преподобный Роман Сладкопевец

Гимны по обстоятельствам

51 (XLVIII). Десять дев (1-ый (II) кондак)

2-й кондак помещён в разделе «Притчи Иисуса Христа»

51.t.1

Τῇ ἁγίκαὶ μεγάλτρίτκοντάκιον δόμενον εἰς τὰς δέκα παρθένους,

οἡ ἀκροστιχίς·[ τοῦ ταπεινοῦ ωμανοῦ]

χος πλάγιος αʹ.

Προοίμιον

51.pro.1 Λαμπάδα ἄσβεστον τὴν ψυχὴν νυμφίδείξωμεν τῷ Χριστῷ·σύν αὐτῷ εἰσελευσώμεθα· νυμφν γὰρ ἀποκλείεται·μὴ ἀπομείνωμεν ἔξω βοῶντες· "Ἄνοιξον". 51.1.1 Τί αθυμεῖς, ταπεινή μου ψυχή; Τί μεριμνς οὐ προσήκει   καὶ ἀσχολπρὸς πν ἀνωφέλητον  τῶν μελλόντων καιρῶν, καὶ κρατεῖς τὸ παρὸν  ὡς αἰωνίτούτπροσέχουσα;

51.1.5

ἐσχάτη ἐγγύς καὶ ἀρχή σοι ἐστὶ   τοῦ ἐπιβλέπειν εἰς ματαιότητα·ἀνάνευσον λοιπὸν πρὸς ησοῦνς ἡ συγκύπτουσα· ἐλύθης τῶν δεσμῶν σου, μὴ συγκάμψς τὸν νῶτόν σου· γνωμικῆς γὰρ κατοχῆς οὐκ ἔστι λύσις·

51.1.10διὸ ἀνάνηψον, γρηγόρησον ς ἀπὸ πνου· ὁ νυμφίος ἔρχεται· μὴ ἀπομείνωμεν ἔξω βοῶντες·  "Ἄνοιξον".

51.2.1 Οτω ποτὲ καὶ παρθένοι μωραὶ ἔπαθον, ὅτε οὐ συνῆκαν   τοῦ νυμφιοῦ τὴν ἄθροον ἔλευσιν·διὰ τοῦτο, ψυχή, ὡς ἡμέρα ἐστίνἐπὶ τὸ ἔργον ἡμῶν ἐξέλθωμεν,

51.2.5

τι ἔρχεται νύξνπερ επεν Χριστόςἐν οὐδεὶς ἰσχύσει ἐργάσασθαι,καὶ μένομεν πτωχοὶ καὶ πένητες· οὐ γὰρ ἐκάμομεν.   Πτωχούς γὰρ εἰς τὸ μέλλον οὐκ οἰκτείρουσι πλούσιοι· οὐ γὰρ οἴκτειραν μωρὰς σοφαὶ παρθένοι·

51.2.10ἐκεῖ ἀνίλεως ἡ κρίσις τῷ μὴ ἐλεοῦντι· ἀλλ᾿ ἐνταῦθα φθάσωμεν τὸν τοῦ εὐσπλάγχνου πυλῶνα βοῶντες·  "Ἄνοιξον".

51.3.1

πνωσας πνον, ψυχή μου, κενόν· κεῖσαι καὶ έγχεις ως πότεΓρηγόρησον κν νῦν πρὸς βλέπομεν·ἀπειλαὶ ἐπαχθεῖς καὶ σεισμοὶ συνεχεῖς   καὶ τῶν πολέμων κτύποι ἐπάλληλοι

51.3.5 συνετάραξαν γῆν μετὰ τῶν ἐν αὐτῇ καὶ ἐφυγάδευσαν καὶ τὴν θάλασσαν.Πτοήθητι λοιπὸνς ωνς καὶ ἀφυπνίσθη[τι

χοῦσι κατὰ κόσμον τῶν σημείων αἱ σάλπιγγες   προ[μη]νύουσαι Χριστὸν τοῖς προσδοκῶσιν, 51.3.10

τι ἐλεύσεται καὶ ἐνδημήσας ἀποκλείσει   τὴν γίαν εἴσοδον [⏑⏑⏑-] τῶν σημείων [⏑-⏑]  ["Ἄνοιξον"].

51.4.1 Ταῦτα καὶ νῦν θεωροῦμεν, ψυχή· θύραι εἰσίν, οὐκ ἐπὶ θύραις· ἐπέστη γὰρ καὶ πάρεστιν τοιμα·οὐκ ἐλλείπει οὐδὲννπερ [εἶ]πε Χριστόςἀλλ᾿ς προεῖπε πάντα γενήσεται·

51.4.5 καὶ λιμοὶ καὶ [λο]ιμοὶ καὶ σεισμοὶ συνεχεῖςκαὶ ἔθνος ἐπὶ ἔθνος ἐγήγερται·τὰ ἔσω φοβερά, τὰ ἔξω δὲ μάχης πεπλήρωνται· οὐκ ἔστι ποῦ σωθῆναι· πανταχοῦ γὰρ ὁ κίνδυνος· οὐδαμοῦ καταφυγή, φυγὴ δὲ πσιν·

51.4.10ἡ πύλη κέκλεισται, ἡ εὐσπλαγχνία ἐσφρα[γί]σθη· οὐ γὰρ βουλήθημεν ἔνδοθεν εναι, [νῦν ἔξω βοῶμεν·  "Ἄνοιξον"].

[Ἄκ]ουσον ταῦτα καὶ κλαῦσον, ψυχή· στέναξον δη κατὰ γνώμηνπρὶν φθασθς καὶ κλαύσς μὴ θέλουσα,  ὅτε πσα ἡ γῆ δαπανται πυρὶ   καὶ ὁ οὐρανὸς ς χάρτης εἱλίσσεται,

51.5.5

τε φεύγει βυθὸς κα[ὶ ὁ] τούτου πυθμὴν   ἀναφανήσεται ς οὐδέποτε·φωστῆρες οὐκ εἰσίν· ἀστέρες γὰρς φύλλα πίπτουσιν. Τοσαύτη ἔσται θλῖψις, ὅτε ταῦτα ἐλεύσεται· σαλευθήσονται τῶν ἄνω αἱ δυνάμεις

51.5.10ἐν φόβκράζουσαι· "Ὅπου [ἂν] γένηται τὸ πτῶμαἀετοὶ συναχθήσονται ἀφέντες ἔξω τούς γύπας [βοῶντας·  Ἄνοιξον"].

51.6.1 Πόσην ὀδύνην ποιεῖ ἡ φωνὴ τοῖς αθυμήσασι καὶ πσιν  ἁμαρτωλοῖς, ὧν πρῶτος ἐγώ εἰμι·  ἐκριζοῖ γὰρ ἡμςς ποτὲ τὴν συκῆν  ἥτις οὐ δέδωκε τὸν καρπὸν αὐτῆς·

51.6.5 καὶ γεέννης νομὴς ἀξίνης τομῇ ἀποτεμνόμενοι γενησόμεθα,ὃν τρόπον ησοῦς ὁ τῶν ψυχῶν κληροῦχος ἔφησε. Ψυχή μου, νεωθῶμεν καὶ ποιήσωμεν γέννημα   ἀγαθὸν ς ἀγαθοῦ σπορέως σπέρμα,

51.6.10ἵν᾿ταν ἔρχηται συναγαγεῖν εἰς ἀποθήκας   τούς καλούς καρπούς αὐτοῦ, μὴ ἀπομείνωμεν ἔξω βοῶντες·  "Ἄνοιξον".

51.7.1

φθασεν, ἔφθασεν ὁ θερισμός· τῆς συντελείας ἡ δρεπάνη   εὐτρέπισται καὶ μλλον κόνισται·τῶν σεισμῶν ὁ αὐχ[μὸς] ὥσπερ καύσων σφοδρὸς   ἐπὶ τὴν ἄρουραν περικέχυτ[αι

51.7.5 οἱ ταχεῖς θερισταὶ πρὸς τὸ ἔργον αὐτῶν   τὰ ἐπιτήδεια ἐ[πι]φέρονται,καὶ μένουσιν ἰδεῖν τί ὁ καλὸς γεοῦχος βούλε[ται]. Ψυχή μου, τί τελοῦμεν; Ζιζανίων γὰρ γέμομεν   καὶ χωρίζ[ουσιν] ἡμς ἀπὸ τοῦ σίτου,  

51.7.10πρὶν συνδεσμήσωσι καὶ παραδώς[ω]σιν εἰς καῦσιν· δεῦρο λοιπόν, προλάβωμεν διὰ δακρύων καὶ [γόων βοῶντες·  "Ἄνοιξον"].

51.8.1

δε, καιρὸς χαλεπὸς ὁ παρών· τί ἀναμένομεν, ψυχή μουἡμέρα γὰρ ἐστὶν ἐκδικήσεως·ἐξεκαύθη θυμὸς ἐφ᾿ ἡμς δι᾿ ἡμς  ὅτι ἡμεῖς αὐτὸν ὑπανήψαμεν·

51.8.5 καὶ τὸ μέλλον γὰρ πῦρ ἐξ ἡμῶν καθ᾿ ἡμῶνοὐδὲ γὰρ λη ξύλων εὑρίσκεται·οὐ φαίνεται στοιβή, ἀλλ᾿ ἀμοιβὴ πυροῖ τὴν κάμινον· ἑκάστου ἡ κακίας ἡ βάτος γενήσεται   καιομένη καὶ οὐ κατακαιομένη·

51.8.10ἀεὶ γὰρ πτεται καὶ οὐδέποτε δαπανταιεἰ μὴ φθάσδάκρυα τῶν ἀπεντεῦθεν ἐν θλίψει [βοώντων·  "Ἄνοιξον"].

51.9.1 Νύξ πρὸ νυκτὸς καὶ πρὸ σκότους ἀχλύς πάντας κατέλαβεν ἐξαίφνηςκαὶ νῦν ἐσμενς πρὶν [οἱ] Αἰγύπτιοι  ἐν ὀμίχλπληγῶν καὶ θυέλλσεισμῶν   καὶ τῶν πολέμων ζόφκρατούμενοι·

51.9.5 καὶ οὐ μέχρι αὐτῶν ἐξαρκεῖ ἡ ὀργή·  Ἐρυθρὰ γὰρ πάντας ἐκδέχεται,ἡ γέεννα ἐκεῖ, οὐ πρόσκαιρος, ἀλλ᾿ εἰς ἀπέραντον. Πολύ γὰρ παρωργίσθηησοῦς ὁ σωτὴρ ἡμῶν, ὅτι θαύματα ποιῶν οὐκ ἐπιστεύθη·

51.9.10διὸ ἐν μάστιξι τὰς ἀδικίας τῶν ἀπίστων   ἀντιεπεσκέψατο, ἵνα κν οτω πεισθῶμεν [βοῶντες·  "Ἄνοιξον"].

σοι ον τὸν νοητὸν Φαρακαὶ τὴν πικρὰν αὐτοῦ δουλείαν   ἐφύγομεν, εἰς τέλος μισήσωμεν·ἐγεννήθημεν νῦνσραὴλ τοῦ Θεοῦμὴ ὑποστρέψωμεν εἰς τὴν Αἴγυπτον·

51.10.5 οὐκ εἰς χώραν, φημί, ἥνπερ λθε Χριστόςἀλλ᾿ εἰς τὴν τῷ Μωσεῖ μὴ πιστεύσασαν·καρδίαν γὰρ σκληρὰν καὶ ἀπειθῆ νοοῦμεν Αἴγυπτον, καρδίαν πτοουμένην ἐπελθούσης τῆς θλίψεωςἀπελθούσης δὲ αὐτῆς τραχυνομένην, 51.10.10ἥνπερ ἐσχήκαμεν, καὶ τι ἔχομεν δηλοῦμεν   ἀπὸ τῶν καρπῶν ἡμῶν· ἐν ταῖς ἀνάγκαις γὰρ μόνον βοῶμεν·  "Ἄνοιξον".

51.11.1

[Ὕπε]ρθε τῆς κεφαλῆς ἡ πληγή, καὶ ἡ καρδία οὐ λυπεῖται· [ἀλ]γεῖ ἡ σάρξ, κα[ὶ ὁ] νοῦς οὐκ αἰσθάνεται·μεμαστίγωται [πᾶ]ς, καὶ οὐδεὶς ἐξ ἡμῶν   παρακαλεῖ θερμῶς τὸν μαστί[ζο]ντα.

51.11.5

ς ἱμάντα Χριστὸς τὸν σεισμὸν καθ᾿ ἡμῶν   ἀνεκαίνι[σεν], ὅτι ἐζήλωσεν  ὁ πρὶν ἐν ἱερῷ φραγέλλιον ποιήσας κύριος· []μεῖς δὲ ς παιδία ταῖς φρεσὶν ἐγενήθημεν   μεριμνῶντες [τὸ] φαγεῖν, πιεῖν καὶ παίζειν·

51.11.10ἐν ἀγοραῖς ἐσμεν καθήμενοι καὶ προσφωνοῦντες· "Εἰ καὶ κρίσις ἔρχεται, τέως τερφθῶμεν, καὶ τότε βοῶμεν·  ’Ἄνοιξον’".  

51.12.1

[Ῥ]ψον, ψυχή μου, τὸ ῆμα χαμαί, πάτει τὸν νοῦν τῶν ἀπειθούντων· ἡ κρίσις γὰρ ἐγγίζει, ὡς γέγραπται·ὁ πατὴρ οὐ κρινεῖ, ἵνα μή τις εἰπῇ ὅτι οἰκτείρει τούς ὑϊούς αὐτοῦ·

51.12.5 ὁ υἱὸς δὲ κρινεῖ καὶ δεικνύει ἡμῖν  ἃ δι᾿ ἡμς ὑπέστη παθήματα,"Ἐμβλέψατε", βοῶν, "[εἰ] χρεωστῶν τοιαῦτα πέπονθα, εἰ ἔσχε τις ἀγάπην κατὰ ταύτην ν ἔδειξατὴν ψυχήν μου δεδωκς ὑπὲρ τῶν φίλων·

51.12.10καὶ θανατούμενος τοῖς μαθηταῖς μου διεθέμην   καὶ τὰς κλεῖς ἐπίστευσα τῷ Πέτρλέγων· ‘Σύ ρον [βοῶντας·  Ἄνοιξον’"].

51.13.1

[Ὢ] ποταπὸν χαλινὸν καὶ κημὸν οτος ὁ λόγος μοι ἐμβάλλει· οὐκ ἔχω γὰρ πρὸς τοῦτόν τι φθέγξασθαι·  ἐὰν εἴπω Χριστῷτι "Θέλημα ν   καὶ οὐκ ἀνάγκη τοῦ σταυρωθῆναί σε",

51.13.5 ἀντεπάγει ἐμοί· "Καὶ γὰρ θέλημα νἀλλ᾿ ὑπὲρ σοῦ ἐγένετο, ἄνθρωπε·αὐτὸς ς χρεωστῶν, ἐγδὲ [σοὶ] οὐκ ἐχρεώστουν." Ψυχή μου, σκέψαι λόγον, ἵν᾿ ἐκεῖσε προσάξωμεν   τῷ Θεῷ ν᾿ ἐν αὐτῷ δικαιωθῶμεν·

51.13.10ἀλλ᾿ οὐχ εὑρίσκομεν, εἰ μὴ σκεψάμενοι τρωθῶμεν   καὶ Χριστῷ βοήσωμεν· "Ὁ πάντας θέλων σωθῆναι, καὶ ἡμῖν   ἄνοιξον."

51.14.1 Μάθε, ψυχή μου, τὸν νοῦν τοῦ κριτοῦ, τί ἐβουλεύσατο, τί επεν   τοῖς μαθηταῖς, ἡνίκα διέθετο·"Μὴ ἐκλίπῃ, φησί, τῶν καρδίων ὑμῶν   ἡ προσδοκία τῆς παρουσίας μου·

51.14.5 μεθ᾿ ὑμῶν γάρ εἰμι, ἕως οαἱ σποραὶ   αἱ τοῦ αἰῶνος τούτου ἐκλίπωσι·καὶ ἔρχομαι πάλιν ἀπ᾿ οὐρανῶν μετὰ δυνάμεως."   Εἰς τί ον κοπιῶμεν; Διὰ τί δὲ μοχθήσαντες   ἐνεβάλομεν οὐδὲν τῷ βαλαντίῳ;

51.14.10Καὶ εἴθε κοῦφον ν καὶ μὴ πεπλήρωτ[ο ἀ]δικίας· οὐ γὰρ [ἐνε]πόδισε τδιανοίσχολάζειν τοῦ βον·  "Ἄνοιξον".

νοιξον, κύριε, ἄνοιξόν μοι τῆς εὐσπλαγχνίας σου τὴν θύραν   πρὸ τοῦ καιροῦ τῆς ἀποδημίας μου·ἀπελθεῖν με γὰρ δ[εῖ καὶ] ἐλθεῖν παρὰ σοὶ   καὶ περὶ πάντων ἀπολογίσασθαι

51.15.5

ν ἐν [λό]γοις λαλῶ καὶ ἐν ἔργοις τελῶ   καὶ ἐν καρδίδιαλογίζομαι·καὶ θροῦς γὰρ γογγυσμῶν τὸ ος τὸ σὸν οὐκ ἀποκρύβεται.

"Ἐκ[τή]σω τούς νεφρούς μου", ὁ Δαυὶδ ψάλλων κράζει σοικαὶ "ἐν τῷ βιβλίσου γέγραπται πάντα"· 51.15.10ἐν τὰ στίγματα ἀναγινώσκ[ων] τῶν κακῶν μου   τῷ σταυρῷ σου χάραξον, ὅτι ἐν τούτκαυχῶμαι βοῶν σοι·  "Ἄνοιξον".

51.16.1 Ναί, ἀδελφοί μου, τ[ὰ α]ὐτὰ καὶ ἡμεῖς εἴπωμεν πάντες πρὸς τὸν πλάστην, ἕως ἔστι πνοὴ ἐν ισὶν ἡμῶν,πρὶν ἐπέλθἡμῖν ἡ ὀργὴ ς δὶν   τἐν γαστρὶ ἐχούσαἰφνίδιον.

51.16.5 Οὐ γὰρ πλεῖον ἡμῶν οἱ ἐν Τύρκακοὶ   οὐδ᾿ οἱ ἐν τῷ Καρμήλδεινότεροι·ὡσαύτως καὶ ἡμς ὀλέσθαι δεῖ, ἐὰν μὴ νήψωμεν· ἀρκοῦσαν Πτολεμαίοις τὰ συμβάντα εἰς ἔλεγχον   τῆς σκληρότητος ἡμῶν καὶ ἀπειθείας· 51.16.10μετανοήσωμεν πρὸς τὰ γενόμενα ὁρῶντες, ἵνα τὰ ἐρχόμενα φύγωμεν, ὅτε ἐν θλίψει βοῶμεν·  "Ἄνοιξον".

51.17.1 Οτως ἡμῶν ἐσκληρύνθη ὁ νοῦςτι τῶν ἄλλων τὰς συμπτώσεις   ἀκούσαντες οὐδὲν διωρθώσαμεν·οὐκ ἔστι συνιν οὐδὲ ες ἐκζητῶνἀλλ᾿ ἐξεκλίναμεν, ἠχρειώθημεν.

51.17.5 Νινευῖται ποτὲ ἐπὶ μίφωνῇ ττοῦ προφήτου μετεμελήθησαν,  ἡμεῖς οτε φωνήν, οτ᾿ ἀπειλὴν ἐνενοήσαμεν· κλαυθμῷ ὁ Ἐζεκίας Ἀσσυρίους ἐτρέψατο   ἐξεγείρας κατ᾿ αὐτῶν τὴν ἄνω δίκην·

51.17.10ἰδού Ἀσσύριοι καὶ πρὸ αὐτῶν σμαηλῖται  ᾐχμαλώτευσαν ἡμς, καὶ οὐκ ἐκλαύσαμεν οτε βοῶμεν·  "Ἄνοιξον".

51.18.1

ψιστε δέσποτα, πάντων κριτά, τὶ τῶν ἡμῶν μὴ περιμείνς· οὐ χρεία γὰρ σοὶ τῶν ἀγαθῶν ἡμῶν,ὅτι ἔγκειται πς [ἐπὶ] τὰ πονηρὰ   καὶ διανοίκαὶ τῷ θελήματι.

51.18.5 Διὰ τοῦτο, [σωτήρ], τὰς ἡμέρας ἡμῶν   κατὰ τὸ θέλημά σου διοίκησον,μὴ [μέν]ων τὴν ἡμῶν ἐπιστροφήν· οτε γὰρ ἔρχεται· κν ἔλθῃ [εἰ]ς ὀλίγον, οὐκ ἐμμένει εἰς τέλειον, ὡς τὸ σπέρμα τὸ πεσὸν [κατ]ὰ τὰς πέτρας· 51.18.10ὡς χόρτος δώματος πρὶν ἀναβῆναι [ἐξ]ηράνθη· ἀλλ᾿ ἐφάπλωσον ἡμῖν τούς οἰκτιρμούς σου καὶ [πσι]ν τοῖς βοῶσιν·  Ἄνοιξον.  

52 (LIII). К новопросвещенным.

52.t.1

Κοντάκιον τερον εἰς τούς νεοφωτίστους, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ ωμανοῦ ανος]

χος πλάγιος αʹ, ἰδιόμελον.

Προοίμιον

52.pro.1 Τῆς κολυμβήθρας τὰ τέκνα, οἱ νεοφώτιστοι πάντες   εὐχαριστοῦντες βοῶμέν σοι, Χριστὲ ὁ Θεός·

"Ἐφώτισας ἡμς τῷ φωτὶ τοῦ προσώπου σουἐνέδυσας στολὴν τὴν ἀξίαν τοῦ γάμου σου·

52.pro.5δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας".

52.1.1 Τίς εἴπῃ, τίς δείξἈδὰμ τῷ πρωτοπλάσττὸ κάλλος, τὸ καῦχος, τὸ κῦρος τῶν αὐτοῦ τέκνων; Τίς πάλιν διηγήσεται καὶ τταλαίνΕὔᾳὅτι οἱ ἐκ ταύτης ἐβασίλευσαν  

52.1.5 στολὴν φοροῦντες δόξης, καὶ μετὰ πολλῆς δόξης  δοξάζουσι τὸν δοξάσαντα τῷ σώματι, τῷ πνεύματι   καὶ τῷ σχήματι λάμποντες; Βαβαὶ τοῦ θαύματος· οἱ πρώην ἄνθρωποι  ἐξαπίνης ἄγγελοι, οἱ πήλινοι πύρινοι·

52.1.10καὶ τίς τούτους ψωσε; Πάντως ἡ ἀνάστασις ἡμῶν.Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας.

52.2.1 Οὐκέτι ς ξένοι τῶν θείων ἐξωθοῦνται,ἀλλ᾿ ἄρτι ς ἴδ[ιοι] τὸ "δεῦτε" ἤκουσαν πάντες· οὐκέτι παραστήκουσι τθύρτοῦ νυμφῶνος,ὅτι τὸν νυμφίον ἐνεδύσαντο·

52.2.5 οὐκέτι ἀπιστοῦνται, ἀλλὰ πάντα θαρροῦνται·οὐκέτι ς κατάσκοποι, ἀλλ᾿ ὄντως ς ἐπίσκοποι   τῶν γίων ἐφάπτονται· οὐκέτι κρούουσι τὴν θύραν κράζοντες·"Ὦ οἰκτίρμον, ἄνοιξον", ἀλλ᾿ ἔνδοθεν δουσι·

52.2.10"Σύ ἐφώτισας ἡμς πάντας, ἡ ἀνάστασις ἡμῶνΔόξα σοι, [δόξα σοι, ὅτι οτως ηὐδόκησας.]".

52.3.1

ψώθη ἡ πάλαι ταπεινωθεῖσα φύσις,ὑψώθη, ἐπήρθη καὶ θείαν ἔφθασε φύσιν· ἐγένετο ὁ ἄνθρωπος θεὸς Θεὸν φορέσας·ερεν ν ἐζήτει εἰς παράδεισον·

52.3.5 ἐκ[εῖ] ζητήσας ἄλλο μετέπεσεν εἰς ἄλλο·ἐνταῦθα δὲ ἐζήτησε καὶ τάχος ἐβασίλευσε   καὶ θεὸς ἐχρημάτισεν· ἐκεῖ ἐδίψησε καὶ δε ἔπιεν,ἐκεῖ ἐπεθύμησε καὶ δε ἐπέτυχε.

52.3.10Καὶ τίς τούτδέδωκε; Πάντως ἡ ἀνάστασις ἡμῶν.  – Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας.  

52.4.1 Τρανὸς εἶ, λαμπρὸς εἶ, Ἀδάμ, καὶ ζηλωτὸς ν  τοῦ σὲ μισοῦντος ἐκτήκεις βάσκανον ὄμμα· ὁρῶν σε γὰρ ὁ τύραννος μαραίνεται καὶ κράζει·"Τίς ἐστιν ν βλέπω; Οὐκ ἐπίσταμαι·

52.4.5 ὁ χοῦς ἀνενεώθη, ἡ κόνις ἐθεώθη,ὁ πένης καὶ ἐλάχιστος ἐκλήθη καὶ ἐλούσατο   καὶ εἰσελθν ἀνέπεσεν· πρὸς δεῖπνον λκεται, φαγεῖν ἐτόλμησε  καὶ πιεῖν ἐθάρρησεν αὐτὸν τὸν ποιήσαντα.

52.4.10Καὶ τίς τούτδέδωκε; Πάντως ἡ ἀνάστασις αὐτοῦ."  – Δόξα σοι, δό[ξα σοιτι οτως ηὐδόκησας.]

52.5.1 "Ἀρχαίων πταισμάτων αὐτοῦ οὐ μνημονεύει,προτέρων τραυμάτων οὐλὴν οὐδ᾿λως ἐμφαίνει· πολύχρονον παράλυσιν παρὰ τὴν κολυμβήθραν  ἔρριψεν ς πάλαι ὁ παράλυτος,

52.5.5 καὶ νῦν ἐπὶ τῶν μων τὴν κλίνην οὐ βαστάζει,ἀλλ᾿ ὄντως ἐπιφέρεται σταυρὸν τοῦ ἐλεήσαντος   καὶ ἐμὲ ἀπολέσαντος· πολλούς ἐν δασι πολλάκις ἔλουσεν  ὁ φιλάνθρωπος πρότερον, καὶ οτως οὐκ ἔλαμψαν·  

52.5.10φαιδρούς τούτους ἔδειξεν ἄρτι ἡ ἀνάστασις αὐτῶν."  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.6.1 "Πηγῆς ἀενάου τῆς ἐν τῷ παραδείστὰ νάματα ὄντως εἰς ποταμούς διαιροῦνται, καὶ τούτοις [καταντ]λούμενος ὁ Ἀδὰμ ἀρρωστήσας  μίαν ἀλγηδόνα οὐ κατέπαυσε·

52.6.5 κατέκλυσε τὸ δωρ τὴν γῆν ἐπὶ τοῦ Νῶε,καὶ μως οὐκ ἀπέσμηξε τὸν πρώην ἀρρωστήσανταἀλλὰ μλλον ἀπέπνιξε· καὶ τί ἐγένετο, ὅτι τὰ δατα  τοῦ βυθίζειν ἔλαθε καὶ σζειν μεμάθηκεν;

52.6.10Ὄντως μετεσκεύασε ταῦτα ἡ ἀνάστασις αὐτῶν."  – Δόξα σοι, δόξα [σοι, ὅτι οτως ηὐδόκησας].  

52.7.1

"Ἰδού μεῖζον βλέπω τῆς Ἐρυθρς θαλάσσης·ἐκείνη δειχθεῖσα βυθὸς βατὸς τοῖς ἀνθρώποις οὐκ ἔλουσεν, οὐκ ἔσωσεν αὐτούς τῆς μαρτίας·ἐνταῦθα δὲ κα[ὶ ἔ]λουσε καὶ ἔσωσε·

52.7.5 κἀκεῖ μὲν οὐχὶ πάντας, ἀλλὰ τὸν λαὸν μόνον  ἐδέξατο τὰ δατα· ἐνταῦθα δὲ ἑκάστοτε   πσιν ἔθνεσι πρόκειται· οὐκ ἀποστρέφονται, οὐκ ἀποκρίνονται·’Μὴ Φαραωνίτης εἶ;’, ἀλλ᾿· Ἑἴ τις εἴ, εἴσελθε’·

52.7.10ζῶν γὰρ δωρ ἔδειξε τούτοις ἡ ἀνάστασις αὐτῶν."  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.8.1 "Ναμάτων κακίστων πηγή ποτε ἰάθη  ὑπὸ Ἐλισσαίου τοῦ σοφωτάτου προφήτου· ἐστείρου γὰρ τὰ γύναια ἡ τῶν ὑδάτων γεῦσις  νόσον ἀτεκνίας παρεχόμενα·

52.8.5 καὶ μως ἰαθέντα καὶ μεταποιηθέντα  οὐκ ἔμαθον τὰ δατα καθαίρειν μαρτήματα   καὶ καινίζειν τὰ πνεύματα· ἀλλ᾿δε ἔμαθον καὶ πάντας γνισαν  καὶ τοῖς πσι γεγόνασι λουτρὸν ἀνακτίσεως·

52.8.10καὶ νοιξε δωρεὰν τοῦτο ἡ ἀνάστασις αὐτῶν."  – Δό[ξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.9.1 "Οὐκ οδα τί λέξω, οὐκ οδα τί τελέσω·στενά μοι παντόθεν, ἀπορῶ πρὸς βλέπω· ἡ χάρις ἄνευ δόσεως, τὸ δῶρον ἄνευ δώρου·τίς ον ἐπὶ τοῦτο οὐκ ἐπείγεται;

52.9.5 Πτωχὸς ἔχει ὀκνῆσαιπλούσιος ὀκλάσαι;οἱ ἄμορφοι αἰσχύνονται; οἱ δοῦλοι οὐκ ἐπείγονταιοἱ δεσπόται οὐ τρέχουσιν; Οἱ πάντες ἔρχονται· καὶ γὰρ ἀκήκοαν  τοῦ δεσπότου φήσαντος· ‘Πηγὴ παρ᾿ ἐμοὶ ζωῆς·

52.9.10ἐγλούω πάντας καὶ σμήχω ἡ ἀνάστασις ὑμῶν’."  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.10.1

"Ὑπνοῦντας τούς πάντας εἰς ιδου κατωτάτου  καθάπερ χειμάρρους ὁ τοῦ λουτροῦ τούτου χος ἀφύπνωσεν, ἀνέστησε τούς ἐκ τοῦ παραβάντος  καὶ τκεφαλμου ἐπεβίβασε· 52.10.5 καθῆρε υπωθέντας καὶ ἄνευ ἀργυρίου  ἐπλούτισε τούς παντας καὶ μόνον λόγον ἔλαβε   παρ᾿ αὐτῶν ἀνθ᾿ν ἔδωκε· ’Πιστεύω’, ἔφησαν, καὶ πάντα ἔλαβον·ἐμοὶ ἐνεφύσησαν καὶ οτως ἐβόησαν·

52.10.10’Πιστεύομεν τι ύεται ἡμς ἡ ἀνάστασις ἡμῶν’."  – Δόξα σοι, δόξα σοι, ὅτι οτως [ηὐδόκησας].

52.11.1

ημάτων τοιούτων τὸν ὄχλον ὄντως χέει  ὁρῶν ὁ Βελίαρ τὸν νεοφώτιστον ἄρτι, καὶ νῦν ὑπὲρ τὸ πρότερον δριμύτερον προσέχει  τῷ τῆς κολυμβήθρας γεννήματι·

52.11.5 Διὸ παρακαλῶ σες πλεῖον ἀγαπῶν σε·τερπνέ μου νεοφώτιστε, ἀεὶ γενοῦ κέκλησαιπανταχοῦ νεοφώτιστος· τερπνὸς ἑκάστοτε, ὡραῖος πάντοτε,μὴ νυμφίος σήμερον καὶ αριον ἄγαμος·

52.11.10ἥρμοσε γάρ σε τῷ δεσπότἡ ἀνάστασις ἡμῶν.  – Δόξα σοι, δόξα [σοι, ὅτι οτως ηὐδόκησας].  

ς επες "Πιστεύω", ἐπίμεινον πιστεύων,[καὶ] ὡς συνετάξω, οτω πολίτευσαι ἔξω· μὴ μα τῷ ἐνδύματι ἐκδύσς σου τὴν δόξαν·μεῖνον λευκοφόρος τὴν διάνοιαν.

52.12.5 Μὴ εἴπσοι ὁ πλάνος· "Ἑπτὰ ἡμέρας μόνας  ὀφείλεις συναυλίζεσθαιἔφθασας συντάξασθαικαὶ μετέπειτα πάρελθεἀλλ᾿σπερ ἔμαθες καὶ χαίρων ἔψαλλες·"Ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε σήμερον",

52.12.10οτως μνησον καθ᾿ ἡμέραν τὴν ἀνάστασιν ἡμῶν.  – Δόξα σοι, δό[ξα σοι, ὅτι οτως ηὐδόκησας].

52.13.1 Μὴ γάρ σοι ἀνάγκης ἐπιτεθείσης λθες ἄλλου βιαίως ἑλκύσαντός σε εἰσῆλθες· αὐτὸς αὐτὸν κατήπειξας ἀκούσας τοῦ εἰπόντος·"Δεῦτε οἱ διψῶντές με καὶ πίετε".

52.13.5 Καὶ μόνον ς εἰσῆλθες καὶ τοῦτο ἐρωτήθης·[Πιστεύεις τι κέκτημαι πηγὴν ζωῆς, ὦ ἄνθρωπε;", τὸ "Πιστεύω" ἀντέφησας. Παρῆσαν γιοι, συνῆσαν ἄγγελοι,αἱ δυνάμεις σταντο, ἀρχαί, θρόνοι κουον  

52.13.10σοῦ βοῶντος τι "Πιστεύω τὴν ἀνάστασιν ἡμῶν."  – Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας.

52.14.1 Ἀλλ᾿τι πρὸς τούτους, ἐὰν ἀρνήσῃ, ἔχεις,φυλάττου, ὦ φίλε, καὶ ἀσφαλίζου παντόθεν· μὴ κτήσκατηγόρους σου τούς ἄνω καὶ τούς κάτω·πσα γὰρ ἡ κτίσις σοῦ ἀκήκοεν.

52.14.5 Πολλάκις δὲ καὶ φόβτῶν νῦν κρατούντων νόμων  προσῆλθες τῷ βαπτίσματι καὶ γέγονας γέγονας   τὸν καιρὸν αἰσχυνόμενος· καὶ τί σοι γένηται, ὅταν ἐλεύσεται  ὁ καιρὸς τῆς κρίσεως καὶ πάντα ἐλέγχεται

52.14.10καὶ τοῖς πσιν ἀνταποδώσει ἡ ἀνάστασις ἡμῶν;  – Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας.

52.15.1 Νουθέτει, ὦ φίλε, σαυτὸν ἐν τοῖς τοιούτοις,κν φόβπροσῆλθες, λοιπὸν ἐπίμεινον πόθῳ· ἀγάπησον ἔλαβες καὶ σφίγξον κατέχεις·μὴ αὐτομολήσς πρὸς τὰ πρότερα·

52.15.5 μὴ γένκαταγέλως τοῦ νῦν σε φοβουμένου·  ἐὰν γὰρ θεωρήσσε δραμόντα πρὸς τὰ πρότεραἐπιχαίρων σοι φθέγγεται· "Οὐκ ἀπετάξω μοι καὶ τλατρείμου;οὐ Χριστὸν γάπησας κἀμοὶ ἐνεφύσησας;

52.15.10οὐκ ρνήσω με λέγων· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν;’"  – Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας.

52.16.1 Οὐκοῦν να μή σε ὁ ἐχθρὸς ὀνειδίσμήτε ὁ οἰκτίρμωνς παραβάτην σε κρίνῃ, ἐπίβλεψον τῷ πλσουνῦν ἐθωρακίσω,φρόνησον ἐπάξια τοῦ κάλλους σου·

52.16.5 μνημόνευε καθ᾿ραν τί ς καὶ τί ἐγένου,εἰς νοῦν φέρε ἑκάστοτε τὴν πρώτην σου εὐτέλειαν   καὶ τὴν νῦν βασιλείαν σου· μὴ λάθς, ἄνθρωπε, τῶν γενομένων σοι·μὴ κριθς ἀνόητος καὶ κτήνεσιν μοιος,

52.16.10σύνες πάντα καὶ ἀνευφήμει τὴν ἀνάστασιν ἡμῶν.  – Δόξα σοι, δόξα [σοι, ὅτι οτως ηὐδόκησας].

52.17.1 Yἱόν σε ὁ πλάστης καὶ κληρονόμον ἔχει·ος γὰρ ἀποτίκτει ἡ μήτρα τῆς κολυμβήθρας   λαμβάνει ὁ φιλόστοργος πατὴρ ὁ ἐπὶ πάντων  καὶ εἰς κληρονόμους ἀναγράφεται.

52.17.5

δὲ ον, ἀδελφέ μου, πατέρα τίνα ἔχεις  καὶ τούτπροσκολλήθητι· μὴ λίπς τὸν γεννήσαντα   καὶ λοιπὸν κατεντύχσου βοῶν· "Ἀκούσατε, υἱὸν ἐγέννησα  καὶ γεννήσας ψωσα· αὐτὸς δὲ θέτησεν

52.17.10ὁ πρὸ ρας κράζων μοι· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν.’"  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.18.1 Ἀνάτεινον λον σαυτὸν ἐπὶ τὸ θεῖον·καὶ γὰρ ὄντως λων τῶν θείων νῦν ξιώθης· οὐδέν σου μέρος ἄμοιρον ἐγένετο τῆς δόξης·ἅπαντα δὲ σύμπασιν ἡγίασται.

52.18.5 Μὴ σπεύσς σου μολῦναι τὰ ὄμματα ταῖς θέαις·τὰ τα μὴ σπιλώσσου ὁ φθόγγος ὁ ὀλέθριος   ὁ καλῶν εἰς ἀπώλειαν· μὴ βορβορώσς σου τὸ στόμα σμασιν  ος ἐχθρὸς μὲν τέρπεται, ψυχὴ δὲ βαρύνεται·  

52.18.10ἁπλῶς μνει πάντοτε βοῶν τὴν ἀνάστασιν ἡμῶν.  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.19.1

δού ἀνεκτίσθης, ἰδού ἀνεκαινίσθς·μηκέτι συγκάμψς τὸν νῶτον ἐν μαρτίαις· ἐκτήσω, νεοφώτιστε, σταυρὸν ς βακτηρίαν,τούττὴν νεότητά σου στήριξον·

52.19.5 αὐτὸν ἐν τεὐχσου, αὐτὸν ἐν ττραπέζαὐτὸν ἐπὶ τῆς κλίνης σους καύχημά σου πρόφερε   πανταχοῦ, νεοφώτιστε· καὶ γὰρ οἱ δαίμονεςς κύνες ἄγριοι  ὑλακτοῦσι πάντοτε, πρὸς ος ἀναβόησον·

52.19.10"Σταυρὸν ἔχων σταμαι στέργων τὴν ἀνάστασιν ἡμῶν."  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.20.1 Νῦν τι τποίμνΧριστοῦ συναγελάζει,ἀπόσχου τῶν λύκων, μὴ συμμιγς ἀκαθάρτοις· ἀμνὸς εἶ ἁπαλόσαρκος· μὴ ἀποσκληρυνθήσῃ;  μὴ ἀπολιθωθήσῃ; Ἔσο πέτρινος.

52.20.5 Μὴ εἴπσοι ὁ πλάνος· "Μὴ ψέγε ος οὐ σέβειμηδ᾿λως ὑποσύρσε καιρούς παρατηρήσασθαι   καὶ ἡμέρας φυλάξασθαι, τοῦ μὲν μὴ πτεσθαι, τοῦ δὲ ἀπέχεσθαι·[⏑⏑-⏑ -⏑⏑] τῶν πάντων κυρίευσον·

52.20.10πάντα γάρ σοι δέδωκε δοῦλα ἡ ἀνάστασις ἡμῶν.  – Δόξα [σοι, δόξα σοι, ὅτι οτως ηὐδόκησας].

52.21.1 Οὐ λέγει ἐφάπαξ· "Ἀπόστα τοῦ Θεοῦ σου",ἀλλὰ κατὰ μέρος τῶν θείων ἀποσυλεῖ σε, δεικνύων σοι ἐνύπνια καὶ δι᾿ αὐτῶν πτοῶν σε  καὶ ἐν τοῖς ὀνείροις σου φαντάζων σε·

52.21.5 "Τοῦ τόπου τούτου χώρει, τοῦ δένδρου τούτου φεῦγε,  τὸ φρέαρ τοῦτο τίμησον· ἐγγὰρ τούτῳ ἕπομαι   καὶ μέλλω εναι ἄγγελος." Μὴ τούτοις πείσσε καὶ ὑποφθείρσε,καὶ νομίσς, ἄνθρωπε, τὸν δαίμονα ἄγγελον·

52.21.10μλλον πάτησον αὐτὸν σέβων τὴν ἀνάστασιν ἡμῶν.  – Δόξα σοι, δόξα σοι, ὅτι οτως ηὐδ[όκησας].

52.22.1 Σωφρόνει καὶ φρόνει λοιπὸν τὰ τοῦ κυρίου·αὐτοῦ γὰρ ἐκλήθης καὶ επιστὸς οἰκονόμος· διὸ καὶ παρακάλεσον τὸν ἐμπιστεύσαντά σοι  ὑπὲρ τῆς εἰρήνης τῶν ψυχῶν ἡμῶν·

52.22.5 εἰπὲ τῷ νυμφιῷ σου τῷ νῦν σοι συνημμένῳ·"Προσπίπτω σοι, ἐπίνευσον καὶ δὸς ς πολυέλεος   τὴν εἰρήνην τῷ κόσμσου, ταῖς ἐκκλησίαις σου τὴν σὴν βοήθειαν,τοῖς ποιμέσιν ενοιαν, ταῖς ποίμναις ὁμόνοιαν,

52.22.10ἵνα πάντες πάντοτ[ε ὑ]μνοῦμεν τὴν ἀνάστασιν ἡμῶν." – Δόξα σοι, δόξα σοι, ὅτι οτ[ως ηὐδόκησας].  

53 (LV). О святых монахах и подвижниках

53.t.1

Τῷ σαββάττῆς τυροφάγου, κοντάκιον πολλὴν ἔχον φέλειαν καὶ

κατάνυξιν, ψαλλόμενος εἰς ὁσίους μοναχούς, ἀσκητὰς καὶ μοναζούσας. Ἡ

ἀκροστιχίς·[ τοῦ ταπεινοῦ ωμανοῦ ὁ ψαλμὸς οτος.]

53.t.5

χος πλάγιος δʹ, πρός· Ὡς ἀπαρχὰς τῆς φύσεως.  

Προοίμιον I

53.pro 1.1

ς εὐσεβείας κήρυκας καὶ ἀσεβείας φίμωτρα   τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας τὑφηλίλάμποντα·ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήντελείᾳ τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας

53.pro 1.5 διαφύλαξον ψάλλειν καὶ δειν σοι· Ἀλληλούϊα.

Προοίμιον II

53.pro 2.1

ς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων·διό, σωτήρ, οἱ οἰκοῦντες αὐτὰ εἰς τούς αἰῶνας αἰνέσουσί σε δοντες, ψάλλοντες σύν τῷ προφήτΔαυίδ· Ἀλληλούϊα. Προοίμιον III

53.pro 3.1 Οἱ ἐκ τοῦ βίου σήμερον πρὸς νοητὸν παράδεισον   τὴν κατοικίαν ποιήσαντες παντες ἐν μετανοίκράξωμεν·"Σῶσον, μόνε οἰκτίρμων, τούς εἰς σὲ προσφυγόντας· ἰδού γὰρ παντα ἐγκατελίπαμεν,

53.pro 3.5 καὶ σὲ μόνον ποθοῦντες ψάλλομεν· Ἀλληλούϊα."

Προοίμιον IV

53.pro 4.1 Τούς ἐπὶ σοὶ προσδραμόντας μὴ παρίδς, ὁ Θεός,κα[ὶ ἐ]ν τἀμώμἀσκήσει διατήρησον αὐτούς,καὶ ἐπάκουσον ἡμῶν ψαλλόντων σοι· Ἀλληλούϊα.

53.1.1 Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένιζον, λογισμῷ θεωρῶν τὰ γινόμενα,καὶ σκοπήσας αὐτοῦ τὰ ἐπώδυνα τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα· ὑμς δὲ μόνους ἐμακάρισα τούς καλὴν ἐπιλεξαμένους μερίδα, τὸ ποθεῖν τὸν Χριστὸν καὶ συμμένειν αὐτῷ

53.1.5καὶ συμψάλλειν τερπνῶς τῷ προφήτΔαυίδ· Ἀλληλούϊα.  

53.2.1 Οὐδὲ να βροτῶν ερον ἄλυπον· ὁ γὰρ κόσμος ἑκάστοτε τρέπεται·ὃν γὰρ εδον τχθὲς ἐπαιρόμενον νῦν ὁρῶ ἀπὸ ψους ἐκπίπτοντα, πτωχὸν αἰφνίδιον τὸν πλούσιον, ἐνδεῆ καὶ πεινῶντα τὸν εὐποροῦντα·ἀλλ᾿ ὑμεῖς τούτων πάντων ἐστὲ παρεκτός·

53.2.5ἐδουλώθητε γὰρ ψυχικῶς τῷ ψαλμῷ· Ἀλληλούϊα.

53.3.1

ψαυχεῖ κατὰ πένητος πλούσιος, κατεσθίων αὐτοῦ πσαν παρξιν·κοπιγεωργὸς καὶ ὁ κτήτωρ τρυγᾷ· ἄλλου κάμνοντος, ἄλλος εὐφραίνεται· ἱδρῶν συνάγει ὁ πενόμενοςνα μόχθκομίσηται σκορπίζει·  ἀλλ᾿ ὑμῶν πς ὁ κόπος πεφύλακται·

53.3.5οὐ γὰρ ἔχετε μέριμναν ἄλλην εἰ μὴ ἀλληλούϊα.

53.4.1 Τούς ἀγάμους ἐλπίδες συγκόπτουσι, τούς ἐν γάμφροντίδες συντήκουσι·τούς ἀτέκνους ἡ λύπη ἐμάρανε, πολυτέκνους ἡ θλῖψις ἀνάλωσεν· οἱ μὲν τῷ γάμἐποδύρονται, ἄλλοι πάλιν τὴν ἀτεκνίαν θρηνοῦσιν·καὶ ὑμῶν ἐπὶ τούτοις ὁ γέλως πλατύς·

53.4.5ἀπαράλλακτος γὰρ ἡ χαρὰ ἡ ὑμῶν· ἀλληλούϊα. 53.5.1

λμυρὰ τῆς θαλάσσης τὰ δατα, γλυκηρὰ τκοιλίτὰ βρώματα·ῥιψοκίνδυνοι πλέουσιν ἄνθρωποι· ἡ γαστὴρ γὰρ αὐτούς κατηνάγκασε· ψυχὰς σανίσιν ἐμπιστεύουσιν, τροφῆς χάριν καὶ ζάλης καταφρονοῦσιν·ἀλλ᾿ ὑμῶν ἡ γαλήνη ἀχείμαστος·

53.5.5ὡς λιμένα γὰρ εδιον ἔχετ[ε ἀ]εὶ ἀλληλούϊα.

53.6.1 Πειρατὰς καὶ χειμῶνος τούς κλύδωνας παρορῶσιν οἱ χρήματα στέργοντες·τῶν κυμάτων τὸ γαῦρον θεώμενοι δειλιῶσιν, ἀλλ᾿μως οὐ φεύγουσιν·   ἐλπὶς γὰρ πλούτου τούτους λκουσα, κν πνιγμὸν ἀπειλήσῃ, οὐ καταπλήττει·τὸ δὲ σκάφος ὑμῶν ἀναυάγητον·

53.6.5ὡς γὰρ ἄγκυρα ἔστιν ὑμῖν ὁ ψαλμός· ἀλληλούϊα.

53.7.1 [Εἰ καὶ μέχρις αἰῶνος παρέμενον τὰ παρόντα μηδέπω λυόμενα,οὐδὲ οτως τοῖς ἔχουσι σύνεσιν αἱρετὰ καὶ ποθούμενα ἔδοξεν·

τι δὲ τὸ τάχος παρέρχονται καὶ πρὸ τέλους πολλάκις ὀλλύμενα,ὁ ἐάσας αὐτὰ τρισμακάριστος,

53.7.5ἐὰν πίστει καὶ πόθμελεττὸν ψαλμόν· Ἀλληλούϊα.]  

53.8.1

να δὲ συνελν εἴπω, ἅπαντα τὰ ἐν κόσμσύν κόσμπαρέρχεται·ὅτε πάντα γὰρ βίου κερδήσομεν, τότε τάφοἱ πάντες οἰκήσομεν· καλῶς ον ἔφησεν ὁ πάνσοφος· "Ματαιότης ματαιοτήτων τὰ πάντα".Εἰ γὰρ ἔστι θανεῖν, διὰ τί μοι καμεῖν;

53.8.5Ἀγαθὸν ον ἡσύχως τὸ ψάλλειν Θεῷ· Ἀλληλούϊα.

53.9.1 Νῦν εἰσὶν ἐν ὑμῖν οἱ βοῶντες μοι, κν μὴ στόματι, ἀλλὰ τῷ πνεύματι· "Πονηρὸς μὲν ὁ βίος, ὡς ἔφησας, σύ δὲ τούτου ἀκμὴν ἀπησχόλησαι· δοκὸς ἐπίκειται σοῖς ὄμμασι, καὶ πῶς βλέπεις τὸ κάρφος τῶν ἄλλων ραι;  Εἰ καλὸν λαλεῖς, διὰ τί μὴ ποιεῖς;"

53.9.5Ἀληθῶς κατακέκριμμαι, μὴ μελετῶν· Ἀλληλούϊα.

53.10.1

μως μέντοι οὐ πάντες ἐχώρησανς προσέταξεν πσιν ὁ κύριος·τῷ ἑνὶ γὰρ εἰπών, πσιν ἔφησεν· "Πώλησόν σου τὰ πάντα καὶ που μοι." Οἱ μὲν ον κουσαν ς φρόνιμοι, οἱ δὲ οτε προσέσχον ς μοιοί μου·ἐξ αὐτῶν γάρ εἰμι, κν μὴ λέγμοί τις·

53.10.5διὰ τοῦτο ὑμς ἐξαιτῶ τὴν δήν· Ἀλληλούϊα. 53.11.1

πεκκαίω ὑμῶν τὴν προαίρεσιν πρὸς τὸ ψάλλειν καὶ τέρπειν τὸν κύριον,ἵν᾿ ὑμῖν ὁ μισθὸς ταν δίδοται, σύν ὑμῖν καὶ ἡ μνήμη μου γένηται. Ἀκούσατε ον τῶν ημάτων μου, τῶν δὲ πράξεων πόρρω ἀποχωρεῖτε·ἀγαπτε τούς λόγους τῶν ἔργων ἐκτός·

53.11.5οὐ γὰρ ἔχω εἰπεῖν ὑμῖν ἄλλο εἰ μὴ ἀλληλούϊα.

53.12.1

ύπον βίου καλῶς ἀπεφύγετε καὶ πηγκαθαρπροσεφύγετε·τῶν ἀσάρκων τὸν βίον ζηλώσαντες τῆς σαρκὸς μὴ ποιεῖσθε τὴν πρόνοιαν·   μὴ ἀγαπτε ἀφήκατε, ος ἐλύσατε μὴ ἐποικοδομεῖτε,ἵνα μὴ τῷ ἐχθρῷ γέλως γένησθε,

53.12.5ἀλλὰ στήκοντες νήφετε ἐν τῇ ᾠδῇ· Ἀλληλούϊα.

53.13.1

ν τὸν βίον καλῶς ἀπεφύγετε, τούτων νῦν καὶ τὴν μνήμην μισήσατε·ἀφιλόνεικον βίον καὶ συχον ἀναλάβετε παξ ς ἄγγελοι, τιμἀλλήλους προηγούμενοι· μὴ ἐρεῖτε· "Τοῦτο σόν", ἢ "Τοῦτο ἐμόνοὐ γὰρ ἔχει μονάζων τι ἴδιον,

53.13.5ἀλλὰ πάντων τ#8056; πν ἔστω ἡ προσευχή· Ἀλληλούϊα. 53.14.1 Μὴ ἀλλήλων πλῶς κατεπαίρεσθε· "Τί γὰρ ἔχεις, φησίν, ὃ οὐκ ἔλαβες;"Ὁ νηστεύων μὴ κρίντὸν τρώγοντα, καὶ ὁ τρώγων τιμάτω τὸν ἄσιτον· ὁ μὲν γὰρ τρώγει δι᾿ ἀσθένειαν, ὁ δὲ πάλιν νηστεύει δι᾿ ἐγκράτειαν·ἄλλος κάμνει μοχθῶν, ἄλλος ψάλλει ποθῶν,

53.14.5ες δέ ἐστιν μισθὸς ἀμφοτέροις ὑμῖν· ἀλληλούϊα.

53.15.1 Ἀλλ᾿ ἐρεῖ τις· "Ἐγπερισσότερον, ὡς εἰδς τὰς γραφάς, ἔχω καύχημα."Τί ον ὁ λιεύς Πέτρος ἔμαθεν, ὅτι τοῦ Μωϋσέως προτέτακται; Τῶν Αἰγυπτίων πσαν φρόνησιν, ὥσπερ ἔπος, ἐξέμαθεν ὁ προφήτης,καὶ τοῦ Πέτρου λαλοῦντος σιγΜωϋσῆς·

53.15.5μὴ βδελύξον τὸν ἀμαθῆ ὁ μαθών· ἀλληλούϊα. 53.16.1 Νευρωθῶμεν τπίστει σφιγγόμενοι, οἱ τῷ σώματι ἀποταξάμενοι·οἱ μισοῦντες ἡμς οὐ καθεύδουσι· ὁπλισώμεθα ον, ἵνα ἴδωσι· καὶ τί τὸ πλον τοῦ μονάζοντος· ὑποτάσσεσθαι πράως τῷ ἡγουμένῳ,ἀγαπν τὸν Χριστὸν καὶ φιλεῖν ἀδελφούς

53.16.5καὶ εὐπρόθυμον εναι αὐτὸν ἐν καιρῷ. Ἀλληλούϊα.

53.17.1

ταν εἰς καθ᾿ ἑνὸς ὑπεραίρεσθε, τότ᾿ ὑπὸ τοῦ ἐχθροῦ παρεμπαίζεσθε·ἔργον ἔχει γὰρ τοῦ ὑπεισέρχεσθαι καὶ φαντάζειν τὸν νοῦν τῶν σαθρῶν ἀδελφῶν·   τὸν μὲν ἐπαίρει ς καλλίφωνον, τὸν δὲ πάλιν ς τρανόλαλον φυσιοῖ,καὶ τυφλώσας αὐτούς ἐγγελπρὸς αὐτούς·

53.17.5μὴ ον τις ἐξ ὑμῶν καταλείπποτὲ ἀλληλούϊα.

53.18.1

πεισῆλθε πολλάκις τῷ κάμνοντι ἀδελφῷ καί φησι· "Τί εἰς μάτην μοχθεῖς;Ἰδού ἄλλος μὴ κάμνων πρωτεύει σου· σύ δὲ πάντων τυγχάνεις περίψημα." Κἀκεῖνος τούτοις ς πλούστερος πεισθεὶς εἴασεν θεν ἐδικαιοῦτο,  καὶ λιπν τὸ μοχθεῖν μελεττὸ λαλεῖν·

53.18.5μὴ ον σχῶμεν ποτὲ λαλιὰν παρεκτὸς ἀλληλούϊα.

53.19.1

πλισθέντες τπίστει ἑστήκατε τούς αὐχένας ὑμῶν κάτω κλίναντες,τὸ μὲν σῶμα εἰς γῆν κάτω νεύοντες, τψυχδὲ Χριστὸν ἄνω βλέποντες, καραδοκοῦντες καὶ σπουδάζοντες μεταστῆναι τοῦ βίου τούτου  καὶ κατοικῆσαι ἐν ταῖς τῶν γίων πάντων σκηναῖς,

53.19.5ἵνα σπερ ἐνταῦθα ἀναβοτε τὴν δήν· Ἀλληλούϊα.]

53.20.1 Ψυχικῶς τὸν κανόνα ποθήσατεν καλῶς καὶ φρονίμως ρήσασθε·μετ᾿ ἀλλήλων ἐὰν ἀμφιβάλητε, χώραν τῷ πονηρῷ μὴ παρέχετε.   Μηδεὶς επέτω πρὸς τὴν ἔξοδον· ὡς γὰρ λέων θηρεύει ὁ πανοῦργος  καὶ τὴν μάνδραν κυκλῶν ζητεῖ βρῶσιν ἀμνῶν·

53.20.5μή τις ον καταλίπποτὲ τὸν ψαλμόν· Ἀλληλούϊα.

53.21.1

ν ὁ νοῦς σού ποτε σκανδαλίσσε ἐρεθίζων σε ἐπὶ τὴν ἔξοδον  καί φησι· "Τί ἐνταῦθα συγκέκλεισαι; Πόσοι ἔξωθεν ἐδικαιώθησαν", εἰπὲ εὐθέως περ ἔμαθες, ὅτι "Εδον ἐν κόσμἀντιλογίαν  καὶ πολλὴν ἀνομίαν ἐν πόλεσιν·

53.21.5διὸ μένω ἀεὶ κελαδῶν τῷ Θεῷ· Ἀλληλούϊα." 53.22.1 Λέγει πάλιν πρὸς σέ· "Καὶ πῶς δύνασαι τῷ κανόνι στοιχεῖν τοῦ μονάζοντος;ὁ ζυγὸς γὰρ βαρύς καὶ δυσαύχενος, καὶ ὁ τοῦτον μὴ φέρων ἀχρήσιμος."

Ἐρεῖς εὐθέως πρὸς τὸν δόλιον· "Ὁ κανν κατὰ δύναμιν ἀπαιτεῖ με·ἂν γὰρ τοῦτο μὴ θέλω, τὸ ἄλλο κρατῶ·

53.22.5ἂν μ[ὴ ἰ]σχύσω καμεῖν, μελετῶ τὸν ψαλμόν· Ἀλληλούϊα."

53.23.1 Μετὰ τῶν ἐργατῶν ν ἐκάλεσεν ἔνδον τοῦ ἀμπελῶνος ὁ κύριος,τοῦ καμεῖν καὶ ὑμεῖς ἐσπουδάσατε· τὸ σαθρὸν τῆς σαρκὸς ἀπωσάμενοι ἀγγέλων τάξιν ἀνελάβετε, ἵν᾿ εἰσέλθητε τὴν ἑνδεκάτην ραν  μετὰ τῶν ἐνεγκάντων τὸν καύσωνα·

53.23.5καὶ ὑμῶν γὰρ ὁ κλῆρός ἐστι τῆς δῆς· Ἀλληλούϊα.

53.24.1

εἰπών· "Ἐγπέλω ἡ ἄμπελος καὶ ὑμεῖς μου ὑπάρχετε κλήματα"ἑρμηνεύων ἡμῖν τὴν συνάφειαν τὴν αὐτοῦ πρὸς ἡμς τοῦτο ἔφρασε· διὸ ἐν τούτἐργασώμεθανα οτω γενώμεθα μετὰ κόπου ς αὐτὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ,

53.24.5ὅτι θέλει καὶ χαίρει ἀκούειν ἡμῶν· Ἀλληλούϊα.

53.25.1 Στερρωθέντες τπίστει ον στήκετε, τούς αὐχένας ὑμῶν κάτω κάμπτοντες,τψυχδὲ Χριστὸν ἄνω βλέποντες· τῶν ἐν γπαντελῶς μὴ φροντίσητε,   καραδοκοῦντες καὶ σπουδάζοντες μετὰ τὸ μεταστῆναι τοῦ βίου τούτου  κατοικῆσαι ἐν ταῖς τῶν γίων μοναῖς,

53.25.5ἵνα σπερ ἐνταῦθα βοτε κἀκεῖ· Ἀλληλούϊα.

53.26.1

καιρὸς τῆς χαρς ὑμῶν ἔφθασεν· ὁ γὰρ κύριος τάχιον ἔρχεται,ὁ νυμφν τὸν νυμφίον ἐκδέχεται, καὶ ὑμεῖς ταῖς λαμπάσιν ἀστράπτετε·

ς εφρονοῦντες παρθενεύετε· παρθενεία γάρ ἐστι ψυχῆς γνεία,δι᾿ς ἔχετε βλέπειν τὴν δόξαν Χριστοῦ

53.26.5δδουχοῦντες αὐτῷ καὶ βοῶντες ἀεί· Ἀλληλούϊα.

53.27.1

π᾿ ἐμοῦ νῦν ὑμεῖς ἐδιδάχθητε κατακρίνειν ἐμὲ τότε μέλλοντες·διὰ τοῦτο κυρίδεήθητενα ἄνεσιν ερω σύν πσιν ὑμῖν   καὶ ἀπολαύσω σύν ὑμῖν κἀγτῆς χαρς ἐκείνης τῆς αἰωνιζούσης·τοῦ Θεοῦ γάρ ἐστε εὐωδία ὑμεῖς,

53.27.5καὶ αἰτοῦμαι ὑμς τοῦ συμψάλλειν ἀεί· Ἀλληλούϊα.

53.28.1 Τῶν ἀγγέλων τὸν βίον βιῶσαι νῦν μέγα ὑμῖν παρέσχεν ὁ κύριος·μεῖζον πάλιν καὶ τοῦτο εὑρήκατε, ἔχειν ς ἀδελφὸν τὸν ἡγούμενον πραέως πάντων ἀνεχόμενον, πτωχὸν θει καὶ πλούσιον τφρονήσει,τάξει ὑπὲρ ὑμς καὶ βουλκαθ᾿ ὑμς,

53.28.5πάντας στέργοντα, πάντας καλοῦντα εἰπεῖν· Ἀλληλούϊα.  

53.29.1 Οὐκ ἀρκεῖ μοι ὁ λόγος πρὸς ἔπαινον τῆς τοσαύτης αὐτοῦ ἡμερότητος·καὶ εἰσὶν ἐν ὑμῖν μαρτυροῦντές μοι καὶ κυροῦντες τοῖς λόγοις τούς λόγους μου,

τι πολλάκις ἀπεδήμησαν ἐκ τῆς μάνδρας ταύτης πολλοὶ τῶν ἀμνῶν  καὶ ττούτου εὐχἐπανέλυσαν,

53.29.5ος δεξάμενος πάλιν προσήνωσε β[οᾶ]ν· Ἀλληλούϊα.

53.30.1 Σύ ον, δέσποτα, ὡς παντοδύναμος τὴν ζωὴν ἡμῶν πσαν κυβέρνησον·τῷ ποιμένι τὴν ποίμνην συντήρησον, καὶ ἐμὲ ταῖς εὐχαῖς αὐτοῦ στήριξον·   τοῦ ἀγελάρχου τὸ μνημόσυνον πολλοῖς χρόνοις ἡμῖν ἐκτελεῖν παράσχου,καὶ τούς σούς οἰκτιρμούς ἐγκατάσπειρον

53.30.5πρὸς τὸ ψάλλειν τερπνῶς καὶ ἀεί σοι βον· Ἀλληλούϊα.

54 (LIV). На землетрясения и пожары

54.t.1

Τδʹ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ψαλλόμενον

εἰς καστον σεισμὸν καὶ ἐμπρησμόν, φέρον ἀκροστιχίδα τήνδε·

[ τοῦ ταπεινοῦ ωμανοῦ ὁ ψαλμός.]

χος δʹ, πρός· Ἐπεφάνης σήμερον. (Οκοι) πρός· ΤΓαλιλαίτῶν

54.t.5

ἐθνῶν.

Προοίμιον

54.pro.1 Τούς ἐν θλίψει, κύριε, κατεχομένους  μὴ παρίδς κράζοντας ἐν μετανοίσοι, σωτήρ· "Τεὐσπλαγχνίσου δώρησαι  πσιν ἀνθρώποις ζωὴν τὴν αἰώνιον."

54.1.1 Τὸ ἰατρεῖον τῶν ψυχῶν τοῖς γνώμἀρρωστοῦσι προέθηκεν ἀφθόνως   ὁ μόνος τῶν σωμάτων καὶ τῶν ψυχῶν ἰατρευτής,ἵνα οἱ νοσοῦντες ἰατρείαν ἐξ αὐτοῦ   αἰτοῦσι καὶ λαμβάνουσιν.

54.1.5

Ὁ ῥύστης μὲν γὰρ σπεύδει τὰ τραύματα πάντων θεραπεύειν   καὶ πρὸ πάσης ἱκεσίας χαρίζεται πάντα συμφερόντως· συστέλλει δέ ποτε τὴν χεῖρα πρὸς δόσιν   διεγείρων τὸ νωθρὸν τὸ τῶν ῥᾳθύμων,πλάττων ς σοφὸς τὴν ἴασιν τῶν πταιόντων,

54.1.10 ἵνα παρέχζωὴν τὴν αἰώνιον.

54.2.1

τῆς ζωῆς γὰρ χορηγός, ἡ πάντων σωτηρία πρὸς πάντας ἡπλωμένηοὐ περιγραφομένη, ἀεὶ ἀέναος πηγὴ  πσι μὲν δωρεῖταις δεσπότης ἀγαθὸς   μεγάλα τὰ χαρίσματα·

54.2.5 θέλει δὲ αἰτεῖσθαι τὰς χάριτας, ἵνα συνεθίσῃ τούς οἰκέτας τοῦ προσφέρειν τὴν δέησιν τούτῳ ὡς δεσπότῃ· ὀργίζεται δέ που ἐπὶ αθυμίαιςπροσποιούμενος ἀεὶπερ οὐκ ἔχει·χρηστότητος γὰρ τὸ ἔργον ὑπάρχει τοῦτο,

54.2.10 ἵνα παρέχζωὴν τὴν αἰώνιον.

54.3.1

πόδειγμα δὲ ἀληθὲς τῆς τούτου εὐσπλαγχνίας καὶ τι οτως ἔδειἐν σχήματι δὲ μόνὀργίζεται ὁ ἀγαθός,  τούς σραηλίταςμαρτήσαντάς ποτε   καλῶν πρὸς ἐπιστροφὴν

54.3.5 πρὸς τὸν Μωσέα λέγει τὸν δίκαιον· "Ἔασόν με, φίλεθυμωθῆναι καὶ ἐκτρῖψαι τοῖς νόμοις μου τούς μὴ πειθαρχοῦντας" Κεκράτητο μὲν γὰρ τφιλανθρωπίᾳ, ἐπιγράφει δὲ Μωσδῆθεν τὸ σχῆμα·"Ἔασον, φησίν, ἐκτρίψω τούς ἀπειθοῦντας,

54.3.10 ἵνα καὶ δώσω ζωὴν τὴν αἰώνιον."

54.4.1 Τούτγὰρ δῆθεν τῷ Μωστὴν πσαν ἐπιγράφει κατάστασιν ὁ κτίστηςδεικνύς φιλανθρωπίας μεστὴν ὑπάρχειν τὴν ὀργήν·τίθησιν εἰς χεῖρας Μωϋσέως τοῦ θυμοῦ   ὁ πλάστης τὴν διοίκησιν,

54.4.5 ἱνὰ ἀκούων τούτου τὸ "Ἄφες με" ἔννοιαν κινήσῃ ὅτι λως ἐξισχύει κρατεῖν αὐτοῦ, ὅταν ὀργισθείη, προσπέσδὲ αὐτῷ καὶ κράξας βοήσῃ· "Ἀμνησίκακε Θεὲ καὶ πανοικτίρμον,οὐ μή σε ἀφῶ, ἂν μή μοι κατεπαγγείλ

54.4.10 τούτοις παρέχειν ζωὴν τὴν αἰώνιον."  

54.5.1

γαν ν οἰκονομικὸν καὶ τὸ τῆς Χαναναίας, ὅτιπερ θεραπεύειν   ἀπείπετο ὁ κτίστης τὴν θυγατέρα τὴν αὐτῆς·"Ἆραι γὰρ τὸν ἄρτον τὸν τῶν τέκνων καὶ βαλεῖν   κυσί, φησίν, οὐ δίκαιον."

54.5.5

νδοθεν ὁ δεσπότης φιλάνθρωπος, ἔξωθεν ὀργίλος· οὐκ ὀκνεῖ γὰρ ὑπολήψεις προσκτήσασθαι τῶν καθυβριζόντων, σπουδάζων ς σοφὸς τὴν ὑβριζομένην   στεφανῶσαι τὴν καλῶς ἀνεχομένην·οτε γὰρ ναρκτὸ γύναιον πρὸς τὴν βριν,

54.5.10 ἀλλὰ κα[ὶ α]ἰτεῖται ζωὴν τὴν αἰώνιον.

54.6.1 Πσα γὰρ δόσις ἀγαθὴ καὶ πν δώρημα κρεῖττον ἐξ ψους καταβαίνει   ἐκ τοῦ πατρὸς τῶν φώτων, ὡς ὁ ἀπόστολός φησιν, ἀλλ᾿ οὐ κατ᾿ ἀνάγκην· ταἰτήσει δὲ ἡμῶν   θελήσει παραγίνεσθαι.

54.6.5 Τῷ μὲν γὰρ ἡ ἀνάγκη ἐχθρά ἐστι πσά τε ἡ βία· οὐ γὰρ θέλει τῶν ἀνθρώπων βιάζεσθαι γνώμας τὰς ἐν τούτοις· αὐτὸς ς ἀγαθὸς τὴν βίαν ἐκ τούτων   ὑπομένει ἐνδιδούς· χαίρει γὰρ ὄντως  παρὰ βιαστῶνρπάζεσθαι βασιλείαν,

54.6.10 πσι δὲ δοῦναι ζωὴν τὴν [αἰώνιον].

54.7.1

Ἐν τούτοις βούλεται Θεός· ἡμεῖς δὲ ἀμελοῦμεν καὶ φεύγομεν προθέσει   τὴν χάριν τοῦ σωτῆρος ἐπιθυμοῦντες τῶν κακῶν·πρξις γὰρ ὁποία εὑρεθήσεται ἡμῖν  ἢ ποῖος λόγος ἄξιος

54.7.5 πρὸς τὸν ὑπὲρ ἀνθρώπων ἑλόμενον πάντα ὑπομεῖναιΤίς ἡμς δὲ ἐξελεῖται καὶ ύσεται ἄρα ἐν ἀνάγκῃ; Καὶ μὴ αὐτὸς ἡμς Χριστὸς καθ᾿ ἑκάστην   προτρεπόμενος καλεῖ, καὶ οὐ φρονοῦμεν;Ὥσπερ γὰρ πατὴρ ἐπάγει τὴν σωφροσύνην

54.7.10 ἵνα παράσχζωὴν τὴν [αἰώνιον].

54.8.1

δού ὁποῖα γέγονε τῷ γένει τῶν ἀνθρώπων παρὰ τοῦ φιλανθρώπου   καὶ ποῖα ἀντεδόθη ὑπὲρ πάντων τῷ Θεῷ·τὸ φυτὸν τὸ πρῶτον, ὃ ἐφύτευσεν εὐθύς   καλὸν τῆς ἀνθρωπότητος,

54.8.5 πῶς ἄκαρπον εὑρέθη καὶ ἄξιον τοῦ ἐκριζωθῆναιτὸν δὲ φίλον νπερ ἔσχε συνέστιον ερηκε προδότην;

Ἐκεῖνος μὲν ἐκ τῶν τῆς δημιουργίας   προοιμίων τυραννεῖν διενοήθη,  οτος πιστευθεὶς τὸν πλοῦτον Χριστὸν ἐπώλει·

54.8.10 ὅθεν οὐκ ἔχει ζωὴν τὴν αἰώνιον.

54.9.1 Ναρκοῦν λαμβάνει τὴν ἀρχὴν τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς τοῦ πρωτοπλάστου  ῥίζης τοῦ μαρτάνειν ἐξ ἐναντίας τῷ Θεῷ·ἀλλ᾿ ὁ ἐλεήμων φιλανθρώπως γεωργεῖ   ἀρδείαις τούς χερσεύοντας,

54.9.5 ποτὲ μὲν νουθεσίαις, ἠπείλει δὲ ἄλλοτε παιδεύων· πρὸς δὲ τούτοις καὶ προφήταις ἐχρήσατο νόμων ταῖς φυτείαις·

θεν τἀρετττῆς γεωργίας   ἐξεβλάστησε καλὸν δένδρον τῷ γένει  ἐκ παρθενικῆς νηδύος ἐξανατέλλον,

54.9.10 πσι παρέχον ζωὴν [τὴν αἰώνιον].

54.10.1

πόσα μὲν ον ὁ Χριστὸς ἐτέλει φιλανθρώπως εἰς πάντων σωτηρίαν   πσι δῆλον ὑπάρχει τοῖς πεποιθόσιν ἐπ᾿ αὐτῷ·πῶς μὲν τούς τελώνας μαθητεύειν τοῖς αὐτοῦ   ἐδίδαξεν ς εσπλαγχνος, 54.10.5 καὶ πως καὶ τὰς πόρνας ἐπαίδευσε χάριν μετανοίας· ἁλιεύει ἐκ ναμάτων καὶ γύναιον ἐκ τῆς Σαμαρείας· ἐκτρέφει θαυμαστῶς καὶ τούς ἀχαρίστους   καὶ ἐχόρτασεν αὐτούς ἐν τἐρήμῳ·ονον δὲ αὐτοῖς ἐξ δατος ἐχορήγει,

54.10.10 πσι παρέχων [ζωὴν τὴν αἰώνιον].

54.11.1

πὲρ πάντων τῶν βροτῶν τὸ χρέος ἀποτίσας τὸ ἐκ τῆς μαρτίαςἐδίδαξε τούς πάντας τηρεῖν αὐτοῦ τὰς ἐντολάς·ἀλλ᾿ ἐπείπερ ταύτας οὐ φυλάττομεν ἡμεῖς   βουλήσει #960;αρατρέχοντες,

54.11.5 ὀργῆς ἡμς πολλάκις διήγειρενπαντας δειλία  ἢ θυμὸς ὁ περιζέων θερμότητι πρὸς τὴν τιμωρίαν. Ἀλλ᾿σπερ ἰατρὸς προσφέρει τῷ πάθει   τὸ δριμύτατον ἀεὶ τὸ τῶν φαρμάκων,οτως ὁ Χριστὸς παιδεύει καὶ ἰατρεύει

54.11.10 πσι παρέχων [ζωὴν τὴν αἰώνιον].

54.12.1

Ῥᾳδίως ἴδωμεν σαφῶς πῶς πάντας ἰατρεύει καὶ πάσαις δὲ ταῖς νόσοις  ἐμπλάστρους προσαρμόζει ὁ τῶν ψυχῶν ἰατρευτής·οδε ποῖον πάθει ἐπιτήδειόν ἐστι   καὶ χρήσιμον παράγγελμα·  

54.12.5 ἐπίσταται δὲ ποῖον χειρούργημα τραύματι ρμόζει· εἰ δὲ καὶ ταῖς κολακείαις ὁ πάσχων δὴ ἀποστασιάζει, λοιπὸν ἐφ᾿τερον μεταβαίνει τρόπον   καὶ δι᾿ ἔργων τοῦ λοιποῦ εὐδρανεστέρων  πράττει ς σοφὸς τὴν τέχνην τῆς ἰατρείας,

54.12.10 ἵνα καὶ σχῶμεν ζωὴν τὴν αἰώνιον.

54.13.1

ς γὰρ οὐ λόγων ἐπδαῖς τὰ πάντων ἰατρεύων εὑρτούς ἀπειθοῦνταςμετέρχεται ἐν ἔργοις τὴν θεραπείαν τὴν ἡμῶν·σείει γὰρ τὴν κτίσιν καὶ ποιεῖ βρύχειν τὴν γῆν   ἐκ τῶν μαρτιῶν ἡμῶν·

54.13.5 τὸν χρόνον τοῦ σεισμοῦ δὲ στενάξαντες, πάλιν πρὸς τὸ ἔθος   ἐκδραμόντες λησμοσύνδεδώκαμενπαντα τὸν φόβον. Διὸ προσέταξε νεφέλαις πολλάκις   τὰς ψεκάδας μηδαμῶς δοῦναι τῶν ὄμβρων,ἵνα τῆς ψυχῆς τὸ ῥᾴθυμον ἀφυπνίσ

54.13.10 ὥστε αἰτεῖσθαι ζωὴν τὴν αἰώνιον.

54.14.1 Μίαν, δευτέραν τὴν πληγὴν ὁ κτίστης ἐπιφέρων, ἀνθρώπους δὲ εὑρίσκων   κρείττους μὴ γινομένους, ἀλλὰ καὶ χείρους ἑαυτῶν,  τότε ἀθυμίαν ἐπιφέρει εἰς αὐτὴν   τὴν τράπεζαν τῆς χάριτος,

54.14.5 καυθῆναι συγχωρήσας τὰ για τὰ τῆς ἐκκλησίας, ὡς καὶ πρώην ἀλλοφύλοις ἐκδέδωκε κιβωτὸν τὴν θείαν· καὶ ἐξεχέετο ὁ θρῆνος τοῦ πλήθους   ἐν πλατείαις τε ὁμοῦ καὶ ἐκκλησίαις·τὰ πάντα γὰρ πῦρ διέφθειρεν, εἰ μὴ ἔσχον

54.14.10 † Θεὸν τὸν παρέχοντα πσι ζωὴν τὴν αἰώνιον.

54.15.1

παντες ἴσασιν εἰκὸς τὰ τότε γεγονότα, ὧν εἰκότως ἡ μνήμη   τὸν νοῦν αἰχμαλωτίζει καὶ τὴν διάνοιαν ὑμῶν  καὶ ὀκνηροτέραν καὶ τὴν γλῶτταν τὴν ἡμῶν   ποιεῖ πρὸς τὴν διήγησιν.

54.15.5 Τὸ πῦρ μὲν γὰρ ταῖς λαις ἐτρέφετο σπεῦδον διατρέχεινὑπ᾿ ἀνέμων ἐπιφόβωνθούμενον πρὸς τὸ κατακαίειν· ἡμεῖς δὲ πρὸς αὐτὸ τὸ πάθος ἀλγοῦντες   εἰς κακίαν τὴν ὀργὴν μεταποιοῦμεν·οὐκ ἔγνωμεν γὰρ κν οτως μετανοῆσαι,

54.15.10 ὥστε καὶ ἔχειν ζωὴν τὴν αἰώνιον.

54.16.1 Νεφέλης δίκην μὲν τὸ πῦρ ἐν λτῷ ἀέρι ἐκτύπει ἐξαστράπτον   καὶ πάντα καταφλέγον, ἦχον καὶ φόβον ἐμποιοῦν,  οὐκ ἀνέμοις εκον ἐναντίοις καὶ πολλοῖςοὐχ δατα φοβούμενον.

54.16.5 Πρὸς τούτοις δὲ τὸ δωρ ἐγείρετο τὸ ἐν τθαλάσσῃ· τῶν ἀνθρώπων δὲ αἱ χεῖρες ἀνόνητοι πρὸς ἐπικουρίαν· ἀντέτεινεν αὐτοῖς τὸ πῦρ καὶ ἐνίκακαὶ ἡ θάλασσα αὐτὴ ἐφιλονίκει·ἐκώλυε γὰρ τούς φεύγειν ἐπειγομένους,

54.16.10 ὅθεν ἐκάλουν ζωὴν τὴν αἰώνιον.

54.17.1

μως ν᾿ εἴπω συνελών, πάντα τὰ ἐν τῷ ἄστει σύν καὶ ταῖς ἐκκλησίαις  ἅμα τῷ παλατίπάσης ἐλπίδος ν ἐκτός,ὅσον ἐπ᾿ ἀνθρώποις· ἀλλὰ πάντα ὁ Θεὸς   συνήθως ἐπεσκέψατο·

54.17.5 διὰ μὲν τούς οἰκοῦντας τὸ ἔλεος καὶ τούς δεομένους   σωφρονίζει καὶ παρέχει τὸν οἰκτιρμὸν πσιν ὁ δεσπότης· διὰ δὲ τούς κακούς τούς μὴ βουλομένους   ὑπ᾿ αὐτῆς τῆς ἀπειλῆς σωφρονισθῆναι  ἐπάγει ὀργὴν ἐν στόματι μαχαίρας,

54.17.10 ὥστε γνωρίζειν ζωὴν τὴν αἰώνιον.

54.18.1

πὸ μὲν τούτων τῶν δεινῶν κατείχετο ἡ πόλις καὶ θρῆνον εχε μέγα· Θεὸν οἱ δεδιότες χεῖρας ἐξέτεινον αὐτῷ  ἐλεημοσύνην ἐξαιτοῦντες παρ᾿ αὐτοῦ   καὶ τῶν κακῶν κατάπαυσιν·

54.18.5 σύν τούτοις δὲ εἰκότως ἐπηύχετο καὶ ὁ βασιλεύων   ἀναβλέψας πρὸς τὸν πλάστην  – σύν τούτδὲ σύνευνος ἡ τούτου – , "Δός μοι, βοῶν, σωτήρ, ὡς καὶ τῷ Δαυίδ σου   τοῦ νικῆσαι Γολιάθ· σοὶ γὰρ ἐλπίζω·σῶσον τὸν πιστὸν λαόν σου ς ἐλεήμων,

54.18.10 οσπερ καὶ δώσς ζωὴν τὴν αἰώνιον."

54.19.1

τε δὲ κουσε Θεὸς φωνῆς τῆς τῶν κραζόντων καὶ τῶν βασιλευόντωνκαὶ ἔδωκε τῷ ἄστει τούς φιλανθρώπους οἰκτιρμούς·ὀδυρμὸς πικρὸς γὰρ ἐγεγόνει δι᾿ αὐτούς   ἀναιρεθέντας ξίφεσιν·

54.19.5 γυναῖκες χηρείανδύροντο, παῖδες ὀρφανίανοἱ πατέρες ἀτεκνίαν, οἱ σύγγονοι στέρησιν συναίμων·   ἄλλοι ἀπώλειαν ἐθρήνουν πραγμάτωνκαὶ τὸ πένθος ν κοινὸν πάστπόλει.Ἔκειτο χαμαὶ ὁ θρόνος τῆς ἐκκλησίας

54.19.10 ὅστις παρέχει ζωὴν τὴν αἰώνιον.

54.20.1 Ψαλμοῖς ἐγέραιρόν ποτε Σοφίαν καὶ Εἰρήνην, δυνάμεις τὰς ἐνδόξους   τῆς ἄνω πολιτείας, οἱ τοῦ βαπτίσματος υἱοί· ἔβλεπον δὲ ἄρτι τούς ναούς τούς ἱερούς   κειμένους εἰς τὸ ἔδαφος·

54.20.5 τὸ κάλλος τὸ ἐκ τούτων τὸ ἔνδοξον πλήρης ν σαπρίας· ὁ δὲ τόπος ὁ ἐκλάμπων φαιδρότητα φόβον νῦν πείλει· ἀπήστραπτέ ποτε τὸ φῶς ἐκ τοῦ κάλλουςἀπεδίωκε νυνὶ πῦρ τούς ὁρῶντας·μόνη δὲ ἡμῖνλπίζετο σωτηρία

54.20.10 ἥτις παρέχει ζωὴν τὴν αἰώνιον.

54.21.1 Ἀεὶ γὰρ πάντες οἱ πιστοὶ Θεῷ οἱ πεποιθότες ἐλπίζουσιν εἰκότως   κρειττόνων ἀξιοῦσθαι· τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ.Ἂν γάρ τις ἀπίδπρὸς τὴν ερουσαλὴμ   καὶ τὸν ναὸν τὸν μέγιστον

54.21.5

ν Σολομν ἐκεῖνος ὁ πάνσοφος χρόνμακροτάτῳ ἀνεγείρας καὶ κοσμήσας ἐποίκιλε πλούτἀπεράντῳ,  

πως καταβληθεὶς εἰς βριν ἐδόθη   καὶ μένει ἐκπεσν καὶ οὐκ ἀνέστη,ἴδοι ν αὐτῆς τὴν χάριν τῆς ἐκκλησίας

54.21.10 ἥτις παρέχει [ζωὴν τὴν αἰώνιον].

54.22.1 Λαὸς μὲν ὁ τοῦ σραὴλ ναοῦ ἀποστερεῖται· ἡμεῖς δὲ ἀντ᾿ ἐκείνου   Ἀνάστασιν γίαν καὶ τὴν Σιν ἔχομεν νῦν,ἥνπερ Κωνσταντῖνος καὶ λένη ἡ πιστὴ   τῷ κόσμἐδωρήσαντο

54.22.5 μετὰ διακοσίους πεντήκοντα χρόνους τοῦ πτωθῆναιἈλλ᾿ ἐνταῦθα μετὰ μίαν τῆς πτώσεωςρξαντο ἡμέραν τὸ τῆς ἐκκλησις ἐγείρεσθαι ἔργον· καὶ φαιδρύνεται λαμπρῶς καὶ τελειοῦται·οἱ μὲν βασιλεῖς δαπάνην φιλοτιμοῦνται,

54.22.10 ὁ δὲ δεσπόστης ζωὴν τὴν αἰώνιον.  

54.23.1 Μεγάλα ὄντως καὶ φαιδρὰ καὶ ἄξια θαυμάτων καὶ ὑπερβεβηκότα  ἅπαντας τούς ἀρχαίους βασιλεῖς ἔδειξαν νυνὶ  οἱ ἐν τῷ παρόντι τῶν ωμαίων εὐσεβῶς   τὰ πράγματα διέποντες·

54.23.5 ἐν χρόνγὰρ ὀλίγἀνέστησανπασαν τὴν πόλιν, ὡς καὶ λήθην ἐγγενέσθαι τοῖς πάσχουσι πάντων τῶν δυσκόλων· ὁ οκος δὲ αὐτὸς ὁ τῆς ἐκκλησίας   ἐν τοσαύτἀρετοἰκοδομεῖται ς τὸν οὐρανὸν μιμεῖσθαι, τὸν θεῖον θρόνον,

54.23.10 ὃς καὶ παρέχει ζωὴν τὴν αἰώνιον.

σοι ον στέργομεν Χριστὸν καὶ σπεύδομεν ἐκείντὴν δόξαν ἀναπέμπειναἰτοῦμεν τὸν δεσπότην καὶ ποιητὴν τῶν οὐρανῶν  τὸ τῆς ἐκκλησίας στερεῶσαι τῆς αὐτοῦ   ἐγχείρημα καὶ δρασμα,

54.24.5

ν᾿ ἀξιωθῶμεν θεάσασθαι πσαν πληρωθεῖσαν  [⏑⏑-⏑ ⏑⏑-⏑] καὶ βρύουσαν χάριν τοῖς ὁρῶσιν   ἐν λειτουργίαις τεδα[ῖς καὶ τοῖς] ὕμνοις, ἵνα καὶ οἱ βασιλεῖς καὶ οἱ πολῖται  καὶ [οἱ] ἱερεῖς ἐν ταύτἀγαλλιῶνται

54.24.10 πσι δοθῆναι ζωὴν τὴν αἰώνιον.

54.25.1 Σῶτερ, [ἀθάνατε υἱὲ] πατρὸς προαιωνίου, πσαν σῶσον τὴν πόλινσῶσον τὰς ἐκκλησίας, σῶσον δὲ καὶ τούς βασιλεῖς·λύτρωσαι τὸ ἄστυ ἀπὸ πάσης ταραχῆςσεισμοῦ, λιμοῦ καὶ θνήσεως·

54.25.5 πσαν τὴν πολιτείαν περίσωσον, πάνσοφε δυνάστακαὶ ἐμοὶ δὲ τῷ ἀθλίτὴν ἄφεσιν δὸς τὴν τῶν πταισμάτων· τῶν περιεχόντων δεινῶν ἐξελοῦ με   καὶ θεράπευσον ἐμοῦ τὴν ἀθυμίαν·ταύτην τὴν ζωὴν ἀπρόσκοπον διοδεῦσαι

54.25.10 δός μοι, κἀκεῖ δὲ ζωὴν τὴν [αἰώνιον].  

55 (LVI). Кондак покаянный

55.t.1

Τδʹ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν φέρον

ἀκροστιχίδα τήνδε·[ προσευχὴ ωμανοῦ]

χος πλάγιος δʹ, πρός· Ὁ χρόνος μου συντελεῖται.

Προοίμιον

55.pro.1 Τοῦ φοβεροῦ δικαστοῦ τὴν ἐξέτασιν   ἐν τζωσου, ψυχή, ἐνθυμήθητι,καὶ μνήσθητι τῶν στεναγμῶν τοῦ τελώνου, τῶν ὀδυρμῶν τῆς πόρνηςκραυγάζουσα ἐν κατανύξει·

55.pro.5 "Ταῖς εὐχαῖς τῶν γίων ἱλασμόν μοι παράσχου, ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι." 55.1.1 Πολλοὶ διὰ μετανοίας  τῆς παρὰ σοῦ φιλανθρωπίας ξιώθησαν· τελώνην στενάξαντα καὶ πόρνην δακρύσασαν ἐδικαίωσας·τπροθέσει γὰρ προβλέπεις καὶ παρέχεις τὴν ἄφεσιν·

55.1.5 μεθ᾿ν κἀμὲ ἐπίστρεψονς ἔχων πλῆθος οἰκτιρμῶν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.2.1

ερύπωται ἡ ψυχή μου  ἐνδεδυμένη τὸν χιτῶνα τῶν πταισμάτων μου· αὐτὸς δὲ παράσχου μοι ἀπὸ τῶν ὀμμάτων μουεῦσαι δατα,ἵνα ταύτην καθαρίσω διὰ τῆς κατανύξεως·

55.2.5 λαμπρὰν στολήν με ἔνδυσον ἀξίαν τοῦ γάμου σου,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.3.1

χρόνος μου συντελεῖται,ὁ δὲ φρικτός σου θρόνος λοιπὸν εὐτρεπίζεται.

βίος παρέρχεται, ἡ κρίσις ἐκδέχεται ἀπειλοῦσά μοι  τοῦ πυρὸς τὴν τιμωρίαν καὶ τὴν φλόγα τὴν ἄσβεστον·

55.3.5 δακρύων ὄμβρους πέμψον μοι καὶ σβέσον αὐτῆς τὴν ἰσχύν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.  

55.4.1 Συμπάθησον τφωνμου ς τῷ ἀσώτὑϊῷ, πάτερ οὐράνιε· κἀγγὰρ προσπίπτω σοι καὶ κράζω ς ἔκραξε· "Πάτερ, ἥμαρτον."Μὴ παρώσς με, σωτήρ μου, τὸν ἀνάξιον παῖδά σου,

55.4.5 ἀλλ᾿ εφρανον καὶ ἐπ᾿ ἐμοὶ τούς σούς ἀγγέλους, ἀγαθέ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.5.1

Ἐμὲ γὰρ [καὶ] ὑϊόν σου  καὶ κληρονόμον ἑαυτοῦ ἔδειξας χάριτι· ἐγδὲ προσκρούσας σοι αἰχμάλωτος γέγονα καὶ δεδούλωμαι  τβαρβάρῳ ἁμαρτίπεπραμένος ὁ ἄθλιος.

55.5.5 Τὴν σὴν εἰκόνα οἴκτειρον καὶ ἀνακάλεσαι, σωτήρ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.6.1

πνοῦντά με αθυμίὁ πονηρὸς ἐξαγρυπνῶν ἐσυλαγώγησε· τὸν νοῦν μου ἐπλάνησε, τὴν φρένα ἐσύλησε καὶ διήρπασε  τὸν τῆς χάριτός σου πλοῦτον ὁ λστὴς ὁ ἀρχέκακος·  

55.6.5 ἀλλ᾿ ἔγειρον πεσόντα με καὶ ἀνακάλεσαι, σωτήρ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.7.1 Χρζω τῆς σῆς βοηθείας,ὥσπερ ὁ Πέτρος ἐν θαλάσσχειμαζόμενος· τοῦ βίου τὸ πέλαγος βαδίζων ποντίζομαι, καὶ προσπίπτω σοι·ἐγγισάτω μοι ἡ χείρ σου καὶ σωσάτω με, κύριε·

55.7.5

ς ἐκ βυθοῦ ἀνάγαγε ἐκ τοῦ χειμῶνος τῶν κακῶν, ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.8.1

κουσα καὶ τοῦ προφήτου  προτρεπομένου με περὶ τῆς σωτηρίας μου· εἰπν γὰρ ἐγγίζειν σε τοῖς ἐπικαλουμένοις σε, διεγείρει με  συνεχέστερον βον σοι καὶ καλεῖν σε εἰς ἀντίληψιν.

55.8.5 Τῶν οἰκτιρμῶν σου μνήσθητι καὶ ἔγειρόν με ς Θεός,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.9.1

ύστην σε, σωτήρ, γινώσκω μετανοοῦντα ἐπὶ πάσαις ταῖς κακίαις μου· ἐξάλειψον τὰ πταίσματα, ὑπόγραψον ἄφεσιν, ἀμνησίκακε·τὸ χειρόγραφόν μου σχίσον καὶ ἐμὲ ἐλευθέρωσον·

55.9.5 αὐτὸς γὰρ πέλεις, κύριε, ὁ βασιλεύς μου καὶ Θεός,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.10.1

ἀφροσύνη· φοβοῦμαι  καὶ ἐννοῶν τὸν ὀδυρμὸν οὐ σωφρονίζομαι· πτοοῦμαι τὴν κόλασιν καὶ ἔργα κολάσεως διαπράττομαι·δειλιῶ μαστιγωθῆναι καὶ τὸ πταίειν οὐ παύομαι.

55.10.5 Ὀψὲ ποτὲ ἀνάνηψιν παράσχου μοι, μόνε σωτήρ,ὁ θέλων [πάντας τούς ἀνθρώπους σωθῆναι].

55.11.1 Μικρὸν ὀδυνμε, οἴμοι,μαρτία δολερὸν ἔχουσα φάρμακον· αὐτή μοι συνήγορος, αὐτὴ καὶ κατήγορος ἀναδείκνυται·τὴν δοκοῦσαν συμβουλεύειν αὐτὴν βλέπω ἐπίβουλον·

55.11.5 ατη βοθρίσαι σπεύδει με, αὐτῆς με λύτρωσαι, σωτήρ,ὁ θέλων [πάντας τούς ἀνθρώπους σωθῆναι].

55.12.1 Ἀεὶ κρυπτῶς μαστιγοῦμαι·τὸ συνειδὸς γὰρ ἑαυτοῦ καταδικάζει με   καὶ κριτήριον κέκτημαι τὸν ἴδιον ἔλεγχον τιμωροῦντά με,πρὸ τοῦ ξω καὶ ὑφέξω τὸν αἰώνιον βάσανον.

55.12.5

Ἐνταῦθά με διόρθωσαι καὶ τότε φεῖσαί με, ς[ωτήρ],ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.13.1 Νυνὶ καιρὸς μετανοίας  τοῖς βουλομένοις τὸ τάλαντον πραγματεύσασθαι· πανήγυρις σταται, κἀγοὐκ ἐργάζομαινα λήψομαι  τὸν καρπὸν τῆς ἐργασίας καὶ τοῦ κόπου τὴν ἄνεσιν·

55.13.5 πρὸ τοῦ λυθτὸ θέατρον, δώρησαι τὴν ἐπιστροφήν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.

55.14.1

Παύλου λόγος θεῖ με  προσκαρτερεῖν σου τεὐχκαὶ ἀναμένειν σε. Θαρρῶν ον προσεύχομαι· σαφῶς γὰρ ἐπίσταμαι τὰ ἐλέη σου,  ὅτι πρῶτός μοι προσέρχῃ, καὶ καλῶ εἰς ἀντίληψιν·

55.14.5 χρονίζεις δὲ ἱνά μοι δῷς τῆς προσεδρείας τὸν μισθόν,ὁ θέλων πάντας τούς ἀνθρώπους [σωθῆναι].

55.15.1

μνεῖν καὶ δοξολογεῖν σε  ἐν πολιτείκαθαρδώρησαι πάντοτε· συμπράττειν τοῖς λόγοις μου τὰ ἔργα εὐδόκησον, παντοδύναμε,ἵνα ψάλλω καὶ λαμβάνω παρὰ σοῦ τὰ αἰτήματα·

55.15.5

γνὴν εὐχὴν προσφέρειν σοι παράσχου μοι, μόνε Χριστέ,ὁ θέλων πάντας τούς ἀνθρώπους [σωθῆναι].  

56 (LXXXIV). Молитва в стихах

Εὐχὴ κατὰ στίχον,

ποίημα ωμανοῦ τοῦ Μελδοῦ

56.1.1 Δεῦτε πάντες πιστοί, προσκυνήσωμεν  τὸν σωτῆρα Χριστὸν καὶ φιλάνθρωπον, τὸν υἱὸν τοῦ Θεοῦ καὶ μακρόθυμον,τὸν δεσπότην καὶ μόνον ἀθάνατον,

56.1.5

ν ὑμνοῦσιν ἀγγέλων τὰ τάγματα,ἀσωμάτων οἱ δῆμοι δοξάζουσιν, ἐκ πυρίνων γλωσσῶν ἀνακράζουσι,τρισαγίαις φωναῖς ἀναμέλπουσι, τὸν τρισάγιον μνον ἐξδοντες,

56.1.10ἐπινίκιον ανον προσφέροντες· τὸν πατέρα ὑμνοῦσι καὶ κύριον,τὸν υἱὸν σύν τῷ πνεύματι σύνθρονον· τοὐσίμονάς ἐστιν ἄτμητος,ἐν τρισὶ τοῖς προσώποις μερίζεται·

56.1.15 ἡ ὑπέρθεος δύναμις σέβεται,ὑπὸ πάσης τῆς κτίσεως δεται.Θεοτόκε παρθένε, παντάνασσα, μὴ παρίδς ἡμς τούς οἰκέτας σου κινδυνεύοντας βίου τῷ κλύδωνι,

56.1.20 καὶ ἀστάτθηρὶ προσριπτούμενοι· ὑπερτέρα τῶν ἄνω δυνάμεων, περιστερὰ χρυσωθεῖσα τῷ πνεύματι, ἀποστόλων τὸ κλέος καὶ καύχημα,   προφητῶν καὶ μαρτύρων τὸ σύστημα

56.1.25 καὶ τοῦ κόσμου παντὸς ἡ βοήθεια, χρυσοπλοκώτατε πύργε καὶ πάντιμε, δωδεκάπυλε πόλις, παράδεισε, μυροθήκη τοῦ πνεύματος πάντερπνε, τεῖχος ἄμαχον θεῖον καὶ στήριγμα,

56.1.30 τῶν πιστῶν ἀνακτόρων προπύργιον καὶ ψυχῶν εὐσεβῶν ἀμυντήριον καὶ σωμάτων γνῶν φυλακτήριον, σὲ γεραίρομεν, ἄχραντε δέσποινα, τὸν υἱόν σου ὑμνοῦμεν καὶ κύριον,

56.1.35 τὸν Χριστὸν καὶ τὸν μόνον φιλάνθρωπον,

πως ερωμεν χάριν καὶ ἔλεος ἐν ἡμέρτῆς κρίσεως, δέσποινα.Τότε, κύριε, κύριε, ῥῦσαί με, τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι·

56.1.40 μή με λάβΣατὰν ὁ παμπόνηρος, μή με δείξς δαιμόνων ἐπίχαρμα·

τι μόνος ἐγἐπλημμέλησα, τὴν ψυχὴν καὶ τὸ σῶμα ἐσπίλωσα καὶ τὸν βίον μου λον ἐρρύπωσα. 56.1.45 Τί ποιήσω οὐκ οδα ὁ ἄθλιος·διὰ τοῦτο κραυγάζω τὸ "Ἥμαρτον

ς ὁ ἄσωτος λθον καὶ δέομαι ς ἡ πόρνη τὰ δάκρυα έουσα· ἀλλά, κύριε, κύριε, ῥῦσαί με

56.1.50ἐκ βορβόρου τῶν ἔργων καὶ σῶσόν με·

ς ποιμὴν ἀγαθὸς μὴ ἐάσς με  τῶν παθῶν τοῖς κρημνοῖς πελαζόμενον· κεχωσμένον τοῖς πάθεσιν ἔξελε  καὶ τῷ θείφωτί σού με κάθαρον,

56.1.55

να βλέψω τὴν θείαν εἰκόνα σου  καθαρῷ συνειδότι καὶ φθέγξωμαι· "Σοὶ γὰρ πρέπει τιμὴ καὶ προσκύνησις,τῷ πατρὶ καὶ υἱῷ σύν τῷ πνεύματι ὑπὸ πάσης τῆς κτίσεως πάντοτε

56.1.60εἰς αἰῶνας αἰώνων, φιλάνθρωπε."


Вам может быть интересно:

1. Полное собрание творений прп. Романа Сладкопевца (список на греческом языке) – Новый Завет. Последние дни земной жизни Господа Иисуса Христа. преподобный Роман Сладкопевец 13,8K 

2. Полное собрание творений прп. Романа Сладкопевца (список на греческом языке) преподобный Роман Сладкопевец 13,8K 

3. Кондак "Судьбы Иосифа" преподобный Роман Сладкопевец 2,2K 

4. Кондак о страданиях Христовых, в Великий Пяток преподобный Роман Сладкопевец 638 

5. Addenda к изданию А. Васильева: "Anecdota graeco-byzantina" профессор Николай Фомич Красносельцев 446 

6. Тайная исповедь в Православной Восточной Церкви. Том 2 – Глава III. Отдельные молитвы, относящиеся к исповеди Александр Иванович Алмазов 5,2K 

7. Православная Богословская энциклопедия или Богословский энциклопедический словарь. Том XII – Козьмин Вонифантий профессор Александр Павлович Лопухин 39,8K 

8. Опыт издания греческих церковных писателей древнейшего времени в русской патрологической литературе – IV. Variationes профессор Алексей Афанасьевич Дмитриевский 10,5K 

9. Мои дневники. Выпуск 4 архимандрит Никон (Рождественский) 1,9K 

10. Православная Богословская энциклопедия или Богословский энциклопедический словарь. Том V – Еввула профессор Александр Павлович Лопухин 145,1K 

Комментарии для сайта Cackle