Источник

Τῌ ΚΑ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίουκαὶ τῆς Ἁγίας Μάρτυρος Βάσσης.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου τρία.

Στιχηρὰ τοῦ Ἀποστόλου

Ἦχος πλ. δ«

Ὢ τοῦ παραδόξου θαύματος

Μάκαρ Θαδδαῖε Ἀπόστολε, προσομιλήσας φωτί, ἀκροτάτῳ φῶς δεύτερον, κατὰ θείαν μέθεξιν, ἀληθῶς ἐχρημάτισας, καὶ διαλύσας νύκτα πολύθεον, ψυχὰς προσῆξας τῷ Παντοκράτορι· ὅθεν γηθόμενοι, τὴν λαμπρὰν καὶ εὔσημον καὶ φωταυγῆ, μνήμην σου γεραίροντες, Χριστὸν δοξάζομεν.

Ἦχος πλ. δ»

Μάκαρ Θαδδαῖε Ἀπόστολε, μετὰ τὴν θείαν Χριστοῦ, καὶ φωσφόρον Ἀνάστασιν, καὶ τὴν πρὸς οὐράνια, παναγίαν Ἀνάληψιν, Ἐδέσσῃ πόλει τὸ θεῖον κήρυγμα, κατεπιστεύθης, ἐν ᾗ γενόμενος, λόγοις καὶ θαύμασι, τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ, πάντας ἐβεβαίωσας, πρὸς τὴν ἀλήθειαν.

Ἦχος πλ. δ«

Μάκαρ Θαδδαῖε Ἀπόστολε, τυφλοῖς τὸ βλέπειν τῇ σῇ, ἐπαφῇ θείᾳ δέδοται, καὶ χωλοῖς ἀρτίωσις, καὶ νοσοῦσιν ὑγίωσις, καὶ παρειμένοις αὖθις ἀνόρθωσις, καὶ ἀμυήτοις γνῶσις σωτήριος· σὺ γὰρ ἀνάπλεως, χαρισμάτων πέφυκας, τοῦ παντουργοῦ, Πνεύματος πανόλβιε· ὅθεν ὑμνοῦμέν σε.

Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος

Ἦχος δ»

Ἔδωκας σημείωσιν

Ἄθλησιν ποθήσασα, πολλὰς βασάνους πανεύφημε, σταθερῶς ἐκαρτέρησας, ἐντεῦθεν πρὸς ἄπονον, μετετέθης λῆξιν, καὶ ἄδυτον φέγγος, καὶ φανοτάτην χαρμονὴν καὶ δι» αἰῶνος θείαν ἀπόλαυσιν· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν, ἀθληφόρε θεόληπτε.

Ἦχος δ«

Μετὰ πολυώδυνα, καὶ πολυποίκιλα βάσανα, ἐν θαλάσσῃ βληθεῖσάν σε, Θεὸς διεσώσατο, ὁ Σωτὴρ τῶν ὅλων, θείᾳ δυναστείᾳ, καταπατοῦσαν τὴν ἰσχύν, τοῦ ἀλλοτρίου Βάσσα πολύαθλε, ἐντεῦθεν κατεφώτισας, τῶν εὐσεβῶν τὰ φρονήματα, ἐκτελοῦσα τεράστια, ὑπὲρ νοῦν καὶ διάνοιαν.

Ἦχος δ»

Ὄρνις ὡς εὐκέλαδος, ἐπὶ τὸ ἄλσος φωνήσασα, τῆς ὡραίας ἀθλήσεως, τοὺς σοὺς συνεκάλεσας, νεοττοὺς ὡραίους, θήρατρα τῆς πλάνης, διαφυγοῦσα σὺν αὐτοῖς, Βάσσα θεόφρον ἀξιοθαύμαστε, μεθ» ὧν καὶ κατεσκήνωσας, πρὸς καλιὰς παμμακάριστε, οὐρανίους πρεσβεύουσα, ὑπὲρ πάντων ἑκάστοτε.

Θεοτοκίον

Ἦχος πλ. β"

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ. Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν. Σὲ γὰρ Χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΔῆμος τῶν Μαθητῶν, ἤθροισται ἐκ περάτων, Γεθσημανῇ χωρίῳ, Μῆτερ Θεοῦ κηδεῦσαι, τὸ θεοδόχον σῶμά σου.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Δεῦτε οἱ γηγενεῖς, σήμερον σὺν Ἀγγέλοις, στησώμεθα χορείαν, φαιδρὰν ἐν τῇ Κοιμήσει, τῆς μόνης Θεομήτορος.

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ μένει δὲ ἀδιάφθορον.

Θεοτοκίον

Ἦχος β«

Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως Μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου

Ἦχος γ»

Ἀπόστολε Ἅγιε Θαδδαίε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α«

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ»

Ταχὺ προκατάλαβε

Τὴν σὴν ἑορτάζομεν, Κοίμησιν Ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, προσλαβεῖν τὸ σὸν πνεῦμα, καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς σε. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. α«

Τὸν συνάναρχον Λόγον

Τῶν Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν Παρθένε Μετάστασιν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν δεύτερος τῆς Ἐορτῆς. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. ᾨδὴ α»

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Κοίμησιν.». Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται. Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.Θαδδαῖον ὑμνῶ τὸν σοφὸν θεηγόρον. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος πλ. δ»

ᾌσωμεν τῷ Κυρίῳ

Θρόνῳ τῷ τοῦ Δεσπότου πάνσοφε, Θαδδαῖε παριστάμενος, φωτισμὸν μοι παράσχου, τὴν φωσφόρον σου μέλψαι πανήγυριν. Ἄχρονον φῶς ἐν χρόνῳ, μεθ´ ἡμῶν ὀφθεὶς ὁ Ὑπερούσιος, ὡς ἀκτῖνά σε μάκαρ, ἐπαφῆκε τὸν κόσμον φωτίζουσαν. Δύναμιν περιζώσας, σὲ ὁ ἐν ἰσχὺϊ ἀπροσμάχητος, τοῦ ἀλάστορος πᾶσαν, τὴν ἰσχὺν ἀφανίσαι ἐνίσχυσεν.

Θεοτοκίον

Δέσποινα τῶν ἁπάντων, ὤφθης τῶν κτισμάτων, τὸν δεσπόζοντα, ἀπορρήτως τεκοῦσα, Θεοτόκε Παρθένε πανύμνητε.

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Τοὺς σοὺς ἀγῶνας, Βάσσα, τιμῶ προφρόνως. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος πλ. δ»

Ὑγρὰν διοδεύσας

Τὴν σὴν εὐφημοῦντι χαρμονικῶς, πανένδοξε μνήμην, οὐρανόθεν μοι φωτισμόν, δοθῆναι δυσώπει μακαρία, καὶ ψυχοφθόρων πταισμάτων συγχώρησιν. Οὐκ ἔφριξας δόγμα θεοστυγές, τῷ φόβῳ Κυρίου, πεφραγμένη σου τὴν ψυχήν, μαστίγων ποικίλων καὶ κινδύνων· διὸ ἀνδρείως κατετόλμησας. Ὑπέστης βασάνους πολυειδεῖς, τρισὶ σὺν υἱέσιν, ἀθληφόρε καρτερικῶς, μεθ» ὧν ἀνεπλέξω τοὺς στεφάνους, τῆς ἀφθαρσίας Τριάδα δοξάζουσα.

Θεοτοκίον

Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, ἄνευθεν ὠδίνων, Παναγία τῶν μητρικῶν, καὶ τοῦτον ἀρρήτως ὑπὲρ λόγον, εἰς σωτηρίαν ἡμῶν ἀπεκύησας.

Κανών β», ᾨδὴ γ», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Κοιμήσει Σου, στεφάνων δόξης ἀξίωσον». Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον. Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.

Κανών β», ᾨδὴ γ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Σὺ εἶ τὸ στερέωμα

Αἴγλῃ θείας χάριτος, φωταγωγῶν λαοὺς ἔνδοξε, φῶς καθαρόν, ὤφθης τοῖς ἐν σκότει, τῶν δεινῶν ἐνυπάρχουσιν. Ἴασιν καὶ λύτρωσιν, θεουργικαῖς σοφὲ νεύσεσι, τῷ βασιλεῖ, ἤγαγες Αὐγάρῳ, πρὸς αὐτὸν ἀφικόμενος. Οἴκους ἀπετέλεσας, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοὺς γηγενεῖς, τὰ τῆς ἀπωλείας, καταστρέψας οἰκήματα.

Θεοτοκίον

Νόμου προχαράγματα, καὶ Προφητῶν φωναὶ Δέσποινα, σοῦ τὸν φρικτὸν τόκον ἀριδήλως, Θεομῆτορ ἐδήλωσαν.

Κανών γ», ᾨδὴ γ», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Οὐρανίας ἁψῖδος

Ἀναφθεῖσα τῇ πίστει, καὶ τῷ θερμῷ ἔρωτι, τῆς ὑπερβαλλούσης ἀγάπης, Χριστοῦ πανεύφημε, πῦρ ἀπετέφρωσας, ἐπιστασίᾳ Ἀγγέλου, καὶ λαὸν ἀγνώμονα, ἄρδην κατέφλεξας. Γενεὰ τῶν εὐθέων, εὐλογητὴ πέφυκε, σοῦ ἐκ τῆς γαστρὸς τῶν λαμψάντων Βάσσα πανένδοξε, συναθλησάντων σοι, καὶ ἀχλυώδη λυσάντων, παρανόμων ἔνστασιν, γνώμης στερρότητι! Ὢ μητρὸς ὑπερβάσης, νόμους ῥευστῆς φύσεως, τῇ τῶν ὑπὲρ φύσιν ἑνώσει! Ὢ πῶς ὑπήνεγκεν, ἄδικον θάνατον, ἀλληλοτρόπως ὁρῶσα, ὧν ἐτιθηνήσατο, πίστει καὶ γάλακτι.

Θεοτοκίον

Νεκρωθέντα με βρώσει, παρακοῆς ἔσωσας, μόνη τὴν ζωὴν τετοκυῖα, τὴν ἐνυπόστατον, Κόρη πανάμωμε, ἀξιοχρέως· διὸ σε, τὴν ἀειμακάριστον νῦν μακαρίζομεν.

Ὁ Εἱρμὸς

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Τὴν Σοφίαν καὶ Λόγον

Προσπελάσας Ἡλίῳ τῷ νοητῷ, παρ» αὐτοῦ τὰς ἀκτῖνας τὰς μυστικάς, ἐδέξω καὶ γέγονας, ὡς ἀστὴρ φαεινότατος, καταυγάζων πάσης, τῆς γῆς τὰ πληρώματα, καὶ σκεδάζων πλάνης, ὁμίχλην μακάριε· ὅθεν τὴν φωσφόρον καὶ ἁγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι· Θαδδαῖε, Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... Τῆς Ἁγίας ὅμοιονΠτερωθεῖσα τῇ πίστει τῇ θεϊκῇ, ὡς τρυγὼν σὺν τοῖς τέκνοις πρὸς καλιάς, ἀΰλους κατέπαυσας, ἱερῶς ἐναθλήσασα, ἀθληφόρε Βάσσα, Ἀγγέλων συνόμιλε, καὶ θαυμάτων ῥεῖθρα, πηγάζεις τοῖς χρῄζουσιν· ὅθεν κατὰ χρέος, τὴν ἁγίαν σου μνήμην, τελοῦντες τιμῶμέν σε, τὸν Σωτῆρα δοξάζοντες, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιονἩ θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

Κανών β», ᾨδὴ δ», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε·Δόξα τῇ δυνάμει σου Κύριε». Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε. Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον. Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι» ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;

Κανών β», ᾨδὴ δ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Ὑψηλήν τὴν διάνοιαν, ἔχων ὑπεδέξω θεῖα νοήματα, καὶ τοῦ Πνεύματος χαρίσματα, Μαθητὰ Θαδδαῖε τοῦ Παντάνακτος. Μυστηρίων πανόλβιε, θείων ἐν μυήσει μάκαρ γενόμενος, ἀμυήτους κατεφώτισας, τὴν Τριάδα σέβειν ὁμοούσιον. Νόμον θεῖον ἐχάραξας, μάκαρ ἐν καρδίαις, λαιάνας πρότερον, ἀγνωσίας τὰ χαράγματα, καὶ τῆς δυσσεβείας τὰ ἰνδάλματα.

Θεοτοκίον

Ὡς τὸν Κτίστην κυήσασα, πάντων ποιημάτων ὤφθης Βασίλισσα· διὰ τοῦτό σε δοξάζομεν, Θεοτόκε μόνη ἀειπάρθενε.

Κανών γ», ᾨδὴ δ», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Ἀνενδοίαστον ἔχουσα, σοῦ τὸν λογισμὸν πρὸς πάλην ἐχώρησας, τοῦ δολίου πολεμήτορος, καὶ βυθῷ αἱμάτων τοῦτον ὤλεσας. Σὲ βυθὸς κολπωσάμενος, καταδικασθεῖσαν θάνατον ἄδικον, κατῃδέσθη καὶ διέσωσεν, ἀθληφόρε Βάσσα θείῳ νεύματι. Βασιλείαν ἀσάλευτον, σὺν τοῖς εὐκλεέσιν υἱοῖς σου ἔνδοξε, ἐκληρώσω καὶ οὐράνιον, ἀληθῶς νυμφῶνα καὶ φῶς ἄδυτον.

Θεοτοκίον

Ἁλατόμητον ὄρος σε, πάλαι Ἀββακοὺμ προεῖδεν ἐν Πνεύματι, ὁ Θεὸς ἐξ οὗ ἐπέφανε, καὶ ἡμᾶς Παρθένε διεσώσατο.

Κανών β», ᾨδὴ ε», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Κοιμήσει Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης, πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα». Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν. Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.

Κανών β», ᾨδὴ ε», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ὁ ἐκ νυκτὸς ἀγνοίας

Τὸ τοῦ Δεσπότου θεῖον, ἐπιφερόμενος μάκαρ ὁμοίωμα, τῷ Τοπάρχῃ Αὐγάρῳ, θεῖος ἰατρὸς ἐπεδήμησας. Ὁ ἱερὸς Θωμᾶς σε, μετὰ τὴν θείαν τοῦ Λόγου Ἀνάληψιν, κήρυκα ἀποστέλλει, πάνσοφε Θαδδαῖε, τοῖς χρῄζουσιν. Νόσους δραπετευούσας, καὶ ἰωμένας καρδίας θεώμενος, Αὔγαρος ἐπληρώθη, θείου φωτισμοῦ μεσιτείαις σου.

Θεοτοκίον

Σεσαρκωμένον Λόγον, διπλῆν ἐνέργειαν φέροντα τέτοκας, ἀπειρόγαμε Κόρη, μείνασα Παρθένος ἀμίαντος.

Κανών γ», ᾨδὴ ε», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Ἵνα τὶ με ἀπώσω

Συνεχόμενος δίψῃ, ἔνδοξε Ἀγάπιε θεομακάριστε, τῆς Χριστοῦ ἀγάπης, τὴν κακίαν εἰς τέλος ἐμίσησας, καὶ στερρῶς ὑπέστης, τὰς ἀλγηδόνας τῶν βασάνων, καὶ δορᾶς σαρκικῆς τὴν ἀφαίρεσιν. Στρεβλωθείς σου τὰ στέρνα, ὄνυξι ξεόμενος μάκαρ Θεόγνιε, ἐπεγνώσθης πλέον, ὡς ἐπόθεις σοφὲ καθαρώτερον, τῷ Θεῷ τῶν ὅλων πρὸς ὃν ἀνῆλθες μετὰ δόξης, ταῖς τῶν ἄθλων ἀστράπτων λαμπρότησι. Ἀδιστάκτῳ τῇ πίστει, πάνσοφε Πιστὲ ὑπελθὼν τὸ μαρτύριον, τῶν ἀπίστων μάκαρ, ἀσυνέτους καρδίας κατέπληξας, ἐν τῷ καταθλᾶσθαι, σοῦ τὰ ὀστᾶ καὶ ἁρμονίας, διαλύσασθαι πάσας τοῦ σώματος.

Θεοτοκίον

Τῆς προμήτορος Εὔας, νῦν ἀνεκαλέσω τὴν ἧτταν κυήσασα, Λυτρωτὴν τῶν ὅλων, καὶ Σωτῆρα καὶ Κτίστην καὶ Κύριον, Θεομῆτορ μόνη, ἐν γυναιξὶν εὐλογημένη· διὰ τοῦτό σε πίστει δοξάζομεν.

Κανών β», ᾨδὴ ς», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.». Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

Κανών β», ᾨδὴ ς», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει

Ὁ φωτισμὸς τοῦ Ἁγίου Πνεύματος, σκηνώσας ἐν καρδίᾳ σου, φωστῆρα κόσμου σε Θαδδαῖε, εἰργάσατο ἀληθῆ, τὸν σκοταομὸν τῆς ἀπάτης λύοντα. Φέρων σαρκὶ τοῦ Χριστοῦ τὰ στίγματα, Θαδδαῖε τὰ σωτήρια, ὡς κόσμον πάσης ἀκοσμίας, λαοὺς ἐρρύσω σοφέ, καὶ πρὸς χαρὰν ἤρθης ὑπερκόσμιον. Ὄρθρος ἡμῖν ἐφάνης τὸν ἥλιον, δικαιοσύνης ἔνδοξε δεικνύων, ἐν ᾧ φωτισθέντες, υἱοὶ φωτὸς δι» αὐτοῦ, οἱ γηγενεῖς Θαδδαῖε γεγόναμεν.

Θεοτοκίον

Νέον ἡμῖν βρέφος ἀπεκύησας, Πατρὸς τὸν ὁμοούσιον, φθαρεῖσαν φύσιν τῶν ἀνθρώπων, πρὸς τὸ ἀρχαῖον Ἁγνή, κάλλος αὐτὴν πάλιν ἐπανάγοντα.

Κανών γ», ᾨδὴ ς», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Ἱλάσθητί μοι Σωτὴρ

Ἱδρύματα μιαρῶν, θεῶν εἰς τέλος ἐλέπτυνας, ἑδράσασα τὴν ψυχήν, Θεοῦ πρὸς τὴν ἄφατον, ἀγάπην καὶ γέγονας, ἀθλοφόρε Βάσσα, τῶν Ἀγγέλων ὁμοδίαιτος. Μεγάλους ὑπὲρ Χριστοῦ, ἀγῶνας μάρτυς διήνυσας, μεγάλα καὶ παρ» αὐτοῦ, ἐδέξω τὰ ἔπαθλα, ἀθάνατον εὔκλειαν, καὶ παστάδα θείαν, καὶ τρυφὴν μὴ διαρρέουσαν. Ὡς πάλαι τὸν Ἰωνᾶν, βυθοῦ θαλάσσης διέσωσε, Θεὸς σε παντουργικῇ, δυνάμει πανεύφημε, ἐν σοὶ θαυμαζόμενος, ὁ βουλαῖς Ἁγίων, καθ» ἑκάστην δοξαζόμενος.

Θεοτοκίον

Πελάγη ἁμαρτιῶν, καὶ κύματα ἀπογνώσεως, χειμάζουσί μου τὸν νοῦν, σπλαγχνίσθητι Δέσποινα, καὶ χεῖρά μοι ἔκτεινον, καὶ διάσωσόν με, τὸν Σωτῆρα ἡ κυήσασα.

Ὁ Εἱρμὸς

«Ἱλάσθητί μοι Σωτήρ·πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι·πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον τοῦ Ἀποστόλου

Ἦχος γ"

Ἡ Παρθένος σήμερον

Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην· νέμει γάρ, τοῖς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν ἁμαρτημάτων, καὶ ῥῶσιν θείαν· καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

Ὁ Οἶκος

Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι» αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΚΑ» τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου. ΣτίχοιΘαδδαῖε! ποῖον ἄλλο σοι πλέξω στέφος, Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου; Εἰκάδι πρώτῃ Θαδδαῖος βιότοιο ἀπέπτη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ. ΣτίχοιΜητρὸς μιᾶς κάλλιστα παιδία τρία, Σὺν μητρὶ Βάσσῃ πρὸς τομὴν ψυχὴ μία. Βάσσαν σὺν τοκέεσσι τάμε ξίφος εἰκάδι πρώτῃ.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β», ᾨδὴ ζ», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα. Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών β», ᾨδὴ ζ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Παῖδες θεοσεβεὶς

Θαύματα ἐκτελῶν τῇ ἐπικλήσει, Κυρίου φανέντος ὕλῃ σώματος, ἐπεσπάσω λαούς τε, καὶ πόλεις πανεύφημε, εἰς βεβαίαν πίστιν κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Ἔστησας σηπεδόνα ἀθεΐας, νοστίμων σου λόγων θείῳ ἄλατι, καὶ ἰάσω καρδίας, τῷ βέλει τοῦ ὄφεως, πληγωθείσας μάκαρ Ἀπόστολε· Εὐλογητὸς ἐκβοῶν ὁ τῶν Πατέρων Θεός. Ἤρθης πρὸς ὕψος θεωρίας, πλησθεὶς ὦ Θαδδαῖε θείου Πνεύματος, καὶ σωτήριον λόγον, ἐνθέως ἐπλούτησας, καὶ λαοὺς βοᾶν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Γνώμῃ οἰκείᾳ ὀλισθαίνων, καὶ πράξεις ἀτόπους περικείμενος, ἐπὶ σὲ καταφεύγω, βοήθει μοι Δέσποινα, μετανοίας τρόπους παρέχουσα, τῇ ταπεινῇ μου ψυχῇ, ἵνα δοξάζω σε.

Κανών γ», ᾨδὴ ζ», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Οἱ ἐκ τῆς Ἰουδαίας

Ῥώμῃ θείᾳ τήν φλόγα, τοῦ πυρὸς διελθοῦσα μάρτυς ἀπήμαντος, πυρὶ τῶν σῶν αἱμάτων, ὡς ὕλην τὴν ἀπάτην, ἐκβοῶσα κατέφλεξας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. Ὁ λεόντων πεδήσας, τὰς ὁρμὰς ἐν τῷ λάκκῳ σῴζων τὸν σὸν Δανιήλ, ἀνάλωτον δεικνύεις, θηρῶν τὴν Ἀθληφόρον μελῳδοῦσάν σοι Δέσποτα· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. Φανοτάταις ἀκτῖσι, τοῦ Σταυροῦ λαμπομένη Βάσσα ἡ ἔνδοξος, τὸ σκότος τῆς ἀπάτης, ἀπείραστος διέβη, καὶ πρὸς φῶς ἐξεδήμησεν ἀναβοῶσα· Χριστέ, ὁ Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Ῥῆξον τὰς πολυπλόκους, τῶν ἐμῶν ἐγκλημάτων σειρὰς Θεόνυμφε, τὸν αἴροντα τοῦ κόσμου Θεὸν τὴν ἁμαρτίαν, ὑπὲρ λόγον κυήσασα, εὐλογημένη ἁγνὴ ἀεὶ δεδοξασμένη.

Κανών β», ᾨδὴ η», τῆς Ἐορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τήν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Νικηταὶ τυράννου

Οὐρανὸς ἐφάνης, δόξαν διηγούμενος Θεοῦ Θαδδαῖε, καὶ ἐθνῶν ἐγένου, φωτισμὸς πρὸς πίστωσιν θείαν ἐνάγων, τοὺς θερμῶς βοῶντας· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αιῶνας. Ῥῶσιν ἀσθενοῦσι, καὶ τυφλοῖς ἀνάβλεψιν καὶ παρειμένοις, εὐδρομίαν μάκαρ, χορηγῶν τοῦ Πνεύματος τῇ δυναστείᾳ πόλεως Ἐδέσσης, φωστὴρ ἐχρημάτισας, τῆς ἀεὶ πιστῶς σε, Θαδδαῖε εὐφημούσης. Ὁ περιουσίᾳ, θαυμασίων ἄπιστον ἔθνος εἰς πίστιν, ἐπινεύσει θείᾳ, μεταποιησάμενος, καὶ ἐξ εἰδώλων, πλάνης διασώσας τοὺς αὐτῷ προστρέχοντας, πίστει κατὰ χρέος, δοξάζεται Θαδδαῖος.

Θεοτοκίον

Νόμου τὸ σκιῶδες ἀπεπαύθη Δέσποινα, σοῦ κυησάσης, νόμου τὸν δοτῆρα, χάριτι φωτίζοντα τὴν οἰκουμένην, ὃν ἀεὶ δυσώπει, νόμῳ με ἑπόμενον, τῷ τῆς ἁμαρτίας οἰκτεῖραι διὰ τάχους.

Κανών γ», ᾨδὴ η», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Ὁ τὴν ἡμῶν ἀσθένειαν ἑαυτῷ περιθέμενος, σοῦ τὸ ἀσθενὲς περιφανῶς ἐπτέρωσε, καὶ σὲ ἀπειργάσατο, δυνατωτέραν μάρτυς πυρός, ὕδατος θηρῶν καὶ πριστηρίων ὀργάνων, πιστῶς ἀναβοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νεανικῶς ἠρίστευσαν, καὶ ἀνδρείως ἐνίκησαν, παῖδες οἱ σεπτοὶ τὴν ἐναντίων ἔνστασιν, ὁ θεῖος Θεόγνιος, ὁ ἱερὸς Ἀγάπιος, ἅμα τῷ Πιστῶ, ἔργῳ καὶ λόγῳ δειχθέντι, καὶ νίκης τοὺς στεφάνους, πρὸς Θεοῦ δεδεγμένοι, αὐτὸν ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ὡσεὶ ἐλαία εὔκαρπος, ὡς πολύφορος ἄμπελος, κλήμασι τρισὶν εὐθηνουμένη τέθηλας, μεθ» ὧν ἐγεώργησας, ὁμολογίας βότρυας, οἶνον μαρτυρίου, ἀναβλύζοντας Βάσσα, εὐφραίνοντα καρδίας, εὐσεβῶς τῶν βοώντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Σὺν ἀσωμάτοις τάξεσι, σὺν μαρτύρων στρατεύμασι, θρόνῳ παρεστῶτες, τοῦ Θεοῦ πανεύφημοι, καὶ δόξης καὶ χάριτος, καὶ φωτισμοῦ πληρούμενοι, λύσατε ἡμῶν, τῶν ἐγκλημάτων τὸν ζόφον, τῶν πίστει ἐκτελούντων, τὴν φωσφόρον καὶ θείαν, καὶ πλήρη χαρισμάτων, ὑμῶν αἰσίαν μνήμην.

Θεοτοκίον

Ὁ οὐρανοὺς τῷ νεύματι, καὶ τὴν γῆν τῷ βουλήματι, Λόγος τοῦ Θεοῦ δημιουργήσας ἄχραντε, καὶ πλάσας τὸν ἄνθρωπον, ἐκ σοῦ σαφῶς ἠνέσχετο, σάρκα ἑαυτῷ, οἰκοδομῆσαι τὴν φύσιν, ἡμῶν ἀναχωνεύων, συντριβεῖσαν ἀπάτῃ, τοῦ ὄφεως Παρθένε, ὁ μόνος ἐλεήμων.

Ὁ Εἱρμὸς

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών β», ᾨδὴ θ», τῆς Ἐορτῆς

Ἦχος δ"

Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Ὁ Εἱρμὸς

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε». Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι. Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα. Δέχου παρ» ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Κανών β», ᾨδὴ θ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Κυρίως Θεοτόκον

Ἰδὼν τὰς δι» αἰῶνος, θείας ἀντιδόσεις, καὶ ἐφετῶν ἀκροτάτῳ τρανότερον, μάκαρ ἐγγίζων, Θαδδαῖε, τέρπου καὶ χόρευε. Ὡς κέρδος ὡς μεγίστη, ἔνδοξε Θαδδαῖε, ταῖς ἀρεταῖς ἀνυψώθης κυπάρισσος, εὐωδιάζων καρδίας, τῶν εὐφημούντων σε. Συνήφθης Ἀποστόλων, μάκαρ καὶ μαρτύρων, καὶ Ἀσωμάτων χορείαις γηθόμενος, μεθ» ὧν δυσώπει σωθῆναι, τοὺς σὲ γεραίροντας. Ἡ μνήμη σου πλουσίως, φέγγει χαρισμάτων, τὰς τῶν πιστῶν διανοίας φωτίζουσα, ἀνευφημεῖν σε Θαδδαῖε, πάντας προτρέπεται.

Θεοτοκίον

Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, ἀποκυήσασα.

Κανών γ», ᾨδὴ θ», τῆς Μάρτυρος

Ἦχος πλ. δ"

Ἐξέστη ἐπὶ τούτῳ

Ἰδεῖν ἐφιεμένη ἃ ὀφθαλμός, γηγενοῦς ἀληθῶς οὐχ ἑώρακε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα ἀνδρικῶς, θλᾶσιν μελῶν πανεύφημε, ὅρμημα θηρίων, καῦσιν πυρός, θαλάσσης τρικυμίαν, ἀΰλῳ φωταυγίᾳ, φαιδρυνομένη παμμακάριστε. Ὡς ὄντως φωτοφόρος καὶ εὐπρεπής, θεοφόρε σελήνη ἀνέτειλας, θεῖον χορόν, οἷά περ ἀστέρων φωτοφανῶν, ἐπαγομένη χάριτι, σοῦ τῶν προελθόντων ἐκ τῆς γαστρός, καὶ νῦν τὴν οἰκουμένην, ἀΰλῳ φωταυγίᾳ, καταφαιδρύνετε μακάριοι. Στηρίξαντες ἐν πέτρᾳ ὑπομονῆς, διανοίας τὰς βάσεις μακάριοι, τῶν πειρασμῶν, ταῖς πολυειδέσιν ἐπαγωγαῖς, ὡς ἀληθῶς ἀκλόνητοι, ὤφθητε καὶ νίκην μετὰ Χριστοῦ, ἀράμενοι σὺν τούτῳ, ἀεὶ συμβασιλεύειν, κατηξιώθητε γηθόμενοι. Ἤ ὄντως ἀκεραία περιστερά, ἡ τρυγὼν τὸν Θεὸν ἀγαπήσασα, ἡ χελιδών, θείοις ἀναπτᾶσα σὺν νεοσσοῖς, πρὸς οὐρανοὺς ἐσκήνωσε, κράτος πρὸς τὸ θεῖον καὶ νοερόν, χειμῶνα διαδρᾶσα, καὶ θήρατρα δαιμόνων, Βάσσα ἣν πόθῳ μακαρίζομεν.

Θεοτοκίον

Φιλάνθρωπον τεκοῦσα καὶ λυτρωτήν, θαυμαστὴ καὶ φιλάγαθε Δέσποινα, ἁμαρτιῶν, λύτρωσίν μοι δίδου σαῖς προσευχαῖς, καὶ τὴν ψυχήν μου πάναγνε, τὴν κεκακωμένην τοῖς λογισμοῖς, ἀγάθυνον καὶ δεῖξον, παθῶν θανατηφόρων, λελυτρωμένην παναμώμητε.

Ὁ Εἱρμὸς

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Ἐδέσσης ἐχρημάτισας, φωστὴρ Θαδδαῖε πάνσοφε, ἐν ᾗ κηρύξας τὴν θείαν, οἰκονομίαν τοῦ Λόγου, καὶ τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ δὲ ἅπαντας, φωτίσας λάτρας ἔδειξας, τῆς ὑπερφώτου Τριάδος, Ἀπόστολε Θεοκήρυξ.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος γ»

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΜνήσθητι ἐκτενῶς, τῶν σὲ παρακαλούντων, Παρθένε Θεοτόκε, καὶ πόθῳ ἀνυμνούντων, τὴν ἱεράν σου Κοίμησιν.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Δεῦρό μοι Μαθητῶν, τὸ στῖφος τῇ Παρθένῳ, ἐξόδιον τὸν ὕμνον, εἷς ἕκαστος φερέτω, τῇ ἑορτῇ ἁρμόδιον.

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Στῖφος τῶν Μαθητῶν, προθύμως ἐν νεφέλαις, ἀθροίσθητε κηδεῦσαι, τὸ θεοδόχον σῶμα, τῆς μόνης Θεομήτορος.

Θεοτοκίον

Ἦχος β"

Οἶκος τοῦ Ἐφραθᾶ

Πύλαι τῶν οὐρανῶν, ἐπάρθητε ὁρῶσαι, τὴν πύλην τοῦ Ὑψίστου, χωροῦσαν μετὰ δόξης, πρὸς τὸν Υἱὸν καὶ Κύριον.

Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα. Ἀντίφωνον Α» Στίχος α». Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ. Στίχος β». Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. Στίχος γ». Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν. Στίχος δ». Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ἀντίφωνον Β» Στίχος α». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Στίχος β». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος γ». Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Στίχος δ». Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἀντίφωνον Γ» Στίχος α». Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου. Ἦχος α"Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Στίχος β». Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Στίχος γ». Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. ΕἰσοδικὸνΔεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἰς τό, ἘξαιρέτωςΚανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος α"

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ὁ Εἱρμὸς

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle