Дидахе на греческом языке*
ΔΙΔΑΧΗ κυριου δια των δωδεκα αποστολων τοις εθνεσιν

Глава 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

 

 

Глава 1

1. Οδοι δυο εισι, μια της ζωης και μια του θανατου, διαφορα δε πολλη μεταξυ των δυο οδων

2. Η μεν ουν οδος της ζωης εστιν αυτη πρωτον αγαπησεις τον θεδν τον ποιησαντα σε δευτερον,τον πλησιον σου ως σεαυτον παντα δε οσα εαν θελησης μη γινηεσθαι σοι, και συ αλλω μη ποιει

3. τουτων δε των λογων η διδαχη εστιν αυτη Ευλογειτε τους καταρωμενους υμιν και προσευχεσθε υπερ των εχθρων υμων, νηστευετε δε υπερ των διωκοντων υμας ποια γαρ χαρις εαν αγαπατε τους αγαπωντας υμας, ουχι και τα εθνη το αυτο ποιουσιν, υμεις δε αγαπατε τους μισουντας υμας και ουχ εξετε εχθρον

4. απεχου των σαρκικων και σωματικων επιθυμιων εαν τις σοι δω ραπισμα εις την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην, και εση τελειος εαν αγγαρευση σε τις μιλιον εν, υπαγε μετ αυτου δυο εαν αρη τις το ιματιον σου, δος αυτω και τον χιτωνα εαν λαβη τις απο σου το σον, μη απαιτει ουδε γαρ δυνασαι

5. παντι τω αιτουντι σε διδου και μη απαιτει πασι γαρ θελει διδοσθαι ο πατηρ εκ των ιδιων χαρισματων μακαριος ο διδους κατα την εντολην αθωος γαρ εστιν ουαι τω λαμβανοντι ει μεν γαρ χρειαν εχων λαμβανει τις, αθωος εσται ο δε μη χρειαν εχων δωσει δικην, ινα τι ελαβε και εις τι εν συνοχη δε γενομενος εξετασθησεται περι ων επραξε και ουκ εξελευσεται εκειθεν, μεχρις ου αποδω τον εσχατον κοδραντην

6. αλλα και περι τουτου δε ειρηται Ιδρωτατω η ελεημοσυνη σου εις τας χειρας σου, μεχρις αν γνως τινι δως

Глава 2

1. Δευτερα δε εντολη της διδαχης

2. ου φονευσεις, ου μοιχευσεις, ου παιδοφθορησεις, ου πορνευσεις, ου κλεψεις, ου μαγευσεις, ου φαρμακευσεις, ου φονευσεις, τεκνον εν φθορα ουδε γεννηθεντα αποκτενεις, ουκ επιθυμησεις τα του πλησιον,

3. ουκ επιορκησεις, ου ψευδομαρτυρησεις, ου κακολογησεις, ου μνησικακησεις

4. ουκ εση διγνωμων ουδε διγλωσσος παγις γαρ θανατου η διγλωσσια

5. ουκ εσται ο λογος σου ψευδης ου κενος αλλα μεμεστωμενος πραξει

6. ουκ εση πλεονεκτης ουδε αρπαξ ουδε υποκριτης ουδε κακοηθης ουδε υπερηφανος ου ληψη βουλην πονηραν κατα του πλησιον σου

7. ου μισησεις παντα ανθρωπον, αλλα ους μεν ελεγξεις, περι δε ων προσευξη, ους δε αγαπησεις υπερ την ψυχην σου

Глава 3

1. Τεκνον μου, φευγε απο παντος πονηρου και απο παντος ομοιου αυτου

2. μη γινου αργιλος οδηγει γαρ η οργη προς τον φονον μηδε ζηλωτης μηδε εριστικος μηδε θυμικος εκ γαρ τουτων απαντων φονοι γεννωνται

3. τεκνον μου, μη γινου επιθυμητης οδηγει γαρ η επιθυμια προς την πορνειαν μηδε αισχρολογος μηδε υψηλοφθαλμος εκ γαρ τουτων απαντων μοιχειαι γεννωνται

4. τεκνον μου, μη γινου οιωνοσκοπος επειδη οδηγει εις την ειδωλολατριαν μηδε επαοιδος μηδε μαθηματικος μηδε περικαθαιρων μηδε θελε αυτα βλεπειν εκ γαρ τουτων απαντων ειδωλολατρια γενναται

5. τεκνον μου, μη γινου ψευστης επειδη οδηγει το ψευσμα εις την κλοπην μηδε φιλαργυρος μηδε κενοδοξος εκ γαρ τουτων απαντων κλοπαι γεννωνται

6. τεκνον μου, μη γινου γογγυσος επειδη οδηγει εις την βλασφημιαν μηδε αυθαδης μηδε πονηροφρων εκ γαρ τουτων απαντων βλασφημιαι γεννωνται

7. ισθι δε πραυς επει οι πραεις κληρονομησουσι την γην

8. γινου μακροθυμος και ελεημων και ακακος και ησυχιος και αγαθος και τρεμων τους λογους δια παντος, ους ηκουσας

9. ουχ υψωσεις σεαυτον ουδε δωσεις τη ψυχη σου θρασος ου κολληθησεται η ψυχη σου μετα υφηλων, αλλα μετα δικαιων και ταπεινων αναστραφηση

10. τα συμβαινοντα σοι ενεργηματα ως αγαθα προσδεξη, ειδως οτι ατερ θεου ουδεν γινεται

Глава 4

1. Τεκνον μου, του λαλουντος σοι τον λογον του θεου μνησθηση νυκτος και ημερας τιμησεις δε αυτον ως κυριον οθεν γαρ η κυριοτης λαλειται, εκει κυριος εστιν

2. εκζητησεις δε καθ ημεραν τα προσωπα των αγιων, ινα επαναπαης τοις λογοις αυτων

3. ου ποιησεις σχισμα, ειρηνευσεις δε μαχομενους κρινεις δικαιως, ου ληψη προσωπον ελεγξαι επι παραπτωμασιν

4. ου διψυχησεις, ποτερον εσται η ου

5. μη γινου προς μεν το λαβειν εκτεινων τας χειρας, προς δε το δουναι συσπων

6. εαν εχης δια των χειρων σου, δωσεις λυτρωσιν αμαρτιων σου

7. ου διστασεις δουναι ουδε διδους γογγυσεις γνωση γαρ τις εστιν ο του μισθου καλος ανταποδοτης

8. ουκ αποστραφηση τον ενδεομενον, συγκοινωνησεις δε παντα τω αδελφω σου και ουκ ερεις ιδια ειναι ει γαρ εν τω αθανατω κοινωνοι εστε, ποσω μαλλον εν τοις θνητοις,

9. ουκ αρεις την χειρα σου απο του υιου σου η απο της θυγατρος σου, αλλα απο νεοτητος διδαξεις τον φοβον του θεου

10. ουκ επιταξεις δουλω σου η παιδισκη, τοις επι τον αυτον θεον ελπιζουσιν εν πικρια σου, μηποτε ου μη φοβηθησονται τον επ αμφοτεροις θεον ου γαρ ερχεται κατα προσωπον καλεσαι αλλ εφ ους το πνευμα ητοιμασεν

11. υμεις δε οι δουλοι υποταγησεσθε τοις κυριοις υμων ως τυπω θεου εν αισχυνη και φοβω

12. μισησεις πασαν υποκρισιν και παν ο μη αρεστον τω κυριω

13. ου μη εγκαταλιπης εντολας κυριου, φυλαξεις δε α παρελαβες, μητε προστιθεις μητε αφαιρων

14. εν εκκλεσια εξομολογηση τα παραπτωματα σου, και ου προσελευση επι προσευχην σου εν συνειδησει πονηρα αυτη εστιν η οδος της ζωης

Глава 5

1. Η δε του θανατου οδος εστιν αυτη πρωτον παντων πονηρα εστι και καταρας μεστη φονοι, μοιχειαι, επιθυμιαι, πορνειαι, κλοπαι, ειδωλολατριαι, μαγειαι, φαρμακιαι, αρπαγαι, ψευδομαρτυρια ι, υποκρισεις, διπλοκαρδια, δολος, υπερηφανια, κακια, αυθαδεια, πλεονεξια, αισχρολογια, ζηλοτυπια, θρασυτης, υψος, αλαζονεια

2. διωκται αγαθων, μισουντες αληθειαν, αγαπωντες ψευδος, ου γινωσκοντες μισθον δικαιοσυνης, ου κολλωμενοι αγαθω ουδε κρισει δικαια, αγρυπνουντες ουκ εις το αγαθον, αλλ εις το πονηρον ων μακραν πραυτης και υπομονη, ματαια αγαπωντες, διωκοντες ανταποδομα, ουκ ελεουντες πτωχον, ου πονουντες επι καταπονουμενω, ου γινωσκοντες τον ποιησαντα αυτους, φονεις τεκνων, φθορεις πλασματος θεου, αποστρεφομενοι τον ενδεομενον, καταπονουντες τον θλιβομενον, πλουσιων παρακλητοι, πενητων ανομοι κριται, πανθαμαρτητοι ρυσθειητε, τεκνα, απο τουτων απαντων

Глава 6

1. Ορα μη τις σε πλανηση απο ταυτης της οδου της διδαχης, επει παρεκτος θεου σε διδασκει

2. ει μεν γαρ δυνασαι βαστασαι ολον τον ζυγον του κυριου, τελειος εση ει δ ου δυνασαι, о δυνη τουτο ποιει

3. Περι δε της βρωσεως, о δυνασαι βαστασον απο δε του ειδωλοθυτου λιαν προσεχε λατρεια γαρ εστιν θεων νεκρων

Глава 7

1. Περι δε του βαπτισματος, ουτω βαπτισατε ταυτα παντα προειποντες βαπτισατε εις το ονομα του Πατρος και του Yιου και του αγιου Πνευματος εν υδατι ζωντι

2. εαν δε μη εχης υδωρ ζων, εις αλλο υδωρ βαπτισον ει δ ου δυνασαι εν ψυχρω, εν θερμω

3. εαν δε αμφοτερα μη εχης, εκχεον εις την κεφαλην τρις υδωρ εις ονομα Πατρος και Yιου και αγιου Πνευματος

4. προ δε του βαπτισματος προνηστευσατω ο βαπτιζων και ο βαπτιζομενος και ει τινες αλλοι δυνανται κελευεις δε νηστευσαι τον βαπτιζομενον προ μιας η δυο

Глава 8

1. Αι δε νηστειαι υμων μη εστωσαν μετα των υποκριτων νηστευσουσι γαρ δευτερα σαββατων και πεμπτη υμεις δε νηστευσατε τετραδα και παρασκευην

2. μηδε προσευχεσθε ως οι υποκριται, αλλ ως εκελευσεν ο κυριος εν τω ευαγγελιω αυτου ουτως προσευχεσθε Πατηρ ημων ο εν τω ουρανω, αγιασθητω το δνομα σου, ελθετω η βασιλεια σου, γενηθητω το θελημα σου ως εν ουρανω και επι γης τον αρτον ημων τον επιουσιον δος ημιν σημερον, και αφες ημιν την οφειλην ημων ως και ημεις αφιεμεν τοις οφειλεταις ημων, και μη εισενεγκης ημας εις πειρασμον, αλλα ρυσαι ημας απο του πονηρου οτι σου εστιν η δυναμις και η δοξα εις τους αιωνας

3. τρις της ημερας ουτω προσευχεσθε

Глава 9

1. Περι δε της ευχαριστιας, ουτω ευχαριστησατε

2. πρωτον περι του ποτηριου Ευχαριστουμεν σοι, Πατερ ημων, υπερ της αγιας αμπελου Δαυειδ του παιδος σου, ης εγνωρισας ημιν δια Ιησου του παιδος σου σοι η δοξα εις τους αιωνας

3. περι δε του κλασματος Ευχαριστουμεν σοι, Πατερ ημων, υπερ της ζωης και γνωσεως, ης εγνωρισας ημιν δια Ιησου του παιδος σου σοι η δοξα εις τους αιωνας

4. ωσπερ ην τουτο το κλασμα διεσκορπισμενον επανω των ορεων και συναχθεν εγενετο εν, ουτω συναχθητω σου η εκκλησια απο των περατων της γης εις την σην βασιλειαν οτι σου εστιν η δοξα και η δυναμις δια Ιησου Χριστου εις τους αιωνας

5. μηδεις δε φαγετω μηδε πιετω απο της ευχαριστιας υμων, αλλ οι βαπτισθεντες εις ονομα κυριου και γαρ περι τουτου ειρηκεν ο κυριος Μη δωτε το αγιον τοις κυσι

Глава 10

1. Μετα δε το εμπλησθηναι ουτως ευχαριστησατε

2. Ευχαριστουμεν σοι, Πατερ αγιε, υπερ του αγιου ονοματος σου, ου κατεσκηνωσας εν ταις καρδιαις ημων, και υπερ της γνωσεως και πιστεως και αθανασιας, ης εγνωρισας ημιν δια Ιησου του παιδος σου σοι η δοξα εις τους αιωνας

3. συ, δεσποτα παντοκρατορ, εκτισας τα παντα ενεκεν του ονοματος σου, τροφην τε και ποτον εδωκας τοις ανθρωποις εις απολαυσιν ινα σοι ευχαριστησωσιν, ημιν δε εχαρισω πνευματικην τροφην και ποτον και ζωην αιωνιον δια του παιδος σου

4. προ παντων ευχαριστουμεν σοι οτι δυνατος ει συ σοι η δοξα εις τους αιωνας

5. μνησθητι, κυριε, της εκκλησιας σου του ρυσασθαι αυτην απο παντος πονηρου και τελειωσα ι αυτην εν τη αγαπη σου, και συναξον αυτην απο των τεσσαρων ανεμων, την αγιασθεισαν εις την σην βασιλειαν, ην ητοιμασας αυτη οτι σου εστιν η δυναμις και η δοξα εις τους αιωνας

6. ελθετω χαρις και παρελθετω ο κοσμος ουτος ωσαννα τω θεω Δαυειδ ει τις αγιος εστιν, ερχεσθω ει τις ουκ εστι, μετανοειτω μαραν αθα αμην

7. τοις δε προφηταις επιτρεπετε ευχαριστειν οσα θελουσιν

Глава 11

1. Ος αν ουν ελθων διδαξη υμας ταυτα παντα τα προειρημενα δεξασθε αυτον

2. εαν δε αυτος ο διδασκων στραφεις διδασκη αλλην διδαχην εις το καταλυσαι, μη αυτου ακουσητε εις δε το προσθειναι δικαιοσυνην και γνωσιν κυριου, δεξασθε αυτον ως κυρ ιον

3. Περι δε των αποστολων και προφητων κατα το δογμα του ευαγγελιου ουτως ποιησατε

4. πας δε αποστολος ερχομενος προς υμας δεχθητω ως κυριος

5. ου μενει δε ει μη ημεραν μιαν εαν δε η χρεια, και την αλλην τρεις δε εαν μεινη, ψευδοπροφητης εστιν

6. εξερχομενος δε ο αποστολος μηδεν λαμβανετω ει μη αρτον εως ου αυλισθη εαν δε αργυριον αιτη, ψευδοπροφητης εστι

7. και παντα προφητην λαλουντα εν πνευματι ου πειρασετε ουδε διακρινειτε πασα γαρ αμαρτια αφεθησεται, αυτη δε η αμαρτια ουκ αφεθησεται

8. ου πας δε ο λαλων εν πνευματι προφητης εστιν, αλλ εαν εχη τους τροπους κυριου Απο ουν των τροπων γνωσθησεται ο ψευδοπροφητης και ο προφητης

9. και πας προφητης οριζων τραπεζαν εν πνευματι ου φαγεται απ αυτης ει δε μηγε, ψευδοπροφητης εστι

10. πας δε προφητης διδασκων την αληθειαν ει α διδασκει ου ποιει, ψευδοπροφητης εστιν

11. πας δε προφητης δεδοκιμασμενος αληθινος ποιων εις μυστηριον κοσμικον εκκλησιας, μη διδασκων δε ποιειν οσα αυτος ποιει, ου κριθησεται εφ υμων μετα θεου γαρ εχει την κρισιν ωσαυτως γαρ εποιησαν και οι αρχαιοι προφηται

12. ος δ αν ειπη εν πνευματι Δος μοι αργυρια η ετερα τινα, ουκ ακουσεσθε αυτου εαν δε περι αλλων υστερουντων ειπη δουναι, μηδεις αυτον κρινετω

Глава 12

1. Πας δε ο ερχομενος εν ονοματι κυριου δεχθητω επειτα δε δοκιμασαντες αυτον γνωσεσθε συνεσιν γαρ εξετε δεξιαν και αριστεραν

2. ει μεν παροδιος εστιν ο ερχομενος, βοηθειτε αυτω οσον δυνασθε ου μενει δε προς υμας ει μη δυο η τρεις ημερας, εαν η αναγκη

3. ει δε θελει προς υμας καθησθαι, τεχνιτης ων, εργαζεσθω και φαγετω

4. ει δε ουκ εχει τεχνην, κατα την συνεσιν υμων προνοησατε, πως μη αργος μεθ υμων ζησεται Χριστιανος

5. ει δ ου θελει ουτω ποιειν, χριστεμπορος εστιν προσεχετε απο των τοιουτων

Глава 13

1. Πας δε προφητης αληθινος θελων καθησθαι προς υμας αξιος εστιν της τροφης αυτου

2. ωσαυτως διδασκαλος αληθινος εστιν αξιος και αυτος, ωσπερ ο εργατης της τροφης αυτου

3. πασαν ουν απαρχην γεννηματων ληνου και αλωνος, βοων τε και προβατων λαβων δωσεις την απαρχην τοις προφηταις αυτοι γαρ εισιν οι αρχιερεις υμων

4. εαν δε μη εχητε προφητην, δοτε τοις πτωχοις

5. εαν σιτιαν ποιης, την απαρχην λαβων δος κατα την εντολην

6. ωσαυτως κεραμιον οινου η ελαιου ανοιξας την απαρχην λαβων δος τοις προφηταις

7. αργυριου δε και ιματισμου και παντος κτηματος λαβων την απαρχην, ως αν σοι δοξη δος κατα την εντολην

Глава 14

1. Κατα κυριακην δε κυριου συναχθεντες κλασατε αρτον και ευχαριστησατε προεξομολογησαμενοι τα παραπτωματα υμων, οπως καθαρα η θυσια υμων η

2. πας δε εχων την αμφιβολιαν μετα του εταιρου αυτου μη συνελθετω υμιν, εως ου διαλλαγωσιν, ινα μη κοινωθη η θυσια υμων

3. αυτη γαρ εστιν η ρηθεισα υπο κυριου Εν παντι τοπω και χρονω προσφερειν μοι θυσιαν καθαραν οτι βασιλευς μεγας ειμι, λεγει κυριος, και το ονομα μου θαυμαστον εν τοις εθνεσι

Глава 15

1. Χειροτονησατε ουν εαυτοις επισκοπους και διακονους αξιους του κυριου, ανδρας πραεις και αφιλαργυρους και αληθεις και δεδοκιμασμενους υμιν γαρ λειτουργουσι και αυτοι την λειτουργιαν των προφητων και διδασκαλων

2. μη ουν υπεριδητε αυτους αυτοι γαρ εισιν οι τετιμημενοι υμων μετα των προφητων και διδασκαλων

3. Ελεγχετε δε αλληλους μη εν οργη, αλλ εν ειρηνη, ως εχετε εν τω ευαγγελιω και παντι αστοχουντι κατα του ετερου μηδεις λαλειτω μηδε παρ υμων ακουετω εως ου μετανοηση

4. τας δε ευχας υμων και τας ελεημοσυνας και πασας τας πραξεις ουτως ποιησατε, ως εχετε εν τω ευαγγελιω του κυριου ημων

Глава 16

1. Γρηγορειτε υπερ της ζωης υμων οι λυχνοι υμων μη σβεσθητωσαν, και αι οσφυες υμων μη εκλυεσθωσαν, αλλα γινεσθε ετοιμοι ου γαρ οιδατε την ωραν, εν η ο κυριος ημων ερχεται

2. πυκνως δε συναχθησεσθε ζητουντες τα ανηκοντα ταις ψυχαις υμων ου γαρ ωφελησει υμας ο πας χρονος της πιστεως υμων, εαν μη εν τω εσχατω καιρω τελειωθητε

3. εν γαρ ταις εσχαταις ημεραις πληθυνθησονται οι ψευδοπροφηται και οι φθορεις, και στραφησονται τα προβατα εις λυκους, και η αγαπη στραφησεται εις μισος

4. αυξανουσης γαρ της ανομιας μισησουσιν αλληλους και διωξουσιν και παραδωσουσι και τοτε φανησεται ο κοσμοπλανης ως υιος θεου και ποιησει σημεια και τερατα, και η γη παραδοθησεται εις χειρας αυτου, και ποιησει αθεμιτα, α ουδεποτε γεγονεν εξ αιωνος

5. τοτε ηξει η κτισις των ανθρωπων εις την πυρωσιν της δοκιμασιας, και σκανδαλισθησονται πολλοι και απολουνται, οι δε υπομειναντες εν τη πιστει αυτων σωθησονται υπ αυτου του καταθεματος,

6. και τοτε φανησεται τα σημεια της αληθειας πρωτον σημειον εκπετασεως εν ουρανω, ειτα σημειον φωνης σαλπιγγας, και το τριτον αναστασις νεκρων ου παντων δε, αλλ ως ερρεθη Ηξει ο κυριος και παντες οι αγιοι μετ αυτου

7. τοτε οψεται ο κοσμος τον κυριον ερχομενον επανω των νεφελων του ουρανου


Помощь в распознавании текстов