Новый Завет. Сошествие во ад и Воскресение Христово

40 (XXIX). Воскресение Христово (кондак 1 (VI))

40.t.1

Κοντάκιον εἰς τὴν τριήμερον καὶ ζωοποιὸν καὶ ὑπέρλα[μπρον] ἀνάστασιν

τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ησοῦ Χριστοῦ, φέρον ἀκροστιχίδα

τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ ψαλμός]

40.t.5

χος πλάγιος δʹ  

Προοίμιον I

40.pro 1.1 Εἰ καὶ ἐκ τάφκατῆλθες, ἀθάνατεἀλλὰ τοῦ ιδου καθεῖλες τὴν δύναμιν   καὶ ἀνέστηςς νικητής, Χριστὲ ὁ Θεός,γυναιξὶ μυροφόροις τὸ χαῖρε φθεγξάμενος

40.pro 1.5 καὶ τοῖς σοῖς ἀποστόλοις εἰρήνην δωρούμενοςὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Προοίμιον II

40.pro 2.1 Καταλαβοῦσαι γυναῖκες τὸ μνῆμά σου  καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον σῶμά σου  ἐλεεινὰ δακρύουσαι ἔλεγον·"Ἆρα ἐκλάπη ὁ συληθεὶς ἐκ τῆς αἱμόρρου τὴν ἴασιν;

40.pro 2.5Ἆρα γέρθη ὁ προειπν καὶ πρὸ τοῦ πάθους τὴν ἔγερσιν;Ἀληθῶς ἀνέστη Χριστὸς ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.»  

40.1.1 Τὸν πρὸ ἡλίου λιον δύναντά ποτε ἐν τάφπροέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ς ἡμέραν,μυροφόροι κόραι καὶ πρὸς ἀλλήλας ἐβόων·

"Ὦ φίλαι, δεῦτε, τοῖς ἀρώμασιν ὑπαλείψωμεν

40.1.5σῶμα ζωηφόρον καὶ τεθαμμένον,σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ   κειμένην ἐν τῷ μνήματι.

γωμεν, σπεύσωμενσπερ οἱ μάγοι,καὶ προσκυνήσωμεν καὶ προσκομίσωμεν

40.1.10τὰ μύρα ς δῶρα τῷ μὴ ἐν σπαργάνοις,ἀλλ᾿ ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν καὶ κράξωμεν· ‘Ὦ δέσποτα, ἐξεγέρθητι,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"

40.2.1

τε δὲ ταῦτα ἑαυταῖς ἔφησαν αἱ θεοφόροι,ἐσκόπησαν καὶ ἄλλοἐστι σοφίας πλήρης  καί φησιν ἀλλήλαις· "Γυναῖκες, τί ἀπατσθε;   Πάντως γάρ, ὅτι ἐν τῷ τάφπέλει ὁ Κύριος.

40.2.5Ἆρα ως ἄρτι εχε κρατεῖσθαι  ὁ ἡνιοχεύων τὴν τῶν κινουμένων πνοήνἈκμὴν νεκρὸς κατάκειται;

πιστον, ἄστατον τοῦτο τὸ ῆμα·διὸ συνήσωμεν καὶ οτω πράξωμεν·

40.2.10ἀπέλθΜαρία καὶ ἴδτὸν τάφον  καὶ ος ν εἴπἀκολουθῶμεν· πολλάκις γάρ, ὡς πρόειπεν, ἐγήγερται ὁ ἀθάνατος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."

40.3.1

πὸ δὲ τούτου τοῦ σκοποῦ αἱ συνεταὶ υθμηθεῖσαι  προέπεμψαν, ὡς ομαι, τὴν Μαγδαληνὴν Μαρίαν  ἐπὶ τὸ μνημεῖον, ὡς λέγει ὁ Θεολόγος.  

ν δὲ σκοτία, ἀλλ᾿ ἐκείνην πόθος κατέλαμπεν·

40.3.5ὅθεν καὶ κατεῖδε τὸν μέγαν λίθον  ἐκκεκυλισμένον ἀπὸ τῆς θύρας τῆς ταφῆς   καὶ επεν ὑποστρέψασα· "Μαθηταί, μάθετε τοῦτο εδον  καὶ μή με κρύψητε, ἐὰν νοήσητε·

40.3.10ὁ λίθος οὐκέτι καλύπτει τὸν τάφον·μὴ ἄρα ραν τὸν Κύριόν μου; Οἱ φρουροὶ γὰρ οὐ φαίνονται, ἀλλ᾿ ἔφυγον· μὴ ἐγήγερται  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν;"

40.4.1 Τούτων ς κουσε Κηφς καὶ ὁ υἱὸς Ζεβεδαίου,ἐξέδραμον εὐθέωςς ἐρίζοντες ἀλλήλοις,καὶ τοῦ Πέτρου πρῶτος εὑρέθη ὁ ωάννης·

μως καὶ φθάσας οὐκ εἰσῆλθεν ἔνδον τοῦ μνήματος,

40.4.5ἀλλὰ ἀναμένει τὸν κορυφαῖον,ἵνα ς ποιμένι ἀκολουθήσὁ ἀμνός· καὶ ὄντως οτως ἔπρεπε. Πέτργὰρ εἴρηται· «Πέτρε, φιλεῖς με;Καὶ τὰ ἀρνία μους θέλεις ποίμαινε»·  

40.4.10τῷ Πέτρἐρρέθη· "Μακάριε Σίμων,τὰς κλεῖς σοι δώσω τῆς βασιλείαςΤῷ Πέτρπρὶν ὑπέταξε τὰ κύματαἐπέζευσεν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

40.5.1 Ἀλλ᾿ς προεῖπον πρὸ μικροῦ, Πέτρος τε καὶ ωάννης  κατέλαβον τὸ μνῆμα δι᾿επεν ἡ Μαρία,καὶ εἰσῆλθον ἔνδον· τὸν Κύριον δὲ οὐχ ερον.

θεν πρὸς ταῦτα πτοηθέντες επον οἱ γιοι·

40.5.5'Ἆρα τίνος χάριν ἡμῖν οὐκ φθη;Μὴ τὴν παρρησίαν ἡμῶν ἡγήσατο πολλήνΠολύ γὰρ ἐτολμήσαμεν· ἔδει γὰρ ἔξωθεν ἡμς σταθῆναι  καὶ περιβλέψασθαι τὰ ἐν τῷ μνήματι·

40.5.10ὁ τάφος γὰρ οτος οὐκέτι ς τάφος,ἀλλ᾿ ὄντως θρόνος Θεοῦ ὑπάρχει· ἐν τούτγὰρ ἐγένετο καὶ κησενς εὐδόκησεν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. 40.6.1 Περιετράπη ον ἡμῖν ἡ παρρησία εἰς τόλμαν  καὶ μλλον ἐλογίσθη καταφρόνησις τὸ θάρσος·διὰ τοῦτο τάχα οὐκ φθη ς ἀναξίοιςΤαῦτα λαλούντων τῶν γνησίων φίλων τοῦ πλάσαντος,

40.6.5επεν ἡ Μαρία ἀκολουθοῦσα·"Μύσται τοῦ Κυρίου καὶ ὄντως θερμοὶ ἐρασταίμὴ ς ὑπολαμβάνητε, ἀλλ᾿ ὑπομείνατε, μὴ ἀθυμεῖτε·τὸ γὰρ γενόμενον οἰκονομία ν

40.6.10ἵνα αἱ γυναῖκεςς πρῶται πεσοῦσαι  ἴδωσι πρῶται τὸν ἀναστάντα· ἡμῖν θέλει χαρίσασθαι τὸ χαίρετεταῖς πενθήσασιν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.7.1

Ἐπειδὴ οτως ἑαυτὴν ἐπληροφόρει Μαρία,παρέμεινε τῷ τάφἀπελθόντων τῶν γίων·ἀκμὴν γὰρ ἐδόκειτι ἐπήρθη τὸ σῶμα·

θεν ἐβόα οὐχὶ ήμασιν, ἀλλὰ δάκρυσιν·

40.7.5"Οἴμοι, Ἰησοῦ μου, ποῦ σε μετῆραν;Πῶς δὲ κατεδέξω κεκηλιδωμέναις χερσὶν   βαστάζεσθαι, ἀμώμητε;

’Ἅγιος, ἅγιος, ἅγιοςκράζει  τὰ ἑξαπτέρυγα καὶ πολυόμματα·

40.7.10καὶ τούτων οἱ μοι μόλις φέρουσί σε,καὶ πλάνων χεῖρες ἐβάστασάν σε· ὁ Πρόδρομος βαπτίζων σε ἐκραύγαζε· ‘Σύ με βάπτισον,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’

40.8.1

δού τριήμερος νεκρὸς πέλεις, ὁ πάντα καινίζων·ὁ Λάζαρον ἐγείρας μετὰ τέσσαρας ἡμέρας  καὶ δρομαῖον δείξας τὸν κηριαῖς δεδεμένον, κεῖσαι ἐν τάφῳ, καὶ ς εἴθε δειν ποῦ τέθαψαι,  

40.8.5ἵνα ς ἡ πόρνη δάκρυσι βρέξω  μὴ μόνον τούς πόδας, ἀλλὰ καὶ λον ἀληθῶς   τὸ σῶμα καὶ τὸ μνῆμά σου, λέγουσα· ‘Δέσποτα, ὡς τὸν τῆς χήρας  υἱὸν ἀνέστησας, σαυτὸν ἀνάστησον·

40.8.10ὁ τὴν αείρου παιδίσκην ζωώσας,τί ἔτι μένεις ἐν τῷ μνημείῳ; Ἀνάστηθι, ἐπίστηθι, ἐμφάνηθι τοῖς ζητοῦσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"

40.9.1 Νενικημένην τῷ κλαυθμῷ καὶ ἡττημένην τῷ πόθἰδν ὁ πάντα βλέπων τὴν Μαγδαληνὴν Μαρίαν,ἐσπλαγχνίσθη τότε καὶ φθη λέγων τκόρῃ· «Γύναι, τί κλαίεις; Τίνα θέλεις ἔνδον τοῦ μνήματος

40.9.5Ετα ἡ Μαρία στραφεῖσα επε·"Κλαίω τι ραν τὸν κύριόν μου τῆς ταφῆς   κα[ὶ ο]ὐκ οδα ποῦ κατάκειται. Πάντως δὲ σόν ἐστι τοῦτο τὸ ἔργον·εἰ μὴ πλανῶμαι γάρ, ὁ κηπουρὸς εσύ·  

40.9.10λοιπὸν εἰ ἐπῆρες τὸ σῶμα, εἰπέ μοι,κἀγλαμβάνω τὸν λυτρωτήν μου· ἐμὸς πέλει διδάσκαλος καὶ κύριος ὁ ἐμός ἐστιν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."

40.10.1

τὰς καρδίας ἐρευνῶν καὶ τούς νεφρούς ἐμβατεύων,εἰδς τι γνωρίζει τὴν φωνὴν αὐτοῦ Μαρία,ὡς ποιμὴν ἐφώνει τὴν μηκωμένην ἀμνάδα λέγων· "Μαρία». Ἡ δ᾿ εὐθέως επε γνωρίσασα·

40.10.5'Ὄντως ὁ καλός μου ποιμὴν φωνεῖ με να τοῖς ἐννέα καὶ ἐνενήκοντα ἀμνοῖς   λοιπὸν συναριθμήσμε· βλέπω γὰρ ὄπισθεν τοῦ με καλοῦντος γίων σώματα, δικαίων τάγματα·

40.10.10διὸ οτε λέγω· ‘Τίς εὁ καλῶν με;’·σαφῶς γὰρ ἔγνων τίς ὁ καλῶν με·   αὐτός ἐστιν, ὡς πρόειπον, ὁ κύριος ὁ ἐμός, ἔστιν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."

40.11.1

πὸ δὲ πόθου τοῦ θερμοῦ καὶ τῆς ἐμπύρου ἀγάπης  ἡ κόρη κατεπείχθη καὶ κρατῆσαι βουλήθη  τὸν ἀπεριγράπτως τὴν κτίσιν πσαν πληροῦντα·

μως ὁ πλάστης τὴν σπουδὴν αὐτῆς οὐκ ἐμέμψατο,

40.11.5ἀλλ᾿ ἐπὶ τὰ θεῖα αὐτὴν ἀνάγει  λέγων· "Μή μου πτου· ἦ μόνον βροτόν με νοεῖςΘεός εἰμι, μὴ πτου μου.

σεμνή, πέτασον ἄνω τὸ ὄμμα  καὶ κατανόησον τὰ ἐπουράνια·

40.11.10ἐκεῖ ζήτησόν με· καὶ γὰρ ἀναβαίνω  πρὸς τὸν πατέραν οὐκ ἀφῆκα· αὐτοῦ πέλω ὁμόχρονος καὶ σύνθρονος καὶ ὁμότιμος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

40.12.1

ητορευέτω δὲ λοιπὸν ταῦτα ἡ γλῶσσά σου, γύναι,καὶ διερμηνευέτω τοῖς υἱοῖς τῆς βασιλείας  τοῖς καραδοκοῦσι τὴν ἔγερσίν μου τοῦ ζῶντος. Σπεῦσον, Μαρία, καὶ τούς μαθητάς μου συνάθροισον·

40.12.5σάλπιγγί σοι χρῶμαι μεγαλοφώνῳ·ἤχησον εἰρήνην εἰς τὰς ἐμφόβους ἀκοὰς   τῶν κεκρυμμένων φίλων μου, ἔγειρονπανταςσπερ ἐξ πνου,ἵν᾿ ὑπαντήσωσι καὶ δδας ψωσιν·

40.12.10εἰπέ· ‘Ὁ νυμφίοςγέρθη τοῦ τάφου  κα[ὶ ο]ὐδὲν ἀφῆκεν ἐντὸς τοῦ τάφου· ἀπώσασθε, ἀπόστολοι, τὴν νέκρωσιν, ὅτ[ι ἐ]γήγερται  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’» 40.13.1

ς ον ἀκήκοε σαφῶςλων τῶν λόγων τοῦ Λόγου,ὑπέστρεψεν ἡ κόρη καί φησι ταῖς ὁμοτρόποις·"Θαυμαστά, γυναῖκες, ἃ εδον καὶ διηγοῦμαι· μή τις ον δόξῃ ὡς ληρήματά μου τὰ ήματα·

40.13.5οὐ γὰρ ἐφαντάσθην, ἀλλ᾿ ἐνεπνεύσθην·πέπλησμαι τῆς θέας καὶ τῆς ὁμιλίας Χριστοῦκαὶ πῶς καὶ πότε μάθετε.

τε με ἔλιπον οἱ περὶ Πέτρον,ἱστάμην κλαίουσα ἐγγύς τοῦ μνήματος·

40.13.10ἐδόκουν γὰρ τι ἐπήρθη τοῦ τάφου  τὸ θεῖον σῶμα τοῦ ἀθανάτου· ἀλλ᾿ εὐθέως οἰκτείρας μου τὰ δάκρυα, ἐπεφάνη μοι  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

40.14.1 Μετεποιήθη ἄθροον εἰς εὐφροσύνην ἡ λύπη  καὶ γέγονέ μοι πάντα ἱλαρὰ καὶ γεγηθότα·οὐκ ὀκνῶ δὲ λέγειν· ‘Ὥσπερ Μωσῆς ἐδοξάσθην’· εδον γάρ, εδον, οὐκ ἐν ὄρει, ἀλλ᾿ ἐν τῷ μνήματι,

40.14.5οὐχ ὑπὸ νεφέλην, ἀλλ᾿ ὑπὸ σῶμα,  τὸν τῶν ἀσωμάτων δεσπότην καὶ τῶν νεφελῶν   τὸν πρὶν καὶ νῦν καὶ πάντοτε λέγοντα· ‘Μαριάμ, σπεῦσον καὶ φράσον  τοῖς ἀγαπῶσί μετι ἐγήγερμαι·

40.14.10ὡς κάρφος ἐλαίας λαβοῦσά με γλώσσῃ,τοῖς ἐκ τοῦ Νῶε εὐαγγελίζου  σημα #943;νουσα ς πέπαυται ὁ θάνατος καὶ ἐγήγερται  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’» Ἀκούσας τούτων ὁ χορὸς τῶν εὐσεβῶν νεανίδων  συμφώνως ἀπεκρίθη τΜαγδαληνΜαρίᾳ·"Ἀληθὲς επας καὶ συναινοῦμέν σοι πσαι· οὐκ ἀπιστοῦμεν, ἀλλὰ τοῦτο μόνον θαυμάζομεν

40.15.5ὅτι ως ἄρτιν ἐν τῷ τάφκαὶ συναριθμεῖσθαι τοῖς τεθνεῶσιν ἡ ζωὴ  ἠνείχετο τριήμερον·

τι γὰρμελλεν ἐκ τῶν χθονίων  ἐλθεῖν λπίζομεν· διὸ ἐλέγομεν·  

40.15.10’Τοῦ κήτους οἰκέτην ἐξήγαγε τότε,καὶ πῶς κρατεῖται ὑπὸ θανάτου; Εἰ τοῦ θηρὸς ἀνήρπασεν, ἀνίσταται καὶ ἐκ μνήματος  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’

40.16.1 Νῦν ον μὴ νόμιζε, σεμνή, ὅτι χωλεύει λέγεις·ὀρθῶς ἡμῖν ἐφθέγξω καὶ οὐδὲν ἐν τούτοις σκάζον·ἀληθὴς ὁ λόγος καὶ προσηνής σου ὁ τρόπος·

μως, Μαρία, κοινωνῆσαί σοι βουλευόμεθα

40.16.5ἵνα μὴ ν μέλος ἡμῶν τρυφήσῃ,μείνδὲ τὰ ἄλλα νεκρὰ καὶ ἄγευστα ζωῆς   ἐκείνης ς ἀπήλαυσας· γένωνταιμα σοι στόματα πλεῖστα  ἐπισφραγίζοντα τὴν μαρτυρίαν σου·

40.16.10ἀπέλθωμεν πσαι ἐπὶ τὸ μνημεῖον  καὶ βεβαιοῦμεν τὴν ὀπτασίαν· κοινὸν ἔστω, συνόμιλε, τὸ καύχημαπαρέσχε σοι  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.17.1 Οτω λαλῶν ὁ σύλλογος τῶν θεοφόρων θηλείων  ἐξήρχετο τὴν πόλιν μετὰ τῆς διηγουμένης  καὶ ἰδν τὸν τάφον ἀπὸ μακρόθεν ἐβόα·

"Ἴδε ὁ τόπος, μλλον δὲ ὁ κόλπος ὁ ἄχραντος·

40.17.5ἴδε ὁ βαστάσας τὸν βασιλέα,ἴδε ὁ χωρήσαςν οὐ χωροῦσιν οὐρανοίχωροῦσι δὲ οἱ γιοι. Ανός σοι, ὕμνος σοι, ἅγιε τάφε,μικρὲ καὶ μέγιστε, πτωχὲ καὶ πλούσιε,

40.17.10ζωῆς ταμιεῖον, εἰρήνης δοχεῖον,χαρς σημεῖον, Χριστοῦ μνημεῖον· ἑνὸς μνῆμα, τοῦ κόσμου δὲ τὸ καύχημα, ὡς ηὐδόκησεν  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.18.1

μνολογήσασαι λοιπὸν τοῦ ζωοδότου τὸν τάφον,ἐστράφησαν καὶ εδον τὸν καθήμενον τῷ λίθκαὶ ἀπὸ τοῦ φόβου εἰς τὰ ὀπίσω ἀπῆλθον, εὐλαβηθεῖσαι, κάτω κλίνασαι καὶ τὰ πρόσωπα

40.18.5καὶ μετὰ δειλίας λαλοῦσαι ταῦτα·"Τί τοῦτο τὸ εδος ἐστίν, ἢ τίνος ἡ μορφήΤίς πέφυκεν ν βλέπομεν; ἄγγελος; ἄνθρωπος; ἄνωθεν λθεν τάχα κάτωθεν ἡμῖν ἀνέτειλεν;

40.18.10Πῦρ πέλει, φῶς πέμπει, ἀστράπτει, αὐγάζει·φύγωμεν, κόραι, μὴ φλογισθῶμεν· ὄμβρε θεῖε, οὐράνιε, ἐπίσταξον ταῖς διψῶσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

40.19.1 Ψυχαγωγήσουσιν ἡμς νῦν ς σταγόνες οἱ λόγοι  τοῦ στόματός σου, Λόγε, ἡ χαρὰ τῶν θλιβομένων,ἡ ζωὴ τῶν πάντων, μὴ νεκρωθῶμεν τῷ φόβῳ.» Ταῦτα, ὡς ομαι, ἐλιτάνευον αἱ θεόπνευστοι·  

40.19.5ὅθεν ἐμειλίχθη ὁ ἐν τῷ λίθκαὶ πρὸς τὰς γυναῖκας φησί· "Μὴ φοβεῖσθε ὑμεῖςἀλλ᾿ οτοι οἱ φυλάσσοντες· φρίξουσι, πτήξουσι καὶ νεκρωθῶσιν  ἀπὸ τοῦ φόβου μου, ἵνα καὶ μάθωσιν

40.19.10ὅτι τῶν ἀγγέλων δεσπότης ὑπάρχει ν νῦν φρουροῦσιν, ἀλλ᾿ οὐ κρατοῦσιν· ἀνέστη γὰρ ὁ Κύριος κα[ὶ ο]ὐκ ἔγνωσαν πῶς ἐγήγερται  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

40.20.1 Ἀθανατίσθητε λοιπόν, θήλειαι, μὴ νεκρωθῆτε·τὸν κτίστην τῶν ἀγγέλων ἐζητεῖτε θεωρῆσαι,καὶ ἑνὸς ἀγγέλου τὴν ὄψιν τί δειλιτε; Δοῦλος ὑπάρχω τοῦ τὸν τάφον τοῦτον οἰκήσαντος,

40.20.5τάξιν ὑπηρέτου καὶ φύσιν ἔχω·  ἅπερ προσετάχθην ἐπέστην κηρῦξαι ὑμῖν· ’Ἐγήγερται ὁ Κύριος, ἔτριψε τὰς χαλκς πύλας τοῦ δου  καὶ σιδηροῦς μοχλούς αὐτοῦ συνέθλασε,

40.20.10καὶ τπροφητείἐπέθηκε πέρας,καὶ τῶν γίωνψωσε κέρας.’ Δεῦτε, κόραι, καὶ ἴδετε ποῦ ἔκειτο ὁ ἀθάνατος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."

40.21.1 Λαβοῦσαι θάρσος ἄμεμπτον ἐκ τῆς φωνῆς τοῦ ἀγγέλου,φρονίμως αἱ γυναῖκες ἀπεκρίθησαν πρὸς τοῦτον·"Ἀληθῶς ἀνέστη ὁ Κύριος, καθς ἔφης· ἔδειξας ἡμῖν καὶ τῷ ήματι καὶ τῷ σχήματι

40.21.5ὅτιπερ ἀνέστη ὁ ἐλεήμων·εἰ μὴ γὰρ ἀνέστη καὶ ἐπορεύθη τῆς ταφῆςοὐκ ν αὐτὸς ἐκάθισας· πότε γὰρ στρατηγός, τοῦ βασιλέως  παρόντος, κάθηταιδιαλέγεται;

40.21.10Εἰ δὲ καὶ τελεῖται ἐν γτὰ τοιαῦτα,  ἀλλ᾿ ἐν ὑψίστοις οὐκ ἔστι ταῦτα,

που θρόνος ἀθέατος καὶ ἄφραστος ὁ καθήμενος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."

40.22.1 Μίξασαι φόβτὴν χαρὰν καὶ εὐφροσύνην τλύπὑπέστρεψαν τοῦ τάφου, ὡς διδάσκει τὸ βιβλίον,πρὸς τούς ἀποστόλους καὶ ἔλεγον αἱ γυναῖκες· "Τί ἀθυμεῖτε; Τί τὰ πρόσωπα συγκαλύπτετε;

40.22.5Ἄνω τὰς καρδίας· Χριστὸς ἀνέστη.Στήσατε χορείας καὶ εἴπατε μα ἡμῖν· ’Ἐγήγερται ὁ Κύριος’· ἔλαμψεν ὁ τεχθεὶς πρὸ ἑωσφόρου·μὴ ον στυγνάσητε, ἀλλ᾿ ἀναθάλλετε·

40.22.10τὸ ἔαρ ἐφάνη· ἀνθήσατε, κλῶνες,καρποφορίαν, μὴ δυσφορίαν· πάντες χεῖρας κροτήσωμεν καὶ εἴπωμεν· ‘Ἐξεγήγερται  ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"· 40.23.1 Οἱ δὲ ἀκούσαντες σαφῶς καὶ εὐφρανθέντες τῷ λόγἐξέστησαν εὐθέως καί φησι πρὸς τὰς γυναῖκας·"Πόθεν τοῦτο, κόραι, ἐμάθετε λαλεῖτε;

γγελος επεν;  – Ναί, φησίν, καὶ επε καὶ ἔδειξε,

40.23.5καὶ ὁ τῶν ἀγγέλων Θεὸς καὶ πλάστης φθη τΜαρίκαὶ ἔφη· ‘Λέξον τοῖς ἐμοῖς· ἐγήγερται ὁ Κύριος.’ Δεῦτε ον, ὡς κριοὶ καὶ ς ἀρνία  προβάτων παντες σκιρτῶντες εἴπωμεν·

40.23.10’Ποιμὴν ἡμῶν, δεῦρο, συνάγαγε ἡμς  τούς σκορπισθέντας ὑπὸ δειλίας· ἐπάτησας τὸν θάνατον, ἐπίστηθι τοῖς ποθοῦσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"

40.24.1 Συναναστήτω σοι, σωτήρ, ἡ νεκρωθεῖσα ψυχή μου,μὴ φθείρταύτην λύπη καὶ λοιπὸν εἰς λήθην ἔλθτῶν σμάτων τούτων τῶν ταύτην γιαζόντων· ναί, ἐλεήμων, ἱκετεύω σε μὴ παρίδς με  

40.24.5τὸν ταῖς πλημμελείαις κατεστιγμένον·ἐν γὰρ ἀνομίαις καὶ [ἐν] ἁμαρτίαις ἐμὲ   ἐκίσσησεν ἡ μήτηρ μου, Πάτερ μου &##7941;γιε καὶ φιλοικτίρμον,ἁγιασθήτω σου ἀεὶ τὸ ὄνομα

40.24.10ἐν τῷ στόματί μου καὶ τοῖς χείλεσί μου,ἐν τφωνμου καὶ τῇ ᾠδμου· δός μοι χάριν κηρύττοντι τούς μνους σου, ὅτι δύνασαι,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.  

41 (XXIV). Воскресение Христово (кондак 2 (I))

41.t.1

[Ἕ τερ]ον κοντάκιον εἰς τὴν τριήμερον ἀνάστασιν τοῦ κυρίου καὶ σωτῆρος

ἡμῶν ησοῦ Χριστοῦ, [φέρ]ον ἀκροστιχίδα τήνδε·[ τοῦ κυροῦ ωμανοῦ ανος]

ἰδιόμελον.

Προοίμιον

41.pro.1 Κατεπόθη ὁ θάνατος εἰς νῖκος   τἐκ νεκρῶν ἐγέρσει σου, Χριστὲ ὁ Θεός·διὸ οἱ τῷ πάθει σου ἐγκαυχώμενοιἀεὶ ἑορτάζοντες εὐφραινόμεθα καὶ ἀγαλλιῶντες βοῶμεν·

41.pro.5  "Ἀνέστη ὁ Κύριος.»  

41.1.1 Τὴν ζωὴν τταφῇ, τῷ θανάτΘεὸν   καὶ τῷ δτὸν δην σκυλεύσαντα  παρέδωκέ ποτε τῶν ἀνόμων λαός,

ς θνητὸν τούς θνητούς ἀθανατίσαντα,

41.1.5 ὡς δὲ νεκρὸν τούς νεκρούς ἀναστήσαντα ήματι· φύλακας ἔθεντο μνήματι τοῦ πάντα φέροντος νεύματι. Ὢ ἀφροσύνης τῶν ἀνόμων· εἰ νεκρός, μὴ πτοοῦ· εἰ δὲ ζῇ, παραιτοῦ καὶ βόα σύν ἡμῖν·  «Ἀνέστη ὁ Κύριος

41.2.1

τε μετὰ σταυρὸν κατετέθη ταφῇ ὑπὸ τοῦ ωσὴφ ὁ Θεὸς ωσήφ,ὁ ἐκ λάκκου ποτὲ σώσας τὸν ωσὴφ ὁρατῶς ς θνητὸς ἐφυλάττετο,

41.2.5 ἀλλ᾿ ἀοράτως τούς φύλακας φόβἐνέκρωσε· λίθος ν ἐπὶ τοῦ μνήματος, πέτρα δὲ ἔνδον τοῦ μνήματος· γέγοναν λίθοι οἱ τηροῦντες   θεωροῦντες τὸν ἄγγελον λίθκαθήμενον λέγοντα·  "Ἀνέστη ὁ Κύριος.»  

41.3.1

πὸ τῶν πονηρῶν λογισμῶν οἱ κριταὶ   τῶν ἀνόμων συνείχοντο λέγοντες·"Ἰδού κεῖται εἰς γῆν ὁ δονήσας τὴν γῆν, [] παντὶ λαλητὸς καὶ περιβόητος·

41.3.5 οπσα γαῖα τὰ ἔργα ἐθαύμασε, τέθνηκε. Νήψωμεν ον μὴ τὰ ἔσχατα χεί[ρω] τῶν πρώτων γενήσεταιμή ποτε κλέψωσι τὸ σῶμα   τὸ αὐτοῦ [οἱ] αὐτοῦ καὶ ψευδόμενοι πσι κηρύξωσιν·  ’Ἀνέστη ὁ Κύριος.’

41.4.1 Κουστωδίαν ἡμεῖς αἰτησόμεθα νῦν   τὸν [Πιλτον, καὶ] δώσει φυλάττοντας.Καὶ ζῶν γὰρ καὶ θανν φ[οβε]ρὸς ησοῦς· ἐν τζωαὐτοῦ σάββατον ἔλυσεν,

41.4.5 [ὰν δὲ νῦν] ἐκ νεκρῶν ἀναστῇ, νόμος λέλυται· κεῖται νεκρὸς [καὶ ἐλ]πίζεται, δέδεται καὶ προσδοκται ζῆν· οἱ μαθηταὶ [τού]του γὰρ πάντες  ’Μετὰ τρίτην, φησί, τὸν διδάσκαλον [βλέ]ποντες λέγομεν·  Ἀνέστη ὁ Κύριος.’

41.5.1

πὸ σοῦ καὶ ἡμεῖς καὶ οἱ ἀλλογενεῖς, ὦ Πιλτε, σαφῶς ἰθυνόμεθα·διὰ τοῦτο οἱ σοὶ σοὶ προσφεύγομεν· δι[ὰ σοῦ] στήτω τοῦ ἔθνους τὰ δίκαια·

41.5.5 μὴ καταλύσθνητὸς [Θεοῦ] νόμον δεόμεθαΤί ἀφρονεῖτε, παράνομοι; Νόμου [Πιλᾶ]τος προΐσταται·   ΠόσΠιλάτου Χριστὸς κρείττων; Ὃς καὶ [νό]μον στηρίζει καὶ χάριν παρέχει τοῖς κράζουσιν·  «Ἀνέστη ὁ Κύριος

41.6.1

"Ῥῆμα ἔστιν αὐτοῦ πρὸς τούς φίλους αὐτοῦ  ὅτι μετὰ τὰς τρεῖς ἀναστήσομαι·κν γὰρ θάνω φησίν – , τὸν θάνατον πατῶ.’ Οὐχ τι τοῦτο γίνεται φοβούμεθα,

41.6.5 ἀλλ᾿τι κλέπτε[ται] ὑπὸ τινῶν λογιζόμεθα·

τι γὰρ οὐκ ἀναστήσεται ἀνέγνωμεν καὶ ἐπέγνωμεν· ’Πνεῦμ[α ἐ]ξελθὸν οὐκ ἐπιστρέφει’, εἰ μὴ εἴπΘεός· εἰ δὲ οτος Θεός ἐστιν, εἴπωμεν·  ’Ἀνέστη ὁ Κύριος.’"

41.7.1

Πιλτος ἀκούσας φησὶ πρὸς αὐτούς· "Πλήρης γέλωτος ὑμῶν τὰ ήματα·Τίς γὰρ κλέπτει νεκρόν; Τί δὲ κέρδος νεκροῦ;

φιλῶν φίλον φιλεῖ μέχρι μνήματος,

41.7.5 μετὰ δὲ τὴν ταφὴν μάτην τὸ φίλτρον ἐνδείκνυται· κεῖται νεκρὸς μὴ κινούμενος· τί φελεῖτε τὸν κείμενονΘάψαντες ἄφετε τὸν νέκυν· οὐ γὰρ κλέπτεται οὐδέ, ἂν μὴ ἀναστῇ, ἐκβοήσωσιν·  ’Ἀνέστη ὁ Κύριος.’  

41.8.1

π᾿ ἐμοῦ μαστιχθείς, ὑφ᾿ ὑμῶν σταυρωθείςὑπὸ τοῦ ωσὴφ ἐν [τῷ] τάφτεθείς,σαφής ἐστι νεκρός, ἀψευδὴς δὲ θνητός·

σπερ ον πάντων βλεπόντων ἀπέθανεν,

41.8.5 οτω καὶ πάντων βλεπόντων ἀνέλθ[ῃ ]κ τοῦ μνήματος. Κλέπτουσι τοῦτον, ὡς λέγετε, καὶ λέγουσιν ὅ[τ[ι ἐ]γή]γερταιΜὴ καὶ τὰ ὄμματα τυφλοῦσινΕἰ περ [επε] [βλ]έπομεν, ταῦτα πιστεύοντες εἴπωμεν·  ’Ἀνέστη ὁ Κύριος.’

41.9.1

[Ῥαψδεῖ]ν μοι δοκεῖ πς τοιαῦτα λαλῶν, ὅτι κλέπτεται καὶ ἐγείρεται·καὶ τοῦτο γὰρ ψευδές, καὶ τοῦτο ἀσαφές· εἰ δὲ τοῦτο [ὑμς] θεραπεύει τὰ νῦν,

41.9.5 τοῦ φυλαχθῆναι τὸ μνῆμα τούς φύλακας λάβετε· βλέπετε δὲ μὴ οἱ φύλακες πάλιν πλα[νώ]μενοι εἴπωσιν· ’Ὄντως Θεοῦ υἱὸς ν οτος’, ὡς ποτὲ ἐν σταυρῷ, καὶ νῦν ἐν τῷ μνημείβοήσωσιν·  ’Ἀνέστη ὁ Κύριος.’» 41.10.1

[Ὣς] δὲ ταῦτα αὐτοῖς ὁ Πιλτός φησιν· "Ἔχετε κουστωδίαν, πορεύεσθε,τὸ συμφέρον ὑμῖν ποιήσατε νυνί."

Πιλτε, [νῦν π]λῦνον τὰς φρένας σου

41.10.5 ὡς καὶ τὰς χεῖράς ποτε, καὶ εἰπέ· «Ἀθῷός εἰμι

τάχα τότε τὸ ραμα τῆς γυναικός σε κα[τ]έπληξεΤί ον ποιήσεις, ἂν ἀκούσς   οὐρανίων, γηΐνων, βοώντων μετὰ τὴν ἀνάστασιν·  "Ἀνέστη ὁ Κύριος»;

41.11.1 «[Μή], φησίν, νυσταγμὸν τοῖς βλεφάροις ὑμῶν   νῦν παράσχητε, ἀλλ᾿ ὑπομείνατε»,οἱ ἄνομοι πρὸς τούς στρατιώτας ποτέ· »[κο]πιάσατε μικρὸν ἀγρυπνήσαντες

41.11.5 ἵνα εἰς τέλος νε[κ]ρὸς ησοῦς λογισθήσεται· τοῦ γὰρ Πιλάτου τὸ θέλημα ποιεῖτε, [ἂν] τοῦτο δράσητε· ἔσται δ᾿ ὑμῖν κέρδος ὁ κόπος   καὶ ἡμῖν [κ]λέος, ὅτι μετὰ τὴν φθορὰν οὐδεὶς λέγει σαφῶς·  ’Ἀνέστη ὁ Κύριος.’   []νωφέλητον δὲ τὸ ἐπίταγμα νῦν   μὴ λογίσησθε· καὶ γὰρ σπου[δά]ζομεν  θεραπεῦσαι ὑμς μετὰ κόπον ὑμῶν· τῷ ούδα []δόθη τριάκοντα,

41.12.5 λάβετε νῦν καὶ ὑμεῖς ἐν διπλῷ τὰ τρι[άκον]τα. Τοῦτό ἐστιν περ εἴπομεν, ζῶν καὶ θανν ἐπιζή[μιος]· ὅμως μὴ κάμωμεν εἰς μάτην· μὴ χρυσὸς ἀφ᾿ ἡμῶν [καὶ] Χριστὸς καθ᾿ ἡμῶν καὶ οἱ λέγοντες·  ’Ἀνέστη ὁ Κύριος.’"

41.13.1 [Νευ]ρωθέντες εὐθύς τματαίβουλῇ τῶν ἀνόμων τὸ μνῆμα κατέλαβον,καὶ ἐφρούρει Χριστὸν βασιλέα στρατός. Στρατιῶται τοῦ μνήματος ἔξωθεν,

41.13.5καὶ ἔνδον πόλεμος ν τοῦ Χριστοῦ πρὸς τὸν θάνατον, τοῦ μὲν τὸ κράτος ρπάζοντος, τοῦ δὲ τοῦ κράτους ἐκπίπτοντοςτοῦ μὲν ρπάζοντος τούς κάτωτοῦ δὲ τοῖς κατωτέρω βοῶντος· "[⏑-⏑⏑] κράζωμεν·  ’Ἀνέστη ὁ Κύριος.’»  

41.14.1 Οτω δὲ νικωμένου θανάτου ποτὲ   καὶ τοῦ ᾅ[δου θορύ]βους κινήσαντος,οἱ φύλακές φησι· "Τίς νῦν ἡ ταραχή; [Πρώτη] νύξ, κα[ἠ]ρεμοῦσαν οἱ ἔνδοθεν·

41.14.5 δευτέρα δέ, καὶ ἡσύχ[αζοντρίτην σαλεύονται· κλαίουσιν μα καὶ χαίρουσιν, [ὀδύ]ρονται καὶ ἀγάλλονται· ’οἴμοι οἴμοιπρὸς ἀλλήλους· ἀλλήλοις δὲ ἄλλοι γηθόμενοι εὖ’ οτω λέγουσιν,  ’ἀνέστη ὁ Κύριος’.

41.15.1

πὸ φόβου πολλοῦ ἐσαλεύθη ἡ γῆ   καὶ ὁ λίθος δὲ ρθη τοῦ μνήματος·μὴ πολλάκις ν πρὶν ἐφυλάττομεν ἐν σταυρῷ καὶ ἐφρίξαμεν παντες,

41.15.5 οτος καὶ νῦν τὸν Ἀδὰμ ἀναστήσας ἐγείρεται; Τότε τὰς πέτρας διέρρηξε, νῦ[ν δὲ] τὸν λίθον ἐσάλευσε· μλλον αὐτός ἐστιν ὁ τότε   καταπ[έτα]σμα σχίσας καὶ μνῆμα ἀνοίξας· ὑπνούντων ἡμῶν   ἀνέστη ὁ Κύριος.  

41.16.1 Ἀναστάντες ἡμεῖς ἐρευνήσωμεν νῦν   τὸ μνημεῖον, ὦ φίλοι, καὶ ἴδωμεν·ὁ λίθος γὰρ εἰκὸς μετετέθη σεισμῷ. Ε[ἰ ὁ] νεκρὸς ἔνδοθεν κεῖται, σιγήσωμεν·

41.16.5 εἰ δ᾿ ἀφανὴς ὁ θανών, σύν [τοῖς] κάτω δακρύσωμεν· τότε γὰρ Θάνατος ἔκλαιε, καὶ [Ἅιδης] μλλον δύρετο, ὅτε ἡμεῖς συνεζητοῦμεν· ’Τίς ὁ λέγων· οὐαί, καὶ τίς κράζει τό· εὖ, καὶ τίνων αἱ φωναί·  ἀνέστη ὁ Κύριος;’

41.17.1

– Ἰδού ἔνδον οὐδείς· ἐν τῷ λίθδὲ τίς  ὃν ὁρῶ δοκῶ φαντάζομαι; – Τάχα νύξ σε πλανᾷ;  – Φίλε, νύξ με πλανᾷ; – Σύν ἡμῖν κατακλίθητι καὶ πνωσον·

41.17.5 πνεῦμά ἐστι τὸ φαντάζον σε· σίγα, καθεύδησον. – Μλλον δὲ νῦν ἀγρυπνήσωμεν τδε κἀκεῖσε προσέχοντεςμή τις θηρἡμῶν τὸν πνον   καὶ ἐλθν κλέψει τοῦτον, καὶ τίς δυσωπήσει τούς [κράζοντας·  ’Ἀνέστη ὁ Κύριος]’;  

41.18.1 Νύξ παρῆλθε λοιπόν, εἰ παρῆλθε σαφῶςκαὶ επας, ὦ φίλε, τὸ πρὶν ἀληθές,καὶ ὁ τότε θανν νῦν πέλει φαεινός· οτος ἐντὸς τὸν λίθον ἐσάλευσεν,

41.18.5 οτος ἐφόβησεν ἡμς τοῖς λόγοις· ἔστι γὰρ φρικτός· φῶς φορεῖ, φῶς πέμπει, φῶς ἐστι· τάχα φωτὸς ὑϊός ἐστι   καὶ τοῦ φωτὸς δὲ ὑπηρέτης, [⏑⏑-⏑] τὰ ήματα ταῖς γυναιξὶν ἐβόησεν·  ’Ἀνέστη ὁ Κύριος’."

41.19.1

Ὁ [μὲν λάκ]κος αὐτῶν, τὸ δὲ κέρδος ἡμῶν· τῶν ἀνόμων τὸ α[ἶσχος], τὸ καῦχος δ᾿ ἡμῶν·ἐκείνοις ἡ πληγή, ἡμῶν δὲ [ἡ ζωήκαὶ γὰρ ὄντως ἀνέστη ὁ Κύριος.

41.19.5 Εἰ κα[ὶ ο]ἱ τηροῦντες τὸ [μνῆμα] ἀργύριον ἔλαβον

να σιγήσωσι θέλοντες, οἱ λίθοι μλλον κράξουσιν  ὅτι ἄνευ χειρῶν λίθος   ὁ ἐξ ὄρους τμη[θείς], ὡς ποτὲ ἐκ γαστρός, καὶ νῦν ἐκ τῆς ταφῆς   ἀνέστη ὁ Κύριος.  

41.20.1 [Σύ, σωτήρ], ἐκ γαστρὸς λθες ἄνευ σπορς   τπαρθέντὰ τῆς παρθενίας λιπών,ὡς νῦν τὰ τῆς ταφῆς ἀνεῖλες τταφῇ·

ς σινδόνα [Ἰω]σὴφ καταλείψας ταφῇ,

41.20.5 ἔλαβες δὲ τῆς ταφῆς τὸν γεννήσαντα τὸν ωσήφ.

λθεν Ἀδάμ σοι ἑπόμενος, Εα δέ σοι κολούθησε· τΜαριὰμ Εα δουλεύεισὲ [δὲ] πσα ἡ γῆ προσκυνεῖ ἐπινίκιον δουσα·  "Ἀνέστη ὁ Κύριος.»  

42 (XXV). Воскресение Христово (кондак 3 (II))

42.t.1

τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ ανος]

χος πλάγιος βʹ, ἰδιόμελον ... πρός· Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν.

Προοίμιον

42.pro.1 Τὸν σταυρόν σου προσκυνῶ, Χριστὲ ὁ Θεός,καὶ τὴν ταφήν σου δοξάζω, ἀθάνατε,καὶ τὴν ἀνάστασίν σου ἑορτάζων κραυγάζω σοι· "Ἀνέστη ὁ Κύριος.»   Τὴν ὁδόν σου, σωτήρ μου, τὴν εἰς ιδην οὐδεὶς ἔγνω σαφῶς, [εἰ] μὴ ὁ ιδης·ἠδυνήθη γὰρ ἀφ᾿ν εδεν, ἀφ᾿ν ἔπαθεν, μαθεῖν σου τὴν δύναμιν· αὐτὸν ον πρῶτον θέλω ἐρωτῆσαι [ὅ τι] γέγονε,καὶ τότε μετὰ τοῦτον τούς φυλάξαντας τὸ μνῆμά σου τίς ὁ κλέψας τὸ σῶμά σου.

42.1.5 Εἰ γὰρ καὶ ἔγνων ἀκριβῶς πῶς ἀνέστης, ἀτελεύτητε,μαθν ἐκ τῶν φίλων σου, ὅμως κα[ὶ ἐ]κ τῶν μισούντων σε  ἐπείγομαι πιστώσασθαι τούς λόγους τῶν κραζόντων· «Ἀνέστη ὁ Κύριος

42.2.1

[Ὁ] φιλῶν γὰρ ς φίλον μεγαλύνει· ὁ μισῶν καὶ μὴ θέλων ἀληθεύει,καθς γέγραπται· "Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ τῶν μισούντων ἡμςΕἰπὲ ον πρῶτος, Ἅιδη, ὁ ἀεὶ ἐχθρὸς τοῦ γένους μου,πῶς εχες ἐν τῷ τάφτὸν ποθήσαντα τὸ γένος μου; Τίς σοι οτος λελόγιστο;

42.2.5 Πάντως ς πάντες οἱ ἐκ γῆς ἐλογίσθη σοι, ταλαίπωρε,λοιπὸν δὲ καὶ ἄπορε· ος γὰρ εχες ἀπώλεσας,καὶ ν κατέχειν ἔλεγες οὐχ ερες· ἀληθῶς γὰρ   ἀνέστη ὁ Κύριος.  

42.3.1

"Ὑπ᾿ ἐμοῦ θέλεις, ἄνερ, διδαχθῆναι πῶς ἐμοὶ κατεπέβη ὁ φονεύς μου;Διαλέλυμαι κα[ὶ ο]ὐκ ἰσχύω σοι [ἐρεύξα]σθαι· ἀκμὴν γὰρ τεθάμβημαι αὐτὸν νομίζων [βλέ]πειν τὸν καιρὸν ἐκεῖνον, ἄνθρωπε,ἐν κατανοήσας [ἐθεώ]ρουν σαλευόμενον τοῦ κειμένου τὸ λείψανον·

42.3.5 καὶ με[τ᾿ ὀ]λίγον δυνατῶς ἐξαλλόμενον ἀνίστατο  καὶ χεῖρα[ς ς] ἔδησα τῷ λαιμῷ μου ἐπέθηκε,καὶ πάντας ος κατέπιον ἐξέμεσα βοῶντας· ’Ἀνέστη ὁ Κύριος.’

42.4.1 Τί δὲ κλαίω νεκρούς ος ἀφρέθην; Ἐμαυτὸν θρηνῳ[δῶ] πῶς ἐχλευάσθην·καὶ οὐκ ρκεσε τοῦτο μόνον εἰς αἰσχύνην μου, ἀλλ᾿τι κα[ὶ ἐ]μπαίζομαι· λίχνον γὰρ καὶ παμφάγον οἱ φυγόντες με καλοῦσί με,καὶ ήμασι τοιούτοις παροξύνουσί με λέγοντεςΤί γὰρ χαίνεις ὑπέρμετρα;

42.4.5 Τί τῷ λαιμῷ σου ἐνωθεῖς εἴ τι δήποτε ς δήποτε,ἀκόρεστε, ἄπληστε; Τί πείχθης πρὸς ἔδεσμα  ταράσσων τὴν γ[αστέ]ρα σου; Ἰδού γάρ σε κενώσας   ἀνέστη ὁ Κύριος.’  

42.5.1 Ἀλλ᾿ εἰ δέχονται, ἔχω ἀντιλέγειν· καὶ τίς ἄρα οὐκ εχε πλανηθῆναι  θεωρῶν αὐτὸν τσινδόνι ἐνειλούμενον καὶ τάφῳ [δι]δόμενον; Τίς οτως ν κτηνώδης μὴ νοῆσαι τι τέθνηκεν,ὁπότε σμῆγμα σμύρνης καὶ ἀλόης ἐπεχρίετο πρὸς ἐμὲ πορευόμενος;

42.5.5 Τίς επε πάλιν μὴ νεκρὸν βλέπων λίθον ἐπικείμενον  οὗ ἦν οτος κείμενος; Τίς τοιοῦτον ἐνόησεν τ[ίς] ποτε ἐπήλπιζε βοῆσαι περὶ τούτου· ’Ἀνέστη ὁ Κύριος’;

42.6.1 Παρ᾿ ἐμοὶ ον οὐδὲν ν ἐγκαλοῦσι· πρὸς ἐμὲ γὰρ αὐτὸς ἑκν κατῆλθε,καὶ τὰ πρῶτα μὲνδυνώμην, τελευτ[αῖ]ον δὲ οὐκ οδα τί πέπονθα· τὸ ἄνθος τὸ γλυκάζον ἐμοὶ γέγονε τι #952;ύμαλλος  καὶ λος μου ὁ φάρυγξ ἐπικράνθη ἐκ τῆς γεύσεως, καὶ ος εχον ἀπέπτυσα.

42.6.5 Οὐδεὶς τοιοῦτον κατ᾿ ἐμοῦ ἐνενόησεν ἔπραξεν ς οτος ἐποίησε· βασιλέων ἐδέσποζον  καὶ προφητῶν ἐκράτησα καὶ τούτων τῶν κραζόντων· ’Ἀνέστη ὁ Κύριος.’ 42.7.1

δού πέλω δεσμώτης ὁ δεσπότης καὶ δουλεύω ὁ πρώην βασιλεύων,καὶ γεγένημαι ὁ ἐπίφοβος ἐπίληπτος καὶ πσιν εἰς [γέλωταπαντόθεν γυμνητεύω, τὰ γὰρ πάντα μου ἀφήρπασε·ἐκέλευσε, καὶ ἄφνω τοῦτον παντες ἐκύκλωσανς κηρίον αἱ μέλισσαι,

42.7.5 κἀμὲ δὲ δήσας [ἰσχυ]ρῶς ἔλεγεν αὐτοῖς ἐμπαίζειν μοι  καὶ παίειν τὴν κάραν μου καὶ τὸν νῶτον συγκάμπτειν μου  καὶ τὴν σκληρὰν καρδίαν μου συντρίβειν, καὶ κραυγάζειν· ’Ἀνέστη ὁ Κύριος.’

42.8.1 Νύξ μὲν ν τε ταῦτα ἐκαρτέρουν, πρὸς τὸν ὄρθρον δὲ ἄλλο ἐθεώρουν,ὡς ἐπείχθησαν εἰς τὴν τούτου ὑπαπάντησιν αἱ πύρινοι σύνοδοι· καὶ ἔξωθεν μὲν φόβοι, ἔσωθεν δὲ μάχαι εχόν με·τὸ βλέμμα μου δὲ πέμπειν οὐδ᾿ ἑτέρκατεθάρρησα, ὅτι πάντες πείλουν μοι.

42.8.5 Διὸ ἐγκρύψας τὴν μορφὴν ἀνὰ μέσον τῶν γονάτων μου,δακρύων ἐβόησα· ‘[Ὁ] τὰς πύλας συντρίψας μου  καὶ τούς μοχλούς συνθλάσας μου, πορεύου να κράζω· Ἀνέστη ὁ Κύριος’.  

42.9.1

[Ὁ μὲ]ν ον ἐπὶ τούτοις μειδιάσας τοῖς ὀπίσω φησίν· ‘Ἀκολουθεῖτε’·τοῖς δὲ ἔμπροσθεν ἔφη πάλιν· ‘Προηγεῖσθέ μου, διὸ καὶ κατήλθατε.’ Καὶ ἄφνω ἡσυχία καὶ δειλία κατεκράτησε  τῆς κτίσεως πάσης· ὁ δεσπότης γὰρ τῆς κτίσεως τῶν μνημάτων ἐξήρχετο·

42.9.5 προφῆται πάντες πρὸ αὐτοῦ δευτεροῦντες προέφησαν  καὶ πσι γνωρίζοντεςτι οτος αὐτός ἐστιν  ὁ γνώμκαταβὰς εἰς γῆν· καὶ γνώμνῦν ἐκ ταύτης   ἀνέστη ὁ Κύριος.

42.10.1

ψηλτφωνὁ Σοφονίας τῷ Ἀδὰμ ἀνεβόα· τός ἐστιν ν ὑπέμεινας εἰς ἡμέραν ἀναστάσεωςν τρόπον προεῖπόν σοι.’ Ναούμ δὲ μετὰ τοῦτον τὸν πτωχὸν εὐηγγελίζετο,’ἐκ γῆς ἀνέβη, λέγων, ἐμφυσῶν σου εἰς τὸ πρόσωπον ἐξαιρούμενος θλίψεως’,

42.10.5 καὶ Ζαχαρίας χαριεὶς κράζων· ‘Ἦλθες ὁ Θεὸς ἡμῶν  μετὰ τῶν γίων σου’, καὶ Δαυὶδ ψάλλων εσημα·’Ὡς δυνατὸς ἐγήγερται καὶ σπερ ἀπὸ πνου   ἀνέστη ὁ Κύριος.’  

42.11.1

απιζόντων δὲ τούτων τὴν μορφήν μου προφητείαις, ψαλμοῖς καὶ ὑμνδίαις,ἀνεφύησαν καὶ γυναῖκες προφητεύουσαι, ἐμοῦ κατορχούμεναι· καὶ τούτων μὲν ἡ πρώτη Μωϋσέως ν ἡ σύγγονος  σκιρτῶσα καὶ δονοῦσα τχειρὶ αὐτῆς τὸ τύμπανονκαὶ πρώην ἐπέφερε,

42.11.5 καὶ σπερ ἄλλην ἐρυ[θρὰν διελ]θοῦσά μου τὰ δώματα  τερπνῶς ἐτυμπάν[ιζεν· ‘Ἄι]σωμεν τῷ Θεῷ ἡμῶν·ἐνδόξως γὰρ δεδόξασται· [τὸν ι]δην ἐδαφίσας   ἀνέστη ὁ Κύριος.’

42.12.1

τοιούτων κακῶν μία νύξ μήτηρ καὶ τοσούτων δεινῶν [πατὴρ] ες ὄρθρος·ἡ μὲν ἔτεκεν, ὁ δὲ φθάσας προστέθεικε τ[ῷ ἄλ]γει μου ὄνομα· ἀνάστασιν καλοῦσι τὴν ἡμέραν μ[ου τῆς] πτώσεως,πανήγυριν τελοῦσι τὸν καιρὸν τῆς ἀπωλεί[ας] μου· οἴμοι οἴμοι, τί ἔπαθον."

42.12.5 Τοιαῦτα ιδης πρὸς ἐ[μὲ] ἐρωτήσαντα ἐφώνησεν,οὐ ήμασι πείσας με, ἀλλὰ πράγμασι δείξας μοι τι γυμνὸν καὶ ἔρημον παντόθεν [αὐ]τὸν δείξας   ἀνέστη ὁ Κύριος.  

42.13.1 Μετὰ δὲ τοιαῦτα καὶ τοσαῦτα, ὡς ερον τούς φυλάξαντας τὸ μνῆμα,εἰς ἐρώτησιν ἐκινήθην, καὶ ἐπείγο[μαι] πληρῶσαι πρόειπον. Μηδεὶς ον ς ληροῦντα ἢ [παρὰ] καιρόν τι λέγοντα  ἡγήσηταί με, φίλοι· ἀναγκαῖον γὰρ ἐνόμισα ἀποδοῦναι ἃ ὤφειλον.

42.13.5 "Εἴπατε ον μοι καὶ ὑμεῖς, [στρα]τιῶται ληρωδέστατοι,τί ν τὸ γενόμενον; Τίς τὸν λίθ[ον] ἐκύλισε  καὶ τὸν νεκρὸν ἐσύλησε καὶ επεν μετὰ ταῦτα· ’Ἀνέστη ὁ Κύριος’;"

42.14.1 Ἀλλ᾿ ἀκούσαντες ταῦτα οἱ τηροῦντες τὸ μνημεῖόν ποτε [τοῦ] ἀθανάτου  ἀπεκρίθησαν οὐ φωνμοι ὁμιλήσαντες, φυγδὲ δηλώσαντες· "Τί βλέπεις ἡμς, ἄνερ, εἰρηνεύοντας φεύγοντας;Ἐκ τούτου ον ἐννόειτι πάντως κατεπλάγημεν· οὐ γὰρ τι ἐκλάπημεν·

42.14.5 οὐ γὰρ παρέσχε νυσταγμὸν ὁ καθεὶς ἡμῶν τοῖς ὄμμασιν,οὐ ταῖς φρεσὶ θάμβημα, ἀλλὰ πάντες ἐγρήγοροι,πάντες ἀεὶ ἐφυλάττομεν κα[][οὐ]κ οἴδαμεν πῶς ἄφνω   ἀνέστη ὁ Κύριος.  

42.15.1 – Νῦν ἐμοὶ ἀπαράδεκτον τὸ ῆμαφατε, οἱ φυλάττοντες τὸ μνῆμα,καὶ οὐ πείθομαιτι πάντως γνοήσατε Χριστοῦ [τὴν] ἀνάστασιν· οἱ πάντα πανταχόθεν πρὸς ἀσφάλειαν π[οιή]σαντες,πῶς εἴχετε μὴ γνῶναι τί γεγόνει ὁ τηρούμενος; Ὡς ον γνόντες σημάνατε.

42.15.5 – Οὐδεὶς ἰσχύει ἀκριβῶςπ[ερ θέλεις] ἀπαγγεῖλαί σοι,φησί μοι οἱ φύλακες, οὐδὲ ες τῶν ἐν [σώματι],ἀλλ᾿ οὐδὲ ὁ ἀσώματος ὁ ἐν τῷ τάφλέξας· ’Ἀνέστη ὁ Κύριος.’

42.16.1

[Ὅπερ οἴδ]αμεν, τοῦτο καὶ δηλοῦμεν· κν ἡμεῖς γὰρ αὐτὰ νῦν σιωπῶμεν,οἱ λίθοι κράξουσι καὶ ἐλέγξουσι τὴν πώρωσιν [ἡμῶ]ν καὶ τὴν τύφλωσιν. Τὴν ραν μὲν ἐκείνην τῆς ἐγέρ[σεω]ς οὐκ οἴδαμεν,ἐκ ταύτης δὲ τῆς ραςὑπέστημεν γνω[ρίζο]μεν· ἀλλ᾿ ἀνάσχου καὶ ἄκουσον.

42.16.5

Ἐπαγρυπνοῦντες ττα[φκαὶ] σκοποῦντες μή τι γένηται,  ἐξάπινα βλέπομεν πυ[ραυγ]εῖς χεῖρας λκοντας  τὸν λίθον ἐκ τοῦ μνήματος καὶ [στό]μα λαλοῦν ταῦτα· ’Ἀνέστη ὁ Κύριος.’

42.17.1

[Ὑπ᾿ ἐ]κείνου ὁ λίθος ἐκυλίσθη καὶ ἡμῶν πς ὁ τόνος ἐξελύθη,[καὶ οὐ]δὲν ἡμῖν ὑπελείφθη πρὸς βοήθειαν, οὐ ῆμα, οὐ νόημα· [νεκρ]οὶ γὰρ μεν πάντες οἱ νεκρόν ποτε φυλάσσοντες,καὶ πᾶ[σα ἡ] σοφία κατεπόθη ἡμῶν ἄθροον θεωρούντων τὸ δρώμε[νον

42.17.5 φωτοειδὴς γὰρ ἡ μορφὴ τοῦ τὸν λίθον ἐκκυλίσαντος  ἡμῖν [ἐπ]εφαίνετο, καὶ θυμὸν ἐπεφέρετο  τγῇ, ὥσπερ θυμούμενος [τοῖς μὴ] ὁμολογοῦσιν· ’Ἀνέστη ὁ Κύριος.’

42.18.1

[Ἅπερ θέ]λεις μαθεῖν να θαυμάσς, γυναιξὶ προσιτὸς ν [ὁ τοι]οῦτος  καὶ ἀπρόσιτος τοῖς ἀθλίοις ἡμῖν γέγονεν ἐκεῖνος [ὁ πύρι]νος· ἐκείναις συνωμίλει καὶ ἡμῖν πείλει θάνατον,[ἐκείνα]ς ἐκραταίου καὶ ἡμς τῷ φόβἔκαμπτεν καὶ [προ]τρέχων κατέθαπτε·

42.18.5 πρὸς τὰς γυναῖκας ἱλαρός, πρὸς ἡ[μς] δὲ [σο]βαρώτερος  ἐξαίφνης ἐγένετο, καὶ ἡμς μὲν ἐνέ[κρως]ε,ἐκείνας δὲ ἐνεύρωσε βοήσας· ‘Μὴ φοβεῖσθεἀνέστη ὁ Κύριος.’  

42.19.1

[Ἱσταμ]ένων δὲ τότε τῶν θηλείων καὶ σοφῶς ἐμβλεπόντων [τῷ] σπηλαίῳ,ἀπεκρίνατο πρὸς ἐκείνας ὁ ἀσώματος· ‘Ἠ[γέρθη] ὃν θέλετε· εἰ δ᾿ ἔτι ἀπιστεῖτε καὶ ς φάσμα με νομίζετε,[ἐμοὶ] ἀκολουθεῖτε καὶ τὸν τόπον θεωρήσατεπου ἔκειτ[ο ὁ] Κύριος.’

42.19.5 Τούτων ἔνδον εἰσελθουσῶν, τότε καὶ ἡμεῖς ἐφύγομεν  καὶ [ταῦτ]α ἐφήσαμεν· Ἑἰ ὁ δοῦλος ἐλήλυθε  καὶ γῆν πάντων ἐς[άλ]ευσε, τί ρά γε ποιήσας   ἀνέστη ὁ Κύριος;’

42.20.1 Νῦν ον, ἄνθρωπε, μὴ ἐγκαταλέξς σεαυτὸν τοῖς [παρά]φροσιν ἐκείνοις  καὶ πεισθς ἡμῖν ψευδομένοις τι κέκλεπται Χριστὸς κα[ὶ ο]ὐκ ἐγήγερται· χρυσός ἐστιν ὁ [πείσας] ἡμς κρύψαι τὴν ἀλήθειαν,χρυσὸς ὁ πάντα τρέπ[ων] ἅπερ θέλουσιν ς θέλουσιν οἱ ἐν τούτκαυχώμενοι·

42.20.5 [διὸ] πραθέντες ἀκριβῶς καὶ γενόμενοι τοῦ λήμματος,  τὸ ῆμα τοῦ κλέμματος παρὰ πσιν ἡπλώσαμεν,[κα]θάπερ γοράσθημεν μὴ λέγειν τι ὄντως   ἀνέστη ὁ Κύριος."

42.21.1

μὲν ιδης τοιαῦτά μοι προεῖπεν, οἱ δὲ φύλακες [παραυ]τὰ τοσαῦτα  ἐπιτέθεικανς σφραγῖδα ος ἐλάλης[εν] ἐκεῖνος ὁ ἄπληστος.

Ἐγδὲ ἐκ τῶν δύο τὸ ζητούμε[νον ἐ]θέρισα  καὶ ψεύστων ἀπὸ ζεύγλης τὴν ἀλήθειαν ἐτρ[ύγησαδιὰ τοῦτο καὶ γέγηθα

42.21.5

τι επεν ὁ Σαμψν πρὸ το[σού]των χρόνων πρόβλημα  ἐγνῦν ἐγνώρισα· ἀπὸ [Ἅιδου] ἐσθίοντος  καὶ ἀπὸ ἰσχυροῦ στρατοῦ ἐξῆλθε γλυκύ [μα]· ἀνέστη ὁ Κύριος.

42.22.1 Σύ ον, ἄναρχε, τέλος [] μὴ ἔχων, ποιητὰ καὶ Θεὲ τῆς [ἀληθεί]ας,ὁ τὸν θάνατον θανατώσας, τὸν δὲ ἄνθρωπον ποιήσας []θάνατον, ἐν τἐσχάτῃ ὥρᾳ ὅταν ἔρχἀναστῆσαί [με] – ἐλεύσγάρ, σωτήρ μου, οὐχ ς ἄρτι ἐκ τοῦ μνήματος, ἀλλ᾿ [ἐκ] τοῦ στερεώματος – ,  

42.22.5 διὸ καὶ τότε ἑαυτὸν βλέπων ἐν [ἐμοί], φιλάνθρωπε, – φιλῶν σε γὰρ ἔχω σε – , μὴ ον κρίνς με δέ[ομαι],ἵν᾿ εἴπω· "Οὐκ εἰς κόλασιν, ἀλλ᾿ εἰς τὸ ύσασθαί με   ἀνέστη ὁ Κύριος.»  

43 (XXVIII). Воскресение Христово (кондак 4 (V))

43.t.1

τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ ανος εἰς τὸ πάθος]

χος πλάγιος βʹ, ἰδιόμελον.

Προοίμιον

43.pro.1 Τὸν σὸν ἑκούσιον θάνατον ζωὴν ἀθάνατον ερομενπαντοδύναμε καὶ μόνε τῶν λων Θεέ·σύ γὰρ ἐν τῇ [σε]πτσου ἐγέρσει   πάντας ἀνεκαλέσω, οἰκτίρμων,

43.pro.5 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον.  

43.1.1 Τὸ μυστήριον τῆς σῆς οἰκονομίας, ὦ σωτὴρ ἡμῶνἄφραστόν ἐστιν, ἀκατάληπτον,ὡς μεμένηκας ὁμοούσιος τῷ Πατρὶ καὶ ἡμῖν· ἀλλὰ να σαφῶς  ἕνα ἐξ ἀμφοῖν ἀσυγχύτως νοήσωμεν,

43.1.5 [ἔμει]νας ὃ ἦς, γέγονας οὐχ ὑπῆρχεςἐκ παρθένου ἀφθόρου σαρκωθεὶς δι᾿ ἡμς ς ἡμεῖς μαρτίας ἐκτός· καὶ Θεὸς ν ἀληθείκα[ὶ ἄ]νθρωπος οὐ φαντασίᾳ ες ὁ αὐτὸς κατ[εδέ]ξω τὸ πάθος οἰκονομίᾳ,ἵνα τῶν παθῶν δώσς [τοῖς βροτοῖς] ἐλευθερίαν,

43.1.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.2.1

[Ὁ] ποιήσας τὰ πάντα προστάγματι, ἐπὶ γῆς φθης   γενέτου μένων ἀμέριστος·οὐκ ἀρχὴν γὰρ θεότητος κέκτησαι [οτε] χρόντινὶ ἐποιήθης αὐτόςἀλλὰ σύν Πατρὶ διαμένεις [προ]άναρχος· 43.2.5 οὐ γὰρ κτίσμα εἶ, ἀλλὰ ὑπάρχεις γέννημα, [συνα]ΐδιος Λόγος ἀεὶ τῷ γεννήσαντί σε ὁμοούσιος.

θεν ἐν μίοὐσίᾳ ἅμα Πατρὶ καὶ τῷ Πνεύματι   ὑπὸ πιστῶν καταγγέλλῃ [ὡς] ἀμερὴς ἐν τριάδι,εἰ καὶ τὸ κατὰ σάρκα σταυρωθῆναι κατεδέξω

43.2.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.3.1

[Ὑ]ϊὸς τἀνάρχθεότητι τοῦ Πατρὸς πέλων   γέγονας θέλων καὶ ἄνθρωπος·τὴν μὲν θείαν οὐσίαν οὐκ ἔτρεψας ἐκ μητρὸς προσλαβν τὴν τοῦ δούλου μορφήνες μονογενὴς ὑπὸ πάντων δηλούμενος·

43.3.5 ἄκτιστος μὲν γὰρς ἀκατάληπτος Λόγοςἀλλὰ [κτ]ίσμα σαρκὶ θεαθεὶς διὰ γένος βροτῶν ττοῦ δούλου μορφῇ· ἄνω ἀόρατος, γέγονας κάτω ὁρώμενος πσι· σωματικῶς δὲ τὸ πάθος ὑπὲρ ἡμῶν κατεδέξω [⏑⏑- ⏑⏑-⏑ ⏑⏑-⏑ ⏑⏑-⏑]

43.3.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.4.1 [Τὸν] αὐτὸν ον Χριστὸν ἐπιστάμεθα ὑϊὸν να, ἅμα Θεόν τε καὶ ἄνθρωπον,τἀνάρχμὲν φύσει ἀθάνατον, ὑπομείναντα δὲ θάνατον τσαρκί·   πν γὰρ ὑλικὸν τὰ βροτῶν ὑποδέχεται,

43.4.5

καὶ δεῖ εἰπεῖνβρεις καὶ ταλαιπωρίαςἐμπαιγμούς τε λοιπὸν καὶ πληγάς· ἀπαθὲς δὲ ὑπάρχει τὸ ἄκτιστον. Οτως πιστεύων, [ὦ] ἄνθρωπε, οὐδέποτε μαρτήσειςσωματικῶς σταυρωθέντα τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον·οτε γὰρ διαιρεῖταιἡ τῶν φύσεων ἑνότης †,

43.4.10 ὁ λύσας [τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.5.1 Ἀγνοήσας σε κτίστην τῶν λων τὸ κτιστὸν λαβόνταδόλον ούδας ἐξειργάσατο  καὶ φιλάργυρον τρόπον κτησάμενος τοῖς ἀνόμοις πωλεῖ τὸν καλὸν θησαυρόνθείαν δὲ βουλὴν ἀποκρύπτειν οὐκ ἴσχυσε·

43.5.5 σῶμα γὰρ τὸ σὸν μεταλαμβάνων εἰς βρῶσιν   τῷ θανάτεὐθύς προδιδοῖ, ἀλλ᾿ οὐκ ἔλαθέ σε τὸν γνώστην τῶν κρυπτῶν, καὶ ἐλεγχθεὶς οὐκ δέσθη γνώμην ς πλάνος προφέρωνμλλον δὲ έπων πρὸς φόνον τούς ἀπειθεῖς προσκαλεῖται·  ὅθεν φίλτρδολίως ἐξεδόθης πρὸς τὸ πάθος,

43.5.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.6.1 Παρανόμων ἀπάνθρωπα πλήθη ἀσεβῶς τελοῦντα   ἄδικον τόλμαν ἐνεδείξαντο,καὶ απίζοντες πρόσωπον ἄχραντον ὑστεροῦνται εὐθύς τῆς ἀρχαίας τιμῆς, [λόγους] προφητῶν οὐδαμῶς ἐπιστά #956;ενοι.

43.6.5

τῆς δυσμενοῦς, ὢ ἀσυνέτου πωρώσεως· ὡς φησὶν σαΐας ποτὲ διελέγχ[ων αὐ]τῶν τὸ ἀσύγγνωστον, ἀποφθεγγόμενος· "Ἥξει ἐπὶ σφαγὴν [τὸ] ἀρνίον, ὃς οὐκ ἀνοίγει τὸ στόμα ἐν ταὐτοῦ ταπεινώσει [ὅ]πως ἄρας τὴν κρίσιν χορηγήσεὐσπλαγχνίαν»,

43.6.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.7.1

Ἐπὶ τούτοις δὲ μλλον οἱ ἄνομοι ἰοβόλγνώμῃ ἄδικα [πράτ]τειν ἐβουλεύσαντο·διεσχίσθησαν καὶ οὐ κατενύγησαν [οἱ πολ]λάκις πολλὰ εὑρηκότες καλάπρότερον τρυφὴν ἐν [ἐρ]ήμκτησάμενοι· 43.7.5 νόμον δὲ τιμν διὰ τῶν ἔργων δοκοῦντεςτὸν τοῦ νόμου αὐτῶν πληρωτὴν σταυρωθῆναι σαρκὶ παρ[αδέ]δωκαν, τὸν διαλάμψαντα χάριν βλάσφημον λέγειν [τολ]μῶντεςτὸν τούς νεκρούς ἀνιστῶντα ἔνοχον εναι θανά[του],ὅτι πάθος μανίας διελέγχει μακροθύμως

43.7.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.8.1

ησοῦ τοῦ Ναυῆ πολεμοῦντος ἐναντίων πόλεις, ὦ Ἰουδαῖ[ε, συ]νεβάδιζες,θεωρῶν ἐκχεόμενα αματα καὶ δυνά[στων] πολλῶν πρὸς τὸ ἔδαφος   τείχη ὀχυρὰ καταπτώσει τυγ[χά]νοντα·

43.8.5

λθεν ησοῦς, τὸ τῆς παρθένου βλάστημαἐν σαρ[κὶ] τοῖς ἀνθρώποις φανεὶς καὶ ζωὴν τοῖς θανοῦσι δωρούμενος· καὶ νῦν τὸν σὸν εὐεργέτηνλως ἀχάριστος πέλων   κ[αθυ]ποβάλλεις Πιλάτῳ, ἀξιῶν τοῦ σταυρωθῆναι·ἀλλὰ θέλων σταυρ[οῦται] ἵνα σώστούς φθαρέντας

43.8.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.9.1 Νόμον θεῖον φυλάττειν ἐνόμιζε παρανόμων πλῆθος  [καὶ κα]τακρίνει τὸν νόμου ποιητήν·τῷ Πιλάτγὰρ ἔκραζεν· "[Σταύ]ρωσον τὸν ἀεὶ βεβηλοῦντα τὸ σάββατον   καὶ τοῦ Μωϋσῆ [τὰς] φωνὰς παρατρέψαντα."

43.9.5

τῆς ἀναιδοῦς καὶ ἀπανθρώπου πράξεως·   οὐκ αἰδοῦνται ἐκδοῦναι σταυρῷν προφῆται σαφῶς [προηγό]ρευσαν· ἀλλ᾿ς μακρόθυμος φέρων τὰς τῶν ἀπί[στων ἐν]νοίας   σωματικῶς θανατοῦται, ἵνα τὸν κόσμον [λυτρώς]ῃ,ἄφεσιν ὑπογράφων τῷ πεσόντι πρωτοπλάστ

43.9.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.10.1

[Ὅτε δὲ] κατὰ σάρκα ἐσταύρωσαν προσηλώσαντες ξύλῳ τὸν [πόλο]ν καὶ γαῖαν πλαστουργήσαντα,θεωρῶν ἐσκοτίζετο [ἥλιος], οὐρανὸς δὲ καλύπτει τὰ ὄμματα, ὅμοιος νυκτὶ ὁ αἰ[θὴρ] ἀπεδείκνυτο·

43.10.5 φόβου ἐκτομὴ πέτρας εὐθέως διέρρη[ξε]· καταπέτασμα δὲ μυστικὸν διεσχίσθη εἰς μέσον ἔνδον τοῦ [ναοῦκαὶ τῶν ἀπίστων ὁ δῆμος βλέπων οὐδὲν κατενύγη, [ἀλλὰ] προσέφερον λόγους ἀσυνέτους βοῶντες·"Εἰ υἱὸς Θεοῦ πέλει, [ἑαυτ]ὸν ἐλευθερώσει

43.10.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον].»  

43.11.1

[Ὑψω]θέντα ὁρῶν τὸν φιλάνθρωπον ὁ κακοῦργος τότε  ὃς προσηλώθη [εὐώ]νυμος αὐτῷ  καὶ αὐτὸς τοῖς κακούργοις συνέπραττε, [βλας]φημῶν εἰς Χριστὸν καὶ λέγων τὰ αὐτῶν· ὅμως παρευθύς [διελέγ]χοντα ἔβλεπε

43.11.5 τὸν ἐκ δεξιῶν οτως φθεγγόμενον τότε· "[Βλασφημεῖς] καὶ τολμς ἀτεθεῖν σταυρωθέντα κριτήν, ὦ κατάκριτε; Σύ μὲν δικαίως κολάζει, ὥσπερ κἀγώ, ἐκ τῶν ἔργωναὐτὸς δὲ πάσχει [θελή]σεινα τὰ πάθη συντρίψκαὶ κουφίστοῦ ἄλγους τὸν [πληγ]έντα παραβάσει

43.11.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον]."

43.12.1

[Ῥιζω]θεὶς πρὸς τελείαν διόρθωσιν, ὁ ποτὲ κακοῦργος  ῥῆμα συμ[φέ]ρον ἐφθέγξατο·τὸν βουλήσει τὸ πάθος ἑλόμενον ἐπιγνούς [ἀπα]θῆ τθεότητιἔφη πρὸς αὐτόν· "Ἱκετεύω μὴ ἐάσς με·

43.12.5

τε [γηγ]ενῶν δημοσιεύσεις τὰς πράξειςμὴ μνησθς τῶν ἐμῶν [πον]ηρῶνν ἐτέλουν ἐγἐν τῷ βίτὸ πρίν, ἀλλὰ ς νῦν συν[αλ]γεῖς μοι, ὄφθητι τότε συμπάσχων   καὶ ἐν τσβασιλείμνήσθητί μου ς οἰκτίρμων  διὰ τοῦτο γὰρ θνσκεις, ἁμαρτήσαντας οἰκτεῖραι,

43.12.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον]."

43.13.1

[Ὢ δει]νῆς διαβόλου πωρώσεως, ὢ ἀπίστων γνώμης· οἱ τὰ [ἐνα]ντία φρονοῦντες τῶν γραφῶν  τὴν ἀλήθειαν γὰρ ἀποκρύπτουσι διαφόρους ὁδούς ἐφευρίσκοντες· ἕνα ὑϊὸν τὸν Χριστὸν μὴ γινώσκοντες

43.13.5 θέλουσί τινες τὴν θείαν οὐσίαν μερίζειν  [καὶ] βροτὸν ὀνομάζειν ψιλὸν τὸν ὀφθέντα ἐν κόσμῳ [σαρ]κὶ δι᾿ ἡμς· ἀλλὰ Θεὸς ἐπεγνώς[θη] φ[ύσει] ἀθάνατος μένωνεἰ καὶ βροτὸς ἐθεάθη δούλου μο[ρφὴν] ἐπιφέρων·θέλων γὰρ ἐσταυρώθηνα τὴν φθορὰν νε[κρώσῃ]

43.13.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].  

43.14.1 Μέγα πέλει ἐν κόσμμυστήριον τὸ τῆς σῆς παρουσίας, ὃ βλασφημοῦσιν Ἀρείου μαθηταί,ὅτι σὲ τὸν Πατρὶ ὁμ[οούσι]ον ποιητὸν καὶ κτιστὸν καταγγέλλουσιλόγους γραφ[ικούς] κακεμφάτως τιθέμενοι.

43.14.5 Λάβε κατὰ νοῦν  – ὢ δυς[με]νοῦς πωρώσεως – , εἴπερ κτίσμα τὸν κτίστην καλεῖς [καὶ] Θεὸν ληρωδεῖς πλασθέντα ἐκ Θεοῦ, θεοποιεῖς καὶ ἀγγέλους [τούς] ἐξ ἀΰλου οὐσίας· ἀλλὰ καὶ χρόνος ὑπάρχειτε οὐκ ἦ[σαν] ἐκεῖνοι·μόνος ἄχρονος πέλει τοῦ γεννήτορος ὁ λόγος

43.14.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.15.1 Ἀναπτύξας Χριστοῦ τὴν ἀνάστασιν, ἐξ αὐτῆς γνῶθι   πῶς τΜαρίἐφάνη ἐγερθεὶς  καὶ φησί· "Μή μου πτου, ὦ γύναιον, μὴ ἐγγίσς σαρκὶ τπαθούσσταυρόν· οπω γὰρ αὐτὴν ἐν [ὑψί]στοις ἀνήγαγον·

43.15.5 σπεῦσον ον ταχύ τοῖς μαθηταῖς μου [κηρῦ]ξαι  ὅτι δη πορεύομαι νῦν πρὸς πατέρα ἐμὸν καὶ πατέρα ὑμ[ῶν], πατέρ[α ὑ]μῶν κατὰ χάριν, πατέρ[α ἐ]μὸν κατὰ φύσιν· οτε γὰρ [χρό]νος ὑπάρχειτε ἐγοὐχ ὑπῆρχον,ἀλλὰ σύν τῷ πατρί μου [καὶ] τῷ πνεύματι τιμῶμαι  

43.15.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον]."

43.16.1 Νευρωθέντες τοῦ Παύλου τοῖς ήμασιν οἱ πικρῶς νοοῦντες   καὶ κακοτρόπως ἑρμηνεύοντες  ἐπουράνιον σάρκα σημαίνουσι προσλαβόντα Χριστὸν καὶ οὐχὶ ἐκ μητρός· "Οος γάρ, φησίν, ἔστιν ὁ ἐπουράνιος,

43.16.5 τοιοῦτοί εἰσιν οἱ ἐπουράνιοι πάντες.» Ἀλλὰ γνῶθι, κακῶν ἐραστά, τούς δικαίους ὁποῖοι γεγόνασιν· ὁ Ἀβραὰμ ὁ προπάτωρ, αἱρετικέ, τί δοκεῖ σοι   ὁ γεννηθεὶς ἐκ τοῦ Θάρρα κα[ὶ ο]ὐκ ἐλθν ἐκ τῶν ὑψίστων;Λέγει δὲ οὐρανίους ος ἡγίασεν ὁ πλάστης

43.16.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.17.1

τε ἔλαμψας κόσμτὴν ἔγερσιν ἀναστὰς σδυνάμειὁ πάντας ζωώσας τθεότητι,ὁ ἀρχέκακος ὄφις δύρετο τῷ Θανάτβοῶν· "Νῦν ἡττήθημεν· ἕνα γὰρ [λαβόντες] τῶν πολλῶν ἐστερήθημεν·

43.17.5 ἄνθρωπον ψιλὸν εναι αὐτὸν [ὑπενόουν], καὶ οὐκ δειν ὁ τάλας ἐγὼ ὅτι κρύπτει τὴν φύ[σιν] τὴν ἄναρχον  

να ἐμὲ πολεμήσῃ ἃ ἐξ ἐμοῦ ὑπομέ[νει]. [Τί] μοι καὶ ὄξος σκευάσαι μετὰ χολῆς μεμιγμένον  καὶ [Πιλᾶ]τον κινῆσαινα θάνἐπὶ ξύλου

43.17.10 ὁ λύσας τοῦ Βελίαρ τὰ [βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον];

43.18.1

– [Ὑπὸ] σοῦ ταῦτα πάντα ὑφίσταμαι, ὅτι σύ ἡ αἰτία   ταύτης [τῆς] ἥττης ἡμῖν γέγονας»,πρὸς τὸν δόλιον ὄφιν ὁ Θάνατος· "[διὰ σοῦ] βασιλείας ἐστέρημαι· επον ἐξ ἀρχῆς· ‘Μὴ ἐνέγκς [μοι τὸν] Χριστόν·

43.18.5 ἔγνων γὰρ σαφῶς τὴν ἐν αὐτῷ οσαν δύναμιν  [διὰ] τῆς αείρου παιδὸςἐκ μόνης φωνῆς ρπασεν ἀπ᾿ ἐ[μοῦ], ἀλλὰ καὶ Λάζαρον πάλινλκυσεν ἐκ τῶν δεσμῶν μου· [εἰ ον δι᾿] ἔργων τοιαῦτα ἔδρασέ μοι τῷ μελέῳ,πόσδιὰ τὴν σάρκαν ἀνέλαβεν ἀτρέπτως

43.18.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον];’

43.19.1

– [Ἀλλ᾿] ἐμοὶ τὸ δεινότερον ἔδρασεν ὁ Μαρίας γόνος», ἔφη τῷ [Ἅι]δὁ ἀλλότριος,"ὅτι σους ἐγἐταπείνωσα καὶ ἐν νόσοις [πικρ]αῖς παραδέδωκατούτους ὑγιεῖς τῷ προστάγματι [ἔδει]ξε·

43.19.5 πῆρον ἐκ μητρὸς βλέπων ἐγκατεγέλωνκαὶ ἐλθν [ἵν]α ἴδαὐτὸν ἀνατέλλει εὐθύς τφωνφωτισμόν·   ἀλλὰ ὑπέλαβον τι, ἐὰν αὐτὸν θανατώσωἐκ τοῦ λοιποῦ καταδήσω [οὓ]ς ἐμαστίγωσα πρώην,καὶ οὐκ δειν ὁ τάλαςτι παύει μου τὸ κράτος

43.19.10 ὁ λύ[σας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.20.1

– [Ἰο]βούλευτε ὄφι, τί ἔδρασας, ὦ τρικέφαλε δράκον; Ἤκουσα γάρ σου καὶ ἡττήθην ἐγώ»,πρὸς τὸν πλάνον ὁ ιδης ἀντέλεγε· "θρηνδοῦμεν πικρῶς οἱ ἀμφότεροι, ὅτι κατελθν τῆς γαστρός μου καθήψατο·

43.20.5

θεν ἐξεμέσω οσπερ κατέπιον πρώην· ἀλλὰ θρήνησον νῦν σύν ἐμοί· τῆς γὰρ δόξης κοινῶς ἐστερήθημεν· ὁ γὰρ Ἀδὰμ ἐλυτρώθη ἐκ τῶν προτέρων δεσμῶν μουὁ δὲ προφήτης κραυγάζει· ‘Ποῦ σου, Ἅιδη, τὸ νῖκος;’Γήθεται καὶ ἡ Εατι ἔσωσεν ἐκείνην

43.20.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.21.1 [Ν]εκρωθεὶς ὁ Χριστός, ὡς ὑπέλαβον, τοῖς νεκροῖς συνήφθη· ὅμως οὐκ ἔγνων τὰ συμβαίνοντά μοι·ἀλλὰ νῦν εἰς αἰσχύνην καθέστηκα καὶ βροτοῖς ἀπεδείχθην εἰς γέλωτα.   Τί ον φελῶ ἐγκαλῶν σοι, ὁμόψυχε;

43.21.5

λως ἡττηθεὶς τί καὶ τα[ράττομαι] μάτηνἈλλὰ ἄφες εἰδέναι ἡμςτι κράτου[ς ἐκτὸς ἐ]γενόμεθα· τὸ γὰρ τῆς γνώσεως πρέμνον θάν[ατον ἔφε]ρε κόσμῳ, τὸ δὲ τῆς θνήσεως ξύλον πσιν ἀνάς[τασις] ὤφθη·τὰ ἐμὰ ταμιεῖα ἀπορεῖν παρασκευάζει

43.21.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον]."

43.22.1

μὲν Θάνατος ταῦτα ἐφθέγξατο, διελέγχων τὸν π[λά]νον  ὅσα ἐν βίἀπετέλεσεν·ἀμφοτέροις μὲν ττα[ν εἰρ]γάσατο ὁ παγεὶς ἐπὶ γῆς πολύτιμος σταυρός· ξύλον τῆς ζ[ωῆς] τοῖς ἀνθρώποις δεδήλωται,

43.22.5

που ὁ καρπὸς τῶν ἀγαθῶν [προ]σηλώθη  ἵνα θνσκων ἀνθήσβροτοῖς ἐκ τῶν κάτ[ω λει]μώνων ἀνάστασιν ὁ ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἐκ Δαυὶδ κατὰ σάρκαὁ σύν Πατρὶ διαμένων καὶ ἐκ Μαρίας βλαστήσα[ς]πάντων εἰς σωτηρίαν καὶ ἀπόγνωσιν ἀπίστων,

43.22.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].  

43.23.1 Στεναγμοῖς ἐθρηνδει ὁ δόλιος καὶ πολέμιος δράκων  [ἅ]περ ὑπέστη ἐξ ἀρχῆς δι᾿ Ἀδάμ,"Ὅτε ἔπλασε, λέγων, τὸν [ἄνθρωπον] ἀπὸ γῆς ὁ Θεὸς καὶ προσέταξεν  ἅπασιν ἡμῖνς προγ[νώ]στης καὶ κύριος,

43.23.5 ’Δεῦτε, ἐκβοῶν, πσαι ὁμοῦ αἱ δυνάμειςπροσκυνήσατε πάντες νυνὶ τὴν εἰκόνα μου νπερ ἐποίησα’, καὶ δὴ ἀπέδρασα τότες μὴ βουλόμενος τοῦτον   ἐγκτίσμα γεγονότα, μὴ θέλων τοῦ προσκυνῆσαι,καὶ οὐκ [ᾔ]δειν ὁ τλήμωντι σζει τὸν φθαρέντα

43.23.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον]."

43.24.1

[Ἐπιμένων ὁ ιδης τοῖς ήμασιν ἀνεβόησε φόβῳ· "Θάνατε, δεῦρο θεασώμεθα  πῶς τὸ φῶς τοῖς ἐν σκότει ἐξέλαμψε καὶ ἐφώτισε νῦν τὰ κάτω ἡμῶν   καὶ τούς ἐξ Ἀδὰμ ἐκ τῶν τάφων ἀνέστησε·

43.24.5 δεῦρο σύν ἐμοὶ καὶ φυλακίσωμεν τοῦτον   τὸν ἐλθόντα ὀλέσαι ἡμς καὶ σύν τούτκριθῆναι σπουδάσωμενΤαῦτα φθεγγόμενος τότε τρέχει ὁ ἄδικος ιδης   καὶ ἐπελάβετο τούτου ἐκ τῆς σαρκὸς τῆς παθούσης·ἄνθρωπον γὰρ ἐδόκει, ἀλλ᾿ ἔστι Θεὸς καὶ Λόγος

43.24.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.25.1

ησοῦς ὁ Χριστὸς ς ἐξ πνου ἐξανίσταται τότεἐδέσμει δὲ τούτου τὰς παλάμας σφοδρῶς  τοῖς ἐν ιδου κραυγάζων· "Ἀνάστητε [καὶ ⏑-]τες τῷ ιδἐμπαίζετε   λέγοντες αὐτῷ· ‘Ποῦ[ σου, Ἅιδη, τὸ ν]ίκημα;’

43.25.5 Τοῦτον γὰρ ἐγΤαρτάρσειραῖς πα[ραδώσω], ὡς ὑπεύθυνον δὲ τὸν Ἀδὰμ τοῖς ὀφλήμασι πά[ντως π]αρέδωκα· καὶ τὸν αὐχένα πατοῦντες, ‘Νῦν κατεπό[θη, βοᾶ]τεσύν τῷ Θανάτιδης καὶ κατεβλήθη τοῦ κράτ[ους]’·[δ]ι᾿ ὑμς γὰρ ἐφάνην ἐπὶ γῆς ἐνανθρωπήσας

43.25.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].  

43.26.1 Σ[⏑ ⏑]ητε ον πάντες τοῖς σμασι καὶ ψαλμοῖς ἐκβοτε· ’[Κεῖσαι] ιδης ἀδύνατος,καὶ σύ, Θάνατε, ἅμα πεπάτησαι [νῦν ἀνω]φελῆ ἔχων τὴν δύναμιν·πς γὰρ γηγενῶν ἀποφεύγων [δουλώ]σει σε.’"

43.26.5

ιδης δὲ λοιπὸν ἀνταπεκρίθη βοήσας,ὥσπερ ἄναξ [προ]στάττων εὐθύς τοῖς αὐτοῦ ὑπηρέταις, λέγων πρὸς αὐτούς· "[Νῦν] καθορῶντές με ἄρτι πάσχοντα ἄδικον τόλμαν  συνδρά[με]τε ς δυνάσται, κλείσατε τὰς χαλκς πύλας· βούλεται γὰρ [κρι]θῆναι μετ᾿ ἐμοῦ ὁ ἐκ Μαρίας

43.26.10ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ [Ἅιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον]."

43.27.1 [Ταῦ]τα λέξας ὁ ιδης ὁ δείλαιος ἀπεκρίθη εὐθέως   πρὸς τὸν Σωτῆρα [καὶ βο]ᾷ πρὸς αὐτόν·"Πάντων νῦν τῶν ἀνθρώπων ἐδέσποζον καὶ τοῦ [γέν]ους Ἀδὰμ ἐκυρίευον·λέγε ον ἐμοὶ τίς ὑπάρχεις, ὦ ἄνθρωπε,

43.27.5 πῶς [δὲ] σύ νυνὶ ἐνταῦθα ἐλήλυθας ἄρτι·δῆλόν ἐστιν ς ἄνθρωπος εἶ· καὶ γὰρ σῶμα ἀνθρώπινον βλέπω ἐν σοί· καὶ γὰρ ἐμοὶ κτῆμά ἐστι πς [ὢν ἐ]κ γένους ἀνθρώπων·  τί ον βιάζμε ἄρτι ἐληλυθς ὑπὲρ πάντων;Ἀλλ᾿ ἀνάστασις πέλεις καὶ ζωὴ τῶν τεθνηκότων

43.27.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον]."

43.28.1

[Ὅ]τε ταῦτα Χριστοῦ ἐπυνθάνετο, παραυτὰ ἐκβοήσας   ἔφη τῷ ιδῃ [] Κύριος·"Συνδικάζομαι σοὶ καὶ συγκρίνομαι· οὐ γὰρ θέλω ἐγτυραννῆσαί ποτε· σύ γὰρ ἀναιδὴς εκαὶ κρίματος ἄξιος,

43.28.5 ἀλλ᾿σπερ []ρς, ἄνθρωπος γέγονα ἄρτι· ἀναμάρτητος Λόγος εἰμί, παντοδύναμος κτίστης τῶν λων Θεός· κν ὁρατός σοι ὁρῶμαι, οὐ κρίνομαι ς δεσπότηςἀλλ᾿ς Ἀδὰμ ὁ γεώδης λέγω νῦν δίκην μετὰ σοῦ  καὶ νικήσας ἐκβάλω σὲ τῆς πρώτης τυραννίδος

43.28.10 ὁ λύσας [τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

43.29.1 – Παῦσαι, ἄδικε, ἄνομε, δόλιε, τῶν δολίων ημάτων», ἔφη τῷ ιδὁ ἀλλότριος·"μὴ τυράννει λοιπόν, ὦ ταλαίπωρε· τὴν γὰρ γνώμην τὴν τούτου μεμάθηκας, ὥσπερ ἐξ ἀρχῆς τὰ δεινὰ ἡμῖν ἔδρασε·

43.29.5 τί ον τὸ λοιπὸν σπεύδεις αὐτὸν λοιδο[ρῆσαι]; Οὐ γὰρ δύνασαι φέρειν αὐτοῦ τὰς ἐννοίας ς πσι[ν ἐ]πέδειξεν.  

γὰρ σταυρὸς τοῦ Σωτῆρος ὄλεθρος ἡμῖν ἐφάνη, [καὶ ἡ ἐν] τούτφυτεία ἐνερριζώθη τκτίσει·στέλεχος ἐγκεν[τρίσας] δι᾿ αὐτοῦ τούς πάντας σζει

43.29.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].

ρα περ καὶ πρώην ὑπέδειξε τῷ Μωσεῖ ὁ δεσπότης  [ξύλον] ἐκεῖνονθησε καθ᾿ ἡμῶν·ἐὰν τοῦτο ἐγνώσθη τ[οῖς ἅ]πασιν, ἡ βουλὴ ἡμῶν νῦν κατεβλήθη σαφῶς· π[άντες] γὰρ αὐτῷ προσδραμόντες εὐφραίνονται.

43.30.5 Εἴθε ον [ἐγὼ] μὴ ὑπ᾿ αὐτοῦ ἐζωγρήθηνμὴ τοῖς λόγοις μου τοῖς μι[αροῖς] τὸν ούδαν προδοῦναι νάγκασα καὶ τὸν Πιλτο[ν δικά]σαι καὶ τῷ σταυρῷ παραδοῦναι   καὶ τὸ λοιπὸν τυρανν[ῆσαι] κατὰ Χριστοῦ βασιλέως·πάντων γὰρ ἐστερήθην, καὶ τὸ κράτ[ος μου καθεῖλεν]

43.30.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ Θανάτου τὸ κέντρον].  

43.31.1 Θέλω γνῶναί σε, Ἅιδη ὁμόψυχε, ὅτι πάντα ὑπέστη   σῶς[αι] θελήσας τὸ γένος τῶν βροτῶν·δι᾿ ἀνθρώπους ράθη ς [ἄνθρωπος] καὶ ἀνέλαβε σάρκα βουλόμενος, ἵνα τὸν Ἀδὰμ ς[ύν] τΕὔᾳ ζωώσῃ ὡς Θεός."

43.31.5 Ταῦτα θρηνδῶν ἔφη Βελίαρ τῷ ιδῃ· "Εἰ μὴ ἔσπευσα κτεῖναι Χριστόν, οὐκ ν οτως ἡ[μς] ἐνίκησέ ποτε· ἀλλ᾿ ἐσπουδάσαμεν τοῦτονσπερ [θνη]τὸν κατασχεῖν   καὶ ἀντιβῆναι ταῖς πύλαις καὶ τοῖς μοχλοῖς ἀσφαλίσαι,καὶ ἡμῶν τὰς ἐννοίας νῦν κατέδησεν ἐκεῖνος

43.31.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   καὶ [Θανάτου τὸ κέντρον].

43.32.1

ὑπέστημεν ἄρτι ς ἄπειροι ἐννοήσωμεν τοῦτοπῶς τῷ μνημείἐπέστησάν τινες  πυραυγεῖς μὲν τὄψει ὁρώμεν[οι] καὶ στολὴν τὴν λευκὴν περιβέβληντοκαὶ ς ἀστραπὴν ἐκ χειλέων ἐξέπεμπον,

43.32.5 καὶ τὸν φοβερὸν λίθον ἐκύλισαν τότε   καὶ τούς φύλακας πάντας ὁμοῦς νεκρούς ἐπὶ τάφον ἀνέδειξαν καὶ δὴ γυναῖκες ἐλθοῦσαι εδον αὐτούς νεκρωθέντας   καὶ ἐν τῷ λίθτούς δύο φυλάττοντας τὸ μνημεῖον  λέγοντας αὐταῖς ταῦτατι ‘ἠγέρθη ἐκ τοῦ τάφου

43.32.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον]’»  

43.33.1 [Σφρα]γισθέντες τῷ ξύλσου, δέσποτα, μεγαλύνομεν [-⏑] τὴν σὴν δι᾿ ἀνθρώπους ἐνανθρώπησιν,ἀθανῆ καὶ θνη[τόν σε] γινώσκοντεςς Θεὸν καὶ βροτόν, ἕνα ὑϊόν· εἰ γὰρ [καὶ] παθεῖν σαρκικῶς κονόμησας,

43.33.5

μως ἀμερὴς μέ[νει]ς ἀεὶ ἐν τριάδι· ἀλλ᾿ ἐν πίστει τοιαύτῃ, Σωτήρ, τὴν σὴν ἐκ[κλ]ησίαν κραταίωσον, τὸν δὲ λαόν σου στηρίξας σῶσον [ὡς] μόνος οἰκτίρμων, ἵνα τσἀναστάσει πάντες ἡμεῖς προσκυνοῦμεν·σύ γὰρ πσι παρέχεις φωτισμόν, ζωὴν καὶ γνῶσιν,

43.33.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ ιδου τὸ νῖκος   [καὶ Θανάτου τὸ κέντρον].]  

44 (XXVI). Воскресение Христово (кондак 5 (III)).

44.t.1

τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε:[ᾠ δὴ ωμανοῦ]

Προοίμιον

44.pro.1 "Τῷ πάθει σου, σωτὴρ ἡμῶν, παθῶν λευθερώθημεν»,Ἀδὰμ ἀνεβόα σοι· καὶ ιδης ἐξεπλήττετο  διὰ τῆς ἀναστάσεως.

44.1.1

σπερ οὐρανοῦ ὑετὸν ἡ γῆ ἀπεκδέχεταιοτως ἐν τῷ ιδἈδὰμ κρατούμενος ἔμενέν σε  τὸν τοῦ κόσμου σωτῆρα καὶ ζωῆς τὸν δοτῆρα   καὶ ἔλεγε τῷ ιδῃ· "Τί μέγα φρονεῖς;

44.1.5 Μεῖνόν με, μεῖνον μικρόν, ἵν᾿ ὄψει μετὰ μικρὸν   τὸ κράτος σου λυθέντα καὶ ἐμὲ ἀνυψωθέντα.   Νῦν με κατέχεις καὶ γένος μου δέσμιονμετ᾿ ὀλίγον δὲ ὄψει ἀπὸ σοῦ ἐκλυτρωθέντα·δι᾿ ἐμὲ γὰρ ξει ὁ Χριστός, καὶ σύ φρίξεις

44.1.10 καὶ τὴν τυραννίδα σου καταλύσει διὰ τῆς ἀναστάσεως. – Δύναμιν τοιαύτην οὐδεὶς οὐδέπω ηὐπόρησε· πάντων γὰρ εἰμὶ βασιλεύς», ιδης επε τῷ Ἀδάμ."Τίς ον τερος ξει καὶ ἐμὲ ὑπερέξει   καὶ διαδέξηταί μου βασίλειον;

44.2.5 Ἀβραὰμ καὶ σαὰκ κα[Ἰ]ακβ καὶ ωσὴφ   καὶ πάντας τούς προφήτας ἐν τῷ κράτει μου κατέχω· σοῦ δὲ κατάρχως πάντων πρωτεύοντος· πῶς ον ἔρχεσθαι ἔφης τὸν ἐμὲ καταπατοῦντα;Ἆρα τούτων πάντων ἀνώτερός ἐστιν

44.2.10 ἵνα ἐκλυτρώσσε, ὥσπερ ἔφης, διὰ τῆς ἀναστάσεως;"

44.3.1

κουσε τοῦ ιδου Ἀδὰμ τοιαῦτα κομπάζοντος   καὶ εὐθύς φησι πρὸς αὐτὸν ὁ πρωτοπλάστης τῶν βροτῶν·"Ἄκουσόν μου ημάτων καὶ μὴ μάτην ἐπαίρου· ἐμὲ γὰρ ν κατέχεις οὐ δύνκρατεῖν·

44.3.5 παραδείσου τῆς τρυφῆς διὰ σὲ τὸν δολερὸν   ἀπόβλητος ἐδείχθην [καὶ] πρὸς σὲ νῦν κατεπέμφθην·   φύλαξ μου πέλεις, οὐ δύνὀλέσαι με· βασιλέα γὰρ ἔχως ἐκλύσει σου τὸ κράτος·[βοηθῷ ἀνθρώπων] αὐτῷ ἐστρατεύθην

44.3.10 ἵνα ἀναγάγμε ἐν ὑψίστοις διὰ τῆς ἀναστάσεως.

44.4.1

– [Ῥῆξ]αι τὸ χειρόγραφόν σου, οὐδείς σου προΐσταται· ὃν γὰρ σύ καλεῖς βοηθόν, καὶ τούτου ἐγβασιλεύς·λήψομαι γὰρ καὶ τοῦτονς καὶ πάντας ἀνθρώπους· οὐκ ἔστι γάρ μου μείζων οὐδεὶς οὐδαμοῦ.

44.4.5 Μὴ πλανῶ λοιπόν, Ἀδάμ· τί εἰς μάτην κοπιςἘγώ σε ἐντυμβεύω καὶ τοῦ γένους σου κατάρχω·

ν σύ νομίζεις ἔχειν ἀντιλήπτορα   νῦν σταυρούμενον ὄψει κα[ὶ ὑ]π᾿ ἐμοῦ καταποθέντα.Πῶς ον ἔφης τι ἀπ᾿ ἐμοῦ σε λυτροῦται;

44.4.10 Νῦν κρατεῖν τὸ γένος σου προσετάχθην διὰ τῆς ἀναστάσεως.  

– Ὥστε καὶ πληγὰς δι᾿ ἐμὲ οὐκ ν παραιτήσηταιδεύτερος Ἀδὰμ δι᾿ ἐμὲ γενήσεταί μου ὁ Σωτήρ·τὴν ἐμὴν τιμωρίαν δι᾿ ἐμὲ ὑπενέγκῃ τὴν σάρκα μου φορέσας, καθάπερ κἀγώ·

44.5.5

ν Χερουβὶμ οὐχ ὁρᾷ, τούτου νύξουσι πλευρὰν   καὶ δωρ ἀναβλύσει καὶ τὸν καύσωνά μου σβέσει·

ν σύ νομίζεις κατέχειν ς ἄνθρωπον, ὡς βροτὸν καταπίς, ὡς Θεὸν δὲ ἐξεμέσεις  μετὰ τρεῖς ἡμέρας· οὐ γὰρ δύνφέρειν

44.5.10 ἅσπερ εἰσαγάγσοι τιμωρίας διὰ τῆς ἀναστάσεως."

44.6.1 Μάθωμεν λοιπόν, ἀδελφοί, τί πράττει ὁ Κύριος· ὄξος γὰρ αὐτὸς καὶ χολὴν γευσάμενος ἐν τῷ σταυρῷ  ἔφη· "Τέλος ὑπάρχει τῶν ἐμῶν παθημάτων», καὶ κλίνας τὸν αὐχένα ἔδωκε ψυχήν.

44.6.5

λιος καὶ σελήνη καὶ ἀστέρες οὐρανοῦμὴ φέροντες τὴν βριν, κατεκάλυπτον τὸ φέγγος· βουνοὶ καὶ ὄρη φυγὴν ἐμελέτησαν· τοῦ ναοῦ δὲ τὸ τέμβλον καὶ αὐτὸ ἐρράγη μέσον·ὁ πρωτόπλαστος δὲ ἐκ βάθους ἐβόα·

44.6.10 "Ὁ Θεός μου, ῥῦσαί με ἐκ τοῦ ιδου διὰ τῆς ἀναστάσεως.»  

44.7.1 Ἀλλ᾿λθε Χριστὸς ἡ ζωὴ ὑπξαι τὸν θάνατον· δέχεται ὁ Ἅ[ιδης] Χριστὸνς καστον τῶν γηγενῶν·καταπίνει ς δέλος τὸν οὐράνιον ἄρτοντιτρώσκεται ἀγκίστρθεότητος.

44.7.5

[Ὁ Ἅ]ιδης δὲ ὀδυνηρὰς ἀνεβόησε φωνάς· "Κεντῶμαι τὴν κοιλίαν, ὃν κατέπιον οὐ πέπτω· ξένην μοι βρῶσιν παρέσχεν ἔφαγον· ὅσους σθιον πάλαι οὐδὲ ες ἐνώχλησέ μοι·τάχα οτος [ἔστιν] ὃν Ἀδάμ μοι προεῖπεν,

44.7.10 ὅτι Μαστιγώσει σε, ὅταν ἔλθδιὰ τῆς ἀναστάσεως’;

44.8.1 – Νῦν μέμνησαι ημάτων ἐμῶνν πάλαι σοι ἔλεγον, ὅτι ὁ ἐμὸς βασιλεύς ἰσχύει μλλον ὑπὲρ σέ·σύ δὲ ἔδοξας εναι ὄναρ τούτους τούς λόγους· ἡ πεῖρά σε διδάξει αὐτοῦ τὴν ἰσχύν·

44.8.5 οτε γὰρ μόνον ἐμέ, ἀλλὰ καὶ τούς μετ᾿ ἐμὲ   καὶ πάντας ἀπολέσας, ἐκ πάντων ἐρημωθήσει. Χριστὸς ν εδες ἐν ξύλκρεμάμενον   αὐτὸς νῦν σε δεσμ[ή]σει, καὶ χαρεὶς ἀποκριθῶ σοι·’Ποῦ σου, Ἅιδη, τὸ νῖκοςποῦ σου τὸ κράτος;

44.8.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ [τῆς ἀναστάσεως.]’ 44.9.1 – Οτως ωνν τριταῖον τὸ κῆτος ἐξέμεσε· νῦν κἀγἐμέσω Χριστὸν καὶ πάντας τούς ὄντας Χριστοῦ·ἕνεκεν γὰρ τοῦ γένους τοῦ Ἀδὰμ τιμωροῦμαι.» Ὁ Ἅιδης ταῦτα στένων ἐβόα θρηνῶν·

44.9.5 "Μὴ πιστεύσας τῷ Ἀδὰμ ταῦτα λέγοντί μοι πρὶν   ὑψαύχουν καὶ ἐβόων λέγων· Ὁὐδείς μου κατάρχει.’ Πάντων γὰρ ἄναξ ὑπάρχων τὸ πρότερον   νῦν ἀπώλεσα πάντας, καὶ γελῶντές με βοῶσι·’Ποῦ σου, Ἅιδη, τὸ νῖκοςποῦ σου τὸ κράτος;

44.9.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου [διὰ τῆς ἀναστάσεως.]’

44.10.1

– Ὑψηλὴν ἰσχύν σου Χριστὸς ἐλθν ἐταπείνωσεν· ὅλην γὰρ ἐμοῦ τὴν μορφὴν λαβν ἐτροπώσατό σε·αματι γὰρ τιμίνῦν ἐγὼ ἠγοράσθηνφθορς ἀπήλλαξέ με ὁ ἄνευ φθορς.

44.10.5

που δ᾿ν περιστραφς, πανταχόθεν θεωρεῖς   τούς τάφους κενωθένταςκαὶ γυμνόν, ἄσχημον ὄντα. † Ποῦ σου τὰ κλεῖθρα ὑπάρχει, ὦ ἄθλιε; Ἰησοῦς μου κατῆλθε καὶ συνέτριψέ σου πάντα·ποῦ σου, Ἅιδη, τὸ νῖκοςποῦ σου τὸ κράτος;

44.10.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ τῆς ἀναστάσεως.  

44.11.1

ψωσέ με ἐν οὐρανοῖς ὁ σὲ τροπωσάμενος· σύνθρονός εἰμι τὸ λοιπόν, οὐκέτι ὑπόκειμαί σοι·ἐμὸν ἔλαβε σῶμανα ἀνακαινίσας   ἀθάνατον ποιήσκαὶ σύνθρονον·

44.11.5 βασιλεύσω σύν αὐτῷ, συνηγέρθην γὰρ αὐτῷ· οὐκέτι μου κατάρχεις, ἀλλ᾿ ἐγώ σου κυριεύω.

νω ὑπάρχει τ[ὸ ἐ]μὸν νῦν ἐνέχυρονσύ δὲ κάτω πατεῖσαι ὑπὸ πάντων τῶν βοώντων·’Ποῦ σου, Ἅιδη, τὸ νῖκοςποῦ σου τὸ κράτος;

44.11.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ τῆς ἀναστάσεως.’»

45 (XXVII). Воскресение Христово (кондак 6 (IV)), и о 10 драхмах

45.t.1

Κυ[ριακῇ] γʹ, κοντάκιον εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ εἰς τὰς δέκα

δραχμάς, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦτο ταπεινοῦ ωμανοῦ]

χος αʹ, πρός· Τῷ ἀρχαγγέλῳ.

Προοίμιον

45.pro.1 [Οἱ συνταφέ]ντες Χριστῷ διὰ τοῦ βαπτίσματος  καὶ ἀναστάν[τες σύν] αὐτῷ, ψάλλοντες κραυγάσωμεν, λέγοντες·«Ποῦ σοῦ, [Θάνατε,] τὸ νῖκος; Ποῦ σοῦ, Ἅιδη, τὸ κέντρονἈνέστη γὰρ ὁ Κύριος, [ἡ ζωὴ] καὶ ἀνάστασις.  

45.1.1 [Τῆς το]ῦ Χριστοῦ παραβολῆς τῆς ἐν τοῖς εὐαγγελίοιςν ὁ [Λουκ]ᾶς διηγεῖται   ἀκούοντες μὴ πάρεργον σχῶμεν ταύτην, [ἀλλὰ] πίστει ζητήσωμεν  ἡ γυνὴ καὶ αἱ δραχμαὶ τίνες εἰσί, [ποί]αν δὲ τούτων ἀπώλεσεν, ἣν ζητεῖ ἐπιμελῶςψασα λύ[χνον] φωτὸς καὶ σαρώσασα

45.1.5

λον τὸν οκον αὐτῆς· εὑροῦσα [δὲ τ]αύτην   συγκαλεῖ τὰς ἐκ γειτόνων· "Δεῦτε, συγχάρητε, ερον [ἥν]περ ἀπώλεσα». Νῦν ον ἡμεῖς δεηθῶμεν τοῦ Χριστοῦ λέγοντες· "[Κύριε,] [σύ] καταύγασον τὰς ψυχὰς ἡμῶν, ὅτι φῶς καθέστηκας

45.1.10 ἡ ζωὴ καὶ ἀνάστασις."

[Ὁ ]ριθμὸς ὁ τῶν δραχμῶν δῆλος ὑπάρχει τοῖς πσι· δέκα γάρ εἰσιν αἱ πσαι  ἃς κέκτηται ὁ Κύριος ὁ ποιήσας ἐν σοφίᾳ [τὰ] σύμπαντα·ἡ γυνή ἐστι, φησίν, ἡ ἀρετὴ καὶ ἡ σοφία τοῦ [πλ]άσαντος, ἥτις ἐστὶν ὁ Χριστὸς ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις·

45.2.5 εἰσὶ [δὲ] δέκα δραχμαὶ ἀρχαί, ἐξουσίαι,   αἱ δυνάμεις καὶ οἱ θρόνοι [καὶ] κυριότητες, ἄγγελοι καὶ ἀρχάγγελοιτὰ χερουβὶμμα καὶ τὰ σεραφίμ, καὶ ὁ πρωτόπλαστος  ὃν ἀπώλεσε καὶ ἐζήτησε καὶ πεσόντα ερηκεν

45.2.10 ἡ ζωὴ καὶ ἀνάστασις.

45.3.1

πὸ στοργῆς ἐκνικηθείς, ἦλθεν ἐν κόσμζητῆσαι τὸ πλανηθὲν αὐτοῦ κτίσμα   ὁ ἄναρχος καὶ ἄφραστος ὑϊός τε τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν,καὶ σοφῶς καὶ θεϊκῶςσπερ Θεὸς τούτου ποιεῖται τὴν ζήτησινκαὶ σαρκοῦται ἐκ μητρὸςν ἐσάρωσε καὶ ἡγίασε,

45.3.5 καὶ σπερ λύχνον φωτὸς προφέρει τὴν σάρκατῷ πυρὶ καὶ τῷ ἐλαίτῷ τῆς θεότητος καταυγάσας τὰ σύμπαντα· πῦρ γὰρ ἀεὶ καὶ πηλὸς λύχνον ποιεῖ· οτως ον ἔλαμψεν   ἐκ θεότητος καὶ σαρκώσεως τὸ τοῦ λύχνου φῶς, Χριστός,

45.3.10 ἡ ζωὴ καὶ ἀνάστασις.  

45.4.1 Τότε ἀνῆλθεν ἐν σταυρῷς ἐν λυχνίὁ λύχνος, καὶ ἐθεώρει ἐκεῖθεν   ἐν σκότει καθεζόμενον καὶ ἐν γνόφτὸν Ἀδὰμ τὸν πρωτόπλαστον,καὶ σπουδάζει πρὸς αὐτὸν ἀποδημεῖν διὰ σαρκὸς ὁ ἀχώριστοςὁ τῶν κόλπων τοῦ πατρὸς μὴ [χωρις]θεὶς καὶ πληρῶν τὰ γινόμενα.

45.4.5

λαβε μεθ᾿ ἑαυτοῦ [χολήν] τε καὶ ὄξοςτούς τε λους καὶ τὴν λόγχην,

να τῇ [λόγχῃ] μὲν καὶ τοῖς λοις τὸν Θάνατον   τρώσεὐθύς καὶ [πικρά]ντχολῇ Ἅιδην τὸν ἄδικον   συναντήσαντα, δριμ[υχθέν]τα δὲ ὄξει περ ἔπιεν

45.4.10 ἡ ζωὴ καὶ ἀνάστασις.

τε μετὰ τὴν σταύρωσιν ἔφθασέ τε καὶ κατῆλθεν [βασιλεύς] ἐν τῷ δῃ, ἐφαίνετο τὸ φῶς αὐτοῦ ἐν σκοτίκαὶ τὰ [κά]τω ἐφώτισε·τὸ δὲ σκότος τὸν Χριστὸν καταλαβεῖν οὐδἐν] τῷ σκότει ἐξίσχυσε· καὶ γὰρ δὴ ς ωνςν καὶ αὐτὸς [ἐν] κοιλίτοῦ μνήματος,

45.5.5 ἐν τάφμὲν πορευθείς, καθ[ὼς] ἠβουλήθηἐν σορῷ δὲ ἀγρυπνήσας· οὐ γὰρ κεχώριστ[ο ] θεότης τοῦ σώματος· ὅθεν ἰδν τὸ φρικτὸν θαῦμα [αὐ]τοῦιδης ἐβόησε· "Δεῦρο, Θάνατε, νῦν κατίδωμεν π[οῖον] φῶς ἐξέλαμψεν

45.5.10 ἡ ζωὴ καὶ ἀνάστασις.  

45.6.1 Τάχος τολμήσωμεν, φησί· σῶμα γὰρ ἀνθρώπου ἐστὶ τὸ κο[μις]θὲν ἐν τῷ τάφῳ· τοῖς κλείθροις φυλακίσωμεν τὸν [ἐλ]θόντα καὶ φθορπαραδώσωμεν."Καὶ εὐθύς ταῦτα εἰ[πν] τρέχει ταχύ καὶ τῆς σαρκὸς ἐπελάβετο. Ἰησοῦς δὲ ὁ Χριστὸςς[περ] ἐξ πνου τινὸς ἐξανίσταται·

45.6.5 δεσμεῖ δὲ τοῦτον σφοδρῶς καὶ τίθησι κάτω   καὶ κραυγάζει τοῖς ἐν ιδου· "Πάντ[ες] ἀνάστητε καὶ τὸν ιδην πατήσατε· δεῦρο, Ἀδάμ, σύν Εὔ[ᾳ] νῦν πρὸς ἐμέ· μὴ δειλιάσητε  ὡς ὑπεύθυνοι τοῖς ὀφλήμασιν· πάντα γὰρ ἀπέδωκα,

45.6.10 ἡ ζωὴ καὶ ἀνάστασις.

45.7.1 Ἀλλὰ απίσατε, θνητοί, Ἅιδου τὰς ὄψεις ἀτίμως, καὶ τὸν αὐχένα πατοῦντες   εἰσέλθατε κραυγάζοντες· ‘Κατεπόθη καὶ ὁ ιδης κα[ὶ ὁ] Θάνατος.’Δι᾿ ὑμς λθον ἐγώ· καὶ γάρ εἰμι πάντων ζωὴ καὶ ἀνάστασις· ἀλλὰ πάντες σύν χαρεἴπατε νῦν τούς ψαλμούς καὶ τὰ σματα·

45.7.5 ’Ποῦ ἐστι νῖκος τὸ σόν, ὦ ἄτιμε ιδηΠοῦ σοῦ, Θάνατε, τὸ κέντρον; Κεῖσθε ἀδύνατοι· Θάνατε, τεθανάτωσαι· Ἅιδη, καὶ σύ κατ[αδέδε]σαι δεινῶς· οἱ βασιλεύσαντεςἐδουλώθητε θεα[σάμε]νοιτι παρεγένετο

45.7.10 ἡ ζωὴ καὶ ἀνάστασις.’»  

45.8.1 [Πρὸς] τὰ τοιαῦτα ὁ ἐχθρὸςιδης μετὰ τοῦ Θανάτου καὶ δεδεμένος σύν τούτῳ καὶ κείμενος ἐκραύγαζε καὶ ς ἄναξ τοῖς αὐτοῦ διετάττετο·"Πυλωροί, δράμετε νῦν [βλ]έποντές μες ἀδικίαν ὑφίσταμαι· ἀλλ᾿ ὑμεῖς δεῦτε, ταχύ κλείσατε πύλας χαλκς καὶ φυλάττετε,

45.8.5 βάλετε τούς σιδηρούς μοχλούς ἐν ταῖς πύλαις   καὶ ἐάσητε μη[δέ]να τούτων ν γειρεν ἐξελθεῖν ἀπὸ μνήματος· βούλομαι γὰρ νῦν κριθῆναι μετ᾿ αὐτοῦ τοῦ ἐπελθόντος μοι· ἀσφαλίσασθε καὶ κρατήσατε τούς βοῶντας· ‘Ἤλυθεν

45.8.10 ἡ ζωὴ καὶ ἀνάστασις.’

45.9.1

Ἐγὁποῖον ἄδικον ὑφίσταμαι βασιλεύσας μέχρι τοῦ νῦν τῶν ἀνθρώπωνΕἰπέ μοι ον, ὦ ἄνθρωπε, τίς ὑπάρχεις, πῶς δ᾿ ἐνταῦθα ἐλήλυθας·ὅτι γὰρ ἄνθρωπος εδῆλόν ἐστι  – σῶμα γὰρ βλέπω ἀνθρώπινον – , ἀλλ᾿ ἐμὸν κτῆμά ἐστι πς ἐκ τοῦ γένους Ἀδὰμ καταγόμενος·

45.9.5 τί ον βιάζεις ἐμὲ ἐκ πάντων ὑπάρχων, ὡς ἐλθν ὑπὲρ πάντων;  

πας γὰρ ἄνθρωπος ἔστι μοι ὑποχείριοςκἄν τε πολύν κἄν τ᾿ ὀλίγον ἐν τγχρόνον βιώσηται· πῶς σύ γέγονας ὑπὲρ ἄνθρωπον καὶ ἀνθρώπων λύτρωσις,

45.9.10 ἡ ζωὴ καὶ ἀνάστασις;

45.10.1

δού ον εἴπω τὴν πρὸς σὲ δίκην ς δικημένος· υἱὸν ἀνθρώπου γὰρ βλέπωΘεοῦ δὲ ἔργα κέκτησαι, οὐκ ἀνθρώπου, ὁ ὁρώμενος ἄνθρωπος·καθορῶ σου τὴν πληγὴν τὴν τῆς πλευρς καὶ τὴν τῶν λων καθήλωσιν· θεωρῶ δὲ τὴν ἰσχύν καὶ ἐξαστράπτον τὸ φῶς σου τὸ ἄχραντον.

45.10.5 Εἰ τοίνυν ἄνθρωπος εἶ, ὑπόκεισαι πάντως   τῷ Θανάτκαὶ τῷ ιδῃ· εἰ δέ, γενόμενος ἄνθρωπος τὸ ὁρώμενονπέλεις Θεὸς τὸ νοούμενον ἐν σοί, νῦν μοι ἑρμήνευσον, ἵνα ἴδωμενς, κν ἄνθρωπος φαίνῃ, σύ καθέστηκας

45.10.10 [] ζωὴ καὶ ἀνάστασις."

45.11.1 Νῦν τε ταῦτα ὁ Χριστὸςκουσε τούτου βοῶντος, επεν πρὸς τοῦτον εὐθέως· "Δικάζομαι καὶ κρίνομαι· οὐ γὰρ θέλω ἀδικῆσαί σε ἔν τινι·κν γὰρ σύ ἄδικος εκαὶ ἀναιδὴς καὶ κατακρίσεως ἄξιοςἀλλ᾿ ἐγἄνθρωπος μὲν γέγονα, ὥσπερ ὁρς, ἀναμάρτητος,

45.11.5 Θεοῦ δὲ λόγος εἰμὶ καὶ κτίστης τῶν λων   καὶ Θεὸς πάν[των δυ]νάστης· κν δὲ Θεός εἰμι, ὡς δεσπότης οὐ κρίνομαι,   ἀλ #955;» ὡς Ἀδὰμ δίκην λέγω μετὰ σοῦ· τοῦτο γὰρ γέγονα· κα[ὶ νική]σω σε καὶ ἐκβάλω σε τῆς ἀρχῆς ς κέκτησαι,

45.11.10 [ζωὴ καὶ ἀνάστασις].

45.12.1

λην τὴν χάριν τῆς ζωῆς εχεν Ἀδὰμ τῆς ἀφθάρτου [ὅσπερ] παρήχθη ἐν πρώτοις· ζωὴ δὲ ἐνυπόστατος ἐγπέ[λω ] ποιήσας τὰ σύμπαντα,ἀλλὰ σύ, Ἅιδη [⏑-] τὸ πρὶν οὐκ ς, [οὐ]δὲ Θανάτου ὑπόστασις· ἁμαρτίας δὲ δεινῆς πάθος ἐκεῖ[νον] καὶ σὲ ἀπεγέννησε·

45.12.5 διόπερ ον ὁ Ἀδὰμ ἀπάτῃ [τοῦ πλά]νου   δουλωθεὶς τῇ ἁμαρτίκαὶ ὑποχείριος γέγονε καὶ αἰχμάλωτος   σοί τε αὐτῷ καὶ Θανάττῷ πικρῷ· ὅθεν ὑπάρχετε   ἀνυπόστατοι καὶ εὐάλωτοι· πῶς ον ἐκρατήσατε

45.12.10 τὴν ζωὴν καὶ ἀνάστασιν; 45.13.1

πὸ ἀνοίας ἐπαρθείς, τούς ἐξ Ἀδὰμ γεννηθένταςς μαρτίας μετόχους   ἐκράτεις καὶ συνέκλειεςς πατρῷον ἐποφείλοντας ὄφλημα·ἀλλὰ ν ἔνοχός σοι πς ἐξ Ἀδὰμ ἐν μαρτίαις τικτόμενοςἐκ φθορς ὁ γεννηθεὶς καὶ συνουσίας ἀνδρὸς καὶ ἐκ μίξεως·

45.13.5 ἐγδὲ τούτων εἰμὶ ἐλεύθερος πάντων, ἁμαρτίας, συνουσίας· κν γὰρ γεγένημαι ἄνθρωπος, ὡς θέλησαπαρθενικὴ ἀπεκύησε γαστὴρ τὸν ἀναμάρτητονκαὶ τὸ αμά μου τῷ γεννήσαντι ὑπὲρ πάντων δέδωκα,

45.13.10 ἡ ζωὴ καὶ ἀνάστασις.

45.14.1

Ῥᾴως ἐρεύνησον ἐμὲ καὶ βλέπε ς οὐχ εὑρήσεις ἄδικον πργμα καὶ λόγον· ἐν πράξει γὰρ οὐχ μαρτον, οὐδὲ δόλον ἐφθεγξάμην ἐν στόματι·διὰ τοῦτο ον φημι· ‘Τίς ἐξ ὑμῶν ἐφ᾿μαρτίἐλέγξει με;’ Ἐν γὰρ πσι τοῖς νεκροῖς νῦν περὶ πάντα ἐδείχθην ἐλεύθερος

45.14.5 καὶ πάντων τῶν σαρκικῶνμαρτιῶν ξένος· πῶς ἐτόλμησας ον, Ἅιδη, τὸν ἀναμάρτητον κατασχεῖν ς ὑπεύθυνον; Ὅλον ἐμὲ κατερεύνα ἀκριβῶς· θέλω γὰρ γνῶναί σε   τὴν ἀλήθειαν, ὡς δικαίως σε ἄρτι διαδέχομαι,

45.14.10 ἡ ζωὴ καὶ ἀνάστασις.  

45.15.1

ς ἀναιδὴς ἀγανακτεῖς· κρίσις γάρ ἐστι δικαία καὶ ἐκβληθή[σεσθε ἔξ]ωοἱ ἄρχοντες οἱ ἄδικοι οἱ τοῦ σκότους, παραβάντες [τὸ δίκ]αιον.Ἐὰν ον καὶ ἐν ἐμοὶ ερηκάς τι τῆς μαρτίας [κν] λείψανονχρῆσαι νῦν καὶ ἐπ᾿ ἐμοὶ πσί σου τοῖς δικαιώμα[σιν], ἄδικε·

45.15.5 εἰ δὲ εὑρήσεις οὐδέν, ἀπόδος συντόμως  ὃ κατέχεις [γρ]αμματεῖον,

τιπερ γέγονας τούτἐπερειδόμενος   κατὰ [Χριστοῦ] ἀναμαρτήτου θρασύς, καὶ ἑτοιμάσθητι   πρὸς ἀπόδοσιν [ὧν] προείληφας, οσπερ καὶ ἀνέστησα,

45.15.10 ἡ ζωὴ καὶ ἀνάστασις.

45.16.1 [Μό]νον να μὴ ἀγνοςπερ ὑπέστης, ὦ Ἅιδη· οὐ μόνον γὰρ ἀποδώσεις   ος ἔλαβες καὶ γειρα, ος λαμβάνω μετ᾿ ἐμοῦ ἐξερχόμενος,ἀλλὰ γὰρ σοι δ᾿ ἄν σοι καὶ τοῦ λοιποῦ παραπεμφθῶσιν ἐγείρονταιἐπειδὴ πάντας ὁμοῦ ἐξαναστήσω φωνττῆς σάλπιγγος,

45.16.5

τι ἐτόλμησας σύ υἱὸν βασιλέως   ἀναμάρτητον κρατῆσαιΤαῦτα δὲ λέγοντοςιδης ν ὑποβρύ[χι]ος· οἱ πυλωροὶ ἀπορρίψαντες τὰς κλεῖς ἔφυγον, βλέποντες   πῶς συνέτριψε καὶ διέρρηξε τούς μοχλούς αὐτῶν Χριστός,

45.16.10 ἡ ζωὴ καὶ ἀνάστασις.  

45.17.1

[Ἄφ]νω νεκρῶν τὰ σώματα ἐψυχωμένα γέρθη καὶ κατεπάτουν τὸν ιδην, «Ὦ ἄδικε, κραυγάζοντες, ποῦ σου νῖκος, ποῦ σου κέντρον, ὦ Θάνατε;»Ἠνεχθησαν μὲν ον πάντα εὐθύς ἐξ αὐτομάτου τὰ μνήματα· οἱ νεκροὶ δὲ ἐξ αὐτῶν πάντες ἐξήλλοντο καὶ ἐχόρευον·

45.17.5 ἀλλ᾿ ἄγγελος κατελθν κυλίει τὸν λίθον   ἐκ τοῦ τάφου τοῦ σωτῆρος. "Δέσποτα Κύριε, σύ τούς τάφους νέξας   νεύματι σῷ, οὐ δεόμενος τινός· πῶς ἐδεήθης ον   τοῦ κυλίοντος ἐκ τοῦ τάφου σου λίθον ἐπικείμενον,

45.17.10 ἡ ζωὴ καὶ ἀνάστασις;

45.18.1 – Νῦν να μηδεὶς πλανηθῇ, λέξω τε καὶ ἑρμηνεύσω τὸ παρ᾿ ὑμῶν προβληθέν μοι· ὁ λίθος μοι πρὸς ἔξοδον οὐδὲ λως [οὐκ] ἐγένετο κώλυμα,ἐπειδὴ πάντα ἐμοὶσπερ Θεῷ εἴκει τε καὶ ὑποτάσσεται· εἰ καὶ γέγονα σάρξ, πάντων εἰμὶ ποιητής τε καὶ κύριος,

45.18.5 καὶ νεύματι τῷ ἐμῷ ἡ θάλασσα πρώην  ὥσπερ χέρσος ἀπεδείχθη· ορδάνης δὲ εἰς τ[ὰ ὀ]πίσω ἀνέκαμψε· νάματα δὲ ἐν ἐρήμτοῖς λαοῖς πέτρα ἐπήγασε   καὶ ὁ λιος ὑπεχώρησεν, ὅτε με ἐσταύρωσαν

45.18.10 τὴν ζωὴν καὶ ἀνάστασιν.  

45.19.1

μόννεύματι καὶ νῦν πάντας τούς τάφους ἀν[οίξας] καὶ τούς νεκρούς ἀπολύσας   οὐδέποτε οὐκ ἔχρῃ[ζον τοῦ] ἀγγέλου τοῦ τὸν λίθον κυλίσαντος·ἀλλὰ νῦν μά[θετέ] μου τέχνην σοφήν· τοῦτο γὰρ δέδωκα σύμβολονκαὶ σημεῖον τοῖς θνητοῖς τούτου τοῦ λίθου ἐκ τάφων ἡ ἔπαρσις,

45.19.5

[ὡς] ἐν τῇ ὥραὐταἱ πύλαι τοῦ δου   ἀνεσπάσθησαν ἐκ [μέ]σου, οὐ χρηματίζουσαι ἐν τοῖς τάφοις ς πρότερον· ὅθεν λαμπρτἐσθῆτι ἐκφανεὶς τότε ὁ ἄγγελος   ἐπινίκιονμνον σέ μοι, λέγων ς ἐγήγερται

45.19.10 ἡ ζωὴ καὶ ἀνά[στασις]."

45.20.1

πὲρ δὲ τούτων, λυτρωτά, τί ἔχομεν ἀντιδοῦναι, εἰ μὴ τὴν δοξολογίανΔιὸ τῶν δοξαζόντων σου τὸν σταυρὸν καὶ [τὴν] ταφὴν καὶ ἀνάστασιν ς Θεὸς φεῖσαι, Χριστέ· δὸς δὲ ἡμῖν πλημμελημάτων συγχώρησιν   καὶ ἀξίωσον ἡμς, ὅταν ἡ πάνδημος γένηται ἔγερσις,

45.20.5 τὸ πρόσωπόν σου ἰδεῖν μετὰ παρρησίας   καὶ ἀκοῦσαι τῆς φωνῆς σου   σύν τοῖς γίοις σου· "Δεῦτε κληρονομήσατε   μετὰ χαρς βασιλείαν τὴν ἐμήνΔὸς ον κατάνυξιν   ταῖς ψυχαῖς ἡμῶν, πολυέλεε, ἵνα σε δοξάζωμεν

45.20.10 τὴν ζωὴν καὶ ἀνάστασιν.  

Комментарии для сайта Cackle