῖν δὲ οἶμαι πάντως τοὺς περίεργον φωτὸς τὴν ἐξήγησιν ποιησομένους ἀκολούϑως ἀπὸ φωτὸς ἄρξασϑαι.

ϑ´. Περὶ τῆς κατὰ τὴν ψαλμῳδίαν εὐταξίας καὶ περὶ γονυκλισιῶν

Χρὴ τοίνυν μετὰ τὴν ὀρϑρινὴν δοξολογίαν συνημμένως ψάλλεσϑαι ὑφ’ ἡμῶν τὴν πρώτην ὥραν ὡς σύνηϑες, ἐπιλέγεσϑαί τε μετὰ τὸ τέλος αὐτῆς τὴν εὐχὴν ταῦτα ἐχόμενα· «Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ»52 καὶ τὰ ἐξῆς. μετὰ δὲ τὴν εὐχὴν γίνεσϑαι τὰς εἰϑισμένας γονυκλισίας ἀπὸ ψιλοῦ τοῦ ἐδάφους τοῖς δυναμένοις, τοῖς δὲ ἀσϑενοῦσι μικρά τινα εὖναι ὑποστηρίγμάτα. τούτων τὰς μὲν τρεῖς σχολαιότερον τελεῖσϑαι κατὰ τοσοῦτον, καϑόσον ἄρα ἱσταμένων ἡμῶν τρὶς τὸ «Ὁ ϑεὸς ἱλάσϑητί μοι τῷ ἀμαρτωλῷ» λέγειν ἐν ἑαυτοῖς ἐκτεταμένας ἔχουσι τὰς χεῖρας, κλίνουσι δὲ τὰ γόνατα καὶ τὰς κεφαλὰς ἕως γῆς τὸ «Ἥμαρτόν σοι, Κύριε· συγχώρησόν μοι» ἐκ τρίτου ὁμοίως. τὰς δέ γε λοιπὰς δώδεκα σπουδαιότερον, ὡς ἐφάπαξ ἐκαστῃ γονυκλισίᾳ καὶ στάσει τὰ εἰρημένα προφέρειν ἱκετικὰ λόγια, ἐν ἰσότητι γοῦν καὶ τῇ προσηκούσῃ εὐταξίᾳ καὶ μὴ τῶν μὲν προηγουμένων, τῶν δὲ ὑστεριζόντων, ἀλλ’ ὁδηγῷ πάντων χρωμένων τῷ ἐκκλησιάρχῃ ἢ τῷ τὴν ἐφημερίαν ἔχοντι ἱερεῖ, πλησίον τῶν ἱερῶν ἱσταμένῳ κιγκλίδων καὶ τὴν τάξιν ὑποδεικνύοντι· ταῦτα δὲ μὴ τοῦ «Θεὸς κύριος» ἐν τῷ ὄρϑρῳ ψαλλομένου· εἰ δὲ τοῦτο, σχολαστέον τὸ ταύτας ἐν τῷ ναῷ ἐκτελεῖν, τὰ δὲ βαϑέα προσκυνήματα ποιητέον ἐν τῷ καϑ’ ἑαυτούς, ὡς εἴρηται, τρισσῶς ἕκαστον αὐτῶν τὰ προλεχϑέντα ἱκετήρια φάσκειν. μετὰ τοίνυν ταύτας τὰς γονυκλισίας ἢ τὰ προσκυνήματα συνημμένως ψάλλειν τὸ μεσώριον τῆς πρώτης ὥρας, τίϑεσϑαί τε αὐτίκα καὶ τὴν ἀπὸ τῶν πατρικῶν λόγων μικρὰν κατήχησιν, τὴν παρὰ τοῦ προεστῶτος ἀναγινωσκομένην, καϑὸς παρὰ τοῦ παμμάκαρος πατρὸς ἡμῶν παρελάβομεν· ἥν, εἰ μὴ ἐκ τοῦ συναξαρίου κωλύοιτο, οὐ χρὴ καταλιμπάνειν ποτέ· ἐπὶ δὲ τούτοῖς τὸ τετυπωμένον ἡμῶν τρισάγιον τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ κτήτορος μετὰ τὴν ἀνάγνωσίν γίνεσϑαι. τὰς μέντοι πάσας εὐχὰς χερσὶ λέγειν ἀνατεταμέναις κατὰ τὸ «Ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον»53, καὶ τὸ «Ἔπαρσις τῶν χειρῶν μου ϑυσία ἑσπερινή»54, καὶ τὸ «Ἐν παντὶ τόπῳ»55, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. τελειωϑείσης δὲ τῆς εἰρημένης εὐχῆς καὶ τοῦ ἱερέως τὴν ἐξ ἔϑους ἐπειπόντος, αὐτίκα πίπτειν ἐπὶ πρόσωπον πάντας καὶ τοῦ προεστῶτος ἀκούειν οὕτω πως εὐχὴν αἰτοῦντος ὑμᾶς «Εὔξασϑε ὑπέρ ἐμοῦ ἐν κυρίῳ, ἀδελφοί, ἵνα ῥυσϑῶ ἐκ τῶν παϑῶν καὶ τῶν σκανδάλων τοῦ πονηροῦ», καὶ ὑμᾶς ἀποκρίνασϑαι «Ὁ ϑεὸς σώσαι σε, τίμιε πάτερ· εὖξαι καὶ σὺ ὑπέρ ἡμῶν, πάτερ ἅγιε, ἵνα ῥυσϑῶμεν ἐκ τῶν παϑῶν καὶ τῶν σκανδάλων τοῦ πονηροῦ». εἶτ’ αὖϑις τὸν καϑηγούμενον ἐπευχόμενον λέγειν «Ὁ ϑεὸς δι’ εὐχῶν τῶν πατέρων ἡμῶν σώσαι πάντας ἡμᾶς», καὶ οὕτως ἀνισταμένους ἐν τοῖς κελλίοις ἡμῶν ἀπιέναι, πάσης ἀφιεμένους συνελεύσεῶς τε καὶ ματαίας ἀπασχολίας, ἀργολογίας τε καὶ γέλωτος ἀτάκτου· ἀφ’ ὦν τί συμβαίνει; τὸ εἰς αἰσχρολογίας δηλονότι παρεκπεσεῖν καὶ λοιδορίας καὶ κατακρίσεις, ὡς ἐνταῦϑα τὸν νοῦν χαυνωϑέντας λήϑην τε λαμβάνειν τῶν ὄντως καλῶν καὶ νωϑεῖς καὶ ῥᾳϑύμους πρὸς τὰς ἑαυτῶν ἀπαντήσαντας κέλλας τῷ τῆς ἀκηδίας ὕπνῳ εὐϑέως καταβυϑίζεσϑαι καὶ σχεδὸν πᾶσαν τὴν ἡμέραν ἀργοὺς καὶ ἀμετόχους τῆς οἱασοῦν ὠφελείας ἑσάπαν ἀποκαϑίστασϑαι, καϑώς φησι καὶ ὁ μέγας Βασίλειος· «Τὸ τοίνυν ἐκπεσεῖν τῆς ἀρμοζούσης αὐτὸν καταστάσεως εὔκολον, τῆς ψυχῆς πρὸς γέλωτα χεομενης, καὶ διαλυϑῆναι τὴν τοῦ καλοῦ μέριμναν καὶ εἰς αἰσχρολογίας ἐκπεσεῖν εὐκολώτερον». ὅ μὴ εἴη τοῖς ἐμοῖς πατράσι καὶ ἀδελφοῖς, ἀλλ’ ἀπίοι πρὸς τὴν ἑαυτοῦ κέλλαν ἕκαστος νηφάλεός56 τε ὁμοῦ καὶ γρηγορώτατος καὶ τὰ τῷ ϑεῷ φίλα διαπραττόμενος πάντοτε. εἰ δέ τινες ἴσως εὑρίσκοιντο τῷ τοιούτῳ ἀλώσιμοι, κἂν νέοι εἶεν, κἂν γέροντες, κἂν προωδευκότες ἐν τῷ σχήματι, κἂν ἀρχάριοι, ἀγάπης νόμοις νουϑετείσϑωσαν παρὰ τοῦ ἐπιστημονάρχου· οἱ δὲ μὴ διορϑούμενοι καὶ ἐπιτιμάσϑωσαν· οὐ γὰρ τοὺς ἀρχαρίους ἀμελῶς ἔχοντας ἐπιτιμᾶσϑαι ἀρμόδιον, ἀλλὰ δὴ καὶ τοὺς πολλοὺς μὲν ἀνύσαντας χρόνους ἐν τῷ σχήματι, ἀμελῶς δὲ καὶ ῥᾳϑύμως διάγοντας, καϑά που περὶ τούτου φησὶν ὁ τῆς Κλίμακος ὑποφήτης. ἀπιόντας δὲ ἐν τοῖς κελλίοις ὑμῶν ἐκτελεῖν ἀκολουϑίαν ἀπὸ τοῦ Ψαλτῆρος μετὰ καὶ γονυκλισιῶν κατὰ τὴν δοϑεῖσαν ἑνὶ ἑκάστῳ παρὰ τοῦ προεστῶτος διάταξιν, εἴπερ οἱ τοιοῦτοι διακονίας βαρείας οὐ κέκτηνται. τὴν δέ γε τρίτην ὥραν καὶ ἕκτην καὶ ἐνάτην κοινῶς ὀφείλετε ψάλλειν ἐν τῇ ἐκκλησίᾳ μετὰ τῶν μεσωρίων αὐτῶν, κρουομένου τοῦ σήμαντρου κατὰ τὸ ἔϑος· τὰς γὰρ τοι γονυκλισίας ἐν τῷ ναῷ παραφυλακτέον μόνῳ, ὅτε δὴ τὸ «Θεὸς κύριος» ψάλλεται, ἐπὶ τοίνυν τοῖς κελλίοις ὑμῶν ἀεὶ τὸ γόνυ κλιτέον εὐχόμενους.

ι´. Περὶ τοῦ μὴ χρῆναι γόνυ κλίνειν ἐν τῷ Δωδεκαημέρῳ ἢ ἐν τῇ Πεντηκοστῇ

Φυλαξόμεϑα δὲ τοῦτο κἀν τοῖς κελλίοις, ὅταν ἀγρυπνία ᾖ διὰ τὸν ἐκείνης κόπον, πρὸς δὲ κατὰ τὸ Δωδεκαήμερον καὶ τὴν Πεντηκοστὴν πᾶσαν· φησὶ γὰρ ὁ μέγας Ἀϑανάσιος οὐτως· «Μή τίς σε πλανήσῃ ἐν Κυριακῇ νηστεύειν ὅλως τὸ παράπαν, μήτε γονυπετεῖν ἐν Κυριακῇ, μήτε ἐν τῇ Πεντηκοστῇ· οὐ γὰρ ἐστι ϑεσμὸς ἐκκλησίας»57. καὶ πάλιν γέγραπται· «καὶ μετὰ τὴν Πεντηκοστὴν ἑορτάζομεν καὶ ἑτέραν μίαν ἑβδομάδα». ἔστι δὲ καὶ κανὼν εἰκοστὸς τῆς ἐν Νικαίᾳ συνόδου λέγων οὑτωσί· «Ἐπειδὴ δέ τινές εἰσιν ἐν τῇ Κυριακῇ γόνυ κλίνοντες καὶ ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, ὑπέρ τοῦ πάντα ἐν πάσῃ παροικίᾳ ὁμοίως παραφυλάττεσϑαι ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ ϑεῷ»58. ὁ δὲ γε ἐνενηκοστός κανὼν τῆς ἕκτης συνόδου οὑτωσὶ δίαλαμβάνει· «Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν ϑεοφόρων ἡμῶν πατέρων κανονικῶς παρελάβομεν, τὴν τοῦ Χρίστοῦ τιμώντων ἀνάστασιν. ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς ἐπὶ τούτῳ παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καϑιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ Σαββάτῳ ἑσπερινὴν τῶν ἱερωμένων πρὸς τὸ ϑυσιαστήριον εἴσοδον κατὰ τὸ κρατοῦν ἔϑος μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατὰ τὴν Κυριακὴν ἑσπέρας, καϑ’ ἣν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖϑις τὰ γόνατα κἀμπτοντες οὕτω τὰς εὐχὰς κυρίῳ προσάγομεν· τῆς γὰρ τοῦ σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ Σάββατον νύκτα παραλαμβάνοντες τῶν ὕμνων ἐντεῦϑεν πνευματικῶς ἀπαρχόμεϑα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦϑεν νυκτὶ καὶ ἡμέρᾳ πανηγυρίζειν ἡμᾶς τὴν ἀνάστασιν». τοίνυν προσέχετε, ἀδελφοί μου, τῇ τοῦ κανόνος τούτου ἀκριβείᾳ καὶ ὥσπερ ἐν τῇ Πεντηκοστῇ καὶ τῇ Ἁγίᾳ Κυριακῇ καὶ τῷ Δωδεκαημέρῳ καὶ ταῖς λοιπαῖς ἑορτασίμοις ἡμέραις τὴν ἀνάπαυσιν τῶν γονυκλισιῶν ἔχετε ἀπὸ τῶν ἀγίων κανόνων, οὕτως ἐκ τοῦ κανόνος τούτου μάϑετε ἀκριβῶς πάλιν μὴ καταλιμπάνειν ταύτας ποτὲ ἄνευ αἰτίας εὐλόγου, ἵνα μὴ κατακριϑῆτε. τὰ μὲν οὖν περὶ τῆς πρώτης καὶ τρίτης καὶ ἕκτης καὶ ἐνάτης ὥρας ἐν ταῖς ἀπολελυμέναις ἡμέραις τοῦ ἐνιαυτοῦ ὧδέ πως ἐχέτω.

ια´. Περὶ τῆς ἀγίας μεταλήψεως

Ῥητέον δὲ ἄρα καὶ περὶ τῆς ϑείας μυσταγωγίας, ἥτις χρεωστικῶς ὀφείλει καϑ’ ἑκάστην τελεῖσϑαι ἐν τῷ ναῷ· πλὴν ἀλλ’ ἐν αὐτῇ προσεκτέον ὑμῖν ἑαυτοῖς ἀσφαλῶς, ἀδελφοί, ὅτι τε ϑεῖα τὰ ἐν αὐτῇ τελούμενα καὶ φρικώδη καὶ ὅτι ταύτῃ μᾶλλον τῶν ἄλλων τὸ φρικτὸν καὶ ὑπέρμεγα τῆς ἐνδόξου καὶ ϑείας ἡμῶν πίστεως τελεσιουργεῖται μυστήριον, ἡ ϑειοτάτη φημί καὶ ὑπέρτιμος ἱερούργησις τοῦ παναχράντου σώματός τε καὶ αἵματος τοῦ κυρίου καὶ ϑεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐν αὐτῇ γοῦν, ὡς εἴρηται, προσεκτέον ἑαυτοἴς ἀκριβῶς, ἀδελφοί, καὶ πάντα λογισμὸν ζιζανιώδη καὶ ἀκάϑαρτον καὶ ἀνάξιον τῆς φρικτῆς ἐκείνης τελεσιουργίας ἀφ’ ὑμῶν ἐκδιωκτέον καὶ παντί τρόπῳ ἑαυτοὺς καϑαρτέον, οὕτω τε τῶν ϑείων ἁγιασμάτων μεταληπτέον τοῖς ὅσοις ἄρα καὶ μεταλαμβάνειν παρὰ τοῦ προεστῶτος ·συγκεχώρηται· οὐδὲ γὰρ ἔξεστί τινι ὑμῶν ἀδεῶς οὕτως καὶ ἀκρίτως καϑ’ ἐκάστην μεταλαμβάνειν. ἐβουλόμεϑα μὲν δὴ τοῦτο· τὸ γὰρ πολλαχῶς τῶν ϑείων μετέχειν ἁγιασμάτων πολλάχῶς ἐστι μετέχειν καὶ τῆς ζωῆς, καϑῶς φησι καὶ αὐτὸς ὁ Χριστός· «ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἶμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ»59. καὶ πάλιν· «ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἶμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»60· καὶ ὁ ϑεῖος ἀπόστολος· «ὁ προσκολλώμενος τῷ κυρίῳ ἓν σῶμά ἐστιν»61. ὥσπερ καὶ τὸ ἐναντίον· «οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται»62, Δαυὶδ φησὶν ὁ πραότατος· – ἐβουλόμεϑα μὲν οὖν, ὡς εἴρηται, τοῦτο, ἀλλὰ διὰ τὴν ἀνϑρωπίνην ἀσϑένειαν καὶ τὸ τοῦ πράγματος δυσχερὲς οὐκ ἐπιτρέπομεν· «ὁ γὰρ ἀναξίως ἐσϑίων καὶ πίνων τὸ σῶμα καὶ τὸ αἶμα τοῦ κυρίου ἔνοχός ἐστι τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἴματος», φησὶν ὁ ϑεῖος πνευματορρήτωρ καὶ πρῶτος τῶν ἀποστόλων Παῦλος63. φοβερόν, ἀδελφοί μου, τὸ ῥῆμα καὶ τρέμειν τὴν μετάληψιν οὐ μόνον τοὺς κατ’ ἐμὲ ἁμαρτωλούς, ἀλλὰ καὶ τοὺς λίαν ἑαυτοῖς ϑαρροῦντας πείϑει. ἐκείνους τοίγαροῦν μόνους τρὶς τῆς ἑβδομάδος μεταληπτέον, ὅσοι περ ἑαυτοὺς ἴσασι καϑαρεύοντας τῶν αἰσχρῶν λογισμῶν καὶ τῆς τούτων συγκαταϑέσεως, ὀργῆς τε μὴν καὶ γογγυσμοῦ64, λύπης τε καὶ καταλαλιᾶς, ψεύδους καὶ γέλωτος ἀτάκτου, ἔτι τε μνησικακίας καὶ ϑυμοῦ, αἰσχρολογίας τε καὶ τῶν ὁμοίων. τοὺς δέ γε τοῖς εἰρημένοις περιπίπτοντας πάϑεσι, δι’ ἐξαγορεύσεως δὲ καὶ μέτανοίας πρὸς τὴν τούτων σπεύδοντας ἀποχὴν ἅπαξ τῆς ἑβδομάδος μεταληπτέον ἢ οὐδ’ ὅλως, κατὰ τὴν τοῦ προεστῶτος δηλονότι διάκρισιν· ἐχείνῳ γὰρ φροντιστέον περὶ τῶν τοιούτων· ἀκοινώνητον δέ τινα ἑαυτὸν ἡγεῖσϑαι ἄνευ τῆς ἐκείνου εἰδήσεως οὐκ ἐπαινετὸν· ὁ γὰρ οὕτω ποιῶν ὡς ἴδιον ἐκπληρῶν ϑέλημα κατακριϑήσεται. τοὺς μέντοι μεταλαμβάνειν ὀφείλοντας ἐνδεχόμενόν ἐστι τὴν τετυπωμένην ἐν τῇ ἀγίᾳ μεταλήψει ψάλλειν ἀκολουϑίαν, κοινήν τε κοινῶς γονυκλισίαν ἀλλήλοις ποιοῦντας διδόναι συγχώρησιν καὶ οὕτω τῶν ζωοποιῶν εὐχαρίστως μεταλαμβάνειν ἁγιασμάτων·οὕτω δὴ οὕτω καὶ ταῦτα ἐχόντων.

ιβ´. Περὶ τῆς ἀκολουϑίας τῆς ἐνάτης ὤρας καὶ τοῦ ἑσπερινοῦ ὕμνου καὶ τῶν ἀποδειπνίων

Τὴν δὲ ἐνάτην κατὰ τὰς προλοβούσας ὥρας ψάλλεσϑαι χρή· καὶ τὸν ἑσπερινὸν δὲ ὕμνον ἡ τοῦ συναξαρίου διάταξις ὅπως ὀφείλει γίνεσϑαι ἀριδήλως παρίστησιν, αὐτήν τε τὴν παννυχίδα καὶ καϑεξῆς συνημμέγως, ὡς καὶ τὰ ἀπόδειπνα μετὰ τὸ δεῖπνον, ἐν οἷς καὶ γονυκλιτέον κατὰ τὸν τύπον, ὁπότε μὴ ἑορταστέον. ἑορτὴν δὲ λέγομεν Τρίτην καὶ Πέμπτην ἡμέραν, ἐν αἷς καὶ «Θεὸς κύριος» κατὰ τὸν ὄρϑρον ψάλλειν ὀφείλομεν, τοῦ Ἀλληλούια ψαλλόμενου, ἤγουν ἐναλλασσομενης τῆς Δευτέρας καὶ τῆς Τετράδος καὶ τῆς Παρασκευῆς. καὶ τοῦ ἀποδείπνου δὲ ψαλέντος, τοῦ τε ἱερέως τὴν συνήϑη ἐπειπόντος εὐχήν, πίπτειν ὑμᾶς ἐπὶ γόνυ χρή, καϑάπερ ἐν τῷ τέλει τῆς πρώτης ὕρας, καὶ τῷ προεστῶτι τὸ οὖς ὑποκλίνειν καλὸν λέγοντι «Συγχωρήσατέ μοι ἐν κυρίῳ, ἀδελφοί· ἥμαρτον γὰρ καὶ ἔργῳ καὶ λόγῳ καὶ κατὰ διάνοιαν», καὶ ὑμᾶς διδόναι αὐτῷ τὴν συγχώρησιν λέγοντας· «Ὁ ϑεὸς συγχωρήσει σοι, πάτερ"· ἀλλὰ καὶ ἐξαιτεῖν αὐτίκα ταύτην παρ’ ἐκείνου προστιϑέντας· «Συγχώρησαν καὶ ἡμῖν αὐτός, τίμιε πάτερ· ἡμάρτομεν γὰρ καὶ ἔργῳ καὶ λόγῳ καὶ κατὰ διάνοιαν». εἶτ’ αὖϑις ἐπεύχεσϑαί τε ἡμῖν ἐκεῖνον καὶ λέγειν· «Ὁ ϑεὸς δι’ εὐχῶν τῶν ἀγίων πάτερων συγχωρήσει πᾶσιν ἡμῖν». οὕτω τε ἀνισταμένους καὶ τὴν προσήκουσαν προςκύνησιν αὐτῷ ἀπονέμοντας ἐν τοῖς κελλίοις ἀπιέναι τὴν νυκτερινὴν ὑμῶν ἀκολουϑίαν κατὰ τὸν τύπον ἐκτελοῦντας καὶ οὕτως ὅλους εὐχαριστίας γινομένους καὶ εὐφροσύνης πνευματικῆς ἐφ’ ὕπνον τρέπεσϑαι, ἄχρις ἂν ὁ τοῦ ὡρολογίου φροντίζων τὴν ἁρμόζουσαν ἐκεῖϑεν ὥραν μαϑών, τῷ προεστῶτι65 καὶ τὴν προσήκουσαν ἐξ ἐκείνου λαβὼν εὐχήν, εἶτα καὶ γεγωνοτέρᾳ φωνῇ τὸ «Εὐλογεῖτε, ἅγιοι», εὐρύϑμως κεκραγώς66, κρούσας τε τηνκαῦτα κατὰ τὸ ἔϑος τὸ σήμαντρον καὶ φῶτα πᾶσι διδοὺς ἐξεγερεῖ πρὸς λειτουργίαν ὑμᾶς, τῆς μεσονύκτου ἀκολουϑίας ἐν τοῖς κελλίοις ὑμῶν ψαλλομενης (ἔστι δὲ τὰ τρία καϑίσματα, τὸ ἔνατον, τὸ ἑξκαιδἔκατον καὶ τὸ ὀκτωκαιδέκατον), ἣν δὴ καὶ αὐτὸς ψαλεῖται πάντως, ποιῶν καὶ τὴν ὀφειλομένην τοῦ ναοῦ φωταψίαν.

ιγ´. Περὶ τῆς ἀκολουϑίας τοῦ ὄρϑρου

Καί οὕτω τὸ μέγα σήμαντρον διασημάνας, πρὸς δὲ καὶ τὸ χαλκοῦν, καλέσει πάντας ὑμᾶς πρὸς τὴν ἑωϑινὴν δοξολογίαν, ἧσπερ τὴν ἔναρξιν οὕτω δέον ποιεῖν. μετὰ γὰρ τοι τὴν τοῦ Ἀμώμου ἐκπλήρωσιν ἔξωϑεν εἰς τὸν νάρϑηκα τοῦ ναοῦ γίνεσϑαι τὴν ἀπόλυσιν παρὰ τοῦ τὴν ἐφημερίαν ἔχοντος ἱερέως εἰκός, εἶϑ’ οὕτως, εἰσερχομένων ἡμῶν ἔσωϑεν τοῦ ναοῦ, ψάλλειν τρισάγιον εὐϑέως μετὰ καὶ τῶν συνήϑων τροπαρίων, τὸ «Ἐπακοῦσαί σου Κύριος» καὶ τὸ «Κύριε ἐλέησον», προσέχονχοντας ἐξισοῦν ἐφ’ ὅσον τε εἰκός, τούτων ψαλλομένων, ἀυτόν τε τὸν ἱερέα περιιέναι τὸν ϑεῖον ναὸν ἅπαντα καὶ πάντας ϑυμιᾶν, καὶ τηνικαῦτα τῶν ἁγίων ἐπίπροσϑεν στάντα κιγκλίδων καὶ τὸν τύπον αὖϑις τοῦ τιμίου σταυροῦ τῷ ϑυμιατηρίῳ σφραγίσαντα ἅμα τῇ σφραγῖδι δόξαν ἀναπέμπειν τῇ παναγίᾳ τριάδι, οὑτωσὶ λέρντα εἰς ἐπήκοον· «Δόξα τῇ ἀγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ τριάδι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». ἀφ’ οὗ τὸ Ἀμὴν ἐκδεχόμενον τὸν ἐκκλησιάρχην τοῦ ἐξαψάλμου εὐϑὺς ἀπάρχεσϑαι σχολαίως τε καὶ ἡσύχως καὶ προσεκτικῶς, μικρὸν ἄγαν ὑποφωνοῦντα τὰ ῥήματα τῶν ψαλμῶν, ἵν’ ἐντεῦϑεν ἔχοιεν ἅπαντες ἀπροσκόπως καὶ ἀπλανῶς αὐτὰ διεξέρχεσϑαι καὶ οὕτω μετὰ τὴν τοῦ ἑξαψάλμου συμπλήρωσιν ἀκολούϑως πᾶσαν ἐχτελεῖσϑαι ἀκολουϑίαν τοῦ ὄρϑρου, καϑὸς τὸ συναξάριον διέξεισιν. οὕτω μὲν οὖν ἡ περὶ τῆς ἡμερονύκτου ἀκολουϑίας ἡμῶν ὑποτύπωσις· λεκτέον δὲ ὑμῖν καὶ περὶ τῆς ψυχοσώστου ἐξαγορεύσεως, ὁ δὲ περὶ τῆς τραπέζης λόγος τέως ἀναμεινάτω.

ιδ´. Περὶ τῆς ἐξαγορεύσεως

Χρὴ τοίνυν τὸν προεστῶτα δίς τῆς ἡμέρας ἐν ἰδιάζοντι καϑῆσϑαι τόπῳ καὶ παντὸς οὑτινοσοῦν ἀφέμενον ἑτέρου ἔργου καὶ πάσης οἰκονομικῆς ὀχλήσεώς τε καὶ διατάξεως φροντίδα ποιεῖσϑαι ἐμμελεστάτην ἀκροᾱσϑαι τῶν βουλομένων ἐξομολογεῖσϑαι καὶ ἐκάστῳ ἁρμοδίαν τὴν ἰατρείαν ἐπιτιϑέναι· εἶναι δὲ τὸν ἕνα καιρὸν ἐπιτρέπομεν μετὰ τὸ ἄρξασϑαι τῆς ὀρϑρινῆς δευτέρας ἀναγνώσεως, ἐν ᾧ τοὺς διηνεκῶς διάγοντας ἐν τῇ μονῇ καὶ μὴ τισι διακονίαις ἀπασχολουμένους ϑεραπεύσοι, μετὰ δὲ τὰ ἀπόδειπνα τοὺς ἔξω τε καὶ ἔσω διακονητὰς ἰατρεύσοι πάντας. ἐφείσϑω δὲ τούτῳ, μὴ ἀδειάζοντι ἴσως, ἐπεὶ καὶ ἡ ἀδελφότης πεπλήϑυνται, προτρέπειν καὶ οἶς ἂν βούλοιτο τῶν ἱερέων καὶ διακόνων, ἔτι δὲ καὶ τισι τῶν εὐλαβεστέρων ἀδελφῶν, τῶν πλειόνων τε καὶ ἀγροικοτέρων τοὺς ἰδίους λογισμοὺς δέχεσϑαι, λογισμοὺς δὲ τοὺς ὁσημέραι καὶ ὧραι παρενοχλοῦντας, οὓς δεῖ πάντως τῶν εὐδιαλύτων ὄντας καὶ μὴ τὴν ὄχλησιν στερροτέραν πεποιημένους καὶ ἀφιέναι τούτοις καὶ συγχωρεῖν· τοὺς δὲ γε ἰατρείας τινὸς δεομένους καὶ ἐπιμελείας πρὸς τὸν προεστῶτα τοὺς δεχομένους ἀναφέρειν, κἀκεῖνος κατάλληλον τὴν ϑεραπείαν ἐργάσαιτο. οἱ τοίνυν ἐξομολογούμενοι οὐδὲν ἀποκρύψουσιν ἐνδοιάζοντες ἴσως, εἰ τοὺς σφῶν λογισμοὺς ἐπιμελείας δεομένους εἰδεῖεν, ἀλλὰ πάντα καϑαρῶς πρὸς τὸν λαχόντα ἐκκαλύψουσι· πλήν ἀλλὰ καὶ πρὸς αὐτοὺς εἰπεῖν τὰ εἰκότα ἡμᾶς καλόν. τοιγαροῦν καὶ ὑμεῖς, ἀδελφοί, τὸν προεστῶτα βλέποντες πρὸς τὸ καλὸν τοῦτο καὶ λίαν ψυχωφελὲς διακόνημα σπεύδοντα τρέχοιτε καὶ αὐτοὶ τρέχοιτε καὶ τὸν γαληνότατον τοῦτον καὶ ψυχοσώστην λιμένα σπουδαίως καταλαμβάνοιτε καὶ πᾶν τοῦ νοὸς ὑμῶν κίνημα καὶ ψυχοβλαβὲς ἐνϑύμιον καϑαρῶς καὶ ἀπερικαλύπτως ἀποκαλύπτοιτε ὡς εἰς ἐνώπιον ϑεοῦ καὶ οὐκ ἀνϑρώπου ποιοῦντες τὴν ἐξομολόγησιν. ϑεῷ δὲ πάντως ὁ σπουδάζων ψεύδεσϑαι δίκην ἀπαιτηϑήσεται· «ἀπολεῖς», γὰρ φησιν ὁ ψαλμωδός, «πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος»67. ἀδόλως τοίνυν ἐξομολογούμενοι καὶ πάσης γνωσιμαχίας, πάσης ἀκαϑαρσίας, πάσης ταραχῆς καὶ ὀχλήσεῶς τὰς ἑαυτῶν διανοίας ἀπαλλάττοντες, χαίροντες εἴητέ μοι καὶ ἀγαλλόμενοι ὡς τὸ εὔελπι κομισάμενοι, τοῦ μὴ ἀστοχῆσαι τῆς σωτηρίας. ἐξομολόγήσεσϑε δὲ μὴ ἀλλήλους αἰτιώμενοι, παροξυσμοῦ τυχὸν παρεμπίπτοντος ἥ τινος ἑτέρας ἀμφιβολίας, ἑαυῖοὺς δὲ ἀναιτίους τιϑέμενοι καὶ κρίσεις μᾶλλον ζητοῦντες οὐκ ἐξαγορεύοντες, μηδὲ περὶ τῶν συμπιπτόντων ὑμῖν χρειῶν λέγοιτε σωματικῶν. τούτων γὰρ ἅπας καιρός, νυνὶ δὲ καιρὸς ἐξαγορεύσεως καὶ ἰατρείας τῶν ψυχιχῶν ὑμῶν παϑῶν καὶ εἰ μὲν περί τινος παροξυσμοῦ λέγειν ὀφείλετε, πᾶσαν τὴν μέμψιν καὶ τὰς αἰτίας τοῦ σφάλματος, ὁποῖον ἂν καὶ εἴη, ἑαυτοῖς ἐπιγράφειν σπουδάζετε καὶ ἐπιρριπτεῖν· εἰ δὲ περί τινων ἄλλων παϑῶν, καὶ ταῦτα καϑαρῶς ἐκπομπεύοιτε, ἵν’ ἔχοιτε καρποῦσϑαι καὶ τὴν ἐντεῦϑεν διττὴν ὠφέλειαν, τὸ τε πρὸς καϑαρὰν τῆς ψυχῆς ἱέναι ὑγείαν καὶ τὸ τὴν ὑψοποιὸν ταπείνωσιν περιβάλλεσϑαι· ἣν ἔχοντες ὅμοιοι ὄντως ἐσόμεϑα τῷ ϑεῷ, τῷ «μάϑετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ»68 λέγοντι. τί δ’ ἂν ἄλλο τεκμήριον εἴη ἐναργέστερον τοῦ πράου καὶ ταπεινοῦ τῇ καρδίᾳ, ἢ δηλονότι τὸ φέρειν πᾶσαν ϑλῖψιν γενναίως καὶ ἑαυτῷ ἐν παντὶ ἐπιμέμφεσϑαι; τοσούτων ἄρα καλῶν αἰτία ἡ ἀληϑὴς καϑέστηκε ἐξαγόρευσις, ἧς ἄνευ οὐκ οἷμαί τινα σωτηρίας τυχεῖν. τὸν τοίνυν μὴ ἐξαγορεύοντα ἀκοινώνητον εἶναι ἀπὸ κυρίου ϑεοῦ παντοκράτορος ἐντελλόμεϑα, ἕως ἂν ἑαυτοῦ γενόμενος καὶ τοῦ κρείττονος πάντα τὰ σφαλερά τε καὶ βλαβερὰ ἐξομολογήσοιτο μελετήματα. ἔδει μὲν τοῦτον καὶ τῆς μονῆς ἐξωϑεῖν καὶ οἷόν τι σεσηπὸς ἀποκόπτειν μέλος καὶ ὥσπερ τραῦμα δυσίατον ἢ παντελῶς ἀνίατον ἐξαιρεῖν τε καὶ ἀπορρίτυτειν, ἀλλ’ ἡ τοῦ μέλλοντος ἀδηλία καὶ τοῦ ἴσως ποτὲ ἐπιγνῶναι ἑαυτὸν προσδοκία τοῦ τοιούτοῦ βουλήματος ἡμᾶς ἀνεχαίτισεν. ὑποκεῖσϑαι μέντοι αὐτὸν τῷ τῶν ἀκοινώνήτων ἐπιτιμίῳ καὶ λίαν ἐπωφελὲς ὡς ἀνυσίμώτατον· ποῖον γὰρ ἀυτῷ κέρδος τῆς ἐνταῦϑα διατριβῆς; τί δὲ καὶ τὸ ὄφελος ἐκ τοῦ μὴ ἐξαγορεύειν; ἢ οὐχὶ μᾶλλον βλάβη καὶ ὄλεϑρος καὶ διηνεκὴς τοῦ κακοῦ μελέτη καὶ πᾶν ὁτιοῦν τῇ ψυχῇ φέρον ἀπώλειαν ἐπιγίνεται; ὡς τοίνυν ἀρρωστοῦντά τινα ἢ τραύματα ἔχοντα κρύπτοντά τε ταῦτα τῷ ἰστρῷ, δύσκολον πρὸς ὑγείαν ἐπανελϑεῖν, οὕτω δὴ καὶ πολλῷ μᾶλλον χαλεπώτερον τὴν τῆς ψυχῆς ὑγείαν λήψεσϑαί ποτε τὸν μὴ ἐξαγορεύοντα· καὶ τούτου μάρτυς ὁ ϑεῖος Βασίλειος69 οὕτω πως λέγων·"Χρὴ τὸν ὑποταττόμενον, εἴ γε μέλλοι ἀρμόζουσαν προκοπὴν ἐπιδείξασϑαι καὶ εἰς ἕξιν γενέσϑαι τῆς κατὰ πρόσταγμα τοῦ κυρίου ζωῆς, μηδὲν φυλάσσειν ἀπόκρυφον κίνημα τῆς ψυχῆς, ἀλλὰ γυμνὰ πάντα παριστᾶν τὰ κρυπτὰ τῆς καρδίας τῷ προεστῶτι αὐτοῦ». οὕτω γοῦν ποιοῦντες, ἀδελφοί, οὐ μόνον τῶν οἰκείων σφαλμάτων ἀπολυτρούμεϑα, ἀλλὰ καὶ τὸ ἑξῆς βεβαιότερον ἕξομεν· φησὶ γὰρ ὁ τῆς Κλίμακος· «μώλωπες ϑριαμβευόμενοι οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον»70. καὶ αὖϑις· «ψυχὴ ἐξαγόρευσιν ἐννοουμένη ὡς ὑπὸ χαλινοῦ ὑπ’ αὐτῆς κατέχεται μὴ ἐξαμαρτάνειν»71. οὕτως ἄγαν ὠφέλιμος ἡ τῶν ἱδίων σφαλμάτων φανέρωσις, λοιπὸν πρόϑυμοι προϑύμως ἅπαντες ἐπ’ αὐτὴν τρέχωμεν. τὴν μὲν οὖν καϑημερινὴν ἐξαγόρευσιν οὕτω διαταττόμεϑα γίνεσϑαι, αὐτῷ τε δηλονότι τῷ προεστῶτι καὶ τοῖς ὅσοι αὐτῷ ἐπιτήδειοι πρὸς τὸ δέχεσϑαι λογισμοὺς δόξαιεν.

ιε´. Περὶ τῆς κατὰ τὴν ἀπόκαρσιν ἐξαγορείας

Τὴν δέ γε πρώτὴν καὶ μεγάλην ἐξαγόρευσιν, ἣν ἄρα τὴν κοσμικὴν ἀποβαλλόμενοι τρίχα ἐξαγορεῦσαι ὀφείλομεν, τῷ προεστῶτι μόνῳ καὶ μὴ τινι ἄλλῳ ἀναϑετέον, ἵν’ ἔχοι πάντας αὐτὸς εἰδέναι καὶ ἁρμοδίως τὰ φάρμακα κεραννύειν ἑκάστῳ. καὶ ταῦτα μὲν δὴ οὕτω.

ις´. Περὶ τῆς ἕν τε ταῖς Τεσσαρακοσταῖς καὶ Τετράσι καὶ Παρασκεναῖς νηστείας

Περὶ δὲ τῆς τῶν ἁγίων νηστειῶν ἀκολουϑίας καὶ τῆς Τετράδος καὶ τῆς Παρασκευῆς ἡμέρας, ὡς οἱ κανόνες τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἁγίων ϑεοφόρων πατέρων παραδιδόασι, τὸ συναξάριον ἡμῖν ἀκριβέστατα ὑποϑήσει, καϑὼς καὶ ποιητέον ἐν αὐταῖς πάντοτε· γόνυ τε κλιτέον ἀκολούϑως τῇ ἁγίᾳ Τεσσαρακοστῇ καὶ ἡ δίαιτα ὁμοία ἔσται, ἐξ ὀσπρίων βρεκτῶν ἢ καὶ ὀπωρῶν καὶ λαχάνων ὠμῶν καὶ πόματος, ὕδατος ἢ ϑερμοῦ κυμίνῳ συνηρτυμένου, ἐνάτης ὥρας ἐνισταμένης. καὶ γὰρ οἱ πάνσοφοι καὶ ϑεῖοι διδάσκαλοι ἐν τοῖς κανόσιν αὐτῶν οὑτωσὶ κατὰ ῥῆμα διεξιόντες λέγουσιν· «Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, ἢ ἀναγνώστης ἢ ψάλτης τὴν ἁγίαν Τεσσαρακοστὴν οὐ νηστεύει ἢ Τετράδα ἢ Παρασκευήν, καϑαιρείσϑω, ἐκτὸς εἰ μὴ δι’ ἀσϑένειαν σωματικὴν ἐμποδίζοιτο· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσϑω»72. καὶ εἰς τὰς διατάξεις δὲ τῶν ἁγίων πατέρων μετὰ τὸ νομοϑετῆσαι τὴν τῶν ἁγίων ἀποστόλων νηστείαν λέγουσιν, ὅτι «μετὰ δὲ τὴν νηστείαν ταύτην πᾶσαν Τετράδα καὶ Παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν καὶ τὴν περίσσειαν ὑμῶν τοῖς πένησιν ἐπιχορηγεῖν». καὶ ἐν τῷ Λαυσαϊκῷ γέγραπται, ὅτι εἶπεν ὁ ἅγιος Ἀπολλώ· «Τὰς καϑολικὰς νηστείας μὴ ἐξεῖναι λύειν ἄνευ πάσης ἀνάγκης· ἐν γὰρ τῇ Τετράδι ὁ Χριστὸς παραδίδοται καὶ ἐν Παρασκευῇ σταυροῦται. ὁ οὖν λύων ταύτας συμπαραδίδωσι τὸν σωτῆρα καὶ συσταυροῖ». καὶ τῆς ἐν Γάγγρᾳ συνόδου κανών ἐστι δωδέκατος λέγων οὑτωσί· «εἴ τις τῶν ἀσκουμένων χωρὶς σωματικῆς ἀνάγκης ὑπερηφανεύοιτο καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινὸν καὶ φυλασσομένας ὑπὸ τῆς Ἐκκλησίας παραλύει, ὑποικουροῦντος αὐτῷ τελείου λογισμοῦ, ἀνάϑεμα ἔστω»73. καὶ ἐν τῷ περὶ πίστεως λόγῳ ἐκ τῶν Παναρίων τοῦ ἀγίου Ἐπιφανίου οὕτως γέγραπται74· «Δι’ ὅλου μὲν τοῦ ἔτους ἡ νηστεία φυλάττεται ἐν τῇ ἁγίᾳ Καϑολικῇ Ἐκκλησίᾳ, φημὶ Τετράδα καὶ πρὸ σαββάτων ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς». καὶ ὁ σοφὸς καὶ μέγας Ἀϑανάσιος75 ἐν τῷ συντάγματι αὐτοῦ οὕτως ἀριδήλως φησί· «Μὴ παράβαινε νηστείαν κυρίου, τουτέατι Τετράδα καὶ Παρασχευήν, εἰ μή τι ἐπὶ νόσῳ βεβάρησαι, χωρὶς τῆς Πεντηχοστῆς μόνης καὶ τῶν Ἐπιφανίων». καὶ πάλιν παρακατιὼν μικρὸν λέγει οὕτως· «Λῦε τὴν νηστείαν, ἐπάν ἀδελφὸς πρὸς σὲ ἐπιδημήσῃ, νηστείαν δὲ οὐ τὴν τεταγμένην, ἤγοαν Τετράδα καὶ Παρασκευήν, ἀλλὰ τὴν ἀπὸ ἰδίας προαιρέσεως, τουτέστι Δευτέραν καὶ Τρίτην καὶ Πέμπτην· ἡ δὲ τῆς Τετράδας καὶ Παρασκευῆς ὥρα τῆς νηστείας ἕως ἐνάτης ὥρας τεταγμένη ἐστί». τοιαῦτα πολλὰ ἐν τῇ ϑείᾳ Γραφῇ ἔγκειται οὐ μόνον εἰς τοὺς μοναχούς, ἀλλὰ καὶ εἰς τοὺς κοσμικούς, ἅτινα οἱ βουλόμενοι ἐρευνᾶν εὑρήσετε· εἰς δὲ τοὺς μοναχοὺς ἄλλη ἀκρίβειά ἐστι, καϑὼς καὶ ὁ ἅγιος Συμεὼν ὁ ϑαυματουργὸς εἰς τὸν αὑτοῦ βίον λέγει, ὅτι «Νηστευέτω ὁ μοναχὸς μὴ ἔλαττον τῆς ἐνάτης ὥρας». ομοίως καὶ πάντες οἱ ἅγιοι πατέρες ἡμῶν οὕτω λέγουσι καὶ δίχα τῶν δεσποτικῶν νηστειῶν πάντοτε. ἐγὼ δὲ διὰ τοῦτο ταῦτα συνέλεξα καὶ ἐδήλωσα ὑμῖν, ἀδελφοί μου, ἐν τῷ παρόντι τυπικῷ. ἵνα μετὰ προϑυμίας καὶ ὁλοψύχου προαιρέσεως ὑμῶν ἀγωνίζησϑε ποιεῖν τὰ διαταχϑέντα ὑμῶν· οὐδὲ γὰρ ἐξ οἰκείας προαιρέσεως ἢ ϑελήματος ἢ ἰδιορρυϑμίας ἔγραψα, ἀλλ’ ὅσα ἐκ τῶν ἁγίων πατέρων ἡμῶν ἐγγράφως παρελάβομεν καὶ ἀπὸ τῆς πείρας αὐτῆς ἐμάδομεν ἀληδῆ ὄντα καὶ ἄτρεπτα καὶ ἀναλλοίωτα καὶ ὧν χωρὶς τὴν ὁδὸν τῆς μοναχικῆς πολιτείας ἀδύνατον πολιτεύεσϑαι.

ιζ´ Περὶ τοῦ πότε χρὴ λύειν τὴν νηστείαν

Εἰ μὴ πω τύχῃ δεσποτικὴ καὶ μεγάλη ἑορτή, ἢ μνήμη τινὸς τῶν ἁγίων δώδεκα ἀποστόλων, ἢ ἑτέρου τινὸς τῶν μεγάλων ἁγίων καὶ ἐπιφανῶν, ἐν ταῖς νηστίμοις ταύταις ἡμέραις, ἤγουν ἐν τῇ Τετράδι καὶ ἐν τῇ Παρασκευῇ, ἤ εἰσιν ἀδελφοὶ ἄρρωστοι καὶ ἀσϑενεῖς· ὑπὲρ γὰρ τῶν τοιούτων ἐντέλλομαι τῷ προεστῶτι φροντίζειν μάλιστα ὁλοψύχως καὶ ἐν ταῖς ἡμέραις τῶν νηστειῶν καὶ ἐν οἴνῳ καὶ ἐν ἑψητῷ τοὺς ἀρρώστους χειραγωγεῖσϑαι καὶ ὁλοψύχως ἀγωνιᾶν εἰς τὴν τούτων ἀνάπαυσιν καὶ τῆς ἀρρωστίας ἀνάκτησιν· ἄλλως γὰρ καταλύειν τὰς νηστείας ταύτας ἀδύνατον· οἱ γὰρ παραβαίνοντες ταύτας ὡς παραβάται παρὰ ϑεοῦ κριϑήσονται.

ιη´. Περὶ μέτρου βρώσεως καὶ πόσεως καὶ καιροῦ αὐτῶν καὶ ποιότητος

Ἐπεὶ δὲ ἀναγκαῖόν ἐστιν ὑμῖν παραδοῦναι καὶ τῶν ἑορτῶν τὰς διαφοράς, ποίας τε ἐξ αὐτῶν δεῖ ἑορτάζειν καὶ ποίας οὐχί, καὶ περὶ τῆς διαφορᾶς τῶν βρωμάτων, ἰδοὺ καὶ τοῦτο ἐντέλλομαι. ἐν ταῖς ἀρχαῖς τῶν ψηφιῶν τῶν ἐν ταῖς μνήμαις τῶν ἁγίων λαχουσῶν ἐν ταῖς νηστίμοις ἡμέραις, ἤγουν Τετράδα καὶ Παρασκευήν, ἐὰν εὑρήσετε κεντήματα, νηστεύομεν κατὰ τὴν παράδοσιν τῶν ϑείων κανόνων εἰ δὲ σταυρούς, καταλύομεν ἐν ὀσπρίοις ἑψητοῖς, λαχάνοις τε καὶ ἐλαίῳ καὶ πλεῖον οὐδέν· περὶ δὲ τοῦ οἴνου, ὡς ἅπαντα τὰ συναξάρια τῶν ἁγίων ἐρευνήσας εὗρον καὶ τὰ τυπικὰ τῶν μοναστηρίων, τοῦ τε Ἁγίου Ὄρους καὶ τῶν λοιπῶν, τρία λέγουσι πίνειν ἐν τῷ γεύματι καὶ δύο ὀψέ, ὅτε καὶ πίνουσιν αὐτόν. ἀναγκαῖον δέ ἐστι καὶ περὶ τῶν διακονητῶν ἡμῶν διαϑέσϑαι, οὐκ ὀλίγην ὠφέλειαν ἐμποιούντων ἡμῖν· ὅτι δεῖ τοὺς μεγάλους διακονητάς, τοὺς βαρέας76 διακονίας ποιοῦντας, ὅτε οἱ μὴ ἐργαζόμενοι ἐσϑίουσιν ἅπαξ τῆς ἡμέρας, ἐκείνοις διδόναι δεύτερον, ὅτε καὶ διακονοῦσι καὶ κοπιῶσιν. ὅταν δὲ οὐκ ἐργάζωνται, ὁμοίως καὶ αὐτοὶ ἔστωσαν τοῖς λοιποῖς· μοναχὸς γὰρ νηστευτὴς ἔοικε τῷ τοῦ φοίνικος ἄνϑει, τῷ λεγομένῳ ἀλατίῳ, ὅτι ἔξωϑεν μέν ἐστι στυγνόχροον, ἔσωϑεν δὲ χιονῶδες καὶ πολύκαρπον. ὡσαύτως καὶ ὁ νηστεύων ἔξωϑεν μὲν στυγνάζει, ἔσωϑεν δὲ φωτοειδὴς ὑπάρχει. νηστεία οὖν ἐστιν οὐ μόνον τὸ βραδυφαγῆσαι, ἀλλὰ καὶ τὸ βραχυφαγῆσαι· καὶ οὐ τὸ διὰ δύο ἐσϑίειν τοῦτο ἄσκησις, ἀλλὰ τὸ μὴ ποικιλοφαγῆσαι· ἄσκησις γὰρ ἐστι τράπεζα ἐν μονοειδεῖ τροφῇ συνεσταλμένη, νηστεία δὲ ἄλογος ἡ τὸν ὡρισμένον καιρὸν ἀναμένουσα, ἐν δὲ τῇ ὥρᾳ τῆς τροφῆς ἀχαλινώτως πρὸς τὴν τράπεζαν ὁρμῶσα καὶ μετὰ τῆς σαρκὸς καὶ τὸν νοῦν πρὸς ἡδονὴν τῶν παρακειμένων δεσμοῦσα. οἶδα δὲ ἀκριβῶς, ὅτι πολλοὶ ἐξ ὑμῶν βαρέως τὰς τοιαύτας παραδόσεις δέχεσϑε, καὶ μάλιστα οἱ ἀμελεῖς, λέγοντες, ὡς «Δωρεὰν καὶ εἰκῇ κοπιᾷς· οὐδεὶς ταύτας τὰς παραδόσεις ποιήσει, σοῦ τὸν βίον ἀπολιπόντος». καὶ ἰδοὺ λέγω ὑμῖν, ὁ λόγος ὁ τοῦ ἀποστόλου καταναγκάζει με ταῦτα ποιεῖν καὶ λέγειν· γέγραπται γάρ· «πείϑεσϑε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπέρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες»77. καὶ εἰ πρότερον εἶπον, ἀλλ’ οὐδὲ νῦν σιωπήσομαι· ὁ γὰρ φόβος ταύτης τῆς ἀπειλῆς συνεχῶς κατασείει μου τὴν ψυχήν· εἰ γὰρ τῷ μόνον ἕνα σκαδαλίσαντι καὶ ἐλάχιστον συμφέρει, ἵνα μύλος ὀνικὸς κρεμασϑῇ εἰς τὸν τράχηλον αὐτου καὶ καταποντισϑῇ εἰς τὴν ϑάλασσαν78, καὶ πάντες οἱ τὴν συνείδησιν τῶν ἀδελφῶν τύπτοντες εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν79, οἱ μὴ μόνον ἕνα ἢ δύο καὶ τρεῖς ἀλλὰ πλήϑη τοσαῦτα ἀπολέσαντες, τί ποτε ἄρα πείσονται καὶ ποίαν δώσουσι δίκην; οὐδὲ γὰρ ἀπειρίαν ἐστὶν αἰτιάσασϑαι, οὐδὲ εἰς ἄγνοιαν καταφυγεῖν, οὐδὲ ἀνάγκην προβαλέσϑαι καὶ βίαν, ἀλλὰ ϑᾶττον ἄν τις τῶν ἀρχομένων εἴ γε ἐνὸν ἐν ταῖς οἰκείαις ἁμαρτίαις ἐχρήσατο ταύτῃ τῇ καταφυγῇ, ἢ ἐν ταῖς ἑτέρων ὁ προεστῶς. τί δήποτε; ὅτι ταχϑεὶς τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορϑοῦν καὶ τὸν διαβολικὸν κίνδυνον προμηνύειν ἐρχόμενον, οὐ δυνήσεται προβαλέσϑαι τὴν ἄγνοιαν οὐδὲ εἰπεῖν «Οὐκ ἤκουσα τῆς σάλπιγγος οὐδὲ ᾔδειν τὸν πόλεμον»80, ἐπὶ τούτῳ γὰρ ἐκάϑισεν Ἰεζεκιήλ, φησίν, ἵνα καὶ τοῖς ἄλλοις σαλπίζῃ καὶ προμηνύῃ τὰ μέλλοντα δυσχερῆ, καὶ διὰ τοῦτο ἀπαραίτητος ἡ κόλασις, κἂν εἷς ἀπολωλὼς τύχῃ· «ἐὰν γὰρ τῆς ῥομφαίας ἐρχομένης μὴ σαλπίσῃ τῷ λαῷ μήτε σημανεῖ, φησίν, ὁ σκοπὸς καὶ ἐλϑοῦσα ἡ ῥομφαία λάβῃ ψυχήν, τὸ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω· αὐτὴ δὲ διὰ τὰς ἀνομίας αὐτῆς ἐλήφϑη»81. διά τοι τοῦτο, κἂν ἄρα μείνωσι καὶ μετὰ τὴν παραίνεσιν οἱ μαϑητευόμενοι ἀκερδεῖς ἐκ τῆς μαϑητείας, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεϑα τῆς πρὸς ἀυτοὺς συμβουλῆς· καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ὑδρεύηται, ῥέουσι· καὶ αἱ πηγαί, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι· καὶ οἱ ποταμοί, κἂν μηδεὶς πίνῃ, τρέχουσι. δεῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ, τὸ ἑαυτοῦ ἀποπληροῦν· καὶ γὰρ νόμος ἡμῖν τοῖς τοῦ λόγου τὴν διακονίαν ἐγκεχειρισμένοις παρὰ τοῦ φιλάνϑρωπου ϑεοῦ μηδὲν τῶν παρ’ ἑαυτῶν ἐλλιμπάνειν ποτέ, μηδὲ σιγᾶν, κἂν ἀκούῃ τις, κἂν παρατρέχῃ. ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο καὶ δι’ ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἐκείνης ἀποστῆναι, ἀνϑρώπινόν τι παϑὼν καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας οὐκ ἐνεγκών· καὶ φησιν· «Ἐγενόμην εἰς γέλωτα ὅλην τὴν ἡμέραν. εἶπον οὐ μὴ λαλήσω, οὐδ’ οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ ἐγένετο ἐν ἐμοὶ ὡς πῦρ καιόμενον καὶ φλεγμαῖνον ἐν τοῖς ὀστέοις μου καὶ παρεῖμαι πάντοϑεν καὶ οὐ δύναμαι φέρειν»82. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησίν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι, καὶ ἅμα τοῦτο ἐβουλευσάμην καὶ καϑάπερ πῦρ εἰς τὴν ψυχὴν ἐνέπεσε τὴν ἐμὴν ἡ τοῦ πνεύματος ἐνέργεια καὶ πάντα τὰ ἔνδον κατέφλεγεν ἐπιδαπανῶσά μου τὰ ὀστᾶ καὶ κατεσϑίουσα οὕτως, ὡς μὴ δύνασϑαί με ὑπενεγκεῖν τὸν ἐμπρησμόν. εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος καὶ καϑ’ ἑκάστην λοιδορούμενος τὴν ημέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τίνος ἂν εἴημεν συγγνώμης ἄζιοι ἡμεῖς τοιοῦτον μὲν οὐδέπω παϑόντες οὐδέν, διὰ δὲ τὴν τινων ῥᾳϑυμίαν μικροψυχήσαντες καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς τοὺς λοιπούς, καὶ μᾶλλον ὅταν οἱ πλείους ὧσι προσέχοντες; ταῦτα δὲ λέγω οὐκ ἐμαυτὸν παραμυϑούμενος οὐδὲ παρακαλῶν· καὶ γὰρ πέπεικα τὴν ἐμαυτοῦ ψυχήν, ἕως83 ἐμπνέω καὶ δοκεῖ τῷ ϑεῷ κατὰ τὸν παρόντα βίον ἡμᾶς εἶναι καὶ ταύτην πληροῦν τὴν διακονίαν, ἄν τε προσέχῃ τις, ἄν τε μὴ προσέχῃ, τὸ ἐπιταχϑὲν ποιεῖν. ἀλλ’ ἐπειδή τινές εἰσιν οἱ τὰς τῶν πολλῶν ἐκλύοντες χεῖρας καὶ πρὸς τῷ84 μηδὲν αὐτοὺς χρήσιμον εἰς τὸν βίον εἰσάγειν τὸν ἡμέτερον καὶ τὴν τῶν ἑτέρων παραλύοντες σπουδήν, χλευάζοντές τε καὶ διακωμῳδοῦντες καὶ λέγοντες «Ἀπόστηϑι συμβουλεύων, παῦσαι παραινῶν· οὐ βούλονταί σοι προσέχειν· μηδὲν κοινὸν ἔχε πρὸς ἀυτούς», – ἐπειδή τινές εἰσιν οἱ ταῦτα λέγοντες, τὴν ἀπάνϑρωπον ταύτην γνώμην καὶ διαβολικὴν ἐπιβουλὴν τῆς ψυχῆς ἐκκόψαι βουλόμενος τῶν πολλῶν, μακρότερον ποιῶ τὸν λόγον· καὶ γὰρ οἶδα εἰρηκότας ταῦτα τὰ ῥήματα πολλούς, ἐπειδὴ εἶδόν τινας ἐξ ὑμῶν μὴ δεχομένους μετὰ προϑυμίας τὰ παρ’ ἐμοῦ διδασκόμενα, ἀλλὰ γελῶντας καὶ χλευάζοντας, εἰπόντας πρός με· «Πάνυ ἐπείσϑησαν ὅλως· οὐδεὶς τῶν σῶν διατάξεων καταφρονεῖ· πάντες ἐσωφρονίσϑησαν». τί λέγεις, ἄνϑρωπε, τοῦτο; ὑπεσχόμεϑα ἐν μιᾷ ἡμέρᾳ πάντας σαγηνεῦσαι; εἰ γὰρ δέκα μόνοι ἐπείσϑησαν, εἰ πέντε, εἰ εἶς, οὐχ ἱκανὸν ἡμῖν εἰς παραμυϑίαν; ἐγὼ δὲ καὶ ὑπερβολὴν ποιοῦμαι· κείσϑω μηδένα πεπεῖσϑαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατόν. εἰ εἰς τοσαύτας ἀκοὰς σπείρομεν λόγον, ἄκαρπον ἐνδέχεται τοῦτον γενέσϑαι ποτέ; πλὴν ἀλλὰ κείσϑω αὐτὸ τοῦτο· οὐδ’ οὕτως ἀκερδὴς ἡμῶν ὁ λόγος· εἰ γὰρ καὶ μετὰ προϑυμίας οὐ παραδέξονται, εἰ καὶ πολλάκις τὰ κεκανονισμένα παραβήσονται ἐν ταῖς διαίταις, ὅπερ οὐ πέπεισμαι γενέσϑαι, ἀλλ’ οὐ μετὰ τῆς αὐτῆς ἀναισχυντίας, ἀλλ’ ἐπὶ τῆς τραπέζης αὐτῆς τῶν ἡμετέρων μνησϑήσονται λόγων, τῆς ἐπιτιμήσεως, τῆς ἐπιπλήξεως, καὶ μνησϑέντες αἰσχυνϑήσονται, ἐρυϑριάσουσι κατὰ διάνοιαν, οὐ μετὰ τῆς αὐτῆς ἰταμότητος τὰ εἰωϑότα πράξουσι. τοῦτο δὲ ἀρχὴ σωτηρίας, καὶ τὸ καταγνῶναι μόνον τῶν γινομένων. πρὸς τούτοις δὲ οὐκ ἔλαττον καὶ ἕτερον γενήσεται κέρδος. ποῖον δὴ τοῦτο; τὸ καὶ τοὺς σωφρονοῦντας σεμνότερους ποιῆσαι καὶ πεῖσαι διὰ τῶν εἰρημένων, ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι τοῖς πολλοῖς. οὐκ ἀνέστησα τοὺς νοσοῦντας, ἀλλὰ τοὺς ὑγιεῖς ἀσφαλεστέρους ἐποίησα. οὐκ ἀπήγαγε τῆς κακίας ὁ λόγος, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας ἀκριβεστέρους εἰργάσατο. εἴπω τι πρὸς τούτοις τρίτον· οὐκ ἔπεισα σήμερον, ἀλλ’ αὔριον ἴσως δυνήσομαι πεῖσαι· ἀλλ’ οὐδὲ αὔριον ἢ καὶ μετ’ ἐκείνην· ἴσως ὁ σήμερον ἀκούσας καὶ διακρουσάμενος αὔριον ἀκούσει καὶ δέξεται καὶ ὁ σήμερον καὶ αὔριον καταφρονήσας μετὰ πλείους ἴσως ἡμέρας προσέξει τοῖς λεγομένοις· καὶ γὰρ ἁλιεὺς πολλάκις δι’ ὅλης τῆς ἡμέρας κενὸν ἀνασπάσας τὸ δίκτυον, ἐν ἑσπέρᾳ δὲ ἀναχωρεῖν ϑέλων, τὸν δι’ ὅλης ἡμέρας διαφυγόντα ἰχϑὺν ἁλιεύσας ἀπῆλϑεν. εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι καὶ τῶν πραγμάτων ἀφίστασϑαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται καὶ οὐχὶ τὰ πνευματικὰ οἰχήσεται μόνα· καὶ γὰρ ὁ γεωργὸς εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δίς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾶν, λιμῷ ταχέως ἀπολλόμεϑα πάντες. καὶ κυβερνήτης δὲ εἰ διὰ τὸν ἅπαξ καὶ δίς καὶ πολλάκις ἐπισυμβάντα χειμῶνα φύγῃ τὴν ϑάλασσαν, ἄπλετον ἡμῖν ἔσται τὸ πέλαγος καὶ ἄχρηστος ὁ βίος γενήσεται, καὶ ἄρδην πάντα ἀπολεῖται καὶ ἀοίκητος ἔσται ἡ γῆ. ἅπερ οὖν ἅπαντα85 εἰδότες, κἂν ἅπαξ, κἂν δίς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἶς εἰαι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῶν86 προϑυμίας. διὰ τοι τοῦτο μὴ ταῦτα φϑεγγώμεϑα μήτε λέγωμεν, ὅτι λόγων ἡμῖν τοσούτων καταβαλλομένων οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γενήσεται· καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας ἄρουραν καὶ ἀποτοχὼν τοῦ τέλους πάλιν αὐτὴν εἰργάσατο καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε. καὶ ἔμπορος δὲ ναυάγια πολλάκις ὑπομείνας οὐκ ἀπέστη τοῦ λιμένος, ἀλλὰ καὶ πλοῖον καϑείλκυσε καὶ ναυτας ἐμισϑώσατο καὶ χρήματο δανεισάμενος τῶν αὐτῶν ἥψατο πραγμάτων, καίτοι τοῦ μέλλοντος ὁμοίως ὄντος ἀδήλου. καὶ ἕκαστος δὲ τῶν ὁτιοῦν μετιόντων οὕτω ποιεῖν εἰώϑασιν, ὥσπερ ὁ γεωργὸς καὶ ὁ ἔμπορος. εἶτα ἐκεῖνοι μὲν τοσαύτῃ χρήσαιντο περὶ τὰ βιωτικὰ σπουδῇ, ἡμεῖς δέ, ἂν εἰπόντες μὴ ἀκουσϑῶμεν, εὐϑέως ἀποστησόμεϑα; καὶ ποίαν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν; καίτοι ἐν ταῖς ἀποτυχίαις ἐκείνοις μὲν οὐδείς ἐστιν ὁ τὴν ζημίαν παραμυϑούμενος· οἷον, ἐὰν ἐπικλύσῃ τὸ πλοῖον ἡ ϑάλασσα, οὐδεὶς τὴν πενίαν τῶν ναυαγουντων διορϑώσεται· ἂν καταχώσῃ τὴν ἄρουραν ἐπόμβριον καὶ ἀποπνίξῃ τὰ σπέρματα, ἀνάγκη κεναῖς τοὺς γεωργοὺς οἴκαδε ἀναχωρῆσαι χερσίν. ἐφ’ ἡμῶν δὲ τῶν λεγόντων καὶ παραινούντων οὐχ οὕτως, ἀλλὰ κἂν καταβάλω τὰ σπέρματα καὶ ὑμεῖς μὴ δέξησϑε μηδὲ ἐνέγκητε τὸν καρπὸν τῆς ὑπακοῆς, ἐγὼ τὸν μισϑὸν ἕξω παρὰ ϑεοῦ τῆς συμβουλῆς καὶ τοσαύτην ἀπολήψομαι τὴν ἀμοιβήν, ὅσην ἔλαβον, ἂν ὑπηκούσατε· τὸ γὰρ ἐμὸν ἅπαν ἐπλήρωσα. τοῦ γὰρ μὴ πεῖσαι τοὺς ἀκούουντας οὐκ ἐσμὲν ἡμεῖς ὑπεύϑυνοι, ἀλλὰ συμβουλεῦσαι μόνον τὸ μὲν γὰρ παραινέσαι ἡμέτερον, τὸ δὲ πεισϑῆναι ὑμῶν· καὶ καϑάπερ ἡμῶν μὴ παραινεσάντων, κἂν μυρία κατορϑώσητε ὑμεῖς, μόνοις ὑμῶν ὁ μισϑὸς κείσεται, ἡμῖν δὲ οὐδέν ἐστι τὸ κέρδος, ἐπειδὴ μὴ συνεβουλεύσαμεν, οὕτως, ἂν ἡμῶν παραινεσάντων ὑμεῖς μὴ προσέχητε, ἂπασα ὑμᾶς ἡ τιμωρία λήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισϑὸς ἀπαντήσει παρὰ ϑεοῦ· τὸ γὰρ ἐμὸν ἅπαν ἐπλήρωσα· καταβαλεῖν γὰρ κελευόμεϑα τὸ ἀργύριον ἡμῶν ἐπὶ τοὺς τραπεζίτας. φησί δὲ καὶ ὁ χρυσορρήμων Ἰωάννης· «Εἰπέ, παραίνεσον. ἀλλ’ οὐκ ἤκουσαν; ἀλλὰ σὺ τὸν μισϑὸν ἔχεις ἀπηρτισμένον. μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἐκπνεύσης. πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν δεχομένου. ὅταν οὖν ἴδῃς σκληρὸν τὸν ἀδελφὸν καὶ ἀπηνῆ, μὴ προσέχοντα, λέγε πρὸς ἑαυτὸν: μήποτε χρόνῳ δυνηϑῶμεν πεῖσαι; οὕτω καὶ Παῦλος ἐκέλευσε: «Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσϑαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεόοντα τοὺς ἀντιδιατιϑεμένους, μήποτε δῴη αὐτοῖς ὁ ϑεὸς μετάνοιαν ἀληϑείας»87. φησὶ δὲ καὶ πάλιν ὁ αὐτὸς Χρυσορρήμων ἔν τισι88 τῶν αὐτοῦ λόγων οὐτωσί· «Τὰ φλεγμαίνοντα τῶν τραυμάτων οὐκ ἐπιβολὴν χειρὸς ἀνέχεταί τινα οὐδὲ ἁφὴν ὑπομένει τραχυτέραν· διὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψώσιν ἕλκη. ἐπεὶ οὖν καὶ τοῖς ἁμαρτάνουσιν ἕλκος ἐστὶ φλεγμαῖνον ἐν τῇ ψυχῇ, ὥσπερ ἁπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πότιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα καταντλοῦντες πειρώμεϑα καταστέλλειν αὐτῶν τὸ φύσημα καὶ τὸν ὄγκον καϑαιρεῖν ἅπαντα. κἂν ὑβρίζωσι, κἂν ἐμπτύωσι, κἂν λακτίζωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ καταλίπῃς τὴν ἰατρείαν, ἀγαπητέ· τοὺς γὰρ ἄνϑρωπον παραπλῆγα ϑεραπεύοντας ἀνάγκη πολλὰ τοιαῦτα ὑπομένειν· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἀφίστασϑαι χρή». καὶ ταῦτα μὲν περὶ τούτων. χρὴ δὲ εἰδέναι, ὅτι εἰς τὰς ἔμπροσϑεν ταύτας τεταγμένας ἑορτὰς τῶν μεγάλων ἁγίων, ὅπου ἂν εὑρήσετε σταυρὸν ἐν τῇ ἀρχῇ τῶν ψηφίων, νηστεῖαι ὅλως οὐκ εἰσίν, ἀλλὰ καταλύομεν, εἰ τύχῃ μία ἐξ αὐτῶν ἐν ταῖς νηστίμοις τῶν ἡμερῶν· ἤγουν Τετράδι89 καὶ Παρασκευῇ ἐν ἑψητοῖς καὶ μόνοις, ἤγουν ὀσπρίοις καὶ λαχάνοις ἠλαιωμένοις, καταλύομεν.

ιϑ´. Περὶ τοῦ μὴ χρῆναι καταλύειν τὴν ἐν Τετράσιν ἢ Παρασκευαῖς νηστείαν

Κἂν ἡ Χριστοῦ τοῦ ϑεοῦ ἡμῶν γέννησις ἐπιστῇ, τυρὸν ἢ ἰχϑὺν ἢ ᾠὸν οὐκ ἐσϑίομεν, καὶ ταῦτα ἐν τῇ πρώτῇ ἡμέρᾳ τῆς ἑορτῆς· εἰς δὲ τὰ μεϑέορτα ἡ τοιαύτη νηστεία φυλάττεται. πᾶσαν τοίνυν Τετράδα καὶ Παρασκευὴν νηστεύομεν, καὶ τὸν τυρὸν καὶ τὸ ᾠὸν καὶ τὸν ἰχϑύν· καὶ ἐν αὐταῖς καὶ Τετράσι καὶ Παρασκευαῖς τῆς Πεντηκοστῆς καὶ τοῦ Δωδεκαημέρου καὶ τῆς πρὸ τῆς Κρεωφάγου καὶ τῆς Τυρινῆς διὰ τὸν κανόνα τῶν ἁγίων ἀποστόλων, τὸν ἀνωτέρω ῥηϑέντα, καὶ διὰ τὸν παρὰ τοῦ ἁγίου Πέτρου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ μάρτυρας ἐκτεϑέντα κανόνα· ἐκεῖνος γὰρ ἐν τῷ πεντεκαιδεκάτῳ αὑτοῦ κανόνι οὕτως φησίν· «Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις Τετράδα καὶ Παρασκευήν, ἐν αἷς καὶ νηστεύειν κατὰ παράδοσιν90 εὐλόγως προστέτακται, τὴν μὲν Τετράδα διὰ τὸ γενόμενον συμβούλιον ὑπὸ Ἰουδαίων ἐν τῇ προδοσίᾳ τοῦ κυρίου, τὴν δὲ Παρασκευὴν διὰ τὸ πεπονϑέναι αὐτὸν ὑπὲρ ἡμῶν»91. οὕτως οὖν ποιεῖν ἀγωνίζεσϑε διά τε τὰς τῶν ἁγίων παραινέσεις καὶ διὰ τὴν ἐνοῦσαν ἐν ἡμῖν τοῖς ἀγωνιζομένοις σωματικὴν ἀσϑένειαν καὶ τοὺς γαργαλισμοὺς τῆς σαρκός· οἱ γὰρ δι’ ἄσκησιν τούτων ἀπεχόμενοι καὶ σπεύδοντες ὑποτάξαι τὴν σάρκα τῷ πνεύματι καλῶς ποιοῦσι. φησὶ γὰρ ὁ μέγας ἀπόστολος Παῦλος· «οὐκ ἔστιν ἡ βασιλεία τοῦ ϑεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη»92 καὶ ἄσκησις καὶ ἁγιασμός. καὶ πάλιν γέγραπται· «πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμός ἐστι καὶ ὁ ἀγωνιζόμενoς πάντα ἐγκρατεύεται· οἱ γὰρ οὕτω δουλεῦοντες τῷ Θεῷ, ἐχεῖνοι εὐαρεστοῦσιν αὐτῷ». καὶ ὁ κάνὼν δὲ τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων93 πᾶσαν Τετράδα καὶ Παρασκευὴν προστάσσει ἡμῖν νηστεύειν καὶ οὐχὶ τὴν μέν, τὴν δὲ οὔ, ἀλλὰ πᾶσαν, οὐ μόνοις δὲ τοῖς μοναχοῖς φυλάττεται οὗτος ὁ κανών, ἀλλὰ καὶ τοῖς κοσμικοῖς· εἰ δὲ καὶ κοσμικοὶ οὕτως νηστεύουσι, τί πλέον ἐκείνων ὑμεῖς ἀπαιτεῖσϑε; πιστεύσατε γάρ μοι, ὦ ἠγαπημένοι ἀδελφοί, ἀληϑεύοντι, ὅτι, ἐάν τις ἀκριβῶς ὀφείλει ἀκολουϑῆσαι τῷ νοῒ τῶν ἁγίων κανόνων, οὐδέποτε συγκαταβήσεταί τινα χριστιανὸν Τετράδα ἢ Παρασκευὴν ὅλου τοῦ ἐνιαυτοῦ καταλῦσαι εἰς ἑψητὸν καὶ μόνον, χωρίς τινος σωματικῆς ἀσϑενείας. ἐγὼ δὲ προέκρινα κατακριϑῆναι παρὰ ϑεοῦ διὰ τὴν ἀσϑένειαν ὑμῶν καὶ παραδίδωμι ὑμῖν καταλῦσαι εἰς ἑψητόν, ὅτε καὶ ἡμέρα ἑορτῆς μεγάλης ἐστίν· εἰ δὲ μὴ ἔστι μεγάλης ἑορτῆς, τὰς παραδοϑείσας ὑμῖν νηστείας φυλάσσετε διὰ τὸν κύριον. ὅστις δὲ ἐξ ὑμῶν βούλεται πᾶσαν Τετράδα καὶ Παρασκευὴν δι’ ὅλου τοῦ ἐνιαυτοῦ μηδὲ ἑψητοῦ ἅψασϑαι καὶ ἐν αὐταῖς ταῖς μεγάλαις ἑορταῖς, μὴ κωλυέσϑω, ἀλλ’ ἐχέτω καὶ συνεργὸν εἰς τοῦτο καὶ τὴν εὐχὴν ἐμοῦ τοῦ ἁμαρτωλοῦ. εἰ δὲ μετὰ ταῦτα ἀνεφύησαν αἱρέσεις τῶν τε Ἀρμενίων καὶ τοῦ Ἰακώβου καὶ τῶν Τετραδιτῶν, τί πρὸς ἡμᾶς, ἡμῶν χάριτι Χριστοῦ τοῦ ϑεοῦ ἡμῶν ὀρϑοδόξων τυγχανόντων καὶ πειϑαρχούντων τοῖς κανόσι τοῖς παρὰ τῶν ἁγίων ἀποστόλων καὶ τοῖς παρὰ τῶν ἁγίων πατέρων παραδοϑεῖσι τῇ ἀγίᾳ καϑολικῇ καὶ ἀποστολικῇ τοῦ ϑεοῦ ἐκκλησίᾳ; εἰ δὲ τις παραβάλῃ τῇ ἡμῶν μονῇ ἐν ταῖς ἡμέραις ταῖς πρὸ τῆς Κρεωφάγου ἢ τῆς Τυρινῆς καὶ ἀμφιβάλῃ περὶ τοῦ τοιούτου κεφαλαίου, ολίγου τυροῦ πάντες ἀπογεύσασϑε διὰ τὴν συνείδησιν, ὅπως μὴ σχῇ ὁ ἐξ ἐναντίας λέγειν τι περὶ ὑμῶν φαῦλον. λέγει δὲ καὶ ὁ ἀπόστολος· «Εἰ ἐγὼ χάριτι μετέχω, διατί ἡ ἐλευϑερία μου κρίνεται ὑπὸ ἑτέρας συνειδήσεως»94 γέγραπται δὲ καὶ ἐν τῷ βίω τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ϑαυματουργοῦ Συμεὼν αὐταῖς λέξεσιν οὑτωσίν, ὅτι «Διηγήσατο ὁ ἅγιος τοῖς αὐτοῦ μαϑηταῖς περὶ τῆς ἀγίας Τεσσαρακοστῆς τὰ δειχϑέντα αὐτῷ, λέγων οὑτωσί, ὅτι· Νήπιος ὢν καὶ ἱστάμενος ἐν τῷ πρώτῳ τῆς στάσεώς μου τόπῳ ἤκουον, ὅτι οὐ φυλάττουσιν οἱ ἄνϑρωποι τὴν ἀγίαν Τεσσαρακοστήν, ἀλλὰ τυρὸν ἐσϑίουσι καὶ ᾠά· καὶ ἐξισταμένῳ μοι ἐπὶ τούτῳ παρέστη μοι ἄγγελος τοῦ ϑεοῦ ἔχων κρατῆρα καὶ ἔριφον αἰγῶν καὶ μάχαιραν· καὶ λαβὼν ἔσφαξεν ἐνώπιόν μου καὶ ὑπεδέξατο τὸ αἷμα ἐν τῷ κρατῆρι. καὶ εἶδον τὸ αἷμα καὶ ἰδοὺ ἦν πεπηγὸς καὶ τυρωϑὲν ὡς γάλα· καὶ εἶπε πρός με· Ἰδοὺ ὁ τυρός, ὃν ἐσϑίουσιν οἱ ἄνϑρωποι ἐν τῇ ἀγίᾳ Τεσσαρακοστῇ, τὸ αἷμα τῶν ἐρίφων ἐστι. διὰ τοῦτο διατιϑέμενος διάϑου πρὸς τὴν ἐπισυναγιηιένην ἀδίλφότητα πρὸς σέ, ἵνα τυρὸν ἲ ᾠὸν ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ, ἢ Τετράδι95 ἢ Παρασκευῇ, μηδεὶς ἐσϑίῃ· ὄφεων γὰρ καὶ δρακόντων ἐστὶ ταῦτα παρόμοια, ἐκ πάσης ἀκαϑαρσίας συνιστάμενα· καὶ γενόμενος εἰς ἑαυτὸν ἐμνήσϑην Ἡσαΐου96 τοῦ προφήτου λέγοντος ᾨὰ ἀσπίδος ἔρρηξε καὶ ἱστὸν ἀράχνης ὑφαινούσης καὶ ὁ μελλων τῶν ᾠῶν αὐτῶν ἐσϑίειν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. ταῦτα δὲ ἠναγκάσϑην εἰπεῖν οὐ κοινὰ τὰ πράγματα ποιούμενος, ἃ ὁ ϑεὸς ἐκαϑάρισεν (οὐ γὰρ δεῖ παντελῶς ήγεῖσϑαι κοινά, ἐπείπερ τοῖς πιστῶς μεταλαμβάνουσιν αὐτά, ὅτε δεῖ, ἁγιάζονται διὰ λόγου ϑεοῦ καὶ ἐντευξεως), ἀλλ’ ὠφελείας χάριν ὡς (πρὸς)97 μοναχοὺς ἐξηγησάμην ταῦτα, ἵνα ἐπὶ πλέον μάλιστα ἐν ταῖς ἡμέραις τῶν ἁγίων Νηστειῶν τὸν ἀγιασμὸν ἐπαυξήσετε, ὥσπερ καὶ τοὺς πρὸ ὑμῶν συμμείναντάς μοι φυλάξασϑαι παρεσκεύασα». καὶ ταῦτα μὲν τοῦ ϑαυματουργοῦ τὰ ῥήματα· γέγρατςται δὲ καὶ ἐν τῷ Γεροντικῷ, ὅτι «Νεκροῦ σκήνωμα ἐφέρετο ἐν τῇ ὁδῷ, καὶ ἀπαντήσας αὐτῷ ὁ ἀββᾶς Παχώμιος ὀρᾷ δύο ἀγγέλους ἀκολουϑοῦντας τῷ νεκρῷ ὀπίσω τοῦ κραββάτου, καὶ λογισάμενος περὶ αὐτοῦ παρεκάλεσε τὸν ϑεὸν ἀποκαλύψαι τὸ γεγονός. καὶ ἦλϑον οἱ δύο ἄγγελοι καὶ εἶπεν αὐτοῖς· Διατί καὶ ὑμεῖς ἄγγελοι ὄντες ἀκολουϑεῖτε τῷ νεκρῷ; καὶ εἶπον αὐτῷ οἱ ἄγγελοι· Ὁ εἶς ἡμῶν τῆς Τετράδος ἐστὶ καὶ ὁ εἷς τῆς Παρασκευῆς, καὶ ἐπειδὴ ἕως οὗ ἀπέϑανεν ἡ ψυχὴ αὕτη, οὐ παρέλιπε νηστεύουσα Τετράδα καὶ Παρασκευήν, κατὰ τοῦτο καὶ ἡμεῖς παρηκολουϑήσαμεν τῷ σκηνώματι αὐτῆς, ὅτι ἕως. τοῦ ϑανάτου αὐτῆς ἐφύλαξε τὴν νηστείαν. διὰ τοῦτο οὖν καὶ ἡμεῖς ἐδοξάσαμεν αὐτὴν ἀγωνισαμένην ἐν κυρίῳ». ἠκούσατε, ἀδελφοί, πῶς καὶ οἱ κοσμικοὶ νηστεύουσι; καὶ ὑμεῖς τίνα κόπον ὀφείλετε κοπιάσαι, ἐὰν περ πάσας τὰς ἡμέρας τῆς Τετράδος καὶ τῆς Παρασκευῆς μόνης ὅλου τοῦ ἐνιαυτοῦ νηστεύητε τὸν τυρὸν καὶ τὸν ἰχϑὺν καὶ τὸ ᾠὸν, ὅτε δεῖ καταλύειν τὴν νηστείαν; οὐκ ἀκριβῶς οἴδατε, ὅτι πολλάκις ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς ταῦτα καὶ αὐταῖς ταῖς ἀγίαις Κυριακαῖς ἡμέραις ταῦτα νηστεύομεν; καὶ τίς ἡ ζημία; οὐχὶ καὶ δι’ ἑτέρων βρωμάτων τρέφει ἡμᾶς ὁ πάντων κύριος καὶ δεσπότης ἡμῶν ϑεὸς καὶ εὐχαριστοῦμεν αὐτῷ; διὰ ταῦτα οὖν παρακαλῶ ὑμάς, πατέρες μου καὶ ἀδελφοί, ἐγὼ ὁ ἐλάχιστος, ἐγὼ ὁ εὐτελής, ὁ τῶν «μυρίων ταλάντων ὀφειλέτης»98, ὁ παντὸς ἁμαρτωλοῦ ἁμαρτωλότερος, ἀνέξεσϑε99 ταύτης τῆς καλλίστης συμβουλῆς· τηρήσατε ταύτην ἀκατάγνωστον ἐν παντί, ὅπως ἧτε ἀνεπαίσχυντοι. «Σκοπεῖτε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχήν, ἣν ὑμεῖς ἐμάϑετε, ποιοῦντας καὶ ἐκκλίνατε ἀπ αὐτῶν· οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίαζ ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων»100. τολμήσας εἴπω κἀγὼ κατὰ τὸν ἀπόστολον· «Ὁ μὴ ἐσϑιων τὸν ἐσϑίοντα μὴ κρινέτω ἢ ἐξουϑενείτω· ὁ ϑεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότρίον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει»101. ἕκαστος δὲ ὑμῶν ἐν τῷ ἱδίῳ νοῒ πληροφορείσϑω, ὅτι «Ὥσπερ ἐν ἐνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, οὕτως οἱ πολλοὶ ἓν σῶμα ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καϑεὶς ἀλλήλων μέλος»102. καὶ διὰ τοῦτο εἷς τὸν ἕνα οἰκοδομεῖν ἀγωνίζεσϑε, καὶ εἴποτέ τις τῶν ἐνταυϑοῖ παραδοϑέντων ὑμῖν ἐκτραπείη, σπεύδετε ἐπανορϑοῦν αὐτόν. καὶ τὰς ἔξωϑεν ἐπεισερχομένας ὑμῖν ματαίας ζητήσεις καὶ λογομαχίας μακρὰν ἀφ’ ὑμῶν ἀπορρίψατε· οὕτω γὰρ ποιοῦντες καὶ δόκιμοι ἐν τῷ νῦν αἰῶνι φανήσεσϑε καὶ ἐν τῷ μέλλοντι τῆς βασιλείας τῶν οὐρανῶν οὐκ ἐκπεσεῖτε.

Μηνὶ Σεπτεμβρίῳ ἀρχὴ τῆς Ἰνδίκτου καὶ τοῦ ἁγίου Συμεὼν μνήμη. + εἰς τὴν ς´ τοῦ Ἀρχιστρατήγου. + ἡ τῆς Θεοτόκου γέννησις. + ἡ Ὕψωσις τοῦ τιμίου Σταυροῦ. + εἰς τὴν κς´ τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου. + μηνὶ Ὀκτωβρίῳ ς´ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ. + εἰς τὴν ϑ´ τοῦ ἀγίου Ἰακώβου τοῦ Ἀδελφοϑέου. + εἰς τὴν κς´ τοῦ ἀγίου Δημητρίου. + εἰς τὴν ιη´ τοῦ ἀγίου ἀποστόλου Λουκᾶ. + μηνὶ Νοεμβρίῳ α´ τῶν ἁγίων Ἀναργύρων. + εἰς τὴν η´ τῶν Ἀσωμάτων. + εἰς τὴν ιγ´ τοῦ Χρυσοστόμου. + εἰς τὴν ιδ´ τοῦ ἁγίου ἀποστόλου Φιλίππου. + τοῦ ἁγίου ἀποστόλου Ματϑαίου. + τὰ Εἰσόδια τῆς Θεοτόκου. + τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου. + μηνὶ Δεκεμβρίῳ εἰς τὴν ς´ τοῦ ἁγίου Νικολάου. + ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου. + τοῦ ἁγίου Ἰγνατίου. + ἡ Χριστοῦ τοῦ ϑεοῦ ἡμῶν Γέννησις. ἕως τῶν ἁγίων Θεοφανίων ὅλως νηστεία ἢ γονυκλισίαι οὐ γίνονται οὔτε ἐν τῇ ἐκκλησίᾳ οὔτε ἐν τῷ κελλίῳ. + τὰ ἅγια Θεοφάνια. + ἡ Σύναξίς τοῦ Προδρόμου. + τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου. + τῆς Ὑπαπαντῆς. + τοῦ ἁγίου Συμεὼν τοῦ Θεοδόχου. + ἡ εὕρεσις τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου. + τῶν Ἁγίων Τεσσαράκοντα. + ὁ Εὐαγγελισμὸς τῆς Θεοτόκου. τοῦ ἁγίου Γεωργίου. + τοῦ ἁγίου ἀποστόλου Μάρκου. + τοῦ ἁγίου ἀποστόλου Ἰακώβου τοῦ Ζεβεδαίου. + τοῦ ἁγίου Ίωάννου τοῦ Θεολόγου, + τοῦ ἁγίου Συμεὼν τοῦ ϑαυματουργοῦ. + τῶν ἁγίων ἀποστόλων Βαρϑολομαίου καὶ Βαρνάβα. + ἡ Γέννησις τοῦ τιμίου Προδρόμου. + τῶν ἁγίων πανευφήμων ἀποστόλων Πέτρου καὶ Παύλου. + τῶν ιβ´ ἀποστόλων. + τῶν ἁγίων Ἀναργύρων. + τῆς τιμίας Ἐσϑῆτος τῆς ἁγίας Θεοτόκου. + τοῦ ἀρχιστρατήγου Γαβριήλ. + τοῦ ἁγίου προφήτου Ἠλιού. + τοῦ ἁγίου Παντελεήμονος. μηνὶ Αὐγούστῳ, τῆς Μεταμορφώσεως. + ἡ Κοίμησις τῆς ἁγίας Θεοτόκου. + ἡ Ἀποτομὴ τοῦ τιμίου Προδρόμου. τῇ ἑβδομάδι τῇ πρὸ τῆς Κρεωφάγου, (καϑ’)103 ἣν καὶ νηστεύουσιν οἱ Ἀρμένιοι τὸν ἀρτζιβούρην, ὅλως νηστεία παρ’ ἡμῖν οὐκ ἔστιν, οὔτε τῇ Τετράδι οὔτε τῇ Παρασκευῇ, οὔτε εἰς ᾠὸν οὔτε εἰς ἄλλο τι, ἀνατρέπουσι τὴν αἵρεσιν τῶν Ἀρμενίων, καϑά τινες παραδιδόασιν. ὁμοίως καὶ τῆς Τυροφάγου τὴν Τετράδα καὶ τὴν Παρασκευὴν κατὰ τὴν παράδοσιν τῶν ἁγίων πατέρων μετὰ τὴν τῶν προηγιασμένων ἀπόλυσιν τυροῦ καὶ ᾠοῦ μετάληψις γίνεται, καὶ τοῦτο ὁμοίως διὰ τὸ τοῦ Ἰακώβου δόγμα καὶ τὴν τῶν Τετραδιτῶν αἵρεσιν· ἀνατρέπει γὰρ τὰς τοιαύτας αἱρέσεις, καϑὼς ὁ κανὼν τοῦ ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως περιέχει104. καὶ ἡμεῖς δὲ τὰς ἡμέρας ταύτας οὐ ξηροφαγοῆμεν, ἀλλ’ ἑσϑίομεν ἑψητὸν μόνον, τὸν δὲ τυρὸν καὶ τὸ ᾠὸν καὶ τὸν ἰχϑὺν οὐκ ἐσϑίομεν, καϑὼς ἀνωτέρω ἔφημεν. ἡ παραμονὴ τῆς Χριστοῦ γεννήσεως καὶ τῶν Φώτων εἰ τύχῃ ἐν Σαββάτῳ ἢ Κυριακῇ, ποιοῦμεν τὸ πρωῒ τὴν συνήϑη λειτουργίαν ὡς ἀεὶ καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ διακλυζόμεϑα105. ἐν δὲ τῇ ἑσπέρᾳ ἐσϑίομεν ὄσπριον καὶ λάχανον ἠλαιωμένον, καὶ πίνομεν καὶ οἶνον, διότι παρελάβομεν ἐκ τῆς προσφωνήσεως Θεοφίλου τοῦ ἁγιωτάτου ἀρχιεπισχόπου Ἀλεξανδρείας, κατὰ ῥῆμα λέγοντος οὑτωσί· «Καί τὸ ἔϑος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδή περ ἐν ταύτῃ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐπρυτάνευσε. διὸ ἐν ταῖς ἱεραῖς Γραφαῖς καὶ πρώτη κέκληται, ὡς ἀρχὴ ἡμῖν ζωῆς ὑπάρχουσα, καὶ ὀγδόη; ἅτε δὴ ὑπεραναβεβηκυῖα τὸν τῶν Ἰουδαίων σαββατισμόν. ἐπεί οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανίων νήστιμον ἡμέραν ταύτην εἶναι, οἰκονομήσωμεν καὶ πρὸς ἐκάτερα ἐπιστημόνως χωρήσωμεν, ἵνα μεταλαμβάνοντες ὀλίγων φοινίκων ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις, τὰς μὴ τιμώσας τὴν ἀναστάσιμον ἡμέραν τοῦ κυρίου ἡμῶν Ἰησοῦ, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρᾳ ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν»106. καὶ τὰς ἀγρυπνίας δὲ κατὰ τὸν τύπον ὀφείλομεν ποιεῖν ἔν τε πάσῃ Κυριακῇ καὶ δεσποτικῇ ἑορτῇ καὶ ἔν τισι λοιπῶν ἁγίων μνήμαις, ἃς ἐκ τοῦ Συναξαρίου μαϑησόμεϑα· ἐν αἷς καὶ τοῦτο παρακαλῶ τὴν ἀγάπην ὑμῶν ποιεῖν μετὰ τὴν τῶν κανόνων τῆς παννυχίδος ἐκπλήρωσιν, μέσον τοῦ ναοῦ ἱσταμένους ψάλλειν καὶ ταῦτα τὰ στιχηρὰ τοῦ ἁγίου Προδρόμου· Ἦχος πλ. β´ «Ἔνσαρκε λύχνε». τοῦ ἁγίου Συμεὼν ἦχος ὁ αὐτός· «Πάτερ ἀξιάγαστε». καὶ ἕτερον ἦχος ὁ αὐτὸς· «Ἡ ἐν τῷ ξύλῳ τοῦ σταυροῦ». ἕτερον ἦχος ὁ αὐτός· «Πάτερ ἀγαϑέ, ἐμαχρύνϑην ἀπὸ σοῦ». καὶ ἕτερον ἦχος ὁ αὐτός· «Ὢ ποία ὥρα τότε καὶ ἡμέρα». εἰς τὸ Δόξα ἦχος ὁ αὐτός· «Φοβερὸς εἷ, κύριε, καὶ τίς ὑποστήσεται»: Καὶ νῦν, ἦχος ὁ αὐτός· «Κύριε, ἁμαρτίαις συνεχόμενος».

κ´. Ὑποτύπωσις περὶ ποσοῦ τροφῆς καὶ ποιοῦ

Καιρὸς δ’ ἂν εἴη λοιπὸν107 καὶ τραπέζης ἐπιμνησϑῆναι καὶ βρώσεως καὶ τῶν λοιπῶν, ὅσα περὶ τὴν σύστασιν τοῦ σώματος ταμιεύονται· ὥσπερ γὰρ ἡμεῖς ἐκ δύο συγκείμεϑα, ψυχῆς λέγω καὶ σώματος, οὕτω δὴ καὶ τὰ τῆς μονῆς. καὶ ψυχὴ μὲν αὐτῆς εἰκότως ἂν νομίζοιτο ἡ ἐν ψαλμωδίᾳ πᾶσα ϑεοπρεπὴς ἀκολουϑία, σῶμα δὲ αὐτή τε ἡ μονὴ καὶ ὅσα τοῖς ἡμῶν λυσιτελεῖ σώμασιν. ἐπειδὴ τοίνυν ἀρκούντως ἤδη οὺν ϑεῷ περὶ τῆς ψυχῆς αὐτῆς εἴπομεν, πρέπον ἐστὶ καὶ περὶ τῶν τῷ σώματι ταύτης διαφερόντων εἰπεῖν, τὴν τε τῶν τροφῶν δίαιταν διατυπώσασϑαι καὶ τἆλλα, ὅσα τὴν τῆς μονῆς σύστασιν διαρκεστέραν περιμνηστεύεται, ἀκριβεστερον ἐκϑέσϑαι ὑμῖν, ὧν οὐκ ἔλαττον φροντίζειν χρεὼν τὸν ἐϑέλοντα φροντίζειν τῆς τῶν ἀδελφῶν αὐτου σωτηρίας καὶ ἀναπαύσεως. λεγέσϑω τοίνυν καὶ ταῦτα καὶ τοῖς ἐμοὶ ποϑουμένοις πατράσι καὶ ἀδελφοῖς εἰκότως παραδεδόσϑω.

κα´. Περὶ εὐταξίας τῆς κατὰ τὴν τράπεζαν

Μετὰ τὸ γενέσϑαι τὸν συνήϑη διακλυσμὸν ἐν τῷ νάρϑηκι, τῆς ϑείας ἤδη λειτουργίας περαιωϑείσης, δέον ἅπαντας ἐνταυϑοῖ συνημμμένως καϑῆσϑαι, ἐκδεχομένους τὴν ἐν τῇ τραπεζῃ πρόσκλησιν, τὴν διὰ τοῦ κρούματος τοῦ τραπεζικοῦ συμβόλου γινομένην. κρουσϑέντος δὲ τοῦ συμβόλου, εὐϑὺς ἅμα τῷ ἱερουργήσαντι ἱερεῖ ἐξιόντας προσκύνησιν τῷ προεστῶτι ροιεῖν καὶ οὕτω τοῦ συνήϑους ψαλμοῦ ἀρξαμένους εἰς ἐπήκοον βαδίζειν ἐπὶ τὴν τράπεζαν, αὐτόν τε δὴ τὸν ἡγούμενον καὶ πάντας ὅσοι κατὰ τὴν πρώτην ἑστίασιν ἐν τῇ πρώτῃ τραπέζῃ καϑῆσϑαι τετάχανται ἀπαραλείπτως· οὕτω τε ἐν τῷ ἀριστητηρίῳ εἰσιόντας καὶ τὸν ῥηϑέντα ψαλμὸν μετὰ τῆς σὺν αὐτῷ μίκρᾶς εὐχῆς ἐκπεράναντας καϑῆσϑαί τε κατὰ τάξιν, τὴν παρὰ τοῦ προεστῶτος διωρισμένην, καὶ τῶν παρατιϑεμένων εὐχαρίστως μεταλαμβάνειν. τὸν τοίνυν τοῦ ψαλμοῦ καὶ τῆς εὐχαριστίας ὑστερήσαντα προσαγγέλλεσϑαι παρὰ τοῦ τραπεζαρίου τῷ προεστῶτι, ἐρέσϑαι τε αὐτὸν τὴν αἰτίαν τῆς ὑστερήσεως· καὶ εἰ μὲν εὔλογος δόξειε, συγχωρεῖν· εἰ δ’ οὖν, ἀλλὰ γονυκλισίας ποιεῖν ὅσας ὁ προεστὼς βούλοιτο. γίνεοϑαι μέντοι καὶ τὴν ἐξ ἔϑους ἀνάγνωσιν ἐν ταῖς ἑστιάσεσιν ἀναγκαῖον κατὰ τὸ σύνηϑες, μὴ ϑορυβοῦντός τινος, μὴ ταράττοντος, μὴ συγχέοντος τὴν ἐκεῖϑεν ὠφέλειαν ταῖς κοσμικαῖς ὁμίλίαις καὶ ἀργολογίαις, μόνου δὲ τοῦ προεστῶτος, εἴ τι βούλοιτο, λέγοντας φειδομένως καὶ τοῦ ἴσως ἐρωτωμένου παρ’ αὐτοῦ τὴν ἀπόκρισιν ὁμοίως ποιούμενου, εἰ δυνατόν, ἐν λόγοις τισὶ καὶ συντετμημένοις τοῖς ῥήμασιν. εἰ τὲ τις εἴη ταράττων καὶ ταραττόμενος, ϑορυβῶν τε καὶ ϑορυβούμενος, τὴν ἀνάγνωσίν τε συγχέων ἐκ τῆς ἀκαίρου καὶ ἀπρεποῦς ὁμιλίας, κατασιγαζέσϑω παρὰ τοῦ τραπεζαρίου εἰ δ’, ὅπερ ἀπείη, μηδ’ αὐτοῦ τοῦ σιγάζοντας λόγον ποιοῖτο ὁ ϑορυβούμενος, τῆς τραπέζης καὶ ἄκων ἐξεγειρέσϑω καὶ τῷ τῆς ἀβρωσίας ἐπιτιμίῳ ὑποβεβλήσϑω, ἢ καὶ ἑτέρως σωφρονιζέσϑω, καϑὼς ὁ προεστὼς βούλοιτο.

κβ´. Περὶ τοῦ μὴ χρῆναι (περὶ)108 πρωτοκλισίας ἐρίζειν ἐν τῇ τραπέζῃ, ἀλλ’ ὡς ἔτυχε καϑῆσϑαι

Καϑέδρας οὖν ἕνεκεν οὐδ’ ὅλως εἰπεῖν ἀνεχόμεϑα· ποῦ γὰρ ἂν καὶ εἴη τοῦτο δεκτόν, ἄνδρας κατὰ ϑεὸν ζῶντας ὅλως ἐρίζειν περὶ καϑέδρας, ἐπίσης τοῖς κατὰ κόσμον ἐντεῦϑεν ἑαυτοὺς τῶν ἄλλων ὑπερέχοντας ἀποδεικνύναι σπουδάζουσιν, οἷα περὶ τὴν ματαίαν δόξαν καὶ τῷ ϑεῷ μεμισημένην ἐπτοημένοις; «βδέλυγμα γὰρ παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος»109, φησὶν ἡ ϑεία Γραφή, καὶ «κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν»110, οὐκ ἔσται οὖν ἐν ὑμῖν τοῦτο, οὐκ ἔσται· οὐ γὰρ ἄν ποτε σώας ἔχοντες τὰς φρένας προκρίνοιτε τὸ βδέλυγμα ἔσεσϑαι κυρίῳ τοῦ λαμβάνειν χάριν παρ’ αὐτοῦ καὶ ἐγγὺς ὑμῶν ἔχειν αὐτὸν ὡς τὴν καρδίαν συντετριμμένων, ἢ τἀληϑὲς εἰπεῖν οἴκους αὐτοῦ εἶναι καὶ ἐπεράστους. εἰ δὲ καὶ τις ὑμῶν, φεῦ, εὐρεϑείη τούτου χάριν διαπληκτιζόμενος, χρόνους τυχὸν ἢ ἐνέργειαν προβαλλόμενος, καὶ οὐκ ἐμμένοι τῇ προστάξει τοῦ προεστῶτος καὶ τὸν ἀποκληρωϑέντα τόπον ἀποστέργοι, ἐντέλλομαι ἐν κυρίῳ τὸν ἔσχατον αὐτῷ τόπον ἀπὸκληροῦν, διδάσκειν τε τὸν κόσμον καὶ τὰ τοῦ κόσμου καταλιμπάνειν. εἰ δ’, ὅπερ ἀπευκταῖον πάντῃ καὶ ἄσεμνον, ἔτι τε διενίσταται καὶ ἀμφιβάλλει καὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ἀδιόρϑωτος μένει, ἐκδιώκειν τοῦτον καὶ τῆς μονῆς καὶ καϑαπερεί τινα φαγέδαιναν καὶ ἔξω που καὶ μακρὰν ἀφ’ ὑμῶν ἐκριπτεῖν, ὡς ἂν μὴ καὶ τοῖς λοιποῖς ὑμῶν τῆς ἑαυτοῦ μεταδοίη λύμης· ῥᾷον γὰρ κακίας μεταλαβεῖν μᾶλλον ἡ ἀρετῆς, ὡς τις ἔφη σοφός. καὶ ἀριστῶντας111 δὲ ὑμᾶς οὐ μεταδοτέον ἀλλήλοις βρώματός τινος ἢ πόματος, ἄχρις οὖν καὶ μικρᾶς ῥανίδος εἰς ψύξιν χράματος, ἀλλὰ τὸν χρείαν πολλάκις ἔχοντα τούτων τινὸς ὑπανίστασϑαι μικρὸν μάλα σεμνῶς καὶ μετ’ εὐλαβείας αἰτεῖσϑαι τὸν προεστῶτα, οὕτω πως λέγοντα· «Εὐλόγησον, πάτερ· χρεία μοί ἐστι τοῦδε», ἂν μὲν οὖν ἐκεῖνος προστάξειε, λαμβάνειν καλὸν τὸ χρειῶδες· ἂν δὲ μή, συστέλλειν αὖϑις ἑαυτὸν καὶ σιωπῇ καϑῆσϑαι εὐχαριστοῦντα. τοῦτο δὲ ποιοῦμεν οὐ φειδοῦς ἕνεκέν τινος, μὰ τὴν ἀλήϑειαν, ὥς τινες οἴονται, καὶ σκνιφότητος· μηδὲ γὰρ ἔσται τοσοῦτον περιέχεσϑαι τῶν ῥεόντων, ὡς προκρίνειν αὐτὰ τῆς τῶν ἀδελφῶν ἡμῶν ἀναπούσεως· τίνος γὰρ ἂν καὶ χάριν ταῦτα κτᾶσδαι σπουδάζωμεν, μὴ πρὸς τὴν ἡμῶν τυγχάνοντα ϑεραπείαν, ὡς εἴρηται, ἀδελφοί μου; ἀλλὰ τὸ εὐλαβὲς κἂν τούτῳ καὶ εὔτακτον ἡμῖν μνηστευόμενοι, ἵνα μὴ χώραν ἐντεῦϑεν ἡ τῶν πολλῶν ῥᾳϑυμία εὑροῦσα τὴν ὅλην τῆς τραπέζης τάξιν συγχέοι καὶ οὐδέν τι τῶν ἀπαιδεύτων καὶ ἀνευλαβῶν ἑσόμεϑα διαφέροντες, οἳ ἐν τῷ πίνειν ἀλλήλους φιλοτιμοῦνται δεξιούμενοι ταῖς προπόσεσί τε καὶ ἀντιπόσεσιν· οὐ μὴν ἀλλὰ καὶ τὴν τοῦ ϑελήματος περικόπτομεν πρόκρισιν, πρὸς τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἐκριζοῦμεν ἀκρασίαν καὶ διδάσκομεν ὀλίγοις ἀρκεῖσϑαι καὶ τοῖς ἀναγκαίοις, ἅμα δὲ καὶ τοὺς τῆς ἐγχρατείας πλέκομεν ὑμῖν στεφάνους, ἀλλὰ καὶ τοῦ λαϑήσει γινομένου σκοτώδους ἔργου καὶ ἀφανοῦς, ἵνα μὴ λέγω καὶ κλοπιμαίου, ὑμᾶς ἀπάγομεν.

κγ´. Περὶ τοῦ μὴ χρῆναι λαϑροφαγεῖν

Τί δέ; οὐ σκότους ἔργον τὸ κρυφῇ γινύμενον; παντί που δῆλον καὶ τοῦτο· καὶ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον διατρανοῖ οὕτως ἔχον· «Πᾶς ὁ φαῦλα πράσσων οὐκ ἔρχεται εἰς τὸ φῶς, ἵνα μὴ ἐλεγχϑῇ ὑπὸ τοῦ φωτὸς τὰ ἔργα αὐτοῦ τὰ πονηρά»112. καὶ ὁ ἀπόστολος· «πᾶν τὸ φανεροῦμενον φῶς ἐστιν»113, ὡς δηλοῦντος τοῦ λόγου, ὅτι τὸ μὴ φανερούμενον σκότος ἄντικρυς. τίνος οὖν χάριν, ἀδελφέ μου, τὸ τοῦ φωτὸς ἀφεὶς ἔργον τὸ τοῦ σκότους ποιεῖς; «Αἰδοῦμαι», φησίν, «αἰτῶν», τοὐναντίον μὲν οὖν ποιῶν καὶ ὅ μισεῖ ὁ ϑεὸς οὐκ αἰδῇ καὶ ὑπὲρ τοῦ καλοῦ ἐπιδοιάζεις; μὴ σύ γε, παρακαλῶ· ἀλλὰ τοῦτο πολλοὺς οἶδα ποιοῦντας καὶ τὴν ἑαυτῶν πατοῦντας συνείδησιν καὶ λανϑάνειν δοκοῦντας· ὅπερ μου καὶ μέσης αὐτῆς ἅπτεται τῆς καρδίας καὶ ϑρηνεῖν αὐτοὺς οὐ παραιτοῦμαι, ὅτι περ οὕτω κακῶς ἔχοντες ἀναισϑητοῦσιν, οἴμοι, καὶ οὐδὲ τὸ πάϑος ἀποκαλύπτουσιν· οἷς ἵλεως γένοιτο κύριος καὶ πρὸς τὸ συμφέρον ὁ συμφερόντως τὰ πάντα οἰκονομῶν αὐτοὺς ὁδηγήσειεν. ἐπεὶ δὲ περὶ τούτου ἐμνήσϑην, φέρε μικρὸν διδάξω ὑμᾶς, πῶς δεῖ νικῆσαι τὴν πανουργίαν τούτου τοῦ δαίμονος, τοῦ μὴ ἐῶντος ἡμᾶς καϑαρῶς ὁδεύειν τὴν ὁδὸν τῆς ἀληϑείας. ἤκουσά τινων ἐξ ὑμῶν ἑρμηνευόντων κακῶς τὸ καλῶς εἰρημένον ἐν τῇ ϑείᾳ Γραφῇ, «μακάριόν ἐστι διδόναι ἢ λαμβάνειν»114, καὶ βιαζομένων πρὸς τὴν ἰδίαν ἀπάτην καὶ τῆς φιλαργυρίας ἀπατηλῇ ἐπιϑυμίᾳ τὴν ἔννοιαν τοῦ ῥητοῦ παραλογιζομένων καὶ τὴν τοῦ κυρίου διδασκαλίαν, τὴν λέγουσαν· «Εἰ ϑέλεις τέλειος εἶναι, πὠλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις ϑησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούϑει μοι»115· καὶ κρίνουσι τῆς ἀκτημοσύνης μακαριώτερον τὸ ἐξουσιάζειν τοῦ ἰδίου πλούτου καὶ ἐκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις.

κδ´. Περὶ τοῦ μὴ χρῆναι τῆς ἀκτημοσύνης κρεῖττον ἠγεῖσϑαι τὸ τοῦ ἰδίου πλούτου ἐξονσιάζειν δἰ ἐλεημοσύνην

Γινωσκέτωσαν τοίνυν οἱ τοιοῦτοι μήπω ἀποτετάχϑαι τῷ κόσμῳ, μηδὲ ἐπιβεβηκέναι τῆς μοναχικῆς τελειότητος, ἐφ’ ὅσον αἰσχύνονται ὑπὲρ Χριστοῦ τὴν ἔνδοξον ἀναλαβεῖν μετὰ τοῦ ἀποστόλου116 πτωχείαν καὶ τῇ τῶν χειρῶν ἐργασίᾳ ἑαυτοῖς καὶ τοῖς δεομένοις ὑπηρετεῖν. εἰ δὲ ἐπιϑυμοῦσιν ἔργῳ πληρῶσαι τὴν μοναχικὴν πολιτείαν καὶ μετὰ τοῦ ἀποστόλου δοξασϑῆναι, διασκορπίσαντες τὸν παλαιὸν πλοῦτον «ἐν λιμῷ καὶ δίψει καὶ ψύχει καὶ γυμνότητι»117 μετὰ τοῦ Παύλου ἀγωνιζέσϑωσαν τὸν καλὸν ἀγῶνα118· καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαιότερον πρὸς τελείωσιν ἐγίνετο, ὁ αὐτὸς ἀπόστολος οὐκ ἂν κατεφρόνησε τῆς πρώτης αὐτοῦ ἀξίας· ἐπίσημον γὰρ ἑαυτὸν λέγει119 καὶ πολίτην Ῥωμαίων. καὶ οἱ ἐν Ἱεροσολύμοις δὲ, οἵτινες ἐπώλουν τὰς οἰκίας ἑαυτῶν καὶ τοὺς ἀγροὺς καὶ ἐτίϑεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων120, οὐκ ἂν τοῦτο ἔπραττον, εἰ κεκριμένον ἐγίνωσκον ὑπὸ τῶν ἀποστόλων τὸ τοῖς ἱδίοις χρήμασι τρέφεσϑαι καὶ μὴ καμάτῳ ἰδίῳ καὶ τῇ τῶν ἐϑνῶν προσφορᾷ, σαφέστερον διδάσκει περὶ τούτων ὁ εἰρημένος Παῦλος ἐν οἷς πρὸς Ῥωμαίους γράφων τάδε λέγει· «Νυνὶ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῆσαι τοῖς ἁγίοις· εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασϑαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱεροσολύμοις· εὐδόκησαν γὰρ καὶ ὀφειλέται εἰσί»121. καὶ αὐτὸς δὲ δεσμοῖς καὶ φυλακαῖς πολλάκις καὶ τῷ σκυλμῷ τῆς ὁδοιπορίας ὑποβληϑεὶς καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἰώϑει, ταῖς ἰδίαις χερσὶ προσπορίζειν ἑαυτῷ, τὰς χρείας ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλϑόντων, φάσκων· «καὶ γὰρ τὸ ὑστέρημά μου ἐπλήρωσαν οἱ ἀδελφοὶ ἐλϑόντες ἀπὸ Μακεδονίας»122. καὶ Φιλιππησίοις δὲ γράφων οὑτωσὶ λέγει· «Οἴδατε γὰρ, Φιλιππήσιοι, ὅτι ἐξελϑόντος μου ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησε χάριν δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι, ὅτι καὶ ἐν Θεσσαλονίκῃ ἅπαξ καὶ δίς ἐπέμψατέ μοι τὰ πρὸς τὴν χρείαν»123. ἔστωσαν τοίνυν κατὰ τὴν γνώμην τῶν φιλαργύρων καὶ οὗτοι μακαριώτεροι τῶν ἀποστόλων, ἐπειδὴ ἐκ τῶν ἰδίων ὑποστάσεων ἐχορήγησαν αὐτῷ τὰς χρείας· ἀλλ’ οὐκ ἄν τις εἰς ἐσχάτην ἄνοιαν ἐλϑὼν εἰπεῖν τολμήσῃ τοῦτο. εἰ τοίνυν βουλόμεϑα τῷ εὐαγγελικῷ καὶ ἀποστολικῷ προστάγματι καὶ πάσῃ ἐκείνῃ τῇ ἐξ ἀρχῆς ἐπὶ τῶν ἀποστόλων ϑεμελιωϑείσῃ ἐκκλησίᾳ ἀκολουϑῆσαι, μὴ ταῖς ἡμετέραις ἐπινοίαις πειϑώμεϑα μηδὲ τὰ καλῶς εἰρημένα κακῶς ποιῶμεν, ἀλλ’ ἀπορρίψαντες τὴν χλιαρὰν καὶ ἄπιστον γνώμην ἀναλάβωμεν τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου· οὕτω γὰρ δυνησόμεϑα καὶ τοῖς τῶν πατέρων ἴχνεσιν ἀκολουϑῆσαε καὶ τῆς ἐπιστήμης τοῦ κοινοβίου μηδέποτε ἀποστῆναι καὶ ἐν ἀληϑείᾳ ἀποτάξασϑαι τούτῳ τῷ κόσμῳ. καλὸν δὲ καὶ ἐνταῦϑα λόγου ἁγίων πατέρων ἐπιμνησϑῆναι. φέρεται τοίνυν τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου πρὸς τινα συγκλητικὸν χλιαρῶς ἀποταξάμενον καὶ παρακατασχόντα τινὰ τῶν ἰδίων χρημάτων ῥῆμα τοιοῦτον· «Καί τὸν συγκλητικὸν ἀπώλεσας καὶ μοναχὸν οὐκ ἐποίησας». χρεία τοίνυν ἡμῖν πάσῃ σπουδῇ ἐκκόπτειν ἐκ τῆς ἡμετέρας ψυχῆς τὴν ῥίζαν πάντων τῶν κακῶν, ἥτις ἐστὶν ἡ φιλαργυρία, ἀσφαλῶς γινώσκουσιν, ὅτι μενούσης τῆς ῥίζη; εὐχβρῶς οἱ κλάδοι φύονται, τὴν δὲ ἀρετὴν ταύτην κατορϑῶσαι δύσκολον μὴ ἐν κοινοβίῳ διάγοντας· ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτῶν τῶν ἀναγκαίων χρειῶν ἀμεριμνοῦμεν. τὴν κατάκρισιν Ἀνανίου τοίνυν καὶ Σαπφείρης πρὸ ὀφϑαλμῶν ἔχοντες φρίξωμεν καταλίμπάνειν ἑαυτοῖς τι τῆς παλαιᾶς περιουσίας· ὁμοίως τοῦ Γιεζῆ φοβηϑώμεν τὸ παράδειγμα, τοῦ διὰ τὴν φιλαργυρίαν αἰωνίᾳ λέπρᾳ παραδοϑέντος, καὶ φυλαξώμεϑα μὴ συναϑροίζειν χρήματα ἑαυτοῖς, ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ πολλάκις εἴχομεν, ἔτι μὴν τοῦ Ἰούδα λογιζόμενοι τὴν δι’ ἀγχόνης τελευτήν. φοβηϑῶμεν τοίνυν τι, ὧν ἀποτασσόμενοι124 κατεφρονήσαμεν· ἐπὶ πᾶσι τούτοις πρὸ ὀφϑαλμῶν ἔχωμεν τὸ τοῦ ϑανάτου ἄδηλον, μή ποτε ἐν ὥρᾳ, ᾗ οὐ προσδοκῶμεν, ἔλϑῃ ὁ κύριος ἡμῶν καὶ εὕρῃ ἐσπιλωμένον τῇ φιλαργυρίᾳ τὸ ἡμέτερον συνειδός, καὶ ἐρεῖ ἡμῖν ἅπερ ἐν τῷ Εὐαγγελίῳ ἐρρέϑη τῷ πλουσίῳ ἐκείνῳ· «τὴν ψυχήν σου αἴρουσιν ἀπὸ σοῦ· ἃ δὲ ἠτοίμασας, τίνι ἔσται»125; ἰτέον δὲ ὅϑεν ἐξέβημεν. ἀριστήσαντας οὖν καὶ τὴν ἐξ ἔϑους εὐχαριστίαν εἰπόντας καὶ ἀναστάντας ψάλλειν δέον τὴν κατὰ τύπον ἀκολουϑίαν μετὰ τῆς εὐχῆς καὶ οὕτως πρὸς τὰς ἑαυτῶν ἀπιέναι κέλλας· καὶ κατὰ τὸ δεῖπνον δέ, εἴ τις βουλόμενος δειπνῆσαι ὑστερήσει τῆς εὐχαριστίας, τῷ ὁμοίῳ ὑποπεσεῖται ἐπιτιμίῳ τοῦ κατὰ τὸ ἄριστον ὑστερήσαντος, ἐρωτώμενος δηλαδή, καὶ τὴν αἰτίαν μὴ ἔχοντος εὔλογον. ὁ μέντοι δι’ ἐγκράτειαν μὴ εἰσιὼν εἰς τὸ δεῖπνον ἀνένοχος. ἄρτος τοίνυν ὑμῖν δειπνοῦσι παρατεϑήσεται, καὶ οὗτος βραχύς· ἂν δέ τινες καὶ μικραὶ εἶεν ὀπῶραι, κατὰ γνώμην τοῦ προεστῶτος καὶ τούτων εὐχαρίστως μεταληπτέον. τὸ μέντοι πόμα μετὰ τοῦ μείζονος δοϑήσεται κρασοβολίου κατὰ τὸν τύπον. εἰ μὲν οὖν ἑορτή τις παρά τινος τῶν ἀδελφῶν ἑορταζομένη τύχῃ, εἰδήοει τοῦ προεστῶτος οὐ τοῦτον φυλακτέον ἐν τῷ δείπνῳ τὸν κανόνα, ἀλλ’ ὡς ἔσται τῷ ἑορτάζοντι βουλητόν, οὕτω δεῖ καὶ ποιεῖν126.

κε´. Περὶ τοῦ μὴ χρῆναι ἀφυλάκτως τοῖς τυχοῦσι συνδιατρίβειν ἢ ὁμιλεῖν

Καὶ τοῦτο δὲ ὑμῖν γινώσκειν καλὸν καὶ λίαν ἐπωφελές, καϑὼς παρὰ τῶν ἁγίων ἐμάϑομεν καὶ ἡ πεῖρα αὐτὴ ἡμᾶς ἐδίδαξε, τὸ μὴ πᾶσιν ἄνϑρώποις ἀφυλάκτως συνδιατρίβειν μηδὲ καϑῆσϑαι μετ’ αὐτῶν ἐν ταῖς ἑστιάσεσιν ὑμῶν, μήτε ἔσωϑεν τῆς μονῆς μήτε ἔξωϑεν, κἂν ὅποι τύχοιτε ὄντες· καὶ μάρτυς τῶν ἐμῶν λόγων καὶ τῆς τοιαύτης παραδόσεως ὁ σοφὸς καὶ μέγας Βασίλειος127 λέγων οὑτωσί· «Θαρρεῖν δὲ μηδὲ πᾶσιν ἄνϑρώποις ἑαυτοὺς μηδὲ ἀπογυμνοῦν μηδὲ ἀνακαλύπτειν ἀφυλάκτως προσήκει· πολλοὺς γὰρ ἐφέδρους ὁ κατὰ ϑεὸν πολιτευόμενος ἔχει, καὶ αὐτοῦς πολλάκις τοὺς οἰκειοτάτους τῆς ἑαυτοῦ ζωῆς κατασκόπους. προσήκει τοίνυν μὴ ἀβασανίστους ποιεῖσϑαι τὰς πρὸς τοὺς ἔξωϑεν συντυχίας· εἰ γὰρ ὁ σωτήρ, ὥς φησι τὸ Εὐαγγέλιον, οὐκ ἐπίστευε τοῖς πᾶσιν ἑαυτόν (αὐτὸς γὰρ φησιν ὁ δίκαιος, ὁ τὸ πᾶν ἀρετή)128, πῶς ἡμεῖς οἱ ἀμαρτωλοί, οἱ εὐόλισϑοι, οἱ μὴ κατὰ σκοπὸν ἀεὶ εὐοδούμενοι, τοῦτο μὲν διὰ τὴν φυσικὴν ἀσϑένειαν, τοῦτο δὲ διὰ τὸν πονηρῶς καὶ ἀνενδότως ἡμῖν προσπαλαίοντα, ἑαυτοὺς ἐκδιδόντες περιέργοις ἀνϑρώποις οὐχὶ πονηρὰς ἐπισπασόμεϑα διαβολὰς καὶ ἑαυτοῖς τὰ σκάνδαλα καταπήξομεν; πολλάκις γὰρ οἱ πονηροὶ καὶ τὰ καλῶς πραττόμενα διαβάλλειν ἐπιχειροῦσιν, οὔτε ἀλοιδόρητα καταλιμπάνειν καὶ τὰ σμικρότατα τῶν πταισμάτων ἀνέχονται. χρὴ τοίνυν πεφυλαγμένας ποιεῖσϑαι τὰς πρὸς τοὺς ἐξωϑεν ὁμιλίας· συμβαίνει γὰρ αὐτοῖς καὶ ἕτερόν τι πάϑος ὑπὸ λογισμῶν ἀπειρίας ἐπὶ τῶν ἀναχωρησάντων τοῦ βίου· ὑπολαμβάνουσι γὰρ οὐ· τὴν γνώμην μετατεϑεῖσϑαι τῶν μεταϑεμένων τὴν πολιτείαν, ἀλλὰ τὴν φύσιν αὐτοῖς τὴν ἀνϑρωπίνην μετεσκευάσϑαι· καὶ οὐ κρίνουσι τοὺς ἀσκητὰς ὡς ἐν πάϑεσι μὲν τοῖς αὐτοῖς στρεφομένους, δυνάμει δὲ ψυχῆς καὶ ἀλλοτριώσει τῇ πρὸς τὰς ἡδονὰς ἐπικρατοῦντας αὐτῶν, ἀλλ’ οἴονται πάντῃ ἐκποδὼν τὰ πάϑη τῆς τοῦ σώματος αὐτῶν φύσεῶς γεγονέναι. ὅϑεν δὴ καὶ εἴ τι μικρὸν ὁ πνευματικὸς διαμάρτοι τοῦ καλοῦ, εὐϑέως ἅπαντες καὶ οἱ τὸ πρὶν ϑερμότατοι ἐπαινέται καὶ ϑαυμασταὶ πικροὶ κατήγοροι γίνονται καὶ διελέγχουσιν ἑαυτούς, οὐδὲ πρότερον ἀληϑεῖς τοὺς ἐπαίνους ποιούμενοι· καϑάπερ γὰρ ἀϑλητοῦ τινος ὀλισϑήσαντος εὐϑὺς ὁ ἀντίπαλος κατεξανίσταται παίων καὶ καταβάλλων αὐτόν, οὕτως ἐκεῖνοι, ἐπὰν ἴδωσι τὸν ἐν ἀσκήσει ἀρετῆς διαζῶντα μικρὸν δὴ τοῦ καλοῦ διαμαρτήσαντα, ἐπιτίϑενται ταῖς λοιδορίαις καὶ ταῖς διαβολαῖς ὥσπερ τοξεύμασι βάλλοντες, οὐ λογιζόμενοι καϑ’ ἑαυτούς, ὅτι αὐτοὶ μὲν ἐφ’ ἐκάστης ἡμέρας μυρίοις τιτρώσκονται τοῖς βελεσι τῶν παϑῶν, οἱ δὲ γε τῆς εὐσεβείας ἀγωνισταί, καίπερ ὑπὸ τῶν ὁμοίων πολιορκούμενοι παϑῶν, ἢ μικρά τινα ἢ οὐδὲν πολλάκις ὑπὸ τούτων ἐπηρεάζονται, καὶ ταῦτα καὶ τὸν ἀνταγωνιστὴν σφοδρότερον ἤπερ ἐκεῖνοι δεχόμενοι, ἐπείπερ οὗτοι μὲν τὸν πρὸς ἐκεῖνον ἀγῶνα διωμολόγησαν καὶ μέγα τῷ πονηρῷ τὸ κατὰ τούτων ἄρασϑαι νίκην, πάλιν δ’ αὖ τὸ ἠττηϑῆναι καιρίαν τὴν πληγὴν ἤνεγκεν, ὡς ὁλοσχερῶς καὶ πᾶ σιν ἀρετῆς μέρεσιν ἡττηϑέντι. ὁ δὲ πρὸς τοὺς τῷ βίῳ προσνείμαντας ἑαυτοὺς καταπεφρόνητσι πόλεμος, τὸ μὲν ὅτι οἱ πλεῖστοι αὐτῶν αὐτομάτως ἐπὶ τὴν ἧτταν τρέχουσι, ταῖς ποικίλαις ἡδοναῖς καὶ ἐπιϑυμίαις πρὸς τὴν ἀμαρτίαν δελεαζόμενοι καὶ ἄπονον αὐτῷ τὴν καϑ’ ἑαυτῶν νίκην παρέχοντες, τὸ δὲ ὅτι καὶ οἱ δοκοῦντες μικρὸν πρὸς τὴν ἀμαρτίαν ἀνταίρειν τοῖς ποικίλοις περισπασμοῖς εὐκόλως τῆς ἀγωνίας ἀφέλκονται, καὶ τὰ νῶτα στρέψαντες καὶ ἀνενδότως βαλλόμενοι πολλὰ καὶ αἰσχρὰ τῆς ἥττης τὰ στίγματα φέρουσιν. εἰ δὲ ποῦ τινες καὶ τὴν φορὰν τῶν βιωτικῶν περισπασμῶν βιασάμενοι ἀντιβλέψαι πρὸς τὸν τοῦ πονηροῦ δεδύνηνται πόλεμον, ἀλλ’ οὔτε οὗτοι τοιούτους ἀγῶνας διήνεγκαν, ἀλλὰ πολλῷ καὶ ἀπείρῳ τῷ μέτρῳ τῶν ἀσκητῶν λειπομένους· ὁ μὲν γὰρ τῶν ἱδίων κρατεῖν ἑσπούδακε καὶ φιλονείκως διαγωνίζεται ἐν ταῖς περὶ τὰ παρόντα ἀμφισβητήσεσιν, ὁ δὲ καὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσι παραχωρεῖ πληρῶν τὸ Ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει129. ὁ μὲν τυφϑεὶς ἀντέτυψε καὶ ὁ ἀδικηϑεὶς ἀντηδίκησε καὶ ταύτῃ τὸ ἴσον ἔχειν ὑπολαμβάνει, ὁ δὲ καρτερεῖ, μέχρις ὅτου κόρον τῷ ἀδικοῦντι καὶ τῷ παίοντι ἐμποιήσει· καὶ ὁ μὲν πασῶν τῶν τοῦ σώματος ἡδονῶν κρατεῖν ἐσπούδακεν, ὁ δὲ ἐν κόρῳ διατρίβει τῶν ἡδονῶν. πῶς οὖν καὶ ἀγωνιστὴς ὁ βιωτικὸς νομισϑείη πρὸς τὸν ἀσκητὴν συγκρινόμενος; σκόπησον δὲ καὶ ἕτερον, ὅπερ πάσχειν σύνηϑες τοῖς τῷ παρόντι βίῳ προσέχουσιν, ἡνίκα ἂν τὰ περὶ τοὺς ἀσκητὰς ἐξετάζωσιν· ἐπειδὰν γὰρ ὁ ἀσκητὴς ἐκ μακρᾶς τῆς ἐνδείας ὑπερείδειν τὸ σῶμα τροφῇ καλῶς ἔχειν ἡγήσηται, καϑάπερ ἀσώματόν τε καὶ ἄυλον ἢ οὐ μετέχειν τροφῆς ἢ τῆς ἐλαχίστης ϑέλουσι. κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντῃ τοῦ σώματος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέχρι γοῦν τινος τὴν ὑπάρχουσαν ἔνδειαν ϑεραπεύοντα, λοιδοροῦσι καὶ διαβάλλουσι καὶ πολυσίτους τινὰς καὶ λαιμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροινίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες, οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δίς, ἔνιοι δὲ καὶ αὐτῶν τρὶς τῆς ἡμέρας σιτούμενοι σιτίων τὰ παχύτερα καὶ πιότατα ἀπείρου τε ὄγκου κρεῶν ἐμφορούμενοι καὶ οἴνου πλῆϑος ἄμετρον ἐγχεόμενοι οὕτως ἐπὶ τὰς τραπέζας κεχήνασιν, ὡς σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεϑέντες. οἱ δέ γε κατὰ ἀλήϑειαν ἀσκηταὶ τροφῇ τε τῇ ξηροτάτῃ κέχρηνται καὶ ὀλίγον ἐχούσῃ σὺν ἀσϑένείᾳ τὸ τρόφιμον καὶ παρὰ πᾶσαν τὴν ἡμέραν ἅπαξ· οἵ γε τάξει διαζῆν ἐγνωκότες καὶ ταύτῃ μετρίως καὶ ἐπιστημόνως σιτούμενοι, εἰκότως περὶ τὸν καιρὸν τῆς σιτήσεως τὴν χρείαν μετ’ εὐπαρρησιάστου συνειδότος χορηγοῦσι τῷ σώματι. διὰ τοι τοῦτο προσήκει μὴ τὴν ἐλευϑερίαν ἡμῶν κρίνεσϑαι ὑπὸ ἄλλης συνειδήσεως· εἰ γὰρ ἡμεῖς χάριτι μετέχομεν, τί βλασφημούμεϑα ὑπὲρ ὧν ἡμεῖς εὐχαριστοῦμεν130, τὴν ἔνδειαν καὶ τὴν τῆς τροφῆς εὐτέλειαν μετὰ τοσαύτης εὐφροσύνης αἱρούμενοι, μεϑ’ ὅσης οὐδὲ ἐκεῖνοι τὴν ὑπέρλαμπρον καὶ πολυειδῆ τῆς πολυόψου τραπεζης παρασκευήν»; καὶ ταῦτα μὲν περὶ τοῦ μὴ συνδιάγειν τοῖς κοσμικοῖς, εῖπωμεν δὲ καὶ ἔτι περὶ τῆς καταστάσεως τῆς τραπεζης.

κς´. Περὶ τῆς ἐν τῇ τραπέζῃ εὐταξίας

Εἰσιέναι131 τὸν ἐπιστημονάρχην δεῖ ἐν ταῖς δευτέραις ἑστιάσεσι καὶ ἐρευνᾱν, εἴ τινες ὀφείλοντες ἐν ταῖς πρώταις ἑστιαϑῆναι παρελείφϑησαν, ὅτου χάριν ἡ παράλειψις· καὶ εἰ μὲν ἡ πρόφασις εὔλογος, ἀναίτιοι· εἰ δὲ παράλογος, μὴ ἐᾶν αὐτοὺς ἐσϑίειν ἐντελλόμεϑα· οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐπαινετόν, τὸ ἄνευ εὐλόγου αἰτίας ὑστερίζειν ἐν ταῖς ἑστιάσεσι· τῷτοι καὶ κολαστέον αὐτὸ καὶ ἀποτρεπτέον εἰς δύναμιν πάντοτε. ταῦτα μὲν132 ἐν ταῖς λιταῖς ἡμέραις τοῦ ἐνιαυτοῦ, ἐν δέ τοι τῶν ἁγίων νηστειῶν οὐχ οὕτως.

κζ´. «Οτι κατὰ τὴν Δευτέραν τῆς πρώτης ἑβδομάδος οὐ χρὴ τραπεζης ὅλως φροντίζειν

Καὶ πρό γε τῶν ἄλλων ἐν τῇ πρώτῃ καὶ μεγίστῃ, ἤτοι133 κατὰ τὴν πρώτην ἡμέραν, ἤγουν τὴν Δευτέραν τῆς πρώτης ἑβδομάδας, μήϑ’ ἱερουργητέον μήτε τραπέζης φροντιστέον ἢ βρώσεως· ταῖς μέντοι ἑξῆς ἡμέραις τῆς αὐτῆς ἑβδομάδος μετὰ τὴν ἀπόλυσιν τῆς ἀκολουϑίας πάσης καὶ τραπέζης ἐπιμελητέον καὶ βρώσεως τὸν αἱρούμενον μεταληπτέον.

κη´. Περὶ τοῦ πῶς δεῖ κατὰ τὴν Τεσσαρακοστὴγ διαιτᾶσϑαι

Ἥτις ἔσται ἐξ ὀσπρίων διαβρόχων ὕδατι καὶ ὠμῶν τινων λαχάνων καὶ ὀπωρῶν ἴσως, τὸ δὲ πόμα ϑερμὸν ὕδωρ κυμίνῳ συνηρτυμένον. οἱ δὲ ἀγωνιζόμενοι νηστεύουσι, καϑὼς ἕκαστος σχοίη δυνάμεως, ἢ μέχρι τῆς Τετράδος ἢ καὶ ἕως τῆς Παρασκευῆς· τοῦτο γὰρ τὸ φάρμακον πολλὰ ὀνίνησι τοὺς κατ’ ἐμὲ ἀμαρτωλούς. ταῦτα δὲ ἄχρι καὶ τοῦ Σαββάτου· ἐν τούτῳ δὲ ἑψητά τινα βρωτέον ὑμῖν ἐδέσματα δύο ἐλαίου μέτοχα, οἶνον δὲ ποτέον κρείττονα μετὰ τοῦ μείζονος ἐξαγίου διδόμενον διὰ τὴν ἑορτὴν τοῦ ἁγιου μεγαλομάρτυρας Θεοδώρου, ἣν ὁ προεστὼς ὀφείλει χρεωστικῶς ἐπιτελεῖν καὶ παρακαλεῖν ὑμας. εἰ δέ τις ἕτερος ὑμῶν ἑορτάζειν ταύτην βούλοιτο, τούτῳ διδόαμεν ἄδειαν καὶ ὀστρακοδέρμοις τισὶ κατὰ τὴν τοῦ Σαββάτου ἡμέραν τὴν ἀδελφότητα ἑστιᾶν, ἰχϑύσι δὲ οὔκουν χρησόμεϑα. ἡ μὲν δὴ πρώτη ἑβδομὰς τῆς ἁγιας Τεσσαρακοστῆς οὕτως ὑμῖν ἀνυέσϑω, τοῖς δὲ Σάββασι πᾶσι καὶ ταῖς Κυριακαῖς τῆς αὐτῆς ἀγίας νηστείας δύο παρατιϑέσϑωσαν ὑμῖν ἐδέσματα μαγειρευτὰ μετέχοντα καὶ ἐλαίου· διδόσϑω δὲ καὶ εἰς πόσιν τὸ σύνηϑες μέγα κρασοβόλιον· τὸ δ’ αὐτὸ γινέσϑω κἀν τῇ Πέμτυτῃ τοῦ Μεγάλου Κανόνος. ταῖς δέ γε Τρίταις καὶ Πέμπταις ἄλλαις δύο μὲν ἐδέσματα παρατεϑήσονται ὑμῖν μαγειρευτά, οὐ μὴν δὲ καὶ ἀμφότερα ἐλαίου μέτοχα, ἀλλ’ ἢ μόνον τὸ ἕν· καὶ οἶνος δὲ τῷ ἐλάττονι ἑξαγίῳ μετρούμενος, ὅπερ ἐστὶ τοῦ μείζονος τὸ ἥμισυ· καὶ ταῦτα διὰ τὴν ἀσϑένειαν ὑμῶν καὶ διὰ τὸν κόπον τῆς ἐκκλησίας καὶ τῶν ἐργασιῶν ὑμῶν, ἐπεὶ ὁ πεντηκοστὸς κανῶν τῆς ἐν Λαοδικείᾳ συνόδου αὐταῖς λέξεσιν οὑτωσὶ λέγεί134· «Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ τῆς ὑστεραίας ἑβδομάδος τὴν Πέμπτην λύειν καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν, ἀλλὰ δεῖ πᾶσαν τὴν Τεσσαρακοστὴν νηστεύειν ξηροφαγοῦντας»135. καὶ μακάριός ἐστιν, ὅστις ἀφ’ ὑμῶν πληρωτὴς σπουδάσει γενέσϑαι τοῦ τοιούτου κανόνος· τὸν γὰρ ἐκατοστὸν καρπὸν ἔφερε καὶ πληρωτὴς τῶν ϑεοῦ ἐντολῶν ἀναδείκνυται· καὶ ὁ βουλόμενος οὕτως νηστευέτω, ἔχων συνεργὸν καὶ τὴν εὐχὴν ἐμοῦ τοῦ ἁμαρτωλοῦ, μὴ κωλυόμενος παρὰ τινος. τὰς τοίνυν ἄλλας ἡμέρας, Δευτέρας136 φημὶ καὶ Τετράδας καὶ Παρασκευάς, οὔκουν ὑμᾶς μαγειρευτοῦ τινος οὔτε οἴνου μεταληπτέον, εἰ μὴ μόνον κυάμων ἑφϑῶν καὶ τινων μικρῶν ὀπωρῶν, εἴπερ εἰσί, καὶ τοῦ κυμινάτου ϑερμοῦ ὕδατος. ἂν δὲ τούτων μιᾷ τύχῃ τὴν μνήμην συνδραμεῖν τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου ἢ τῶν Ἁγίων Τεσσαράκοντα, τιμητέον καὶ παρακλητέον ὑμᾶς οὐ κατὰ τὰς προλεχϑείσας ἡμέρας, ἀλλ’ ἢ μόνῳ οἴνῳ τῷ διὰ τοῦ μείζονος ἑξαγίου καὶ γρύτῃ137· τὰς δ’ ἄλλας πάσας ἡμέρας τῆς ἁγίας Τεσσαρακοστῆς οὐκ ἔξεστιν ὑμῖν ἰχϑυοφαγῆσαι τὸ σύνολον, οὐδ’ ἂν παράκλησις ἴσως πεμφϑείη παρά τινος. ἂν τοίνυν αὐτὸς ἐκεῖνος ὁ παρακαλῶν ὑμας μεϑ’ ὑμῶν ἑστιαϑησόμενος ἵκοιτο, τότε δὴ καὶ τοῦτο καταλυτέον διὰ τὴν διάκρισιν. τὰ δὲ γε ὀστρακόδερμα Σαββάτῳ καὶ Κυριακῇ ἐσϑίομεν, ταῖς δ’ ἄλλαις ἡμέραις οὐχί. τῆς ἑορτῆς138 δὲ τοῦ Εὐαγγελισμοῦ ἐνστάσης, λαμπρῶς ἑορταστέον εἰς δύναμιν καὶ ἰχϑύων μεταληπτέον οἴκοϑεν ὠψωνημένων καὶ διὰ τοῦ μείζονος κρασοβολίου· οὐ μόνον δὲ ἀλλὰ καὶ τὴν αὔριον, εἴπερ οὐκ ἔστι Δευτέρα ἢ Τετρὰς ἢ Παρασκευή, εἴ τι λείψανον, τῆς χϑεσινῆς τραπέζης ἐστί, βρωτέον ὑμῖν καὶ οἶνον ποτέον ὁμοίως· καὶ ἰχϑύων δὲ μὴ παραλειφϑέντων, τὰ ἐλαιώδη δύο ἐδέσματα τὸ τῆς ἑορτῆς ἐκπληρωτέον κατὰ τὰς λοιπὰς ἀπολελυμένας ἡμέρας. ἰχϑυοφαγήσομεν δὲ ἐν τῇ τοιαύτῃ ἁγίᾳ ἑορτῇ, ὡς εἴρηται, ἂν μὴ τῇ ἁγίᾳ καὶ μεγάλῃ ἑβδομάδι συνδράμῃ· τότε γὰρ τοῖς ὀστρακοδέρμοις χρησόμεϑα, μᾶλλον δὲ παρακληϑησόμεϑα διὰ τὴν ἑορτήν, διότι τὴν ἁγίαν ἑβδομάδα ταύτην πᾶσαν ἐπίσης ταῖς τῆς πρώτης ἑβδομάδος ἡμέραις διάγειν εἰκός, ὀσπρίοις τισὶ διαβρόχοις καὶ λαχάνοις ὠμοῖς καὶ ὀπώραις ταῖς παρατυχούσαις ἀρκούμενοι καὶ τῷ κυμινάτῳ ϑερμῷ πόματι, καὶ νηστεύουσιν οἱ δυνάμενοι τελείως. εἰ δὲ ἡ προδηλωϑεῖσα ἁγία ἕορτὴ ταύταις συνδράμῃ, τῶν ὀστρακοδέρμων, ὡς ἔφημεν, καὶ οὐκ ἰχϑύων μεταληψόμεϑα· οἶνόν τε πίωμεν τῷ μείζονι ἑξαγίῳ καὶ τὰ εἰκότα τῇ ἑορτῇ πάντα ποιήσομεν, κἂν τῇ μεγάλῃ Πέμπτη συνδράμῃ, κἂν τῇ μεγάλῃ Παρασκευῇ. τῇ μέντοι ἁγίᾳ Παρασκευῇ μηδόλως ἑστιατέον139 τοῖς δοναμένοις, ὁμοίως δὲ καὶ τῷ ἁγίῳ Σαββάτῳ, κἂν ἡ μνήμη τοῦ Εὐαγγελισμοῦ τῆς ἁγίας Θεοτόκου συνδράμῃ. ἀλλ’ ἀπέστω πᾶσα μέριμνα περισπασμὸν ἐμποιοῦσα ἡμῖν· μόνος δὲ διακλυσμὸς γινέσϑω κατὰ τὸ ἔϑος ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ μετὰ τὴν ἁγίαν μετάληψιν, τῆς ἕκτης ὥρας τῆς νυκτὸς ἐνισταμένης τοῦ ἁγίου Σαββάτου· ταύτην γὰρ τὴν ὥραν παραδεδώκασιν ἡμῖν οἱ ἅγιοι πατέρες· ἔστι γὰρ κανὼν τῆς οἰκουμενικῆς ἕκτης συνόδου ὀγδοηκοστὸς ἔνατος λέγων οὕτως· «Τὰς τοῦ σωτηρίου πάϑους ἡμέρας ἐν νηστείαις καὶ προσευχαῖς καὶ κατανύξει καρδίας ἐπιτελεῖν χρὴ τοὺς πιστούς· περὶ μέσην δὲ τῆς κατὰ τὸ μέγα Σάββατον νυκτὸς ὥραν ἀπονηστίζεσϑαι, τῶν ϑείων εὐαγγελιστῶν Ματϑαίου καὶ Λουκᾶ, τοῦ μὲν διὰ τοῦ Ὀφὲ σαββάτων140 προσρήματος, τοῦ δὲ διὰ τοῦ Ὄρϑρου βαϑέος τὴν βραδυτῆτα τῆς νυκτὸς ἡμῖν ὑπογράφοντος»141. καὶ οὕτως μὲν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι καὶ ἕτεροι διάφοροι πατέρες περὶ τούτου εἰρήκασιν· ἀφ’ ὧν ἐστι καὶ ὁ μακάριος Διονύσιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας· ἐκεῖνος γὰρ ἐπιστέλλων πρὸς Βασιλείδην τὸν ἀγαπητὸν αὐτοῦ ἀδελφὸν καὶ συλλειτουργὸν καὶ ἑρμηνεύων αὐτὸν περὶ τοῦ πότε δεῖ ἀπονηστίζεσϑαι, ἀκριβῆ ὥραν ζητοῦντος τοῦ Βασιλείδη, μετὰ τῶν ἄλλων καὶ ταῦτά φησι· «Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεϑα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον142 ἡμιώριον ἢ ὥρας τέταρτον ἐνάρχεσϑαι προσήκει τῆς ἐπὶ τῇ τοῦ κυρίου ἡμῶν ἀναστάσει143 χαρᾶς· τοὺς μὲν λίαν ἐπιταχύναντας καὶ πρὸ νυκτὸς ἤδη μεσούσης ἀνιέντας ὡς ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεϑα, παρ’ ὀλίγον προκαταλύοντας144 τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ οὐ μικρὸν βίῳ τὸ παρὰ μικρόν· τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καϑ’ ἣν καὶ τοῖς πλέουσιν ὁ σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς ϑαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ145 φιλοπόνους ἀποδεξόμεϑα· τοῖς δὲ μεταξύ, ὡς ἐκινήϑησαν ἢ καὶ ὡς ἡδυνήϑησαν, ἀναπαυσαμένοις μὴ πάνυ διοχλῶμεν146. ἐπειδὴ δὲ καὶ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως μηδὲ ὁμοίως πάντες ἀναμενουσιν, ἀλλ’ οἱ μὲν καὶ πάσας ὑπερτιϑέασιν ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἱ δὲ τέσσαρας, οἱ δὲ (οὐδε)μίαν, τοῖς μὲν πάνυ διαπονηϑεῖσιν ἐν ταῖς ὑπερϑέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι147, συγγνώμη τῆς ταχυτέρας γεύσεως εἰ δὲ τινες οὐχ ὅπως οὐχ ὑπερτιϑέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἀλλὰ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλϑόντες ἐπὶ τὰς τελευταίας δύο καὶ μόνος αὐτὰς ὑπερτιϑέντες, τὴν τε Παρασκευὴν καὶ τὸ Σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἴσην ἄϑλησιν αὐτοὺς πεποιῆσϑαι τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι». καὶ ταῦτα μὲν φησιν ὁ Διονύσιος· εἰς δὲ τὰς Διατάξεις οἱ ἅγιοι ἀπόστολοι ἕως ἀλεκτοροφωνίας νηστεύειν νομοϑετοῦσιν· ἐκεῖνοι γὰρ μετὰ τῶν ἄλλων καὶ τάδε φασίν· «Τὰς ἡμέρας τῶν τοῦ κυρίου ἑορτῶν φυλάσσετε, καὶ πρώτην μὲν τὴν γενέϑλιον, μεϑ’ ἣν τὴν ἐπιφάνειον· εἶτα τὴν νηστείαν τῆς Τεσσαρακοστῆς μνήμην περιέχουσαν τῆς τοῦ κυρίου πολιτείας καὶ νομοϑεσίας. ἐπιτελείσϑω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ Πάσχα, ἀρχομένης μὲν ἀπὸ τῆς Δευτέρας, πληρουμένης δὲ εἰς Παρασκευήν· μεϑ’ ἃς ἀπονηστεύσαντες ἄρχεσϑε τῆς ἁγίας τοῦ Πάσχα ἑβδομάδος, νηστεύοντες περὶ τῶν ἀπολλυμένων Ἰουδαίων· οὕτως γὰρ ὁ κύριος παρήγγειλεν ἡμῖν νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων παρανομίαν, πενϑεῖν αὐτοὺς παρακελευσάμενος ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· καὶ γὰρ αὐτὸς αὐτοῖς ἐπεδάκρυσεν. ἐν δὲ ταῖς ἡμέραις τοῦ ΙΙάσχα νηστεύετε ἀρχόμενοι ἀπὸ τῆς Δευτέρας μέχρι τοῦ Σαββάτου ἡμέρας ἕξ, μόνῳ χρώμενοι ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι· ἡμέραι γάρ εἰσι πένϑους καὶ οὐχ ἑορτῆς, αὐτὸ δὲ νηστεύετε τὸ Σάββατον, οὐχ ὅτι δεῖ τὸ Σάββατον νηστεύειν κατάπαυσιν δημιουργίας ὑπάρχον, ἀλλ’ ὅτι κἀκείνῳ μόνῳ χρὴ νηστεύειν, τοῦ δημιουργοῦ ἐν αὐτῷ ἔτι ὑπὸ γῆν ὄντος· ἐν αὐτῇ γὰρ αὐτῶν τῇ ἑορτῇ κατέσχον τὸν κύριον, ὅπως πληρωϑῇ τὸ Ἔϑεντο τὰ σημεῖα αὐτῶν ἐν μέσῳ τῆς ἑορτῆς αὐτῶν καὶ οὐκ ἔγνωσαν. τὴν μεντοι Παρασκευὴν καὶ τὸ Σάββατον ὁλόκληρον νηστεύετε μέχρις ἀλεκτοροφωνίας νυκτός. εἰ δὲ τις ἀδυνατεῖ τὰς δύο φυλάττειν ὁμοῦ, φυλαττέσϑω κἂν τὸ Σάββατον· λέγει γὰρ καὶ ὁ κύριος περὶ αὐτοῦ· Ὅταν ἐπαρϑῇ ὁ νυμφίος ἀπ’ αὐτῶν, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ἐν ταύταις οὖν ἤρϑη ἀφ’ ἡμῶν ὑπὸ τῶν παρανόμων Ἰουδαίων καὶ τῷ σταυρῷ προσεπάγη. διὸ παραινοῦμεν καὶ ὑμῖν νηστεύειν ταύτας, ὡς καὶ ἡμεῖς νηστεύομεν. ἐν δὲ ταῖς λοιπαῖς πρὸ τῆς Παρασκευῆς κατὰ τὴν ἑσπέραν ἕκαστος ἐσϑιέτω, ἢ ὅπως ἂν δύναιτο ἀπὸ τῆς Δευτέρας μέχρις ἀλεκτοροφωνίας ἀπονηστιζόμενοι ἐπιφωσκούσης μιᾶς Σαββάτων, ἥτις ἐστὶ Κυριακὴ ἀπὸ ἑσπέρας ἕως ἀλεκτοροφωνίας, ἀγρυπνοῦντες καὶ προσευχόμενοι καὶ ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας καὶ τοὺς ψαλμοὺς μέχρις ἀλεκτρυόνων κραυγῆς. καὶ παυσάμενοι τοῦ πένϑους ὑμῶν δεήϑητε τοῦ ϑεοῦ ἐπιστραφῆναι τὸν Ἰσραὴλ καὶ λαβεῖν αὐτὸν μετανοίας τόπον καὶ τῆς ἀσεβείας ἄφεσιν· καὶ γὰρ ὁ Πιλάτος νιψάμενος τὰς χεῖρας εἶπεν· Ἀϑῶός εἰμι ἐκ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσϑε. ὁ δὲ Ἰσραὴλ ἐπεβόησε· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, καὶ οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. ἀναστάντος δὲ τοῦ κυρίου, προσενέγκατε τὴν ϑυσίαν ὑμῶν, περὶ ἧς ὑμῖν δι’ ἡμῶν διετάξατο λέγων. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. καὶ λοιπὸν ἀπονηστεύετε εὐφραινόμενοι καὶ ἑορτάζοντες, ὅτι ὁ ἀρραβὼν τῆς ἀναστάσεονς ἡμῶν Ἰησοῦς Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· καὶ τοῦτο ὑμῖν ἐστι νόμιμον αἰώνιον ἕως τῆς συντελείας, μέχρις ἂν ἔλϑῃ ὁ κύριος»148. καὶ πάλιν ἀπὸ τῆς πρώτης Κυριακῆς ἀριϑμήσαντες ἡμέρας τεσσαράκοντα ἑορτάσατε τὴν ἑορτὴν τῆς ἀναλήψεως τοῦ κυρίου, καὶ μετὰ ἡμέρας δέκα τῆς Ἀναλήψεως, ἥτις ἀπὸ τῆς πρώτης Κυριακῆς ἕκτη πεντηκοστὴ γίνεται, ἑορτὴ μεγάλη ὑμῖν ἔστω· ἐν αὐτῇ γὰρ ὥρᾳ τρίτῃ ἀπέστειλεν ἡμῖν ὁ κύριος τὴν δωρεὰν τοῦ ἀγιου πνεύματος. καὶ μετὰ τὸ ἑορτάσαι ὑμᾶς τὴν Πεντηκοστὴν ἑορτάσατε ἑβδομάδα καὶ μετ’ ἐκείνην νηστεύσατε· δίκαιον γὰρ καὶ εὐφρανϑῆναι ἐπὶ τῇ ἐκ ϑεοῦ δωρεᾷ καὶ νηστεῦσαι μετὰ τὴν ἄνεσιν· καὶ γὰρ καὶ Μωϋσῆς149 καὶ Ἠλίας150 ἐνήστευσαν ἡμέρας τεσσαράκοντα καὶ Δανιὴλ «ἑβδομάδας τρεῖς ἄρτον ἐπιϑυμιῶν οὐκ ἔφαγε, καὶ κρέη καὶ οἶνος οὐκ εἰσῆλϑεν εἰς τὸ στόμα»151 αὐτοῦ. μετὰ δὲ τὴν νηστείαν ταύτην πᾶσαν Τετράδα καὶ Παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν καὶ τὴν περίσσειαν ὑμῶν, ὡς εἴρηται, πένησι χορηγεῖν. τοῦτον μὲν δὴ τὸν152 τρόπον ἡ ἐν τῇ ἁγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ δίαιτα τῶν τροφῶν ὑμῶν ἐχέτω, τῆς περὶ τῶν ἀσϑενούντων φροντίδος τῇ διακρίσει τοῦ προεστῶτος ἀνατεϑείσης. ἀμέλει γοῦν, τὰ δὲ τῆς τῶν ἁγίων153 Ἀποστόλων αὐτίκα δὴ τυπωϑήσεται154.

κϑ´. Περὶ τῆς τεσσαρακοστῆς τῶν ἀγίων Ἀποστόλων

Μετὰ τὸ τελεσϑῆναι τὴν πᾶσαν ἀκολουϑίαν τῶν τε ὡρῶν καὶ τῆς ϑείας ἱερουργίας, ὡς τὸ Συναζάριον διέξεισι, καλείτω ὑμᾶς ἡ τράπεζα κατὰ τὸν ἀνωτέρω διαταγέντα τύπον, ἑβδόμης ὥρας ἐνισταμόνης, ἐν ᾗ καὶ δύο ἐδέσματα σὺν ἐλαίῳ ἑψητὰ ὑμῖν ἐσϑιέσϑω τῇ Τρίτῃ καὶ τῇ Πέμπτῃ καὶ οἶνος πινέσϑω ὁ τοῦ μείζονος ἑξαγίου ἐν τῇ ὥρᾳ τοῦ ἀρίστου. οὐ μέντοι γε ἰχϑυοφαγήσομεν οἴκοϑεν· ἂν δέ τις εἴη παράκλησις, μεταληπτέον εὐχαριστοῦντας· ἐν γὰρ ταῖς δυσὶ ταύταις ἥττοσι τεσσαρακοσταῖς τοῦτο κωλύειν οὐ δίκαιον.

λ´. Περὶ τῆς τεσσαραχοστῆς τῶν Χριστουγέννων

Καὶ ἡ τῶν ἁγίων δὲ Χριστουγέννων τεσσαρακοστὴ ὁμοία ἔσται τῇ τῶν ἁγίων Ἀποστόλων ἔν τε βρώσεσι καὶ πόσεσι, μετὰ τὸ πληρωϑῆναι δηλαδὴ πᾶσαν ἀκολουϑίαν, κατὰ τὸ Συναξάριον, δύο τούτοις μόνοις παραλλάττουσα, ὥστε μὴ καϑ’ ἑκάστην ἱερουργεῖν, ὁπότε καὶ νηστεία ἄγοίτο, οὐ γὰρ ἀρκεῖ ἡ ἡμέρα, μικρά τις οὖσα, καὶ τὸ ἅπαξ ἑστιᾶσϑαι· ἐνατη γὰρ ὥρα τὴν ἑστίασιν ὑμῖν παραϑήσει, νηστείας ἀγόμένης, ὡς εἴρηται. νηστεία δὲ εἴη πάντως ἡ Δευτέρα καὶ ἡ Τετρὰς καὶ ἡ Παρασκευή, ἐν αἷς καὶ Ἀλληλούια ψάλλομεν155.

λα´. Περὶ τῆς νηστείας τῆς Κοιμήσίως τῆς ὑπεραγίας Θεοτόκου

Ὁμοίως καὶ περὶ τῆς νηστείας τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου δεῖ ἡμᾶς εἰπεῖν, ὅτι παρελάβομεν ταύτην νηστεύειν ἀπ’ ἀρχῆς Αὐγούστου ἄχρι τῆς αὐτῆς ἡμέρας τῆς ἁγίας Θεοτόκου, μήτε τυρὸν μήτε ᾠὸν μήτε ὀψάριον ἑσϑίοντες, ἐκ τοῦ Συνοδικοῦ τῆς Ἑνώσεως156 ἐν τῷ ἐπιτιμίῳ τῶν τρίγαμων· ὁμοίως καὶ ἀπὸ λόγου Ἰωάννου μητροπολίτου Νικαίας κατὰ Ἀρμενίων· ἀριϑμεῖ γὰρ πάσας τὰς νηστείας καὶ ἔγκειται καὶ αὕτη μετὰ τῶν λοιπῶν νηστειῶν τῶν παρὰ τῶν ἁγίων πατέρων παραδοϑεισῶν. ὑμεῖς δὲ καταλύσατε ἐν ταύτῃ τῇ νηστείᾳ τὰ Σάββατα καὶ ταῖς Κυριακαῖς ἐν ἰχϑύσι καὶ μόνοις διὰ τὴν ἀσϑένειαν ὑμῶν. οὕτω οὖν καὶ ταῦτα ἐχέτω.

λβ´. Ὅτι χρὴ πάβας μὲν τὰς τοῦ ἁγιον Προδρόμου ἑορτὰς λαμπρῶς ἑορτάζεσϑαἰ, λαμπρότερον δἐ τὴν Ἀποτομήν

Πᾶσαι μὲν οὖν αἱ ϑεῖαί τε καὶ δεσποτικαὶ ἑορταὶ τοῦ δεσπότου ἡμῶν, τοῦ τίμιου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, ἑορταζεσϑωσαν ὑμῖν τῶν ἄλλων παρεκβατικώτερον, ἔν τε φωταψίαις φημὶ καὶ ψαλμωδίαις καὶ αὐταῖς δὴ ταῖς ὑμῶν ἑστιάσεσιν· ἡ δὲ γε τῆς αὐτοῦ μεταστάσεως ἑορτή, ἣν δὴ καὶ Ἀποτομὴν καλοῦμεν, λαμπρῶς ὑμῖν ἑορταζέσϑω καὶ πολυτελῶς· ἑορτὴ γὰρ ἑορτῶν καὶ πανήγυρις πανηγύρεων ἔσται· ἐν ᾗ καὶ διάδοσιν ἐν τῷ πυλῶνι γίνεσϑαι ἐντελλόμεϑα, καϑόσον ἄρα δυνάμεϑα καὶ ἡ χεὶρ ἡμῶν εὐποροίη157. οὐ μόνον δὲ τοῦτο ἐντέλλομαι τοῖς ἠγαπημένοις μου ἀδελφοῖς, ἀλλὰ καὶ τὸ ἀσκεπάστους ψάλλειν πᾶσαν τὴν ἀδελφότητα ἐν τῇ τοιαύτῃ ἑορτᾗ τὸν Ἄμωμον, κρατοῦντας καὶ κηροὺς ἀπτομένους μετὰ φόβου ϑεοῦ καὶ προσοχῆς πολλῆς, ὅπως καὶ αὐτὸς ὁ ἔνδοξος πρόδρομος καὶ βαπτιστὴς τοῦ σωτῆρος ἡμῶν. συμπαρῇ μεϑ’ ὑμῶν τῇ δοξολογίᾳ καὶ ὑμνήσει αὐτοῦ. τὴν δὲ ἀκολουϑίαν τῆς τοιαύτης ἑορτῆς παρακαλῶ ὑμᾶς ψάλλειν ἄχρι καὶ αὐτῆς τῆς πέμτηης τοῦ Σεπτεμβρίου μηνός.

λγ´. Περὶ τοῦ ἀντοδέσποτον εἶναι τὴν μονήν

Ἐντελλόμεϑα οὖν πᾶσιν ἀπὸ κυρίου ϑεοῦ παντοκράτορος ἐλευϑέραν εἶναι τὴν ἁγίαν ταύτην μονὴν ἀπὸ πάντων, αὐτοδέσποτον καὶ ἰδιοδέσποτον καὶ μηδέ τισιν ὑποκειμένην δικαίοις, βασιλικοῖς τυχὸν ἢ ἐκκλησιαστικοῖς ἢ προσωπικοῖς, ἀλλ’ ὑπὸ μόνου τοῦ παναγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου καὶ τῆς τοῦ παμμάκαρος καὶ ἁγίου πατρὸς ἡμῶν εὐχῆς καὶ τοῦ καϑηγουμενεύοντος ἐν αὐτῇ ἐφορᾶσϑαί τε καὶ διιϑύνεσϑαι καὶ κυβερνᾶσϑαι καὶ ἄγεσϑαι. εἰ δὲ καὶ τις βουληϑείη ποτὲ ἐν οίῳδήποτε χρόνῳ καϑ’ οἷον δή τινα τρόπον καταδουλώσασϑαι ταύτην, ἢ ὑπ’ ἐξουσίαν τινὸς ποιήσασϑαι, κἂν βασιλεὺς ᾖ, κἂν πατριἀρχης, κἂν ἄλλος τις τῶν ἐκκλησιαστικῶν ἢ συγκλητικῶν, κἂν αὐτὸς ὁ ταύτης προεστὼς ἢ οἰκονομῶν, ἢ τις ἀπλῶς τῶν ἐνταῦϑα ἀδελφῶν ἐξ ἐπηρείας δαιμονικῆς κεκολασμένος, οὐ μόνον ἔνοχος ἔσται τῷ ϑείῳ σώματι καὶ αἵματι τοῦ κυρίου καὶ ϑεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῷ ἁγίῳ Ἰωάννῃ καὶ βαπτιστῇ αὐτοῦ καὶ δεσπότῃ ἡμῶν, ἀλλὰ καὶ ἀνάϑεμα ἕστω, καϑώς φησιν ὁ ϑεῖος ἀπόστολος158, καὶ τῆς ἀρᾶς τῶν τριακοσίων δέκα καὶ ὁκτὼ ἁγίων ϑεοφόρων πατέρων κληρονόμος γένοιτο καὶ τῷ προδότῃ σύγκληρος Ἰούδᾳ καὶ τοῖς «Ἆρον, ἇρον, σταύρωσον αὐτὸν καὶ τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν»159 κεκραγόσι συναρίϑμιος160· διότι οἱ κατὰ καιροὺς χαριστιχάριοι εἰς τὸ μηδὲν ἐποίησαν τὴν τοιαύτην μονήν, μεγάλην καὶ περιφανῆ ποτε οὖσαν καὶ περίβλεπτον ἄχρι τῶν ἑκατὸν ἑβδομήκοντα μοναχῶν, ὡς ἀκριβῶς παρὰ τῶν εἰδότων ἐμάϑομεν, τῷ τότε χρόνῳ ἐνταῦϑα ἀσκουμένων· ἀφ’ ὧν ἐξῆλϑον πατριάρχαι δύο κατὰ καιροὺς διαφόρους, Μηνᾶς καὶ Εὐτύχιος. καὶ ἕτεροι οὐκ ὀλίγοι φωστῆρες ἐνταῦϑα ἔλαμψαν ἐξ αὐτῶν, ὧν τὰ τίμια λείψανα μέχρι τῆς δεῦρο ἰάσεις παντοίας ἀναβλύζουσιν· ἐπὶ γὰρ Λέοντος τοῦ μεγάλου βασιλέως, τοῦ πενϑεροῦ Ζήνωνος καὶ Ἀναστασίου, ἀνηγέρϑη ἡ τοιαύτη μονή. ὑμεῖς δὲ μόνην τὴν ἀναφορὰν τοῦ κατὰ καιροὺς πατριάρχου καὶ τὴν σφραγῖδα τοῦ ἡγουμένου, καϑὼς καὶ τὸ παρὰ τοῦ ἀοιδίμου καὶ ἁγίου πατριάρχου κυροῦ Νικολάου ὑπόμνημα τῆς ἐλευϑερίας ἡμῶν περιέχει, φυλάττετε ἀκριβῶς.

λδ´. Περὶ τῆς χειροτονίας τῶν διακονητῶν

Χρήσιμον δ’ ἂν ἔσται λοιπὸν161 καὶ περὶ τῆς χειροτονίας τῶν διακονητῶν ἐπιμνησδῆναι, ὧν πάντως πρώτη ἡ πρώτη ἔσται, ἡ τοῦ ἡγουμένου φημί. χρεὼν δὲ ἄρα καὶ πῶς αὐτὸν δεῖ χειροτονεῖσϑαι διαγράψαι.

λε´. Περὶ τῆς χειροτονίας τοῦ ἡγονμένου

Μετὰ τὸ ἐμέ τὴν πρόσκαιρον ταύτην ἐκμετρῆσαι ζωὴν συνδιασκεψάμενος ὁ ὑπ’ ἐμοῦ καταλειφϑεὶς προεστὼς μετ’ ὀλίγων τινῶν ἐξ ὑμῶν, ὧν δήπου πάντως ὑπάρχει τὸ τῶν ἀλλων προέχειν ἔν τε βίῳ καὶ τρόπῳ καὶ λόγῳ καὶ ἤϑει καὶ τάξει καὶ τῇ πνευματικῇ καταστάσει καὶ διαγωγῇ, ἐκλεγέσϑω τὸν πάντων προέχοντα ἐν πᾶσι τούτοις καὶ εἰς οἰκονόμον προχειριζέσϑω· προχειριζέσϑω δὲ τρόπον τοιόνδε162. τούτον τὸν οἰκονόμον ἀπτώτως τὴν διακονίαν αὐτοῦ τελοῦντα καὶ ϑεῷ καὶ ὑμῖν δόκιμον ἀποφανϑέντα, κρινόμενόν τε παρ’ ὑμῶν εἰς ἡγουμενείαν ἐπιτήδειον, εἰ μὲν προγνοίη ὁ προεστὼς τὴν ἐνταῦϑα αὐτοῦ πρὸς κύριον ἐκδημίαν, εἰς προστασίαν ὑμῶν ἀντικαταστήσοι, ἀρκούσης ἤδη τῆς ἐν τῇ οἰκονομίᾳ ἀδιαπτώτου ἐνεργείας αὐτοῦ εἰς δοκιμασίαν τε καὶ πρόκρισιν τῆς πνευματικῆς ἐν πᾶσιν, ὡς δεδήλωται, ἀνατροφῆς. εἰ δὲ μὴ προγνοὺς ὁ ἡγούμενος τελευτοίη163, ἀλλ’ ὑμεῖς οἱ πρόκριτοι τῶν ἄλλων δηλονότι καὶ εὐλαβέστεροι164 τούτον ἀποκαταστήσετε· εἶτ’ αὖϑις αὐτόν τε καὶ ὑμᾶς τὸν πάντων ὑμῶν κατ’ ἀρετὴν διαφέροντα ἐκλέγειν τε καὶ εἰς οἰκονόμον ἀποκαϑιστᾶν. εἰ μὲν οὖν165 ἄτρεπτος μένει ὁ οἰκονόμος τῆς ἀρετῆς ἐπιεικῶς ἀντεχόμενος, δι’ ἣν καὶ ταύτης ἠξιώϑη τῆς τάζεως, ἀμετακίνητος ἔσται τῆς διακονίας καὶ ἀδιάπτωτος, μᾶλλον μὲν οὖν καὶ τῆς ἡγουμενείας ὡς ἄξιος ἐπιβήσεται. εἰ δ’ ἀδόκιμόν τε καὶ ἀσύμφορον ὁ χρόνος αὐτὸν ἀπελέγξει, εἴη τε ἄλλος ὁ πᾶσι κομῶν τοῖς καλοῖς καὶ τὴν ἀρετὴν ἐκείνου κρείττων καὶ ἀδιάβλητος, αὐτὸς ἐκείνου πάντως προτιμηϑήσεται καὶ εἰς τὴν οἰκονομίαν προβήσεται ἢ καὶ ἡγουμενείαν· οὗτος δὲ μεταστήσεται καὶ πάλιν ὑποταγήσεται. ταῦτα γοῦν ζῶντος τοῦ ἡγουμένου καὶ ἀταράχως τὴν ὑμῶν ἀγάπην διακυβερνῶντος· εἰ δέ γε προαπέλϑῃ μὲν ὁ ἡγούμενος, τὸν κακὸν τοῦτον οἰκονόμον μὴ μεταστήσας, ἔστι δὲ ὁ τούτου ὑπερτερῶν ἐν τοῖς κατορϑώμασι καὶ τοῖς προκρίτοις ὑμῖν, οἷς καὶ τὸν ἡγούμενον χρᾶσϑαι συμβούλοις εἰρήκαμεν, ἀρέσκων, ὁμογνωμονεῖτε καὶ ὑμεῖς ἐπ’ αὐτῷ καὶ σύμφωνοι γίνεσϑε πάντες, προκρινέσϑω τε παρ’ ὑμῶν καὶ εἰς τὴν ἡγουμενείαν ἀπ’ ἐντεῦϑεν προβεβλήσϑω καὶ μετ’ αὐτοῦ φροντιστέον ὑμῖν ἑτέρου οἰκονόμου, τοῦ χρείττονος. εἰ δ’, ὂ μὴ δῴη ϑεός, πρός τινας καὶ ὑμεῖς αὐτοὶ διαστάσεις καὶ διαφωνίας χωρήσοιτε, αὐτὸς ἔσται ὑμῶν προεστῶς, αὐτὸς ὁ κακὸς οἰκονόμος, διὰ τὸ ἀϑόρυβόν τε καὶ ἀστασίαστον· δύο γὰρ κακῶν προκειμένων, τὸ μὴ χεῖρον βέλτιον. εἰ μὲν οὖν ἑαυτοῦ ποτε γενόμενος τῶν προφανῶν κακῶν ἀπόσχοιτο, τῆς τε πρὸς τὰ κρείττω καὶ σωτηριώδη φερούσης ἅπτοιτο, ἔστω καὶ ἡγουμενευέτω, κἃν εἰ καὶ μικρὸν οὐκ εὐδοκιμῇ εἰ δ’ ὁ αὐτὸς εἴη ἔτι μὴ τῶν κακῶν ἀποσχόμενος, εἰ μὴ καὶ μᾶλλον αὐτοῖς ἐπεκτεινόμενος, ὑμεῖς δὲ εἰς ἕνα συνίοιτε καὶ ὁμογνωμονεῖτε, τὸν κρείττονα δηλονότι, τηνικαῦτα ἐκεῖνον μὲν τὸν ἀδόκιμον μετατιϑέναι ἐντελλόμεϑα τῆς προστασίας ὑμῶν, τὸν δὲ παρ’ ὑμῶν ἐκλεγέντα προβιβασϑῆναι εἰς ἡγούμενον καὶ τὸν ἀπόβλητον, εἰ βούλοιτο, καϑῆσϑαι μὲν εἰς κελλίον τῆς μονῆς, δευτέρας δὲ ἀξιοῦσϑαι στάσεώς τε καὶ ἕδρας τῷ ἡγουμένῳ, ἐν τῇ τραπέζῃ φημὶ καὶ ταῖς λοιπαῖς συνελεύσεσι, βρώσει τε καὶ πόσει καὶ λοιπῇ πάσῃ διαίτῃ τοῦ κοινοβίου ἀρκούμενον· ἐξιέναι μέντοι τῆς μονῆς καὶ ᾗ βουλητὸν αὐτῷ ἱέναι ἱδίῳ ϑελήματι οὐκ ἐπιτρέπομεν, μελήσει δὲ ἄρα καὶ ἐπὶ τούτῳ τῷ προεστῶτι166. ὑποτίϑημι167 δὲ καὶ πᾶσιν ἁπλῶς ὑμῖν, ἀδελφοί, ἅμα τῷ προχειρισϑῆναι ὑμῖν τὸν ἡγούμενον εἰσάγειν αὐτὸν τῷ ἁγιωτάτῳ πατριάρχῃ καὶ παρ’ αὐτοῦ σφραγίζεσϑαι, ὡς ἄνωϑεν εἲρηται, εἷϑ’ οὕτως σπεύδειν τὰ τῶν ψυχῶν ὑμῶν αὐτῷ ἀνατιϑέναι κινήματα πάντα καὶ τοὺς λογισμοὺς ὑμῶν τοὺς ψυχοβλαβεῖς ἐξομολογεῖσϑαι, ἵν’ ἐντεῦϑεν αὐτίκα τὴν πρὸς αὐτὸν σχέσιν τε ὑμῶν καὶ διάϑεσιν ὁποία χαρακτηρίζοιτε168. λογισμοῦς δὲ οὐ τοὺς προεξαγορευϑέντας τοῖς προλαβοῦσι φαμέν, ἀλλὰ τοὺς ὁσημέραι καὶ ὧραι παρενοχλοῦντας ὑμᾶς· οὐ γὰρ ἐστιν, οὐκ ἔστιν ἀνϑρώπους ὄντας ἡμᾶς μὴ καὶ λογίζεσϑαί τι πονηρόν ποτε· κἄν μὴ ἀναβολῇ τὸ καλὸν ἦτε διδόντες, ὅπερ οὐ δεῖ, ἀλλὰ σὺν προϑυμίᾳ πάσῃ καὶ σπουδῇ πρὸς τοῦτον τρεχοιτε, ὡς ἂν ἧτε πάντες ἓν καὶ τὸ αὐτὸ φρονοῦντες, τὸ αὐτὸ λογιζόμενοι, ἐφ’ ἑνὶ καὶ τῷ αὐτῷ ποιμένι ποιμαινόμενοί τε καὶ ὁδηγούμενοι· καὶ καϑαπερεί τις σειρὰ χρυσῆ ἀλλήλοις συνδούμενοι ἀλλήλων τε περιεχεσϑε καὶ εἰς ἓν συναρμολογεῖσϑε σῶμα, ὑπὸ μιᾷ κεφαλῇ, κατὰ τὸν ϑεῖον ἀπόστολον169, τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος.

λς´. Περὶ τοῦ μὴ χρῆναι τοὺς ἐν τῇ μονῇ μοναχοὺς ἑτέρῳ ἐξαγορενειν, εἰ μὴ τῷ οἰκείῳ ἡγονμένῳ

Εἰ δὲ τις ὢν ἀκαμπὴς καὶ ἀμείλικτος, ἀτεράμων τε καὶ ἀνένδοτος, τῷ ἑαυτοῦ τε στοιχῶν ϑελήματι, μὴ βούλοιτο τὴν πρὸς τὸν προεστῶτα ἐξομολόγησιν ποιεῖσϑαι, ἀλλ’ ἄλλον ἑαυτοῦ καὶ οὐ τοῦτον ἐπιγράφοιτο πατέρα πνευματικὸν κἀκείνῳ τοὺς λογισμοὺς προσανατιϑέναι δίατείνοιτο, ἔξω που καὶ μακρὰν τῆς ἡμετέρας ποίμνης γινέσϑω παρευϑὺ διωκόμενος καὶ μηδὲ φειδὼ παρὰ τινος ἐχέτω μηδ’ ἔλεον, ἀλλ’ ὡς ἑαυτὸν ἀλλοτριῶν, οἷς ἄρα κακῶς, ᾦ ϑεοῦ πάντα βλέποντες ὀφϑαλμοί, κακῶς καὶ λίαν ἐπικινδύνως βεβούλευτο, ἀποσκορακιζέσϑω τῆς μονῆς καὶ ἀλλοτριούσϑω καὶ ξένος ἤτω τῆς ἡμετέρας μερίδος καὶ ξυναυλίας, διαίτης τε καὶ ὁμιλίας, ὡς πάσης ἀκαταστασίας καὶ ταραχῆς καὶ βλάβης αἴτιος οὐ τῆς τυχούσης γινόμενος. οὗτος μὲν δὴ οὕτως· ὑμεῖς δὲ, ἵνα πρὸς ὑμᾶς καὶ πάλιν τρέψωμαι, εἴητέ μοι πᾶσαν τιμήν, πᾶσαν εὔνοιαν, πᾶσαν εὐλάβειαν καὶ ὑποταγὴν ἀδιάκριτον καὶ εὐπείϑειαν πᾶσαν τῷ ἡγουμένῳ ὑμῶν ἀποσῴζοντες, πειϑόμενοι τῷ ἁγίῳ ἀποστόλῳ λέγοντι· «Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσϑω· οὐ γὰρ ἐστιν ἐξουσίᾳ, εἰ μὴ ὑπὸ ϑεοῦ· αἱ δὲ οὖσαι ὑπὸ τοῦ ϑεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ ϑεοῦ διαταγῇ ἀνϑέστηκεν, οἱ δὲ ἀνϑεστηκότες ἑαυτοῖς κρῖμα λήψονται· οἱ γὰρ ἄρ χοντες οὐκ εἰσὶ φόβος τῶν καλῶν ἔργων, ἀλλὰ τῶν κακῶν. ϑέλεις δὲ μὴ φοβεῖσϑαι τὴν ἐξουσίαν; τὸ ἀγαϑὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς170· ϑεοῦ γὰρ διάκονός ἔστι σοι εἰς τὸ ἀγαϑόν, ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· ϑεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργὴν ἔκδικος τῷ τὸ κακὸν πράσσοντι. διὸ ἀνάγκη ὑποτάσσεσϑαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν»171. καὶ πάλιν φησίν· «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς ·κοπιώντας ἐν ὑμῖν καὶ προϊσταμένους ἐν κυρίῳ καὶ νουϑετοῦντας ὑμᾶς (καὶ) ἡγεῖσϑαι αὐτοὺς ὑπὲρ ἐκ περισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν»172. καὶ πάλιν ὁ αὐτὸς λέγει· «Πείϑεσϑε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπεύκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες»173. ἀκούετε, ἀδελφοί, πῶς οἱ προεστῶτες ὑμῶν λόγον ἀποδοῦναι ὀφείλουσι τῷ ϑεῷ ὑπέρ ἑνὸς ἑκάστου ὑμῶν; διὰ τοι τοῦτο ὁλοψύχως καὶ μετὰ προϑυμίας ὑμῶν πάσης τὴν ὑπακοὴν αὐτοῖς ἐνδείκνυσϑε καὶ εὐαπολόγητοι174 ἔσεσϑε ἐν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ· ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀγάπην, εἰρήνην, ὁμόνοιαν φυλάττοντες εἴητέ μοι, ἀλλήλων ὑπερκαιόμενοι, ἐκ φιλοστόργου γνώμης ἀλλήλους ὑποστηρίζοντες, νουϑετοῦντες, παρακαλοῦντες, ἀνεχόμενοι ἀλλήλων καὶ ἁπλῶς εἰπεῖν πᾶν εἴ τι χρηστὸν εἴ τι σωτήριον εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος σπεύδοντες κατορϑοῦν εἰς δύναμιν175. «Χαίρετε ἐν κυρίῳ, χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν γνωσϑήτω πᾶσιν ἀνϑρώποις· ὁ κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσϑω πρὸς τὸν ϑεὸν καὶ ἡ εἰρήνη τοῦ ϑεοῦ ἡ ὑπερἐχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληϑῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσϑε· ἃ καὶ ἐμάϑετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε καὶ ὁ ϑεὸς τῆς εἰρήνης ἔσται μεϑ’ ὑμῶν»176. καὶ σὺ δὲ, ὦ πάτερ177 πνευματικὲ τῆς ἱερᾶς ταύτης ποίμνης καὶ ὁδηγέ, μέτριος ἔσο τοῖς ἀδελφοῖς, κηδεμονικὸς καὶ τὸ ὅλον πνευματικὴν αὐτοῖς ἀποσῴζων τὴν εὔνοιαν. ναί, παρακαλῶ, πάντων κήδου, πάντων φρόντιζε, ἀνέχου πάντων, ἀντέχου νουϑετῶν, παρακαλῶν, διδάσκων, παραινῶν, νοσοῦντας ὑγιάζων, ἀσϑενοῦντας ὑποστηρίζων, ὀλιγοψυχοῦντας παραμυϑούμενος, ἁμαρτάνοντας ἐπιστρέφων, ἑβδομηκοντάκις ἑπτὰ συγχωρῶν κατὰ τὴν τοῦ κυρίου φωνήν178· συμφέρει γὰρ αὐτὸν μιμούμενους τὸν κύριον συγκαταβατικοὺς ὑμᾶς κριϑῆναι καὶ τῶν δεόντων τι, εἴ ποτε τύχῃ, παραλιμπάνοντας, ἢ τὴν ἄκραν φυλάττοντας δικαιοσύνην ὡς ἀσυμπαϑεῖς καὶ μισαδέλφους κατακριϑῆναι. καὶ ἵνα τἆλλα παρῶ, φησὶν ὁ μέγας Βασίλειος179· «Καὶ αὐτὸς δὲ ὁ καϑηγούμενος ὡς πατὴρ παίδων γνησίων ἐπιμελούμενος, ἐπισκέψεται τὴν καϑ’ ἑνὸς ἑκάστου χρείαν καὶ τὴν ἁρμόζουσαν κατὰ τὸ δυνατὸν εἰσάξει ϑεραπείαν καὶ ἐπιμέλειαν, καὶ τὸ κατὰ λήϑην ἀσϑενοῦν μέλος εἴτε σωματικῶς εἴτε ψυχικῶς μετὰ ἀγάπης καὶ τῆς πατρικῆς εὐνοίας διαβαστάσει»180. καὶ τοῦτο δὲ σοι, ὦ πάτερ πνευματικέ, ἐντέλλομαι, τὸ καϑ’ ἐκάστην εἰσέρχεσϑαι εἰς τὴν τράπεζαν καὶ ἐνώπιόν σου παρατιϑέναι τὸν κελλάριον τῶν ἀδελφῶν τὰ βρώματα καὶ ἐπιτηρεῖν τὰ παρατιϑέμενα τοῖς ἀδελφοῖς καὶ ϑεραπεύειν τοὺς ἀσϑενοῦντας τῶν ἀδελφῶν, ὡς μέλος οἰκεῖον ὄντας δυσϑεράπευτον. ὅτε δὲ τοῦτο ποιεῖς, γνώσῃ καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐντολῆς· ἀναγκαία γὰρ ἐστι κατὰ πολὺ καὶ ὠφέλιμος. οὕτως δὲ πάντως ὑμῶν ἐχόντων, οὐκ ἔστιν ὁ τῷ ἡγουμενεύειν ἢ τῷ οἶκονομεῖν ἀναξίως ἐπιπηδῶν, χρόνους τυχὸν προβαλλόμενος, ἢ ἐνέργειαν, ἢ εὐγένειαν, ἢ ἀξίωμα, ἢ προσαγωγὴν κτημάτων τινῶν ἢ χρημάτων, ἀλλ’ ἐκεῖνος ἔσται προτιμητέος ἐν τοῦτοις, ὁ παρὰ πάντων ὑμῶν τῶν εἰς βουλὴν καὶ διάσκεψιν τῷ ἡγουμένῳ προκεκριμένων καὶ αὐτοῦ δὴ τοῦ προεστῶτος ἐκλελεγμένος, κἂν ἐκ νέου τύχῃ ἀποκαρείς, κἂν ἰδιώτης καὶ τοῖς ἔξω πράγμασιν ἀφελής· οὐδεμία γὰρ βλάβη παρὰ τούτου τῇ μονῇ προσγενήσεται· δύναται γὰρ ὁ ϑεὸς καὶ ἀπὸ λίϑων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ181 καὶ τυφλοῖς διδόναι σοφίαν182 καὶ λόγον ἀλόγοις ἐπιχορηγεῖν, ὅς γε καὶ πλέον ἐν τούτοις ἐπευδοκεῖ ἢ τοῖς ἐγκαυχωμένοις τῇ ἑαυτῶν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καὶ εὐγενείᾳ. καὶ τούτων μάρτυς ὁ ϑεῖος ὄντως καὶ μέγας ἀπόστολος, ὁ ἅγιος Παῦλος, οὕτω διαρρήδην βοῶν· «Τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσϑενῆ καὶ τὰ ἐξουϑενημένα ἐξελέξατο ὁ ϑεός, ἵνα τοὺς σοφοὺς καὶ δυνατοὺς καὶ ὑψηλοὺς καταισχύνῃ, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα κατάργύσῃ»183.

λζ´. Περὶ τοῦ μὴ χρῆναι τὸν ἡγούμενον ἀνακρίνεσϑαι ὑπὸ τῶν μοναχῶν περὶ εἰσόδων ἢ ἐξόδων τῆς μονῆς

Οὐκ ἀνακρινοῦσιν οἱ ἀδελφοὶ τοὺς ἡγουμένους, οὐδὲ λόγον ποτὲ ἀπαιτήσουσιν, ἐφ’ οἷς εἰσοδιάζουσί τε καὶ ἐξοδιάζουσιν· ἀνάξιον γὰρ τοῦτο καὶ βλαπτικὸν καὶ οὐκ ὀλίγην ἀποτῖκτον τὴν ἀπιστίαν, διχόνοιάν τε καὶ ἀκαταστασίαν καὶ τι ἕτερον σκάνδαλον ἐμποιοῦν· ἀλλ’ οὐδὲ αὐτοὶ οἱ καϑηγούμενοι τοῖς συγγενέσιν ἑαυτῶν καὶ φίλοις χαριζόμενοι τὰ τῆς μονῆς ἀναλώσουσιν· ἔσονται γὰρ οὕτω ποιοῦντες τῶν ϑείων ἀμέτοχοι μυστηρίων ἐν ἁγίῳ πνεύματι, ἕως ἂν τοῦ τοιούτου ἀπόσχωνται.

λη´. Περὶ τοῦ ἀνεκποίητα εἶναι πάντα τὰ τῇ μονῇ ἀφιερωϑέντα

Ἀνεκποίητα εἶναι βουλόμεϑα τὰ ἐπικτηϑέντα ἡμῖν ἱερά τε σκεύη καὶ ἔπιπλα, ϑείας τε εἰκόνας καὶ βίβλους· περὶ γὰρ τῶν ἀκινήτων περιττόν ἐστι καὶ λέγειν. οὐ μόνον δὲ ἀνεκποίητα, ἀλλὰ καὶ παντελῶς ἀναφαίρετα καὶ παρὰ μηδενός ποτε τὸ σύνολον ὑφαιρούμενα, ὡς ἀναϑήματα τῷ τιμίῳ προδρόμῳ καὶ βαπτιστῇ Ἰωάννῃ ἀφιερωϑέντα· ἑτέραν γὰρ εὔλογον πρόφασιν τοῦ ὑφαίρεσιν τούτων ποιήσασϑαι ἢ ἀπόκτησιν οὔϑ’ ὑμεῖς οὔτ’ ἀλλος τις εὖ φρονῶν ὁρίσαιτο, εἰ μὴ τὴν ἐκ τυχηρᾶς συμβάσεως περίστασιν, τὴν ἐξ εμπρησμοῦ τυχὸν γινομένην ἢ ἐπιδρομῆς τινων πολεμίων τὴν μονὴν ἴσως τεφρωσάντων, ἢ καὶ ἀπὸ βάϑρων κατερειψάντων καὶ πάλιν ὥσπερ καὶ πρότερον, ἢ καὶ τὴν ἀπὸ σεισμοῦ κατάπῖωσιν καὶ τηνικαῦτα πολλῆς ὅτι184 δέοιντο τῆς ἐξόδου εἰς περιποίησιν καὶ ἀνέγερσιν· τότε γὰρ εὐλογως ὑφαιρεϑήσονται ἢ καὶ ἀποκτηϑήσονται, ὑφαιρεϑήσονται δὲ νομισμάτων ἴσως μὴ ὄντων εἰς περιποίησιν τοῦ δέοντος ἀρκετῶς· οὐ τοῦτο δὲ μόνον, ἀλλ’ οὐδὲ λαϑραίως ἢ ὑφ’ ἐνὸς καὶ ἀνωϊστί, ἀλλ’ εἰς προὖπτον καὶ ἀριδήλως συνιόντων ἐπὶ τὸ αὐτὸ τοῦ προεστῶτος, τοῦ οἰκονόμου, τοῦ ἔκκλησιάρχου καὶ τῶν λοιπῶν προκρίτων διακονητῶν, καὶ παρουσίᾳ τούτων πάντων ἡ τῶν δεόντων ὑφαίρεσις γένηται185 παρὰ τοῦ τὰς εἰσόδους τε καὶ ἐξόδους ποτὲ καὶ που ποιουμένου, εἰ μέλλοι ἑαυτῷ τὸ ἄμεμπτον περιποιεῖτϑαι καὶ πάντας πληροφορεῖν.

λϑ´. Περὶ τοῦ μὴ χρήναι ἀργολογεῖν

Εἰ μὲν τινες186 ὑμῶν ἐν ἐργοχείρῳ τινὶ ἢ ἄλλῃ διακονίᾳ συνέρχοιντο καὶ ματαίαις ἀπασχολοῖντο ταῖς ὁμιλίαις (εἴωϑε γὰρ τοῦτο ταῖς συνελεύσεσιν), εἶτα καὶ εἰς αἰσχρολογίας έκτρέποιντο («ἐκ πολυλογίας» γὰρ φησιν «οὐκ ἐκφεύξῃ ἁμαρτίαν»), νουϑετεῖσϑαι παρὰ τοῦ κρείττονος μὴ παραιτείσϑωσαν (ἐντελλόμεϑα γὰρ αὐτὸ τοῦτο ποιεῖν ἐξ ἀγάπης) καὶ πείϑεσϑαι τῶν ψυχοβλαβῶν ἀφεμένους ἀπὸ τῶν ϑείων Γραφῶν ὡς ψυχωφελῶν διαλέγεσϑαι ἢ σιγᾶν· «φειδόμενος» γὰρ «χειλέων νοήμων ἔσῃ»187 καὶ φρόνιμος, φησὶν ὁ Παροιμιαστής. καὶ ἐν ὁδῷ δὲ τυγχάνοντες καὶ τὸ αὐτο νοσοῦντες τῷ αὐτῷ ϑεραπευέσϑωσαν· χρὴ γὰρ οὐχ ἥκιστα τούτους τηνικαῦτα ἐγρηγορέναι περὶ τὴν τοῦ νοὸς τήρησιν, εἰδότας ὡς εὔκολον δήπου τῷ ἀντικειμένῳ ῥᾳδίως αὐτοῖς ἐπιβῆναι καὶ πρὸς πτῶσιν καταγαγεῖν (ὂ μὴ γένοιτο), οἷα καὶ τῆς μάνδρας καὶ τῆς ποίμνης καὶ τοῦ ποιμένας ἀπῳκισμένους.

μ´. Περὶ τοῦ μὴ διαπληκτίζεσϑαι πρὸς ἀλλήλους

Πρὸς τούτοις μηδὲ πρὸς ὕβρεις ἀλλήλων χωρεῖν ἢ διαπληκτισμούς· ὁ γὰρ τοῦτο ποιῶν ἀφορισμῷ ὑποπεσεῖται· μὴ μετανοῶν δὲ καὶ τὴν συγχώρησιν ἐξαιτούμενος ἐν συντετριμμένῃ καρδίᾳ, καὶ ἐπιτιμηϑήσεται· εἰρήνην γὰρ καὶ ἀγάπην ἔχειν αἱρούμεϑα πρὸς ἀλλήλους ὑμᾶς πάντοτε καὶ ἀντὶ τοῦ παροξύνοντας μεταμαϑεῖν τὸ «Εὐλόγησον» καὶ « Συγχώρησον, ἀδελφέ». καὶ οἱ συνελεύσεις δὲ ματαίας ποιοῦντες καὶ παραβάλλοντες ἀνευλόγως ἐν τοῖς κελλίοις αὐτῶν χωρίς τινος χρειώδους αἰτίας καὶ τῆς τοῦ προεστῶτος εἰδήσεως, νουϑετούμενοι καὶ μὴ τοῦ κακοῦ ἀπεχόμενοι ἐπιτιμηϑήσονται.

μα´. Περὶ τοῦ μὴ ἐπικτᾶσϑαι τινά τι παρὰ τὸν κανόνα τῆς μονῆς, μηδὲ λαϑροφαγεῖν, μηδὲ μηνύματα δέχεσϑαι ἀπὸ τινων

Καὶ οἱ ἐπίκτήσεις τινὰς ἐπικτώμενοι παρὰ τὸν κανόνα τοῦ μοναστηρίου ἄχρι καὶ ὀβολοῦ ἢ ὀπώρας, μὴ εἰδότος τοῦ προεστῶτος, τῷ ἐπιτιμίῳ ὑποπεσοῦνται· παραπλησίως δὲ τούτοις καὶ ὁ λαϑροφαγοποτῶν, εἰ μὴ ἐξωμολογεῖτο, καὶ ὁ μηνύματα δεχόμενος ἐκ φίλων καὶ συγγενῶν καὶ ἀντιγράφων αὐτοῖς· ὁ δὲ τι νοσφιζόμενος ἀπὸ τῆς μονῆς, μὴ διορϑούμενος δὲ, ἐκδιωχϑήσεται ἐξάπαντος.

μβ´. Περὶ τοῦ ἀριϑμοῦ τῶν μοναχῶν

Προκείσϑω καὶ τοῦτο τοῖς εἰρημένοις. ἐγὼ μὲν ἀριϑμὸν ἐν ὑμῖν βούλομαι εἶναι ἄχρι τῶν δώδεκα εἰδότων γράμματα κατὰ τὴν τοῦ ὑπομνήματος ἡμῶν περίληψιν, καὶ ὅτι καλὸν καὶ συμφέρον ταῖς ἀγωνιζομέναις ψυχαῖς ἡ μετ’ ὀλίγων καλῶν ξυναυλία καὶ ὅτι ἡ ἀκτημοσύνη ῥᾳϑίως κατορϑοῦται ἐν τοῖς ὀλίγοις μᾶλλον καὶ γράμματα εἰδόσιν ἢ τοῖς πολλοῖς καὶ ἀγραμμάτοις καὶ μὴ φοβουμένοις τὸν κύριον, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ δουλεύουσιν. εἰ δὲ ϑελήσει ὁ κύριος τὴν τοιαύτην πλατυνϑῆναι μονήν, τοσοῦτοι ἔσεσϑε, ὁπόσοι καὶ τὰ τῆς τροφῆς ἐπ’ ἀρκετὸν ἔχετε καὶ ὅσοι τὴν τοῦ τυπικοὺ τούτου φυλακὴν καὶ ἀκρίβειαν ἐπισπεύδετε καὶ ὅσοι τὴν ἀγάπην καὶ τὴν εὐλάβειαν καὶ τὴν ὁμόνοιαν τῶν ἄλλων πάντων ἡγεῖσϑε προτιμητέαν καὶ τοῖς προεστῶσιν ὑμῶν ἐν πάσῃ ὑπομονῇ καὶ ταπεινώσει καρδίας ὑπείκετε καὶ τὰ παρ’ ἐκείνων ἐντελλόμενα φιλοϑέως ἐκπληροῦν σπουδάζετε· οἱ δ’ ἄλλοι ἀποπεμπέσϑωσαν, κἂν εἰς ὀλίγους δέοι περιστῆναι ὑμᾶς· κρείσσων γὰρ εἶς ποιῶν τὸ ϑέλημα κυρίου, ἢ μυρίοι παράνομοί.

μγ´. Περὶ τοῦ μὴ ἔχειν ὑπουργούς

Ὑπουργοὺς οὐχ ἐξέσται ὑμᾶς ἔχειν· εἶναι δὲ σύντρεις ἐν τοῖς κελλίοις ἓν καὶ τὸ αὐτὸ φρονοῦντας, καὶ μάλα χρηστὸν καὶ κατὰ πολλοὺς τρόπους ὠφέλιμον· τὸ γὰρ εἶναι ἕνα καὶ μόνον εἰς τὸ κελλίον ἐν τοῖς ἀρχαρίοις βλαβερόν ἐστιν. εἶναι δὲ σύντρεις ἐν τοῖς κελλίοις ἓν καὶ τὸ αὐτὸ φρονοῦντας καὶ τὸ αὐτὸ πνέοντας ἀγάπης νόμῳ πνευματικῆς καὶ ὡς ὁμοψύχους ἀδελφοῦς τῷ ὄντι συνδιάγοντας, τὸν αὐτόν τε τοῦ κυρίου ζυγὸν ἕλκοντας ὁλοψύχως καὶ ἀλλήλοις ἐν εἰρήνῃ καὶ τῇ δεούσῃ ἐπιμελείᾳ καὶ εὐλαβείᾳ ὑποταττομένους, ὠφέλιμον. δέον δὲ κἀν τούτῳ τὴν διάκρισιν ποιεῖσϑαι τὸ ἴδιον, ὡς ὑπείκειν δηλαδὴ τὸν ἀρχαρέστερον τῷ προωδευκότι, τὸν ἰδιωτικώτερον τῷ λογικωτέρῳ, τὸν ἀγροικότερον τῷ ἐμπειροτέρῳ καὶ τὸν νεώτερον τῷ γηραιοτέρῳ· εἰ δὲ τινας καὶ μόνους εἶναι ἐν τοῖς κελλίοις κρίνοι ὁ προεστώς, αὐτὸς ἂν εἰδείη τὸν τρόπον188.

μδ´. Περὶ τοῦ μὴ κλειδοῦσϑαἰ τὰ κελλία τῶν μοναχῶν

Κλεῖδία δὲ ἐν τοῖς κελλίοις ὑμῶν μήποτε κρεμασϑήτωσαν· οὐδὲ γὰρ μοναχοῖς τοῦτο ἁρμόδιόν ἐστιν· ἐκεῖνα γὰρ κλειδοῦνται, ὅσα εἰσὶ κρυπτὰ καὶ οὐ βούλεταί ὁ κατέχων φανερωϑῆναι αὐτά. ὑμῶν δὲ πάντα κοινά εἰσι καὶ φανερά καὶ διὰ τοῦτο κλειδώσεως ἐν ὑμῖν χρεία οὐκ ἔσται· ὁ δὲ τοῦτο ποιῶν γνωριζέσϑω παρὰ πάντων, ὅτι κλέπτης ἑστὶ καὶ οὐ ϑέλει φανεροῦσϑαι τὰ παρ’ αὐτοῦ κρυπτόμενα καὶ ἐπὶ τούτῳ τῇ κλειδώσει χρᾶται189· καὶ διὰ τὸν κύριον φυλαττέσϑω καὶ τοῦτο ἐν ὑμῖν· καὶ ἐὰν οὕτως ἐστέ, οὐδεὶς ἐξ ὑμῶν τῷ πάϑει τούτῳ κρατηϑήσεται. ἱμάτια ὠνεῖσϑαι καὶ τῷ δοχείῳ ἀποτίϑεσϑαι ἐπιτρέπομεν, ὡς ἂν ὅτε χρῇζοιτε λαμβάνοιτε· περιποιεῖσϑαί τε καὶ τὰ παλαιὰ κατὰ δύναμιν καὶ χρᾶσϑαι τούτοις καλόν. μόνην γὰρ τὴν ἀναγκαίαν ζητητέον χρείαν, τὸ δὲ περιττὸν ὡς τοῦ ἐναντίου μισητέον τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν μανδυῶν καὶ τῶν περιστηϑίων καὶ τῶν ὑποδημάτων καὶ ἁπλῶς πάντων τῶν χρειωδῶν λέγομεν. ὅταν οὖν σχοίη τις ἀναγκαίως καινότερόν τι τούτων ἀπολαβεῖν, τὸ παλαιὸν κομίστέον ἄρα ἐν τῷ δοχείῳ, δοτέον τε αὐτὸ τοῦτο καὶ ἕτερον ἀποληπτέον εἰδήσει τοῦ προεστῶτος· ἄλλως γὰρ, εἰ μὴ τὰ παλαιὰ κομίζοιτε, διδόναι ὑμῖν οὐκ ἐντελλόμεϑα.

με´. Περὶ τοῦ τὴν αὐτὴν τροφὴν καὶ πόσιν καὶ ἔνδυσιν ἔχειν ἄπαντας

Ἐπὶ δὲ τούτοις καὶ τοῦτο ὑμῖν ἐνώπιον τοῦ ϑεοῦ καὶ αὐτοῦ τοῦ δεσπότου ἡμῶν, τοῦ τιμίου Προδρόμου, παραγγέλλομεν, ὡς ἂν εἴη πᾶσιν ὑμῖν ἡ αὐτὴ τροφή τε καὶ πόσις, ἔνδυσίς τε καὶ ὑπόδησις καὶ μὴ διαφορά τις τούτων ποτὲ ἐν ὑμῖν γένοιτο, ἀλλὰ τοῖς αὐτοῖς χρήσεσϑε πάντες, φημὶ δὴ ὁ ἡγούμενος, ὁ οἰκονόμος, ὁ ἐκκλησιάρχης, οἱ προὔχοντες τῷ χρόνῳ καὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ βίου περιφανείᾳ καὶ οἱ τούτων κατὰ ταῦτα λειπόμενοι· μόνους γὰρ ἐκείνους ϑεραπευτέον ἐν ἅπασι καὶ χειραγωγητέον, ὅσοι δὴ προφανῶς ἐν ἀρρωστίαις κατάκεινται καὶ διὰ τοῦτο δέονται τυχὸν κρείττονος βρώσεώς τε καὶ πόσεως πρὸς σύστασιν τοῦ ταλαιπώρου αὐτῶν σώματος· τοῦτο γὰρ καὶ διακρίσεως οἶμαι καὶ τὴν συνείδησιν τῶν πολλῶν διατηροῦν ἀσκανδάλιστον. καὶ τοῦτο δὲ ποιεῖν τὸν ἡγούμενον ἀναγκαῖον, εἰσιέναι ἐν τοῖς κελλίοις ὑμῶν τοῦ μηνὸς οπότε καὶ βούλοιτο καὶ τὰ περιττά, εἴπερ εἰσί τινες ἔχοντες, ἐκφορεῖν καὶ τῷ δοχείῳ ἀποτιϑέναι, ἢ τοῖς ἐνδεῶς ἔχουσιν ἐπιχορηγεῖν.

μς´. Περὶ τοῦ χρήναι ἀλοντεῖν

Καί ἄλουτοι δὲ τὸ παράπαν διάγοιτε, τοὺς ἀρρωστοῦντας δὲ μόνους δέον ἐστὶ παραμυϑεῖσϑαι κἀν τούτῳ.

μζ´. Περὶ τοῦ πῶς δεῖ χειροτονεῖσϑαι τοὺς διακονητάς

Αἱ χείροτονίαι190 τῶν διακονητῶν κατὰ τὴν τοῦ οἰκονόμου προχείρισιν ὀφείλουσι γίνεσϑαι, τῶν κλειδίων δηλαδὴ ἐνώπιον τιϑεμένων τοῦ Χριστοῦ ἢ τοῦ τιμίου Προδρόμου καὶ τρισαγίου γινομένου καὶ αὐτοῦ δὴ τοῦ προχειριζομένου μετὰ τὰς δεούσας τρεῖς γονυκλισίας τὰς κλεῖς ἐκεῖϑεν λαμβάνοντος αὐτοχείρως, εἶτα τῷ προεστῶτι τὸν ἑαυτοῦ ὑποκλίναντος αὐχένα καὶ τὴν παρ’ ἐκείνου ἐκδεχομένου εὐλογίαν οὕτως ἔχουσαν κατὰ ῥήμα· «Ἡ πρεσβεία τοῦ τιμίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου δι’ εὐχῶν τῶν ἁγίων πατέρων προχειρίζεταί σε οἰκονόμον», ἢ τόδε, ἢ τόδε. ταῖς μέντοι μὴ ἐχούσαῖς κλειδίᾳ ὁ τῆς ϑείας εἰκόνος ἀσπασμὸς καὶ ἡ τοῦ ἡγουμένου σφραγὶς ἀρκέσουσιν εἰς προχείρισιν. πρέπον οὖν τρεῖς εἶναι δοχειαρίους, ὧν τὸν μὲν ἕνα τὰ τῆς μονῆς ἱερὰ σκεύη καὶ ἔπιπλα καὶ ἀπλῶς εἴ τι κρεῖττόν ἐστι παραφυλάττειν (ὅν δὴ καὶ σκευοφύλακα ἐπικλητέον), τὸν δὲ ἕτερον τὰ τῆς ἐξόδου νομίσματα κατέχειν, τὸν δ’ ἄλλον διανέμειν τοῖς ἀδελφοῖς τὰ χρειώδη ἀπὸ τοῦ δοχείου, ἐνδύματα λέγω καὶ ὑποδήματα καὶ τὰ λοιπά, ποιεῖν τε καὶ τὴν τῶν παραβαλλόντων ἀδελφῶν ἀνάπαυσιν ἐνδεχομένως ἐν τοῖς κοιτῶσιν· ὧν ἄρα τὴν ἐπὶ βρώσει χρείαν ἡ κοινὴ τράπεζα παραϑήσοι πρὸς τε τὸν καιρὸν καὶ τὸ πρόσωπον.

μη´. Περὶ τοῦ χρῆναι εἶναι ἐπιστημονάρχην ἐν τῇ μονῇ

Ὡς δὲ εἶναι καὶ ἐπιστημονάρχην ἔν τε ταῖς τῶν ψαλμωδιῶν εἰς τὸν ναὸν εἰσελεύσεσι καὶ ἐν ταῖς τῶν ἑστιάσεων ἐπιτηροῦντα τοὺς ἀδελφοῦς, ὡσαύτως καὶ κατὰ πᾶσαν ὥραν καὶ συγκαϑημένους ἀνευλόγως καὶ ἀργολογοῦντας ἢ καὶ ἀργοῦντας εἴτε τι ἀπρεπὲς καὶ ἀνόνητον ποίοῦντας καὶ διορϑούμενον πείϑοντά τε ταῖς ἑαυτῶν προσιέναί κέλλαις, τῇ εὐχῇ καὶ τῷ ἐργοχείρῳ προσανέχοντας· ἀλλὰ μὴν καὶ τραπεζάριον διακονοῦντα μὲν καὶ ἐφ’ οἷς ὁ κελλαρίτης αὐτῷ ἐπίτρέψειε, περιιόντα δὲ καὶ τὴν τράπεζαν ἐν τοῖς καιροῖς τῶν ἑστιἀσεων καὶ τοὺς ἀδελφοὺς ὀχλοῦντας ἴσως ἢ ψιϑυρίζοντας ὑπομιμνήσκοντα τὴν σιωπὴν καὶ τὸν πεντηκοστὸν ψάλλειν ἕκαστον κατὰ νοῦν· ἔτι γε μὴν καὶ τοὺς παραβάλλοντας ἀνερευνᾶν καὶ ὡς εἰκὸς καϑίζειν εἰς τὴν τράπεζαν, παρατηρεῖσϑαί τε καὶ τὴν τῶν ἀδελφῶν εἰσέλευσιν ἐν τῇ τραπέζῃ καὶ σημειοῦσϑαι, τίς μὲν αὐτῶν ἀπέλειψεν ἐν τῇ εὐχαριστίᾳ, τίς δὲ καὶ εἰς τὴν ἑστίασιν, καὶ προσαγγέλλειν τούτους τῷ προεστῶτι· ὁ μὴ γὰρ οὕτω ποιῶν, ὡς μὴ ὁλοψύχως διακονῶν, ἐπιτιμηϑήσεται. ἀμέλει τοὺς ἐφ’ ἑκάστην τῶν διακονιῶν προκεχειρισμένους προσεκτικῶς μὲν καὶ ϑεοφόβως αὐτὰς μετιόντας ἐᾶν ἀμετακινήτους δίκαιον, ἀμελοῦντας δὲ αὐτῶν καὶ καταφρονοῦντας, ἴσως δὲ καὶ δολιευμένους ἐν αὐταῖς, μεϑιστᾶν καὶ ἑτέρους ἀποκαϑιστᾶν· εἴ τις δὲ τούτων νοσφιζόμενος εἴη τι ἄχρι καὶ τοῦ τυχόντος, ὑπόδικος ἔσται τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ τῇ παναχράντῳ αὐτοῦ μητρί καὶ τῷ κυρίῳ ἡμῶν, τῷ τιμίῳ προδρόμῳ καὶ βαπτιστῇ Ἰωάννῃ, ἀφ’ ὧν ἄρα τὰς κλεῖς παρέλαβεν ὑποσχόμενος ἀδόλως καὶ ἐκϑύμως διακονῆσαι. παρακαλῶ οὖν τοὺς κελλαρίτας, τοὺς ἀρτοποιούς, τοὺς ὀψοποιούς, τοὺς ἐπιμελητὰς τῶν ἡμιόνων, τοὺς μετοχιαριους, τοὺς οἱκονομοῦντας ἐν τοῖς τῆς μονῆς κτήμασι, τοὺς ἐν τῇ πόλει στελλομένους, τοὺς ἄλλοσε ἀπιόντας ἐκ προτροπῆς τοῦ ἡγουμένου ἢ καὶ τοῦ οἰκονόμου καὶ ἁπλῶς πάντας τοὺς διακονοῦντας, ὁλοψύχως τῶν διακονιῶν αὐτῶν ἔχεσϑαι, ὡς οὐ μικρὰν ἐντεῦϑεν ἐλπίζοντας τὴν ἀντάμειψιν· ὧν τοῖς μὲν ἀγραμμάτοις ἀρκέσει πάντως εἰς ἀπολογίον καὶ ϑεῷ καὶ ἡμῖν ἡ περὶ τὴν διακονίαν προσοχή τε καὶ ἐπιμέλεια, τοὺς δὲ γε εἰδότας γράμματα, κωλυομένους δὲ ἴσως διὰ τὸ τῆς διακονίας πολύοχλον τοῦ τὴν ἐν ταῖς εὐχαῖς αὐτῶν ἀκολουϑίαν ἐκτελεῖν καὶ τοῦ συνιέναι τοῖς ἀδελφοῖς κατὰ τὰς συνάξεις παραινοῦμεν μὴ ὀλιγωρεῖν ἢ ἀπογινώσκειν, ὡς δὴ τὴν ἑαυτῶν ἀπολωλεκότας ὠφέλειαν, ἀλλ’ εὐϑύμως τε μᾶλλον καὶ χαρμοσύνως ἔχειν, ὅτι ἐνίσχυσεν αὐτοὺς ὁ κύριος τοῖς ἑαυτῶν ἀδελφοῖς κατὰ μίμησιν ἐκείνου διακονῆσαι, ὅς φησιν· «Οὐκ ἦλϑον διακονηϑῆναι, ἀλλὰ διακονῆσαι καὶ ϑεῖναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν»191. ὁρᾶτε, ἀδελφοί μου, ποῖον αὐτοὶ ἔργον ἀποπληροῦτε; ὁρᾶτε τίνα μιμεῖσϑε; βλέπετε ὅτι τὸ κεφάλαιον παντὸς ἀγαϑοῦ, τὴν ἀγάπην, μετέρχεσϑε; τί οὖν λυπεῖσϑε καὶ κατηφιᾶτε τῆς συνάξεως ἀπολειπόμενοι; οὐκ ἐννοεῖτε, ὅτι τὰς ἑαυτῶν ψυχὰς τίϑεσϑε ἀντὶ πολλῶν, ὡς ὁ ἐμὸς δεσπότης Χριστός, ἵνα δηλαδὴ τοὺς ἀδελφοὺς ὑμῶν ἀναπαύσητε; χαίρειν μὲν οὖν καὶ σκιρτᾶν ὑμᾶς δεῖ, ὅτι ὅ μόλις δύναιντ’ ἂν κατορϑῶσαι οἱ τῇ εὐχῇ προσανέχοντες, ἔργῳ καϑ’ ἐκάστην αὐτοὶ ἐκπληροῦτε, μακάριοί ἐστε τῆς ἐντεῦϑεν ἀπασχολίας καὶ ζηλωτοί· καλὴ μὲν γὰρ καὶ ἡ προσευχὴ καὶ σφόδρα καλὴ ϑεῷ προσομιλεῖν ἡμᾶς ποιοῦσα καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἡμᾶς αἴρουσα, κρείσσων δὲ ἄρα καὶ μείζων πολλῷ πλέον ἀγάπη· ἐκείνη μὲν γὰρ μέρος ἀρετῆς καὶ τοῦ ὅλου σώματος τῆς τελειωτικῆς τελειότητας ἀπότμημά τι καὶ μόριον, ἡ δὲ ἀγάπη κεφαλὴ καὶ ἀπαρτισμός. καὶ γὰρ καὶ τὴν ὑψοποιὸν ταπείνωσιν συνεζευγμένην ἑαυτῇ δείκνυσι καὶ τὴν ἐλεημοσόνην καὶ τὴν φιλανϑρωπίαν, δι’ ἅ καὶ μᾶλλον ὁ ϑεὸς γέγονεν ἄνϑρωπος καὶ δι’ ἅ καλεῖται ϑεὸς καὶ δι’ ὧν ὁ ἄνϑρωπος ϑεὸς ἀποδείκνυται καὶ τῷ οὐρανίῳ πατρὶ ὅμοιος. ἵνα τί γοῦν τὸν ϑησαυρὸν τούτων πάντων τῶν ἀγαϑῶν ἀφέντες καὶ τὴν κεφαλὴν ἐπὶ τὰ κάτω καὶ πρὸς ἑνὸς ἐπίκτησιν τρέχετε; δέον τὴν κεφαλὴν οὕτω φϑάσαντας εὐπετῶς κατέχειν τε ἀσφαλῶς καὶ πάντα ποιεῖν, ὥστε μὴ ταύτης ἐκπεσεῖν. «Δεδοίκαμεν» φασί «διὰ τὴν τοῦ κανόνος ὑστέρησιν». ἀλλὰ μὴ δεδίατε· ἡ γὰρ καϑαρὰ ἐξαγόρευσις τὸ ὑστέρημα ταύτης ἀναπληρώσει ὑμῖν, τὴν συγχώρησιν δικαίως ἐπιβραβεύουσα· μόνον μὴ ῥᾳϑυμίας ᾖ τὸ ὑστέρημα· τοῦτο φοβεῖσϑε, τοῦτο προσέχετε. εἰ δὲ τοῦτο μὴ εἴη, χαίρετέ μοι τῶν διακονιῶν ὁλοψύχως καὶ προϑύμως ἐχόμενοι. οἱ μὲν διακονηταὶ οὕτως ἱκανῶς νουϑετηϑέντες ὅλοι τοῦ διακονεῖν ἔσονται καλῶς ποιοῦντες.

μϑ´. Περὶ τοῦ ποδαποὺς εἶναι χρὴ τοὺς εἰς τὰ τῆς μονῆς ἀκίνητα στελλομένους

Ἐπεὶ δὲ τῇ ἀσϑενείᾳ ἡμῶν συνεπόμενος καὶ ὁ ποτὲ ἀνεγείρας βασιλεὺς τὴν τοιαύτην μονὴν καὶ κτήσεις τινὰς ἀκινήτους ἐπεκτήσατο, ἀφ’ ὧν μικραί τινες καὶ οὐδαμιναὶ νῦν κατελείφϑησαν, πολλῶν οὐσῶν καὶ προκαϑαρπαγεισῶν παρὰ διαφόρων προσώπων, καὶ δεῖ τούτων φροντίζειν τὸν προεστῶτα, παρατηρείτω αὐτῷ τὰ εἰς δύναμιν ὁποιους εἶναι τοὺς εἰς τὴν τούτων πρόνοιαν πεμπομένους, εὐλαβεῖς δηλονότι καὶ σώφρονας καὶ γηραιοὺς εἰς ἅπαν, εἰ δυνατόν, καὶ πρὸς τὰ πάϑη νεκροὺς διὰ τὰς ἐκ τοῦ Βελίαρ ἐπιβουλάς.

ν´. Περὶ τῶν κεκοιμημένων

Ἀρκούντως οὖν ἤδη περὶ τῶν τῆς μονῆς καὶ ὡς εἰκὸς διαϑέμενοι, περὶ τῶν κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν ἐπὶ τούτοις διαληψόμεϑα. προσήκει τοίνυν λαμπρῶς καὶ μεϑ’ ὁλονύκτου ψαλμωδίας ἑορτάζειν ἡμάς τὴν μνήμην τοῦ τρισμάκαρος καὶ ἀοιδίμου πατρὸς ἡμῶν καὶ κτήτορος κῦρι [Ἰωάννου], ἥτις κατ’ αὐτὴν [τὴν ις´ τοῦ· Δεκεμβρίου]192 τυγχάνουσα, κατ’ αὐτὴν δήπου ἀνυπερϑέτως τελεσϑήσεται, ἐν ᾗ καὶ συνδράμῃ, εἰ μή τις εἴη Κυριακή. ἡ δὲ ἀκολουϑία τῆς ψαλμῳδίας οὕτως ψαλεῖται, καϑὼς ἐν τῷ βαμβακηρῷ βιβλιδαρίῳ εὑρήσετε ἀναταττομένην. ὁμοίως καὶ τὴν μνήμην τοῦ πανοσιωτάτου κῦρι Λουκᾶ, τοῦ γεγονότος μητροπολίτου Μεσημβρίας καὶ τῆς μονῆς ταύτης ἡγουμενεύσαντος, τοῦ ἀγίου μου πατρος καὶ ἀναδόχου μου· οὗ τῆς ἐργασίας τῆς πνευματικῆς καὶ τῆς ὑπομονῆς καὶ τῆς ταπεινώσεως καὶ τῶν ἀπείρων δακρύων αὐτοῦ τὴν ἀντάμειψιν εἰ βούλεσϑε μαϑεῖν, τῷ τιμίῳ καὶ ἁγίῳ αὐτοῦ λειψάνῳ ἀσϑενοῦντες προσέλϑετε καὶ ἐκ τοῦ ἐλαίου τῆς κανδήλας αὐτοῦ ἀλειφόμενοι τὴν δοϑεῖσαν αὐτῷ παρὰ ϑεοῦ εὐωδίαν καὶ χάριν τῆς ἰάσεως ἐπιγνώσεσϑε. ναὶ μὴν ἀλλὰ καὶ τῶν ὅσοι τι μνήμης ἄξιον τῇ μονῇ περιεποιήσαντο καὶ μνημονεύεσϑαι παρ’ ὑμῶν τετυπώκασιν ἐτησίως τὰ μνημόσυνα γίνοιντο193, ἤγουν τοῦ μακαρίτου σεβαστοῦ κῦρι Νικηφόρου τοῦ Βοτανειάτου, τοῦ γεγονότος γαμβροῦ τοῦ ἀοιδίμου κῦρι Ἰσαακίου τοῦ σεβαστοκράτορος, τοῦ καὶ ἐν τῷ ϑείῳ καὶ ἀγγελικῷ σχήματι Νεοφύτου μετακληϑέντος· ὁμοίως καὶ τῆς σεβαστῆς κυρᾶς Εὐδοκίας τῆς Коμνηνῆς, τῆς συμβίου αὐτοῦ καὶ τῶν παιδίων αὐτῶν, ἤγουν Ἰωαννικίου μοναχοῦ τοῦ συναδελφοῦ ἡμῶν καὶ υἱοῦ αὐτῶν· ὁμοίως καὶ τὴν μνήμην τῆς ἁγίας δεσποίνης κυρᾶς Μαρίας, ὁμοίως καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυροῦ Νικολάου· σὺν τοῦτῳ καὶ τὴν μνήμην τοῦ εὐεργετου ἡμῶν κῦρι Λέοντος τοῦ Ἱκανάτου καὶ τῆς συμβίου αὐτοῦ Ἄννης καὶ τῶν παίδων αὐτῶν· σὺν τούτοις καὶ τοῦ ἠγαπημένου ἡμῶν ἀδελφοῦ τοῦ χαρτουλαρίου κῦρι Κωνσταντίνου τοῦ τοῦ Ζικχίας, ἐπὶ τούτοις καὶ τὴν μνήμην τῶν γονέων ἐμοῦ τοῦ ἀμαρτωλοῦ (ὧν τὰ ονόματά εἰσι ταῦτα· Νικηφόρος καὶ Θεοδούλη μοναχή, Χριστοφόρου καὶ Μαρίας μοναχῆς τῆς μηχρός μου τῆς ἡγιασμένης), ὅπως εὕρωσιν ἔλεος σὺν ἐμοὶ ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως. τούτων δὲ τὴν μνήμην ἐντέλλομαι ὑμῖν ἐν κυρίῳ ποιεῖν ἅπαξ τοῦ ἐνιαυτοῦ, ἤγουν τῇ εἰκοστῇ τέταρτῃ τοῦ Σεπτεμβρίου μηνός. [ἐπεὶ194 δὲ μετὰ ϑεὸν δευτέρα ἡμῖν κτητόρισσα ἀνεδείχϑη ἡ ἐν σεβασταῖς σεβαστὴ καὶ ἐν μοναχαῖς μοναχὴ κυρὰ Εὐδοκία ἡ Κομνηνή, ἡ ϑυγάτηρ τοῦ ἀοιδίμου σεβαστοκράτορος κῦρι Ἰσαακίου, ἢ καὶ Ξένη μετονομασϑεῖσα καὶ πολλὰς καὶ πολλάκις ἐν ἡμῖν καὶ τῇ καϑ’ ἡμᾶς μονῇ τὰς δωρεὰς καὶ εὐεργεσίας ἐνεδείξατο· ἀλλὰ καὶ νῦν ἤγουν κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς ζ´ ἰνδικτιῶνος τοῦ ˏςχνβ´ ἔτους ἐδεδώκει πρὸς ἡμᾶς καὶ τὴν καϑ’ ἡμᾶς μονὴν χάριν ἐξωνήσεως ἀκινήτου τινὸς ἐπικτήσεως νομίσματα χρυσᾶ σταυρατα τοῦ Μονομάχου λίτρας τέσσαρας καὶ συνεφωνήσαμεν καὶ ἡμεῖς ποιεῖν καϑ’ ἕκαστον χρόνον λόγῳ μὲν τοῦ μακαρίτου ἀνδρὸς αὐτῆς κατὰ τὴν α´ τοῦ Ἰαννουαρίου μηνὸς ἰδικὴν παννυχίδα καὶ λειτουργίαν, λόγῳ δὲ τοῦ μακαρίτου υἱού αὐτῆς, τοῦ μοναχοῦ κῦρι Ἰωαννικίου, κατὰ τὴν β´ τοῦ Ἰουνίου ὁμοίως ποιεῖν ἰδικὴν παννυχίδα καὶ λειτουργίαν· ἀλλὰ καὶ λόγω αὐτῆς, ἄχρις ἂν ἐν τοῖς ζῶσίν ἐστὶ, κατὰ τὴν κβ´ τοῦ Νοεμβρίου παννυχίδα παρακλητικὴν καὶ λειτουργίαν καὶ μετὰ ϑάνατον αὐτῆς κατὰ τὸν καιρὸν τῆς τελευτῆς αὐτῆς τὰ ὅμοια ποιεῖν· πρὸς ἐπὶ τούτοις δὲ καὶ κατὰ τὴν ε´ τῆς Ἀπόκρεω λόγω πάντων τῶν προτελευτησάντων αὐτῶν παννυχίδα καὶ λειτουργίαν δι’ οἰκείων πάντως, τῶν τῆς ἡμετέρας μονῆς ἐξόδων, ποιεῖν, – παρακαλῶ ὑμᾶς, ἀδελφοί, τοὺς νῦν ὄντας καὶ τοὺς μεϑ’ ἡμᾶς ἐλευσομένους, ὡς ἂν ταῦτα οὕτω φυλάττωνται, ἄχρις ἂν ἡ μονὴ ἡμῶν συνίσταται, ἵνα μὴ ἐκ παραβασίας εἰς κρῖμα ἐμπέσωμεν]. καὶ τῶν ἀδελφῶν195 δὲ ὁμοίως, ὧν δὴ καὶ τὰ ὀνόματα τοῖς διπτύχοις ἐνεγράφησάν τε καὶ ἐγγραφήσονται. οὐ μόνον δὲ ἀλλὰ καὶ τοῦ νεωστὶ τελευτήσάντος ἀδελφοῦ ἡμῶν καϑ’ ἐκάστην ἀνὰ πᾶσαν σύναξιν, ὄρϑρου τέ φημι καὶ λειτουργίας καὶ ἑσπερινοῦ, τὴν ἀνάμνησιν γίνεσϑαι ἐν ταῖς ἐκτενέσι δεήσεσιν ἄχρι τῶν τεσσαρακοστῶν αὐτοῦ· ἐν οἷς ὁσημέραι καὶ προσφορὰ ὑπὲρ αὐτοῦ προσκομισϑήσεται. σὺν τούτοις δὲ ἀλλὰ καὶ τὰς μνήμας τῶν ϑνῃσκόντων σημειωτέον τὸν ἐκκλησιάρχην, ἵν’ ἔχοιεν ὑμῖν αὗται ἀνεπιλήστως καὶ τελῶνται ἀπαραλείπτως. πλὴν ἀλλ’ ἐνταῦϑα δεῖ τι καὶ οἰκονομικώτερον διορίσασϑαι. ἐπειδὴ γὰρ ἐνδέχεται πληϑυνόντων τῶν ϑνῃσκόντων ἀδελφῶν πολλάκις ἐν τῇ τοιαύτῃ ἑβδομάδι τριῶν ἡ τεττάρων μνήμας συνδραμεῖν ἢ καὶ πλειόνων καὶ ἀναγκαῖον πάντως ἐκάστου μνήμην τελεῖν ἐν ταῖς παννυχίσι ταῖς καϑ’ ἡμέραν ἡμῖν χρεωστικῶς ὀφειλομέναις καὶ τὸν ἐπὶ τῷ προαπελϑόντι ψάλλειν, ἵνα μὴ τοῦτο γένηται, ἐντελλόμεϑα ὡς, εἰ μέν τινες τῶν ἀδελφῶν ἀπιέναι καὶ ψάλλειν τὸ νεκρώσιμον αἱροῖντο, οἱ δὲ λοιποὶ τὸν τετυπωμένον ψάλλειν τῆς παρακλητικῆς παννυχίδος, ἔστω καὶ τελείσϑω τοῦτο καὶ εὐαπόδεκτον ἡμῖν, οἶμαι δὲ καὶ τῷ ϑεῷ· εἰ δὲ διὰ χειμῶνα ἴσως ἢ καὶ ἀσϑένειαν, ἵνα μὴ λέγω ῥᾳϑυμίαν, οὐ βούλεσϑε τοῦτο, ἀλλὰ παρατηρητέον καὶ ὅσων ἂν πάντων εἰοῆτε μνήμας ἐν μιᾷ καὶ τῇ αὐτῇ ἑβδομάδι συνδραμούσας, πάσας ὁμοῦ τῶν πάντων διὰ μιᾶς τελεστέον τῆς παννυχίδος διὰ πάντων, εἰ μὴ τις εἴη μνήμη τινὸς τῶν ἡγουμένων γεγονότων ὑμῶν (τούτου γὰρ ἰδίᾳ ἡ μνήμη ὀφείλει τελεῖσϑαι, ὡς ὑπέρ πάντων ἀπολογησομένου ὑμῶν) καὶ οὕτως ἔσται τοῖς ἀδελφοῖς ἡμῶν τὸ χρέος τῆς μνήμης ἀφωσιωμένον καὶ τοῦ κανόνος ἡμῶν μὴ ἐκπῖπτον. καὶ ἐν μὲν ταῖς παννυχίσιν οὕτως, ἐν δὲ ταῖς ὑπὲρ αὐτῶν λειτουργίαις καὶ τοῦτο καλὸν, τὸ ὁμοῦ πάσας διὰ μιᾶς γίνεσϑαι τὰς μνήμας, προσφορῶν ὑπὲρ ἐκαστου προσκομίζομένων, ἢ ὡς βουλητόν ἐστι τῷ κατὰ τὴν ἡμέραν ἱερεῖ, ἢ μᾶλλον ὡς δυνατὸν αὐτῷ ἐστιν, οὕτως καὶ ποιείτω. τὰ ἐν τῷ πυλῶνι δὲ διδόμενα ὑπίρ τινος, μνήμης τί ἄξιον, ὡς εἴρηται, τῇ μονῇ καταλείψαντος ἢ καταλείψοντος, ὑπὲρ οὗ καὶ δίδοσϑαί τί ἐν τῇ μνήμῃ αὐτοῦ συμπεφώνηται ἢ συμφωνηϑήσεται, παρέχεσϑαι προτρεπόμεϑα ἀνεγκρατήτως. τὰ μέντοι δίπτυχα ἐντελλόμεϑα ἐν κυρίῳ τοῖς τε ἱερεῦσιν αὐτοῖς καὶ τοῖς δίακόνοις κατὰ πᾶσαν ἐπιέναι λειτουργίαν εἰς ἀνάμνησίν τῶν ἐν αὐτοῖς ἀπογεγραμμένων, ἵνα μὴ αὐτοὶ τὸ κρῖμα βαστάσωσι τῆς ἐκείνων ἀμνηστίας τε καὶ ὑστερήσεως.εἴρηται μὲν δὴ καὶ περὶ τούτων δεόντως.

να´. Περὶ τοῦ πῶς δεῖ τοὺς ἀποκειρομένους ἀποκείρεσϑαι

Ῥητέον δὲ καὶ περὶ τῶν ἀποκειρομένων· οἵ γε, εἵ τινες εἶεν περιφανεῖς ἢ τῶν ἀνέκαϑεν γνωρίμων ἡμῖν καὶ σχεδὸν εἰδότων τὴν ἡμετέραν δίαιταν, πρότερον τὴν τοῦ τυπικοῦ τούτου ἀκολουϑίαν ἀναγνόντες καὶ ὑποσχεδέντες φυλάσσειν τὰ ἐν αὐτῷ ἀναταττόμενα ἄπαντα ἀπαράϑραυστα, ἀποκείρέσϑωσαν καὶ ἔσωϑεν τοῦ νενομισμένου καιροῦ, ἀξιοῦντες καὶ αὐτοὶ τοῦτο ἴσως καὶ ἀποδεχόμενοι. εἰ δὲ τῶν τυχόντων εἶεν καὶ ἄγνωστοι, μετὰ παρέλευσιν ἡμερῶν ἑπτὰ τῆς ἐνταυϑοῖ τούτων ἀφίξεως ἐνδυέσϑωσαν τὰ ῥάκη καὶ τὰς μοναχικὰς περιβεβλήσϑωσαν περικεφαλαίας, ἐπιταττέσϑωσάν τε καὶ ταῖς κατὰ δύναμιν διακονίαις καὶ ἐπιτηρείσϑωσαν, εἰ μεϑ’ ὑπομονῆς ταύτας καὶ ταπεινώσεως ἐκτελοῖεν. ἂν μέντοι οὕτως ἔχοντες διακαρτεροῖεν ἄχρι χρόνων τριῶν, τοῖς ἀδελφοίς τηνικαῦτα συνταττέσϑωσαν ἀποκειράμενοι καὶ τὸν ἄρραβῶνα τοῦ ϑείου καὶ ἀγγελικοῦ λαμβανέτωσαν σχήματος· εἰ δ’ ὀκλάσαντες τυχὸν φανεῖεν. γογγύζοντές τε καὶ καταρρᾳϑυμοῦντες τῶν ἐντεταλμένων, τῷ προεστῶτι μελήσει περὶ τοῦ εἴτε δεῖ τούτους εἰσδέχεσϑαι εἴτε καὶ μή.

νβ´. Περὶ τοῦ μὴ λαμβάνειν τινὰς μοναχοὺς ἐξ ἄλλης μονῆς

Πρὸς δὲ τούτοις φροντιστέον ὑμᾶς καὶ τοῦ μηδόλως δέχεσιϑαί τινα ἀπὸ ξένης196 ἐρχομένων μοναχῶν καὶ ἀγνωρίστων, φυλάσσοντας κἀν τούτῳ τὴν τῶν ἀγίων κανόνων παράδοσιν· εἰ δὲ τούτου καταφρονήσετε, πολλὰ λυπηϑήσεσϑε καὶ οὐ μικρὰ βλάβη καὶ ζημία ψυχική τε καὶ σωματικὴ ὑμῖν ἐκ τούτου γενήσεται.

νγ´. Περὶ τοῦ μὴ αἰτεῖν ἐκ τῶν ἀποκειρομένων προσενέξεις τινὰς ἢ ἀποταγάς

Τοὺς τοίνυν εἰσδεχϑῆναι κριϑέντας οὐ καταναγκαστέον περὶ τινος ἀποταγῆς τε καὶ προσενέξεως· οὐ γὰρ τὴν τοῦ ϑεοῦ χάριν καπηλεύειν χρεὼν ἢ χρήμασι πιπράσκειν, μὴ πού τις ἐντεῦϑεν αἰσχύνη καὶ ὄνειδος προστριβῇ τῷ προῖκα ἐν ἡμῖν ἀποκείρεσϑαι καὶ τὸ κακὸν καὶ ἐπάρατον τοῦτο ῥῆμα παρεισαχϑῇ, «τὸ ἐμὸν» καὶ «τὸ σὸν» δηλονότι καὶ «τὸ μεῖζον» καὶ «τὸ ἧττον» καὶ «τὸ κρείττονα» οἴεσϑαι τὸν προσενέγκαντα τοῦ μὴ προσενεγκαντος. μὴ γένοιτο τοῦϑ’ ὑμῖν εἰς τὸν αἰῶνα, μὴ γένοιτο. εἰ δὲ τις αὐτὸς ἐκεῖνος ἐκὼν ὁ ἀποκαρησόμενος προσενεγκεῖν αἱροῖτο, δεκτέον· προαιρετικὸν γὰρ τοῦτο καὶ ἀβίαστον καὶ γνώμης ἔργον ϑεοφιλοῦς καὶ ἐλεημοσύνης τάξιν ἐπέχον καὶ εὐποιίας καὶ ὑπὲρ τῆς ϑεόϑεν ἀντιμισϑίας γινόμενον εἰς ἐξίλασμα τῶν πεπλημμελημένων αὐτῷ, μᾶλλον δὲ ἵνα τἀληϑὲς εἴπωμεν, ἀνάϑημα προσφέρεται τῷ ϑεῷ καὶ τῷ τιμίῳ καὶ δεσπότῃ ἡμῶν προδρόμῳ καὶ βαπτιστῇ τοῦ ϑεοῦ Ἰωάννῃ· ἄλλο μὲν γὰρ ἀποταγὴ καὶ προσένεξις, ἄλλο δὲ δῶρον ἢ ἐλεημοσύνης ἀπόδομα ἢ ἀνάϑημα. ἐκεῖνο μὲν γὰρ ἐντεῦϑεν ἔχει τὴν τῆς ἐλπίδος ἀντάμειψιν καὶ ὥσπερ τι ὤνιον τῶν χρειωδῶν προκαταβάλλεται ἐπί τισιν ἴσως ῥηταῖς συμφωνίαις καὶ ἀνταλλάξεσι, τὸ δὲ προῖκα καὶ οὐρανίαις ἐλπίσι καὶ ἀνταμείψεσιν ἀποκείμενον· τῷτοι μηδὲ πρόκρισίν τινα τῶν λοιπῶν ἀδελφῶν ὁ διδοὺς ὑπολαμβανέτω, ἀλλ’ ἐπίσης εἶναι τοῖς πᾶσι καὶ κατὰ τὸν κρατήσαντα τύπον τῆς μονῆς. ἂν δὲ γέ ποτε πειραϑεὶς ἐκ δαιμόνων ὁ δούς, οἷα πολλὰ τὰ τῆς ἀβουλίας, ἐκστῆναι μὲν τῆς μονῆς πειραϑῇ, βούλοιτο δὲ καὶ τὸ δεδωρημένον ἀποκομίσασϑαι, ἀλλὰ μὴ δοτέον αὐτῷ τοῦτο, κἂν ὅ τι τύχοιεν ὄν· τὸ γὰρ ἅπαξ τῷ ϑεῷ ἀφιερωϑὲν ἀναφαίρετον καὶ ὁ ἀφαιρούμενος ἱερόσυλος· ὁποῖον δὲ τὸ ἱεροσυλεῖν ἔχει τὸ ἐπιτίμιον, πάντες ἴσασι, κἂν ἡμεῖς μὴ λέγωμεν. ἐπειδὴ δὲ καὶ περὶ τῆς δαιμονιώδους διαζεύξεως καὶ ἀποστασίας ἐμνήσϑημεν, φέρε μικρά τινα πρὸς τὴν ὑμετέραν ἀγάπην περὶ αὐτῆς εἴπωμεν οὐκ ἀπὸ τῆς ἡμῶν διανοίας τῆς ἀσϑενοῦς, ἀλλ’ ἅπερ ὁ σοφὸς καὶ μέγας διδάσκαλος ἡμῶν, ὁ οὐρανοφάντωρ Βασίλειος197, κατὰ ῥῆμα ἔλεξεν οὑτωσί.

νγ´ (sic). Περὶ τοῦ μὴ διὰ τὸ τυχὸν σκάνδαλον μεϑιστασϑαἱ τινα τῆς μονῆς

«Χρὴ μέντοι καὶ τοῦτο πεπεῦσϑαι σαφῶς, ὅτι ὁ ἅπαξ εἰς σύνδεσμον καὶ συνάφειαν ἐλϑὼν πνευματικῆς ἀδελφότητος, οὐχ οἷός τε ἂν εἴη ἀποκόπτεσϑαι καὶ χωρίζεσϑαι τούτων οἷς συνηρμόσϑη· εἰ γὰρ ἄνϑρωπος πολλάκις εἰς κοινωνίαν βίου τοῦ ὑλικοῦ συνερχόμενος οὐκ ἂν δύναιτο παρὰ τὰ συμβιβασϑέντα χωρίζεσϑαι, ἢ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς εἰρημένοις ἐπιτιμίοις, πολλῷ μᾶλλον ὁ εἰς συμβίβασιν ἐλϑὼν πνευματικῆς συμβιώσεως τοῖς ἄλυτον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένοις οὐχ οἷός τε ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τούτων, οἷς συνεκράϑη, ἢ τοῦτο ποιῶν βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωϑεν ἐπιτιμίοις ὑποβάλῃ. εἰ γὰρ γυνὴ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη καὶ βαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβουλευουσα φωραϑῇ, ϑανάτῳ καταδικάζεται, πολλῷ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσϑεὶς ὑπ’ αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ πνεῦματι ὑπόδικος ἐν τῷ χωρισμῷ γίνεται. καὶ ὥσπερ τὰ μέλη τοῦ σώματος φύσεως συνηρτημένα δεσμῷ κἂν τοῦ σώματος ἀπορρήγνυσϑαι δύναιντο, εἰ ἀπορραγῇ νεκρὸν τὸ ἀπορρηγνύμενον γένοιτ ἂν, οὕτως καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ τοῦ πνεύματος ἁρμολογίᾳ κρατούμενος οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσϑαι τούτων, οἷς συνηρμόσϑη, ἢ ποιῶν τοῦτο νεκρός ἐστι τῇ ψυχῇ καὶ ἐστερημένος τῆς τοῦ πνεύματος χορηγίας, οἷα δὴ τὴν ἐπ’ αὐτῷ συμβίβασιν ἀϑετήσας. εἰ δὲ γε λέγει τις, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν ἀφυλάκτως τὸ καλὸν παραλύοντες καὶ τῆς κοσμιότητος ἀμελοῦντες καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσϑαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν· οὐδὲ γὰρ Πέτρος ἢ Ἀνδρέας ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπερράγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδ’ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τις πρὸς τὸ πείϑεσϑαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχϑηρίας ἐνεποδίσϑη, ἀλλὰ τοῖς τοῦ κυρίου πειϑαρχοῦντες διδάγμασι τὴν εὐσέβειαν καὶ τὴν ἀρετήν ἐξήλουν, οὐδὲν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. οὔτε οὖν ὁ λέγων, ὅτι Διὰ τοὺς φαύλους χωρίζεσ9αι τῆς πνευματικῆς ἀναγκάζομαι συναφείας, πρόφασιν εὗρεν εὔλογον τῆς οἰκείας ἀβεβαιότητος, ἀλλ’ ἔστι μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληϑείας λόγον ἐκϑρέψαι διὰ γνώμης ἀβεβαιοτάτης μὴ δυναμένη· ἀλλὰ διὰ μικρὰν πειρασμοῦ τινος προσβολὴν ἢ ἀκρασίαν παϑῶν τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐϑύς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παϑῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲς βλάστημα. προφάσεις δὲ εἴρηκεν οὐκ ἀρκούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν καὶ εὐκόλως παρακρουόμενος· οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπατᾶν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κεχαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα. ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρ’ ἀληϑείας δικαζούσης, ὡς σκανδάλων ὑπόϑεσις πλείοσι καϑιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεϑίζων ἀεί. καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος «συμφέρει αὐτῷ ἵνε μῦλος ὀνικὸς κρεμασϑῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισϑῇ ἐν τῷ πελάγει τῆς ϑαλάσσης»198. ἐὰν γὰρ ψυχὴ ἀπόστασιν ἐϑισϑῇ, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας· τε καὶ γαστριμαργίας, ψεύδους τε καὶ πάσης κακοηϑείας, καὶ τὸ τελευταῖου εἰς τὸν πυϑμένα καταστρέφει τῆς πονηρίας τοῖς ἐσχάτοις ἐμπείρομένη κακοῖς. ὁ τοίνυν τῶν τοιούτων ὁδηγὸς καϑιστάμενος σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται, ὅ γε μηδὲ πρὸς τὰς εὐϑύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον καὶ ὑπόδειγμα βεβαίας πίστεως καὶ τῆς περὶ τὸ καλὸν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα λάμποντος τοῦ φωτὸς τῶν ἐκείτου κατορϑωμάτων καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηϑῶσιν; ἔπειτα Νῶε μὲν ὁ δίκαιος οὐκ εἶπε πρὸς τὸν ϑεόν, ὅτι «δεῖ με ἐκβῆναι τοῦ κόσμου, ἐπειδὴ πάντες εἰσὶ πονηροί», ἀλλ’ ἐκαρτέρησε μᾶλλον ἀϑλητικῶς καὶ γενναίως· ἀλλὰ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησεν, ἀλλ’ ὑπομονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσεβείας καἰ παρανομίας τὴν ἀρετὴν ἀπαράφϑορον διεφύλαξε καὶ οὐδαμῶς κακίαις ἑάλω καὶ ἐπιβουλαῖς, ἀλλὰ μεταξὺ ξενοκτόνων καὶ ἐν ὕβρει πολλῇ καὶ ἀκολασίᾳ κατὰ τὸν τῆς φύσεως φερόμενον ϑεσμὸν τὴν ἀγιωσύνην ἀμίαντον αὐτός τε διεσώσατο καὶ τοῖς λοιποῖς, ὡς ἐνὸν ἦν, εἰσηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων· σύ δὲ προφασίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας, ἢ οὔσας ἢ παρὰ σού πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν καὶ τὴν ἀϑέτησιν τοῦ πνεύματος μηχανώμενος καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῆς τῶν πόνων καὶ τῆς ὑπὲρ ἀρετῆς ὀκνηρίας παραπέτασμα τὴν τῶν ἀδελφῶν ἐργάζῃ διαβολήν. ὥστε σωφρονισϑεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι στεργέτω τὴν ἁρμονίαν τοῦ πνεύματος, ἣν ἑαυτῷ παρὰ τὰς πρώτας σπαργανώσει. τῆς οὐρανίου κυήσεως συνηρμόσατο· οὐδὲ γὰρ εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παϑεῖν τι τῶν ἀνιαρῶν ἤδη καὶ ὁ ἕτερος ἐκτμηϑῆναι φιλονεικήσει, ἀλλὰ φυλάξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στερρῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀναφέρειν χρείαν τῷ σώματι καὶ μὴ πάντῃ τὴν χεῖρα φυσικὸν κλάδον ἀφαιρεϑεῖσαν ἀποσυληϑῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα καὶ σκόπησον, ὅσον ἄγος καὶ ἀκοσμίαν ταῖς αἰσϑητικαῖς ψυχαῖς ἀποκοπὴ κατεργάζεται καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαϑητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαϑητῇ χωρισμοῦ γενέσϑαι καὶ ἀποστάσεως, οὕτως εἰ δοκεῖ σκεψώμεϑα, τί μὲν πατήρ, τί δὲ παιδοτρίβης. ἑκάτερος, ὁ μὲν τῷ παιδίῳ, ὁ δὲ τῷ μαϑητῇ εὔχεταί τε καὶ διεσπούδακε· φύσις μὲν γὰρ πατράσιν εὔχεσϑαι τοὺς παῖδας, ὥστε βελτίους καὶ φρονιμωτάτους γενέσϑαι, κοσμιωτάτους τε καὶ μετριωτάτους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γίνοιντο τῇ ἐπ’ αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός. σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκιμωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ’ αὐτῶν ἀσκουμένους γενέσϑαι, ἵνα ῥώμῃ καὶ ἐμπειρίᾳ περιδέξιον τὸ ἀγώνισμα ποιησάμενοι λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχϑῶσι καὶ ἡ τούτων ἔννομος ἄϑλησις τῶν καϑηγουμένων σαφὴς δόξα γένηται. φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ ϑέλειν ἂν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσϑαι τῶν διδαγμάτων τοὺς μαϑητάς. τῆς τοίνυν τῶν πραγμάτων φύσεως τοῦτον ἐχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ’ αὐτοῦ παιδευόμενον εὔξαιτο ἀκακώτατὸν τε καὶ σωφρονέστατον τὴν πνευματικὴν σοφίαν ἐπιδειχϑῆναι, καίπερ σαφῶς ἐπιστάμενος, ὅτι τοιούτου μὲν ὄντος τοῦ μαϑητοῦ καὶ παρὰ ἀνϑρώποις εὐκλεὴς ἔσται καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν ἀδελφούς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος; καὶ ἕτερον δὲ σκόπει· ὡς, εἰ φαῦλος ὁ μαϑητὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγήν, αἰσχύνεται αἰσχύνην ἀπαρηγόρητον ἐπὶ τῆς οἰκουμένης καὶ κατὰ τὸν τῆς κρίσεως καιρὸν καὶ τῆς πανηγύρεως καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανῶν ἀϑροίσματος. καὶ οὐκ αἰσχύνεται μόνον, ἀλλὰ καὶ κολασϑήσεται. πόϑεν οὖν γενήσεται τὸ μὴ ϑελῆσαι τὸν καϑηγούμενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσϑαι τὸν οἰκεῖον μαϑητήν; καὶ ἄλλως δὲ ἀλυσιτελὲς τῷ διδασκάλῳ ἡ τοῦ μαϑητοῦ πονηριά· ἐπειδὴ γὰρ τὴν πρὸς ἀλλήλους ἑκάτεροι συμβίωσιν εἵλοντο, ἧς ἂν μετέχῃ πονηρίας ὁ μαϑητής, τῶν ταύτης καρπῶν πρῶτον τῷ διδασκάλῳ μεταδώσει, ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς ϑάλπουσι πρῶτον ἐνιᾶσι τὸν ἰόν, ὡς εἶναι πάντοϑεν δῆλον ἐκ τε τῆς φύσεως τῶν πραγμάτων ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται καὶ πάντα τρόπον σπουδάσει ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ’ αὐτῷ πεπαιδευμένον καταστῆναι. εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηριάς ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν τὸ πέρας τοὺς παρ’ αὐτῷ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύνης ἐστὶ παιδευτής, οὐκ ἂν ἐναντίον οἶμαι καὶ τοῖς οἰκείοις σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαϑητευόμενον ἐκβῆναι ἕλοιτο. ἅπασα τοίνυν πρόφασις ἀνεύλογος τῷ βουλομένῳ χωρίζεσϑαι πνευματικοῦ συστήματος, ὥσπερ εἴρηται. αἰτία δὲ αὐτῷ ἀπεδείχϑη τῆς τοιαύτης γνώμης ἡ τῶν παϑῶν ἀκρασία καὶ τὸ τῆς κρίσεως σαϑρὸν καὶ ἀβέβαιον· οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προφήτου, ὅτι «Μακάριοι οἱ φυλάσσοντες κρίσιν»; οὐχὶ οἱ καταλύοντες; οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωϑέντες, οἱ ἐπὶ τῆς ψάμμου τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος τὸν ϑεμέλιον τῆς πνευματικῆς τιϑέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν καὶ βραχὺς χείμαρρος τοῦ πονηροῦ ὑφελκύσας τὴν ὑποβάϑραν διέλυσέ τε καὶ διεσκόρπισεν»199. εἰπέ μοι, ἀδελφέ, ποῦ οὐκ ἔνι ϑλῖψις; ποῦ οὐκ ἔνι κόπος; οἱ κοσμικοὶ οὐ κοπιῶσιν; οἱ ναυτικοὶ πελαγοδρομοῦντες οὐ ναυαγοῦσιν; οἱ στρατιῶται ἐν τοῖς πολέμοις οὐ κινδυνεύουσιν; καὶ πῶς ἡμεῖς ὐλιγωροῦμεν ὡς μόνοι ϑλιβόμενοι; οἱ κοσμικοὶ εἰς τὰ κοσμικὰ κοπιῶσιν, οἱ πνευματικοὶ δὲ πάλιν εἰς ἔργα πνευματικὰ ϑλίβονται· ἀλλ’ ἡ τοῦ κόσμου λύπη ϑάνατον κατεργάζεται, ἡ δὲ κατὰ ϑεὸν λύπη μετάνοιαν εἰς ζωὴν αἰώνιον κατεργάζεται. καὶ ἡμεῖς οὖν ϑλιβόμενοι μὴ ὀλιγωρήσωμεν· ἡ ϑλῖψις ἡμῶν εἰς χαρὰν γενήσεται. καὶ σὺ τοσαῦτα ὑπέμείνας καὶ νῦν ὀλιγωρεῖς; ἀναλόγισαι, ὅτι τῷ κόσμῳ ἀπετάξω καὶ τοῖς ἰδίοις ϑελήμασι καὶ λόγων οὐκ ἀνέχῃ. οὐκοῦν τῇ ἑαυτῶν κοιλίᾳ δουλούμεϑα καὶ τοῖς ἰδίοις ϑελήμασι, καὶ τούτου χάριν βούλει καὶ τῆς μονῆς ἀποστῆναι; οὗτος ἡμῶν ὁ ἔπαινος; ἄρα μὴ ὁ ἐχϑρὸς τὸν λογισμὸν τῆς ταπεινοφροσύνης ἀπεσύλησε καὶ τούτου χάριν τὰ πάϑη σφοδρῶς ἐπανίστανται; μὴ μοι ὀργίζου τὰ τῆς ἀληϑείας λέγοντι πρὸς σέ· πασχῶν γὰρ ὑπὲρ σοῦ ταῦτα λαλῶ. πόϑεν γέγονεν ἡ αἰτία; πάντως ἢ διὰ βρῶμα ἢ διὰ πόμα ἢ διὰ τὸ μὴ ἀνέξεσϑαι λόγων. τοσαῦτα ἐξημιώϑης καὶ ἡγήσω σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσῃς, καὶ πάλιν τοῖς πάϑεσι τοῖς παλαιοῖς ἀνέχῃ καταβυϑίζεσϑαι τὸν νοῦν; οὐκ ἀκούεις, τί λέγει ὁ ἀπόστολος; «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ϑλῖψις ἢ στενοχωρίᾳ, ἢ διωγμὸς ἢ γυμνότης, ἢ κίνδυνος ἢ μάχαιρα; καϑὼς γέγραπται· Ὅτι ἕνεκά σου ϑανατούμεϑα, ἐλογίσϑημεν ὡς πρόβατα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ καλέσαντος ἡμᾶς πέπεισμαι γὰρ, ὅτι οὔτε ϑάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ενεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάϑος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ ϑεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν»200. νόει τοίνυν, ὦ ἀδελφέ, τῶν εἰρημένων τὴν δύναμιν· ἐὰν γὰρ ἐγκράτειαν οὐκ ἀγαπῶμεν καὶ ϑλῖψιν οὐχ ὑπομένωμεν καὶ τὸ ἑαυτῶν ϑέλημα οὐ κόπτωμεν, οὐκ ἔστιν ἡμῖν παρρησίᾳ λέγειν· «Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουϑήσαμέν σοι»201. ἀναλόγισαι ποταπὸς ἦς, ὅτε παρεγένου πρὸς τὴν ϑύραν τοῦ μοναστηρίου ζέων τῷ πνεύματι εἰς τὸν φόβον τοῦ κυρίου. ἀλλ’ ἴσως βούλει λέγειν, ὅτι οἱ ἄνϑρωποι οὗτοι κατέστρεψάν μου τὸν λογισμόν. ϑέλεις δείξω σοι, ἀγαπητέ, ὅτι ἐκ τῆς ἡμῶν ῥᾳϑυμίας ἡ αἰτία αὕτη γέγονεν; ὁ Λὼτ ἐν Σοδόμοις κατῴκει καὶ οὐ συναπώλετο αὐτοῖς, ὁ δὲ Γιεζῆ τῷ προφήτῃ Ἐλισσαίῳ ἐλειτούργει καὶ ἥμαρτεν. ὁμοίως καὶ Σαμουὴλ τῷ Ἠλεὶ παρέμενε καὶ τοῖς τέκνοις αὐτοῦ συνανεστράφη, κἀκεῖνοι παρέπεσον καὶ οὗτος διεσώϑη, ὅτι ἠγάπα τὸν κύριον ἐν ἀληϑείᾳ. Ἰούδας δὲ ὁ Ἰσκαριώτης σὺν τοῖς μαϑηταῖς τῷ κυρίῳ ἠκολούϑει καὶ παρέδωκε τὸν διδάσκαλον καὶ κύριον τῆς δόξης εἰς χεῖρας ἀνόμων. μὴ οὖν εἴξωμεν τῇ τοῦ ἐχϑροῦ βουλῇ, τοῦ ὑποβάλλοντος δῆϑεν εὐλόγους προφάσεις ἐπὶ καταστοφῇ τῶν ἡμετέρων ψυχῶν· ἔχομεν γὰρ ὑποδείγματα ἐκ τῶν ϑείων Γραφῶν τὸ ἑαυτῷ προσέχειν ἕκαστον εἴτε δικαίοις εἴημεν συναναστρεφόμενοι εἴτε ἁμαρτωλοῖς. δικαίοις τοίνυν συνοικοῦντες δικαίως καὶ ὁσίως ζήσομεν· ἁμαρτωλοῖς δὲ οὐχ ἵνα τὰ ἔργα ἐκείνων ζηλώσωμεν, ἀλλ’ ἵνα ὑφ ἡμῶν ἐκεῖνοι ἑλκυσϑῶσιν εἰς ὁδὸν σωτηρίας, τῆς χάριτος συνεργούσης. εἰ δὲ βούλει εἰπεῖν, ὅτι ἀσϑενής εἰμι καὶ ὀλίγωρος, ἀκοῦσωμεν τῶν ϑείων Γραφῶν καὶ ζηλώσωμεν τὴν πολιτείαν τῶν ϑείων πατέρων, ὅπως ἰαϑῇ ἡμῶν ἡ ψυχὴ καὶ μὴ μόνον ἐν τῷ ἀκούειν λαμβάνωμεν κατάνυξιν καὶ μετ’ ὀλίγον τὰ χείρονα ποιήσωμεν· ὁ γὰρ οὕτω λαμβάνων τὸν λόγον οὐδέποτε καρποφορήσει· ῥίζαν γὰρ ἔχουσιν ἐν ἑαυτοῖς202· «πᾶν δένδρον μὴ ποιοῆν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται»203. ὡς ἀσϑενεῖς ἀκούσωμεν ἀνδρῶν φοβουμένων τὸν κύριον, οἵτινες πρὸς ὑγείαν ὁδηγοῦσι τὴν ψυχήν, καὶ μὴ ὁμοιωϑῶμεν ἐκείνοις, οἵτινες πρὸς τὸ ἴδιον ϑέλημα ἀκούειν βούλονται μόνον, ἵνα μὴ ταλαιπωρήσωμεν συγκολλώμενοι τῷ τῆς κακοφροσύνης λογισμῷ. ἐὰν ἴδῃς νεώτερον τῷ ἰδίῳ ϑελήματι εἰς οὐρανὸν ἀναβαίνοντα, κράτει αὐτόν· συμφέρει γὰρ αὐτῷ. νόει δὲ τοῦτο καὶ πρὸς παλαιὸν μὲν τῷ χρόνῳ, νεώτερον δὲ ταῖς φρεσί· λέγει γὰρ ἐν ταῖς Παροιμίαις· «Ὁδοὶ ἀφρόνων ὀρϑαὶ ἐνώπιον αὐτῶν, ὁ δὲ σοφὸς δέξεται συμβουλήν»204. ἀκούσωμεν δὲ καὶ τοῦ λέγοντος· «Νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασϑε, ὅτι ϑεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν»205. εἰσὶ γάρ τινες οἰόμενοι σοφοὶ εἶναι καὶ οὐκ ἀζιοῦσιν ὑποτάσσεσϑαι τοῖς ὄντως σοφοῖς καὶ γνῶσιν ϑεοῦ ἔχουσιν, οὓς ὁ ἀπόστολος ματαιολόγους καὶ φρεναπάτας ἀποκαλεῖ λέγων· «ματαιολόγοι ἀνυπότακτοι καὶ φρεναπάται»206. ἕτερον δὲ ὑποβάλλει πολλάκις ὁ λογισμὸς καὶ φησι «Νεώτερος εἶ· περὶ τὸ γῆράς σοῦ μετανοεῖς». καὶ ἐὰν φϑάσῃ γηράσαι, προσφέρει αὐτῷ λογισμοὺς πάλιν· «Νῦν γεγήρακας καὶ ἀναπαύσεως δέῃ». ὅϑεν ἀναγκαῖον, ἀγαπητέ, μετὰ φόβου καὶ τρόμου δουλεύειν τῷ κυρίῳ καϑ’ ἐκάστην ἡμέραν. τίς γὰρ ἡμῖν εἴπῃ, ὅτι γηράσκομεν, ὅτι εὑρίσκομεν λογισμὸν ἀγαϑόν, ἐὰν περ ἀπεντεῦϑεν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας; ἀκούσωμεν τοῦ κυρίου λέγοντος· «Γρηγορεῖτε καὶ προσεύχεσϑε, ἵνα μὴ πειρασϑῆτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν». ἡμεῖς τῇ ἑαυτῶν ῥαϑυμίᾳ βαρὺν λογιζόμεϑα τὸν χρηστὸν τοῦ κυρίου ζυγὸν· πόσους δοκεῖς, ἀδελφέ, ἐν τῷ κόσμῳ στερούμενους καὶ τὰ ἑαυτῶν τέκνα ἐν ὑποϑήκαις ϑεμένους; ἑτέρων δὲ τέκνα δυνατῶν ἐν αἰχμαλωσίᾳ περιπεσόντα καὶ εἰς δουλείαν πραϑέντα δουλεύουσιν οἰκτροτέροις ἐν γῇ ἀλλοτρίᾳ. ἄλλοι δὲ πτωχοὶ ἐρριμμένοι ἐν ταῖς πλατείαις καὶ ῥύμαις τῆς πόλεως γυμνοί, τῷ ψύχει καὶ τῷ καύματι ϑλιβόμενοι, καὶ ἡμῖν οὐ πολύ ἐστιν ὅτι ἔχομεν τὴν σκέπην ταύτην, ἣν ὁ κύριος ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀμεριμνίαν τῶν κοσμικῶν πραγμάτων; τούτων μνησϑῶμεν καὶ μὴ ἀϑετήσωμεν τὴν χάριν τοῦ ϑεοῦ καὶ τὰς εὐεργεσίας αὐτοῦ, ὅτι ἠξίωσεν ἡμᾶς τοῦ χρηστοῦ ζυγοῦ207 αὐτοῦ; ἀλλὰ καὶ ἐζητήσαμεν καὶ οὐκ ἔδωκεν ἡμῖν· καὶ τίς οἶδεν, ὅτι οὐκ εἰς τὸ συμφέρον ἡμῖν τοῦτο; εἴπωμεν καὶ τοῦτο. οὐ σύνοιδεν ἄρα τις ἡμῶν παρακούσας αὐτοῦ τοῦ κυρίου καὶ ἱδὼν ὁ κύριος ἐμακροϑύμησεν; περὶ δὲ τῶν ἡγουμένων τῷ κυρίῳ καταλείψομεν· πάντες γὰρ παραστησόμεϑα τῷ βήματι τοῦ Χριστοῦ· ϑεὸς γὰρ πρόσωπον ἀνϑρώπου οὐ λαμβάνει. ἀνάστα οὗν καὶ περίζωσαι σεαυτὸν καὶ μὴ συγκατάπιπτε τοῖς λογισμοῖς. ἄκουε τοῦ λέγοντος· «Μὴ νικῷ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαϑῷ τὸ κακόν»208. οἴμοι τῷ ἁμαρτωλῷ, ἀγαπητοί. τοσαῦτα ὑπέμεινεν ὁ κύριος τῆς δόξης ὑπὲρ ἡμῶν καὶ ἡμεῖς τί δυνάμεϑα ἀντάξιον προσφέρειν αὐτῷ ἕνεκεν τῶν παϑημάτων, ὧν ὑπέμεινε δι’ ἡμᾶς; προσπέσωμεν οὖν αὐτῷ ἐξ ὅλης τῆς διανοίας, τὴν ὑπομονὴν αἰτούμενοι παρὰ τῆς ἀγαϑότητος αὐτοῦ· «διὰ πολλῶν ϑλίψεων δεῖ ἡμᾶς εἰσελϑεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»209. εἶπε γὰρ ὁ σωτὴρ τῆς ἑαυτοῦ μαϑηταῖς· «Ὑμεῖς μὲν λυπηϑήσεσϑε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. ἡ γυνή, ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλϑεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς ὥρας ἐκείνης διὰ τὴν χαράν, ὅτι ἐγεννήϑη ἄνϑρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς ἕξετε ϑλῖψιν, πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν»210. καὶ ἡμεῖς οὗν, ὦ ἀδελφοί, μακροϑυμήσωμεν, ἀλλήλων τὰ βάρη βαστάζοντες211. τίς γὰρ στρατιώτης ϑεωρήσας τὸν συστρατιώτην αὑτοῦ συλληφϑέντα ὑπὸ τῶν ἐναντίων οὐκ ἀγωνίζεται καὶ πολεμεῖ τοὺς ὑπεναντίους ἐξελέσϑαι τὸν συστρατιώτην αὐτοῦ ἐκ χειρὸς τῶν αἰχμαλωτισάντων αὐτόν; ὅταν δὲ οὐ δυνηϑῇ ἐξελέσϑαι αὐτόν, τότε κλαίει καὶ κόπτεται μιμνησκόμενος τοῦ ἑταίρου αὑτοῦ. οὐ πολλῷ μᾶλλον ὀφειλέται ἐσμὲν ἡμεῖς ὑπὲρ ἀλλήλων ϑεῖναι τὰς ψυχὰς ἑαυτῶν, τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος; «Μείζονα ταύτης οὐδεὶς ἀγάπην ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ ϑῇ ὑπὲρ τῶν φίλων αὑτοῦ»212. ἀδελφοί, οὐ τῷ Χριστῷ ἐπηγγείλασϑε ἀρέσαι; καὶ εἰ τοὺς πειρασμοὺς καὶ τὰς ϑλίψεις τὰς ἐπερχομένας ὑμῖν ὑπὸ τῶν ἐναντίων μὴ φέρετε, μηδὲ τὰς νουϑεσίας καὶ τὰς παιδείας τὰς ὑπὸ τοῦ προεστῶτος ὑμῶν δέχεσϑε ἢ ὑπομένετε γενναίως, διέψευσται ὑμῶν ἡ ἐπαγγελίᾳ, τοῦ ἀποστόλου λέγοντος· «Εἰ δὲ χωρίς ἐστε παιδείας, ἄρα νόϑοι ἐστὲ καὶ οὐχ υἱοί»213. ὑβρίσϑης, ὠνεδίσϑης; χαῖρε, ὅτι ὑβρισϑης, ἀλλὰ καὶ διάρϑωσον τὸ πταῖσμά σου. ἀδίκως ὑβρίσϑης; περισσότερος ὁ μισϑός· καὶ γὰρ καὶ οἱ ἀπόστολοι τὴν σωτηρίαν τῷ κόσμῳ καταγγέλλοντες κατὰ πόλιν ὡς κακοῦργοι ἐτύπτοντο καὶ οὐκ ὠργίζοντο, οὐκ ἠγανάκτουν, ἀλλ’ ἔχαιρον ὅτι ἠξιώϑησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασϑῆναι. καὶ σύ οὖν χαῖρε, ὅτι κατηξιώϑης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασϑῆναι. ἀλλ’ ἴσως ἐρεῖ τίς μοι τῶν ἀμελεστέρων· «Λυποῦμαι, ὅτι τοῦτό μοι συμβέβηκε μετὰ τοσούτους καμάτους». τοῦτό σε λυπεῖ, δοῦλε κυρίου; εντεῦϑεν τοιγαροῦν ἐπίγνωϑι σεαυτόν, εἰ ὄντως μετὰ τοσαῦτα ἔτη τὰ πάϑη ἐνίκησας, εἰ ἐχάρης ἐπελϑούσης ἀτιμίας καὶ εἰ οὐχ ὑψώϑης δόξης ἐπιγενομένης σοι· εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ· ἡ γὰρ δοκιμὴ τοῦ κυβερνήτου ἐν τῷ καιρῷ τοῦ κλύδωνος ἀποφαίνεται· ὁ γὰρ μεγαλαυχῶν καὶ λέγων «Ἔχω τοσαῦτα ἔτη ἐν τῷ μοναδικῷ βίῳ» καὶ τὴν ἐργασίαν τοῦ ἐπαγγέλματος μὴ δεικνύων καὶ τοὺς τρόπους τοῦ σεμνοῦ βίου ἐκ τῆς καταστάσεως αὐτοῦ μὴ ἐμφαίνων, οὗτος περιφέρει ἐργαλεῖα, ὧν τὴν τέχνην οὔπω μεμάϑηκεν. γεγήρακας ἐν τῷ σχήματι; ὡς ἔμπειρος τοῦ προλεχϑέντος βίου τυγχάνων τύπος γενοῦ τοῖς νέοις καὶ ἀπείροις. εἰ δὲ νεόφυτος εἶ, ὑποτάγηϑι πρεσβυτέροις· καὶ γὰρ οἱ τοῦ ἐπιγείου βασιλέως στρατιῶται τοῖς ἡγουμένοις καὶ ἐξάρχοις αὐτῶν ὑποτάσσονται· οὐ πολλῷ μᾶλλον ὑμᾶς ὑποτάσσεσϑαι δεῖ, οὐ μόνον διὰ τὸν φϑόνον, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν; εἰ γὰρ ἐκεῖνοι κατὰ σάρκα στρατευόμενοι πᾶσαν σπουδὴν ἐπιδείκνυνται, ὥστε ϑεραπεύειν τοὺς προεστῶτας αὐτῶν, πῶς ἡμεῖς οἱ καὶ αὐτὴν τὴν ζωὴν ἀπαρνησάμενοι ἐχόμεϑα ὑπὸ τῶν τοιούτων παϑῶν ἀνυποτακτοῦντες καὶ τὴν ἐν Χριστῷ παιδείαν ἀποσειόμενοι καὶ τοὺς μὲν ἐπαίνους καὶ τὰς δόξας τελείων ἀναχωρητῶν ἀπαιτοῦμεν, τοὺς δὲ πόνους, δι’ ὧν αἱ τίμαί, ἀποφεύγομεν; διὰ τι τοσαύτην ἠσυχίαν καὶ ἀγῶνα διὰ μίαν ὥραν ἀπολέσαι ἀνεχόμεϑα; ἐὰν γὰρ ἡμεῖς ἑαυτοὺς ἀπὸκτείνωμεν, τις ὁ ἐλεήσων ἡμᾶς; οὗτος ἡμῶν ὁ ἔπαινος; αὕτη ἡμῶν ἡ δοκιμή, ἵνα μικρᾶς ϑλίψεως ἐπελϑούσης καὶ τὸ σχῆμα αὐτὸ μικροῦ δεῖν ἀποϑέσϑαι βιαζώμεϑα καὶ τὸν βίον ἀρνώμεϑα τὸν ἀγγελικὸν καὶ ἐφοπλίζωμεν καϑ’ ἡμῶν τὸν ἐχϑρὸν διὰ τῆς οἰκείας ῥᾳϑυμίας; μή, ἀδελφοί μου, μὴ δότε νῶτα τοῖς ὑπεναντίοις, ἀλλ’ ἀνϑίστασϑε καὶ πολεμήσατε καὶ φεύξεται ἀφ’ ὑμῶν. λογίζομαι γάρ, ὅτι ὁ ἀναδεξάμενος ὑμῶν τὴν προστασίαν οὐ χαίρει ἐπὶ τῷ μώμῳ ὑμῶν, ὡς λόγον ὑπέρ ὑμῶν διδόναι μέλλων τῷ κυρίῳ. ἔλϑετε οὖν εἰς ἑαυτούς, ἀγαπητοί, καὶ ἀναστρέψατε εἰς τὴν ἀνάπαυσιν ὑμῶν. ἐνδύσασϑε ϑώρακα πίστεως καὶ περικεφαλαίαν σωτηρίας214. ἀναλάβετε καὶ «τὴν μάχαιραν τοῦ πνεύματος»215 τοῦ ἀγίου, ὅ ἐστι ῥῆμα ϑεοῦ. γίνεσϑε τύπος πραότητος τοῖς ὁμοψόχοις ἀδελφοῖς ὑμῶν. ϑαυμάσουσι καὶ οἱ μείζονες ὑμῶν ἀδελφοὶ τὴν ὑμῶν ὑπομονην. χαιρέτω τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἐνοικοῦν ἐν ὑμῖν216, ἐπὶ τῇ ἀνδραγαϑίᾳ ὑμῶν. εἰ δὲ μικρὸν πειρασμὸν οὐ φέρετε, πῶς μέγαν βαστάσετε; καὶ εἰ παιδίου οὐ περιγίνεσϑε, τέλειον ἄνδρα πῶς καταπαλαίσετε; καὶ εἰ λόγον οὐ βαστάζετε, πῶς πληγὴν ὑπενέγκητε; καὶ εἰ ῥάτησμα οὐχ ὑποφέρετε, πῶς τὸν σταυρὸν τοῦ Χριστοῦ βαστάσετε; καὶ εἰ τὸν σταυρὸν τοῦ Χριστοῦ οὐ βαστάζετε, πῶς συγκληρονόμοι γενήσεσϑε τῆς ἐπουρανίου δόξης μετὰ τῶν λεγόντων· «Ταῦτα πάντα ἦλϑεν ἐφ’ ἡμᾶς καὶ οὐκ ἐπελαϑόμεϑά σου καὶ οὐκ ἡδικήσαμεν ἐν τῇ διαϑήκῃ»217 σου, καὶ πάλιν ὅτι «ἕνεκα σοῦ ϑανατούμεϑα ὅλην τὴν ἡμέραν, ἐλογίσϑημεν ὡς πρόβατα σφαγῆς». μεϑ’ ὧν οὐκ ἡγωνίσασϑε οὐδὲ συνεκοπιάσατε, πῶς μετ’ αὐτῶν τῆς αἰωνίου ζωῆς ἀπολαύσετε; δράμετε, ὦ ἀδελφοί μου, δράμετε· ὀξυποδήσατε, ἵνα στεφανωϑῆτε παρὰ Χριστοῦ τοῦ ϑεοῦ ἡμῶν καὶ ζήσητε εἰς αἰῶνας αἰώνων μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ ταῦτα μὲν περὶ τῶν ὑποχωρούντων τῆς μονῆς καὶ τῆς ἀδελφότητος καὶ προφασιζομένων ματαίας καὶ ψευδεῖς προφάσεις.

νδ´. Περὶ τοῦ χρῆναι διάδοσιν ἐν τῷ πυλῶνι γίνεσϑαι καὶ τοὺς ξένους καὶ ἀσϑενεῖς ἐπισκέπτεσϑαι

Τὸ δὲ δὴ ῥηϑησόμενον218 καὶ λίαν ὑμῖν φυλακτέον οὐκ ὁλίγην ὠφέλειαν καὶ σωτηρίαν ἐπιδαψιλευόμενον. ποῖον δὴ τοῦτο; ἡ ἐν τῷ πυλῶνι διάδοσις καὶ ἡ τῶν ξένων καὶ ἀσϑενῶν ἀνάπαυσίς τε καὶ ἐπίσκεψις· ἐφ’ ᾧ καὶ παρεγγυώμεϑα τοὺς ξένους τε ἀναπαύεσϑαι ἀδελφοὺς καὶ τοὺς ἀσϑενοῦντας αὐτῶν ἀνακλινομένους τῆς κατὰ δύναμιν ἐπιμελείας ἀξιοῦσϑαι· καϑὼς οἴδατε ἐμὲ τοῦτο ποιοῦντα, οὕτως καὶ ὑμεῖς ποιεῖτε· γυμνητεύοντάς τε καὶ ἀνυποδετοῦντας ἐνδιδύσκετε καὶ ὑποδύετε τοῖς παλαιοῖς ὑμῶν χιτῶσι καὶ ὑποδήμασιν, οὔκουν οὐ παρ’ ὑμῶν αὐτῶν διδομένων (τοῦτο γὰρ οὐκ ἐπιτρέπομεν), ἀλλὰ παρὰ τοῦ προεστῶτος τρέφειν τέ φημι πεινῶντας καὶ ψυχαγωγεῖν, ὡς ἔφημεν, ἄρτῳ τε καὶ οἴνῳ καὶ ὐσπρίοις τισὶ τοῖς ἐκ τῶν χρειῶν ὑμῶν περιττεύουσι· τότε γὰρ τὸν πλείονα μισϑὸν καὶ μᾶλλον ἕξετε, ὅταν ἐκ τοῦ ὑστερήματος ὑμῶν ταῦτα ποιῆτε· καὶ ϑεῷ γὰρ φίλον τὸ κατὰ δόναμιν. καὶ ἀποϑνῄσκοντας δὲ ϑάπτειν· ϑάπτειν δὲ οὐχ ἀπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρότερον ψαλλομένους τὰ ἐπιτάφια παρ’ ὑμῶν καὶ τῆς ἄλλης ἀξιουμένους ἐπιμελείας, καὶ ἁπαξαπλῶς ἱλαρωτάτως τὴν πρὸς τοὺς ξένους ὑμῶν ἀδελφοὺς ἱλαρότητα διαδείχνυσϑαι, ἵνα καὶ ἡμεῖς ἱλαρόν τε καὶ δαψιλὲς τὸ ὑπὲρ αὐτῶν ἔλεος τοῦ ϑεοῦ ἀπολάβωμεν.

νε´. Περὶ τοῦ χρήναι γυναῖκας παραβάλλειν τῇ μονῇ, εἰ μὴ τινες εῒεν βίῳ καὶ ἀρετῇ περιβόητοι

Οὐδέ τινα γὰρ κενὸν ἐκ τοῦ πυλῶνος ἡμῶν ὑποστρέφειν βουλόμεϑα, εἰ μή τις εἴη γυνή· ταύταις γὰρ οὐ μεταδοτέον, οὐ μισοῦντας τὸ συγγενές, ἄπαγε, ἀλλὰ τὴν ἐκεῖϑεν βλάβην ὑφορωμένους, ὡς μὴ συνήϑείας κρατησάσης πυκνότερον τῷ πυλῶνι παραβάλλειν αὐτὰς (καὶ) κακῶν αἰτίας μᾶλλον ἢ ἀγαϑῶν τοῖς διακονηταῖς εὑρίσκεσϑαι. εἰ μέντοι καϑολικὴ διάδοσίς ἐστιν, ὡς ἐν τῇ τῆς ἀποτομῆς ἑορτῇ τοῦ δεσπότου ἡμῶν, τοῦ τιμίου Προδρόμου, καὶ ἐν διαφόροις μνημοσόνοις τῶν προκεκοιμημένων, διδόναι καὶ ταύταις οὐ κωλυτέον· σπάνιον γὰρ τοῦτο καὶ βλάβην οὐδὲ μίαν ἡμῖν ἐμποιοῦν. καὶ τὴν μονὴν δὲ ἄβατόν τε καὶ παντελῶς ἀδιόδευτον γυναιξὶν ἐβουλόμεϑα μὲν εἶναι καὶ ἀπεδεχόμεϑα, ἡ δὲ τῶν πολλῶν περιφάνεια καὶ τὸ μὴ δύνασϑαι ῥᾳδίως ἀποπέμπεσϑαι ταύτας οὐκ εἴασεν ἡμᾶς τοῦτο δὴ καὶ προτρέψασϑαι. διὰ τοι ταῦτα εἰσιετωσαν μὲν ὅσαι βίῳ καὶ ἀρετῇ εὐγενείᾳ τε καὶ περιφανείᾳ διαβόητοι, σπανίως δὲ ἄγαν καὶ ἐπιτετηρημένως καὶ εἰ δυνατὸν ἀνωϊστί, ἵν’ οὕτως ἔχοιμεν τὸ τε εὐλαβὲς ἐπ’ αὐταῖς συντηρεῖν καὶ τὸ ἀβλαβὲς ἑαυτοῖς περίφυλάττειν. εἴρηταί μοι τοιγαροῦν ἄνωϑεν ὀλίγα περὶ τῶν ἀρρώστων ἡμῶν ἀδελφῶν, τῇ τοῦ προεστῶτος βουλῇ τὸ πᾶν τῆς αὐτῶν προνοίας ἀνατιϑέντι· χρὴ δὲ καὶ περὶ τούτων πλατύτερον διαλαβεῖν.

νς´. Περὶ τῆς τών ἀρρώστων ἀδελφῶν ἀναπαύσεως

Ἐντελλόμεϑα οὖν ἀφορισϑῆναι χάριν τῶν ἀρρώστων κελλίον τύπον ἀποσῷζον νοσοκομείου, καὶ κραββάτους τέσσαρας πρὸς ἐκείνων ἀνάκλισίν τε καὶ ἀνάπαυσιν, καὶ ὑπηρετικὸν219 ἀδελφὸν ἕνα, ὥστε τούτοις ὑπηρετεῖν ἐν πᾶσι· καὶ ἄρουλαν δὲ μεγάλην, ἐν ᾗ δέον τὰ τούτων ἕψειν μαγειρευτά, ϑερμά τε ποιεῖν καὶ ἄλλ’ ἄττα πρὸς τὴν ἐκείνων παράκλησιν· ποιεῖσϑαι δὲ τὴν τούτων ἐπιμέλειαν οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸ δυνατὸν ἔν τε βρώσει καὶ πόσει καὶ λοιποῖς χρειώδεσιν220. οἶδα γὰρ ἐκ τῶν πρός με γινομένων εὐεργεσιῶν τοῦ ϑεοῦ, ὅτι οὐ μὴ παρίδῃ τῶν δούλων αὐτοῦ τὴν αἴτησιν, τῶν δεομένων αὐτοῦ νυκτὸς καὶ ἡμέρας, ἀλλ’ ἐπακούσει καὶ πέμψει ἰατρὸν τὸν μέλλοντα παρηγορεῖν αὐτοῦς· καὶ ὁ ϑεὸς ὁ ἄγιος παρέχει τὴν ἴασιν αὐτοῖς καὶ τὴν ϑεραπείαν διὰ πρεσβειῶν τοῦ δεσπότου ἡμῶν καὶ κυρίου, τοῦ τιμίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, καὶ διὰ μεσιτείας τοῦ εὐεργέτου ἡμῶν, τοῦ ϑαυματουργοῦ καὶ ἁγίου Συμεών. ἐνδέχεται δὲ221 καὶ τὸν ἡγούμενον μὴ παρέργως μηδὲ σπανίως τῷ νοσοκομείῳ ἐπιφοιτᾶν, ἀλλὰ καϑ’ ἑκάστην σχεδόν, εἰ δυνατὸν αὐτῷ, ὥραν καὶ ὁλοψύχως ἐπισκέπτεσϑαι τοὺς ἀδελφοὺς καὶ ἑκάστῳ συνεισφέρειν τὰ πρόσφορα. καὶ οἱ ἀδελφοὶ δὲ ἡμῶν οἱ ἄρρωστοι μὴ τούτῳ τεϑαρρηκότες ἐκλύωσιν ἑαυτούς ζητοῦντες περιττά τινα καὶ ἅπερ ἴσως οὐδ’ εἰς ἀκοήν ποτὲ ἐδέξαντο, μὴ ὅτι γε εἶδον ἢ ἐφαγον, ἀλλὰ συνεχέτωσαν ἑαυτοὺς καὶ συστελλέτωσαν, ἀρκούμενοι ἐν ἐκείνοις καὶ μόνοις, οἷς ἄρα ἡ τοῦ καιροῦ καὶ τῆς εὐπορίας τῆς μονῆς περιφορὰ τούτους δεξιοῦται· εἰ γὰρ καὶ ἐπιμελεῖσϑαι αὐτῶν διὰ τὴν ἐντολὴν ἐντελλόμεϑα, ἀλλ’ οὐχὶ καὶ τρυφᾶν αὐτοὺς παραχωροῦμεν, συνεσταλμένως δὲ μᾶλλον ζῆν καὶ ὡς δεῖ τοὺς μοναχούς, ἵνα καὶ αὐτοὶ τὸν τῆς ὑπομονῆς μισϑόν, ὃν ἡ στέρησις τῶν ὀρέξεων καὶ ἡ τῆς ἀρρωστίας δυσχέρεια προξενεῖν αὐτοῖς μέλλει, ἐκ ϑεοῦ ἀπολάβωσιν. ἑνὸς οὖν ἐπιμνησϑεὶς καταπαύσω τὸν λόγον. τί δέ ἐστι τοῦτο; τὸ μεῖζον πάντων τῶν κακῶν καὶ πρῶτον καὶ οὐ μικρῶς βλάπτον τὰς ἡμετέρας ψυχάς, ἢ μᾶλλον εἰπεῖν καὶ τὰ σώματα, καὶ συγχέον πᾶσαν τὴν ἀδελφότητα τὴν τε ϑαυμασίαν κατάστασιν ἡμῶν καὶ ἡσυχίαν τῆς ἐν τῷ ὄρει τούτῳ κατοικίας τῶν ἡμετέρων ψυχῶν.

νζ´. Περὶ τοῦ μὴ ἔχειν ὅλως ζῷα ϑηλυκά

Ὅπερ καὶ ἀπὸ κυρίου ϑεοῦ ἐντελλόμεϑα ὑμῖν, μὴ κεκτῆσϑαί ποτε ὑμᾶς ἔσωϑεν τῆς μονῆς ἢ ἔξωϑεν ζῷα ϑηλυκά, μήτε βόας, μήτε πρόβατα, μήτ’ ἀλλο τι τοιοῦτον· ἀπηγορευμένον γὰρ ἐστι πᾶσι τοῖς κατὰ ϑεὸν πολιτευομένοις καὶ ἀποτασσομένοις τοῖς βίου πράγμασι. μόνον μέντοι ἀρρενικὰ ζῷα ἐχετε εἰς τὸ ἀλήϑειν τὸν ἄρτον ὑμῶν, καὶ ταῦτα ὁλιγοστά, καὶ βόας ἄρρενας δύο, ἤγουν ζευγάριον ἕν, εἰς τὴν ὑπηρεσίαν ὑμῶν καὶ πλεῖον οὐχί· τῆς γὰρ ἐξ αὐτῶν βλάβης καὶ ζημίας ἐν πείρᾳ γενόμενος, τῆς τε ψυχικῆς καὶ τῆς σωματικῆς, ὑμῖν διατίϑεμαι ἐκφυγεῖν τῆς πλάνης καὶ τῆς ἀπάτης αὐτῶν, ἵνα μὴ καὶ ὑμεῖς ὡς κἀγὼ πολλὰ λυπηϑήσεσϑε καὶ ἕξετε καὶ ὑπὲρ τούτων ζημίας οὐκ ὀλίγας καὶ οὐκ ὠφέλειαν. ἂν δὲ καὶ παρακούσητέ μου, τότε μνησϑῆτε καὶ μὴ βουλόμενοι μακαρίσετε, ὅταν οὐκ ἐξ αὐτῶν ὠφέλειάν τινα καρπώσησϑε, ἀλλὰ μᾶλλον ζημίας σωματικάς τε καὶ ψυχικὰς καὶ ὀχλήσεις καὶ ταραχάς· πιστεύω γὰρ τῷ ϑεῷ καὶ τῷ αὐϑέντῃ ἡμῶν, τῷ τιμίῳ προδρόμῳ καὶ βαπτιστῇ τοῦ ϑεοῦ Ἰωάννῃ, ὅτι εἰ τὴν ἀκτημοσύνην καὶ τὴν πτωχείαν τὴν πνευματικὴν καὶ τὴν κατοίκησιν τοῦ ἁγίου τούτου ὄρους ἀσπάζοισϑε καὶ δουλεύοιτε τῷ ϑεῷ ἀξίως τῶν προσταγμάτων αὐτοῦ καὶ καϑὼς ὑμῶν διεταξάμην, οὐ μὴ λυπηϑήσεσϑέ ποτε ἕνεκεν πάντων τῶν χρειωδῶν ὑμῶν, ἀλλὰ πλουσίως καὶ κρειττόνως τῶν κεκτημένων τὰς ματαίας καὶ πολυΰλους κτήσεις πάντων, ὧν χρῇζετε εἰς σύστασιν τοῦ ταλαιπώρου ὑμῶν σώματος, ἀπολαύσετε παρὰ τοῦ φιλανϑρώπου ϑεοῦ, καϑὼς αὐτὸς ὁ σωτήρ μου διὰ τοῦ ἁγίου Εὐαγγελίου φησί· «Μὴ οὖν μεριμνήσητε λέγοντες, Τί φάγωμεν ἢ τί πίωμεν, ἢ τί περιβαλώμεϑα· πάντα γὰρ ταῦτα τὰ ἔϑνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῇζετε τούτων πάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ ϑεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦς, καὶ ταῦτα πάντα προστεϑήσβται ὑμῖν. μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς»222. ταῦτα δὲ ἀληϑῶς ἔχει καὶ γίνεται, ἀδελφοί μου ἠγαπημένοι, τοῖς πιστεύουσιν ὁλοψύχως καὶ μὴ διστάζουσι, τοῖς ἀνατιϑεῖσι τὰς ψυχὰς αὐτῶν καὶ τὰ σώματα τῷ πλάσαντι αὐτοῦς ϑεῷ καὶ τοῖς ζητοῦσιν αὐτὸν νυκτὸς καὶ ἡμέρας, ὡς καὶ ἐγὼ ὁ ἁμαρτωλὸς ἐξ ἔργων αὐτῶν ἔγνων καὶ ἐπληροφορήϑην ἐκ τῶν πρός με γινομένων καϑ’ ἐκάστην ἀπείρων εὐεργεσιῶν τοῦ ϑεοῦ. πιστεύσατε γάρ μοι παραφρονοῦντι καὶ ἀληϑεύοντι, ὅτι πολλάκις ἐμοῦ τοῦ ἀναξίου τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐν τῷ ὄρει τούτῳ περιπολοῦντος καὶ δεομένου τοῦ ἐλέους κυρίου εὑρεῖν τινα μικρὰν ῥανίδα σωτηρίας καὶ συγχώρησιν τῶν πολλῶν καὶ ἀναρίϑμήτων μου πταισμάτων, ὧν ἔπραξα ἐν τε ἀγνοίᾳ καὶ γνώσει μου, μεγάλαι παρακλήσεις, μᾶλλον δέ, εἰ δεῖ τἀληϑέστερον εἰπεῖν, καὶ ἐλλάμψεις ϑεῖαι καὶ ϑαύματα φοβερὰ ἐνεδείχϑησαν τῇ ἀσϑενείᾳ μου ὑπὸ τοῦ ϑαύμασίου βαπτιστοῦ τοῦ Χριστοῦ καὶ ϑεοῦ ἡμῶν Ἰωάννου τοῦ τιμίου προδρόμου καὶ κυρίου μου· καὶ διὰ τοῦτο παρακαλῶ καὶ δυσωπῶ ὑμᾶς μὴ κενοὺς ἐν τῷ ὄρει τούτῳ καϑέζεσϑαι, διότι κατὰ πολύ ἐστι τὸ ὄρος τοῦτο ὠφέλιμον τοῖς σῴζεσϑαι βουλομένοις. τοῦτο γὰρ εἴ τις καλέσει ὄρος Χωρήβ, ὄρος τε Καρμήλιον ἢ Σινᾶ ὄρος, ὄρος τε Θαυμάσιον ἢ Θαβώρ, ὄρος, ἐν ᾧ ὁ Χριστὸς καὶ ϑεός μου τοῖς ἁγίοις αὐτοῦ μαϑηταῖς καὶ ἀποστόλοις ἔδειξε τὴν ὑπερβάλλουσαν αὐγὴν τῆς ϑεότητος αὐτοῦ, οὐχ ἁμαρτήσει τοῦ πρέποντος. ἐν τούτῳ γοῦν τῷ ἁγίῳ ὄρει καὶ ϑαυμαστῷ προσκαϑήμενοι, τὰ λεχϑέντα ἐπὶ νοῦν φέροντες καρποφορήσητε ἐν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν223, μακρὰν ὄντες τοῦ δολίου δράκοντος, τῆς πορνείας καὶ τῶν ἑτέρων αἰσχρῶν παϑῶν, ὧν τὸ κατ’ εἶδος αἰσχρόν ἐστι καὶ λέγειν καὶ ἀκούειν ὑμᾶς. τὴν δὲ ἁγίαν ἐντολὴν τοῦ ὁσίου πατρὸς ἡμῶν τοῦ ϑαυματουργοῦ, τὴν παραδοϑεῖσαν ὑμῖν περὶ τοῦ τρισαγίοῦ τοῦ τε σίτου καὶ τῆς ζύμης, διὰ τὸν κύριον μὴ ἐκκακήσητε ποιεῖν καϑ’ ἕκαστον Σάββατον ἢ ἐν τῷ χαιρῷ τῆς ζυμώσεως, ἐπιλέγοντος καὶ ταύτην τὴν εὐχὴν τοῦ ἱερέως ἐν τῷ ὡρείῳ: – Εὐχή, ἣν ὀφείλει λέγειν ἱερεὺς ἐν τῷ ὡρείῳ: – Κύριε Ἰησοῦ Χριστὲ ὁ ϑεὸς ἡμῶν, ὁ εὐλογήσας224 τοὺς πέντε ἄρτους καὶ τοὺς πεντακισχιλίους χορτάσας, αὐτὸς εὐλόγησον τὸν σῖτον τοῦτον καὶ πλήϑυνον αὐτὸν ἐν τῇ ἁγίᾳ σοῦ ταύτῃ μονῇ καὶ εἰς τὸν κόσμον σοῦ ἅπαντα, ὅτι ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι καὶ παρὰ σοῦ τὴν ἐφήμερον τροφὴν ἐλπίζοντες σοῦ δεόμεϑα. μὴ ὑπερίδῃς ἡμᾶς τοὺς ἁμαρτωλούς· σύ γὰρ εἴρηκας, ὅτι «ὅσα ἐν τῷ ἐμῷ ὀνόματι αἰτήσητε, λήψεσϑε»225 καὶ σός ἐστι λόγος τὸ «αὐξάνεσϑε καὶ πληϑόνεσϑε»226. ϑαρροῦντες οὖν τῷ ἐλέει τῆς εὐσπλαγχνίας σου αἰτούμεϑα, μὴ ἐγκαταλίπης ἡμᾶς· ἀλλ’ ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου σου, ἀπὸ ϑρόνου δόξης τῆς βασιλείας σου καὶ τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ δούλοις σου πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν ϑεοτόκου καὶ ἀειπαρϑένου Μαρίας, τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τοῦ ὁσίου πατρὸς ἡμῶν Συμεῶν τοῦ ϑαυματουργοῦ καὶ πάντων σου τῶν ἁγίων· ὅτι σὺ ὁ εὐλογῶν καὶ ἀγιάζων τὰ σύμπαντα καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ πατρὶ καὶ τῷ υίῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

νη´. Περὶ τοῦ εἴτε χρὴ δέχεαϑαι παῖδας ἑν τῇ μονῇ εἴτε καὶ μὴ

Ἐπεὶ δὲ ἀναγκαῖόν ἐστι διατάξασϑαι ὑμῖν καὶ περὶ τοῦ εἴτε δέχεσϑαι δεῖ παῖδας ἢ ἀγενείους ἐν τῇ τοιαύτῃ μονῇ, εἴτε καὶ μὴ, ἀναγκαῖον ἐποιησάμην καὶ περὶ τούτου τοῦ κεφαλαίου ὑμῖν παραϑέσϑαι, ὅσα ἔκ τε πείρας αὐτῆς καὶ ἀπὸ τῶν φωστήρων ἡμῶν τῶν ἁγίων πατέρων παρέλαβον. ϑέλω τοίνυν καὶ ἀποδέχομαι κατὰ τὰς διατάξεις τῶν ἁγίων μὴ δέχεσϑαι τοὺς ἀγενείους, ἵνα ἦτε ελεύϑεροι καὶ ἀνενόχλητοι ἀπὸ τῶν ἐξ αὐτῶν ἐπερχομένων ὑμῖν βλαβῶν. εἰ δὲ καὶ πολλάκις εἴτε διὰ δουλείαν ἢ δι’ ἀνάπαυσιν τῶν γερόντων ὀφείλει ὁ προεστὼς δέξασϑαί τινα τοιοῦτον, στενοχωρουμένων ἴσως τῶν ἀδελφῶν καὶ μὴ ἐχόντων τοὺς ὑπηρετοῦντας αὐτοῖς, εντέλλομαι ὑμῖν ἐν τῷ προαστίῳ τῆς μονῆς, ὃ Ἅγιος Πέτρος λέγεται καὶ Χαλκεῖον ἐπονομάζεται, ἐγχωρίως δὲ Παντείχιον καλεῖται, τούτους καϑῆσϑαι καὶ ὑπηρετεῖν τοῖς ἀδελφοῖς, ἕως ἂν γένειον φέρωσι, καὶ τότε εἰς τὴν μονὴν μετὰ τῶν πατέρων δέχεσϑαι· ἄλλως γὰρ τοὺς τοιούτους ἔσωϑεν τῆς μονῆς μετὰ τῶν γερόντων διάγειν οὐκ ἔστι καλόν, ἀλλὰ καὶ λίαν βλαβερὸν κατὰ πολλοὺς τρόπους. εἰ δὲ καὶ τινες εἶεν καὶ ἀμφιβάλλουσι καὶ λέγουσι μὴ βλάπτειν τοὺς τοιούτους καὶ μάλιστα ἐν τοῖς ὄρεσι, ματαιάζουσιν· εἴ τι γὰρ καὶ προβάλλονται227, ἀνίσχυρόν ἐστι καὶ ἀδρανες. εἰ δὲ ϑέλουσιν ἡμᾶς εἰπεῖν τι πρὸς αὐτούς, πρὸς ὠφέλειάν τε αὐτῶν καὶ προσοχὴν καὶ διδασκαλίαν τοῦ πολέμου τοῦ ἐπεισερχομένου ἐξ αὐτῶν καὶ πρὸς ἐπιστηριγμὸν καὶ ἀσφάλειαν τῶν μετὰ τοιούτων ὀφειλόντων συνδιάγειν, φέρε τινὰ πρὸς αὐτοὺς διαϑώμεϑα. – «Оί λέγοντες γυναιξὶ καὶ παιδίοις228 συνδιάγειν229 καὶ μηδὲν εἰς ψυχὴν βλάπτεσϑαι ὑπὸ τῆς ἡδυπαϑείας, ἀλλὰ καὶ νευροῦσϑαι μάλιστα230 καὶ ἀντιπαρατάττεσϑαι τοῖς τῆς πορνείας πολέμοις καὶ τοῖς γαργαλισμοῖς τῆς σαρκός, οὗτοι πάντως ὑπὸ τῆς πλάνης τῶν δαιμόνων231 ἐνεργοῦνται· πολλαὶ γὰρ ὑπάρχονσιν αἱ μέϑοδοι232 τοῦ διαβόλου καὶ αἱ τέχναι, καϑά φησιν ὁ μακάριος ἀπόστολος Παῦλος233, καὶ ἕν τῶν δύο, ἢ μωροὶ τυγχάνουσιν οἱ τοιοῦτοι καὶ ἄπειροι τῆς κακουργίας καὶ πολυμηχανίας τῶν ἀοράτων234 ἐχϑρῶν, ἢ φιλήδονοι ἀληϑῶς καὶ ἐμπαϑεῖς καὶ ἐν σχήματι εὐλαβείας καὶ ἐγκρατείας δῆϑεν τὴν κενοδοξίαν πληροφοροῦντες καὶ τὴν ἀνϑρωπαρέσκειαν235, πλείστην κακὴν καὶ ἄϑεσμον ἡδονὴν κατὰ τὸ λεληϑὸς ἐκτελοῦντες, τοῖς πόρνοις καὶ μοιχοῖς καὶ ἀρσενοκοίταις συναριϑμοῦνται καὶ συγκολασϑήσονται ἐν ἡμέρᾳ κρίσεως, κἂν μηδέν, καϑὼς λέγουσι, τὸ σῶμα βλάπτον236 αἰσχρὸν διαπράττονται. εἰ γὰρ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιϑυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, πολλῷ μᾶλλον ὁ συνδιάγων νεωτέροις237, κἂν γέρων ὑπάρχῃ, κἂν νεώτερος καὶ σφριγῶν καὶ ἀκμάζων καὶ ζέων τῇ φλεγμονῇ τῆς σαρκός. ἔγνωμεν γὰρ τινας τῷ ὄντι ἀληϑεῖς ἄνδρας καὶ ἀγωνιστὰς καὶ δυναμένους τῇ πνευματικῇ πράξει, ἀκτήμονας καὶ ἰσχυροὺς καὶ εὐτόνους καὶ εἰδότας παλαίειν καὶ πυκτεύειν τοῖς ἀντιπάλοις δαίμοσι, καὶ ἀγρυπνοῦντας καὶ νηστεύοντας καὶ ὑδροποτοῦντας καὶ μόνῃ ψιάϑῳ εἰς ὕπνον ἀρκουμένους, καὶ πολλὰ κατορϑώματα ἔχοντας καὶ εὐχομένους διὰ παντός, ὅτι εἰς μητέρας ἰδίας ἐπολεμοῦντο καὶ ἀδελφὰς καὶ ἀδελφοὺς καὶ εἰς238 υἱοὺς ἱδίους νεωτέρους τὴν μανίαν τῆς πονηρᾶς ἐπιϑυμίας πληρῶσαι κατηναγκάσϑησαν ὑπὸ τῶν φιληδόνων τῆς ἀκαϑαρσίας πνευμάτων καὶ μετὰ ταῦτα ἐξωμολογήσαντο φανερῶς ταῦτα μετὰ δακρύων κοπτόμενοι239 καὶ βοῶντες· Ἡμάρτομεν, ἠνομήσαμεν, ἐδαιμονίσϑημεν. μέγας γὰρ ἀληϑῶς δαίμων240 ὑπάρχει ἡ σαρκικὴ ἐπιϑυμία καὶ ἄϑεσμος καὶ πικρὰ καὶ ὀλεϑρία ἡ ἡδονή241. διὰ ταύτην242 ἔγνωμεν καὶ εἴδομεν ἀρνουμένους μοναχοὺς τὸ σχῆμα τὸ ἅγιον καὶ εἰς μυρία καὶ αἰσχρὰ αὐτοὺς ἐξοκείλοντας, καὶ ταῦτα καὶ243 Μεσοποταμηνοὺς μοναχοὺς παϑόντας καὶ Κίλικας καὶ Ἀσιανοὺς καὶ Ποντικοὺς καὶ Αἰγυπτίους καὶ Θετταλοὺς καὶ Ἑλλαδικοὺς καὶ Ἄραβας καὶ Πέρσας, καὶ τοὺς καϑεξῆς244 ἡ ἱστορία παρέδωκε245. πλὴν γνῶϑι πανουργίαν, μᾶλλον δὲ κακουργίαν τοῦ δαίμονος τῆς πορνείας· ὑποχωρεῖ γὰρ χρόνον τινὰ καὶ νεκροῖ τὸ σῶμα, ἵνα μὴ πυροῦται, καὶ παύει τὰς ἐμπαϑεῖς κινήσεις246 καὶ ποίει τὸν χλευαζόμενον ὑπονοῆσαι, ὅτι ἔφϑασε τὸ ὄρος247 τῆς ἀπαϑείας καὶ ὅτι ἠξιώϑη τοῦ μέτρου τῶν ἀποστόλων καὶ ὅτι ἀναληφϑήσεται λοιπόν, καϑάπερ Ἠλίας ἐν ἅρματι πυρίνῳ, εἰς τὰ ἐπουράνια. ποιοῦσι δὲ αὐτὸν καὶ διδάσκειν πολλοὺς καὶ κομπάζειν καὶ λαλεῖν ὑπέρογκα καὶ ὀνειδίζειν τοὺς ὀλισϑαίνοντας εἰς ἡδονὰς248 καὶ κατακρίνειν τοὺς πορνεύοντας καὶ ἀλαζονεύεσϑαι καὶ καυχᾶσϑαι ἐπὶ τοῖς τῆς ἀσκήσεως αὐτοῦ μεγάλοις ἔργοις καὶ μυκτηρίζειν τοὺς ἀδελφοὺς ὡς χαύνους καὶ ἀνάνδρους καὶ μηδὲν ἔχοντας ἔργον πνευματικῆς ἀρετῆς. μετὰ δὲ ταῦτα πάντα, χρόνου τινὸς παρελϑόντος, ἐξαίφνης ἐπιπίπτει ὁ δαίμων τῆς πορνείας τῷ πλανηϑέντι249 ἀδελφῷ, κἂν παρϑένος ὑπάρχῃ, καὶ μεταλλάσσει τὸν νοῦν ῥέψας250 πρὸς τὴν αἰσχρὰν ἡδονήν, καὶ τὴν σάρκα κάτω κοχλάζειν βιάζων ὡς πρὸς251 τὸ μυσαρὸν καὶ ψυχοβλαβὲς ἔργον, καὶ χαλᾷ τοὺς τόνους τῆς διανοίας καὶ ἐμπυρίζει τὰ μέλη τῷ ἐμπαϑεῖ καὶ ἀκαϑάρτῳ πυρί, καὶ καταλύει πᾶσαν τὴν δύναμιν τοῦ ἀνϑρώπου252 καὶ τὴν διάϑεσιν πᾶσαν ἀλλοιοῖ πρὸς τὸ ψεκτὸν καὶ χεῖρον, καὶ δείκνυσι τὸν πρὸ τούτου δοκοῦντα δίκαιον καὶ ἅγιον καὶ ἀσκητὴν ὥσπερ χοῖρον ἐν βορβόρῳ κυλινδούμενον καὶ χείρονα φαινόμενον τῶν εἰς τὴν ἀγορὰν φανερῶς καὶ δημοσίως πορνευόντων ἀνϑρώπων253· καὶ τότε νοεῖ πόϑεν καὶ ποῦ ἐξέπεσε καὶ λέγει λοιπόν· Ἦλϑον εἰς τὰ βάϑη τῆς ϑαλάσσης τῶν παϑῶν καὶ καταιγὶς κατεπόντισέ με254· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· νῦν ἔγνων ἀληϑῶς, ὅτι οὐκ εἰμὶ τέλειος οὐδὲ φρόνιμος οὐδὲ ἔμπειρος τῶν τεχνασμάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ἀλλὰ μωρὸς καὶ ἄφρων καὶ νήπιος· διόπερ καὶ κράζει· Ὁ ϑεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν255· ἡ γὰρ νομιζομένη δικαιοσύνη μου ὡς ῥάκος ἀποκαϑημένης γυναικὸς ἐν τῇ ἀφροσύνῃ μου256 κατελογίσϑη. ταῦτα λέγω οὐχ ὡς δίκαιος οὐδὲ ὡς ἐνάρετος, ἀλλ’ ὡς ἁμαρτωλὸς διδαχϑεὶς ὑπὸ πατέρων ἁγίων καὶ πολυπείρων καὶ δυναμένων ἀνϑίστασϑαι τοῖς τῶν ἐχϑρῶν μηχανήμασιν257. ἐπειδὴ οἷδεν ὁ διάβολος, ὅτι ὁ μοναχὸς πρὸ πάντων τὴν ϑεοσέβειαν καὶ τὴν ἁγνείαν τοῦ βίου ἀσπάζεται καὶ βούλεται πάντοτε ἐν ἁγιασμῷ καὶ φόβῳ ϑεοῦ διατρίβειν, διὰ τοῦτο ὁ Σατανᾶς ἀντιβαίνων καὶ ἀντιτασσόμενος τῇ τοιαύτῃ προϑέσει258 τοῦ μοναχοῦ ἐν πονηραῖς ἐπιϑυμίαις καὶ σαπραῖς καὶ ἀτόποις ἡδοναῖς ἐκταράσσει καὶ συγχεῖ καὶ μολύνει οὐ μόνον βλεπομένων προσώπων ἀνϑρώπων259 σαρκίνων, ἀλλὰ καὶ μὴ ὁρωμένων τῇ ἀφανεῖ παρενοχλήσει κατὰ ψυχὴν καὶ τῇ κινήσει τῶν κινημάτων τοῦ σώματος, πολεμῶν καὶ ϑλίβων καὶ μιαίνων τὸν ἀγωνιζόμενον ἄνϑρωπον, νυκτὸς μὲν ῥυπαροῖς ἐνυπνίοις, ἡμέρας δὲ τῇ ἐνϑυμήσει260 καὶ τοῖς τῆς σαρκὸς γαργαλισμοῖς καὶ τῇ οἰστρηλασίᾳ τῆς ἀτοπίας. πολλάκις δὲ καὶ ὁ τῆς βλασφημίας δαίμων261 συντρέχει καὶ συναγωνίζεται τῷ δαίμονι τῆς ἀκαϑαρσίας, ἵνα εἰς ἀπελπισμὸν καὶ ἀπόγνωσιν ἐμβάλῃ τὸν ἀσκητήν. χρὴ οὖν φυλάττεσϑαι τὰς μηχανὰς καὶ τὰς μεϑοδείας τοῦ παμποικίλου καὶ πανούργου δαίμονος, καὶ διδάζωμεν ἑαυτούς, ὅταν262 συντυγχάνωμεν εὐμόρφῳ προσώπῳ, κἂν ἀδελφοὶ ἡμῶν ὑπάρχωσι, κἂν ἴδιοι κατὰ γένος, μὴ ὁρᾶν263 τρανῶς τὸ πρόσωπον τὸ καλόν, ἀλλὰ κάτω βλέτοντας εἰς τὴν γῆν λαλεῖν καὶ οὕτω τὰς ἀποκρίσεις παρέχειν τοῖς ὁμιλοῦσιν ἡμῖν· ὁ γὰρ ὀφϑαλμὸς τοῦ ἀνϑρώπου κύων ὑπάρχει ἀναιδὴς καὶ λυσσῶν καὶ ἐπιτρέχων ταῖς ὄψεσι τῶν βλεπομένων, καὶ τούτῳ διὰ παντὸς τῷ ὅπλῳ καϑ’ ἡμῶν οἱ δαίμονες χρῶνται, ἀλλὰ καὶ τῇ χειρί. καὶ γὰρ κατ’ ἀρχὰς ἡ Εὔα πρῶτον εἶδε τὴν καλλονὴν τοῦ δένδρου, εἶτα ἐπιϑυμήσασα ἥψατο τῇ χειρὶ καὶ ἔφαγε τοῦ κωλυϑέντος καρποῦ, καὶ μετὰ τοῦτο γυμνωϑεῖσα τῆς ἀγνείας καὶ τῆς δικαιοσύνης κατηνέχϑη πρὸς ϑάνατον καὶ φϑοράν. ἵνα δὲ ἀκριβέστερον τὸ λεγόμενον μάϑῃς καὶ νοήσης, πρόσεχε τοῖς νῦν λεχϑησομένοις· πρὸ γὰρ ἐτῶν ἱκανῶν Εὐτρόπιός τις εὐνοῦχος, νοτάριος Ἰουλιανῆς τῆς κατὰ Πλακίδα264, τῆς γυναικὸς Ἀρεβίνδου τοῦ στρατηλάτου, ἀποταξάμενος τῷ κόσμῳ ἐγένετο μοναχός· καὶ λαβὼν τὸν δεύτερον πύργον, τὸν κτισϑέντα παρὰ265 Ἠλίᾳ ἀρχιεπισκόπου Ἱεροσολύμων, κατῴκησεν ἐν αὐτῷ καὶ συνήϑροισε συνοδίαν εὐνούχων μοναζόντων οὐ μαχρὰν τῆς Ἱεριχώ. οὗτος τοίνυν ὁ Εὐτρόπιος μετὰ χρόνους πολλοὺς266 ἐξωμολβγήσατο μετανοῶν καὶ ϑλιβόμενος καὶ λέγων ὅτι· «Ἀνήρ τις Ἱεριχούντιος εὐγενὴς καὶ εὔπορος ἐφιλήϑη μοι καὶ ἐκαρποφόρει τῷ μοναστηρίῳ μου καὶ πυκνὰ συνετύγχανέ μοι καὶ συνήσϑιε. γεννήσας δὲ υἱὸν παρεκάλεσέ με, φησίν, ἵνα ἐγὼ ἀπὸ τοῦ ἁγίου βαπτίσματος αὐτὸν ἀναδέξωμαι267· ὃ καὶ πεποίηκα. ἔφερεν οὖν ὁ ἄνϑρωπος πάντοτε τὸ παιδίον πρός με, καὶ περιελάμβανον ἡδέως καὶ μετὰ χαρᾶς268 καὶ καρδίας καϑαρᾶς ἐν ἀπλότητι ψυχῆς μου τὸ βρέφος καὶ ἐφίλουν αὐτό καὶ περιετετυσσόμην ὡς τέκνον δωρηϑέν μοι παρὰ ϑεοῦ διὰ τοῦ ἁγίου269 βαπτίσματος ἐν πνεύματι ἁγίῳ. ὅτε δὲ ἡδρύνϑη270 τὸ παιδίον καὶ γέγονεν ὡς δέκα ἐτῶν, ὁ λογισμός μου ἐτράπη εἰς τὸ χεῖρον καὶ ἠλλοιώϑη ἡ ἕξις271 μου εἰς κακόν· καὶ ἐταλαιπώρησα καὶ κατεκάμφϑην πρὸς βδελυράν ἐπὶϑυμίαν καὶ τὸ ϑηρίον τῆς ἀϑέσμου ἐπιϑυμίας καὶ ἡδυπαϑείας εἰς τὴν καρδιάν μου ἦν κατακαῖὸν με. καὶ οὐ ϑαῦμα, ὅτι ὁ εὐνοῦχος ἐπιϑυμεῖ· φησὶ γὰρ272 ἡ Γραφή, ὅτι Ἐπιϑυμία εὐνούχου ἀποπαρϑενεῦσαι273 νεὰνιδα. καὶ γὰρ οὐ μόνον ἐπιϑυμεῖ ὁ εὐνοῦχος, ἀλλὰ καὶ συγκοιμᾶται γυναικὶ καὶ μίγνυται καὶ ῥέει, πλὴν μέντοι ἀδρανὲς ἐκφέρει τὸ σπέρμα ὁ εὐνοῦχος καὶ οὐ δύναται τεκνοποιῆσαι. καὶ μὴ ξενισϑῇς274 περὶ εὐνούχου ἀκούων· καὶ γὰρ γυναῖκα πολλάκις γυναικὸς ἐπιϑυμεῖν προτρέπει ὁ Σατανᾶς, καὶ διὰ τοῦτο αἱ ϑεοσεβεῖς μητέρες τῶν κοινοβίων παραγγέλλουσι ταῖς ὑπ’ αὐτὰς μοναστρίαις μὴ ϑεωρεῖν ἀλλήλων τὰ πρόσωπα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἵνα μὴ διὰ τῆς ὀράσεως κατολισϑήσωσι πρὸς τὸ ἐμπαϑὲς καὶ βλαβῶσιν, ἀλλὰ καὶ κάτω νεύειν καὶ βλέπειν275 πρὸς τὸ ἔδαφος καὶ οὕτω διαλέγεσϑαι παρϑένον πρὸς παρϑένον. ἐγὼ τοίνυν, φησὶν ὁ Εὐτρόπιος, ἀλλοιωϑεὶς τὴν ὄψιν καὶ ὅλος276 τοῦ πάϑους τοῦ ῥυπαροῦ γενόμενος ἠϑέλησα μιγῆναι τῷ παιδὶ καὶ συγγενέσϑαι αὐτῷ εἰς ἀσχημοσύνην τοῦ προσώπου μου. ἐδυσώπησα δὲ τὸν ϑεὸν, ἵνα ἐμποδίσῃ με, καὶ ἔλεγον· Κύριε ὁ ϑεός μου, μᾶλλον πέμψον ἄνωϑεν πῦρ καὶ κατάκαυσόν με καὶ μὴ παραχωρήσῃς με τὸ μῦσος τοῦτο ἐργάσασϑαι277. ἔδωκε δὲ μοι ὁ ϑεὸς μικρὸν ἀνανῆψαι278 καὶ ἀναλαβεῖν279 ἀπὸ τοῦ βορβόρου καὶ τοῦ σκότους τῆς ἀλόγου ἐπιϑυμίας. καὶ εἶπον τῷ πατρὶ τοῦ παιδίου· Λάβε τοῦτον καὶ ἀπάγαγε εἰς τὸν οἶκόν σου καὶ μηκέτι ἐνέγκῃς αὐτὸν εἰς τὸ μοναστήριόν μου280. ἀπὸ τότε οὖν οὐκέτι ἐϑεασάμην τὸν παῖδα. γνοὺς δὲ τοῦτο ὁ ἐχϑρὸς ἐπῆλϑέ μοι σφοδροτέρως καὶ ϑερμότερον281 καὶ δριμύτερον καὶ τὴν μορφὴν τοῦ παιδὸς τῷ νοΐ μου ἐνετύπωσε καὶ τὸ εἴδωλον αὐτοῦ καὶ τὸ πλάσμα αὐτοῦ καὶ τὴν εἰκόνα αὐτοῦ προσεκόλλησε τῇ καρδίᾳ282· καὶ βιαζόμενος οὐκ ἴσχυον283 ἀποσπασϑῆναι καὶ χωρισϑῆναι τοῦ παμμιάρου καὶ ὀφιώδους πάϑους, ἀλλὰ καὶ ἐν τῷ εὔχεσϑαι καὶ ψάλλειν καὶ ἀγρυπνεῖν καὶ ἐν τῇ ἀναγνώσει εἶχον ἐνεργοῦντά μοι τὸν πονηρὸν συνδέτην, τὸν δαίμονα τῆς αἰσχρᾶς ἐπιϑυμίας ἐκπορϑοῦντά με καὶ στρεβλοῦντα τῷ πάϑει καὶ καταδαμάζοντά με284. ἐνήστευον, ἐξήραινον τὸ ἄϑλιόν μου σῶμα, ἐδάκρυον, ἐστέναζον, ἔβρυχον τοὺς ὀδόντας μου ὠρυόμενος285, κονδύλους παρεῖχον κατὰ τῆς κεφαλῆς μου· ῥάβδῳ τοὺς πόδας μου μετὰ ϑυμοῦ ἔτυπτον καὶ τὸ κακὸν οὐκ ἀφίστατο, ἀλλὰ καὶ μᾶλλον τὸ μόριόν μου ἐπυροῦτο καὶ ἐπανίστατό μοι καὶ ἀπέσταζε σταγόνας βορβόρου, ὥστε μολύνεσϑαι τοὺς μηρούς μου τῇ ἀκαϑάρτῳ ὑγρότητι. χρόνου οὖν οὐκ ὀλίγου τούτοις παρελϑόντος, ὅτε ἀπέγνων καὶ οὐκέτι ἐνόμισα ἐλεηϑῆναι286, παρ’ ἐλπίδα ἐπεκάμφϑη ὁ τῶν ὅλων ϑεὸς εἰς τὸ ἐλεῆσαί με287· καὶ ἐπέϑλεψεν εἰς τὴν ταπείνωσιν τῆς ψυχῆς μου καὶ ἀπήλλαζέ με τοῦ σκοτεινοῦ νέφους ἐκείνου, καὶ ἠλευϑέρωσέ με τοῦ ὀλεϑρίου πειρασμοῦ, καὶ οὕτως ἀναπνεύσας ηὐχαρίστησα καὶ εὐχαριστῶ καὶ μέχρι τῆς τελευτῆς μου εὐχαριστήσω Χριστῷ τῷ ϑεῷ ἡμῶν288. οὐκοῦν τὰ συμβάντα Εὐτροπίῳ289 τῷ εὐνούχῳ, τῷ πρεσβυτέρῳ καὶ ἡγουμένῳ, διδασκαλία γινέσϑω τῶν λεγόντων, ὅτι Μετὰ290 γυναικῶν καϑεύδομεν καὶ μετὰ παίδων συνδιάγομεν καὶ οὐδὲν291 βλαπτόμεϑα». καὶ τί λέγω μετὰ γυναικῶν καὶ παίδων; καὶ εἰς αὐτὰ τὰ ἄλογα ζῷα πολλάκις πολεμούμεϑα, καὶ τοῦτο ἀπὸ πολλῶν ἐξομολογησαμένων ἡμῖν ἴσμεν καὶ ἀπὸ τοῦ νῦν ῥηϑήσεσϑαι μέλλοντος· ὅτι ποτὲ ὁ πρεσβύτερος τῶν Κελλίων ἦλϑεν ἐκ τοῦ ὄρους τῆς Νητρίας καϑήμενος ὄνῳ ϑηλείᾳ καὶ ἀπέστειλε πάλιν αὐτὴν μετὰ τοῦ ἰδίου μαϑητοῦ, καὶ κατὰ τὴν ὁδὸν ἐπολέμησεν αὐτὸν ὁ διάβολος εἰς τὴν ὄνον τὴν ϑήλειαν καὶ κατήνεγκεν αὐτὸν ἐπτάκις τοῦ ἁμαρτῆσαι μετ’ αὐτῆς· καὶ ἀγωνιζόμενος ὁ ἀδελφὸς ἐποίει εὐχὴν καὶ ἀνήρχετο καὶ οὕτως ποιῶν ἀπέδωκε τὴν ὄνον καὶ ὑπέστρεψε πρὸς τὸν πατέρα αὐτοῦ καὶ ἦν τὸ πρόσωπον αὐτοῦ τεταραγμένον. ἦν δὲ ὁ γέρων διορατικὸς καὶ ϑεωρεῖ ἑπτὰ στεφάνους ἐπὶ τῆς κεφαλῆς αὐτου, καὶ ἐποίησε μετάνοιαν ὁ ἀδελφὸς τῷ γέροντι λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι πέπτωκα εἰς πορνείαν. καὶ ἀπήγγειλεν αὐτῷ, πῶς ἐπολέμησε μετ’ αὐτοῦ ὁ διάβολος εἰς τὴν ϑήλειαν ὄνον ἐν τῇ ὁδῷ. καὶ λέγει αὐτῷ ὁ γέρων· Θάρσει, τέκνον, ὅτι ἑπτὰ στεφάνους εἶδον ἐν τῇ κεφαλῇ σου, ὅτε ἦλϑες· οὐ γὰρ ἡττήϑης, ἐφ’ ὅσον οὐκ ἑτέλεσας τὴν ἁμαρτίαν, ἀλλὰ μᾶλλον ἐνίκησας. μέγας γὰρ ἀγών ἐστιν, ὅταν εὕρῃ ἄνϑρωπος εὐκαιρίαν καὶ ἐγκρατεόσηται, καὶ ἔχει τὸ πρᾶγμα τοῦτο μισϑὸν μέγαν, ὥσπερ καὶ ἐπὶ τοῦ μεγάλου ἀϑλητοῦ τοῦ μακαρίου Ἰωσήφ. ταῦτα οὖν ἅπαντα ἀκούοντες, ἀδελφοὶ καὶ πατέρες μου, προσέχωμεν μετὰ ἀκριβείας, πῶς περιπατῶμεν τὴν κατὰ ϑεὸν ὁδὸν ἡμῶν, πῶς συνδιάγωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν τῶν νεωτέρων, ἵνα μὴ γενώμεϑα ἐν τῷ λιμένι μᾶλλον τοῦ διαβόλου κατάβρωμα καὶ ἐπίχαρμα τοῖς ἐχϑροῖς ἡμῶν, τοῖς δαίμοσι λέγω, τοῖς μηδέποτε παυομένοις τοῦ πολεμεῖν ὑμᾶς, «Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνϑρωπος συνεσταυρώϑη, ἵνα καταργηϑῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποϑανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. εἰ δὲ ἀπεϑάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες, ὅτι Χριστὸς ἐγερϑεὶς ἐκ νεκρῶν οὐκέτι ἀποϑνῇσκει, ϑάνατος αὐτου οὐκέτι κυριεύει· ὅ γὰρ ἀπέϑανε, τῇ ἁμαρτίᾳ ἀπέϑανεν ἐφάπαξ· ὅ δὲ ζῇ, ζῇ τῷ ϑεῷ. οὕτως καὶ ὑμεῖς λογίζεσϑε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ ϑεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. μὴ οὖν βασιλευέτω ἡ ἁμαρτίᾳ ἐν τῷ ϑνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιϑυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ ϑεῷ ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ ϑεῷ. ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς ϑάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαϑαρσίᾳ, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἀγιασμόν· τὸ γὰρ τέλος τῆς ἁμαρτίας ϑάνατος, τὸ δὲ χάρισμα τοῦ ϑεοῦ ζωὴ αἰώνιος· οὐ γὰρ έκἀλεσεν ὁ ϑεὸς ἡμᾶς ἐπὶ ἀκαϑαρσίᾳ, ἀλλ’ ἐν ἀγιασμῷ»292 293. τοιγαροῦν ὁ ἀϑετῶν οὐκ ἄνϑρωπον ἀϑετεῖ, ἀλλὰ τὸν ϑεὸν, τὸν δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς. ἔστι μὲν οὖν ταῦτα, ὅσα γε ἡμῖν βουλητὰ καὶ τῷ τιμίῳ προδρόμῳ καὶ βαπτιστῇ Ἰωάννῃ καὶ τῷ ϑεῷ εὐαπόδεκτα, καὶ τῇ ὑμῶν δὲ ὠφελείᾳ οὐκ ὀλίγα λυσιτελοῦντα.

νϑ´. Ἀνακεφαλαίωσις ἐν ἐπιτόμῳ τῶν προρρηϑέντιαν ἀπάντων

Ὑμῖν δὲ τὸ ἐξῆς μελήσει φυλάξαι ταυτὶ ἀπαράϑρευστά τε καὶ ἀπαραποίητα ἄχρι παντός, λέγω δὴ.

α´. Τὸ ἀπαραλείπτως τὴν παραδοϑεῖσαν ὑμῖν ἀκολουϑίαν ἐκτελεῖν ἐν πάσαις ταῖς συνάξεσι,

β´. Τὸ φυλάττειν τὰς παραδεδομένας ὑμῖν νηστείας, καϑὼς παρὰ τῶν ἁγίων πατέρων παρελάβομεν καὶ ἐνταυϑοῖ ἀνατάττονται, μετὰ προϑυμίας πολλῆς καὶ ζεούσης καρδίας, καὶ

γ´. Τὸ φυλάττειν πίστιν καὶ τιμὴν τὴν ἁρμόζουσαν τοῖς προεστῶσιν ὑμῶν.

δ´. Τὸ ἀλλήλους ἀγαπᾶν καὶ σπουδάζειν ἕκαστον ἐκάστου προέχειν ἐν ταπεινοφροσύνῃ, συμπονεῖν τε ἀλλήλοις ἐν πᾶσιν ὡς ἐνὸς μέλη σώματος καὶ τὰ ἀλλήλων ἀναπληροῦν ὑστερήματα.

ε´. Μὴ πρὸς ἔρεις ὁρμᾶν ἢ πρὸς φιλίας ἀπρεπεῖς, ἢ παρασυνάξεις καὶ σχίσματα.

ς´. Ἀπέχεσϑαι προκαϑεδρίας καὶ τῶν κοσμικῶν προτιμήσεων, συνεστιάσεών τε καὶ συγκαϑισμάτων καὶ συνελεύσεων καὶ συντυχιῶν, πρὸς ἓν δὲ μόνον ὁρᾶν, τὸ ἐναρέτως ζῆν δηλονότι καὶ πολιτεύεσϑαι καὶ μηδὲν ἄλλο εἰ δυνατὸν ἀναπνεῖν, ἢ λόγον σωτήριον καὶ πᾶν τὸ εἰς οἰκοδομὴν ψυχῆς τυγχάνον καὶ ὠφέλειαν.

ζ´. Πρὸς τούτοις ἐξορίζειν ἀφ’ ὑμῶν πάντων τῶν κακῶν τὴν πηγήν, τὴν φιλοχρηματίαν λέγω καὶ τὸ παρακερδαίνειν ἀπὸ τῶν τῆς μονῆς ἢ ἑτέρου τοῦ οἱουδήτινος τρόπου καὶ ἀποτεϑἐναι καὶ ϑησαυρίζειν ἄχρι καὶ τοῦ τυχόντος, ἐν ᾧ μὴ εὐδόκησεν ὁ προεστῶς, οὔτε ὁ δοϑεὶς ὑμῖν κανὼν συνεχώρησεν· οὐ μὴν ἀλλ’ οὐδὲ ἐξ ἀμελείας ἢ τινος ἑτέρας καταφρονήσεως ἐᾶν τι τῆς μονῆς παραπόλλυσϑαι· ἴσον γὰρ καὶ τοῦτο τοῦ προτέρου, κἂν τι διαφέρειν δοκεῖ, καὶ τῆς ἴσης ἐνοχῆς παρὰ τοῦ ϑεοῦ πρόξενον.

η´. Ὁμοίως καὶ τὴν παρρησίαν ὅση δύνιαμις ἐκκοπτέον, καὶ ἴνα συνελὼν εἴπω, πᾶν ὅ τι μὴ εἴη πρὸς σωτηρίαν ὁδηγοῦν ἐκδιωκτέον. ἐὰν ἀδικῆσϑε παρά τινος, εἰς δικαστήριον ποτὲ μὴ ἀπέλϑητε, ἀλλὰ φεύγετε ἐκ τούτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεος, φυλάττοντες κἀν τούτῳ τὴν δεσποτικὴν ἐντολὴν τὴν λέγουσαν· «Ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ ϑέλοντί σοι κριϑῆναι καὶ τὸν χιτῶνα σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο»294. καὶ πάλιν φησίν· «Ἀγαπᾶτε τοὺς ἐχϑροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσϑε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ὅπως γένησϑε υἱοι τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς»295. μετὰ ταπεινώσεως δὲ προσερχόμενοι παρακαλεῖτε τὸν ἀδικοῦντα λεγοντες αὐτῷ ὅσα εἰκός, καὶ εἰ μὲν παύσεται τῆς ἀδικίας, τῷ ϑεῷ χάρις· εἰ δ’ οὖν, ἀνατιϑέατε τοῦτο τῷ ϑεῷ κἀκεῖνος τὸ συμφέρον ὑμῶν ποιήσει καὶ «οὐκ ἐάσει ὑμᾶς πειρασϑῆναι παρ’ ὃ δύνασϑε»296. φυλάσσετε δὲ καὶ τοῦτο, τὸ μὴ κεκτῆσϑαι ζῷα ϑηλυκὰ μήτε ἔσωϑεν τῆς μονῆς μήτε ἔξωϑεν, ἀλλ’ ἔχειν βίον ἀκτήμονα καὶ ἀπράγμονα καὶ ἐν ἐκείνῳ τῷ ἔργῳ ἀγωνίζεσϑαι κοπιᾶν, ἐν ᾧ ἡσυχίαν ἔχετε καὶ οὐκ ὀχλήσεις καὶ περισπασμούς· σπεύδειν τε πάντας δουλεύειν κατὰ δύναμίν καὶ ἐκ τοῦ ἔργου τῶν χειρῶν ὑμῶν τὴν τροφὴν ὑμῶν πορίζεσϑαι, διακονεῖν τε ἀλλήλοις ἔν τε τῷ ἑψήματι τῆς τροφῆς ὑμῶν καὶ τῇ τραπέζῃ χριστομιμήτως μὴ παραιτεῖσϑαι, καϑὼς ἕκαστος σχοίη δυνάμεως καὶ ἀνατροφῆς καὶ διαγωγῆς καὶ παιδεύσεως καὶ καϑὼς προαιρεῖσϑε τῇ καρδίᾳ ποιεῖν τὸ συμφέρον τῶν ψυχῶν ὑμῶν. μὴ ἐκκακήσητε, καὶ οἱ μὲν ἀσϑενεῖς δουλευέτωσαν ταῖς νηστίμοις ἡμέραις, οἱ δὲ δυνατοὶ ταῖς λοιπαῖς· ἱλαρὸν γὰρ δουλευτὴν καὶ πρόϑυμον ἀγαπᾷ ὁ ϑεὸς, τὸν δὲ ῥᾴϑυμον καὶ ὀκνὸν καὶ μὴ μετὰ προϑυμίας ὁλοψύχου δουλεύοντα ἀποστρέφεται καὶ τὸ ἔργον αὐτοῦ οὔτε ϑεῷ οὔτε ἄνϑρώποις ἀρεστόν ἐστι. μὴ οὖν, ὦ τέκνα καὶ ἀδελφοί, μηδαμῶς τὰ βλἀπτοντα προτιμήσοομεν, τὰ δὲ σῴζοντα παραδράμωμεν· οὐδὲν γάρ τι τῶν παραδοϑέντων ὑμῖν ἀδύνατον ἢ δυσκατόρϑωτον· εἰ δὲ καὶ τι τοιοῦτον ἴσως τούτων νομίζοιτο, ἀλλ’ ἀγωνισώμεϑα, ἀλλ’ ὑπομείνωμεν, ἀλλὰ καρτερήσωμεν, φέρωμεν γενναίως, βιασώμεϑα μικρὸν ἑαυτούς· οὐδὲ γὰρ ἀνέσεως ἕνεκα καὶ τρυφῆς τὸν κόσμον κατελίπομεν, ἀλλὰ σπουδῆς καὶ ἀγῶνος τοῦ κατὰ δύναμιν, πρὸς τὸ τυχεῖν τῶν ἐν ἐπαγγελίαις ἀγαϑῶν. βιασώμεϑα οὖν ἑαυτούς, ὡς εἴρηται, βιασώμεϑα· βιαστὴ γάρ ἐστιν «ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἀρπάζουσιν αὐτήν»297. οὐδεὶς ἀμελῶν ἔστησέ ποτε τρόπαιον, οὐδεὶς ὑπνώττων καὶ ὀνειρώτων τὸν ἑαυτοῦ πολέμιον ἐτροπώσατο. ἐκείνων εἰσὶν οἱ στέφανοι καὶ τὰ τρόπαια, τῶν τρεχόντων καλῶς, τῶν ἀγωνιζομένων, τῶν κοπιώντων, τῶν ὑπομενόντων τὰ ἐκ τῶν ἀγώνων πονήματα. «διὰ πολλῶν ϑλίψεων», φησὶν ὁ κύριος, «δεῖ ὑμᾶς εἰσελϑεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»298. «εἰ δὲ τις ἀφ’ ὑμῶν ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται τοῖς παροῦσι λόγοις τοῖς ὑγιαίνουσι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ», κατὰ τὸν ἀπόστολον, ἀντίχρίστος καλείσϑω παρ’ ὑμῶν· «ὁ γὰρ τοιοῦτος τετύφωται, μηδὶν ἐπιστάμενος, ἀλλ’ ἔστι νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φϑόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ διεφϑαρμένων ἀνϑρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληϑείας καὶ νομίζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὄτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεϑα. ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσϑησόμεϑα· οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιϑυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυϑίζουσι τοὺς ἀνϑρώπους εἰς ὄλεϑρον καὶ ἀπώλειαν· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινος ὀρεγόμενοι πολλοὶ ἀπεπλανήϑησαν ἀπὸ τῆς πίστεως καὶ τοῦ ἐπαγγέλματος αὐτῶν καὶ ἑαυτοὺς περιέπειραν ὁδύναις πολλαῖς. ὑμεῖς δὲ, ὧ ἀδελφοί μου, ταῦτα φεύγετε, διώκετε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα. ἀγωνίζεσϑε τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλάβεσϑε τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήϑητε καὶ ὡμολογήσατε τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων»299. «ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι μετὰ τὴν ἐκ τοῦ σώματός μου ἀποδημίαν εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι ὑμῶν, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονταί τινες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς ἀσϑενεστέρους ὑμῶν ὀπίσω αὐτῶν. διὸ γρηγορεῖτε μνημονεύοντες, ὅτι οὐκ ἐπαυσάμην μετὰ δακρύων νουϑετῶν ἕνα ἕκαστον ὑμῶν καϑ’ ἔκάστην νύκτα καὶ ἡμέραν. καὶ τανῦν παρατίϑημι ὑμᾶς, ἀδελφοί, τῷ ϑεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομιάν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. ἀργορίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεϑύμησα· μάρτυς κῦριος ὁ ϑεὸς· οὐ τὸ καὶ τό· αὐτοὶ γινώσκετε»300. ἀλλ’ ἀντὶ πάντων τῶν φϑαρτῶν καὶ γηίνω, τὰ ἐπουράνια προετίμησα· ὑμᾶς δὲ ᾑρετισάμην ἔχειν παραμυϑίαν καὶ στέφανον καὶ καύχημά μου, ἀκριβῶς ἐπιστάμενος, ὅτι διὰ τῶν ἁγίων εὐχῶν ὑμῶν εὑρήσω μικρὰν ἄνεσιν καὶ συγχώρησιν τῶν πολλῶν καὶ ἀναριϑμήτων μου ἁμαρτιῶν ἐν τῇ φοβερᾷ ημέρᾳ τῆς κρίσεως. διὰ τοῦτο οὖν πᾶσαν ϑλῖψιν καὶ στενοχωρίαν ὑπέμεινα ἐν τῷ ὄρει τούτῳ καϑήμενος καὶ πᾶσιν ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσϑαι τῶν ἀσϑενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου, ὅτι αὐτὸς εἶπε «Μακάριόν ἐστι διδόναι ἢ λαμβάνειν»301. καὶ ἰδοὺ «παραγγέλλω ὑμῖν ἐνώπιον τοῦ ϑεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαι ὑμᾶς τὰς τε ἐντολὰς καὶ τὰς παραδόσεις τὰς ἐνταῦϑα ἀναταττομένας καὶ παραδοϑείσας ὑμῖν ἀσπίλους καὶ ἀνεπιλήπους μέχρι τῆς ἐπιφάνειας τοῦ κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μόνος δυνάστης καὶ μακάριος, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀϑανασίαν, φῶς οἰκῶν ἀπρόσιτον»302, ναί, παρακαλῶ πάντας ὑμᾶς ἀξίως πορευϑῆναι τῆς κλήσεως ὑμῶν303. παραστήσατε τὰ σώματα ὑμῶν304 ἅγια τῷ κυρίῳ. ἀγαπᾶτε ἀλλήλους305, καλῶς τρέχετε τὸν προκείμενον ὑμῖν ἀγῶνα306. ὅσα καλά, ὅσα ϑεοφιλῆ, ταῦτα λογίζεσϑε· ἃ ἠκούσατε καὶ ἐμάϑετε, ταῦτα ποιεῖν μὴ ἀπόσχησϑε. «ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστί»307· μνημονεύετε τῶν ψυχῶν ὑμῶν καὶ τῆς ἡμῶν εὐτελείας μὴ ἐπιλανϑάνεσϑε ἐν ταῖς προσευχαῖς ὑμῶν. τὸ γοῦν παρὸν τυπικὸν ἐντέλλομαι ὑμῖν ἀναγινώσκειν ἀπὸ ἐκάστου μηνὸς ἀρχῆς, ἄχρις ἂν καὶ περατωϑῇ, ἐν τοῖς καιροῖς τῶν ἑστιάσεων ὑμῶν εἴς τε ἀνάμνησιν τῶν ἐντεταλμένων ὑμῖν καὶ ὠφέλειαν τῶν ψυχῶν ὑμῶν οὕτω γὰρ ἔσεσϑε ὑμεῖς μὲν ἐπὶ τῇ σωτηρίᾳ ὑμῶν πεπληροφορημένοι, ὡς καλῶς φυλάξαντες ἃ παρελάβετε παρὰ τῶν πατέρων ἡμῶν καὶ ἐμοὶ τὰ τροφεῖα τῆς πνευματικῆς ταύτης ἀναγωγῆς καὶ παιδεύσεως ἐν κυρίῳ ἀποτιννύντες· ὁ δὲ ϑεὸς τῆς εἰρήνης, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον ζωὴν καὶ δόξαν αὐτοῦ διὰ πολλὴν αὐτοῦ καὶ ἄφατον ἀγαϑότητα, καταρτίσαι ὑμᾶς καὶ στηρίξαι εἰς τὸ ἅγιον αὐτοῦ ϑέλημα διὰ τοῦ μονογενοῦς αὐτοῦ υίοῦ, τοῦ κυρίου καὶ ϑεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν. +++

[+Ἐπεὶ δὲ μετὰ πάντων τῶν συνεργησάντων καὶ κοπιασάντων ἐν τῇ καϑ’ ἡμᾶς μονῇ καὶ ὁ λαμπρότατος χορηγετὴς κῦρ Θωμᾶς ὁ Εὐγενιώτης καϑέστηκε καὶ οὐκ ὀλίγα συνετέλεσε ταύτῃ ἔν τε τῇ κτίσει τοῦ ναοῦ καὶ ἐν ἄλλαις παντοίαις ὑποϑέσεσι τῆς ἡμετέρας μονῆς καὶ ἔτι καὶ ἕως τοῦ νῦν οὐ λήγει συνεργῶν καὶ ὡς εἶς τῶν ἐν τῇ μονῇ μοναχῶν διακονῶν καϑ’ ἐκάστην, ἅτε καὶ πνευματικὸν παιδίον τοῦ ἀοιδίμου πατρὸς ἡμῶν καὶ κτήτορος χρηματίσας, εἰκότως καὶ ἡ τούτου ὀνομασία τῷ παρόντι τυπικῷ τῆς μονῆς ἐγγέγραπται, ὡς ἂν καὶ οὗτος μετὰ τῶν ἄλλων τῶν ἐνταῦϑα ἐγγεγραμμένων καὶ ἐν τοῖς ἱεροῖς διπτύχοις τῆς μονῆς ἀναταττομένων συγκαταλέγηται καὶ ἄχρις ἂν ἢ καϑ’ ἡμᾶς αὕτη μονὴ συνίσταται σὺν ϑεῷ μνημονεύηται +.

+ Μακαρίας + Νικολάου καὶ Ἄννης]308.

* * *

Προσϑῆκαι ταῖς ὑποσημτιώσεσι τοῦ προτεταγμένου κείμενου

Ἐκτυπουμένου τοῦ πέμπτου φύλλου (σ. 38 κε), διέκρινον αὐτὸς ἐγώ, ὄτι ἱκανὰ τῶν ἐν τῇ διατυπώσει Ἰωάννου μοναχοῦ κεφαλαίων εἰσὶ ταὐτόλεκτα τοῖς τοῦ τυπικοῦ μονῆς Θεοτόκου τῆς Εὐεργέτιδος, οὗ συντάκτης ὁ ταύτης ἡγούμενος Τιμόϑεος μοναχός καὶ τοῦτο μὲν συνετάχϑη τῷ δευτέρῳ ἡμίσει τῆς 11-ης ἑκατοντ., μεταγενέστερον ὂν οὕτω τοῦ προτέρου· εἶτα δὲ διέκρινον, ὅτι καὶ ἐν ἄλλοις τισὶ τυπικοῖς ἤδη γνωστοῖς, οἷον ἐν τῷ τῆς μονῆς Ἐλεγμῶν καὶ τῷ τῆς Θεοτόκου τοῦ Μαχαιρᾶ ὑπάρχουσιν ὡσαύτως ἔνια μέρη ταὐτόλεκτα. Ἡ τούτων πάντων ὁμοιότης τὴν ἀρχὴν ὡς εἰχὸς δύναται ἔχειν ἐξ ἀρχαίου τινὸς τυπικοῦ, ὅϑεν ἕκαστος τῶν ἱδρυτῶν ἢ ἀνακαινιστῶν μονῶν ἀντέγραφεν ὅ τι τῇ οἰκείᾳ ἐχρῃζε μονῇ. Τούτων οὕτω διακριϑέντων, ἀπὸ κεφαλαίου κ´ καὶ ἑξῆς ἐδήλωσα προφϑὰς τὰ ταυτιζόμενα τοῖς ῥηϑεῖσι τυπικοῖς ἐν ταῖς ὑπὸ τῷ κειμένῳ παρατηρήσεσιν· ἐπειδὴ δὲ καὶ ἕτερά τινα προτετυπωμένα κεφάλαια ταύτολέκτως αὐτοῖς ἔχουσι, νῦν καὶ ταῦτα σημειοῦμαι ὧδε.

1) Σελ. 19,35 – 21,27 (Χρὴ τοίνυν – Δωδεκαήμερον) = τυπ. Εὐεργέτιδος (ἐκδ. Дмитриевский), σ. 617, δ´.

2) Σελ. 22,16 – 27,17 (τὰ μὲν οὖν περὶ τῆς πρώτης – ἐν αὐταῖς πάντοτε) = τυπ. Εὐεργέτιδος, σ, 619–624, § ε´–η´. Προστεϑείσϑω αὖϑις, ὅτι αἱ ἀπὸ σελ. 52,10 – 27,6 λέξεις «ἐφεισϑω δὲ τούτῳ» – «φάρμακα» εὕρηνται καὶ ἐν τῷ τυπ. Θεοτόκου τοῦ Μαχαιρᾶ. Acta et diplomata, τ. 5, σ. 404–405.

Διορϑωϑεῖσαι λέξεις, μὴ σημειωϑεῖσαι δ’ ὑπὸ τῷ κειμένῳ: – Σελ. 3,33 κοσμείτω πως] κοσμεῖτο πῶς.

– 5,7 λαμβδάνῃ] λαμβάνει || 14 γεώδους] γαιώδους. – 6,9 ὃν] ὧν || 15 φάραγξιν || 32 ῥῖψις] ῥίψης. – 7,3 φυσῶν] φυσσῶν || 19 ξενίζον] ξενίζων. – 8,13 πεδινῶν] πεδηνῶν || 17 οὐριοδρομοίη] οὐριοδρομείη. – 12,32 χλιδοῖα] χλιδυιὰ || ἐλαύνων] ἐλαύνον. – 13,11 ὑπὲρ μέτρον] ὑπέρμετρον. – 16, 26 Μωϋσέως ... οὓς] μωϋσέος ... ὃν || 28 Μωϋσεῖ] μωϋσῆ || 33 λιποτάκτην] λειποτακτην. – 17,15 ἡμᾶς] ὑμᾶς. – 18,8 ἔννατον] ἔννατον (οὕτω καὶ ἑξῆς) || 23 μιμεῖσϑε] μιμεῖσϑαι. 25 παραπέμπεσϑαι{ε}. – 19,7 λοιδορῆσϑε] λοιδορεῖσϑε || 22 μονίαν] μονιάν || 33 περίεργον] περὶ ἔργον. – 20,1 ἐφημερίαν] ἐφημερείαν. – 21,21 χαυνωϑέντας] χαυνωϑέντα. – 23,6 πνευματορρήτωρ] πνευματορήτωρ. || 31 κῶδ. ψαλλέντος, ἀλλ’ ἐκ διορϑ. ψαλέντος || 32 ἐπειπόντος] ἐπιπόντος]. – 24,18 καλέσει] καλέση. – 25,19 ἐνδοιάζοντες] ἐνδυάζοντες. – 27,26 συσταυροῖ] συνσταυροῖ. – 31,33 κυβερνήτης] κυβερνήτις. – 33,19 ἐσϑίομεν] ἐσϑἱωμεν. – 34,6/7 ἀπαιτεῖσίϑε] ἀπαιτεῖσϑαι{ε} || 21 παραβάλῃ] παραβάλλη || 34 πεπηγὸς] πεπηγὼς. – 36,9 ὑμῖν] ἡμῖν. – 37,14 συνήϑη] συνήϑει, – 38,20 γινομένην] γινομένου || ἐρέσϑαι] ἔρεσϑαί. –39,13 ῦμῖν] ἡμῖν. || 15 ὑμῶν] || ἡμῶν || 19 αὐτῷ] αὐτὸ || 23 ὑμῶν] ἡμῶν. – 42,35 ἑστιάσεσιν] ἐσϑιάσεσιν. – 43,22 μετατεϑεῖσϑαι] μετατεϑῆσϑαι || 25 πάϑη] πάδει. – 46,17 ἑστιαϑησόμενος] ἐσϑιαϑησόμενος || 21 οἴκοϑεν] οἴκωϑεν, – 54,1 ὑπείκετε] ὑπήκετε. – 58,34 προχείρισιν] προχείρησιν. – 61,16 ὑμῶν] ἡμῶν. –63,3 ἐκπῖπτον] ἐκπίπτων. – 66,23 ἀκρασίαν] κρασίαν. – 64,3 τοῦτο] τούτον.– 65,23 εἴπωμεν] εἴπομεν.–19,31 Γιεζῆ] γιαιζῆ. – 71,2 καύματι] καύματοι. – 71,6 χρηστοῦ] Χ(ριστο)ῦ. – 72,30 δότε] δῶτε. – 73,23 γυμνητεύοντας] γυμνιτεύοντας. – 77,18 ὑμῖν] ἡμῖν. –78,10 μοιχοῖς] μυχοῖς || 20 μυρία] μυρία. – 80,6 συμβάλῃ] συμβάλλη. – 82,4 ἠλευδέρωσε] ἠλευϑέρωσαί || 33 συζήσομεν] συσζήσομεν. –83,30 ἔρεις] ἔρις. – 84,27 παραιτεῖσδαι] παραιτεῖσϑε.

Σελ. 77–82. Ἡ ἐπιστολὴ Παύλου τοῦ Ἐλλαδικοῦ ἐξεδόϑη καὶ ὑπο V. Lundström, Anecdota byzantina e codicibus Upsaliensis cum aliis collatis. Upsaliae 1902, σ. 15–23) ἐπὶ τῇ βάσει τοῦ cod. Coisl. 303, καὶ τῶν cod. Upsal. 5 καὶ Моnac. 318), ἀγνοήσαντος, ὡς εἰκός, τὸν ἐμὸν κώδικα. Ἐν τῇ ἐκδ. Lundström ἡ τοῦ Παύλου Ἐλλαδικοῦ ἐπιστολὴ τελευτᾷ οὅτω κατὰ τὸν κώδικα Μ: βλαπτόμεϑα. ταῦτα οὖν ἀκούσαντες, ἀδελφοὶ καὶ πατέρες, φοβηϑῶμεν καὶ φρίξωμεν καὶ πάσῃ δυνάμει φύγωμεν καὶ μετὰ πολλῆς σπουδῆς καὶ προσοχῆς ἑαυτοὺς φυλάξωμεν καὶ τηρήσωμεν καὶ τῷ ϑεῷ εὐξώμεϑα, ἵνα σκεπάσῃ ἡμᾶς καὶ διατηρήσῃ ἀπὸ παντὸς πάϑους καὶ πάσης ἡδονῆς καὶ ἐπιϑυμίας ἀτόπου καὶ ἐκ πάντων ἐπινοιῶν καὶ τεχνασμάτων τοῦ πονηροῦ διαβόλου, ὅπως ῥυσϑέντες ἐξ αὐτοῦ Χριστῷ τῷ ϑεῷ ἡμῶν εὐχαριστίαν καὶ δόξαν ἀναπέμψωμεν σὺν τῷ ἀνάρχῷ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

* * *

1

 Μετὰ τὸ συντόμῳ τόπος έφϑαρμένος 32 στοιχείων.

2

 Ψαλμ. κϑ´, 10.

3

 ϑαυμ. τὴν γνῶσιν] πρβλ. Ψαλμ. ρλη´, 6.

4

 Ψαλμ. μη´, 13.

5

 ὡραῖοι ... ὡραϊζόμεϑα] Ῥωμ. ι´, 15.

6

 ὁ πόλεμος ... σκότους] πρβλ. Ἐφεσ. ς´, 12.

7

 ἐφευρεῖν Κ, κῶδ. ἐφευρὸν.

8

 παράγεται ... τὸ σχῆμα τοῦ κόσμου] πρβλ. Κορ. 1, ς´, 31.

9

 παράγεται ... σκιαῖς] πρβλ. Ψαλμ. ρμγ´, 4.

10

 Παροιμ. ι´, 2.

11

 Ματϑ, ις´, 26.

12

 ἄντυγας Κ, κῶδ. ἄντυγος.

13

 Ματϑ. ϑ´, 22. Λουκ. ϑ´, 60.

14

 πρὸς οὐρ. τὸ πολίτευμα] πρβλ. Φιλιπ. γ´, 20.

15

 ϑεὸς – δουλικήν] πρβλ. Φιλιπ. β´, 7.

16

 κῶδ. οὔτω ϑεῶτο ἀντὶ τοῦ ϑεοῖτο.

17

 χόρτον ἀγροῦ] πρβλ. Ἱερεμ. ιβ´, 4. Βασιλ. 4, ιϑ´, 26.

18

 Ψαλμ. με´, 10.

19

 εὁρὼν Κ, κῶδ. εὗρον, οἷον· μήτοι εὗρον (καὶ).

20

 κῶδ. κτίσεις.

21

 ὧν αἱ τρίβοι ... τροχιαί] πρβλ. Παροιμ. β´, 15.

22

 καμινιαῖον ... κατασβεννύς] πρβλ. Δαν. γ´, 24–50.

23

 διετάξατο] Πράξ. α´, 4.

24

 φορῷ] κῶδ. φυρῶ.

25

 Λαζάρον] πρβλ. Theoph. Contin. σ. 102–103 Bek.

26

 ἔκλινεν οὐρανοὺς] πρβλ. Ψαλμ. ις´, 9. ρμγ´, 5.

27

 δουλικὴν μ. ἐνεδύσατο] πρβλ. Φιλιπ. β´, 7.

28

 χαρά ... μετανοοῦντι] πρβλ. Λουκ. ιε´, 7.

29

 λύχνος ... σαροῦται] πρβλ. Λουκ. ιε´, 8.

30

 πρβλ. Ματϑ. β´, 18.

31

 πρβλ. Ἐφεσ. ς´, 12.

32

 κῶδ. προλοχήσεις.

33

 Τιμοϑ. 1, β´, 1–4.

34

 ἀνάλογον] οὕτως ὁ κῶδιξ, ὁ δὲ К προτιμᾷ ἀναλόγως.

35

 ποτῶν Κ, κῶδ. πολλῶν.

36

 πρβλ. Ματϑ. ια´, 28.

37

 κῶδ. χλιδυιὰ.

38

 πεπυρωμένα β. τοῦ ἐχϑροῦ] πρβλ. Ἐφεσ. ς´, 16.

39

 ἄρτου πλησμονὴ] πρβλ. Ἐξόδ. ις´, 3.

40

 Ῥωμ. ιγ´, 14.

41

 ἀκροτῆτες Κ, κῶδ. ἀκροτἠρες.

42

 κῶδ. ἄριστοι.

43

 Θεσσ. 2, γ´, 6–12.

44

 ὁ λέγων ... ἐκ τοῦ εὐαγγελίου ζην] πρβλ. Koρ. 1, ϑ´, 14.

45

 πτέρναν τηρεῖ] πρβλ. Γεν. γ´, 15.

46

 ἐπισκελίζειν] οὕτως ἐν τῷ κώδ., Κ. ὑποσκελίζειν.

47

 Πράξ. ιδ´, 22. Ματϑ. ζ´, 14.

48

 Ματϑ. α´, 16. αβ´, 14.

49

 Ψαλμ. λζ´, 14.

50

 Ψαλμ. λη´, 1–2.

51

 ἀποστόλου] πρβλ. Κορ. 1, γ´, 18.

52

 Ὁ ἐν παντὶ κέ.] οὕτως ἄρχεται νῦν ἡ πρώτη εὐχὴ τοῦ καϑ’ ἡμέραν μεσονυκτικοῦ.

53

 Ψαλμ. ρλγ´, 2.

54

 Ψαλμ. ρμ´, 2.

55

 Ψαλμ. ρβ´, 22.

56

 νηφάλεός = ἱος] πρβλ. F.А. Sophocles, Greek. lex. σ. 783.

57

 Migne τ. 28, σ. 842.

58

 Σύνταγμα τῶν ϑ. καὶ ἱ, κανόνων, τ. 2, σ. 162.

αὐτόϑι σ. 516.

59

 Ἰωάν. ς´, 56.

60

 Ἰωάν. ς´, 53.

61

 πρβλ. Кор. 1, ς´, 16–17.

62

 Ψαλμ. οβ´, 27.

63

 Παῦλος] πρβλ. Кор. 1, ια´, 27–28.

64

 γογγυσμοῦ] ἐν τῷ κειμένῳ ὁ κῶδιξ ἔχει τὸ διαλογισμοῦ, ἀλλ’ ὁ καλλιγράφος ἐπὶ τῆς ᾤας τὸ γρ. γογγυσμοῡ σεσημείωται.

65

 τῷ προεστῶτι (ἐλϑὼν).

66

 κεκραγώς] κῶδ. κεκραγὼν.

67

 Ψαλμ. ε´, 7.

68

 Ματϑ ια´, 29.

69

 Βασίλειος] Regulae 26. Migne τ. 31, σ. 985.

70

 ἐκδ. Σωφρονίου Ἐρημίτου σ. 30, § ιγ´.

71

 αὐτόϑι σ. 40, § μς´.

72

 Σύνταγμα τῶν ϑ. καὶ ἱ. κανόνων, τ. 2, σ. 88, ἀποστ. κανὼν ξϑ´.

73

 ἀυτόϑι τ. 3, σ. 115, κανὼν ιϑ´.

74

 Epiphanii opera, τ. 3, σ. 583, 26–29 Dind.

75

 Ἀϑανάσιος] Migne τ. 28, σ. 837.

76

 βαρέας = είας] πρβλ. Sopkocles, Greek, lex. σ. 300.

77

 Ἑβρ. ιγ´, 17.

78

 εἰ γὰρ ... ϑάλασσαν] πρβλ. Ματϑ. ιη´, 6.

79

 συνείδησιν ... Χριστόν] πρβλ. Κορ. 1, η´, 12.

80

 πρβλ. Ἰεζεζ´, 14.

81

 ἐὰν γὰρ τῆς ῥομφ. ἐρχομένης ... αὐτῆς ἐλήφϑη] πρβλ. Ἰεζ. λγ´. 2–6.

82

 Ἐγενόμην ... δύναμαι φέρειν] πρβλ. Ἱερεμ. κ´, 7–9.

83

 ἕως Κ, κῶδ. ὡς.

84

 τῷ Κ, κῶδ. τὸ.

85

 κῶδ. απαντα, Κ ἅπαντες.

86

 κῶδ. αὐτῶν, Κ αὐτῆς.

87

 Τιμ. 2, β´, 24–25.

88

 τισι ἀντὶ τοῦ τινι.

89

 κῶδ. τετράδα· πρβλ. καὶ σ, 35,2.

90

 κῶδ. νηστ. καὶ παράδοσις.

91

 Σύνταγμα, τ. 4, σ. 43.

92

 Ῥωμ. ιδ´, 17.

93

 ὁ κάνὼν ... ἀποστόλων] πρβλ. Σύνταγμα, τ. 2, σ. 88, καν. ξϑ´.

94

 πρβλ. Κορ. 1, ι´, 29–30.

95

 κῶδ. τετράδα.

96

 Ἡσ. νϑ´, ε´.

97

 (πρὸς) προσϑήκη ἡμετέρα.

98

 μυρ. ταλ. ὀφειλέτης] Ματϑ, ιη´, 24.

99

 ἀνέξεσϑε] οὕτως ἐν τῷ κωδικι· ἀνέξεσϑαι? Κ.

100

 Ῥωμ. ις´, 17, 18.

101

 Ρωμ. ιδ´, 3–4.

102

 Ῥωμ. ιβ´, 4–5.

103

 (καϑ’) προσϑ. ἡμετέρα.

104

 Νικηφόρου κανῶν μ´. Pitra, Juris eccles. graec. hist. et monumenta, τ. 1, σ. 331.

105

 διακλοζόμεϑα] κῶδ. διακλυόμεϑα· πρβλ. τὸ ἐν σ. 38,18 καὶ 47,3 διακλυσμὸν.

106

 Σύνταγμα, τ. 4, σ. 342.

107

 «Καιρὸς δ’ ἂν εἴη λοιπὸν» ἄχρι σ. 40,25 «οἰκονομῶν αὐτοὺς ὁδηγήσειεν"] τὰ αὐτὰ καὶ ἐν τῷ τυπικῷ τῆς μονῆς Εὐεργέτιδος. Ἴδε Дмитриевский Τυπικά, σ. 624–626, § ϑ´. Διὰ τὰ ὦδε κεφ. κ´–κα´ ἴδε καὶ § ιζ´. τυπικοῦ μονῆς Ἐλεγμῶν αὐτόϑι σ. 732–733. Διὰ τὰ αὐτὰ κεφ. καὶ μέρος κβ´ πρβλ. τυπικὸν μονῆς Μαχαιρᾶ. Acta et Dipl. τ. 5, σ. 408–409.

108

 (περὶ) προσϑήκη Κ.

109

 πρβλ. Παροιμ. ις´, 5.

110

 Παροιμ. γ´, 34.

111

 κῶδ. ἀριοτοῦντας.

112

 Ἰωάν. γ´, 20.

113

 Ἐφεσ. ε´, 13.

114

 Πράξ. κ´, 35.

115

 Ματϑ. ιϑ´, 21.

116

 ἀποστόλου] πρβλ. Κορ. 2, η´, 2,9.

117

 Κορ. 2, ια´, 27.

118

 ἀγων. τ. καλὸν ἀγῶνα] πρβλ. Tιμ. 1, ς´, 12. αὐτ. 2, δ´, 7.

119

 λέγει] πρβλ. Πράξ. κα´, 59. κβ´, 27–28.

120

 ἐτίϑ. π. τ. πόδας τῶν ἀποστόλων] πρβλ. Πράξ. δ´, 32–35.

121

 Ῥωμ, ιε´, 25–27.

122

 Κορ. 2, ια´ 9.

123

 πρβλ. Φιλιπ. δ´, 15–16.

124

 κῶδ. φοβ. τοίνυν τι, ὧν ἀποτασσόμενοι κτλ.] φράσις δυσνόητος.

125

 πρβλ. Λουκ. ιβ´, 20.

126

 ἰτέον δὲ ὅϑεν ... δεῖ καὶ ποιεῖν] πρβλ. τυπικὸν Εὐεργέτιδος παρὰ τῷ Дмитриевский, σ. 626–627, § ϑ´.

127

 Βασίλειος] Constit. mon. cap. 6 (Migne τ. 31, σ. 1360–1365).

128

 πρβλ. Ἰωάν. β´ 24.

129

 Λουκ. ς´, 30.

130

 πρβλ. Κορ. 1, ι´, 29–30.

131

 «Εἰσιέναι» κτλ. ἄχρι σ. 47,12 «γινέσϑω κατὰ τὸ ἔϑος] τὰ αὐτὰ ἐν τῷ τοπικῷ Εὐεργέτιδος, ἔνϑ. ἀνωτ. σ. 627–629, § ϑ´, ι´.

132

 «ταῦτα μὲν» ἄχρι σ. 46,3 «ταῖς δέ γε Τρίταις"] πρβλ. αὐτόϑι σ. 734 § ιη´ τυπ. Ἐλεγμῶν.

133

 ἤτοι] κῶδ. ῆς.

134

 ὁ κῶδ. ἐπὶ τῆς ᾤας· «Σημ(εἱωσαι) διὰ τὴν ἁγίαν καὶ μεγάλην Πέμπτην».

135

 Σύνταγμα, τ. 3, σ. 217.

136

 «τὰς τοίνυν ... Δευτέρας» ἄχρι σ. 47,13 «ὥρας τῆς νυκτὸς"] πρβλ. τυπ. μονῆς Μαχαιρᾱ (Acta, τ. 5, σ. 410–411).

137

 κῶδ. γρύττη.

138

 «τῆς ἑορτῆς» μέχρι σ. 47,12 «ἐμποιοῦσα ἡμὶν"] πρβλ. τυπ. Ἐλεγμῶν σ. 735.

139

 κῶδ. ἐσϑιατέον.

140

 κῶδ. σαββάτου.

141

 Σύνταγμα, τ. 2, σ. 512–513.

142

 κῶδ. ὥρ. εἴη ἢ ποῖον.

143

 κῶδ. τετάρτης – ἐπὶ τοῦ – ἀναστάσεως.

144

 κῶδ. προσκαταλύοντας.

145

 Σύνταγμα, τ. 4, σ. 3–4.

146

 κῶδ. διοχλοῦμεν.

147

 κῶδ. ἐλλείπουσι.

148

 Constit s. apost. 1. v, cap. 13, 15, 18–20. Pitra Juris eccles. graec. historia et monumenta, τ. 1, σ. 278–279 284, 288–290, 294.

149

 Μωῦσῆς] πρβλ. Ἐξόϑ. λδ´. 28.

150

 Ἠλίας] πρβλ. Βασιλ, 3, ιϑ´, 8.

151

 πρβλ. Δαν. ι´, 2–3.

152

 «τοῦτον μὲν δὴ» μέχρι σ. 50,14 «Ἀλληλούια ψἁλλομεν"] ἴδε ταὐτὰ καὶ ἐν τῷ τυπίκῷ Εὐερ γέτιδος ἔνδ. ἀν. σ. 629–630, § ι´.

153

 «τὰ δὲ τῆς τῶν ἁγίων» μέχρι σ. 50,{затёрто} «ἑξαγίου».

154

 πρβλ. τυπ. Ἐλεγμῶν αὐτόϑι σ. 736.

155

 Καὶ ἡ ... ψάλλομεν] πρβλ. τυπ. Ἐλεγμῶν αὐτόϑι σ. 736.

156

 Συνοδικοῦ τῆς Ἑνώσεως = To-mus Unionis, cap. β´. Zachariae, Jus graeco-romanum, τ. 3, σ. 232.

157

 Πᾶσαι μὲν οὖν ... εὐποροίη] πρβλ. τυπικόν Εὐεργέτιδος ἔνϑ. ἀν. σ. 630, § ια´.

158

 ἀπόστολος] πρβλ. Κορ. 1, ις´, 22.

159

 Ἰωάν, ιϑ´, 15. Ματϑ´ κζ´, 25.

160

 Ἐντελλόμεϑα ... συναρίϑμιος] ταῦτὰ ἐν τῷ αὐτῷ τυπικῷ σ. 630–631 § ιβ´.

161

 Χρήσιμον δ’ ἂν ἔσται λοιπὸν] οὕτω καὶ ἡ ἀρχὴ τοῦ ιγ´ κεφαλαίου τοῦ τ. Εὐεργέτιδος, σ. 631.

162

 Μετὰ τὸ ἐμέ ... τρόπον τοιόνδε] αὐτόϑι σ. 632, § ιγ´.

163

 κῶδ. τελευτώη].

164

 τούτον ... εὐλαβέστεροι] αὐτόϑι σ. 633.

165

 «εἰ μὲν οὖν» μέχρι σ. 53,3 «βέλτιον"] ταῦτὰ ἐν τῷ τῆς Εὐεργέτιδος, σ. 634.

166

 εἰ μὲν ... προεστῶτι] τυπ. Εὐεργ. σ. 635.

167

 «ὑποτίϑημι» ἄχρι σ. 54,9 «ἀποσῴζοντες"] αὐτόϑι σ. 636–637.

168

 χαρακτηρίζοιτε Κ, κῶδ. χαρακτηρίζοιτο.

169

 ἀπόστολον] πρβλ. Ἐφεσ. δ´, 14–16.

170

 αὐτῆς] κῶδ. αὐτοῦ.

171

 Pωμ. ιγ´. 1–6.

172

 Θεσ. 1, ε´. 12–13.

173

 Ἑβρ. ιγ´. 17.

174

 εὐαπολόγητοι Κ. κῶδ. ἀναπολύγητοι.

175

 ἀλλὰ καὶ ... δύναμιν] τυπικοῦ Εὐεργέτιδος σ. 637, § ις´.

176

 Φιλ, δ´, 49.

177

 «καὶ σὺ δὲ, ὦ πάτερ» ἄχρι σ. 56,13 «ἐν ἁγίῳ πνεύαατι"] τυπ. Εὐεργ. σ. 617–639, § ιζ´, ιη´.

178

 11 πρβλ. Ματϑ. ιη´. 22.

179

 Βασίλειος] Const. monast. cap. 29 (Migne τ. 31, σ. 1417).

180

 καὶ σὺ ... διαβαστάσει] τυηικοῦ Μαχαίρα § λ´. Acta, τ. 5, σ. 426.

181

 δύναται – Ἀβραάμ] πρβλ. Λουκ. γ´, 8.

182

 τυφλοῖς δ. ... σοφίαν] πρβλ. Ψαλμ. ρμε´, 8.

183

 Κορ. 1, α´, 27–28.

184

 κῶδ. ὅτε.

185

 Ἀνεκποίητα ... ὑφαίρεσις γένηται] τυπικοῦ Εὐεργέτιδος σ. 639–640, § ιϑ´.

186

 «Εἰ μὲν τινες» ἄχρι σ. 57,28 «βούλομαι εἶναι"] τυπ. Εὐεργ. σ. 640–641, § κα´–κγ´.

187

 Παροιμ. ι´, 19.

188

 Περὶ τοῦ μὴ ἔχειν ... τὸν τρόπον] τυπ. Εὐεργετιδος, σ. 641–642, § κδ´.

189

 «ἱμάτια ὠνεῖσϑαι» ἄχρι σ. 59,17 «παραμυϑεῖσϑαι"] αὐτόϑι σ. 642–643, § κε´–κη´.

190

 «Αἱ χείροτονίαι» ἄχρι σ. 61,36 «πατρὸς ἡμῶν καὶ κτήτορος"] ταὐτὰ ἐν τῷ τῆς Εὐεργέτιδος, σ. 643–646, § κϑ´–λε´.

191

 πρβλ. Ματϑ. κ´. 29.

192

 Ὁ χῶρος τῶν ὀνομάτων Ἰωάννου καὶ τὴν ις´ τοῦ Δεκεμβρίου ἐξ ἀρχῆς κενὸς ἤν ἑν τῷ κώδικι· προσετέϑησαν δὲ μετεπείτα διὰ χειρὸς ἑτέρας, πάντως δὲ μετὰ τὸν ϑάνατον τοῦ τῆς μονῆς ἀνακαινιατοῦ καὶ τοῦ τυπικοῦ τούτου συντάκτου Ἰωάννου μοναχοῦ.

193

 ναὶ μὴν ἀλλὰ ... γίνοιντο] τυπ. Εὐεργ, σ. 647.

194

 Ἡ τοῦ κώδικος σελὶς 83β ἀφέϑη ἐξ ἀρχῆς κενὴ κατὰ τὸ ἥμισυ, κενὴ δὲ ἀφέϑη καὶ πᾶσα ἡ σελὶς 84α. Οὕτως αἱ ἐν ἀγκύλαις προσϑῆκαί εἰσι μεταγενέστεραι, οὐχὶ δὲ καὶ τοῦ 1144-ου ἔτους νεώτεραι.

195

 «καὶ τῶν ἀδελφῶν» ἄχρι σ. 65,20 «κἂν ἡρεῖς μὴ λέγωμεν"] τυπικοῦ Εὑεργέτιδος σ. 646–649, § λς´–λζ´.

196

 ἀπὸ ξένης = μονῆς.

197

Βασίλειος] Constit. monast. cap. 21 (Migne τ. 31, σ. 1393–1396).

198

 Ματϑ. ιη´, 6.

199

 Ψαλμ. ρε´, 3.

200

 Ῥωμ. η´, 35–39.

201

 Ματϑ. ιϑ´, 27.

202

 ῥίζαν ... ἑαυτοῖς] πρβλ. Ματϑ. ιγ´, 21. Λουκ. η´, 13. Μάρκ. δ´, 17.

203

 Ματδ. γ´, 10.

204

 Παρ. ιβ´, 15.

205

 Пέτρ. 1, ε´, 6.

206

 Τίτ. α´, 10.

207

 χρηστοῦ ζυγοῦ] πρβλ. Ματϑ. ια´, 30.

208

 Ρωμ. ιβ´, 21.

209

 Πράξ. ιδ´, 22.

210

 Ἰωάν. ις´, 20–22.

211

 ἀλλήλων τὰ βάρη βαστάζοντες] πρβλ. Γαλ. ς´, 2.

212

 Ἰωάν. ιε´, 13.

213

 Ἐβρ. ιβ´, 8.

214

 ἐνδύσασϑε ... σωτηρίας] πρβλ. Θεσ. 1, ε´, 8.

215

 Ἐφεσ. ς´, 17.

216

 τὸ πνεῦμα ... ἐν ὑμῖν] πρβλ. Ῥωμ. η´, 1. Τιμ. β´, 1, 14.

217

 Ψαλμ. μγ´, 18,23.

218

 «Τὸ δὲ δὴ ῥηϑησόμενον» ἄχρι σ. 74,15 «ἑαυτοῖς περιφολάττειν"] ταῦτά ἐν τῷ τυπ. Εὐεργέτιδος, σ. 649–650, § λη´, λϑ´.

219

 ὑπηρετικὸν] κῶδ. ὑπηρετὸν.

220

 εἴρηταί μοι τοιγαροῦν ... χρειώδεσιν] ταὐτὰ ἐν τῷ τυπ. Εὐεργέτιδος, σ. 651–652, § μα´.

221

 «ἐνδέχεται δὲ» ἄχρι σ. 75,9 «ἀπολάβωσιν"] πρβλ. τυπ. Εὐεργ. 652.

222

 Ματϑ. ς´, 31–34.

223

 καρποφορήσητε ... ἑκατόν] πρβλ. Ματϑ. ιγ´, 8.

224

 εὐλογήσας κέ.] πρβλ. Ματϑ. ιδ´, 19–21.

225

 πρβλ. Ἰωάν. ις´, 24.

226

 Γεν. α´, 28.

227

 κῶδ. προβάλλωνται.

228

 «Οἱ λέγοντες» κἑ. ἄχρι σ. 81,28] τοῦτο ὅλον συναποτελεῖ τὸ ἄχρι τοῦδε τύποις μεῖνον ἀνέκδοτον «Ἰσον ἐπιστoλῆς τοῦ μακαρίου ἀββᾶ Παύλου τοῦ Ἐλλαδικoῦ» (cod. Coisl. 303, f. 232v–236) οὗ τεμάχιον, τὸ περὶ Ἰεpeχoῦντoς, προεξέδωκα σὺν τοῖς βίoις τοῦ ὁσίου Θεογνίου (Правосл. Палест. Сборник, 189 τεῦχος 32, σ. 25). Ἐπειδὴ δὲ τὸ ἐν τῷ ἀνὰ χεῖρας τυπικῷ κείμενον πολλαχοῦ διαφέρει λεκτικῶς τοῦ ἐν τῷ cod. Coisl., σημειοῦμαι τὰ διαφέρον τὰ τούτου ἀναγνώσματα ὧδε τῷ στοιχείῳ) C χρῆσιν ποιησάμενος τῶν ὑπὸ τοῦ σοιρωτάτου φίλου μου Père Hippolyte Delehaye ἀποσταλεισῶν μοι φωτογραφιῶν.

229

 συνδιάγειν] συγκαϑεύδειν ἐν μιᾷ στρῳμνῇ С.

230

 μάλιστα] μᾶλλον С.

231

 τῶν δαιμόνων τῆς πλάνης С.

232

 μέϑοδοι] μεϑοδίαι С.

233

 Παῦλος] πρβλ. Ἐφ. ς´, 11.

234

 αὐτῶν τῶν ἀοράτων С.

235

 ἀνϑρωπαρεσκίαν С.

236

 τὸ σῶμα βλάπτον] τῷ σώματι С.

237

 συνδιάγων νεωτέροις] συγκαϑεύδων τοῖς σώμασι С.

238

 ἐπολ. καὶ εἰς ἀδελφοὺς καὶ εἰς С.

239

 κοπτόμενοι С, κῶδ. κρυπτόμενοι.

240

 καὶ δεινὸς δαίμων С.

241

 ἡ ἄϑεσμος ... ὀλ. ἡδονή С

242

 διὰ ταύτην] ταῦτα С.

243

 καὶ εἴδομεν ... καὶ ταῦτα καὶ] λείπουσι τῷ С.

244

 Μεσοποταμηνοὺς ... καϑεξῆς] Ἀρμενίους μοναχοὺς παϑ. καὶ Μεσοπ. καὶ Αἰγ. καὶ Θεσσαλεῖς – καὶ ἐξῆς С.

245

 ἡ ἱστορία παρέδωκε] λείπ. τῷ С.

246

 τὰς κιν. τὰς ἐμπαϑεῖς С.

247

 τὸ ὄρος] τοῦς ὅρους С.

248

 εἰς ἡδονὰς] εἰς τὸ λί(=εῖ)ον τῇς ἡδονῆς С.

249

 πορνείας καὶ ἡδυπαϑείας С.

250

 ῥέμψας С.

251

 κοχλάζει βιαζόμενος πρὸς С.

252

 χλευασϑέντος ἀνϑρώπου С.

253

 φαιν. τοῦ ... πορνεύοντος ἀνϑρώπου С.

254

 Ἦλϑον ... κατεπόντισέ με] πρβλ. Ψαλμ. λζ´, 6.

255

 Ὁ ϑεὸς ... ἀπεκρύβησαν] Ψαλμ. ξη´, 6.

256

 ἀφροσύνῃ μου] ἀφαίδρῳ αὐτῆς С.

257

 ἀνϑίστ. μετὰ τῆς ἐνοικούσης ἐν αὐτοῖς ϑείας χἀριτος τοῖς τῶν С.

258

 προϑέσει πᾶσαν σχεδὸν τὴν ζωὴν τοῦ С.

259

 ἀνϑρώπων] λείπει τῷ С.

260

 ὑστριλασία C.

261

 δαίμ. τῆς ἀϑεσμίας καὶ τῆς C.

262

 ἵνα ὅτ’ ἂν C.

263

 ὁρᾶν] ὁρῶμεν С.

264

 πλακηδίαν C.

265

 παρὰ] ὑπὸ ἡλία τοῦ C.

266

 χρόνους πολλοὺς] χρόνον C.

267

 ἀναδ. αὐτὸν ὅπερ C.

268

 τὸ πρῶτον καὶ λείπει τῷ C.

269

 ἁγίου] σεβασμίου C.

270

 ἠνδρύνϑη C.

271

 ἠλλ. μου ἡ ἕξις C.

272

 γὰρ καὶ С.

273

 ἀποπαρϑενῶσαι С.

274

 ξενισϑεὶς C.

275

 κάτω βλέπειν καὶ νεύειν C.

276

 ὄψιν καὶ ὅλος] ἕξιν μου καὶ ὅλως C.

277

 Σειρ. κ´ 4.

278

 νῆψαι C.

279

 ἀναλ. ἑμαυτον ἀπὸ τοῦ βόϑρου καὶ τοῦ σκ. C.

280

 μοναστὴριόν μου· ἐϑάρρησα δὲ αὐτῶ καὶ τὸν πειρασμόν μου. ἀπὸ τότε С.

281

 σφοδρότερον καὶ δριμύτερον С.

282

 καρδίᾳ μου С.

283

 ἴσχυσα С.

284

 τὸ δεύτερον με λείπει τῷ С.

285

 ὠρυόμην С.

286

 ἐλεηϑῆναι παρὰ ϑεοῦ, ἀλλὰ τελείως ἀπολέσϑαί, τότε πορελπίδα С.

287

 δεσπότης ϑεὸς С.

288

 ἡμῶν] λείπει τῷ С.

289

 τῶ εὐνούχω Εὐτροπίω С.

290

 τῶν νῦν λεγ. ὅτι καὶ μετὰ С.

291

 συνδιάγομεν καὶ οὐδὲν] κοιμώμεϑα καὶ οὐδὲν οὐδέπω С.

292

 Τοῦτο γινώσκοντες ... αἰώνιος] Ῥωμ. ς´, 6–14, 16, 19, 21, 23.

293

 οὐ γὰρ ἐκἀλεσεν ... ἐν ἀγιασμῷ] Θεσ. 1, δ´, 7–8.

294

 Ματϑ. ε´, 39–41.

295

 Ματϑ. ε´, 44–45.

296

 Κορ. 1, ι´, 13.

297

 Ματϑ. ια´, 12.

298

 Πράξ. ιδ´, 22.

299

 εἰ δὲ τις ἀφ’ ὑμῶν ... μαρτύρων] πρβλ. Τιμόϑ. 1, ς´, 3–12.

300

 σ. 86,2 πρβλ. Πράξ. κ´, 29–34.

301

 Πράξ. κ´, 35.

302

 πρβλ. Τιμ. 1, ς´, 13–16.

303

 ἀξίως – κλήσεως ὑμῶν] πλβλ. Ἐφ. δ´, 1.

304

 παραστ. τὰ σώμ. ὑμῶν] πρβλ. Ῥωμ. ιβ´, 1.

305

 ἀγαπᾶτε ἀλλήλους] Ἰω. ιε´, 12.

306

 τρέχετε ... ἀγῶνα] πρβλ. Ἐβλ., 1.

307

 πρβλ. Κορ. 1, ζ´, 29.

308

 Ἐπεὶ δὲ ... μνημονεύηται] προσϑήκη μἐταγενεστέρα, πάντως δ’ οὐ παλαιτέρα μεσούσης τῆς 12-ης ἑκατονταετηρίδος· τὰ δὲ λοιπὰ τρία ὀνόματα μεταγενέστερα ταύτης.


Источник: Noctes Petropolitanae / Papadopoulos-Kerameus A. Petersburg : V.F. Kirshbaum, 1913. - 302 p.

Комментарии для сайта Cackle