«Видение» Диадоха, епископа Фотикийского в Эпире

Источник

Греческий текст небольшой статьи, входящей в состав разных редакций древне-славянской толковой Кормчей: «По вопросам и по ответам бесед св. Диадоха откровение»1, до сих пор указан2 только в Bodl. Canonic. 15 chart. XV saec. л. 168–174 и в Bodl. Barocc. 69 chart. XIV saec.; оказывается, что он есть еще в четырех списках: Vatic. 11673 XIII в. л. 18b–22b, Vatic. Barberin. 515 (прежн. V11) 1244 г. л. 120a–126b, Vatic. 402 1383 г.4 л. 178a–183b и Моск. Синод. Библ. 492 (434 по Владим.; t. II, XLVUI qu. по Matthaei) XVI в. л. 371b– 379b. В основу моего издания кладу Vatic. 1167, а варианты беру из Barberin. 515 (=В) и Моск. Син. Библ. 492 (= М); вставки из В и М заключены в [], мои добавления – в <>5.

[Ὅρασις τοῦ ἁγίου6 Διαδόχου ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου7]8.

α΄. Ἐρώτησις. Τὶ δὴ τοσοῦτον τὴν ἔρημον ἐθαύμασας, εἰπὲ μοι δέομαὶ σου, νύκτωρ ἠρεμούσης μου τῆς ψυχῆς ἠρώτουν ὡσανεὶ παρόντα τὸν σοφὸν Ἰωάννην. ὦ πολύφημε και μήτηρ ἐκκλησία9, τὶ περὶ τὸ ἄγριον ἐκεῖνο καὶ ἀνεπιμέλητον οὕτω θερμῶς, πάλιν ἔλεγον, διέκεισο πρόσωπον10; ἤ τὶ τὴν ἀνθρωπίνας ἀκοὰς θέρπουσαν11 βοὴν ἀψύχῳ12 οὕτως13 [ἡδέως] ἐβόας14 ἐν ἐρήμῳ; χαὐτὸς δὲ [μᾶλλον] ώς αὐτός15 μοι παρεισελϑὼν διελέχϑη λόγοις.

Ἀπόκρισις. Καὶ πῶς, ἔφη, σοι λαλῆσαι δυνήσομαι, ὁ ἔξω που ὢν τοῦ φϑαρτοῦ αἰῶνος τῷ τέως ἐν αὐτῷ ἒως [ὅτε] ὁ ϑεὁς ϑέλει16 ἐνδιάγοντι, φίλε;

β΄. Ἐρώτησις. Δυνήσῃ17, ἔφην18, ϑαυμάσιε, τὸν19 ἔρωτά20 σου τῆς σοφίας εἰ ϑελήσεις ὀφϑῆναί μοι ἐν ἐρωτήσεσι λόγων. καὶ21 εἰ βούλει, συντεύξομαι22 εἰς αὐτὸ23 φϑάσας τὸ χωρίον τῶν λόγων24, ἵνα σὐ μὲν διδάξης, ἐγὼ δέ μάϑω. τίνος δὲ25 χάριν ἔτριψας οὕτως τοῖς λόγοις καὶ τῷ βίῳ τὴν ἐρημίαν, ἀνδρεῖε26, πόλιν27 ἀρετῶν ἐκεῖσε συστησάμενος;

Ἀπόκρισις. Βίου28 μέν, ἔφη, xαϑαρότητος29 ἴχνος, ἐρημίας ὀσμή, πολιτικῶν δὲ ἠϑῶν30 ἀπαλλαγὴ3132 τῆς33 ἐκεῖσε34 σιωπῆς35 εὔσχημος36 ϑυμηδία37 καί διὰ τοῦτο τὴν ζάλην τῶν άνϑρωπίνων ἐκεῖσε διαλύων λογισμῶν τῇ δυνάμει τῆς ὲπιμονῆς38 ἐπετέλουν39 ἐν πνεύματι, τὀ ῥῆμα περιμένων ἤσ[περ] ἐμνήσϑης βοῆς.

γ΄. Ἐρώτησις. Καλῶς, τί οὖν [δὴ] τὸ σχῆμα τῆς βοῆς; τοῦτο γὰρ τέως παρὰ σοῦ μαϑεῖν ἐπείγομαι40.

Ἀποκρίσις. Τὴν τοῦ ’Ισραήλ, ἔφη, ὡμίλει41 κουφότητα. ἐπειδὴ γὰρ ἐκεῖνοι κηρίῳ ὡσπερ[εὶ] ἀγνωμοσύνης42 ἐσφράγισαν43 τὰς ἐαυτῶν ἀκοάς, ἀπωϑούμενοι τὸν ἦχον τῆς γνώσεως τοῦ ὑψίστου, τὰ ϑηριώδη ἔϑνη44 ἐκ τῶν ἐρήμων τόπων εἰς ἀπάντησιν προσεκαλούμην τῆς αὐτοῦ πίστεως, αἰνίγματι σαφεῖ μορφῶν τὴν ϑεωρίαν.

δ΄, Ἐρώτησις. Καὶ τίς, ἔφην ἐγώ, ὁ τοῦ κηρυττομένου [σοι] σημάνας τὴν δύναμιν;

Ἀπόκρισις. Ῥῆμα, ἔφη, πατρικὸν ἐν πνεύματι ἐνεχϑέν.

ε΄. Ἐρώτησις. Πιστῶς. ἀλλὰ πῶς ὂν45 οὐκ ᾔδεις ἐπεγίνωσκες, εἰπέ μοι.

Ἀπόκρισις. Ἐν μορφῇ ὰνϑρώπου κράτος ἑώρων46 ϑεῖον.

ς΄. Ἐρώτησις. Ἐγὼ δέ σε καὶ τῆς τόλμης, ἔφην, ἐϑαύμασα, ϑεσπέσιε.

Ἀπόκρισις. Ποίας; ἔφη.

ζ’. Ἐρώτησις. Ὅτι δὴ ἄνϑρωπος ὤν υἱόν ἐβάπτιζες ϑεοῦ.

Ἀπόκρισις. Τῇ ὑπακοῇ, ἔφη, τὴν τόλμαν47 ἰασάμην ὑπακοῆς γὰρ οὐδὲν ταπεινότερον.

η΄. Ἐρώτησις. Πάνυ γε ἐκ καρδίας ὂντως συντετριμμένης48 ύπακοὴ τίκτεται;

Ἀπόκρισις. Ὀρϑῶς, ἔφη, λέγεις.

θ΄. Ἐρώτησις. Ἐγὼ δὲ πάλιν. πῶς τὴν μακαριότητα, ἔφην, ἐπέγνως τοῦ ὰγίου πνεύματος καἰ ταῦτα49 ἐν σχήματι καταπτάντος αὐτοῦ ἐκ τῶν οὐρανῶν ἐπἰ τὸν κύριον; ἐν περιστερᾶς γὰρ αὐτὸ50 ἐμαρτύρησας ἐωρακέναι εἴδει51.

Ἀπόκρισις. Ἄνεμοί52 τινες, ἔφη, χαρᾶς τὴν αὐτοῦ προελάμβανον ἄφραστον παρουσίαν καἰ ἡ ἐκ τῶν οὐρανῶν δὲ λοιπὸν ἀπηχηϑεῖσα φωνή, ἥτις ώσανεἰ δακτύλῳ τὸν υἱὸν ὐπεδείκνυεν53 ὐπὸ τοῦ πατρὸς μαρτυρούμενον, σαφῶς ἀπέδειξέ54 μοι τῆς περιστερᾶς ἐκείνης τὸ ἄπειρον55

ι΄ Ἐρώτησις. Ἱκανῶς. ἄρα δ’, ἔφην, αὐτοῦ56 τοῦ πατρὸς ἦν ή ἀπηχηϑεῖσα φωνὴ57 ἢ δυνάμεώς τίνος, ἐκ προσώπου τοῦ ϑεοῦ κεκραγυίας;

Ἀπόκρισις. Αὐτοῦ τοῦ πατρός, [ἔφη].

ια΄. Ἐρώτησις. Καὶ πῶς, ἔφην, εἰπέ μοι, αἰσϑητῇ58 φωνῇ εἶχε χρήσασϑαι ὁ ἐν ἀσωμάτῳ59 ὣν καὶ ἀοράτῳ φύσει;

Ἀπόκρισις. Οὐχ ὡς δί ὀργάνου τινὸς φωνητικοῦ τὸ ϑεῖον, ἔφη, φϑέγγεται60, ἀλλ’ ὅτε ϑελήσει τὴν ἑαυτοῦ βούλησιν ἀxουστὴν γενέσϑαι, ώς φωνὴ ἡ βούλησις φϑέγγεται τῷ61 ὑπὸ τῆς ϑείας νυττομένῳ ἐνεργείας. διὸ οὓς μὲν ϑέλει ἀκοῦσαι, ἀκούουσι, κἂν ὁμοῦ που ὦσιν οἱ ἀκοῦσαι ὀφείλοντες, καἰ οί62 μὴ τῆς ἀκοῆς ἐκείνης ἄξιοι ὂντες οὐκ ἀκούουσι63. διόπερ εἰς ἐκεῖνον μόνον τὸν τόπον, ὅπου ἐβαπτίσϑη ὁ κύριος, ἠκούσϑη ἡ φωνή εἰ δὲ μὴ τοῦτο ἦν, πᾶς ἂν ὁ κόσμος ᾔσϑετο τῆς64 ὲκ τοσούτου ὕψους φωνῆς ἀπηχηϑείσης, κἂν ἀγγέλου ἦν ἡ φωνή. τοῦτο δὲ ἐκ τοῦ εὐαγγελίου μάλιστα τοῦ κατὰ τὸν ϑεσπέσιον Μάρκον ἔξεστι τῷ ϑέλοντι μανϑάνειν· τῆς γὰρ ἐπί τοῦ ὅρους, ὅτε μετεμορφώϑη ὁ κύριος, ἐνεχϑείσης φωνῆς μεμνημένος λέγει· «καὶ65 ἐγένετο νεφέλη ἐτασκιάζουσα αὐτούς, καὶ ἐγένετο66 φωνὴ ἐκ τῆς νεφέλης· οὗτος ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε»67.

ιβ». Ἐρώτησις. Ὀρϑῶς, ἔφην, ἐδίδαξας. καὶ τὸ68 ἐν εἴδει ὦφϑαι τὸ πνεῦμα τό ἅγιον καὶ ζῳοποιὸν69 πῶς δεῖ νοεῖν; ἀίδιος γἀρ καὶ ἀμετάβολος70, ώς εἶπας. τίς οὖν οἶδεν, οἵα ὐπάρχει ή [ϑεία καὶ] μακαρία φύσις;

Ἀπόκρισις. Καὶ τοῦτο, ἔφη, τῆς ἐπὶ τῇ φωνῇ τοῦ πατρὸς ἐκεῖ ϑαυμάζειν ϑεωρίας· οὐ γὰρ τοῦ πνεύματος ἡ ἀόρατος καὶ ἀμετάβλητος φύσις εἰς τὸ τῆς περιστερᾶς μετεβλήϑη εἶδος, ἵνα οὕτως ώς71 ἤϑελεν όραϑῇ72, άλλ’73 ό τούτου74 καταξιωϑεὶς τοῦ κάλλους τοῦτο εἶδεν, έν ὧπερ ὀραϑῆναι ἀνθρώπῳ τὸ ϑεῖον πνεῦμα καταβαῖνον ἐκ τῶν οὐρανῶν ἠϑέλησεν, ὥστε75 βουλήσει76, ἔφη, ἐδείχϑη τῷ ϑεασαμένῳ τὸ77 εἶδος ,οὐ μὴν τὴν ἄρρητον xαὶ ἀπερινόητον φύσιν ἐκείνην78 φαίη τις79 ἄν εἰς ἐκεῖνο τὸ μέτριον ώς κατὰ συστολὴν σχηματισϑεῖσαν τεϑεωρηκέναι80 εἶδος, τοῦτον τοίνυν, ἔφη, τὸν τρόπον ώς ἐν ὁράσει εἴδους εἶδον καὶ οἰ προφῆται τὸν ϑεόν· οὐ γὰρ αὐτὀς εἰς σχῆμα μεταβαλλόμενος αὐτοῖς ἐφαίνετο, ἀλλ’ αὐτοὶ ώς [ἐν] εἴδει δόξης ἑώρων τὸν ἀσχημάτιστον, βουλήσεως αὐτοῖς οὐ φύσεως ἐν εἴδει δεικνυμένης81· ἡ γὰρ τῆς βουλήσεως ἐνέργεια ώς εἶδος αὐτῆς82 ἐν ταῖς ὀπτασίαις δηλαδὴ δόξης ἐφαίνετο διὰ τὸν ἐν εἴδει βουλῆς ἑαυτὸν83 ὃλως84 ὀφϑῆναι ϑελήσαντα.

ιγ΄. Ἐρώτησις. Πῶς οὖν ἄρα ὁραϑήσεται, ἔφην, ἐν τῷ ἀφϑάρτῳ αἰῶνι ἀνϑρώποις ϑεός;

Ἀπόκρισις. Ἀφϑαρσία μέν , ἔφη, σώματος ἐγγὺς εἴναι κατά τδν άληϑῆ λόγον ἄνϑρωπον ποιεῖ ϑεοῦ οὕτω δὲ καὶ τότε ὁραϑήσεται ἀνϑρώποις ϑεός, ώς δύναται πάλιν ἄνϑρωπος ἰδεῖν ϑεόν.

ιδ΄. Ἐρώτησις. Οὐκοῦν, πάλιν ἔφην, ἐν σχήματι;

Ἀπόκρισις. Οὔκ, ἔφη, ἀλλ’ ἐν ἀρετῇ δόξης85· διὸ οἱ τούτου μέλλοντες86 καταξιοῦσϑαι ἐν τῷ φωτὶ μέν ἔσονται διὰ παντός, τοῦ ϑεοῦ τῆς ἀγάπης87 ἀεὶ88 ἐν δόξῃ ἀπολαύοντες, τοῦ ϑείου δὲ καταλάμποντος αὐτοὺς89 φωτός τὴν φύσιν, οἵα τίς ἐστι κατανοῆσαι90 μὴ δυνάμενοι ὃν γὰρ τρόπον χωρεῖται ὅπου ϑέλει ϑεὸς ἐν τῷ μένειν ἀχώρητος, οὕτω καὶ ὁρᾶται ἕνϑα ἂν91 ϑέλη, ἐν τῷ μένειν ἀόρατος.

ιε´. Ἐρώτησις. Τί δὲ δεῖ νομίζειν ἀρετὴν ϑεοῦ;

Ἀπόκρισις. Κάλλος, ἔφη, ἀνείδεον ἐν δόξη μόνῃ γνωριζόμενον.

ις´. Ἐρώτησις. Ἐμοὶ δέ, ἔφην, ἡ δόξα ὥσπερ ὅψις τις ἐξοχωτάτη ἀνϑρωπίνως νοεῖται.

’Απόκρισις. Μὴ οὕτως νόει, ἔφη· τῆς γὰρ ἀύλου ἐκείνης καὶ μακαρίας φύσεως ύπὲρ εἶδος εἶναι τὸ κάλλος92 πιστεύεται διὰ πολλὴν καϑαρότητα, ὅϑεν καὶ τὰ μηδέπω ὅντα93 ώς παρόντα μόνος [ώς] ϑεὸς καϑορᾷ94· εἰ γὰρ ἐν εἴδει ἦν τινι95 ή φύσις ἐκείνη ἡ ἄφραστος, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐϑεώρει ώς ὄντα.

ιζ΄. Ἐρώτησις. Πῶς λέγεις;

Ἀπόκρισις. Ὄτι τὸ96 ἐν εἴδει ὅλως ὄν97 τινι οὐδὲν τῶν μελλόντων λέγεσϑαι ἢ γίνεσϑαι προειδέναι δύναται διὰ τὸ ἐν ὅρῳ98 αὐτὸ ὅλως ὐπάρχειν99 φύσεως, κἂν πᾶσαν αὐτοῦ ὥσπερ ὄψιν ἔχη100 τὴν φύσιν. διόπερ ό ἡμέτερος νοῦς ὀφϑαλμῷ μέν τινι πλουσίῳ τὰ πάντα περισκοπεῖ, τῶν δέ μελλόντων γίνεσϑαι οὐδὲν εἰδέναι δύναται οὐδὲ101 μετὰ τό χωρισϑῆναι τὴν ψυχὴν τοῦ σώματος, ὅτε ή πᾶσα [αὐτοῦ φύσις]102) ὥσπερ ὀφϑαλμός τις εἶναι103 πιστεύεται, ὅπερ καὶ περί104 τῶν οὐρανίων δυνάμεων προσήκει νοεῖν, ού105 ὄψις ὄντως ἡ πᾶσα φύσης εἶναι λογίζεται106.

ιη΄. Ἐρώτησις. Τί οὖν ὅτι καὶ αὐτὰς καὶ τὴν ψυχὴν ύπὲρ εἶδος εἶναι λογίζονταί τινες107;

Ἀπόκρισις. Μακράν, ἔφη, ἐκ εῖνοι ύπονοοῦσι λόγου· δεῖ μὲν108 γὰρ [τὸ] μήτε ἀγγέλους μήτε [τὴν] ψυχὴν ὁρᾶσϑαι δύνασϑαι, ἀσχημάτιστα αὐτὰ όμολογουμένως109 δεῖ νοεῖν ζῷα εἶναι110. δεῖ δὲ εἰδέναι, ὅτι ἐν ὄψει τινί εἰσιν καὶ νοὸς κάλλει καὶ ὅρῳ ώς εἶναι τὴν111 τῶν νοημάτων εὐπρέπειαν εἶδος αὐτῶν καὶ κάλλος. διὰ τοῦτο ὅτε μὲν καλὰ φρονεῖ ἡ ψυχή, περιλαμπής ἐστιν ὅλη καὶ περίβλεπτος, ὅτε δὲ κακά, ἀφεγγὴς καὶ ἀϑαύμαστος· ὥσπερ γὰρ112 αἱ ὑπὸ τῆς κόρης τοῦ ὀφϑαλμοῦ άρπαζόμεναι σκιαὶ113 διὰ τήν πολλὴν αὐτῆς καὶ114 ὀξείαν115 τρανότητα, ἥντινα116 αἴσϑησιν δεῖ λέγειν τῆς ὀπτικῆς δυνάμεως (πρέπον γὰρ καὶ ἐκφαινομένου ὑποδείγματος τό ἀφανὲς τοῦτο ώς δυνατόν ὁμιλεῖσϑαι ϑεώρημα), ὥσπερ εἴδη117 τῆς αὐτοῦ φαίνεται118 ἐνεργείας, οὕτω δὴ119 καὶ ὅπερ ἂν ἐκ τῆς αὐτοῦ120 άρπάσῃ ἐπιϑυμίας ό νοῦς, ἐνϑύμημα τοῦτο ὥσπερ εἶδος γίνεται τῆς ένεργείας τῆς ψυχῆς, ὅπερ ἐστὶν αὐτῆς διὰ πολλὴν λεπτότητα· ἐπὶ γὰρ τῶν ἀσωμάτων φύσεων ὅπερ ἂν κτήσητάι ἡ ἐνέργεια, τοῦτο ὥσπερ τῆς φύσεως διὰ πολλήν, [ώς ἔφην121], λεπτότητα γίνεται, κἂν τε μετὰ δόξης κἂν τε μετὰ πάϑους τοῦτο συμβαίνῃ γίνεσϑαι. ὅπερ καὶ ὲπὶ τῶν ἀποστάντων ἀγγέλων δεῖ νοεῖν· ἕως μὲν γὰρ ἐφρόνουν τὰ πρέποντα ἀγγέλοις, αὐτὸ τὸ κάλλος122 τῶν νοημάτων εἰς εἶδος αὐτοῖς δόξης ἐγίνετο. ἐπεὶ δὲ τῶν ϑεοφιλῶν κατεφρόνησαν ἐννοιῶν, αὐτήν τὴν εὐφροσύνην123 αὐτῶν εἰς εἶδος αἰσχύνης ἐκτήσαντο.

ιϑ΄. Ερώτησις. Οὐκοῦν, ἔφην, ώς μὲν πρὸς τὴν τοῦ σώματος ἠμῶν πυκνότητα124 καὶ τὴν ψυχὴν καὶ τοὺς ἀγγέλους ἄϋλα δεῖ ζῷα125 λέγειν καὶ ἀνείδεα, ώς δὲ πρὸς τὴν τῆς ϑείας φύσεως ἄπειρον καϑαρότητα οὐκέτι φαίνεται;

Ἀπόκρισις. Πάσης μὲν126 γενέσεως ἀποτέλεσμα εἶδος, ἔφη127, τοῦ δὲ128 ἀεὶ ὄντος, γένεσιν129 δὲ οὐκ ἔχοντος, ύπὲρ εἶδος ἀεὶ μόνον τὸ κάλλος130 πιστεύεται· οὐ γὰρ ἀπὸ131 γενέσεως ἀπετελέσϑη, ἀλλ’ ἐξ αὺτοῦ132 τὸ εἶναι ἔχει ὲν τῇ ύπὲρ φύσιν φύσει.

κ´. Ἐρώτησις. Ἐμοὶ δὲ ἔτι τοῦτο περὶ τούτου, ἔφη[ν]133, ϑέλοντι μαϑεῖν φράσον· διὰ τί κάλλος λέγομεν ἐπί ϑεοῦ καὶ εἶδος ού λέγομεν; ἐν γὰρ τῷ εἴδει πάντως καὶ τὸ κάλλος ϑαυμάζεται.

Ἀπόκρισις. Ἐπειδὴ κάλλος ϑεοῦ ἡ134 δόξα ἐστὶ τῆς οὐσίας τοῦ ϑεοῦ.

κα». ’Ερώτησις. Τί οὖν ἄρα, ἔφην, εἴποι τις ἄν εἰρηκέναι τὸν ψαλμφδόν· «ἐγὼ δὲ ἐν δικαιοσύνῃ όφϑήσομαι τῷ προσώπῳ σου, χορτασϑήσομαι ἐν τῷ ὀφϑῆναι μοι τὴν δόξαν σου»135;

Ἀπόκρισις. Τοῦτο, ἔφη, παρὰ τοῦ προφήτου εἴρηται, οὐχ ώς ἐν προσώπῳ τινὶ ἢ σχήματι οὒσης τῆς ϑείας φύσεως, ἀλλ’ ἐν τῷ εἴδει καὶ τῇ δόξη τοῦ υίοῦ ό ἀνειδεος ήμῖν136 πατὴρ ὀφϑήσεται· διὰ τοῦτο γὰρ ηὐδόκησεν ὁ ϑεὸς τὸν λόγον αὐτοῦ εἰς τὸ ἀνϑρώπινον ἐλϑεῖν διὰ τὸ137 τῆς σαρκώσεως εἶδος μένοντα (πῶς γὰρ οὔ;) ἐν τῇ αὐτοῦ παντοδυνάμῳ δόξη, ἵνα εἰς τὴν πυκνότητα τοῦ σχήματος τῆς ἐνδόξου ἐκείνης σαρκός ἀποβλέπων ἄνϑρωπος138 (εἶδος γὰρ εἶδος όρᾷ) μετὰ τὸ καϑαρϑῆναι διὰ139 τῆς ὰναστάσεως δύναται140 τὸ κάλλος όρᾶν ὥσπερ ἐπὶ ϑεοῦ. οὕτως οὖν ό μὲν πατὴρ κρυφοφανεῖ τρόπῳ ὀφϑήσεται τοῖς δικαίοις, ὃν τρόπον νῦν τοῖς ἀγγέλοις φαίνεται, ὁ δὲ υἱός διὰ τὸ σῶμα φανερῶς· πρέπον γὰρ ἀληϑῶς τοὺς μέλλοντας εἰς αἰῶνας βασιλεύεσϑαι ύπὸ ϑεοῦ γνωστῶς141 μέλλειν ἀεὶ ὁρᾶν τὸν ἑαυτῶν ἄρχοντα, ὅπερ ἀδύνατον ἦν, εἰ μὴ διὰ τῆς ἐνανϑρωπήσεως αὐτοῦ εἰς εἶδος ὁ ϑεὸς λόγος παρῆν.

κβ». ’Ερώτησις. Πιστῶς καὶ κατὰ λόγον, ἔφην, ἐδίδαξας, ὦ λόγε, τὴν Ἰωάννου μοι στήλην διὰ παντὸς δεικνύων. λοιπὸν δὲ τὸ λεῖπον142, ἔφην, τῆς περὶ τῶν ἀγγέλων, παρακαλῶ σε, ἀποδος ϑεωρίας, ὅπερ καὶ τῷ περὶ143 ψυχῆς, οἶμαι, ἁρμόττειν μετὰ τὴν τοῦ σώματος ἀνάστασιν λόγῳ.

Ἀπόκρισις. Ποῖον τοῦτο; ἔφη.

κγ᾽ ’Ερώτησις. Οί144 ἄγγελοι ὲν αἰσϑήσει εἰσὶν ἢ οὔ;

Ἀπόκρισις. Κατὰ μὲν τὸν τῆς γνώσεως, ἔφη, λόγον ἐν αἱρετῇ145 τινι ἐτύγχανον γνώσει146 κατὰ τὸν αὐτεξούσιον λόγον· διὸ καί τινες ἐξ αὐτῶν πάϑει δουλεύσαντες ἔπεσον. ἐπειδὴ δὲ ὐπὸ τῆς τοῦ ϑείου καὶ ἐνδόξου πνεύματος δοξολογίας οί μὴ συναπαχϑέντες τῇ ἀποστασίᾳ ἀσινεῖς147 διεφυλάχϑησαν εἰς ἀπάϑειαν, κρείττονές εἰσι καὶ αἰσϑήσεων, ἐν ήδονῇ δέ τινι ἀτρέπτου δόξης ὐπάρχουσιν, ὅϑεν καὶ ὅμοια αὐτοῖς ἐστι διὰ πάντων τὰ [δια]νοήματα· οὐ γὰρ μόνον ὁμοίως γινώσκουσι τὰ καλά, ἀλλὰ καὶ ὁμοίως ἀγνοοῦσι ταῦτα 148[τὰ] τούτοις ἐναντία, ὅπερ καὶ ἐπὶ τῶν δικαίων [ἐν τῇ ἀναστάσει] γενήσεσϑαι ἐλπίζεται, ὅταν ό καρπὸς τῶν αὐτεξουσίων ἐν ὐποταγῇ τελείᾳ παρ’ αὐτῶν προσενεχϑῇ149 τῷ ϑεῷ.

κδ». ’Ερώτησις. Ὀρϑῶς. ἆρα δ’, ἔφη[ν], φωνῇ ποιοῦνται τὴν ὑμνῳδίαν αί ἐπουράνιαι ἐκεῖναι καὶ ἅγιαι δυνάμεις, ἢ ἐνδιαϑέτῳ 150, ὥς τινες ύπονοοῦσι, λόγῳ;

Ἀπόκρισις. Φωνῇ, ἔφη· εἰ γὰρ φλόγες151 πυρός, ώς αἱ γραφαὶ δηλοῦσιν, όμολογοῦνται εἶναι, δῆλον ὅτι φωνῇ τινι ἐξόχῳ ύμνοῦσι τὀν ϑεόν· διόπερ152 καὶ153 πολλοὶ154 τῶν ἁγίων πολλάκις155 τῆς φωνῆς αὐτῶν ἐν ὀπτασίᾳ αἰσϑάνονται, ώς αί γραφαὶ δηλοῦσιν156.

κε´ Ἐρώτησις. Δῆλον, ἔφην. ἀλλ’ ἴσως τινὲς ἐροῦσιν, ὄτι κατὰ τὸν περὶ τῆς ϑείας φωνῆς ἀποδοϑέντα λόγον καὶ ό περὶ τῆς τῶν ἀγγέλων φῳνῆς λόγος ὀφείλει ϑεωρεῖσϑαι.

’Αποκρισις. Θεῷ μέν, ἔφη, ἐπειδὴ πάντα δυνατά, διὰ τοῦτο καὶ ώς λαλῶν, ὄτε ϑέλει, δείκνυται ἐπάνω τούτων μένων, ώς μόνος ὢν ἄϋλος. ἀγγέλοις δὲ τοῦτο ἀδύνατον ποιῆσαι· εἰ γὰρ μή λαλοῦντες καὶ αὐτοὶ ώς λαλοῦντες ήδύναντο ὅτε ἐβούλοντο δείκνυσϑαι, ἠδύναντο καὶ ὅπερ ἂν ἤϑελον ἐξ οὐκ ὅντων ποιεῖν.

κς´ ’Ερώτησις. Μάλα καλῶς. τί δὴ καὶ περὶ τῆς ψυχῆς, ἔφη[ν, τῆς] χωριζομένης τοῦ σώματος157 δεῖ νοεῖν;

’Απόκρισις. Ἠ ψυχή, ἔφη, χωρισϑεῖσα τοῦ σώματος, ἔως ὅτε διὰ τῆς ἀναστάσεως ἀπολάβοι τὸ σῶμα, ἐνδιαϑέτῳ λόγῳ ὁμολογουμένως ὑμνεῖ τὸν ϑεόν, ἐπειδὴ ἐν σώματι ὅλως τὸ λαλεῖν εἴληφεν· οἱ δε ἄγγελοι ἐπειδὴ ἐν ἁπλῇ τινί εἰσι καὶ φιλήχῳ φύσει δεδημιουργημένοι, ἀκαταπαύστοις φωναῖς, ώς ἐγνώκαμεν, κέχρηνται, οὐχ ώς δι’ ὀργάνου τινός σωματικοῦ φϑεγγόμενοι, ἀλλ’ αὐτὴν ὥσπερ158 ἀεικινησίαν πρός αἰτίαν ἤχου τινὸς ἔχοντες159 ἐξαίσιον· τὸ γὰρ ἀερῶδες160 αὐτῶν τῆς φύσεως λίαν φιλῳδόν τυγχάνον εἰς ἄπαυστον ἀεὶ161 αυτούς προτρέπεται καὶ τρανοτάτην βοήν.

κζ΄. Ἐρώτησις. Σαφῶς· ποίῳ δ’ ἄρα, ἔφην, τρόπῳ δεῖ νοεῖν εἰς εἶδος αὐτοὺς μεταβάλλεσϑαι, ὅταν162 παρὰ ϑεοῦ πρός τινα τῶν ἀγίων ἀποστέλλωνται163;

Ἀπόκρισις. Ξένον μέν, ἔφη, ἀκοῆς τὸ ἐρώτημα καὶ164 ἀποκρίσεως διὰ τοῦτο ἀστοχοῦν πλὴν δεῖ λογίζεσϑαι, ὅτι εἰς ὅπερ ἂν κελευσϑέντες ἐνϑυμηϑῶσιν [ἐλϑεῖν]165 εἶδος, ἑτοίμως εἰς τοῦτο τῇ φαντασίᾳ ἔρχονται, εὐχερῶς τῆς φύσεως αὐτῶν τῇ ϑελήσει ὐπουργούσης διὰ πολλὴν ἀραιότητα· πυκνουμένης166 γὰρ ὥσπερ τῇ δυνάμει τῆς ϑελήσεως, ἐκ τοῦ μὴ φαινομένου εἰς τὸ φαινόμενον ἀνεμποδίστως τῇ φαντασίᾳ ἔρχονται, ἐν ᾤπερ ἂν, ώς ἔφην, σχήματι ὀφϑῆναι τῇ καϑαρᾷ ψυχῇ ϑέλουσι167 καϑαρᾶς γάρ έστι168 μόνης169 ψυχῆς τῆς170 πνευματικῆς ἰδεῖν δυνηϑῆναι γνωστῶς τὸ εἶδος τῆς φαντασίας171· έὰν γὰρ μὴ τὀ172 πρὸς φαντασίαν καλούμενον τῇ τοῦ φαντάζοντος συντρέχει διαϑέσει, οὐδαμῶς δύναται ἀγγέλου καὶ ἀνϑρώπου φανερῶς γενέσϑαι συνουσία. διόπερ καὶ αἰσϑητῇ τότε κέχρηνται φωνῇ, τὸ σχῆμα τῆς φαντασίας καὶ τῆς φωνῆς διὰ τὴν εἰρημένην, <ώς> ἐμοὶ δοκεῖ, αἰτίαν μιμουμένης.

κη´ Ἐρώτησις. Πιϑανῶς. ἔτι δέ μοι τοῦτο, ἔφην, παρακαλῶ σε, ὦ διδάσκαλε λόγε, πρὶν ἐπιστῆναι173 τὴν ήμέραν φράσόν (οἶδα γὰρ ὅτι ἐπελϑούσης αὐτῆς εὐϑέως ἀποστήσῃ· οὐ φέρεις γὰρ παριστάναι174 ψυχῇ πρὸς τὸ λαλεῖν)· λοιπὸν ή ὥρα175 τὰ τοῦ βίου πτερυσσόμενα176 σχήματα177, εἰ178 ἀποστελλόμενοι179 παρὰ ϑεοῦ οἱ180 ἄγγελοι ἐπὶ τῆς γῆς ἐν ᾤπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμῳ, οὐ τῆς ἐν οὐρανοῖς αὐτῶν διατριβῆς ἀπολιμπάνονται;

Ἀπόκρισις. Ἀδύνατον μέν, ἔφη, ἐν ᾡπέρ εἰσι χρόνῳ ἐν τῷ κόσμφ, εἶναι αὐτοὺς τῷ αὐτῷ τρόπῳ καὶ ύπεράνω τοῦ οὐρανοῦ· τοῦτο γὰρ μόνου τοῦ ἐνανϑρωπήσαντος ϑέοῦ λόγου ὑπάρχει ἴδιον τοῦ καὶ ἐν τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως καὶ τῶν ἐπουρανίων μἠ ἀπολειπομένου181, ἀλλὰ [καὶ] πάντα [ώς ἀεὶ] περιέχοντός διὰ τὸ τῆς [ϑείας] φύσεως αὐτοῦ ἀπερίγραπτον. δεῖ δὲ εἰδέναι, ὅτι ὅπου ἐὰν ὦσι πᾶσαι ἐκεῖναι [αἱ] ἀγγελικαὶ δυνάμεις, οὕτω τὰ ἐπουράνια πάντα καὶ τὰ ἐν κόσμῳ182 ἐνορῶσι πράγματα, ώσανεὶ183 περὶ αὐτὸ184 δι’ ὅλου185 κείμενοι186· τὸ γὰρ ἀερῶδες187 αὐτοῦ188 [καὶ διαυγὲς]189 τῆς φύσεως καὶ τὸ ὥσπερ ὄψιν αὐτοῦ190 πανταχόϑεν ὑπάρχειν191 διὰ τὴν χάριν μάλιστα τοῦ ἁγίου πνεύματος, οὕτως192 ἅπαντα193 ποιεῖ194 αὐτὰς καϑορᾶν. ὁ ϑεὸς δὲ μόνος καὶ τὰ μέλλοντα ἐγγὺς καϑορᾷ195, ώς ὑπὲρ τὰ πάντα ὤν, καὶ οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ196 ὁτεδήποτε ἐσόμενα ώς ἤδη παρόντα τῇ δόξῃ περιέχων· διόπερ καὶ μόνος βουλὰς καρδιῶν οἶδεν.

κϑ´. Ἐρώτησις. Οὐκοῦν καὶ ἡ ψυχή, ἔφην197, χωρισϑεῖσα τοῦ σώματος κατὰ τὸν περὶ τῶν ἀγγέλων ἀποδοϑέντα λόγον οὐ μόνον τὴν τῶν ἀσωμάτων ἐνοπτρίζεται χώραν, ἀλλὰ καὶ πάντα τὰ ἐν κόσμφ ὁμοίως όρᾷ;

Ἀπόκρισις. Ἥκιστα, ἔφη· οἱ μὲν γάρ, ἐπειδὴ ἐν ὰπλῇ ἂπαξ ἐδημιουρ γήϑησαν φύσει, οὐ μόνον τὰ ἐν τόπῳ198, ἀλλὰ καὶ τὰ ὐπὲρ τόπον199 δύνανται πάντως200 όρᾶν· ἀραιᾶς γὰρ φύσεως ἴδιον μὴ ὁρᾶσθαι μὲν παρὰ τῶν ἐν πυκνότητι φύσεως ὄντων, ὁρᾶν δὲ πᾶσαν <τὴν> τοιαύτην201 φύσιν. ἡ δὲ ψυχή, ἐπειδὰν χωρισϑῇ τοῦ σώματος, οὐκέτι δύναται τὰ ἐν τόπῳ202 ὁρᾶν· ὅτι πνεῦμα γάρ, φησί, διῆλϑεν ἐν αὐτῷ καὶ οὐχ ὐπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτῆς203· έπειδὴ γὰρ διὰ τῆς συγκράσεως [τοῦ σώματος] ἐν τόπῳ γίνεται, ἀνάγκη πᾶσα204 χωρισϑεῖσαν αὐτὴν τοῦ σώματος μηκέτι ταῦτα όρᾶν, ἅπερ έώρα διὰ τοῦ σώματος205, ὅτι ό μὲν ἄνϑρωπος206 ἐν τῇ συγκράσει τὸ ὁλόκληρον ἔχει, οί δὲ ἄγγελοι ἐν άπλότητι φύσεως.

Ταῦτα μόνα ἢ207 καὶ τι ἕτερον ὁ τὴν Ἰωάννου μοι σοφίαν ύπαγορεύσας ἐφανέρωσεν λόγος, ὦ πολυστέφανε καὶ φωτοφόρε βασιλεῦ· ἐπιστάσης γὰρ ἀπέπτη τῆς ημέρας208, διψῶντα με πάλιν209 τῆς αὐτοῦ καταλιπὼν210[σοφίας τε καὶ]211) φιλίας.

* * *

1

Издана А. Дмитриевским по неисправной кормчей Соловецк. библ. 495 (476) 1519 года с вapиaми из кормчей Кевск. Церк.-Археол. Музея 138 XY–XVI века («Опыт издания греч. церк. писателей древнейш. времени в русск. патролог. литературе» прилож. III в Сборнике статей, посвященных В. И. Ламанскому. Спб. 1907, ч. I, стр. 440–448).

2

В. Бенешевич, Кормчая Никифорова (Изд. Имп. Акад. Наук 1903, XVIII, № 4, стр. 29) и отсюда Дмитриевский, 1. с., стр. 426.

3

Этот замечательный номоканон описан Н. Красносельцевым (Сведения о некоторых литургич. р-сях Ватик, б-ки. Казани, 1885, стр. 61–63), но далеко не точно и не полно; постараюсь дать впоследствии новое описание.

4

Запись на л. 232a ἔτους ͵ϛωϙα΄ ἰνδικτ. ϛ΄ ἡμέρᾳ ε΄ἐν μηνὶ μαρτίῳ. На л. 2 другая запись: αὕτη ἡ βίβλος πατριάρχου Μακαρίου καὶ γράμματα αὐτοῦ. ἀπεχαρίσθη δὲ αὕτη τῷ Ἀγάθωνι καὶ παρ» αὐτοῦ ἀνετέθη καὶ τῇ σεβασμία μονῇ τοῦ πανευφήμου ἀποστόλου καὶ πρωτομάρτυρος Στεφάνου.

По содержанию это сборник догмат.-апологет, характера.

5

Данные для характеристики произведения смотри у К. Попова (Блаж. Диадох, еп. Фотикийский. Киев. 1903) и у Дмитриевского, 1. с.

6

ἁγιωτάτου Μ.

7

τοῦ Ἰλλυρικοῦ добавл. Μ.

8

Вместо всего этого заглавия, в cod. есть только in m.: Ερωτήσεις καὶ ἀποκρίσεις

πάνυ ὠφέλιμαι. Vatic. 402 добавил. in m. ἀποκάλυψις τοῦ ἁγίου Διαδόχου. Bodl. Canonic. 15:

Ὅρασις τοῦ αὐτοῦ ἁγίου Διαδόχου. Bodl. Barocc. 69: Αἱ παρὰ τοῦ ϑείου Ἰωάννου τοῦ Προδρόμου

λυϑεῖσαι ἀπορίαι τῷ ἁγίῳ Διαδόχῳ ἐν όράσει.

9

μῆτερ ἐκκλησίας Μ.

10

προσώπῳ Β.

11

ἀνϑρωπίναις ἀκοαῖς φέρουσαν Β.

12

εὐψύχως Μ.; ἀψύχως Β.

13

καί вставл. Μ.

14

ἐνεβόας Β.

15

ὠσαύτως cod. (вм.ώς αύτός).

16

μέλλει Β.

17

Συνήση cod.

18

ἒφη Μ.

19

γὰρ вставл. Μ.

20

τῷ ἐρῶντί Μ.

21

καἰ проп. Β.

22

καὶ вставл. Μ.

23

αὐτὸν Β.

24

τὸν λόγον Β.

25

δὴ Μ.

26

ἀνδρείαν Β.

27

πάλιν cod. Μ.

28

Τίου cod.

29

καϑαρωτάτου Β καϑαρωτέρου Μ.

30

πολιτικὸν δἐ ἦϑος ΒΜ.

31

ἀπαλλαγἠ проп. Β.

32

ἤ Β; εἰ Μ.

33

τις Μ.

34

ἐκεῖ ΒΜ.

35

σιωπὴ Μ.

36

εὐσχήμως Β.

37

οὐ μειδιᾶ ΒΜ, но в Μ ещё вставка ἥ οὔτως· πολιτικῶν δὲ ἠϑῶν ἐκκοπὴ καὶ ἀποφυγὴ ἡ τῆς έκεῖσε σιωπῆς εὔσχημος όμιλία.

38

ὐπομονῆς ΒΜ.

39

ἀπετέλουν Β.

40

ὀρέγομαι Β; δέομαι Μ.

41

ἐδήλου Μ.

42

ἀγνωμοσύνῃ Β.

43

ἐσφράγησε Μ.

44

τῷ ϑηριώδει ἔϑει ΒΜ.

45

πόσον В (вм. πῶς ὂν).

46

ἑώρουν Μ.

47

τόλμην Β.

48

ὂντως συντετριμμένης Β.

49

τὰ cod.; τότε Β.

50

αὐτῷ Μ.

51

ἤδη Μ, но и над ἤ и надъ η надп. εἴ и ει.

52

Ἐνεμοι cod.

53

ἐπεδείκνυεν Μ.

54

ἄπορον Μ.

55

ὑπέδειξε Β.

56

αὐτὴ cod.

57

ἢτις ὡσανεὶ δακτύλῳ τὸν υἱόν ἐπεδείκνυεν ὑπό τοῦ πατρὸς μαρτυρουμένου вставл. Μ, но вычерκив.

58

τῇ вставл. Μ.

59

ἁσωμάτων Μ.

60

φϑέγγεσϑαι ΒΜ.

61

ὦ M.

62

εἰ M.

63

ούκ ἀκούουσι проп. Μ.

64

τῆς проп. Β.

65

καί проп. Μ.

66

έγένετο пροп. Μ.

67

сравн. Марка IX 7.

68

τό δέ Μ (вм. καί τό).

69

τό ἂγιον καί ζῳοποιόν πνεύμα ΒΜ.

70

άμετάβλητος Μ.

71

ἢ εί Β.

72

ὢράϑη ΒΜ.

73

καί Μ.

74

τοῦτο Μ.

75

ἐν εἴδει вставл. Μ.

76

βουλήσεως ΒΜ.

77

τὸ проп. ΒΜ.

78

ἐκείνην φύσιν Μ.

79

ἥτις ΒΜ.

80

τεϑεώρηκεν ΒΜ.

81

δεικνυμένου Μ.

82

αὐτοῖς ΒΜ.

83

ἑαυτῆς cod.; αὐτὸν Β; αὐτοῖς Μ.

84

ὃλως пροп. ΒΜ.

85

ἐν ἀρετῆς δόξῃ Μ.

86

διὸ οί τούτου μέλλοντες προπ. Μ, но оставляя пустое место.

87

τῆς ἀγάπης проп. Μ, оставляя место.

88

ὅτι Μ.

89

αὐτοῖς ΒΜ.

90

κατανοῆσαι проп. Β.

91

ἐάν Μ (вм. ἔνϑα ἂν).

92

φαίνεται вставл. Μ, но вычеркнв.

93

καϑαρότητα, ὅϑεν καὶ τὰ μηδέπω ὄντα пpoп. В.

94

διὰ πολλὴν καϑαρότητα ... ϑεὸς καϑορᾷ проп. Μ.

95

τινι пροп. ΒΜ.

96

τὸ пpoп. ΒΜ.

97

ὄν ὅλως Β; ὢν ὅλως Μ.

98

ὁράσει ΒΜ.

99

ὑπάρχει cod.

100

ἔχῃς ΒΜ.

101

δύναται οὐδὲ проп. Β.

102

вставка из Μ.

103

περὶ проп. Μ.

104

εἶναι τις Β.

105

ή вставл. cod.; ών Μ.

106

δεδήλωται Β.

107

τινες проп. Β.

108

διὰ В (вм. δεῖ μὲν).

109

όμολογοῦμεν ώς ΒΜ.

110

εἶναι ζῷα ΒΜ.

111

καὶ νοὸς... τὴν проп. Β.

112

γὰρ проп. Β

113

σκιαὶ пροп. Μ.

114

καὶ проп. Β.

115

ἀξίαν Β.

116

καὶ вставл. Β.

117

ἤδη ΒΜ.

118

φαίνονται ΒΜ.

119

δεῖ Μ; δὲ Β.

120

ἑαυτοῦ ΒΜ.

121

ἔφη Μ.

122

καλὸν ΒΜ.

123

ἀφροσύνην ΒΜ.

124

γυμνότητα Β.

125

ζῷα δεῖ В.

126

γὰρ вставл. В.

127

ἔφη пροп. Β.

128

ἐπὶ δε τοῦ В (ΒΜ. τοῦ δὲ).

129

γενέσϑαι Β.

130

μόνου τοῦ κάλλους Β.

131

ύπὸ Β.

132

ἑαυτοῦ Μ.

133

ἔφην περὶ τούτου ΒΜ.

134

ή проп. ΒΜ.

135

Псал. XVI (XVII) 15.

136

ήμῶν Β.

137

τὸ пροп. ΒΜ.

138

ἄνϑρωπος ἀποβλέπων ΒΜ.

139

διὰ проп. ΒΜ.

140

δύνοι Β; δύνοιτο Μ.

141

γνωστὸς Β.

142

λεπτόν μοι ΒΜ.

143

τἢς вставл. Μ.

144

неразборчиво одно начальное слово в cod.; οὐράνιοι вставл. В.

145

ἀρετῇ В.

146

αἰσϑήσει ВМ.

147

τῆς ἀποστασίας άσινῆ В.

148

ταῦτα проп. Μ.

149

προσενεχϑεῖναι Μ.

150

ἐνδιαϑέτως Β.

151

ἐν φλογὶ Β.

152

διὀ Μ.

153

καὶ пροп. Μ.

154

φωvῇ τινι ... πολλοὶ пροп. Β.

155

πολλάκις τῶν ἁγίων Μ.

156

ὡς αί γραφαὶ δηλοῦσιν проп. Β.

157

τῷ σώματι Μ.

158

τὴν вставл. Μ; τινὰ вставл. Β.

159

ἔχοντος M.

160

αὐρῶδες Β.

161

ἀεὶ пροп. Β.

162

ὅτε Β.

163

ἀποστέλλοντaι cod.

164

κατ᾽ β.

165

вставка из Μ.

166

πυκνωμένης cod; πυκνουμένη ΒΜ.

167

ϑελούσῃ Β.

168

ἔστι Β.

169

μόνον ΒΜ.

170

καὶ Μ.

171

αὐτῶν вставл. Μ.

172

τὸ μὴ Β.

173

μοι вставл. ΒΜ.

174

παρεστάναι ΒΜ.

175

ἢ όρᾷ В; не следует ли читать: εἰ ὅρατὰ.

176

πτερυσσόμενος Β.

177

ή ὥρα... σχήματα пpoп. Μ.

178

ἢ Β; ἦ Μ.

179

ἄγγελοι вставл. Μ, но вычеркив.

180

оἱ проп. В.

181

ἀπολιπομενου cod.; ἀπολιμπανομένου Μ.

182

ἐγκόσμια Β.

183

ὡς ἂν ή Μ.

184

αὐτὰς ΒΜ.

185

ἦνε вставл. Μ.

186

κείμενα ΒΜ.

187

αὐρῶδες Β.

188

αὐτῶν Β.

189

вставка из Μ.

190

αὐτὴν ΒΜ.

191

παρέχειν Β.

192

οὕτως проп. Μ.

193

ἅπαντας Β.

194

ποιεῖν Μ.

195

ὁρᾷ ΒΜ.

196

τὰ проп. Β.

197

ἔφη Μ.

198

τὰ ἐν τόπῳ Β.

199

τὰ ὐπὲρ τόπον Β.

200

ἂν πως Β.

201

τὴν τοιαύτην πᾶσαν ΒΜ.

202

τὰ ἐν τόπῳ δὐναται ΒΜ.

203

αὐτοῦ ΒΜ.

204

πᾶσαν Β.

205

διὰ τὸ σῶμα Β.

206

ἅπερ ἑώρα ... ἄνϑρωπος проп. Μ. но оставл. пробел.

207

εἰ cod.; ταὐτὸν μὲν ὢν Μ (вм. Ταῦτα μόνα εὶ).

208

словом ἡμέρας оканчивается текст в Vatic. 402.

209

ἔμπαλιν διψῶν В (вм. διψῶντα με πάλιν).

210

καταλιπόντα Β.

211

вставка из В.


Источник: "Видение" Диадоха, епископа Фотикийского в Эпире / В.Н. Бенешевича : (Долож. в заседании Ист. филол. отд-ния 4 апр. 1907 г.). - Санкт-Петербург : тип. Имп. Акад. наук, 1908. - [2], 9 с. (Записки Императорской Академии наук. По историко-филологическому отделению; Т. 8, № 11).

Комментарии для сайта Cackle