Ήχος αˊ
ΚΥΡΙΑΚΗ Αˊ ΗΧΟΣ
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος α΄
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.
Δογματικόν, Ἦχος α΄
Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος α΄
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Καὶ Στιχηρὰ τῆς Θεοτόκου.
Τῶν οὐρανίων ταγμάτων.
Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, συναϊδίῳ τε Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.
Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις ἁγνή, σὲ προστασίαν μόνην, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως· Σῶσον ἡμᾶς, Παναγία θεόνυμφε· σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἀνεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει σου, θεοκυῆτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς, αἰτουμένων σε Ἄχραντε· μὴ διαλείπῃς πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.
Θεοτοκίον, Ἦχος α΄
Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.
Ἀπολυτίκιον
Ἦχος α΄
Άυτόμελον
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος α΄
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.
Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος
Ἦχος α΄
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.
Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι’ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.
Τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον δι’ ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα Κύριε, δόξα σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον – Ὀκτώηχος
Ἦχος α΄
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος
Ἦχος α΄
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.
Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος
Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.
Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος α΄
Άυτόμελον
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Μίαν σε μέλπω τὴν τρισήλιον Φύσιν. Ποίημα Μητροφάνους Σμύρνης. ᾨδὴ αˊ
Ἦχος α΄
Σοῦ ἡ τροπαιοῦχος.
Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον ἀΐδιον, ποιητικὴν ἁπάντων ἀκατάληπτον· ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοῖς ᾄσμασιν. Ἵνα τοῖς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπῆ σου δηλώσῃς Θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ καὶ λόγον, καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος. Ἄνωθεν δεικνὺς μοναδικόν, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῷ ἰσουργῷ Υἱῷ σου, καὶ τῷ Πνεύματι· Δεῦτε καταβάντες, αὐτῶν τὰς γλώσσας συγχέωμεν. Θεοτοκίον. Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.
ᾨδὴ γˊ
Ἦχος α΄
Ὁ μόνος εἰδώς.
Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τε φύσει Θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας· καὶ πιστῶς ὑμνοῦμέν σε, τόν μονάρχην Θεόν, καὶ τρισήλιον. Ἐκ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀῤῥεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται· καὶ μιᾶς Θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν. Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀῤῥήτως ὑπὲρ ἔννοιαν, ταῖς νοεραῖς οὐσίαις δοξάζεται, ταῖς τρισαγίαις φωναῖς, ἀσίγητον, ἐκβοώσαις αἴνεσιν· αἷς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος. Θεοτοκίον. Ἐκ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ καὶ Πνεύματος, Θεοτόκε· διό σε δοξάζομεν.
Κάθισμα
Ἦχος α΄
Τὸν τάφον σου Σωτὴρ.
Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξῃ, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν Ἀσωμάτων αἱ τάξεις· ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν. Δόξα. Καὶ νῦν... Θεοτοκίον. Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
ᾨδὴ δˊ
Ἦχος α΄
Ὄρος σε τῇ χάριτι.
Λάμψον μοι Θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοῖς τῆς καρδίας ὀφθαλμοῖς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως. Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῷ Λόγῳ σου τῷ παντουργῷ, καὶ Πνεύματι στόματος τῷ συμφυεῖ, μεθ’ ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχίᾳ Θεότητος. Ὡς ἔπλασας κατ’ εἰκόνα με σὴν καὶ ὁμοίωσιν, θεαρχικὴ παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχύϊ καὶ τέλειον. Θεοτοκίον. Τέτοκας τῆς Τριάδος τὸν ἕνα Πανάχραντε, θεαρχικώτατον Υἱόν, σωματωθέντα δι’ ἡμᾶς, ἐκ σοῦ, καὶ αὐγάζοντα τοὺς γηγενεῖς, τῆς τρισηλίου Θεότητος, τῷ ἀνεσπέρῳ φωτὶ καὶ ταῖς λάμψεσιν.
ᾨδὴ εˊ
Ἦχος α΄
Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἡ τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτῖσιν ἐλλάμπουσα, ταῖς σαῖς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σε μέλποντας. Νῦν ἡ φύσις, ἑνικὴ Θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας δι’ ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων. Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν, καὶ Θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἕνα Θεὸν τῆς ἀοράτου, καὶ ὁρωμένης τε κτίσεως. Θεοτοκίον. Ῥήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε, τὸν σὸν τόκον, τὸν ἀπόρρητον καὶ ἀνερμήνευτον· ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας, καὶ τρισηλίου Θεότητος.
ᾨδὴ ςˊ
Ἦχος α΄
Ἐκύκλωσεν ἡμᾶς.
Ἰσόρροπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἡ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως, Μονὰς πέφυκας, ἁπλῆ καὶ ἀδιαίρετος. Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (Δίς) Σὺ πάντας τοὺς αἰῶνας τῇ βουλήσει σου, ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὄντων, ἀκατάληπτε Τριάς· εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας. Ἀλλὰ καὶ νῦν, ἐκ πάσης ῥῦσαί με περιστάσεως. Θεοτοκίον. Ἡλίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστῆρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε Θεονύμφευτε. Ἀλλὰ καὶ νῦν, τῆς τῶν παθῶν με ῥῦσαι ζοφώσεως.
Κάθισμα
Ἦχος α΄
Τὸν τάφον σου Σωτήρ.
Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ’ οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς Ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.
ᾨδὴ ζˊ
Ἦχος α΄
Σὲ νοητὴν Θεοτόκε.
Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, καὶ φοβερόν, τοῖς δαίμοσί με δεῖξον καὶ πάθεσιν. (Δίς) Ἵνα τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξῃς τὸ πέλαγος ἡμῖν, τὸν Υιόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα. Ἀλλὰ καὶ νῦν, τῷ θείῳ με συνέτισον Πνεύματι. Θεοτοκίον. Ὁ Χερουβείμ, θρόνῳ ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενικῇ, ᾤκησε Πανάχραντε, πάντας ἐκλυτρούμενος, ἐκ τῆς φθορᾶς ὡς φιλάνθρωπος. Ἀλλὰ καὶ νῦν, ταῖς σαῖς πρεσβείαις με περιφρούρησον.
ᾨδὴ ηˊ
Ἦχος α΄
Θαύματος ὑπερφυοῦς.
Νεύματι θεουργικῷ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτεινας ὡσεὶ δέῤῥιν· εἶτα καὶ γῆς, ἀπῃώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί. Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τῇ ἀγάπῃ καὶ πίστει τῇ σῇ φιλάνθρωπε, ἵνα σε δοξάζωμεν πόθῳ εἰς αἰῶνας. (Δίς) Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ Τρισήλιον φῶς τοῖς προσώποις, ἑνιαῖον αὖθις δὲ τῇ οὐσίᾳ καὶ πρὸς τὰς σάς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί· δι’ ὧν χορτασθήσομαι τὴν δόξαν σου, τὴν γλυκεῖαν καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σε πιστῶς εἰς τοὺς αἰῶνας. Θεοτοκίον. Ὕψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολῇ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς· ᾧ καὶ εὐχαρίστως ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θˊ
Ἦχος α΄
Τύπον τῆς ἁγνῆς.
Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διαπαντὸς ἀνεπιβούλευτον. (Δίς) Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος, δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον. Θεοτοκίον. Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι, μόνος εἷς Θεὸς ἀληθινός, πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν, πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.
Ὑπακοή
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ἀπολυτίκιον
Ἦχος α΄
Άυτόμελον
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος
Ἦχος α΄
Άυτόμελον
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν. Δόξα... Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. Καὶ νῦν. Θεοτοκίον Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.
Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος
Ἦχος α΄
Τοῦ λίθου σφραγισθέντος
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ. Δόξα. Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον Τὸν τάφον σου Σωτήρ. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Ἡ Ὑπακοὴ Ἡ τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοὶ, Ἦχος α΄ Ἀντίφωνον Α΄ – Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω. – τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ Τριάδι Μονοκρατορίᾳ. Ἀντίφωνον Β΄ – Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. – Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· Ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Γ΄ – Ἐπὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἷς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία. – Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλˊ οὐ προσώποις. Προκείμενον Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παρρησιάσομαι ἐν αὐτῷ. Στίχ.Τὰ λόγια Κυρίου λόγια ἁγνά.
ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Θεοτοκίον Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
ᾨδὴ αˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Χριστὸς γεννᾶται.
Χριστὸς θεοῖ με σαρκούμενος, Χριστός με ἀνυψοῖ ταπεινούμενος, Χριστὸς ἀπαθῆ ἐργάζεται, πάσχων ὁ Ζωοδότης φύσει σαρκός· ὅθεν ἀναμέλπω, χαριστήριον ᾠδήν· ὅτι δεδόξασται. Χριστὸς ὑψοῖ με σταυρούμενος, Χριστὸς συνανιστᾷ με νεκρούμενος, Χριστός μοι ζωὴν χαρίζεται· ὅθεν ἐν εὐφροσύνῃ χεῖρας κροτῶν, ᾄδω τῷ Σωτῆρι, ἐπινίκιον ᾠδήν· ὅτι δεδόξασται. Θεοτοκίον Θεὸν Παρθένε συνέλαβες, Χριστὸν ἐν παρθενίᾳ δὲ τέτοκας, ἐκ σοῦ σαρκωθέντα Πάναγνε, ἕνα τῇ ὑποστάσει μονογενῆ, ἐν δυσὶν οὐσίαις, γνωριζόμενον Υἱόν· ὅτι δεδόξασται.
ᾨδὴ αˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Σοῦ ἡ τροπαιοῦχος.
Ποίαν σοι ἐπάξιον ᾠδὴν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια; εἰ μὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε! Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε. Τῇ Ἀειπαρθένῳ καὶ Μητρί, τοῦ Βασιλέως τῶν ἄνω Δυνάμεων, ἐκ καθαρωτάτης καρδίας πιστοί, πνευματικῶς βοήσωμεν· Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε. Ἄπειρος ἡ ἄβυσσος τῆς σῆς, ἀκαταλήπτου κυήσεως Πάναγνε, πίστει ἀδιστάκτῳ οὖν, εἰλικρινῶς προσφέρομέν σοι λέγοντες· Χαῖρε Θεοτόκε Παρθένε Μῆτερ ἀνύμφευτε.
ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας. Θεοτοκίον Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Τῷ πρὸ τῶν αἰώνων.
Τῷ ἐπὶ τῶν ὤμων, τὸ πλανώμενον πρόβατον ἄραντι, καὶ καθελόντι διὰ ξύλου, τὴν αὐτοῦ ἁμαρτίαν, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. Τῷ ἀναγαγόντι, τὸν Ποιμένα τὸν μέγαν ἐξ ᾅδου Χριστόν, καὶ τῇ αὐτοῦ ἱεραρχίᾳ, διὰ τῶν Ἀποστόλων, σοφῶς τὰ ἔθνη ποιμάναντι, ἐν ἀληθείᾳ, τῷ θείῳ πιστοί, Πνεύματι λατρεύσωμεν. Θεοτοκίον Τῷ ἐκ τῆς Παρθένου, σαρκωθέντι ἀσπόρως βουλήσει Υἱῷ, καὶ τὴν τεκοῦσαν μετὰ τόκον, θεϊκῇ δυναστείᾳ, ἁγνὴν παρθένον φυλάξαντι, τῷ ἐπὶ πάντων βοῶμεν Θεῷ· Ἅγιος εἶ Κύριε.
ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ μόνος εἰδὼς.
Νεφέλην σε κούφην ἀψευδῶς, Παρθένε, ὀνομάζομεν, προφητικαῖς ἑπόμενοι ῥήσεσιν· ἐλήλυθε γὰρ ἐπὶ σοὶ Κύριος, καθελεῖν αἰγύπτια, πλάνης χειροποίητα, καὶ φωτίσαι τοὺς ταῦτα λατρεύοντας. Σὲ ἐσφραγισμένην ἀληθῶς, χορὸς Προφητικός, πηγήν, καὶ κεκλεισμένην πύλην ὠνόμασε, τῆς παρθενίας τῆς σῆς Πανύμνητε, τηλαυγῶς τὰ σύμβολα, ἡμῖν διαγράφοντα, ἣν ἐφύλαξας καὶ μετὰ γέννησιν. Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριὴλ Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύουσαν, καὶ τόν ἄφραστον τόκον κηρύττουσαν.
ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος. Θεοτοκίον Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ῥάβδος ἐκ τῆς ῥίζης.
Τίς οὗτος ὡραῖος ἐξ Ἐδώμ, καὶ τούτου τὸ ἐρύθημα, τῶν ἱματίων ἐξ ἀμπέλου Βοσόρ; ὡραῖος ὅτι Θεός, ὡς βροτὸς δὲ αἵματι, σαρκός, τὴν στολὴν πεφοινιγμένος, ᾧ μελῳδοῦμεν πιστοί· Δόξα τῇ δυνάμει σου Κύριε. Χριστὸς τῶν μελλόντων ἀγαθῶν, φανεὶς ἀρχιερεὺς ἡμῶν, τὴν ἁμαρτίαν διεσκέδασε, καὶ δείξας ξένην ὁδόν, τῷ ἰδίω αἵματι, εἰς κρείττονα καὶ τελειοτέραν, εἰσέδραμε δὲ σκηνήν, πρόδρομος ἡμῶν εἰς τὰ Ἅγια. Θεοτοκίον Τῆς Εὔας τὴν πάλαι ὀφειλήν, ἀπέτισας Πανύμνητε, τῷ δι’ ἡμᾶς φανέντι νέῳ Ἀδάμ· ἑνώσας γὰρ ἑαυτῷ, ἐξ ἁγνῆς συλλήψεως, σάρκα νοερὰν ἐμψυχωμένην, ἐκ σοῦ προῆλθε Χριστός, εἰς τὸ συναμφότερον Κύριος.
ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Ὄρος σε τῇ χάριτι.
Ἄκουε θαυμάτων οὐρανέ, ἐνωτίζου δὲ ἡ γῆ, ὅτι θυγάτηρ χοϊκοῦ, τοῦ πεπτωκότος μὲν Ἀδάμ, Θεοῦ ἐχρημάτισε, τοῦ ἑαυτῆς Δημιουργοῦ τε λοχεύτρια, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ὑμνοῦμεν τὸ μέγα καὶ φρικτόν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, Ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετός, ὁ ἐπὶ πόκον, Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ἁγίων ἁγία Θεοτόκε Πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.
ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε. Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο. Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου. Θεοτοκίον Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.
ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Θεὸς ὢν εἰρήνης
Ὢ πλοῦτος καὶ βάθος, σοφίας Θεοῦ! τοὺς σοφοὺς ὁ δρασσόμενος Κύριος, τῆς τούτων πανουργίας ἐλυτρώσατο ἡμᾶς· παθὼν γὰρ ἑκουσίως, σαρκὸς ἐξ ἀσθενείας, ἐξ ἰδίας ἰσχύος, ζωοποιὸς νεκρὸς ἐγήγερται. Θεὸς ὢν ἑνοῦται, σαρκὶ δι’ ἡμᾶς, καὶ σταυροῦται καὶ θνῄσκει καὶ θάπτεται, καὶ αὖθις ἐξανίσταται, καὶ ἄνεισι φαιδρῶς, σαρκὶ σὺν τῇ ἰδίᾳ, Χριστὸς πρὸς τόν Πατέρα, μεθ’ ἧς ἤξει καὶ σώσει, τοὺς εὐσεβῶς αὐτῷ λατρεύοντας. Θεοτοκίον Ἁγίων ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν Λυτρωτήν· διό σε βασιλίδα, καὶ Δέσποιναν ἁπάντων, ὡς Μητέρα τοῦ Κτίστου, τῶν ποιημάτων καταγγέλλομεν.
ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ φωτίσας τῇ ἐλλάμψει.
Εὐφραίνονται, οὐρανῶν αἱ Δυνάμεις, ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐταῖς, τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε· ὃν ἐπαξίως δοξάζομεν. Κινείσθωσαν, πᾶσαι γλῶσσαι βροτεῖαι καὶ ἔννοιαι, πρὸς ἔπαινον τοῦ βροτῶν, ἀληθῶς καλλωπίσματος· ἡ Παρθένος πάρεστι σαφῶς, δοξάζουσα τοὺς πίστει, ταύτης ὑμνοῦντας τὰ θαύματα. Δοξάζεται, ὕμνος ἅπας σοφῶν καὶ ἐγκώμιον, τῇ Παρθένῳ καὶ Μητρί, τοῦ Θεοῦ προσφερόμενος· τῆς γὰρ δόξης γέγονεν, αὕτη ναὸς τῆς ὑπερθέου· ἣν ἐπαξίως δοξάζομεν.
ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις». Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις. Θεοτοκίον Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.
ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Σπλάγχνων Ἰωνᾶν
Νοῦς ὢν ἀπαθής, καὶ ἄϋλος μίγνυται, Χριστὸς ὁ Θεός, τῷ ἀνθρωπίνῳ νοϊ, μεσιτεύοντι, θείᾳ φύσει σαρκός τε παχύτητι, καὶ ὅλῳ μοι, ἀτρέπτως ὅλος ἥνωται, ἵνα σωτηρίαν ὅλῳ μοι, τῷ πεσόντι ὀρέξῃ σταυρούμενος. Πίπτει πτερνισθείς, Ἀδὰμ καὶ συντρίβεται, ἐλπίδι ψευσθεὶς πάλαι θεώσεως, ἀλλ’ ἀνίσταται, τῇ ἑνώσει τοῦ Λόγου θεούμενος, καὶ πάθει τὴν ἀπάθειαν κομίζεται, θρόνῳ ὡς Υἱὸς δοξάζεται, συνεδρεύων Πατρί τε, καὶ Πνεύματι. Θεοτοκίον Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ καθίσταται, ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Θεός· τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόρρητος.
ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Ἐκύκλωσεν ἡμᾶς
Παρίστανται δουλοπρεπῶς τῷ τόκῳ σου, αἱ τάξεις αἱ οὐράνιαι, ἐκπληττόμεναι ἀξίως τὸ τῆς σῆς ἀσπόρου λοχείας Ἀειπάρθενε· σὺ γὰρ ἁγνὴ καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν. Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα βουλήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ τοῦ μὴ ὄντος, ὡς παντοδύναμος. Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, καρπῷ θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου.
Κοντάκιον
Ἦχος α΄
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν. Ὁ Οἶκος Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.
ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Οἱ Παῖδες εὐσεβείᾳ
Πάλαι μὲν κατηράθη, τῷ τοῦ Ἄβελ, φοινιχθεῖσα αἵματι, ἀδελφοκτόνῳ γῆ χειρί, θεορρύτῳ δέ σου αἵματι, εὐλογεῖται ῥαντισθεῖσα, καὶ σκιρτῶσα βοᾷ· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ. Θρηνείτω Ἰουδαίων, ὁ ἀντίθεος λαός, τὸ τόλμημα τῆς ἀναιρέσεως Χριστοῦ· τὰ δὲ ἔθνη εὐφραινέσθωσαν, καὶ κροτείτωσαν τὰς χεῖρας, καὶ βοάτωσαν· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἰδοὺ ταῖς Μυροφόροις, ἐξαστράπτων, ἀνεβόα Ἄγγελος· Τῆς ἀναστάσεως Χριστοῦ, δεῦτε ἴδετε τὰ σύμβολα, τὰς σινδόνας, καὶ τὸν τάφον, καὶ βοήσατε· Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Σὲ νοητήν.
Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Χαῖρε Σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον, ἐκ σοῦ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Νέος Ἀδάμ, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισεν ἀληθῶς, ὅν περ νῦν ἱκέτευε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα· Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Θαύματος ὑπερφυοῦς
Δεῦτε λαοὶ προσκυνήσωμεν τὸν τόπον, ἐν ᾧ ἔστησαν ἄχραντοι πόδες, καὶ ἐν ξύλῳ θεῖαι Χριστοῦ παλάμαι ζωοποιαί, ἐξετάθησαν εἰς πάντων σωτηρίαν βροτῶν, καὶ τάφον ζωῆς κυκλοῦντες μέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ἤλεγκται τῶν θεοκτόνων Ἰουδαίων, ἡ παράνομος συκοφαντία· ὃν γὰρ πλάνον ἔφησαν, ἐξηγέρθη ὡς δυνατός, μυκτηρίσας τῶν ἀνόμων τὰ σφραγίσματα. Διὸ γεγηθότες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Τρισὶν ἐν ἁγιασμοῖς θεολογοῦντες, τῆς μιᾶς κυριότητος δόξαν, Σεραφεὶμ τὰ ἄχραντα, μετὰ δέους δουλοπρεπῶς, τρισυπόστατον δοξάζουσι Θεότητα· μεθ’ ὧν καὶ ἡμεῖς εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Ἐν καμίνῳ Παῖδες
Τὴν παστάδα τὴν φωτοειδῆ, ἐξ ἧς ὁ τῶν ἁπάντων Δεσπότης, ὥσπερ νυμφίος προελήλυθε Χριστός, ὑμνήσωμεν ἅπαντες, ἐκβοῶντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Χαῖρε θρόνε ἔνδοξε Θεοῦ· πιστῶν χαῖρε τὸ τεῖχος, δι’ ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σωτηρίας αἴτιον ἡμῖν, τὸν Κύριον τεκοῦσα, ἱκέτευε ὑπὲρ πάντων, τῶν βοώντων ἐκτενῶς, Παρθένε πανύμνητε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθˊ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν». Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν. Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν. Θεοτοκίον Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.
ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος
Ἦχος α΄
Μυστήριον ξένον
Δεδόξασται τῇ ἀπορρήτῳ δυνάμει σου, ὁ Σταυρός σου Κύριε· σοῦ γὰρ τὸ ἀσθενές, ὑπὲρ δύναμιν πᾶσιν ἐδείχθη, δι’ οὗ δυνατοὶ μέν, καταβέβληνται εἰς γῆν, καὶ πτωχοὶ πρὸς οὐρανὸν ἀνακομίζονται. Νενέκρωται ὁ ἀμειδὴς ἡμῶν θάνατος· ἐκ νεκρῶν ἀνάστασιν, σὺ γὰρ ἐπιφανείς, τοῖς ἐν ᾅδῃ Χριστὲ ἐδωρήσω. Διὸ ὡς ζωήν σε καὶ ἀνάστασιν, καὶ φῶς τὸ ἐνυπόστατον, ὑμνοῦντες μεγαλύνομεν. Ἡ ἄναρχος φύσις καὶ ἀπεριόριστος, ἐν τρισὶ γνωρίζεται, μόναις θεαρχικαῖς ὑποστάσεσι· μία Θεότης Πατρί, Υἱῷ τε καὶ Πνεύματι, ἐφ’ ᾗ ὁ θεόφρων βασιλεὺς πεποιθὼς σῴζεται.
ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος
Ἦχος α΄
Τύπον τῆς ἁγνῆς
Ῥίζης ἐκ Δαυῒδ ἐβλάστησας, προφητικῶς Παρθένε τοῦ θεοπάτορος, ἀλλὰ καὶ Δαυΐδ, ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν. Ἅπας ἐγκωμίων Πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου, ἀλλὰ Δέσποινα παρ’ ἱκετῶν ἀναξίων μέν, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μετ’ εὐμενείας τὸ ἐφύμνιον. Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου. Διό σε πάντες μεγαλύνομεν.
ΑΙΝΟΙ
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος α΄
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἕτερα Στιχηρά, Ἀνατολικά, Ἦχος α΄
Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ· ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει σου· τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ λῃστῇ τὸν Παράδεισον ἤνοιξας· Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι γυναῖκες· εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην· τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν· Κύριε δόξα σοι.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων, ἐνωτίσασθε· Ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται· ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τί συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Ἦχος αˊ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Προσκυνῶ σου τὰ παθήματα, δοξολογῶ καὶ τὴν ἀνάστασιν, σὺν τῷ Ἀδὰμ καὶ τῷ λῃστῇ, μετὰ φωνῆς ἀναβοῶ σοι λαμπρᾶς· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἐσταυρώθης ἀναμάρτητε, καὶ ἐν μνημείῳ κατετέθης ἑκών, ἀλλˊ ἐξανέστης ὡς Θεός, συνεγείρας ἑαυτῷ τὸν Ἀδάμ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλεία σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸν ναόν σου τὸν τοῦ σώματος, τῇ τριημέρῳ ἀναστήσας ταφῇ, σὺν τῷ Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ἐξανέστησας Χριστὲ ὁ Θεός. Μνήσθητί μου κράζοντας, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Μυροφόροι ἦλθον κλαίουσαι, ἐπὶ τὸ μνῆμά σου Χριστὲ ὁ Θεός, λίαν πρωΐ, καὶ ἐν λευκοῖς, εὗρον Ἄγγελον καθήμενον, Τί ζητεῖτε; κράζοντα, ἐξανέστη Χριστός, μὴ θρηνεῖτε λοιπόν. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οἱ Ἀπόστολοί σου Κύριε, ἐπὶ τὸ ὄρος, οὗ ἐτάξω αὐτοῖς, παραγενόμενοι Σωτήρ, σὲ ἰδόντες προσεκύνησαν, οὓς καὶ ἐξαπέστειλας, εἰς τὰ ἔθνη διδάσκειν, καὶ βαπτίζειν αὐτούς. Δόξα... Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. Καὶ νῦν... Θεοτοκίον Τὴν Μητέρα σου προσάγει σοι, ἱκεσίαν ὁ λαός σου Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σε δοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.
ΔΕΥΤΕΡΑ Α΄ ΗΧΟΣ
Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Τὰ πάντα παρήγαγες, τῷ σῷ, Λόγῳ καὶ τῷ Πνεύματι, δι’ ἀγαθότητα Κύριε· εἶτα πεποίηκας, λογικόν με ζῶον, ἵνα σου τὸ ἅγιον, δοξάζω Παντοδύναμε ὄνομα· ἐγὼ δὲ μάλιστα, τοῖς αἰσχροῖς μου ἔργοις πάντοτε, ἀτιμάζω, ἀλλὰ φεῖσαι δέομαι.
Γνῶθί σου ταλαίπωρε ψυχή, τὴν θείαν εὐγένειαν, καὶ τὴν πατρίδα τὴν ἄφθαρτον, καὶ σπεῦδε πάντοτε, ἀγαθοεργίαις, ταύτην καταλήψασθαι· μηδέν σε τῶν φθαρτῶν προσηλώσειε, τῆς ἄνω μοίρας εἶ, τὸ δὲ σῶμα γῆ, καὶ φθείρεται· μὴ νικήσῃ τὸ χεῖρον τὴν κρείττονα.
Δεῦρο παναθλία μου ψυχή, πρὸς τὸν Ὑπεράγαθον, θερμοῖς τοῖς δάκρυσι πρόσελθε, τὰ πεπραγμένα σοι, πρὸ τῆς κρίσεώς σου, πάντα ἐξαγόρευσον, καὶ ἵλεων τὸν Κτίστην ταλαίπωρε, σαυτῇ ἀπέργασαι, καὶ συγχώρησιν ἐξαίτησαι, πρὶν τὴν θύραν κλείσῃ σοι ὁ Κύριος.
Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ἀσώματοι Ἄγγελοι Θεοῦ, θρόνῳ παριστάμενοι, καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσιν καταστραπτόμενοι, καὶ φωτοχυσίαις αἰωνίως λάμποντες, καὶ φῶτα χρηματίζοντες δεύτερα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἀθάνατοι Ἄγγελοι ζωήν, ὄντως τὴν ἀνώλεθρον, παρὰ τῆς πρώτης δεξάμενοι, ζωῆς πανόλβιοι, ἀϊδίου δόξης, καὶ σεπτοὶ θεάμονες, σοφίας ἀϊδίου γεγόνατε, φωτός πληρούμενοι καὶ λαμπάδες συστρεφόμεναι, ἁρμοζόντως, ἐπαναδεικνύμενοι.
Ἀρχάγγελοι, Ἄγγελοι, Ἀρχαί, Θρόνοι, Κυριότητες, τὰ Σεραφεὶμ ἑξαπτέρυγα, καὶ πολυόμματα, Χερουβεὶμ τὰ θεῖα, τῆς σοφίας ὄργανα, Δυνάμεις, Ἐξουσίαι θειόταται, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος αˊ
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.
Ἀπόστιχα Κατανυκτικά
Ἦχος αˊ
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἦχος αˊ
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Θεοτοκίον, Ἦχος αˊ
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ
Ἦχος αˊ
Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα· τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.
Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ,Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτόν σοι σῶσόν με. Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι. Μαρτυρικὸν Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον, Τὸν τάφον σου Σωτὴρ Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ’ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.
Κανὼν Κατανυκτικὸς ποίημα Ἰωσήφ, οὗ ἡ Ἀκροστιχίς. Τῶν πταισμάτων μου τὸν ῥύπον πλῦνον, Λόγε, Ἰωσήφ. ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα.» Τῶν ἁμαρτιῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος Χριστὲ τοῦ ἐλέους σου, δέομαι ἐξάλειψον, καὶ λογισμὸν ἐπιστροφῆς μοι δώρησαι, ὅπως σοῦ δοξάζω, τὴν ὑπὲρ νοῦν ἀγαθότητα. Ὤφθης διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπὶ τῆς γῆς σωματούμενος ἄνθρωπος· ὅθεν ὑπὲρ ἄνθρωπον, Λόγε Θεοῦ, ἡμαρτηκότα δέξαι με, νῦν ἐν μετανοίᾳ, τοῖς οἰκτιρμοῖς σου προσπίπτοντα. Μαρτυρικὰ Νέκρωσιν μιμούμενοι Χριστοῦ, τοῦ ἑκουσίως παθόντος καὶ θάνατον, πάθη ὑπεμείνατε, πολυειδῆ καὶ θάνατον ἀοίδιμοι· ὅθεν ἀθανάτου, ζωῆς ἐτύχετε μάρτυρες. Πῦρ ἔνδον ἀγάπης θεϊκῆς, περιφανῶς περιφέροντες Μάρτυρες, πῦρ οὐκ ἐπτοήθητε, ἀλλὰ θερμαῖς τῶν πόνων ἐπιδόσεσι, τῆς πολυθεΐας, τὴν ὕλην πᾶσαν ἐφλέξατε. Θεοτοκίον Τάξεις Ἀσωμάτων σὺν ἡμῖν, σὲ ἀνυμνοῦσι, Παρθένε πανύμνητε· τὸν γὰρ ἀπερίληπτον, ἐν σῇ γαστρὶ σωματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.
Κανὼν τῶν Ἀσωμάτων Ποίημα Θεοφάνους, ἔχων Ἀκροστιχίδα «Θεοφάνους ὁ πρῶτος Ἀγγέλων ὕμνος» ᾨδὴ αˊ
Ἦχος αˊ
Σοῦ ἡ τροπαιοῦχος δεξιά
Θρόνῳ παριστάμενοι φαιδρῶς, τῷ τοῦ Δεσπότου, πανάγιοι Ἄγγελοι, τὸν Πατρὶ συνάναρχον, καὶ τῆς αὐτοῦ μεγάλης βουλῆς Ἄγγελον, λόγον μοι ἐμπνεῦσαι, ὑμᾶς ὑμνοῦντι, πρεσβεύσατε. Ἔσοπτρα φωτὸς θεαρχικοῦ, καὶ τρισηλίου λαμπάδος τὴν ἔλλαμψιν, πᾶσαν εἰσδεχόμενα, ὡς ἐφικτόν, τὰ τῶν Ἀγγέλων τάγματα, πρῶτον ἐννοήσας, ὁ Νοῦς ὁ θεῖος ὑπέστησεν. Θεοτοκίον Ὁ διακοσμήσας ὡς Θεός, ταξιαρχίας τῶν ἄνω δυνάμεων, μήτραν ἀπειρόγαμον, τῶν Σεραφεὶμ ὑψηλοτέραν ᾤκησε, τὴν σὴν Θεοτόκε, καὶ σάρξ ἀτρέπτως ἐγένετο.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.» Ἀνάνηψον δεῦρο, ὦ ψυχή, καὶ βόησον ἥμαρτον, τῷ τὰ κρυπτά σου πάντα γινώσκοντι, καὶ μετανοίας καρποὺς ἐπίδειξαι, ὅπως ἐλεήσῃ σε, ὁ οἰκτίρμων Κύριος, καὶ πυρὸς αἰωνίου λυτρώσηται. Ἱλάσθητι μόνε Ἀγαθέ, ἱλάσθητι καὶ σῶσόν με, ὡς ὁ Τελώνης φόβῳ κραυγάζω σοι, ἐσμὸν πταισμάτων ἐπισυρόμενος, καὶ κατακαμπτόμενος, βάρει παραπτώσεων, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος. Μαρτυρικὰ Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, οἱ Μάρτυρες πληρούμενοι, Ἑλληνικὴν σοφίαν ἐμώραναν, τὸν σοφιστήν τε κακίαν ὤλεσαν, καὶ στερρῶς ἀθλήσαντες, ἐπαξίως ἔλαβον, τούς τῆς νίκης στεφάνους γηθόμενοι. Μονάδα μὲν φύσει ἀθληταί, Τριάδα τοῖς προσώποις δέ, ὁμολογοῦντες, πλάνην πολύθεον, ἐνθέῳ πίστει ἐξηφανίσατε, καὶ φωστῆρες ὤφθητε, πάντων καταυγάζοντες, τὰς καρδίας ἀκτῖσι τῆς χάριτος. Θεοτοκίον Ἁγία Θεόνυμφε ἁγνή, ἁγίως ἀπεκύησας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον, Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ἐν Ἁγίῳ Πνεύματι, τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ μόνος εἰδὼς
Φωτὶ θεουργῷ τὰ Σεραφείμ, ἀμέσως πλησιάζοντα, καὶ πολλαχῶς αὐτοῦ ἐμπιπλάμενα, ταῖς πρωτοδότοις σαφῶς ἐλλάμψεσι, πρωτουργῶς λαμπρύνονται, καὶ ὡς φῶτα δεύτερα, χρηματίζουσι θέσει θεούμενα. Ἀγγέλων λαμπρότητας ὑμνεῖν, προθύμως ἐφιέμενοι, τὴν δι’ αὐτῶν θεόθεν βοήθειαν, χορηγουμένην πιστοί, αἰτήσωμεν, νοὸς καθαρότητι, καὶ πανάγνοις στόμασι, καὶ τευξόμεθα τούτων ἐλλάμψεως. Θεοτοκίον Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριήλ, Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύων σοι, καὶ τὸν ἄφραστον τόκον κηρύττων σου.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.» Τίνι σε, ψυχή μου, ὁμοιώσω ταλαίπωρε, ἐργαζομένην τὰ δεινά, καὶ μὴ ποιοῦσαν τὰ καλά; ἐπίστρεψον βόησον, τῷ διὰ σὲ ἐθελουσίως πτωχεύσαντι· Καρδιογνῶστα οἰκτείρησον σῶσόν με.» Ὥρισας μετάνοιαν, Σωτὴρ ἐπιστρέφουσιν, ἥν μοι παράσχου ἀγαθέ, πρὸ τῆς τοῦ βίου τελευτῆς, διδούς μοι κατάνυξιν καὶ στεναγμόν, ὥσπερ τῇ πόρνῃ τὸ πρότερον, καταφιλούσῃ τὰ ἴχνη σου Δέσποτα. Μαρτυρικὰ Ναμάτων τοῦ Πνεύματος, πλησθέντες οἱ Μάρτυρες, ὕδατος ζῶντος ποταμοί, ὤφθησαν νεύσει θεϊκῇ, καὶ πλάνης ἐξήραναν, τοὺς θολεροὺς Χριστὲ χειμάρρους ἐν Πνεύματι, καὶ τῶν πιστῶν διανοίας κατήρδευσαν. Μεγάλως οἱ θεῖοι, ἠγωνίσαντο Μάρτυρες· πῦρ γὰρ καὶ ξίφος καὶ δεινήν, πᾶσαν ὑπήνεγκαν ποινήν. Αὐτῶν παρακλήσεσι, Λόγε Θεοῦ, μεγίστης ῥῦσαι κολάσεως, καὶ αἰωνίου τοὺς πίστει ὑμνοῦντάς σε. Θεοτοκίον Ὁ πάλαι Πατρὸς ἐξ ἀγεννήτου, Υἱὸς γεννηθείς, γέννησιν ἔσχε χρονικήν, ἐκ σοῦ Παρθένε γεννηθείς, τὸν χρόνιον πόλεμον τῶν γηγενῶν, ἐξᾶραι θέλων ὡς εὔσπλαγχνος, ὁ ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὄρος σε τῇ χάριτι
Οἱ θρόνοι τὸν πρῶτον συμπληροῦντες διάκοσμον, καὶ Χερουβεὶμ καὶ Σεραφείμ, ταῖς τῆς Θεότητος αὐγαῖς, ἀμέσως ἐλλάμπονται, θεουργικαῖς ἱεραρχίαις δεχόμενοι, καὶ μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὑμνοῦσι τρισάριθμον μονάδα Θεότητος, τριαδικοῖς ἁγιασμοῖς, ἀκαταπαύστοις ἐν φωναῖς, τρανοῦντα τὸ ἄχραντον, τὰ Σεραφεὶμ θεολογίας μυστήριον, καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκοντα. Σοφίας τὴν χύσιν, καὶ τὸ πλάτος τῆς γνώσεως, τῆς ἑνιαίας καὶ ἁπλῆς, αὐτοσοφίας εὐλαβῶς, Χερουβεὶμ δεχόμενα, τοῖς ἐφεξῆς θεομιμήτως παρέχουσι, διαπορθμεύοντα, τούτοις τὴν ἔλλαμψιν. Θεοτοκίον Ὁ πάσης ἐπέκεινα, νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, ζωοπλαστίας ἀληθῶς, ἐκτελῶν τεράστια, παρθενικαῖς ἠγλαϊσμένην φαιδρότησι, τὴν σὴν γαστέρα κατῴκησεν Ἄχραντε.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.» Ὑπέπεσα, τῶν παθῶν τῇ φθορᾷ, καὶ πτοοῦμαί σου τὸ δίκαιον δικαστήριον, δίκαιε Κύριε· διὸ ἱκετεύω σε, ἐνίσχυσόν με τοῦ ποιῆσαι, πράξεις καλὰς δικαιούσας με. Τὰ ἄδηλα, καὶ τὰ κρύφια, σὺ τῆς καρδίας μου ἐπίστασαι, ὁ Θεός μου καὶ Πλάστης καὶ Κύριος· μὴ οὖν κατακρίνῃς με ἐν ὥρα κρίσεως, ἡνίκα ἔρχῃ τοῦ κρῖναι τὰ σύμπαντα. Μαρτυρικὰ Οἱ Ἅγιοι, ὁμιλοῦντες πυρί, τὸ διάπυρον ἐδείκνυον, τῆς ἐνθέου αὐτῶν ἀγαπήσεως· ὅθεν δροσιζόμενοι, τῇ προσδοκίᾳ τῶν μελλόντων, οἱ θεοφόροι ἠγάλλοντο. Νευρούμενοι, ἀγαθῶν τῇ ἐλπίδι οἱ Μάρτυρες, ὑπέφερον σπαραγμοὺς τῶν μελῶν καρτερώτατα, καὶ τὸν πολυμήχανον νευραῖς, τῆς τούτων ἀνενδότου ὑπομονῆς ἐναπέπνιξαν. Θεοτοκίον Ῥητορεῦον, οὐ δυνήσεται στόμα τοῦ τόκου σου, τὸ ἄρρητον διηγήσασθαι θαῦμα, Θεόνυμφε· τὸν γὰρ ἀνερμήνευτον τίκτεις, καὶ φέρεις ἐν ἀγκάλαις, χειρὶ κρατοῦντα τὰ σύμπαντα.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ φωτίσας, τῇ ἐλλάμψει
Πόθῳ θείῳ, πυρπολούμεναι αἱ Κυριότητες, Ἐξουσίαι, αἱ Δυνάμεις, αἱ τάξεις αἱ δεύτεραι, ἀσιγήτοις στόμασι, θεαρχικὴν ὑμνολογοῦσι, μίαν οὐσίαν καὶ δύναμιν. Ῥυθμίζονται, Ἀρχαγγέλων αἱ τάξεις τῷ Πνεύματι, καὶ Ἀγγέλων, καὶ Ἀρχῶν σὺν ἀπείροις στρατεύμασι, μίαν τρισυπόστατον, φωτιστικὴν οὐσίαν σέβειν, περιφανῶς διδασκόμεναι. Θεοτοκίον Ὡραιώθης, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν· τὸν γὰρ τούτων Ποιητήν, συλλαβοῦσα καὶ Κύριον, Θεομῆτορ ἄχραντε, σωματωθέντα ἀπορρήτως, ἐκ σῶν αἱμάτων ἐκύησας.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.» Ὑπάρχων ἰατρὸς Χριστὲ ἰάτρευσον, τὰ πάθη τῆς καρδίας μου, καὶ ἀπόπλυνον παντός με μολυσμοῦ, ῥείθροις Ἰησοῦ μου κατανύξεως, ἵνα ὑμνῶ καὶ μεγαλύνω τὴν εὐσπλαγχνίαν σου. Πλανώμενον ὁδοῖς τῆς ἀπωλείας με, καὶ βόθροις παραπτώσεων, περιπίπτοντα ἐπίστρεψον Χριστέ, καὶ πρὸς ἀπλανεῖς τρίβους εἰσάγαγε, σοῦ τῶν σεπτῶν δικαιωμάτων, ἵνα δοξάζω σε. Μαρτυρικὰ Οἱ λίθοι ἀληθῶς οἱ πολυτίμητοι, τοῖς λίθοις συγχωννύμενοι, οὐκ ἠρνήσαντο τὴν πέτραν τῆς ζωῆς, οὐδὲ τοῖς γλυπτοῖς λίθοις ἐπέθυσαν, οἱ εὐκλεεῖς καὶ στεφηφόροι Κυρίου Μάρτυρες. Νεώσαντες ψυχὰς ἀρότρῳ Πίστεως, τὸν ἄσταχυν οἱ Μάρτυρες τῆς ἀθλήσεως, ἐν Πνεύματι Θεοῦ, τὸν ἑκατοστεύοντα ἐξήνθησαν, καὶ τῆς τρυφῆς τῆς μακαρίας κατηξιώθησαν. Θεοτοκίον Πυρίνων Λειτουργῶν τὸ πῦρ κυήσασα, ἐφάνης παναμώμητος, καὶ τῆς κτίσεως ἀπάσης πρωτουργός, πάναγνε Παρθένε, ὑπερέχουσα, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη
Τὰ τάγματα, τῶν Ἀσωμάτων Κύριε, τῷ θρόνῳ παριστάμενα τῷ τῆς δόξης σου, φωναῖς ἀγγελικαῖς, ταῖς ἀκαταπαύστοις σὲ γεραίρουσι· σὺ γὰρ ἰσχὺς τούτων ὑπάρχεις, Χριστέ, καὶ ὕμνησις. Οἱ πρόσωπον τὸ σὸν ὁρῶντες Ἄγγελοι, τὸ κάλλος τὸ ἀμήχανον, τὴν ὑπέρθεον εὐπρέπειαν τῆς σῆς, θείας ἀγλαΐας, ἐκλαμπρύνονται· σὺ γὰρ αὐτῶν καὶ φῶς ὑπάρχεις, καὶ ἀγαλλίαμα. Θεοτοκίον Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα θελήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ του μὴ ὄντος, ὡς παντοδύναμος.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.» Λέοντας πρίν, Δανιὴλ ἐφίμωσε, σύνοικον ἔχων ἀρετήν, τοῦτον ζήλωσον, ὧ ψυχή, καὶ τὸν ὠρυόμενον πάντοτε ὡς λέοντα, καὶ συλλαβεῖν σε βουλόμενον, τῇ πρὸς Θεόν ἀνανεύσει ἀεί, ἄπρακτον ποίησον. Ὑπερβολῇ, ἀσωτείας, Κύριε, ψυχὴν ἐρρύπωσα δεινῶς, ὑπερβάλλουσαν οὖν Χριστέ, ἔχων ἀγαθότητα, δέξαι, ὡς τὸν Ἄσωτον, καὶ μελῳδοῦντα με οἴκτειρον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Μαρτυρικὰ Νόμῳ Χριστοῦ, εὐσθενῶς ῥωννύμενοι, τῶν ἀνομούντων τὰς βουλάς, ἐξηφάνισαν ἀνδρικῶς, οἱ ἀκαταγώνιστοι Μάρτυρες, νομίμως τε, τελειωθέντες δὲ ἔμελπον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Οἱ θεαυγεῖς, τοῦ Κυρίου Μάρτυρες, πεπυρσευμένοι τῷ φωτὶ τῆς Τριάδος περιφανῶς, σκότος τῶν κολάσεων, πλάνης τὴν ὁμίχλην τε, διεληλύθατε μέλποντες, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Θεοτοκίον Νόμοι ἐν σοί, φύσεως καινίζονται· τὸν νομοδότην γὰρ Χριστόν, δίχα νόμων τῶν σαρκικῶν τίκτεις, Παναμώμητε, πᾶσιν ἀπολύτρωσιν, νομοθετοῦντα τοῖς μέλπουσιν, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ
Ἦχος αˊ
Σὲ νοητήν
Ἄναρχον φῶς, σὺ ὑπάρχεις Δέσποτα, φωτὸς ἐκλάμψας ἐκ Πατρός, τῶν Ἀγγέλων τὰς στρατιάς, φῶτα κατεσκεύασας, ἔσοπτρα δεχόμενα, τὴν ἀστραπήν σου τὴν ἄδυτον, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. Γένος βροτῶν, ὁ τῶν ὅλων Κύριος, ἐπιστασίαις ἐμφανῶς, περισῴζεις ἀγγελικαῖς· τούτους γὰρ ἐπέστησας πᾶσι τοῖς πιστεύουσι, καὶ ὀρθοδόξως ὑμνοῦσί σε, τὸν αἰνετόν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον. Γλῶσσα καὶ νοῦς, οὐκ ἰσχύει Δέσποτα, τῶν σῶν θαυμάτων ἐξειπεῖν, καὶ τῶν ἔργων τὸ εὐπρεπές· σὺ γὰρ κατηγλάϊσας, πᾶσαν διακόσμησιν τῶν οὐρανίων Δυνάμεων, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.» Λυτρωτά μου εὔσπλαγχνε Χριστέ, τῆς νῦν με κατεχούσης ὁμίχλης ἁμαρτιῶν τε, καὶ παντοίων πειρασμῶν, λύτρωσαι κραυγάζοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὅταν μέλλῃς ἔρχεσθαι Χριστέ, ἐν δόξῃ κρῖναι κόσμον, τῇ στάσει τῶν ἐκλεκτῶν σου συναρίθμησον κᾀμέ, βοῶντα καὶ λέγοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Γῆς ἁγίας Μάρτυρες σοφοί, ἐπέβητε· ἐν γῇ γὰρ μεγάλως ἀγωνισάμενοι, οὐρανίαν ζωὴν εἰλήφατε μέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἐκδυθέντες σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυρες νικηφόροι ἐπενδύσασθε Χριστῷ, ἐξ ὕψους κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ἱεραί σε πόρρωθεν φωναί, γενήσεσθαι Μητέρα τοῦ πάντα τεκτηναμένου, προκατήγγειλαν Θεοῦ, ᾧ μέλπομεν Ἄχραντε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ἐν καμίνῳ Παῖδες
Λαμπομένας καὶ πλησιφαεῖς, Ἀγγέλων στρατηγίας, ἀκτῖσι τῆς τρισηλίου ὡραιότητος πιστοί, μιμούμενοι μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὡς πηγαία πάντων τῶν καλῶν, ἡ θεαρχικωτάτη, παράγει θείᾳ δυνάμει, φῶτα δεύτερα τὸ φῶς, τὸ πρῶτον δεχόμενα, καὶ βοῶντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Νοῦς ὁ πρῶτος καὶ δημιουργός, ὑπερκοσμίους νόας, Ἀγγέλων ὑπερουσίως ὑπεστήσατο αὐτῷ, σαφῶς πλησιάζοντας καὶ βοῶντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ὑπὲρ λόγον τὸν ἐκ τοῦ Πατρός, τεχθέντα πρὸ αἰώνων, ἀφράστως σεσαρκωμένον, ἀπεγέννησας ἡμῖν, Παρθένε πανάμωμε, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.» Ὥσπερ Χαναναία κράζω σοι· Ἐλέησόν με Λόγε· ψυχὴν γὰρ κέκτημαι, ταῖς δαιμονικαῖς ἐπιφοραῖς κινδυνεύουσαν, καὶ ἀφρόνως τὰ ἄθεσμα πράττουσαν, καὶ μὴ αἰσθανομένην, τοῦ θείου φόβου σου, Μακρόθυμε. Στῆσον ἐπὶ πέτραν Κύριε, τὰς τῆς ψυχῆς μου βάσεις, τῶν προσταγμάτων σου, καὶ τὸν ἀναιδῶς ὑποσκελίζειν με θέλοντα, ὑποσκέλισον ὄφιν καὶ ῥῦσαί με, τῆς τούτου κακουργίας, ὡς ἀγαθὸς καὶ πολυέλεος. Μαρτυρικὰ Ἤδη παρελθόντες Μάρτυρες, τῶν πειρασμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον, καὶ τῶν αἰκισμῶν τῶν χαλεπῶν τὸ κλυδώνιον, πρὸς λιμένα σαφῶς κατηντήσατε, τῆς ἄνω Βασιλείας, θείας γαλήνης ἀπολαύοντες. Φέγγους ἀνεσπέρου, Μάρτυρες, φωτοειδεῖς γενόμενοι ἠξιώθητε, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεσθαι καὶ Ἀγγέλων χοροῖς συναγάλλεσθαι, μεθ΄ὧν τὸν Ζωοδότην, ὑπὲρ ἡμῶν καθικετεύσατε. Θεοτοκίον Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα, μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε· ὅθεν σε πίστει μακαρίζομεν.
Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ
Ἦχος αˊ
Τύπον τῆς ἁγνῆς
Μύστας τῆς ἀρρήτου δόξης σου, τοὺς ἀσωμάτους Νόας, Σῶτερ ὑπέστησας, καὶ νῦν διˊ αὐτῶν, τὸν σὸν λαὸν διαφύλαξον, τόν πίστει σοι καὶ πόθῳ προσφεύγοντα, ἵνα σε τὸν Δεσπότην, ἀκαταπαύστως μεγαλύνωμεν. Νέμεις τῆς εἰρήνης Ἄγγελον, περιφρουροῦντα, Παντοκράτορ, τὴν ποίμνην σου· τῆς εἰρήνης γὰρ καὶ τῆς ἀγάπης σὺ αἴτιος, καὶ τὴν ἔμφρονα πίστιν φυλάττοντα, καὶ πάσας τὰς αἱρέσεις, τῇ σῇ δυνάμει καταλύοντα. Ὅλος γλυκασμὸς ὑμνούμενος, τῶν οὐρανίων τὴν γλυκεῖαν φαιδρότητα καταφύτευσον, ἐν Ἐκκλησίαις σου, Δέσποτα, καὶ τὴν εὔτακτον δίδου κατάστασιν, ἵνα σε τόν Σωτῆρα ἀκαταπαύστως μεγαλύνωμεν. Θεοτοκίον Στίφη τῶν Ἀγγέλων, Πάναγνε, νῦν ἀσιγήτως τὸν σὸν τόκον γεραίρουσι· ταῖς γὰρ τάξεσιν ἐπιστατοῦντα θεώμενοι, ταῖς αὐτῶν θυμηδίαις ἐμπίπλανται, καὶ σὲ τήν Θεοτόκον ἀκαταπαύστως μεγαλύνουσιν.
Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος αˊ
Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος αˊ
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Ἁγιωτέρα ἁγίων πασῶν Δυνάμεων, τιμιωτέρα πάσης κτίσεως, Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτῆρα κυήσασα, ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταῖς πρεσβείαις σου.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Κατανύξεως πηγήν μοι δώρησαι, τῇ εὐσπλαγχνίᾳ σου, Χριστὲ ὁ Θεός, παντός με ῥύπου τῶν κακῶν, τῶν ἀμέτρων ἐκκαθαίρουσαν, καὶ τῆς βασιλείας σου, εὐεργέτα, μέτοχόν με ποίησον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τῶν Ἀγγέλων σου τὰ τάγματα, εἰς ἱκεσίαν σοι κινοῦμεν Χριστέ, σῶσον οἰκτείρησον ἡμᾶς, διˊ αὐτῶν ὡς ὑπεράγαθος, πάντα παρορῶν ἡμῶν, τὰ ἐν γνώσει, καὶ ἀγνοίᾳ πταίσματα. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῶν αἱμάτων ὑμῶν, Ἅγιοι, τοῖς ὀχετοῖς τὸν νοητὸν Φαραώ, ἐναπεπνίξατε σαφῶς, νῦν δὲ βλύζετε θαυμάτων κρουνούς, πέλαγος ξηραίνοντας νοσημάτων· ὅθεν μακαρίζεσθε. Δόξα... Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. Καὶ νῦν... Θεοτοκίον Ἡ τεκοῦσα φῶς τὸ ἄχρονον, ἐσκοτισμένην τὴν ψυχήν μου ἀεί, ταῖς τῶν δαιμόνων προσβολαῖς, φωταγώγησον, Πανάμωμε, καὶ πυρὸς τοῦ μέλλοντος, μεσιτείαις θείαις ἐλευθέρωσον.
ΤΡΙΤΗ Α΄ ΗΧΟΣ
Στιχηρὰ Δεσποτικά, Ἦχος αˊ
Τῶν οὐρανίων Ταγμάτων
Ἁμαρτημάτων πελάγει περιαντλούμενος, καὶ ἐν βυθῷ πταισμάτων, συνεχόμενος ὅλως, βοῶ σοι τῷ Δεσπότῃ· Τῶν χαλεπῶν, καὶ ποικίλων με λύτρωσαι, πειρατηρίων τοῦ βίου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, Ὑπεράγαθε.
Βεβυθισμένος ὑπάρχων ἐξ ἀπογνώσεως, καὶ πονηρίας πλήρης, λογισμῶν ἐναντίων, πρὸς σέ μου τὰς ἐλπίδας, Λόγε Θεοῦ, ἀνεθέμην ὁ ἄθλιος, ἀπὸ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν, ἐπιθέσεώς με λύτρωσαι.
Κατοικτειρήσας ὁ Κτίστης ἄπαν τὸ ποίημα, διὰ φιλανθρωπίας, καὶ ἀφάτου πτωχείας, ὁ αἴρων τὴν τοῦ κόσμου, Λόγε Θεοῦ, ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἆρον κᾀμοῦ τὸ φορτίον, καὶ τὸν κλοιόν, τὸν βαρύτατον ἐλάφρυνον.
Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Προφῆτα θαυμάσιε Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, τὴν ξηρανθεῖσαν καρδίαν μου, τοῖς ἀτοπήμασι, ποταμοὺς δακρύων, ἀενάως ποίησον, προχέειν δυσωπῶ σε πρεσβείαις σου, ὅπως σῳζόμενος, διὰ σοῦ ὁ πολυώδυνος, μεγαλύνω τὸν σὲ μεγαλύναντα.
Προφῆτα μακάριε πρὸς σέ, τὰς ἐλπίδας πάσας μου, καὶ τὴν ζωὴν ἀνατίθημι, τῆς προσδοκίας μου, ὁ Χριστὸν βαπτίσας, Ἰησοῦν τὴν ἄβυσσον, τὸν αἴροντα τοῦ κόσμου τὰ πταίσματα, τοῦτον ἱκέτευε, Ἰωάννη τὴν καρδίαν μου, δυσωπῶ σε, καθᾶραι καὶ σῶσαί με.
Ὁ κήρυξ τῆς χάριτος Χριστοῦ, ὁ πᾶσι μετάνοιαν, προκαταγγείλας τοῖς ἔθνεσι, τὴν παναθλίαν μου, καὶ πεπωρωμένην, ψυχήν, θεῖε Πρόδρομε, προσμένειν μετανοίᾳ εὐόδωσον, καὶ τὰ θελήματα, τοῦ Κυρίου πράττειν πάντοτε, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.
Θεοτοκίον, Ἦχος αˊ
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι· Τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.
Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος αˊ
Άυτόμελον
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος αˊ
Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία, Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε· Γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
Θεοτοκίον, Ἦχος αˊ
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ
Ἦχος αˊ
Ἐν ἀνομίαις συλληφθείς, ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἄρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν, δεῦτε προσπέσωμεν αὐτῇ· παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, τοῦ πρεσβεύειν καὶ σῴζειν ἀπὸ ὀργῆς, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω· Ἡμάρτηκα, σῶσόν με. Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλˊ αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ με στῆναι, Κριτὰ δικαιότατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἀπόθου, ὦ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νῦν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου. Δέξαι, λέγουσα, καὶ μὴ ἀπώσῃ με, Λόγε, λιταῖς τῆς τεκούσης σε.
Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς με βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν φιλάνθρωπον, διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος. Μαρτυρικὸν Τοῦ λίθου σφραγισθέντος Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι, Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διˊ ὑμῶν, πᾶσιν ἰάματα. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ Νηδὺϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ, Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι, τὸν δοῦλόν σου.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς. (ἄνευ τῶν Θεοτοκίων) Δέχοιο Χριστὲ τούς δε, ἐμοὺς λόγους, Λόγε Ἰωσὴφ ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. Δουλούμενος πάθεσι, τῆς ἁμαρτίας, προσπίπτω σοι Κύριε, ὅπως ἀποδείξῃς με, τούτων ἐλεύθερον, δοξάζοντά σου ἐκτενῶς, τὴν ἀγαθότητα. Ἐπλήγην ὁ ἄθλιος, τῆς ἁμαρτίας, ῥομφαίᾳ καὶ τέθνηκα, καὶ ὁρῶν με κείμενον, ἐχθρὸς ἀγάλλεται, ὁ ἀναστήσας τοὺς νεκρούς, ζώωσον, σῶσόν με. Μαρτυρικὰ Χοροὶ ἐδοξάσθησαν, τῶν ἀθλοφόρων, σεπτοῖς αὐτῶν μέλεσι, τὸν Χριστὸν δοξάσαντες, σάρκα φορέσαντα, καὶ διὰ πάθους τὴν φθορὰν ἐξαφανίσαντα. Οἱ πύργοι καὶ πρόμαχοι, τῆς Ἐκκλησίας, οἱ ἔνδοξοι μάρτυρες, προσβολαῖς ἀκλόνητοι, ἐχθροῦ διέμειναν. Αὐτῶν πρεσβείαις ὁ Θεός, ζώωσον πάντας ἡμᾶς. Θεοτοκίον Ὡς θρόνος πυρίμορφος, φέρεις τὸν κτίστην, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν παλάτιον, τὸν βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ἕτερος κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς. Φωνῆς ἄκουσον τῶν βοώντων σοι Μάκαρ. Ἰωσήφ. ᾨδὴ αˊ
Ἦχος αˊ
ᾨδὴν ἐπινίκιον
Φωνὴ ἐχρημάτισας, τοῦ Λόγου, Μάκαρ· διὸ τὰς φωνὰς ἡμῶν, ἃς πρὸς σὲ ποιούμεθα, προσδέχου Πρόδρομε, ἐλευθερῶν ἡμᾶς κακῶν, τῇ μεσιτείᾳ σου. Ὡς ὄρθρος ὡς ἥλιος, ἐξανατείλας, φωτίζεις τὰ πέρατα, καὶ σκοτίζεις πνεύματα, τὰ πονηρότατα· διὸ τὸν ζόφον τῆς ἐμῆς, ψυχῆς ἀπέλασον. Νεκροῖς τὴν ζωὴν ἡμῶν, ἐλευσομένην, ἐκήρυξας Πρόδρομε· διὸ καὶ τὰ νεκροῦντα με πάθη θανάτωσον, δεῖξον θείας κοινωνόν, Μάκαρ λαμπρότητος. Θεοτοκίον Ἡ μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγία Δέσποινα, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Λίθον ὂν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. Ἴδε τὴν ἐμὴν ἀσθένειαν, ὁ φορέσας ταύτην, ἴδε τῆς ψυχῆς μου, τὴν δεινὴν ἀμορφίαν, πρόσχες τῇ φωνῇ μου, Χριστὲ πολυέλεε, καὶ μεταποίησον αὐτῆς, τὸ εἰδεχθές, εἰς εὐμορφίαν Σωτήρ. Σῶσον Ἰησοῦ τὸν ἄσωτον, σῶσόν με τὸν μόνον, σοῦ τοὺς σωτηρίους, παραβάντα νόμους, καὶ πᾶσαν ἁμαρτίαν, ἀλόγως τελέσαντα, καὶ ὑπαχθέντα λογισμοῖς, σοῦ Ἀγαθὲ ἀλλοτριοῦσί με. Μαρτυρικὰ Τάξις Ἀσωμάτων Ἅγιοι, τὴν ὑμῶν ἀνδρείαν, ὄντως κατεπλάγη, πῶς ἐν τῷ σταδίῳ, ἀθλοῦντες παραδόξως, καὶ πίπτοντες σώμασιν, ἀσάρκους πάντας δυσμενεῖς, θείᾳ ῥοπῇ κατηδαφίσατε. Ἔτι τῶν πληγῶν τοῖς αἵμασι, περιηνθισμένοι, ἔτι τῶν αἱμάτων τῷ λύθρῳ Ἀθλοφόροι, σταζόμενοι Κυρίῳ, παρέστητε χαίροντες, τῷ ἀθανάτῳ Βασιλεῖ, νικητικῶς καταστεφόμενοι. Θεοτοκίον Τίκτεις, ὃν Πατὴρ ἐγέννησε, πάντων πρὸ αἰώνων, τρέφεις τὸν τροφέα, πεῖραν ἀνδρὸς μὴ γνοῦσα. Παράδοξον τὸ θαῦμα! καινὸν τὸ μυστήριον, θεοχαρίτωτε! διὸ πᾶσα πιστῶν ψυχὴ δοξάζει σε.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ
Ἦχος αˊ
Λίθον ὃν ἀπεδοκίμασαν
Στείρας ἐξ ἀκάρπου Πρόδρομε, ἱερῶς βλαστήσας, ὤφθης καρποφόρος, γεωργίαις θείαις· διό μου τὴν καρδίαν, παντοίων στειρεύουσαν, εὔτεκνον ποίησον καλῶν, ὅπως πιστῶς ἀεὶ δοξάζω σε. Ἄρτῳ οὐρανίῳ στήριξον, τὴν ἐμὴν καρδίαν, Μάκαρ, παρειμένην, ταῖς πονηραῖς μελέταις, καὶ δίδου μοι προθύμως, ποιεῖν τὰ θελήματα, τοῦ πανοικτίρμονος Θεοῦ, ὅπως πιστῶς ἀεὶ δοξάζω σε. Κόσμου ἁμαρτίαν αἴροντα, τὸν Ἀμνὸν κηρύξας, τῶν ἁμαρτιῶν μου, τὸ βαρὺ φορτίον, μακάριε Προφῆτα, ἐλάφρυνον δέομαι, κατάνυξίν μοι χορηγῶν, ῥύπου παθῶν ἀποκαθαίρουσαν. Θεοτοκίον Ὅλον τὸν Ἀδὰμ ἐφόρεσεν, ἐκ σοῦ Θεοτόκε, ὅλος σαρκοφόρος, προελθὼν ὁ Λόγος. Αὐτὸν οὖν, Θεοτόκε, δυσώπει με ῥύσασθαι, ἐκ πειρασμῶν παντοδαπῶν, καὶ τοῦ πυρός τοῦ αἰωνίζοντος.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. Ὃν ἔδωκάς μοι πλοῦτον, ἐσκόρπισα κακῶς, ἐκτελῶν τὰ ἄτοπα, καὶ γέγονα γυμνός, ἐνδεδυμένος τὰ ἔργα τῆς ἀτιμίας· διὸ βοῶ σοι· Καταφαίδρυνον στολαῖς με, θείᾳ κατανύσσων με χάριτι. Ὑπήχθην ἀπονοίᾳ, καὶ πέπτωκα δεινῶς, καὶ εἰς γῆν κατάκειμαι, ἀνίατα νοσῶν, ἀνάστησόν με τῶν πεπτωκότων ἡ στάσις, καὶ ἐπὶ πέτραν σωτηρίου μετανοίας, στήριξον Χριστὲ τὴν καρδίαν μου. Μαρτυρικὰ Σταυρῷ τὸν ὑψωθέντα, μιμούμενοι Χριστόν, ὁμιλοῦντες μάστιξιν, ἠγάλλοντο ὁμοῦ, οἱ Ἀθλοφόροι, καὶ τῶν αἱμάτων τοῖς ὄμβροις, πολυθεΐας ἀναστείλαντες χειμάρρους, ῥεῖθρα ἰαμάτων πηγάζουσι. Διέπλευσαν ἀβρόχως, βασάνων τὸ σφοδρόν, καὶ πικρὸν κλυδώνιον, οἱ θεῖοι Ἀθληταί, τῇ κυβερνήσει τῆς σωτηρίου ἐλπίδος, καὶ πρὸς τοὺς ἄνω, προσωρμίσθησαν λιμένας, πάσης θυμηδίας πληρούμενοι. Θεοτοκίον Ἐξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί, πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ΄ἡμᾶς, ἐκ σοῦ ὠράθη, Παρθένε Θεοκυῆτορ, ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ
Ἦχος αˊ
Ἐν Πνεύματι προβλέπων
Ὑφάνας σωτηρίου, ἱμάτιον σαυτῷ, τῇ γυμνώσει σώματος, Κυρίου Βαπτιστά, γεγυμνωμένον πάσης ἀγαθοεργίας, ἐπένδυσόν με δυσωπῶ δικαιοσύνης, καὶ ἀγαλλιάσεως ἔνδυμα. Σταγόνα σωτηρίας, ἑπόμβρισον κᾀμοί, τηκομένῳ Πρόδρομε, αὐχμῷ τῶν ἡδονῶν, ὁ καταδύσας ἐν ταῖς ῥοαῖς Ἰορδάνου, τρυφῆς χειμάρρουν, Ἰησοῦν τὸν ζωοδότην, ὅπως κατὰ χρέος δοξάζω σε. Οὐκ Ἄγγελος οὐ πρέσβυς, διέσωσεν ἡμᾶς, ἀλλˊ αὐτὸς ὁ Κύριος, ἐλθὼν ἐπὶ τῆς γῆς, οὗ τὰς εὐθείας ὁδοὺς ἡτοίμασας, Μάκαρ, ὃν νῦν δυσώπει, ὑποδεῖξαί μοι τήν τρίβον, τὴν πρὸς Βασιλείαν εἰσάγουσαν. Θεοτοκίον Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε, ὑπὲρ νοῦν. Αὐτὸν δυσώπει ἁμαρτιῶν, ἡμᾶς ῥύπου ἀποκαθᾶραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. Ἐπλήσθην παραπτώσεων, πολλῶν καὶ χαλεπῶν, Δέσποτα οἰκτίρμον μακρόθυμε, οἰκτείρησόν με τὸν κατάκριτον, καὶ μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου. Τελώνην ἐδικαίωσας, στενάξαντα, Χριστέ· τοῦτον οὖν κᾀγὼ ἐκμιμούμενος, τύπτω τὸ στῆθος, καὶ κραυγάζω σοι· Ἱλάσθητί μοι, μόνε εὔσπλαγχνε καὶ οἰκτίρμον. Μαρτυρικὰ Οἱ ἅγιοί σου, Κύριε, φωστῆρες ἀπλανεῖς, ὤφθησαν τῆς πλάνης, διώκοντες νύκτα βαθεῖαν, καὶ φωτίζοντες, τὴν οἰκουμένην πᾶσαν, θαυμάτων δᾳδουχίαις. Ὑπέρτιμοι ὡς λίθοι σε, τὴν πέτραν τῆς ζωῆς, Δέσποτα, ποθοῦντες οἱ Μάρτυρες, διὰ βασάνων κυλιόμενοι, πᾶσαν οἰκοδομίαν, κατέστρεψαν τῆς πλάνης. Θεοτοκίον Ἐν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος, Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ
Ἦχος αˊ
Τὴν σὴν εἰρήνην
Τὴν ἔρημον κατῴκησας, ὡς πάλαι Ἠλιού, Πρόδρομε Χριστοῦ· διὸ τὴν καρδίαν μου, ἐρημωθεῖσαν πλημμελήμασιν, ἐπιμελείᾳ θείᾳ, βελτίωσον Παμμάκαρ. Ὡς στῦλος ἀπερίτρεπτος, καὶ βάσις τῶν πιστῶν, μέγιστος Χριστοῦ, γενόμενος, Πρόδρομε, τὸν λογισμόν μου σαλευόμενον, ταῖς μηχαναῖς τοῦ πλάνου, ἀπερίτρεπτον δεῖξον. Νεκροὶ εὐηγγελίσθησαν, τὸ φῶς τὸ ἐκ Φωτός, λάμψαν ἐπὶ γῆς, φωτί σου, μακάριε, καὶ οἱ ἐν σκότει ἐφωτίσθημεν· διὸ καταύγασόν με, δεινῶς ἀμαυρωθέντα. Θεοτοκίον Βασίλισσαν Παρθένον σε, κηρύττει ὁ Δαυΐδ, ἄχραντε Ἁγνή· διὸ ἱκετεύω σε, τῆς οὐρανίου Βασιλείας με, ποίησον κληρονόμον, ἵνα σε μακαρίζω.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι. Συνετρίβη τὰ ὀστᾶ, τῆς ἀθλίας μου ψυχῆς, καὶ τῷ βάρει τῶν πολλῶν, κατεκάμφθην, ἡδονῶν, βοήθει μοι, Χριστέ, ἡ μόνη πάντων βοήθεια. Ἐν πελάγει τῶν δεινῶν, καὶ τῇ ζάλῃ τῶν παθῶν, ἐμπεσὼν ἀναβοῶ· Παντοδύναμε Χριστέ, ἀνάγαγε, τῇ κραταιᾷ σου χειρί, καὶ σῶσόν με. Μαρτυρικὰ Μυριόλεκτος πληθύς, τῶν ἁγίων ἀθλητῶν, μυριάδας νοητῶν, κατεπάτησαν ἐχθρῶν, καὶ ἥνωνται, ταῖς μυριάσι τῶν οὐρανίων Νόων. Οἱ ξηράναντες βυθόν, ἀθεΐας ἀθληταί, τὸν χειμάρρουν τῆς τρυφῆς, ἐκληρώσασθε· διό, ξηράνατε, τὰς διεκχύσεις τῆς ἁμαρτίας μου. Θεοτοκίον Ἁγιάσματος σκηνή, δεδειγμένη, Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ
Ἦχος αˊ
Τὸν Προφήτην Ἰωνᾶν
Ὁ μετάνοιαν ἐν γῇ, καταγγείλας, Βαπτιστά, μετανοίας μοι ὁδούς, ὁδηγούσας με πρὸς φῶς, ὑπόδειξον, καὶ τῶν βαράθρων τῆς πλάνης ῥῦσαί με. Ὡς τὴν ἄβυσσον ῥοαῖς, καταδύσας ποταμοῦ, τὰς ἀβύσσους τῶν ἐμῶν, ἀποξήρανον παθῶν, παρέχων μοι, δακρύων ὄμβρους, Πρόδρομε, κήρυξ Χριστοῦ. Νοσημάτων ψυχικῶν, καὶ παθῶν τῶν σαρκικῶν, τῶν τοῦ βίου δυσχερῶν, καὶ παντοίων πειρασμῶν, καὶ θλίψεων, διάσωσόν με, Κυρίου Πρόδρομε. Θεοτοκίον Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξί, δυσωπῶ σε ἐκτενῶς, μὴ παρίδῃς με, Ἁγνή, ἀλλˊ οἴκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὑπομονὴν ἐξήσκησεν Ἰώβ, καὶ ἔμεινε, πάσαις προσβολαῖς τοῦ πονηροῦ ἀκλόνητος, καθάπερ πύργος ὁ γενναῖος, τοῦτον ζήλου πάντοτε, καὶ μηδαμῶς, ὦ ψυχή, ὀκλάσῃς ἐν τοῖς δεινοῖς. Σωματικαῖς ἡττήθην ἡδοναῖς, καὶ γέγονα ἄλογος, ὑπάρχων λογικός. Λόγε Θεοῦ, ὁ διὰ λόγου Πόρνην σώσας, σῶσόν με τὸν δείλαιον, ἵνα ὑμνῶν εὐλογῶ, τὴν σὴν ἀγαθότητα. Μαρτυρικὰ Λελυτρωμένοι Μάρτυρες σοφοί, τῷ Αἵματι τοῦ σαρκὶ παθόντος διˊ ἡμᾶς, ὑπὲρ αὐτοῦ προθύμως εἵλεσθε, κενῶσαι τὰ οἰκεῖα αἵματα· διὸ ἀπαύστως αὐτῷ συμβασιλεύετε. Οἰκοδομίᾳ ἄθλων ἱερῶν, παλάτιον ὤφθητε Σοφοὶ περιχαρές, ἐν ᾧ Χριστὸς ἐπανεπαύσατο, ὁ μόνος Βασιλεὺς καὶ Κύριος, ὁ πρὸς μονὰς οὐρανῶν, μεταβιβάσας ὑμᾶς. Θεοτοκίον Ἐκ γενεῶν πασῶν σε ὁ Χριστός, Πανύμνητε, μόνην ᾑρετίσατο αὐτῷ, οἷα σεμνὴν καὶ καθαρὰν εἰς κατοικίαν, καὶ ἐκ σοῦ ὡς ἥλιος, ἐξανατείλας τὴν γῆν, πᾶσαν ἐφώτισεν.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ
Ἦχος αˊ
Τοὺς ἐν καμίνῳ παῖδάς
Ὡς παλαιὰς καὶ νέας γεγονώς, πανάριστε, ἔνδοξος μεσίτης, Βαπτιστά, μεσίτευσον παλαιωθέντα ἁμαρτίαις, ὅλον καινουργῆσαί με, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωπῶν Ἰησοῦν. Νομοθετῶν μετάνοιαν ἐν γῇ, ἐπέφανας, Πρόδρομε Χριστοῦ καὶ Βαπτιστά, ἣν ἐκτελεῖν πάντας ἐνίσχυσον εὐχαῖς σου, ὅπως λυτρωθείημεν, ἐκ τῶν ἀμέτρων κακῶν, ὧν πλημμελοῦμεν ἀεί. Σὺ τὴν στενὴν διώδευσας ὁδόν, ἐγκράτειαν πᾶσαν μετερχόμενος Σοφέ, καὶ πλατυσμῷ, θεωριῶν τῶν φανωτάτων, ὅλως κατηγλάϊσαι, ὧν ἐντρυφᾷν καὶ ἡμᾶς δίδου, Χριστόν δυσωπῶν. Τριαδικὸν Ὁμοφυῆ τριάδα οἱ πιστοί, δοξάζομεν ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, ἰσοβασίλειον οὐσίαν, μίαν κυριότητα, μίαν ἀρχήν, καὶ ζωήν, ζωοποιοῦσαν ἡμᾶς. Θεοτοκίον Ἱκετηρίαν ἄχραντε Θεῷ, προσάγαγε, ὅπως παραβλέψηται, ἡμῶν τὰ πταίσματα, καὶ τὰς ἀμέτρους ἁμαρτίας, καὶ διαιωνίζοντος ἐλευθερώσῃ ἡμᾶς, πυρὸς κολάζοντος.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Γυμνόν με εἰργάσατο, παντοίων ἀρετῶν, ὁ ὄφις ὁ δόλιος, κακίστῃ συμβουλῇ, στολαῖς ἐναρέτοις καταφαίδρυνον νῦν, ὁ γυμνώσας τούτου, Σωτήρ μου τὴν κακίαν. Ὁ κρῖναι ἐρχόμενος, τὸ γένος τῶν βροτῶν, Κριτὰ δικαιότατε, ἐν ὥρᾳ φοβερᾷ, κατάκριτον ὄντα, μὴ ἐκπέμψῃς με, εἰς πῦρ τὸ τῆς γεέννης, ἀλλˊ οἴκτειρον καὶ σῶσον. Μαρτυρικὰ Ὑμᾶς παναοίδιμοι, Κυρίου Ἀθληταί, οὐ θλίψις, οὐ κίνδυνος, οὐ ξίφος, οὐδὲ πῦρ ἐχώρισεν, ὅλως τῆς ἀγάπης Χριστοῦ, τοῦ διˊ εὐσπλαγχνίαν, ἡμᾶς ἠγαπηκότος. Σαρκὶ συμπλεκόμενοι, ἀσάρκῳ δυσμενεῖ, αὐτὸν κατεβάλετε, γενναῖοι Ἀθληταί, καὶ σὺν Ἀσωμάτοις συγχορεύετε, ἰώμενοι πάθη, ψυχῶν τε καὶ σωμάτων. Θεοτοκίον Ὡς κρίνον κοιλάσι, τοῦ βίου εὑρηκώς, ἐν σοὶ κατεσκήνωσεν, ὁ πάντων φυτουργός, ὀσμαῖς ἐναρέτοις καὶ σεμνότητος νῦν, κατευωδιάζων, ἡμᾶς Θεογεννῆτορ.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. Μόνος ὑπὲρ πάντας πλημμελήσας, τοὺς ἐπὶ γῆς γεννηθέντας, μόνος γεγένημαι, παραβάτης τῶν σῶν νόμων, Κύριε· διό με διὰ τοῦ Προδρόμου, οἰκτείρησον καὶ σῶσον. Ἄγγελος τοῖς τρόποις ἀνεδείχθης, Βαπτιστὰ Ἰωάννη, βουλῆς τὸν Ἄγγελον τῆς μεγάλης κηρύττων τοῖς πέρασι· διό σε ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Κάραν ἐκτμηθεὶς ἀδίκως, Μάκαρ, ὁ καταδύσας τὴν κάραν, Χριστοῦ ἐν ὕδασιν, ἐνδυνάμωσον πάντας πρεσβείαις σου, τοῦ πλάνου συμπατεῖν τὴν κάραν, τὴν ὄντως ὀλεθρίαν. Ἄπασι τὰς τρίβους τὰς φερούσας, πρὸς τὰς θείας εἰσόδους, Μάκαρ, ὑπόδειξον, ἐν αὐταῖς, ὅπως περιπατήσαντες, νυμφῶνος θείου κληρονόμοι, γενώμεθα εὐχαῖς σου. Θεοτοκίον Ῥῦσαί με ἀτόπου ἁμαρτίας, καὶ φλογὸς τῆς γεέννης, σκότους κολάζοντος, καὶ βρυγμοῦ τῶν ὀδόντων, καὶ σκώληκος, Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων.
Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν. Ἰδοὺ καιρὸς μετανοίας, καὶ καθαρᾶς ἐργασίας, ἰδοὺ ἡμέρα του φωτός, ἐπεργάζου τὰ ἔργα, φεῦγε τὸ σκότος τῶν παθῶν, τὸν ὕπνον ἐκδίωξον, τῆς κακίστης ῥαθυμίας, ψυχή μου, ὅπως γένῃ θείου φέγγους κοινωνός. Ὡς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Λῃστὴς ἀναβοῶ· Μνήσθητί μου, οἰκτίρμον, καὶ ὡς ὁ Ἄσωτος υἱός, κραυγάζω τό· Ἥμαρτον, προσπίπτω σοι, ὥσπερ ἡ Χαναναία· Ἐλεῆμον, μὴ παρίδῃς με, Χριστέ. Μαρτυρικὰ Σωματικῶν παθημάτων, καὶ ψυχικῶν συντριμμάτων, ὤφθητε ὄντως ἰατροί, παραδόντες τὸ σῶμα πρὸς αἰκισμοὺς καρτερικῶς, πρὸς βίαιον θάνατον, πανεύφημοι Ἀθληταὶ τοῦ Κυρίου· διὰ τοῦτο μακαρίζεσθε ἀεί. Ἡλιακῶν λαμπηδόνων, ἐναπαστράψασα πλέον, ἡ καρτερία τῶν σοφῶν, τοῦ Χριστοῦ Ἀθλοφόρων, σκότους τὸν ἄρχοντα σαφῶς, ἠφάνισαν χάριτι, καὶ ἔλυσαν ἀθεΐας τήν νύκτα, καὶ καρδίας κατεφώτισαν πιστῶν. Θεοτοκίον Φωτιστικαῖς λαμπηδόσι, τοῦ ἀνατείλαντος Λόγου, ἐκ τῆς ἁγίας σου γαστρός, Θεοτόκε Παρθένε, καὶ καταυγάσαντος τῆς γῆς τὰ πέρατα, φώτισον τὴν ψυχήν μου, ἡδονῶν ἀμαυρώσει σκοτισθεῖσαν, ἵνα πίστει σε ὑμνῶ.
Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ
Ἦχος αˊ
Τὴν φωτοφόρον νεφέλην
Ἰδοὺ ὁ λύχνος ὁ φαίνων, τοῖς ἐν τῷ σκότει τοῦ βίου, ἡ καλλικέλαδος ἰδοὺ χελιδών, ἡ τὸ ἔαρ πᾶσι μηνύουσα Χριστόν, ὁ μέγιστος Πρόδρομος, μεσίτης τε παλαιᾶς καὶ τῆς νέας, οὗ πρεσβείαις φυλαττόμεθα ἀεί. Ὡς τοῦ νυμφίου σε φίλον, νυνὶ προβάλλομαι πρέσβυν, ἔχων πληθὺν ἁμαρτιῶν, βοῶ σοι, Βαπτιστά· Ἀποκοπήν μοι τῶν χρεῶν, Παμμάκαρ πρυτάνευσον, καὶ ἄναψον τῆς ψυχῆς μου τὸν λύχνον, ἐσβεσμένον ἀμελείᾳ παντελῶς. Σὺν ἀσωμάτοις Ἀγγέλοις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν Ἀθλοφόροις ἱεροῖς, σὺν Προφήταις, Προφῆτα, τὸν ὑπεράγαθον Θεόν, ἱκέτευε πάντοτε, τυχεῖν ἡμᾶς ἀγαθῶν αἰωνίων, τοὺς πλουτοῦντάς σε προστάτην ἀγαθόν. Ἡ χελιδὼν ἡ ὡραία, ἡ ἀηδὼν ἡ τιμία, περιστερὰ ἡ παγκαλής, ἡ φιλέρημος τρυγών, ὁ τοῦ Κυρίου Βαπτιστής, ἐρήμου τὸ βλάστημα, τὴν ἔρημον ἀκαρπίᾳ, ψυχήν μου γεγονυῖαν, δεῖξον γόνιμον καλῶν. Θεοτοκίον Φέρεις τὸν φέροντα πάντα, χερουβικὸς ὥσπερ θρόνος, τρέφεις τὸν τρέφοντα ἡμᾶς, ὃν ἀπαύστως δυσώπει, Θεοχαρίτωτε ἁγνή, σεισμοῦ καταπτώσεως, ἁλώσεως, καὶ παντοίας ἀνάγκης, σοῦ τὴν ποίμνην ἐκλυτρώσασθαι ἀεί.
Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος αˊ
Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά, μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Μὴ ἀποδοκιμάσῃς με, Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος αˊ
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες
Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον τὴν ἄφλεκτον, εἴπερ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε. Διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καθˊ ἑκάστην ἁμαρτάνοντα, καὶ παραβαὶνοντα τὰς σὰς ἐντολάς, ἐπίστρεψόν με ὁ Θεός, καὶ κολάσεως ἐξάρπασον, ὅπως σοῦ τὴν ἄφατον, εὐσπλαγχνίαν δοξάζω, Φιλάνθρωπε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Λύχνος ὤφθης, θεῖε Πρόδρομε, προπορευόμενος ἀδύτου φωτός, τοῦ ἐκ νεφέλης φωτεινῆς, ἀνατείλαντος ἀρρήτως ἡμῖν. Τοῦτον οὖν ἱκέτευε, καταυγάσαι ψυχὰς τῶν τιμώντων σε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὑπομείναντες πολύπλοκα, βάσανα Μάρτυρες πανεύφημοι, ἐπουρανίων ἀγαθῶν, ἐν ὑψίστοις ἠξιώθητε· ὅθεν μακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε. Δόξα... Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν· Μνήσθητί μου κράζοντες, ὁμοούσιε Τριάς, καὶ Μονάς ὁ Θεός. Καὶ νῦν... Θεοτοκίον Μετὰ τόκον ἀειπάρθενος, ὡς πρὸ τοῦ τόκου ἐφυλάχθης, Ἁγνή, Θεὸν γεννήσασα σαρκί, ὃν δυσώπει σαρκικῶν ἡμᾶς, Ἄχραντε λυτρώσασθαι, ψυχικῶν τε παθῶν ἱκετεύομεν.
ΤΕΤΑΡΤΗ Α΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Σταυρώσιμα, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες ὑμᾶς
Παλάμας ἀχράντους σου Χριστέ, ξύλου ἥπλωσας, καὶ τοὺς δακτύλους ᾑμάτωσας, θέλων λυτρώσασθαι, τῶν θείων χειρῶν σου, τὸ ἔργον φιλάνθρωπε, Ἀδὰμ τὸν παραβάσει κρατούμενον, εἰς τὰ βασίλεια, τοῦ θανάτου, ὃν καὶ ἤγειρας, ἐξουσίᾳ τῇ παντοδυνάμῳ σου.
Σταυρῷ προσηλούμενος Χριστέ, ὁ Θεὸς ὡς ἄνθρωπος, ἀνθρώπων φύσιν ἐθέωσας, καὶ τὸν ἀρχέκακον, θανατώσας ὄφιν, ἡμᾶς ἠλευθέρωσας, ἀρᾶς τῆς ἐκ τοῦ ξύλου ὡς εὔσπλαγχνος, ἀρὰ γενόμενος, καὶ τῷ Κόσμῳ παρεχόμενος, εὐλογίαν, καὶ τὸ μέγα ἔλεος.
Ὁ πάσης ἐπέκεινα τιμῆς, χρηματίζων Δέσποτα, ἀτιμασθῆναι ηὐδόκησας, τὸν ἐπονείδιστον, ὑποστὰς Οἰκτίρμον, ἐν τῷ ξύλῳ θάνατον, διˊ οὗ ἀθανασίαν ἐτρύγησε, γένος ἀνθρώπινον, καὶ ζωὴν τὴν πρὶν ἀπείληφε, σοῦ θανόντος, σαρκὶ παντοδύναμε.
Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες ὑμᾶς
Ὀδύνης με λύτρωσαι πικρᾶς, τῶν ποδῶν μου Πάναγνε, καὶ τῶν γονάτων παρέσεως, ἄρθρων τε θραύσεως, καὶ ἁρμῶν χειρῶν τε, καὶ ποδῶν ἐκλύσεως, καὶ βλάβης διαφόρων ῥευμάτων δέ, ἐν πᾶσι τούτοις με, ἀκηλίδωτον φυλάττουσα, ἐν ἀγάπῃ, τοῦ Θεοῦ καὶ πλάστου μου.
Ὑπέκυψα πάθεσι δεινοῖς, ὁ δεινὸς καὶ πέπραχα, αἰσχύνης ἔργα πανάσωτα, ἐξ ὧν καὶ ἔτι νῦν, φαντασίαι τούτων, καὶ αἰσχρὰ μὲ εἴδωλα, κλονοῦσιν, ἀλλοιοῦσι, καὶ τρέπουσι, πρὸς ἡδυπάθειαν, τῶν αὐτῶν ἐν τῇ αἰσθήσει μου, τῆς καρδίας, ἀλλὰ σύ με σῶσον, Ἁγνή.
Ὁ βίος μου, Πάναγνε, πολλῶν, πειρασμῶν ἀνάπλεως, ἐκ τῶν πολλῶν κακῶν γέγονεν, ὧν ἐπλημμέλησα, ἀλλὰ σὺ κᾀκείνων, καὶ τούτων με λύτρωσαι, καὶ δός μοι νῦν καὶ βίον ἀπρόσκοπον, καὶ λόγον σώφρονα, ἵνα πίστει μακαρίζω σε, καὶ δοξάζω τὸ θεῖόν σου ὄνομα.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες ὑμᾶς
Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.
Ἀπόστιχα Σταυρώσιμα, Ἦχος αˊ
Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος αˊ
Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος αˊ
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλˊ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος αˊ
Τοῦ λίθου σφραγισθέντος
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τῇ εὐσπλαχγνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς. Τὸν τάφον σου Σωτὴρ Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ΄ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται;
Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακρὰν ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλˊ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου. Μαρτυρικὸν Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Τὸν τάφον σου, Σωτὴρ Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;
Κανὼν Σταυρώσιμος, οὗ ἡ ἀκροστιχίς. Σταυρῷ σέσωσμαι τοῦ παθόντος Δεσπότου. ὁ Ἰωσήφ. ᾨδὴ αˊ
Ἦχος αˊ
Χριστὸς γεννᾶται
Πικρᾶς δουλείας ῥυσθεὶς Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον, ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον τῷ εὐεργέτῃ ᾄδει Θεῷ, τῷ τερατουργούντι, βραχίονι ὑψηλῷ, ὅτι δεδόξάσται. Σταυρῷ Χριστὲ ἀναρτώμενος, ἀνύψωσας πεσόντα τὸν ἄνθρωπον, καὶ πᾶσαν ἐχθροῦ κατέρραξας, Λόγε τὴν δυναστείαν· ὅθεν τὸ σὸν πάθος ἀναμέλπω, τοῦ παθόντος καὶ παθῶν, λυτρωσαμένου με. Τῆς δόξης Κύριος πέφυκας, ὁ δόξῃ στεφανώσας τὸν ἄνθρωπον, ἀκάνθαις· διὸ κατέστεψαι, τὴν ἀκανθοφοροῦσαν φύσιν ἡμῶν, ὅπως ἀπεργάσῃ, καρποφόρον φυτουργέ, ἐνθέων πράξεων. Μαρτυρικὰ Ἁγίων δῆμος, πανάγιος, νομίμως ἐναθλήσας τὴν σύμπασαν, αἱμάτων ἁγίοις ῥεύμασι, κτίσιν καθαγιάσας τὰς ἐναγεῖς, δαίμοσι θυσίας, φερομένας ἐν Θεῷ Πατρί, ἠφάνισαν. Ὑμῶν πανάγιοι Μάρτυρες, τὰ νέφη τῶν βασάνων οὐκ ἔκρυψαν, τὰ καρτερικὰ παλαίσματα· ὅθεν ὑπὲρ Ἡλίου μαρμαρυγάς, ἔνδοξοι ὁρᾶσθε, ἀπαστράπτοντες σαφῶς, αἴγλην σωτήριον. Σταυροθεοτοκίον Ῥομφαίᾳ Πάναγνε τέτρωσαι, τὸ πάθος τοῦ Υἱοῦ σου ὡς ἔβλεψας, αὐτὸν τῇ λόγχῃ νυττόμενον, καὶ τὴν ἐν Παραδείσῳ κωλυτικήν, εἴργοντα ῥομφαίαν, μὴ διδοῦσαν τοῖς πιστοῖς, τὴν θείαν εἴσοδον.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ἔχων Ἀκροστιχίδα, κατˊ Ἀλφάβητον ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα. Ἅγιόν σε τέμενος εὑρών, ὁ ὑπεράγιος Λόγος ἐσκήνωσεν, Ἄχραντε, ἐν μήτρᾳ σου, ἁγιασμὸν καὶ φωτισμὸν καὶ λύτρωσιν, τῶν ἁμαρτημάτων, τοῖς σὲ τιμῶσι δωρούμενος. Βότρυν ἡ τεκοῦσα τῆς ζωῆς, ἀναπηγάζοντα οἶνον σωτήριον, μέθῃ σκοτισθέντα με, ἁμαρτιῶν, ὡς συμπαθὴς σωφρόνισον, καὶ πρὸς μετανοίας, ὁδοὺς εὐθείας εἰσάγαγε. Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον φρενοβλαβῶς, καὶ τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με, Δέσποινα.
Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ
Ἦχος αˊ
Τῷ πρὸ τῶν αἰώνων
Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ, καὶ μέλπων ἀεί. Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα. Ὤρυξάν σου χεῖρας, Ἰησοῦ μου, καὶ πόδας οἱ ἄνομοι, τοῦ τῆ παλάμῃ ἀπορρήτως, διαπλάσαντος πρῴην, Χριστὲ ὁ Θεός, τὸν ἄνθρωπον, καὶ διὰ πάθους, παθῶν καὶ φθορᾶς, πάντας ἀπαλλάξαντος. Στήτω ἀνεβόα, Ἰησοῦς ἡ σελήνη καὶ ἥλιος, τὴν ἐν Σταυρῷ προδιαγράφων, τοῦ παθόντος Δεσπότου, σαρκὶ τῶν φωστήρων ἔκλειψιν, δι΄ οὗ τοῦ σκότους ἀρχαὶ πονηραί, παρεδειγματίσθησαν. Μαρτυρικὰ Ἔφερον προθύμως, ἀλγηδόνας οἱ ἅγιοι μάρτυρες, τῷ τραυματοῦσθαι τὸν Βελίαρ, τραυματίζοντες ὄφιν στερρῶς· ὅθεν τῶν ψυχῶν ἡμῶν, τὰς ἀλγηδόνας ἰῶνται ἀεί, θείαις ἐπινεύσεσι. Στήλας τῶν Δαιμόνων, καὶ ναοὺς ἐδαφίσαντες μάρτυρες, ὑπομονήν τε καὶ ἀνδρείαν, ἑαυτοὺς παραδόξως, ναοὺς ἠγείρατε ἅγιοι, χωρητικοὺς τοῦ Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Σταυροθεοτοκίον Ὥρᾳ τῇ τοῦ Πάθους, τὸν ὡραῖον ἐν κάλλει εἰσβλέψασα, εἶδος, Παρθένε, οὐδὲ κάλλος κεκτημένον, ἐβόας πικρῶς, Ἁγνή, ἀλαλάζουσα· Οἴμοι! πῶς πάσχεις Υἱέ, ἐκ παθῶν, πάντας θέλων ῥύσασθαι!
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Δεσπότην τεκοῦσα τοῦ παντός, καὶ πάντων οὖσα Δέσποινα, τῆς δεσποτείας νῦν με ἐξάρπασον, τῶν ἀκαθάρτων παθῶν πανάμωμε· ἐμαυτὸν ἀθλίως γάρ, τούτοις κατεδούλωσα, ῥαθυμίᾳ καὶ γνώμης στρεβλότητι. Ἔχουσα ἀεὶ τὸ συμπαθές, ὡς μόνη συμπαθέστατον, καὶ ἀγαθὸν κυήσασα Κύριον, ἀσυμπαθῆ με ὄντα καὶ ἄσπλαγχνον, μοχθηρίᾳ φύσεως, μὴ παρίδῃς, Ἄχραντε, ἀλλˊ ἐπίστρεψον σαῖς παρακλήσεσι. Ζάλης με ἀτόπων λογισμῶν, κινδύνων τε καὶ θλίψεων, καὶ πειρασμῶν, Παρθένε, ἐξάρπασον, καὶ πρὸς λιμένας, ἐνθέους ἴθυνον, καὶ γαλήνης πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ἱκετεύω σε, μόνη Πανύμνητε.
Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ
Ἦχος αˊ
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ
Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ, σοῦ ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβω ἔκραζεν· Ἀπὸ Θαιμὰν ὁ Θεός, καὶ ὁ Ἅγιος ἥξεις, ὄρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς χριστούς, δόξα τῇ δυνάμει σου Κύριε. Στίγματα καὶ μώλωπας Χριστέ, ὑπήνεγκας σταυρούμενος, τοὺς τῆς καρδίας μου ἰώμενος, χολῆς ἐγεύσω πικρᾶς, ἐνηδόνου γεύσεως, τὴν φθοροποιὸν ἐξαίρων βλάβην, ἐν ξύλῳ δὲ προσπαγείς, ξύλου τὴν κατάραν ἠφάνισας. Μακρὰν ἀπωσθέντα ἀπὸ σοῦ, τὰ ἔθνη ἀνυψούμενος, ἐπὶ Σταυροῦ πλησίον εἵλκυσας, κατήλλαξας δὲ ἡμᾶς τῷ Πατρί, Μακρόθυμε, μέσον ἐμβαλών, οἷα Μεσίτης σαυτόν, καὶ μέσον τῆς γῆς, πάθος ἐνεγκὼν ἐπονείδιστον. Μαρτυρικὰ Αἱμάτων θαλάσσῃ μυστικῇ, ὑμῶν θεομακάριστοι, σὺν τοῖς αὐτοῦ πᾶσι στρατεύμασιν, ὁ νοητὸς Φαραὼ ἐμπεσὼν ἀπώλετο· ὅθεν ἐν χαρᾷ ὑμεῖς σωθέντες, ἐπαγγελίας πρός γῆν, οὐρανοπολῖται γεγόνατε. Ἰσχύϊ νευρούμενοι Χριστοῦ, τὸ πάθος τὸ μακάριον, πάθη ποικίλα ἀνεδέξαντο, ἐν τῇ τιμίᾳ σαρκί· διὰ τοῦτο παύουσι πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων, τῶν εὐφημούντων αὐτούς, καὶ μακαριζόντων ἑκάστοτε. Σταυροθεοτοκίον Τὴν ἄδικον βλέπουσα σφαγήν, Χριστέ, ἡ σὲ Κυήσασα, ὀδυρομένη ἀνεβόα σοι· Δικαιοκρίτα Υἱέ, πῶς ἀδίκως κέκρισαι, θέλων δικαιοῦν τοὺς παραβάσει, κατακριθέντας τὸ πρίν, καὶ πρὸς τὴν φθορὰν ὀλισθήσαντας;
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ἥλιον ὁλόφωτε, νεφέλη κυήσασα, δικαιοσύνης Ἰησοῦν, τὸν φωτοδότην καὶ Θεόν, ψυχήν μου καταύγασον, τὴν ἐν νυκτὶ τῆς ἁμαρτίας ὑπάρχουσαν, καὶ ἡδονῶν ἀμαυρώσει τυφλώττουσαν. Θήρας με δαιμόνων, καὶ φθορᾶς ἐξάρπασον, ἐπιζητούντων με ἀεί, κακοποιῆσαι δολερῶς, ἑτοίμη βοήθεια Χριστιανῶν, τῶν θλιβομένων ἀνάψυξις, Θεοκυῆτορ πανάμωμε Δέσποινα. Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχει ὁ Κύριος, ὃν ἐξ αἱμάτων σου ἁγνῶν ἐκυοφόρησας, Ἁγνή· αὐτὸν οὖν ἱκέτευε διὰ παντός, ἁγνὸν ψυχῇ τε καὶ σώματι, συντηρηθῆναι, Παρθένε, τὸν δοῦλόν σου.
Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ
Ἦχος αˊ
Θεὸς ὢν εἰρήνης
Τὸ φῶς σου τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην παρεχόμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν, ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε Φιλάνθρωπε. Ὁ ἥλιος Σῶτερ, γυμνοῦται φωτός, ἐπὶ ξύλου γυμνόν σε θεωμενος, κρεμάμενον τὸν ὕδασι κρεμάσαντα τὴν γῆν, πέτραι δὲ ἐπὶ πέτραν, ὡς ᾔσθοντο ἀρθέντα, διερράγησαν φόβῳ, καὶ τὰ θεμέλια σεσάλευται. Ὑψώθης ἐν ξύλῳ, καὶ ἥλοις παγείς, ᾑματώθης δακτύλους, μακρόθυμε, καὶ λόγχης διατρήσεσιν ἐνύγης τὴν πλευράν, ἰώμενος τὸ τραῦμα Ἀδάμ, ὅπερ ὑπέστη, τῇ πλευρᾷ ὑπακούσας, καὶ παρακούσας τοῦ ποιήσαντος. Μαρτυρικὰ Παράδεισος ὤφθη, μαρτύρων πληθύς, τῆς ζωῆς μέσον ἔχων τὸ ξύλον Χριστόν, διˊ ὃν τὸν ἐπονείδιστον γενναίῳ λογισμῷ, θάνατον ὑποστάντες, τὸν βρώσει τοὺς Γενάρχας θανάτωσαντα ὄφιν, θείᾳ δυνάμει ἐθανάτωσαν. Αἱμάτων σταγόσι, Χριστοῦ ἀθληταί, ἀθεΐας βυθὸν ἐξηράνατε, καὶ θείαις ἀναβλύσεσι θαυμάτων ἱερῶν, παθῶν τὰς ἀναβλύσεις, ψυχῶν τε καὶ σωμάτων ἀποπαύετε· ὅθεν ἀξιοχρέως μακαρίζεσθε. Σταυροθεοτοκίον Θαμβεῖται ἐν ξύλῳ, ὁρῶσα Χριστόν, ὑψωθέντα βουλήσει ἡ ἄμεμπτος, καὶ κλαίουσα ἐκραύγαζεν· Υἱέ μου καὶ Θεέ, ὠδῖνας ἐν τῷ τίκτειν λαθοῦσα, νῦν ὀδύνας ὑπομένω ἀδίκως, ὑπὸ ἀνόμων σταυρουμένου σου.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε. Καρποφόρον ἀρετῶν, τὴν ψυχήν μου ἀνάδειξον, τοὺς ἀκάρπους λογισμούς μου, Παρθένε, διώκουσα, καὶ τὰς συμπνιγούσας με, προρρίζους τέμνουσα ἀκάνθας, τῆς ἁμαρτίας, πανάχραντε. Λόγον θεῖον διˊ Ἀγγέλου, ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε· αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου. Μαράνασα τῷ βλαστῷ σου, τὴν ξύλῳ βλαστήσασαν ἁμαρτίαν, τῆς καὶ σαρκός μου φρονήματα μάρανον, παθῶν ὁρμήματα, καὶ τρικυμίας ἐναντίας, ὅπως ὑμνῶ σε, Πανύμνητε.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ
Ἦχος αˊ
Σπλάγχνων Ἰωνᾶν
Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπτωκα, ἀλλˊ ἀνάγαγε, ἐκ φθορᾶς ὁ Θεὸς με, ὡς πρὶν Ἰωνᾶν, καὶ ἐν πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι. Ὅτε Μωϋσῆς, τὰς χεῖρας ἐπέτασεν, εἰς ὕψος τὸ σὸν πάθος εἰκόνιζε, τοῦ τανύσαντος ἐπὶ ξύλου παλάμας, καὶ τοῦ πονηροῦ, διολέσαντος τὸ κράτος τὸ ὀλέθριον· ὅθεν Λυτρωτὴν εἰδότες σε, καὶ Σωτῆρα ὑμνοῦμεν, φιλάνθρωπε. Νέκρωσιν ἀρθείς, ἐν ξύλῳ ὑπέμεινας, καὶ τὸν νεκρωτὴν ἡμῶν ἐνέκρωσας, καὶ ἐζώωσας, τῶν χειρῶν σου, Χριστὲ τὸ πλαστούργημα, τὴν πλευρὰν δὲ ὀρυττόμενος ἐξέβλυσας, δύο ποταμοὺς ἀφέσεως, τοῖς θελήσεσι δύο ὑμνοῦσί σε. Μαρτυρικὰ Τίμιος ὑμῶν, ὁ θάνατος Ἅγιοι, ἐνώπιον νῦν Κυρίου γέγονε, τοῦ τιμήσαντος, τοῖς τιμίοις αὐτοῦ πάντας πάθεσι, καὶ τὸν ἄτιμον Βελίαρ καταισχύναντος, πάσαις προσβολαῖς κολάσεων, κατεάξαι ἡμᾶς μηχανώμενον. Ὅλῃ τῇ ψυχῇ, πρὸς ὅλα χωρήσαντες, τὰ εἴδη σοφοί, τὰ τῶν κολάσεων, ὅλην εὕρατε, συμμαχοῦσαν ὑμῖν τὴν βοήθειαν, τοῦ διˊ ὅλου τὸ ἀνθρώπινον φορέσαντος· ὅθεν μεληδὸν τεμνόμενοι, καὶ πυρὶ ὁμιλοῦντες ἠγάλλεσθε. Σταυροθεοτοκίον Σταύρωσιν τὴν σήν, ἡ Πάναγνος βλέπουσα, ἐβόα· Υἱέ, τί τὸ ὁρώμενον, ξένον θέαμα; ὁ τὰ πάθη νοσούντων ἰώμενος, πῶς τὸ πάθος ὑπομένεις τὸ καινότατον, τί σοι οἱ ἐχθροὶ ἀπέδωκαν, εὐεργέτα, ἀνθˊ ὧν εὐηργέτηνται;
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις. Νενέκρωται ἐχθρός, τῷ ζωηφόρῳ σου, καρπῷ, θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου. Ξενούμενον Θεοῦ, διὰ φαυλότητα, καὶ πόρρω καθιστάμενον, Παναμώμητε, οἰκείωσον αὐτῷ, ξένῃ μεσιτείᾳ σου, Θεόνυμφε, ὅπως ὑμνῶ, τὰ μεγαλεῖα τῆς δυναστείας σου. Ὁ ἄχρονος Υἱός, ἐν χρόνῳ γέγονεν, ἐκ σοῦ ἀποτικτόμενος, ὃν ἱκέτευε τὰ χρόνια, Ἁγνή, πάθη θεραπεῦσαι τῆς καρδίας μου, καὶ πρὸς ζωήν, τὴν αἰωνίαν καθοδηγῆσαί με.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ
Ἦχος αˊ
Οἱ Παῖδες εὐσεβείᾳ
Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ διˊ εὐσέβειαν ποτέ, Παῖδες ἅγιοι δειχθέντες Θεοῦ, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. Δεσπότης ὢν ἐκ δούλου, κατεδέξω Ἰησοῦ μου ῥάπισμα ἐλευθερῶσαι με ζητῶν, δουλωθέντα τῷ ἀλάστορι, τῷ Σταυρῷ δὲ προσπαγείς, σῴζεις με μέλποντα· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. Ἐσείσθη πᾶσα κτίσις, σταυρουμένου σου, εὔσπλαγχνε Κύριε, λόγχῃ τρωθέντος σου ἐχθρός, ὁλοσώματον ἐδέξατο πληγήν, ὁ δὲ πληγεὶς Ἀδὰμ ὑγίωται, ἀναβοῶν· ὁ Θεός, εὐλογητὸς εἶ. Μαρτυρικὰ Σταυρῷ τετειχισμένος, Ἀθλοφόρων ὁ στρατὸς ὁ ἔνθεος, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἐξηφάνισεν ἐν χάριτι, καὶ τῆς νίκης ἐκβοῶν, στεφάνους εἴληφεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. Πυρὸς δυνατωτέραν, κεκτημένοι Ἀθληταὶ προαίρεσιν, οὐ κατεφλέχθητε πυρὶ ὁμιλοῦντες, ἀλλˊ ἐφλέξατε δυσσεβείας πονηρὰν ὕλην, κραυγάζοντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. Σταυροθεοτοκίον Ὁ Τόκος σου Παρθένε, τοὺς αἰῶνας παραδόξως ἔτεκε, καὶ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, τοὺς πεσόντας συνανύψωσε, καὶ βοῶντας οὐρανοῦ πολίτας ἔδειξεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Πύλη φωτός, πύλας μοι διάνοιξον, τῆς μετανοίας φωταυγεῖς, τὰς εἰσόδους τῶν ἡδονῶν, εἴργουσα πρεσβείαις σου, καὶ ἀποδιώκουσα τὰς πονηρὰς ἐνθυμήσεις μου, ὅπως ὑμνῶ καὶ δοξάζω, τὴν σὴν ἄμαχον δύναμιν. Ῥύπον ψυχῆς, ἐξ ἀπροσεξίας μου, τὸν προστριβέντα μοι δεινῶς, ταῖς ῥανίσι σῶν οἰκτιρμῶν, Πάναγνε, ἀπόπλυνον, καὶ τῆς διανοίας μου τὸ ὀπτικὸν ἀποκάθαρον, ἵνα φωναῖς ἀσιγήτοις, ὑμνῶ τὰ μεγαλεῖα σου. Σὺ τὴν Πηγήν, τῆς ζωῆς κυήσασα, θανατωθέντα με δεινῶς, ταῖς δαιμόνων ἐπαγωγαῖς, Ἄχραντε Πανάμωμε, ζώωσον πρεσβείαις σου, τῷ σῷ Υἱῷ ἀναμέλποντα· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ
Ἦχος αˊ
Θαύματος ὑπερφυοῦς
Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος, πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ δηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Τέταται ἐπὶ σταυροῦ ἐθελουσίως, ὁ ἐν πνεύματι οὐρανὸν τείνας, ἥλοις προσηλοῦται δέ, ἐξηλῶσαι ἐπιποθῶν, διαθέσεις ἐμπαθεῖς τοῦ πρωτοπλάστου Ἀδάμ· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ὅτε σε ζωῆς τὴν πέτραν ἐπὶ πέτραν, λιθοκάρδιος ὕψωσε δῆμος, ὄρη ἐκλονίσθησαν, γῆ ἐσείσθη, Λόγε Θεοῦ, καὶ ψυχαὶ σεσαλευμέναι, ἐστηρίχθησαν πρὸς θείαν ζωήν, μέλπουσαι πάντοτε. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Ὕφαναν καταστολὴν σωτηριώδη, ἑαυτοῖς σοφῶς οἱ Ἀθλοφόροι, ἐν γυμνώσει σώματος ἐναθλοῦντες καρτερικῶς, καὶ νιφάδας αἰκισμῶν ὑποδεχόμενοι· διὸ ἀνυμνοῦντες ἀναμέλπουσιν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ὄνυξιν ἀνηλεῶς οἱ Ἀθλοφόροι, σπαραττόμενοι, καὶ ἀνενδότως μεληδὸν κοπτόμενοι, καὶ αἰκίαις παντοδαπαῖς ὁμιλοῦντες, τοῖς ξοάνοις οὐκ ἐπέθυσαν, ἀνδρείας πιστοῖς, στῆλαι δὲ ὤφθησαν· Εὐλογεῖτε Χριστὸν τὰ ἔργα κραυγάζοντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σταυροθεοτοκίον Ἵνα σε παραπικραίνων ἄφρων δῆμος, ὡς ὑπέλαβεν ἐκ γῆς ἐξάρῃ, ἄτεκνος γεγένημαι καὶ δονοῦμαι, καὶ μητρικῶς τὴν καρδίαν ὀδυνῶμαι, ἡ Ἀπείρανδρος ἐβόα ποτέ· Σταυρῷ ὁρῶσά σε ὑψωθέντα, μεθˊ ἧς ἡ κτίσις δοξάζει σε, πάντων λυτρωτά, Ἰησοῦ εἰς τοὺς αἰῶνας.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τυραννεῖ με πρόσληψις παθῶν, δαιμόνων ἐπήρειαι, ἀλλˊ ἔχων καταφυγήν σε διασῴζομαι, τῷ σῷ Υἱῷ μέλπων, Ἄχραντε. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὑπερτέρα οὖσα οὐρανῶν, ὑπέρτερον τὸν νοῦν μου τῆς ὕλης, καὶ τῶν ἐν βίῳ παραπτώσεων, Ἁγνή, ἀνάδειξον μέλποντα· Εὐλογείτω ἡ κτίσις πᾶσα, τὸν Κύριον ὑμνείτω, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου, καταύγασον φωτὶ Θεοῦ ἐπιγνώσεως, ὅπως ψάλλω· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ
Ἦχος αˊ
Μυστήριον ξένον
Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· οὐρανὸς γὰρ αὕτη, καὶ θρόνος χερουβικός, καὶ φωσφόρος παστὰς ἀνεδείχθη, Χριστοῦ τοῦ Θεοῦ τοῦ παντοκράτορος, αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν. Ὡς εἶδέ σε πάλαι, ἐν ξύλῳ κρεμάμενον, τὸν τὴν γῆν κρεμάσαντα, Σῶτερ ἐπὶ ὑδάτων ἀπείρων, Λῃστὴς ὁ εὐγνώμων, πιστῶς ἀνεβόα σοι τό, Μνήσθητι· μεθˊ οὗ εὐσεβῶς, σοῦ τὰ παθήματα δοξάζομεν. Σταυρούμενος ἔσεισας γῆς τὰ θεμέλια, λόγχῃ ἐκκεντούμενος, βλύζεις ἀθανασίας σταγόνας, αἷμά τε ὕδωρ, διˊ ὧν τὸ ἀνθρώπινον ἐκάθηρας, παθῶν Ἰησοῦ, ὃν ἐπαξίως μεγαλύνομεν Μαρτυρικὰ Ἠγάλλοντο ἐν ταῖς βασάνοις οἱ Ἅγιοι, ἑαυτοὺς προτρέποντες, ὥσπερ ἐπὶ τρυφὴν οἱ γενναῖοι· Στῶμεν ἐκβοῶντες· ἰδοὺ ὡς ἀνέῳγε τὸ στάδιον, Χριστὸς τοὺς στεφάνους νῦν προτείνει, οἷς ἠγάπησε. Φαιδρύνεται πᾶσα, πιστῶν ἡ ὁμήγυρις, τοὺς ἄθλους γεραίρουσα πάντων τῶν ἀηττήτων Μαρτύρων, τοὺς μυρίους πόνους, διˊ ὧν τῆς ἀπόνου ἠξιώθησαν, τρυφῆς καὶ ζωῆς, καὶ ἀϊδίου ἀπολαύσεως. Σταυροθεοτοκίον Φιλάνθρωπον Λόγον, ἀρρήτως κυήσασα, ὃν ὁρῶσα πάσχοντα, Κόρη, ὑπὲρ ἄνθρωπον βουλήσει. Τί τοῦτο; ἐβόας, Θεὸς ἀπαθής, πάθος ὑφίσταται, παθῶν ὅπως ῥύσηται, τοὺς πίστει προσκυνοῦντας αὐτόν.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθˊ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Χαίροις ἡ χαρὰν κυήσασα· Χαῖρε τὴν λύπην μόνη ἐξαφανίσασα. Χαῖρε ἡ τὰ νέφη τῶν ψυχῶν, ἐκδιώκουσα, καὶ φωτὶ νοητῷ καταυγάζουσα, τοὺς πίστει σε καὶ πόθῳ, Θεοκυῆτορ μεγαλύνοντας. Ψῦξον τῶν παθῶν μου, Πάναγνε, τὰς διεκχύσεις πάσας, καὶ ἀποξήρανον τῶν ἁμαρτιῶν μου, τὸν βυθὸν τὸν ἀμέτρητον, ἡ σωτήριον ὄμβρον γεννήσασα, καὶ ποταμὸν εἰρήνης, καὶ εὐσπλαγχνίας μέγα πέλαγος. Ὤφθης ἰατρεῖον ἄμισθον, τραυματισθεῖσι πᾶσι καὶ τὴν ἀπόγνωσιν, Ἄχραντε, νοσοῦσι, καὶ λιμὴν θαλαττεύουσιν, ἐν πελάγει τοῦ βίου σωτήριος, ἐν ᾧ πᾶς καταφεύγων, πίστει σῳζόμενος δοξάζει σε.
Ἀπόστιχα Σταυρώσιμα, Ἦχος αˊ
Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος αˊ
Ὑμᾶς πανεύφημοι μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρια, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Τῷ σῷ Σταυρῷ παρεστῶσα, Λόγε Θεοῦ ἡ ἀμνάς, καὶ ἄμωμός σου Μήτηρ, θρηνῳδοῦσα ἐβόα· Πῶς θνῄσκεις, ὦ Υἱέ μου, ἐπὶ σταυροῦ; οἴμοι φῶς μου γλυκύτατον! ποῦ σου τὸ κάλλος νῦν ἔδυ τὸ τῆς μορφῆς, τὸ ὡραῖον παρὰ πάντας βροτούς;
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπονείδιστον ὑπέμεινας, πάθος, Χριστέ, καὶ τὰ ὀνείδη ἡμῶν, πάντα ἀφείλω ἀγαθέ, καὶ τῆς ἄνω Βασιλείας ἡμᾶς, κοινωνοὺς ἀνέδειξας, προσκυνοῦντας τὴν σήν συγκατάβασιν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τοῦ Ἀδὰμ Χριστὲ τὴν γύμνωσιν, σὺ περιστέλλων ἐγυμνώθης σαρκί, καὶ ἀνυψώθης ἐν σταυρῷ, ἀνυψῶν ἡμᾶς ἐκ βάθους κακῶν· ὅθεν σου δοξάζομεν, τὴν ἁγίαν, Λόγε, συγκατάβασιν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τοῖς ἁγίοις ὑμῶν τραύμασι, πληθὺν δαιμόνων τραυματίσαντες, πάντων ἀνθρώπων τὰς πληγάς, καὶ τὰ τραύματα πανεύφημοι μάρτυρες, ἐν χάριτι, καθˊ ἑκάστην ἀεὶ θεραπεύετε. Δόξα... Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Τριὰς ἁγία, σῶσον τὰς ψυχάς ἡμῶν. Καὶ νῦν ... Σταυροθεοτοκίον Παρεστῶσα Παναμώμητε, ἐν τῷ Σταυρῷ καὶ καθορῶσα Χριστόν, προσηλωμένον σαρκικῶς, ἀλαλάζουσα ἐκραύγαζες· Ποῦ σου ἔδυ, εὔσπλαγχνε, νῦν τὸ κάλλος ὄντως τὸ ἀνέκφραστον;
ΠΕΜΠΤΗ Α΄ ΗΧΟΣ
Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ἀπόστολοι ἔνδοξοι Χριστοῦ, μαθηταὶ θεόκλητοι, τῆς οἰκουμένης διδάσκαλοι, εὑρόντες Κύριον, τὸν Θεοῦ μεσίτην, καὶ ἀνθρώπων πέλοντα, αὐτῷ θεοπρεπῶς ἐκολλήθητε, καὶ ὡς Θεὸν αὐτόν, καὶ ὡς ἄνθρωπον παντέλειον, ἐν τῷ κόσμῳ σαφῶς ἐκηρύξατε.
Ἀπόστολοι πάνσοφοι ψυχῆς, τῆς ἐμῆς τὴν ἄνοιαν, ἀποτινάξαι πρεσβεύσατε, ὡς χρηματίσαντες, τῆς σοφίας ὄντως, μύσται καὶ ἐκφάντορες, τὸ φῶς τοῦ Παρακλήτου ἀνάψαντες, καὶ καταπρήσαντες, τὸ σαθρὸν τῆς διανοίας μου, μακαρίζειν ὑμᾶς ἀξιώσατε.
Θεόπται Ἀπόστολοι ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην τοῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον καταυγάσαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Τῆς Ἐκκλησίας τὰ ἄνθη περιϊπτάμενος, ὡς νεοσσὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου.
Τῶν ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἁγίων, κατενόησας δόξαν, Ἅγιε ἐκείνην· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἐμφανίζεις ἱερώτατε.
Τῆς ἱερᾶς διπλοΐδος τὴν ὡραιότητα, ταῖς πρακτικαὶς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων ἐκείνων θεωριῶν, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.
Θεοτοκίον, Ἦχος αˊ
Θεοκυῆτορ Παρθένε καὶ ἀπειρόγαμε, ἡ τὸν Θεὸν τεκοῦσα, ἐπˊ ἐσχάτων τῶν χρόνων, καὶ πάλιν μετὰ τόκον, ὡς ἀληθῶς, ἀνεδείχθης Παρθένος ἁγνή, θρόνος καὶ πύλη καὶ τράπεζα μυστική, καὶ λυχνία φωτεινόμορφος.
Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος αˊ
Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγερῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Τῶν οὐρανίων ταγμάτων
Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ΄οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος αˊ
Παρθένε πανύμνητε, Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον μὴ φλέγεσθαι, καίπερ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ
Ἦχος αˊ
Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν. Τοῦ λίθου σφραγισθέντος Τῇ σαγήνῃ τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῷ καλάμῳ τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σε Θεὸν ἀληθινόν· διό σοι τῷ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, δόξα τῷ ὁμοουσίῳ Πνεύματι, δόξα τῷ διˊ αὐτῶν φωτίσαντι τὸν κόσμον. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.
Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Τὰς σάλπι γγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεΐας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι. Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοῖς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, διˊ ἡμῶν Παμμακάριστοι· ὅθεν ἅπαντες, οἱ διδαχαῖς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.
Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Τοῖς Μύροις παροικῶν, αἰσθητῶς, Ἱεράρχα, τῷ μύρῳ νοητῶς, τῷ τοῦ Πνεύματος ὤφθης, χρισθείς, Πάτερ Νικόλαε, καὶ τοῖς μύροις θαυμάτων σου, κατεμύρισας, μύρον ἀέναον χέων, τοῖς μυρίσαι σου, μεμυρισμένοις ἐν ὕμνοις, τὴν μνήμην ἐθέλουσι. Μαρτυρικὸν Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι νέμουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Οἱ θεῖοι μαθηταί, καὶ Ἀπόστολοι, Κόρη, ἐνθέοις διδαχαῖς, ἀνεκήρυξαν πᾶσι, τὴν ἄφραστόν σου γέννησιν, Θεοτόκε πανάχραντε, σὲ διδάξαντες, τοῦ προσκυνεῖσθαι ἀξίως, ἀλλˊ αἰτοῦμέν σε, σὺν τούτοις αἴτει σωθῆναι, τοὺς πίστει τιμῶντάς σε.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα. Θείαις φωτιζόμενοι αὐγαῖς, τῆς τρισηλίου ἐλλάμψεως ἔνδοξοι, θέσει χρηματίζετε, ὄντως θεοί, θεοειδεῖς Ἀπόστολοι· ὅθεν κατὰ χρέος, ὑμᾶς ἐν πίστει γεραίρομεν. Λόγου τοῦ φανέντος ἐπὶ γῆς, διˊ εὐσπλαγχνίαν παχύτητι σώματος, ἄριστοι διάκονοι, καὶ τῶν αὐτοῦ, ἐκπληρωταὶ προστάξεων, πίστει γεγονότες, ἀεὶ τιμᾶσθε Ἀπόστολοι. Ταῖς φωτιστικαῖς μαρμαρυγαῖς, τοῦ παναγίου ἀοίδιμοι Πνεύματος, ὅλον με φωτίσατε, ἁμαρτιῶν ἐν σκότει καλυπτόμενον, καὶ πρὸς μετανοίας, ὁδὸν σοφῶς ὁδηγήσατε. Θεοτοκίον Ἡ τῶν Ἀποστόλων χαρμονή, Θεογεννῆτορ πανάμωμε Δέσποινα, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐν αὐτοῖς θεοπρεπῶς λαλήσαντος, σὺν αὐτοῖς δυσώπει, πυρὸς γεέννης ῥυσθῆναί με.
Κανὼν τοῦ ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχις. Σοί, Νικόλαε, πρῶτον εἰσφέρω μέλος ἐγὼ Ἰωσήφ. ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. Στεφάνοις κοσμούμενος δικαιοσύνης, καὶ θρόνῳ τῆς χάριτος, παρεστὼς Νικόλαε, τοὺς ὑμνῳδίαις σε, νῦν καταστέφοντας πιστῶς, σῷζε πρεσβείαις σου. Ὁ χάριν δεξάμενος τῶν ἰαμάτων, παμμάκαρ Νικόλαε, τῆς ψυχῆς μου τραύματα, εὐχαῖς σου ἴασαι, καὶ συμβαινόντων πειρασμῶν, ῥῦσαι πρεσβείαις σου. Ἰσχύϊ Νικόλαε τῆς σῆς πρεσβείας, ὅλην παρειμένην μου, τὴν ψυχὴν ἀνόρθωσον, τοῖς πλημμελήμασι, καὶ τῶν τοῦ βίου δυσχερῶν, πάντας διάσωσον. Θεοτοκίον Νοός μου Πανάμωμε τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, καὶ τοῦ σκότους ῥῦσαί με, τοῦ αἰωνίζοντος, ὅπως ὑμνῶ διηνεκῶς, τὰ μεγαλεῖά σου.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Ὁ μόνος ἀόρατος Θεός, ὡράθη σωματούμενος, καὶ μαθητὰς ὑμᾶς ἐξελέξατο, εἰς πάντα κόσμον αὐτοῦ τὸ ὄνομα, καὶ τὴν ὑπερκόσμιον, δόξαν καταγγέλλοντας, παμμακάριστοι θεῖοι Ἀπόστολοι. Σοὶ μόνῳ ἡμάρτηκα Χριστέ, σοὶ μόνῳ ἐπλημμέλησα, καὶ τὴν ψυχὴν κακῶς κατεμόλυνα, τῷ σῷ ἐλέει κάθαρον σῶσόν με, ἔχων δυσωποῦντάς σε, μόνε εὐδιάλλακτε, Ἰησοῦ, τοὺς σοφοὺς Ἀποστόλους σου. Πικρίας παθῶν καὶ λογισμῶν, καὶ πάσης ἁμαρτίας με, ὡς συμπαθεῖς Ἀπόστολοι ῥύσασθε, τῇ μετανοίᾳ καταγλυκαίνοντες, τὴν ἐμὴν διάνοιαν, ὡς τὸν θεῖον φέροντες, γλυκασμὸν ἐν καρδίᾳ πανεύφημοι. Θεοτοκίον Μετὰ τῶν ἀΰλων Λειτουργῶν, Παρθένε ἀπειρόγαμε, μετα πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Μαρτύρων καὶ Ἀποστόλων Χριστοῦ, ὅν περ ἐσωμάτωσας, ἐξ ἁγνῶν αἱμάτων σου, ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφˊ ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. Ἀρχιερέων ἐγκαλλώπισμα, εὐωδία θεία τοῦ Πνεύματος, ταῖς μυριπνόοις σου εὐχαῖς, τὰ δυσώδη ἀπέλασον, τῆς καρδίας μου, Νικόλαε σοφέ, πάθη δέομαι. Ἐν ἀμελείᾳ διεξάγων μου, τὴν ζωὴν ὁ τάλας πτοοῦμαί σου, τὸ δικαστήριον Χριστέ, ἐν ᾧ μὴ κατακρίνῃς με, Νικολάου μεσιτείαις ἱεραῖς δυσωπούμενος. Πεποικιλμένος θείᾳ χάριτι, Ἱεράρχα πάτερ Νικόλαε, ἀπὸ ποικίλων πειρασμῶν, καὶ κινδύνων με διάσωσον, προσφυγόντα σου τῇ σκέπῃ, τῇ σεπτῇ παμμακάριστε. Θεοτοκίον Ῥῦσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοῖς τὸ ἀνέσπερον.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Θαλάσσας ἀθέου ἀπιστίας ταράξαντες, ταῖς ἐπιβάσεσιν ὑμῶν, ἵπποι θεόλεκτοι Χριστοῦ, ἐχθρὸν ἐβυθίσατε τὸν νοητόν, καὶ βυθισθέντες εἱλκύσατε, πρὸς σωτηρίαν ἀνθρώπους Ἀπόστολοι. Νεφέλαι τὸ ὕδωρ τῆς ζωῆς ἐπομβρίσαντες, τὴν χερσωθεῖσαν μου ψυχήν, τῇ αὐχμηρίᾳ τῶν παθῶν, ἐνθέως ἀρδεύσατε, καὶ ἀρετῶν βλαστάνειν στάχυν ποιήσατε, σωτηριώδη, Ἀπόστολοι ἔνδοξοι. Θεοτοκίον Προφῆται, Ἀπόστολοι, πανένδοξοι Μάρτυρες, σὺν τῇ Μητρὶ τοῦ Λυτρωτοῦ, ἐκδυσωπεῖτε ἐκτενῶς, ὅπως λυτρωθείημεν, ἁμαρτιῶν καὶ αἰωνίου κολάσεως, καὶ πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς πάντων προσταγμάτων, Θεοῦ ἐκπληρωτής, συντηρεῖν εὐόδωσον πρεσβείαις σου ἡμᾶς, νομοθεσίας πρὸς σωτηρίαν φερούσας, καὶ ῥῦσαι πάντων πειρασμῶν ἐπερχομένων, πάτερ Ἱεράρχα Νικόλαε. Τὸν δρόμον σου τελέσας, ὁσίως ἐν Χριστῷ, τὰς ὁδοὺς κατεύθυνον ἡμῶν τὰς πρὸς αὐτόν, ὅπως φεύγοντες τὰς ἀνοδίας τοῦ πλάνου, πρός σωτηρίαν καταντήσωμεν τελείαν, Πάτερ θεοφόρε Νικόλαε. Ὁ πάσας μεθοδείας, κοιμήσας τοῦ ἐχθροῦ, θείαις ἐγρηγόρσεσι, Νικόλαε σοφέ, ἐπαγρυπνοῦντας, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, καὶ σὲ μεσίτην πρὸς αὐτὸν προβαλλομένους, πάντας ἡμᾶς Πάτερ χαρίτωσον. Θεοτοκίον Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή, τοὺς ἐκτακέντας φλογμῷ πολλῶν ἐγκλημάτων, σαῖς εὐπροσδέκτοις μεσιτείαις, Θεοτόκε νῦν ἐπισκιάζουσαν χάριτι.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε. Σταλάζοντα γλυκασμόν, καὶ τερπνὴν ἀγαλλίασιν, ἐδείχθητε παναοίδιμοι ὄρη Ἀπόστολοι, τὴν πικρίαν ἅπασαν τοῦ διαβόλου καθελόντες, καὶ τοὺς πιστοὺς ἐνηδύνοντες. Ἐρχόμενον ἀλλοτρίως, Χριστὸν εἰς τὰ ἴδια, ἐπέγνωτε, καὶ γνησίως αὐτῷ ἐκολλήθητε, ἐκ τοῦ ἀλλοτρίου με· διό, λυτρώσατε τῆς βλάβης, θεῖοι τοῦ Λόγου Ἀπόστολοι. Τὰ κρύφια τῆς ψυχῆς μου, θεράπευσον τραύματα, ἱκεσίαις ἱεραῖς τῶν ἐν κόσμῳ, τὴν θείαν σου κηρυξάντων ἔλευσιν, καὶ τὰ παθήματα Οἰκτίρμον, καὶ τὴν ἐκ τάφου ἀνάστασιν. Θεοτοκίον Μετὰ πάντων Ἀσωμάτων, ὅν περ ἐσωμάτωσας, Θεὸν Λόγον Θεοτόκε Παρθένε ἱκέτευε, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δεσπότα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς Κυρίου πεφύτευσαι, πάτερ Νικόλαε, ὡς κατάκαρπος ἐλαία, χάριτι καθιλαρύνων, πάντων νῦν τὰ πρόσωπα, ἐλαίῳ τῶν πόνων σου. Ἱκετηρίαν νῦν Πάτερ ποίησον, ὑπὲρ τῶν δούλων σου, ὅπως ἄφεσιν πταισμάτων λάβωμεν, καὶ συνεχούσης θλίψεως ῥυσθείημεν, καὶ πάσης στενώσεως. Σὲ τὸν θερμὸν προστάτην, πρὸς Κύριον καθικετεύομεν, μὴ ἐάσῃς ἡμᾶς Ἅγιε ἀπροστατεύτους, ἀλλὰ τῇ συνήθει σου πρεσβείᾳ περίσωσον. Θεοτοκίον Φωτοειδὲς Χριστοῦ Κόρη, τέμενος, θεοχαρίτωτε, τοῦ Πατρός, Υἱοῦ καὶ Πνεύματος, ταῖς προσευχαῖς σου οἴκους ἡμᾶς ποίησον, τὰ ὅσια πράττοντας.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις. Δικτύοις λογικοῖς ἐσαγηνεύσατε, τὰ ἔθνη πρὸς ἐπίγνωσιν, τοῦ γνωσθέντος εἰς ἀνάπλασιν βροτῶν, ὦ θεομακάριστοι Ἀπόστολοι, ὃν ἐκτενῶς ὑπὲρ τοῦ κόσμου καθικετεύσατε. Ψυχή μου ταπεινὴ ψυχὴ ταλαίπωρε, ψυχὴ ἀμετανόητε, μετανόησον καὶ βόησον Χριστῷ. Ἥμαρτον ἱλάσθητι, φιλάνθρωπε, ταῖς προσευχαῖς τῶν Ἀποστόλων, ὡς ὑπεράγαθος. Ὁ πάλαι Ἰσραὴλ πηγάσας ὕδατα, ἐκ πέτρας παντοδύναμε, διαλύσας μου τὴν πώρωσιν Χριστέ, φέρειν ὀχετοὺς δακρύων ποίησον, ταῖς προσευχαῖς τῶν Ἀποστόλων ὡς πολυέλεος. Θεοτοκίον Παρθένε τὸν ἐκ σοῦ διˊ ἀγαθότητα, τεχθῆναι εὐδοκήσαντα, ἐκδυσώπησον ὡς Πλάστην καὶ Θεόν, σῶσαι πειρασμῶν καὶ περιστάσεων, τοὺς ἐπὶ σοὶ τῇ Παναγίᾳ, ἀεὶ ἐλπίζοντας.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι. Ῥωμαλέως τὸν ἐχθρόν, κατεπάτησας Σοφέ, ὃν συντρίβειν καὶ ἡμᾶς, σαῖς ἐνίσχυσον εὐχαῖς, Νικόλαε, τοὺς σὲ προστάτην, θεῖον πλουτήσαντας. Ὡς τῶν Μύρων γεγονώς, ἀληθὴς ἀρχιερεύς, εὐωδίασον ἡμῶν, τὰς αἰσθήσεις τῆς ψυχῆς, τὰ βλάπτοντα, δυσώδη πάθη, Πάτερ διώκων ἀεί. Θεοτοκίον Μεγαλεῖά σοι Χριστός, ἐποιήσατο Ἁγνή, ὃν ἱκέτευε ἀεί, μεγαλῦναι ἐν ἐμοί, τὰ πλούσια, αὐτοῦ ἐλέη, θεοχαρίτωτε.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Πηγὴ ζωῆς, Ἰησοῦς ὁ Κύριος, ὑπάρχων ὥσπερ ποταμούς, ἐπαφῆκε τοὺς Μαθητάς, νάμασιν ἀρδεύοντας, πᾶσαν τὴν ὑφήλιον, θεογνωσίας καὶ μέλποντας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Πῦρ νοητόν, ἐν καρδίᾳ φέροντες, τὴν θείαν χάριν τοῦ Χριστοῦ, ἐνεπρήσατε Μαθηταί, ὕλην ἀθεότητος· ὅθεν τὰ ὑλώδη μου, βοῶντος πάθη συμφλέξατε, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τῆς τοῦ πυρός, τιμωρίας ῥῦσαί με, ταῖς ἱκεσίαις ὁ Θεός, τῶν ἐνδόξων σου Μαθητῶν, καὶ μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου σου, ἐν μετανοίᾳ κραυγάζοντα· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον Φθοροποιῶν, ἐξελοῦ με Κύριε, ἁμαρτημάτων καὶ παθῶν, ὁ ἀφθόρως ἀποτεχθείς, ἐκ τῆς Θεομήτορος, πᾶσιν ἀφθαρσίαν τε, τοῖς μελῳδοῦσι δωρούμενος, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐρειστικῇ πρεσβείᾳ σου σοφέ, καρδίας μου ἔρεισον τὰς βάσεις ἀσφαλῶς, πέτρᾳ Θεοῦ τῶν ἐντολῶν τῶν φανωτάτων, σῴζων ἀπερίτρεπτον, μεθοδειῶν βλαβερῶν, τοῦ ἀρχεκάκου ἐχθροῦ. Λύσιν ἡμῖν τῶν ἁμαρτιῶν πρυτάνευσον, πάντων τε τῶν τοῦ βίου δυσχερῶν, καὶ πειρασμῶν τῶν ἐπερχομένων, ἱερὲ Νικόλαε, πάντων προστάτα πιστῶν, καὶ Ἀρχιερέων ἔρεισμα. Ὁ κατακρύψας δοῦλος πονηρὸς τὸ τάλαντον, ὁ εἰς ἐργασίαν ἀγαθὲ ἀπείληφεν, ἐγὼ ὑπάρχω, καὶ πτοοῦμαι τὸ ἐκεῖ κριτήριον, ἐν ᾧ Θεὲ τοῦ παντὸς μὴ κατακρίνῃς με. Θεοτοκίον Σὲ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε, ἡμέρας καὶ νυκτός, συντετριμμένῃ διανοίᾳ δυσωποῦμεν, Λύτρωσιν ἁμαρτημάτων τῶν πολλῶν, λιταῖς σου δίδου ἡμῖν ἀγαθή.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὡς ἀκτῖνας Ἥλιος ἡμᾶς, ἐξήπλωσεν ὁ μέγας, εἰς πᾶσαν τὴν οἰκουμένην, καταυγάζοντας πιστοὺς βοῶντας, Ἀπόστολοι· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὡς ποιμένες ὄντες λογικοί, ὡς ἄρνες τοῦ Ποιμένος, ὡς θρέμματα τοῦ Ἀμνοῦ, καὶ λυτρωτοῦ ἡμῶν Θεοῦ, θεόπται Ἀπόστολοι, νοητοῦ με λύκου ῥυσθῆναι, πρεσβεύσατε ἀπαύστως, καὶ τῆς τῶν ἐρίφων ὀδυνηρᾶς μερίδος. Παναθλία στέναξον ψυχή, καὶ βόησον Κυρίῳ· Ἡμάρτηκα ὑπὲρ πάντας, καὶ ἠνόμησα δεινῶς, καθάρισον σῶσόν με, ὡς τὴν πόρνην, ὡς τὸν Τελώνην, ὡς τὸν Λῃστήν, Οἰκτίρμον, ταῖς τῶν Ἀποστόλων πρεσβείαις εὐπροσδέκτοις. Θεοτοκίον Σὺν Ἀγγέλοις Μῆτερ τοῦ Θεοῦ, καὶ σὺν τοῖς Ἀποστόλοις, καὶ Μάρτυσι καὶ Προφήταις, ἐκδυσώπησον Χριστόν, σῶσαι τοὺς κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐν ὄρει ἱστάμενος τῶν θείων ἀρετῶν, τοῖς πέρασι γνώριμος θαυμάτων ὑψηλῶν, Νικόλαε ὤφθης, ἐπιδείξεσιν· ὅθεν πᾶσα γλῶσσα, τιμᾷ σε εἰς αἰῶνας. Γευσάμενος Ὅσιε τοῦ θείου γλυκασμοῦ, πικρίαν ἐμίσησας παντοίων ἡδονῶν, ἐξ ὧν ἡμᾶς ῥῦσαι, ἱκετεύων Χριστόν, ἐπανισταμένους, κινδύνους καταπαύειν. Ὡς στῦλος ἀκράδαντος καὶ ἔρεισμα πιστῶν, ἀεί με κλονούμενον τοῦ βίου τοῖς κακοῖς, καὶ ταῖς τῶν δαιμόνων ἐπιπνεύσεσι, στήριξον παμμάκαρ, Νικόλαε εὐχαῖς σου. Θεοτοκίον Ἰάτρευσον δέομαι τὰ πάθη τῆς ἐμῆς, καρδίας κυήσασα τὸν πάντων ἰατρόν, καὶ τῆς τῶν δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.
Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθˊ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Θεῖαι τοῦ ἁγίου Πνεύματος, καὶ φωταυγεῖς λαμπάδες ἀποδεικνύμενοι, ἐφωτίσατε, ταῖς φωταυγείαις, μακάριοι, τοῦ σεπτοῦ καὶ πανσόφου κηρύγματος, πᾶσαν τὴν οἰκουμένην, σκότος εἰδώλων ἐκμειώσαντες. Θεῖα τῆς ἀμπέλου κλήματα, τῆς νοητῆς ὑπάρχοντες, θείους βότρυας, ἐβλαστήσατε, ἀναπηγάζοντας ἔνδοξοι, τὸν σωτήριον οἶνον, Ἀπόστολοι· διό με ἐκ τῆς μέθης, τῶν ἡδονῶν ἀπολυτρώσατε. Τρέμω ἐννοῶν ὁ ἄθλιος, τὸ φοβερὸν ἐκεῖνο, Χριστέ μου, βῆμά σου· πράξεις γὰρ αἰσχρὰς καὶ ῥυπαρὰς νῦν περίκειμαι, καὶ πρὸ δίκης ὑπάρχω κατάδικος· διό με ταῖς πρεσβείαις, τῶν Ἀποστόλων σου οἰκτείρησον. Θεοτοκίον Μόνη τοὺς βροτοὺς ἐθέωσας, σωματωθέντα Λόγον ἀποκυήσασα, ὃν ἱκέτευε, σὺν Ἀποστόλοις καὶ Μάρτυσι, Παναγία Παρθένε Θεόνυμφε, ὑπὲρ ἡμῶν τῶν πίστει, μακαριζόντων καὶ τιμώντων σε.
Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν. Ὡς τοῦ Χριστοῦ Ἱεράρχην, καὶ φωτοβόλον ἀστέρα, ὡς τῶν θαυμάτων αὐτουργόν, ὡς πηγὴν ἰαμάτων, ὡς τὸν ἐν λύπαις βοηθόν, ὡς πρέσβυν θερμότατον, τῶν καλούντων ἐν ἀνάγκαις σε Πάτερ, εὐφημοῦμεν μελῳδίαις ἱεραῖς. Σὲ τὸν ποιμένα τὸν μέγαν, καὶ μιμητὴν κατὰ πάντα, τοῦ ἀρχιποίμενος Χριστοῦ, ἐκτενῶς δυσωποῦμεν, ἐξ ὑψωμάτων ἱερῶν, Νικόλαε ποίμανον τοὺς δούλους σου, ἐκλυτρούμενος πάντων, τῶν τοῦ βίου δυσχερῶν διηνεκῶς. Ἤδη τὸ τέλος ἐγγίζει, τί ἀμελεῖς, ὦ ψυχή μου; τί οὐ σπουδάζεις τῷ Θεῷ, εὐαρέστως δουλεῦσαι; σπεῦσον ἀνάνηψον λοιπόν, καὶ κράξον· Φιλάνθρωπε οἰκτείρησον, Νικολάου πρεσβείαις, κυβερνῶν μου τὴν ζωὴν ἐν ἀγαθοῖς. Θεοτοκίον Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ ῥαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν· Πανάμωμε φώτισον, ὁδηγοῦσα πρός καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.
Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος αˊ
Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγερῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Τῶν οὐρανίων ταγμάτων
Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος αˊ
Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τόν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπˊ οὐρανῶν στεφάνους ἐκομισασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Προφητικῶς τὴν Παρθένον ἀνευφημήσωμεν, στάμνον χρυσῆν τοῦ μάννα, ἀκατάφλεκτον βάτον, καὶ τράπεζαν, καὶ θρόνον, λυχνίαν χρυσῆν, τὸ λαμπάδιον ἔχουσαν, καὶ ἀλατόμητον ὄρος, καὶ κιβωτόν, ἁγιάσματος καὶ πύλην Θεοῦ.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ τὰ πέρατα φωτίσαντες, θείαις ἀκτῖσι, τῶν δογμάτων ὑμῶν, τὸν σκοτασμὸν τῆς πονηρᾶς, ἀσεβείας διελύσατε, καὶ πρὸς φῶς τὸ ἄδυτον, μεταβάντες ἀεὶ μακαρίζεσθε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τοῦ Πατρὸς τὴν ἐνυπόστατον, σχόντες σοφίαν μαθηταὶ τοῦ Χριστοῦ, πάντας σοφίζουσαν ὑμᾶς, τῇ μωρίᾳ τοῦ κηρύγματος, κόσμον ἐφωτίσατε, καὶ πρὸς γνῶσιν θείαν μετηγάγετε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὰς βασάνους ὑπομείναντες, καθάπερ ἄσαρκοι Χριστοῦ ἀθληταί, πάντας ἀσάρκους δυσμενεῖς, κατὰ κράτος ἐνικήσατε· ὅθεν μακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε. Δόξα... Τὴν Τριάδα προσκυνήσωμεν, σὺν τῷ Πατρί, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν, τὴν ἀδιαίρετον πιστοί, καὶ ἀχώριστον καὶ σύνθρονον, Μονάδα κραυγάζοντες· Ἅγιος εἶ Θεὲ τρισάγιε. Καὶ νῦν ... Θεοτοκίον Μακαρίζομέν σε Πάναγνε, ὡς προεφήτευσας Ἁγνή· Θεὸν γὰρ ἐκυοφόρησας, χορὸς Ἀποστόλων ὃν ἐκήρυξε, μεθˊ ὧν ἡμῖν αἴτησαι, τῶν πταισμάτων λύτρωσιν πανάμωμε.
ΠΑΡΑΣΚΕΥΗ Α΄ ΗΧΟΣ
Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Ξύλῳ τὸ πρὶν ὁ Προπάτωρ, θανάτου γεύεται, ξύλῳ δὲ νῦν τιμίῳ, πᾶς πιστὸς ἐκλυτροῦται, θανάτου καταδίκης, πᾶσα πνοή, ἀνυμνοῦντες δοξάσωμεν, τὸν σταυρωθέντα βουλήσει ὑπὲρ ἡμῶν, καὶ φωτίσαντα τὰ πέρατα.
Πεπωρωμένος καρδίαν, καὶ λογισμοῖς πονηροῖς, ἀπεγνωσμένος ὅλος, καὶ κατακεκριμένος, ὑπάρχων ἐκβοῶ σοι· Λόγε Θεοῦ, τὰ κρυφῆ μοι ἐγκλήματα, καὶ τὰς ἀτάκτους κινήσεις τῶν λογισμῶν, καταπράϋνον ὡς εὔσπλαγχνος.
Ἐν τῷ Σταυρῷ σου Οἰκτίρμον, Χριστὲ καυχώμεθα, καὶ ἐν αὐτῷ τὴν πλάνην, τοῦ ἐχθροῦ ἐκπορθοῦντες, ὑμνοῦμέν σε ἀπαύστως, ὅτι ἡμῶν, τὸ σωτήριον Εὔσπλαγχνε, τῆς γῆς ἐν μέσῳ εἰργάσω ὡς ἀγαθός, ἑκουσίως ὑψωθεὶς ἐν αὐτῷ.
Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Σὲ σωτηρίαν μου πάντοτε, ἐπιγράφομαι, ἐν σοὶ θαρρῶ σωθῆναι, παναγία Παρθένε, ἐκ πάσης οὖν με βλάβης, φθορᾶς καὶ παθῶν, ἀνελπίστου κακίας τε, καὶ ἐξαιρέτως ἐκ γνώμης ἀνηλεοῦς, φιλαργύρου τε ἐξάρπασον.
Ἐπικαλοῦμαί σε πάλιν, Παρθένε Δέσποινα, κατὰ τοῦ πάθους τούτου, τῆς φιλοχρηματίας· καὶ γὰρ θηρὸς ἀγρίου αὐτῆς τὰς ὁρμάς, ἀληθῶς πλέον δέδοικα· φιλαργυρίᾳ γὰρ πράγμασι καὶ μικροῖς, φειδομένοις τούτων κρίνεται.
Ἱλαρωτάτῃ προθέσει, καὶ διαθέσει χρηστῇ, πρὸς τοὺς πτωχοὺς καὶ ξένους, καὶ πενήτων τὰ πλήθη, ὁρᾷν με καθˊ ἑκάστην, ἰσχὺν κραταιάν, Θεοτόκε χορήγησον, ἀκτημοσύνην ἀσπάσασθαι τῷ Θεῷ, οἰκειῶσαι δυναμένην με.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Τῶν οὐρανίων ταγμάτων
Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατον μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;
Ἀπόστιχα Σταυρώσιμα, Ἦχος αˊ
Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος αˊ
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος· διό με φαρμαχθεῖσαν τῷ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα.
Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος αˊ
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλˊ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Τὸν τάφον σου Σωτὴρ Σταυρῷ σου τοὺς ἐχθρούς, τροπωσάμενος Σῶτερ, διάλυσον αὐτῶν, τὰς αἱρέσεις ὡς κόνιν, τὸ κέρας δὲ ἀνύψωσον, τῆς σεπτῆς Ἐκκλησίας σου, στῆσον, Κύριε, τὴν καθˊ ἡμῶν τούτων ζάλην, καὶ εἰρήνευσον, τῶν Ὀρθοδόξων τὰ πλήθη, εὐχαῖς τῆς Τεκούσης σε.
Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος αˊ
Τοῦ λίθου σφραγισθέντος
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τῇ εὐσπλαχγνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς. Τὸν τάφον σου Σωτὴρ Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ΄ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Τὸν τάφον σου Σωτὴρ Ὁρῶσά σε νεκρόν, καὶ γυμνὸν ἐπὶ ξύλου, τιτρώσκομαι δεινῶς, καὶ δονοῦμαι τὰ σπλάγχνα, Υἱέ μου ὑπεράγαθε, καὶ Θεὲ παντοδύναμε, ἡ πανάμωμος, ἐν στεναγμοῖς ἀνεβόα· ἣν ὑμνήσωμεν, ὡς τοῦ Κυρίου Μητέρα, καὶ πίστει δοξάσωμεν.
Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ τὸν ἀνθρωπόλεθρον, ἐθανάτωσας δράκοντα, ἀλλὰ στήριξον, ὀρθοδοξίᾳ τὸν κόσμον καὶ κατάβαλε, αἱρετικῶν τὰς ἐπάρσεις, Σταυρῷ τῷ τιμίῳ σου. Μαρτυρικὸν Ἀθλήσεως καύχημα, καὶ στεφανων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεὸς τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον Τὸν τάφον σου, Σωτὴρ Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;
Κανὼν Σταυρώσιμος, ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσῇ, καὶ διˊ αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν. Ὅτι δεδόξασται. Παθεῖν ἠνέσχου διˊ ἡμᾶς, ὁ τῇ φύσει ἀπαθής, καὶ σταυρωθεὶς μετὰ λῃστῶν, τὸν ἀρχέκακον ἐχθρόν, ἐθανάτωσας Λόγε καὶ ἔσωσας, τοὺς ἀνυμνοῦντάς σε. Ἀνατολὴ ἀνατολῶν, χρηματίζων πρὸς δυσμάς, τῆς ἀπωσμένης Ἰησοῦ, ἦλθες φύσεως ἡμῶν, ὃν ὁ ἥλιος βλέπων κρεμάμενον, τὸ φῶς συνέστειλεν. Μαρτυρικὰ Θάνατον πρόξενον ζωῆς, αἰωνίου Ἀθληταί, ἀνταλλαξάμενοι καλῶς, βασιλείας οὐρανῶν ἠξιώθητε· ὅθεν δοξάζεσθε, καὶ μακαρίζεσθε. Οἱ τὰ παθήματα Χριστοῦ, μιμησάμενοι καλῶς, πάθη ἰᾶσθε τῶν βροτῶν, χειρουργίᾳ μυστικῇ, καὶ διώκετε λόγῳ τὰ πνεύματα, ἅγιοι Μάρτυρες. Σταυροθεοτοκίον Ὥσπερ ἀμνὸν ἐπὶ Σταυροῦ, καθορῶσα ἡ Ἀμνάς, ἀναρτηθέντα τὸν Χριστόν, ἀλαλάζει καὶ βοᾷ· Ποῦ σου ἔδυ τὸ κάλλος μακρόθυμε, Υἱὲ προάναρχε;
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ αˊ
Ἦχος αˊ
Τῷ βοηθήσαντι Θεῷ
Ἐν τῷ πελάγει τῶν δεινῶν, καὶ τῇ ζάλῃ τῶν παθῶν, κλυδωνιζόμενος ἐγώ, τὴν σὴν ἄχραντε Σεμνή, ἐπικαλοῦμαι γαλήνην, διάσωσόν με· λιμὴν γὰρ εἶ τῶν πιστῶν. Προκαθαρθεῖσα τὴν ψυχήν, θείου Πνεύματος φωτί, ὅλον ἐδέξω ἐν γαστρί, τὸ ἀπαύγασμα Πατρός, διὸ τὸν ζόφον μου λῦσον τοῦ πταίσματος, Παρθένε ἄχραντε. Σὲ τὴν οὐράνιον σκηνήν, καὶ ἁγίαν κιβωτόν, ἐν ᾗ τὸν οἶκον ἑαυτοῦ, ᾠκοδόμησε Χριστός, καὶ ἱλαστήριον ἔδειξεν εἰς σωτηρίαν, ἡμῶν μεγαλύνομεν. Σὺ εἶ τοῦ γένους τῶν βροτῶν, ἀσφαλὴς καταφυγή, τεῖχος καὶ σκέπη καὶ λιμήν, καὶ προστάτις κραταιά, ἐν μοχθηροῖς τοῦ βίου πανύμνητε, Θεογεννήτρια.
Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφˊ ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. Ἐπὶ Σταυροῦ παλάμας ἥπλωσας, καὶ δακτύλους θείους ᾑμάτωσας, ἔργον χειρῶν σου τὸν Ἀδάμ, φονικῆς χειρὸς Δέσποτα, ἐκλυτρούμενος, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Πλευρὰν ἐνύγης λόγχῃ Δέσποτα, ἀνορθῶν πλευρᾶς τὸ ὀλίσθημα, ξύλῳ ὑψώθης τὸν ποτέ, ναυαγήσαντα ξύλου καρπῷ, πρὸς Παράδεισον εἰσάγων, σὺν Λῃστῇ τῷ εὐγνώμονι. Μαρτυρικὰ Τῆς Ἐκκλησίας τὰ στηρίγματα, τὰ τῆς εὐσεβείας προπύργια, τοὺς καθαιρέτας τοῦ ἐχθροῦ, τοῦ Κυρίου τοὺς Μάρτυρας, διανοίᾳ καθαρᾷ, μελῳδικῶς ἀνυμνήσωμεν. Οἷά περ θεῖα ὄντες κλήματα, νοητῆς ἀμπέλου οἱ Μάρτυρες, βότρυας ἤνεγκαν σαφῶς, καρτερίας προχέοντες οἶνον, πάντων τὰς καρδίας, τῶν πιστῶν κατευφραίνοντα. Σταυροθεοτοκίον Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε, ὁ τοὺς φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρσίας καταστήσας, κοινωνοὺς θείᾳ χάριτι.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν σου, ἢν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου, ἐν ᾧ ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν Οἰκουμένην. Ἐν τῷ φωτὶ Δέσποινα, τῷ τοῦ Υἱοῦ σου, τὸ ζοφῶδες τῶν ἐμῶν ἀγνοημάτων, μετὰ δακρύων σοῦ δέομαι, διασκέδασον τῇ σῇ πρεσβείᾳ. Ὡς ἔχουσα Πανάχραντε, θαυμάτων ἄβυσσον, καὶ πηγὴν ἰαμάτων, ταῖς πρεσβείαις σου ἀπόσμηξον, πάντα ῥύπον τῆς ἐμῆς ψυχῆς, τὸν ἐξ ἁμαρτίας. Τὸν ἄρρητον τόκον σου, εὐλογημένη προσκυνοῦμεν, εἰς πρεσβείαν σε καλοῦντες, δυσώπησον Ἁγνὴ πάσης ἀνάγκης λυτρωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας. Ἐλπίδων σε πλήρωμα, καὶ θείαν σκέπην, προστασίαν, καὶ ἡμέραν σωτηρίας, κεκτήμεθα, Μήτηρ τοῦ Λόγου, λάμψον ἡμῖν φῶς τῆς μετανοίας.
Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, (ὁ Προφήτης ἔλεγεν), καὶ ἐδόξασά σου τὴν δύναμιν. Νομοθέτης ὢν δίκαιος, μετὰ ἀνόμων κατελογίσθης, ἐπὶ ξύλου ἀναρτώμενος, εὐεργέτα Κύριε, πάντας δικαιῶσαι βουλόμενος. Αἱ δυνάμεις ἐξέστησαν, αἱ τῶν Ἀγγέλων, ἐπὶ Σταυροῦ σε, θεασάμεναι ὑψούμενον, καὶ τοῦ σκότους Ἥλιε, τὰς ἀρχὰς δυνάμει τροπούμενον. Μαρτυρικὰ Ἰαμάτων χαρίσματα, ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, ἀπαντλήσαντες οἱ μάρτυρες, πάντων ἀναπαύουσι, πάθη ψυχοφθόρα ἐν χάριτι. Νυσταγμὸν ἀπωσάμενοι, τῆς ἀμελείας οἱ ἀθλοφόροι, ἐγρηγόρσει θείας πίστεως, τῶν θηρῶν ἐκοίμισαν τὰς ὁρμάς, καὶ χαίροντες ἤθλησαν. Σταυροθεοτοκίον Οἴμοι τέκνον! Πῶς βλέψω σε, ἐπὶ τοῦ ξύλου ἀνηρτημένον, καὶ ἀδίκως θανατούμενον, τὸν ζωὴν παρέχοντα; Ἡ Παρθένος κλαίουσα ἔλεγεν.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ. Ἱλαστήριον ἀκαταίσχυντον, τὴν πρεσβείαν σου πάντες, ἁγνὴ Παρθένε, οἱ πιστοὶ κεκτήμεθα. Θεὸν Ἁγνὴ Λόγον ἐν μήτρᾳ σου, ἀφράστως συλλαβοῦσα, Θεὸν σωτῆρα, τίκτεις τοῦ γένους ἡμῶν. Ἀπροσμάχητον τεῖχος ἔχοντες, τὴν σὴν σκέπην Παρθένε, τῶν ἀοράτων, ἐχθρῶν λυτρούμεθα. Πεπτωκότας ἁμαρτήμασι, διανάστησον Κόρη, εὐλογημένη· ἐλπὶς γὰρ εἶ τῶν πιστῶν.
Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δεσπότα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν. Ἐπὶ Σταυροῦ σαρκὶ ἀνυψούμενος, ἔθνη ἐκάλεσας, μὴ εἰδότα σε, πρὸς σὴν ἐπίγνωσιν, Κριτὰ τῶν ὅλων, μόνε εὐσυμπάθητε, Χριστὲ ὁ Θεὸς ἡμῶν. Σοῦ πρὸς κριτήριον στάντος ἄδικον, δίκαιε Κύριε, δεδικαίωται ὁ πρὶν κατάκριτος Ἀδάμ, καὶ κράζει· Δόξα τῇ Σταυρώσει σου, μακρόθυμε Κύριε. Μαρτυρικὰ Ὥσπερ Παράδεισος θεοφύτευτος, ὤφθητε μάρτυρες, πάθη τίμια, ὡς ἄνθη εὔοσμα προσκεκτημένοι, οἷς εὐωδιάζεται, πιστῶν ψυχὴ ἅπασα. Τὰ εὐθαλέστατα καὶ κατάκαρπα, δένδρα τῆς πίστεως, τὸν ἀθάνατον καρπὸν ἀνθήσαντα, τὰ τῆς κακίας ῥίζας ἀνασπάσαντα, ὑμνοῦμεν τοὺς μάρτυρας. Σταυροθεοτοκίον Ῥάβδος ἡ ἔντιμος ἡ βλαστήσασα, κλάδον ἀμάραντον, ἀνυψούμενον αὐτὸν ὡς ἔβλεπεν ἐπὶ τοῦ ξύλου, Δέσποτα, ἐκραύγαζε· μὴ ἄτεκνον δείξῃς με.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε. Κραταιάν σε ἀντίληψιν, Ἀειπάρθενε ὑπάρχουσαν, ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ δειναῖς ἁμαρτίαις, εὕροιμεν εὔκαιρον βοήθειαν. Τὰ τῶν Ἀγγέλων στρατεύματα, ὡς τὸν Κτίστην τῶν ἁπάντων, ὑπερφυῶς κυήσασαν, καὶ Παρθένον μείνασαν, Θεοτόκε ἀνυμνοῦσί σε ἀεί. Ἐν τῇ πηγῇ τῶν ἰαμάτων σου, καὶ τοῖς ῥείθροις τῶν θαυμάτων σου, τὸν μολυσμὸν ἀπόπλυνον, τὸν ἐκ τῆς ἁμαρτίας, προστριβέντα μοι πανάμωμε. Τὸν ἱλασμὸν τῶν ψυχῶν ἡμῶν, ἐν νηδύϊ συλλαβοῦσα Ἁγνή, σωτηρίαν τέτοκας, τοῖς ἐν πίστει ἀπλέτῳ, Θεοτόκον σὲ δοξάζουσιν.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι. Ὁ τιμῆς πάσης ὕπερθεν, ἀτιμίαν ὑπήνεγκας, Σταυρῷ προσπαγεὶς τοὺς ἀνθρώπους, τιμῆσαι βουλόμενος. Ὑπογράφεις μοι ἄφεσιν, τῷ καλάμῳ τυπτόμενος, καταδουλωθέντι τῷ πλάνῳ, Χριστὲ ὁ Θεὸς ἡμῶν. Μαρτυρικὰ Διὰ πόνων ἀθλήσεως, πρὸς τὴν ἄπονον ἅγιοι, μετέβητε λῆξιν ἀρρήτου, χαρᾶς ἀξιούμενοι. Ἐπυρώθητε ἄνθραξι, τῆς Χριστοῦ ἀγαπήσεως· ὅθεν τῷ πυρὶ ὁμιλοῦντες, ἐμείνατε ἄφλεκτοι. Σταυροθεοτοκίον Μετὰ τόκον Πανάμωμε, ὡς πρὸ τόκου διέμεινας· Θεὸν γὰρ ἐκύησας ξύλῳ, τὸν ἄνθρωπον σώσαντα.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σὺν τῷ Ἰωνᾷ βοῶμέν σοι Κύριε, μετὰ φωνῆς αἰνέσεως δεόμενοι, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. Τῶν ἀλγεινῶν παθῶν μου τὰ συντρίμματα, ἐν τῷ συνδέσμῳ Δέσποινα, τῆς πρεσβείας σου θεράπευσον, καὶ τὴν ῥῶσίν μοι δώρησαι. Ὅλος συλληφθεὶς πολλοῖς ἀτοπήμασι, καὶ συληθεὶς τὸν νοῦν, ἁμαρτίαις πολλαῖς, τῇ σκέπῃ σου καταφεύγω, διάσωσόν με. Πάντες ἀδιστάκτῳ πίστει σε Πάναγνε, ἐκδυσωποῦμεν Παρθένε, τῶν ἐπταισμένων ἡμῖν δώρησαι λύσιν, ὡς Μήτηρ Θεοῦ. Ὡς του νοητοῦ Ἡλίου πανάμωμε, ἀναδειχθεῖσα ὄχημα, φωταγώγησον, τοὺς ἐν νυκτί, ἀγνωσίας καθεύδοντας.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Σταυρούμενος τὴν κτίσιν ἐσάλευσας, νεκρούμενος τὸν ὄφιν ἐνέκρωσας. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ποτίζεται χολὴ ὁ Μακρόθυμος, πηγάζων μοι γλυκασμὸν σωτήριον, τῇ ἐνηδόνῳ βρώσει στερηθέντι, Παραδείσου τῆς τρυφῆς. Μαρτυρικὰ Οἱ Μάρτυρες ξεόμενοι ὄνυξι, νεκρώσεως τὸ πάθος ἀπέθεντο, καταστολὴν δὲ θείαν, ἐκ Θεοῦ ἐκομίσαντο. Τοῖς πάθεσι τὸ πάθος τὸ ἄχραντον, μιμούμενοι καλλίνικοι Μάρτυρες, τοὺς αἰκισμοὺς ῥαδίως, τῶν ἐχθρῶν ὑπεμείνατε. Σταυροθεοτοκίον Σταυρούμενον ὁρῶσα τὸν Κύριον, ἡ ἄμεμπτος Θεοτόκος ἔλεγεν· Οἴμοι! Υἱὲ πῶς θνῄσκεις, ἡ ζωὴ καὶ ἐλπὶς τῶν πιστῶν.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ ἐν τῇ βάτῳ ὀφθείς, ἐν πυρὶ τῷ Νομοθέτῃ, καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ἐν πειρασμοῖς βοηθόν, ἐν κινδύνοις σωτηρίαν, σὲ Δέσποινα ἐπιστάμενοι, πιστῶς ἐκβοῶμεν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου. Τὸν τῆς ζωῆς χορηγόν, ὡς τεκοῦσα Θεοτόκε, ἀνάστησον νεκρωθέντα με, δειναῖς ἁμαρτίαις· Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεὸς ἐκ σοῦ προελθών, ἐλυτρώσατο τὴν φύσιν τῆς κατάρας, καὶ ἰάσατο τὰς πάντων ὀδύνας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου. Χαῖρε χαρὰ τῶν πιστῶν, καὶ λυτήριον λύπης. Χαῖρε πάντων ἱλαστήριον, τῶν πίστει βοώντων· Εὐλογημένη ἄχραντε, Θεοτόκε πανύμνητε.
Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. Ὅτε τῷ Σταυρῷ Σῶτερ ἐπάγης, ἐκλονεῖτο ἡ κτίσις, ἥλιος ἔπαυσε τὰς ἀκτῖνας, καὶ πέτραι ἐσχίζοντο, καὶ ᾅδης Σῶτερ ἐγυμνοῦτο, μὴ φέρων σου τὸ κράτος. Ὑπὲρ καταδίκων ἀπωσμένων, καταδίκης ἠνέσχου, ὑπὲρ τοῦ γύμνωσιν ὑποστάντος, γυμνὸς ξύλῳ κρέμασαι, Οἰκτίρμον. Μέγα σου τὸ κράτος, καὶ ἡ φιλανθρωπία. Μαρτυρικὰ Οἱ τῶν Ἀσωμάτων συμπολῖται, οἱ Χριστοῦ στρατιῶται, Σταυρὸν ὡς θωρακα ἐνδυσάμενοι, πρὸς τὸν ἀντίπαλον χωροῦσι, καὶ τούτων ὡραίοις, ποσὶ καταπατοῦσιν. Ἵσταντο ἐν μέσῳ τοῦ σταδίου, τοῖς μοχλοῖς οἱ γενναῖοι μέλη συνθλώμενοι, καὶ τὴν δόμησιν ἀναμοχλεύοντες τῆς πλάνης, καὶ τοὺς δαιμόνων βωμοὺς ἐδαφίζοντες. Σταυροθεοτοκίον Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα, ὑψωθέντα ἐν ξύλῳ, καὶ καταράσσοντα τὰς ὑψώσεις, ἐχθροῦ θεωρήσασα, τὸν μόνον ὕψιστον, ἀνύμνει Χριστὸν μεγαλοφώνως.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὕμνον σοι προσφέρομεν τῶν ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱλέωσαι τὸν εὔσπλαγχνον Θεὸν καὶ Λόγον, Θεοκυῆτορ ὑπὲρ τῶν πίστει, ἀσιγήτως βοώντων· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Καθάρσιον ἔχοντες τὴν σὴν πρεσβείαν, οἱ ἐμπαγέντες βυθῷ πταισμάτων, Θεοτόκε βοῶμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σὲ πάντες καταφύγιον ἐν περιστάσει, καὶ συμμαχίαν καὶ προστασίαν, κεκτημένοι βοῶμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἀχλὺς κυμάτων δεινῶν συνταράττει με· διὸ προστρέχω ἐν τῷ λιμένι, τῆς σῆς πρεσβείας κραυγάζων· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σὲ ἥν περ εἶδε Μωυσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἢν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι΄ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν. Ὢ! πῶς λαὸς ὁ ἀπειθής, παραδίδωσι Σταυρῷ, τὸν μόνον μακρόθυμον, ἐθελοντὶ πτωχεύσαντα, καὶ πάθος δεξάμενον, καὶ ἀπαθείας πρόξενον γενόμενον, πᾶσι τοῖς ἐξ Ἀδὰμ ὀλισθήσασιν. Σταύρωσιν ἄτιμον Χριστέ, κατεδέξω ἐν σαρκί, τιμῆσαι βουλόμενος, ἀτιμασθέντα πάθεσιν, ἀλόγοις τὸν ἄνθρωπον, καὶ τὸ ἀρχαῖον κάλλος ἀπολέσαντα, δόξα τῇ ὑπέρ νοῦν εὐσπλαγχνίᾳ σου. Μαρτυρικὰ Ἥλιε ἄδυτε Χριστέ, τοὺς ὀρθρίζοντας πρὸς σέ, καὶ σκότος κολάσεως, παραδραμόντας νεύσει σου, εἰς φέγγος ὡδήγησας τῆς σῆς, ἀρρήτου δόξης καὶ λαμπρότητος· φώτισον οὖν ἡμᾶς ταῖς αὐτῶν προσευχαῖς. Φάλαγξ μαρτύρων ἱερῶν, μυριάδας νοητῶν, ἐχθρῶν ἐτροπώσαντο, καὶ μυριάσιν ἥνωνται ἁγίων Δυνάμεων, καὶ τὰ μύρια πάθη τῶν ψυχῶν ἡμῶν, νεύσει παντουργικῇ θεραπεύουσιν. Θεοτοκίον Φέγγει Παρθένε τοῦ ἐκ σοῦ, ἀνατείλαντος σαρκί, τὸν νοῦν μου καταύγασον, καὶ τὴν καρδίαν φώτισον, τὸ σκότος διώκουσα τῆς ἁμαρτίας, καὶ τῆς ῥαθυμίας μου, ἅπασαν τὴν ἀχλὺν ἀπελαύνουσα.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ
Ἦχος αˊ
Σὲ ἥν περ εἶδε Μωϋσῆς
Ἔχουσα πλῆθος συμπαθές, καὶ πλουσίους οἰκτιρμούς, τὰ πάθη καὶ τραύματα, τοῦ σώματος καὶ μώλωπας, καὶ τὰς ὀδύνας θεράπευσον Δέσποινα, δούλου τοῦ σοῦ, ὅπως κατὰ χρέος δοξάζω σε. Σὲ ὡς τὸν Λόγον τοῦ Πατρός, συλλαβοῦσαν ἐν γαστρί, καὶ τοῦτον κυήσασαν, ὑπὲρ φύσιν πάναγνε, καὶ Παρθένον μείνασαν, δοξολογῶ εὐχαρίστως, κράζων σοι· Χαῖρε ἁμαρτωλῶν ἡ βοήθεια. Μόνη ὑπάρχεις ἀπλανής, ὁδηγία τῶν πιστῶν, καὶ τρίβος σωτήριος, εἰς εὐθεῖαν ἡμᾶς ἄγουσα, ὁδὸν οὐράνιον, τῆς Βασιλείας τοῦ μόνου Θεοῦ, Ἄχραντε, ἡ ἐλπὶς τῶν ψυχῶν ἡμῶν. Σὺ τὸν οὐράνιον ἡμῖν, ἐγεώργησας στάχυν, καὶ τρέφεις πανάμωμε, καὶ πρεσβεύεις πάντοτε, καὶ σῴζεις ἐκ θλίψεως καὶ κινδύνων, καὶ παρέχεις ἅπασιν, ἱλασμόν ἁμαρτιῶν τοῖς ὑμνοῦσί σε.
Ἀπόστιχα Σταυρώσιμα, Ἦχος αˊ
Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος αˊ
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ὑψώθης Οἰκτίρμον ἐν Σταυρῷ, ὡς ἀρνίον ἄκακον, ἐθελουσίως σφαττόμενος, τέκνον γλυκύτατον, ἐν κλαυθμῷ ἐβόα, ἡ Ἀμνὰς ἡ ἄσπιλος, ὁρῶσα ἐπὶ ξύλου τὸν Κύριον, ἐγὼ δὲ πίμπραμαι, τὴν καρδίαν καὶ τιτρώσκομαι, ἀλλˊ ὑμνῶ σου τὸ ἄμετρον ἔλεος.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Σταυρωθεὶς ὁ ἀναμάρτητος, τὰς ἁμαρτίας πάντων ᾖρας Χριστέ, καὶ λογχευθείς σου τὴν πλευράν, σωτηρίας κρουνοὺς ἔβλυσας, αἵματος καὶ ὕδατος ἀναπλάττων, τούς συντετριμμένους φθορᾷ. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐπὶ ξύλου καθηλούμενος, ἐθελουσίως Ἰησοῦ ὁ Θεός, ἄπαν ἐξήλωσας Ἀδάμ, ἐμπαθὲς Οἰκτίρμον νόημα, τραύμασι τιμίοις δέ, τῶν δαιμόνων, πληθὺν ἐτραυμάτισας. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οἱ τὰ Πάθη μιμησάμενοι, τοῦ ἑκουσίως πεπονθότος σαρκί, Μάρτυρες ἔνδοξοι ἀεί, πάθη παύετε δυσίατα, νόσους τε διώκετε, τῶν ἀνθρώπων, ἰσχύϊ τοῦ Πνεύματος. Δόξα... Ἰσοδύναμον ὁμότιμον, σὲ τὴν Τριάδα ὀνομάζομεν, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μίαν τρισυπόστατον, θεαρχίαν, πιστῶς μεγαλύνοντες. Καὶ νῦν... Σταυροθεοτοκίον Τῷ Σταυρῷ σε καθηλούμενον, ὡς ἐθεάσατο Χριστὲ ὁ Θεός, ἡ σὲ κυήσασα σαρκί, θρηνῳδοῦσα ἀπεφθέγγετο. Τί σοι ἀνταπέδωκεν, ὦ Υἱέ μου, δῆμος ὁ ἀχάριστος;
ΣΑΒΒΑΤΟΝ Α΄ ΗΧΟΣ
Στιχηρὰ Δεσποτικόν, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ξύλου βρώσει τέθνηκα ποτέ, συμβουλίᾳ ὄφεως, συνεπαρθεὶς καὶ ἐξόριστος, τῆς θείας δόξης σου, γεγονὼς ὁ τάλας· διὸ τεθανάτωμαι, ὑπὸ τῆς ἁμαρτίας ὁ δείλαιος· λοιπὸν Φιλάνθρωπε, σὺ ὡς μόνος εὐδιάλλακτος, Παραδείσου, οἰκήτορα ποίησον.
Πάντα καταλείψασα ψυχή, ἐννοοῦ τὴν ὥραν σου, τὴν τελευταίαν καὶ πρόσεχε, σαυτῇ, πρὸς ἔξοδον, ἑτοιμαζομένη, ὅπως μὴ αἰφνίδιος, ἐλθών σε καταλάβῃ ὁ θάνατος, εὑρὼν ἀνέτοιμον· τῷ Κυρίῳ οὖν ἀείποτε, γρηγοροῦσα, προσεύχου καὶ δάκρυε.
Νέκρωσον τὸ φρόνημα παθῶν, τῶν παρενοχλούντων με, καὶ τὰς ἀτάκτους κινήσεις μου, Θεὲ προάναρχε, θείᾳ ἐξουσίᾳ, πράϋνον ὡς εὔσπλαγχνος, παρέχων μοι πταισμάτων τὴν ἄφεσιν, ὡς εὐδιάλλακτος, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος, διὰ πλοῦτον, τῆς σῆς ἀγαθότητος.
Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες
Ἁγία Θεόνυμφε ἁγνόν, σεμνόν με καὶ σώφρονα, πρᾷον ἡσύχιον κόσμιον, εὐθὺν καὶ ὅσιον, ἀληθῆ ἀνδρεῖον, φρόνιμον μακρόθυμον, χρηστὸν ἐπιεικῆ τε καὶ μέτριον, ἄμεμπτον ἄμωμον, ἀνεπίληπτόν τε ποίησον, καὶ πρὸς τούτοις Παραδείσου μέτοχον.
Ὑπέκκαυμα γέγονα αἰσχρᾶς, ἀσωτίας Ἄχραντε, ἐφευρετὴς παραπτώσεων, παθῶν διδάσκαλος, ὁδηγὸς λαγνείας, ἀσελγείας πρόξενος, δεινῆς ἀκολασίας συνήγορος· καὶ ἔτι τούτων γάρ, ταῖς ἐννοίαις ἐνηδύνομαι, ἀλλὰ πάσης ἀπωλείας ῥῦσαί με.
Δεινῶς με χειμάζουσι δεινοῖ, ἁμαρτίας χείμαρροι, ὠδίνες ᾅδου κυκλοῦσί με, παγὶς θανάτου δέ, ψυχικοῦ προφθάνει, ἐλεῆμον Δέσποινα, βοῶ σοι μετˊ ὀδύνης καρδίας μου. Σπεῦσον ἐξάρπασον, ἐκ θανάτου ἀπογνώσεως, καὶ ἐξ ᾅδου, νῦν τῆς ἀπωλείας με.
Θεοτοκίον, Ἦχος αˊ
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος. Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος αˊ
Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε. Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος αˊ
Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἦχος αˊ, Αὐτόμελον
Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλˊ οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Νεκρώσιμον, Ἦχος αˊ
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλˊ ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
Θεοτοκίον, Ἦχος αˊ
Χαίροις παρˊ ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιονἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Ἀπολυτίκιον τοῦ ῆχου βˊ
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Νεκρώσιμον. Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων Σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν. Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ
Ἦχος αˊ
Τοῦ λίθου σφραγισθέντος
Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διˊ ὑμῶν, πᾶσιν ἰάματα. Μαρτυρικὸν Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα
Ἦχος αˊ
Τὸν τάφον σου Σωτὴρ
Μαρτυρικὸν Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα σου ἔλεος. Ἔτερα Νεκρώσιμα Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου. Τὸν τάφον σου Σωτὴρ Ἐν τόπῳ φωτεινῷ, ἐν χορῷ τῶν δικαίων, ἀνάπαυσον Σωτήρ, τοὺς πρὸς σὲ μεταστάντας· εἰς σὲ γὰρ φιλάνθρωπε, τὰς ἐλπίδας ἀνέθεντο. Δέξαι δέησιν, ὑπὲρ πατέρων καὶ τέκνων, καὶ δικαίωσον, ὧν ἐκτελοῦμεν τὴν μνήμην, ὡς ὢν πολυέλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θˊ ᾨδῇ. Ἰωσήφ. ᾨδὴ αˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα. Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον. Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν. Μαρτυρικὰ Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν. Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι. Θεοτοκίον Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα.
Κανὼν Νεκρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Πιστῶς θανοῦσιν πρῶτον ὕμνον προσφέρω. ᾨδὴ αˊ
Ἦχος αˊ
Σοῦ ἡ τροπαιοῦχος δεξιά
Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου. Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον. Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον. Θεοτοκίον Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν· αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε· διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς. Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε· διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε. Μαρτυρικὰ Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες· διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατˊ ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε. Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν. Θεοτοκίον Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον.
Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ
Ἦχος αˊ
Ὁ μόνος εἰδὼς
Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται. Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε. Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε. Θεοτοκίον Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Λαμπάδες ἐν Πνεύματι, ζωῆς λόγον φαίνουσαι, καὶ τὰ πληρώματα τῆς γῆς, φωταγωγοῦσαι μυστικῶς, Προφῆται ὡράθητε· διὸ βοῶ· Εὐχαῖς ἡμῶν συντηρήσατε, τὴν τῆς ψυχῆς μου λαμπάδα ἀκοίμητον. Ὡς πλήρεις ναμάτων, ζωηρρύτων τοῦ Πνεύματος, ἀναφανέντες ποταμοί, καὶ καταρδεύοντες τὴν γῆν, Προφῆται θεσπέσιοι, τὴν τῷ αὐχμῷ κατατακεῖσαν καρδίαν μου, καταδροσίσατε ταύτην πανεύφημοι. Μαρτυρικὰ Αἱμάτων πανεύφημοι, ῥανίσι τοὺς ἄνθρακας, ἐναποσβέσαντες σοφοί, τῆς ἀθεΐας ἀθληταί, τοῖς πεπυρωμένοις με, τοῦ πονηροῦ καταφλεγόμενον βέλεσι, καταδροσίσατε δρόσῳ τοῦ Πνεύματος. Μαρτύρων Χριστέ μου, τὰς λιτὰς προσδεξαμενος, ἐναθλησάντων ὑπὲρ σοῦ, καὶ νικησάντων τὸν ἐχθρόν, ἐχθρῶν ὀρωμένων με, ὡς ἀγαθός, καὶ ἀοράτων ἐξάρπασον, ἐπιζητούντων ἀεὶ θανατῶσαί με. Θεοτοκίον Ναὀν σε τῆς δόξης, ἐπιστάμενοι Ἄχραντε, ἐν τῷ ναῷ σου τῷ σεπτῷ, συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα, θεοπρεπῶς ἁγνὴ Παρθένε βοήθειαν, καὶ τῇ σεπτῇ σου πρεσβείᾳ σῳζόμεθα.
Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ
Ἦχος αˊ
Ὄρος σε τῇ χάριτι
Νεκρώσας τὸν ᾅδην, ἀηττήτῳ δυνάμει σου, ὁ λογισθεὶς ἐν τοῖς νεκροῖς, μόνος ἐλεύθερος Χριστέ, ψυχὰς ἐλευθέρωσον, τῶν εὐσεβῶν τῆς ἐν αὐτῷ κατακρίσεως, ταῖς τῶν ἁγίων μαρτύρων δεήσεσιν. Ὁ πάντων ὑπάρχων, ὡς Δεσπότης ἀντάξιος, τοὺς ἐξ Ἀδὰμ τῆς σῆς σφαγῆς, λύτρον ἐδέξω καὶ τιμήν· διό σου δεόμεθα, τῶν οἰκτιρμῶν τοὺς μετασταντας ἀνάπαυσον, τὴν τῶν πταισμάτων παρέχων συγχώρησιν. Ὑπέστης Σωτήρ μου, τὴν ἐν τάφῳ κατάθεσιν, καὶ τοὺς ἐν τάφοις κατοικεῖν, κατακριθέντας γηγενεῖς, νεκροὺς ἐξανέστησας, νῦν δὲ ζωῆς τῆς ἀϊδίου, ἀξίωσον τούς μεταστάντας, ὡς μόνος φιλάνθρωπος. Θεοτοκίον Σέσωσται τὸ γένος, τῶν ἀνθρώπων τῷ τόκῳ σου· σὺ γὰρ ἐκύησας ἡμῖν, τὴν ἐνυπόστατον ζωήν, θανάτου καθαίρεσιν καὶ πρὸς ζωὴν ἐργαζομένην ἐπάνοδον, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε. Οἱ τοῦ Νόμου τῇ σκιᾷ, εὐσεβῶς διαπρέψαντες, καὶ τὸ φέγγος τῆς ἐνθέου, μηνύσαντες χάριτος, τῆς σκιᾶς με ῥύσασθε, θανατηφόρου ἁμαρτίας, Θεοῦ Προφῆται πανένδοξοι. Ἐπορθρίσας πρὸς Θεόν, ἐκ νυκτὸς θεαυγέστατε, Ἡσαΐα, ἐφωτίσθης, καὶ φῶς ἐχρημάτισας· διὸ ἱκετεύω σε, τὴν σκοτισθεῖσάν μου καρδίαν, σαῖς προσευχαῖς φωταγώγησον. Μαρτυρικὰ Τεινόμενοι καὶ τὸ σῶμα, ποιναῖς συντριβόμενοι, πανεύφημοι ἀθλοφόροι, Θεὸν ἐδοξάσατε, τοῖς οἰκείοις μέλεσιν, ὃν ἱκετεύσατε τυχεῖν με, δόξης ἐνθέου μακάριοι. Συλλαβεῖν με ἐν γαστρί, διανοίας τὸν φόβον σου, καὶ κυῆσαι σωτηρίας σου, πνεῦμα ἀξίωσον, διὰ τῶν Μαρτύρων σου, τῶν ὁλικῶς σε ποθησάντων, Λόγε Θεοῦ ὑπεράγαθε. Θεοτοκίον Μητέρα σε τοῦ τὰ πάντα, βουλήσει ποιήσαντος, γινώσκοντες τῷ ναῷ σου, τῷ θείῳ προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι, τῇ μεσιτείᾳ σου Παρθένε, λύσιν σφαλμάτων κομίσασθαι.
Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ
Ἦχος αˊ
Ὁ φωτίσας τῇ ἐλλάμψει
Ἰώμενος τὸν ἰὸν τοῦ θανάτου, τὸν θάνατον κατεδέξω, καὶ θανάτου τὸ κέντρον ἠμαύρωσας, ἀλλˊ αὐτὸς ἀνάπαυσον, οὓς προσελάβου ζωοδότα, ταῖς τῶν Μαρτύρων δεήσεσιν. Νεκρώσεως καὶ φθορᾶς, τοὺς ἀνθρώπους ἀπήλλαξας, τὰ πνεύματα τῶν πιστῶς, μεταστάντων κατάταξον, ἐν σκηναῖς Ἁγίων σου· ὅθεν ἀπέδρα πᾶσα λύπη, καὶ εὐφροσύνη πεφύτευται. Παράδεισον τῷ σὺν σοί, κρεμασθέντι ὡς ἤνοιξας, νῦν προσδέχου τὰς ψυχάς, τῶν πρὸς σὲ διὰ πίστεως, μεταστάντων Δέσποτα, διδοὺς αὐτοῖς ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων αὐλίζεσθαι. Θεοτοκίον Ῥυομένη τοὺς ἐν σοί, τῆς ἐλπίδος τὴν ἄγκυραν, κατέχοντας, πρὸς λιμένα τοῦ θείου θελήματος, εὐμενῶς ὁδήγησον, τῇ μητρικῇ σου παρρησίᾳ, εὐλογημένη Πανάμωμε.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις. Πελάγει με τοῦ βίου κινδυνεύοντα, καὶ κήτει προσριπτούμενον ἁμαρτίας, ἀναμάρτητε Χριστέ, ὡς τὸν Ἰωνᾶν ἐκ φθορᾶς ἐξάρπασον, καὶ πρὸς ζωῆς γαληνοτάτους, λιμένας ἴθυνον. Χορὸς προφητικὸς καθικετεύει σε, οἱ Νόμῳ διαλάμψαντες, τὸν πρὸ Νόμου θεραπεύσαντες Χριστόν, σὲ τὸν ἐν αὐτοῖς ἀναπαυόμενον, ἁμαρτιῶν πᾶσι παράσχου, λύσιν ὡς εὔσπλαγχνος. Μαρτυρικὰ Κυκλούμενοι ποιναῖς καὶ μαστιγώσεσι, Χριστὸν οὐκ ἐξηρνήσασθε, παμμακάριστοι· διό με τοῦ ἐχθροῦ, ταῖς ἐπαγωγαῖς περικυκλούμενον, ταὶς πρὸς Θεὸν ὑμῶν πρεσβείαις, ἀπολυτρώσασθε. Τῶν ἄθλων καλλοναῖς ὡραϊζόμενοι, τῇ πάντων ὡραιότητι, πλησιάζετε ὁπλῖται τοῦ Χριστοῦ· ὅθεν δυσωπῶ τῆς διανοίας μου, τὸ ἀκαλλὲς καθωραΐσαι, θείαις δεήσεσιν. Θεοτοκίον Μαρία καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν ἐναποκάθαρον, τὴν καρδίαν μου καὶ σκεῦος καθαρόν, Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῶ καὶ μεγαλύνω, σὲ τὴν Πανύμνητον.
Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ
Ἦχος αˊ
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος
Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι, πταισμάτων τὴν συγχώρησιν, τὴν αἰώνιον ἀπόλαυσιν διδούς, ἔνθα καταλάμπει τοῦ προσώπου σου, ὁ φωτισμός, καὶ καταυγάζει, τοὺς ἀθλοφόρους σου. Τῷ αἵματι τῷ ἐκ πλευρᾶς σου ῥεύσαντι, τὸν κόσμον ἠλευθέρωσας, τοὺς ἐν πίστει μεταστάντας οὖν πρὸς σέ, ῥῦσαι τῇ δυνάμει τῶν παθημάτων σου· σὺ γὰρ τιμήν, τὴν ὑπὲρ πάντων, σεαυτὸν δέδωκας. Ὁ πλάσας με χερσὶν ἀχράντοις πρότερον, καὶ πνεῦμα χαρισάμενος, καὶ πρὸς γῆν καταπεσόντα χαλεπῶς, πάλιν ἀναπλάσας ὡραιότερον, νῦν τὰς ψυχάς, τῶν μεταστάντων, αὐτὸς ἀνάπαυσον. Νυμφῶνά σου τὸν φωτοφόρον Κύριε, σκηνῶσαι καταξίωσον, τοὺς ἐν πίστει κοιμηθέντας τῇ εἰς σέ, τούτων παρορῶν τὰ ἁμαρτήματα, ὡς ἀγαθός, καὶ ἐλεήμων, καὶ πολυέλεος. Θεοτοκίον Ὑμνοῦμέν σε, εὐλογημένη Ἄχραντε, διˊ ἧς ἡμῖν ἀνέτειλε, τοῖς ἐν σκότει τοῦ θανάτου καὶ σκιᾷ, τῆς δικαιοσύνης ἄδυτος Ἥλιος· σὺ γὰρ ἡμῖν τῆς σωτηρίας, πρόξενος γέγονας.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τῶν Προφητῶν, δυσωπεῖ σε Κύριε, ὁ ἱερώτατος χορός, εὐλογίαις πνευματικαῖς, πάντας ἐπευλόγησον τοὺς δοξολογοῦντας σε, καὶ ἐν αἰνέσει κραυγάζοντας· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Οἱ τοῦ πυρός, φύσιν ἐκνικήσαντες, ἐπουρανίῳ δροσισμῷ, θεῖοι Παῖδες ἐκ τοῦ πυρός, τοῦ διαιωνίζοντος, ῥύσασθέ με ψάλλοντα, καὶ ἐν αἰνέσει κραυγάζοντα, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Μαρτυρικὰ Μαρτυρικαῖς, νίκαις κλεϊζόμενοι, δόξης ἐτύχετε Θεοῦ, αἰωνίου δόξης ἡμᾶς· ὅθεν ἀξιώσατε, Μάρτυρες πανένδοξοι, τοὺς εὐσεβῶς ἀναμέλποντας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Οἱ τὰς ὁρμάς, τῶν λεόντων παύσαντες, τῇ πρὸς τὸν Κύριον ὁρμῇ, τὸν ὁρμῶντα νῦν κατ΄ ἐμοῦ, δράκοντα πατάξατε Μάρτυρες, καὶ σώσατε εὐσεβοφρόνως βοῶντά με· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον Πρὸς τὸν ἐκ σοῦ, γεννηθέντα Κύριον, γενοῦ μεσίτης Ἀγαθή, τῆς γεέννης καὶ τοῦ πυρός, ὅπως με λυτρώσηται, καὶ καταξιώσῃ με τῆς βασιλείας κραυγάζοντα· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ
Ἦχος αˊ
Σὲ νοητήν
Μαρμαρυγαῖς, τῆς ἀχράντου δόξης σου, περιαυγάζεσθαι Χριστέ, τοὺς ἐκ ζάλης τῆς κοσμικῆς, πρὸς σὲ ἐκδημήσαντας, πάντας καταξίωσον, μετὰ Μαρτύρων κραυγάζειν σοι· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Νέος Ἀδάμ, ἀληθῶς γενόμενος, ὁ τοῦ Ἀδὰμ δημιουργός, τὴν κατάραν τὴν τοῦ Ἀδάμ, μόνος ἐξηφάνισας· ὅθεν σου δεόμεθα, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν τῇ τρυφῇ τοῦ Παραδείσου Χριστέ, ὡς μόνος ἐϋσπλαγχνος. Ὁ τὴν ἡμῶν, φυσικὴν ἀσθένειαν, μόνος γινώσκων ὡς Θεός, ἀγαθός τε καὶ συμπαθής, πάντας οὓς μετέστησας, ἔνθα φῶς τὸ ἄδυτον, ἐπισκοπεῖ τοῦ προσώπου σου, τάξον Χριστέ, ὁ τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῷ σῷ παρῆλθον τοκετῷ Θεομῆτορ· σὺ γὰρ ἡμῖν τὸ τῆς θείας χάριτος, φέγγος ἐξανέτειλας, διˊ οὗ τῆς πρὶν ἐκλυτρούμεθα, ἀρᾶς, Ἁγνή, ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πειρασθέντες καὶ διὰ Χριστόν, ἀδίκως διωχθέντες Προφῆται, ἐκ πειρασμῶν τε καὶ κολάσεων ἡμᾶς, λυτρώσασθε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὡς δοχεῖα θείων δωρεῶν, Προφῆται θεηγόροι πρεσβεύσατε, καταγώγια ἡμᾶς γενέσθαι τοῦ Πνεύματος, τοὺς βοῶντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὸν Δεσμευθέντες πᾶσαν τοῦ ἐχθροῦ, ἐλύσατε κακίαν· διό με πεπεδημένον, ἁμαρτήμασι σοφοί, λυτρώσατε Μάρτυρες, μελῳδοῦντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου, καταύγασον φωτί, Θεοῦ ἐπιγνώσεως, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ
Ἦχος αˊ
Ἐν καμίνῳ Παῖδες
Παραστάτας Σῶτερ δεξιούς, τῇ πίστει δικαιώσας, πρεσβείαις τῶν ἀθλοφόρων, οὓς μετέστησας πιστούς, ἀνάδειξον μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ῥύπον πάντα τῶν σῶν οἰκετῶν, τῆς σῆς φιλανθρωπίας, τῇ δρόσῳ τῶν κοιμηθέντων, ἀποπλύνας σε ὑμνεῖν, ἀξίωσον ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὁ θανάτου ἔχων καὶ ζωῆς, πᾶσαν τὴν ἐξουσίαν, τοὺς πίστει κεκοιμημένους, σῆς ἐλλάμψεως τυχεῖν, εὐδόκησον κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Σωτηρίας πρόξενος ἡμῖν, καὶ τῆς εἰς ἀπεράντους αἰῶνας, διαμονῆς τε καὶ λαμπρότητος, Ἁγνὴ ἐγένου Πανάμωμε. Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ
Ἦχος αˊ
Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθˊ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Ἵνα ἱεροῖς σκηνώμασι, προδηλωθῇ Χριστέ, σοῦ ἡ συγκατάβασις, σκεύη ἐκλεκτὰ τοὺς σοὺς Προφήτας ἀνέδειξας, διˊ αὐτῶν προδηλῶν τὰ ἐσόμενα, διˊ ὧν σε δυσωποῦμεν, τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι. Ὤφθης τοῖς Προφήταις Δέσποτα, καθὼς ἐχώρουν βλέπειν σου τὴν λαμπρότητα, τούτων προσευχαῖς, χωρητικοὺς ἡμᾶς ποίησον, τῶν ἐν σοὶ καθαρῶν ἐπιλάμψεων, παθῶν ἐξ ἁμαρτίας, ἀποκαθάρας τὰς ψυχὰς ἡμῶν. Μαρτυρικὰ Σῶμα παραδόντες μάστιξι, τὰ τῶν δαιμόνων στίφη κατεμαστίξατε, ἄπληγον τὸν νοῦν, διατηρήσαντες Μάρτυρες· πληγωθεῖσαν διὸ τὴν καρδίαν μου, τῷ βέλει τῆς κακίας, ταῖς προσευχαῖς ὑμῶν ἰάσασθε. Ἤλγει διωκτῶν κακόνοια, τὰς ἐκ πληγῶν ὀδύνας ὑμῖν προσφέρουσα, Μάρτυρες σεπτοί, τῆς εὐσεβείας ὑπέρμαχοι· τῆς ψυχῆς μου διὸ θεραπεύσατε, τὰς χαλεπὰς ὀδύνας, καὶ τῆς καρδίας μου τὰ τραύματα. Θεοτοκίον Φρίττει νοερὰ στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ Παναμώμητε.
Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ
Ἦχος αˊ
Τύπον τῆς ἁγνῆς
Φεῖσαι ὡς Θεὸς φιλάνθρωπος, καὶ ἐλεήμων τοῦ ἰδίου σου πλάσματος, καὶ ἀνάπαυσον, ἐν ταῖς σκηναῖς τῶν Ἁγίων σου, ἔνθα Μάρτυρες πάντες ἀγάλλονται, τοὺς πίστει μεταστάντας, ἐκ τῶν προσκαίρων Πολυέλεε. Ἔχων τοῦ ἐλέους ἄβυσσον, ὑπερνικῶσαν τὰ τῶν δούλων σου πταίσματα, προσδεξάμενος, οὓς ἐξελέξω ἀνάπαυσον, Ἀβραὰμ ἐν τοῖς κόλποις φιλάνθρωπε, καὶ μετὰ τοῦ Λαζάρου, ἐν τῷ φωτί σου κατασκήνωσον. Ῥύστης καὶ Σωτὴρ γενόμενος, τοῦ τῶν ἀνθρώπων γένους διὰ σταυρώσεως, οὓς νῦν ἐξ ἡμῶν, ὡς εὐεργέτης μετέστησας, ἀπολαύσεως θείας ἀξίωσον, καὶ ζωῆς ἀκηράτου, καὶ εὐφροσύνης καὶ λαμπρότητος. Θεοτοκίον Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη, ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου· διό σε πάντες μεγαλύνομεν.
Ἦχος αˊ
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρά, Μαρτυρικὰ, Ἦχος αˊ
Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπˊ οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον, Ἦχος αˊ
Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο, ἀλλˊ ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Θεοτοκίον, Ἦχος αˊ
Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων.
Ἀπόστιχα τοῦ Θεοφάνους
Ἦχος αˊ
Πανεύφημοι Μάρτυρες ὑμᾶς
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀξίωσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, καὶ ἐν ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ πλημμελήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα! ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ἀνθρώπου, δυσωποῦμέν σε Δέσποτα, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παράσχου ζωὴν τὴν αἰώνιον. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Σταυρῷ σου γηθόμενοι Σωτήρ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, ὃν νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, ὡς δεσπότης δώρησαι, ἐφ οὗ σου τὸ ζωήρρυτον ἔχεας, αἷμα καὶ τίμιον, καὶ τῆς δόξης ἀνεσπέρου σου, ἀπολαύειν τούτους καταξίωσον.
Θεοτοκίον, Ἦχος αˊ
Πανεύφημοι μάρτυρες
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν ἁγίων καὶ φαιδρότητος, ἀξιῶσαι ἐν τῇ βασιλείᾳ αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἦχος αˊ
Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀθλητῶν πληθὺς ἀμέτρητος, Ἀρχιερέων καὶ σοφῶν γυναικῶν, καὶ Προφητῶν πανευκλεῶν, δυσωπεῖ σε Ἰησοῦ ὁ Θεός, δίδου πᾶσιν ἄφεσιν, τῶν πταισμάτων, ὡς μόνος φιλάνθρωπος. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Οἱ τὸν δρόμον διανύσαντες, τὸν ἱερώτατον Χριστοῦ Ἀσκηταί, σὺν Ἱεράρχαις ἱεροῖς, καὶ Προφήταις ἠξιώθητε, πόλιν τὴν οὐράνιον, σὺν Ἀγγέλοις, οἰκεῖν εὐφραινόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἐν φωτὶ Χριστὲ κατάταξον, τῷ ἀνεσπέρῳ, οὓς μετέστησας, τὰ παραπτώματα αὐτῶν παραβλέψας, ὡς οἰκτίρμων Θεός, ὅπως σοῦ δοξάζωμεν, Εὐεργέτα, τὸ πλούσιον ἔλεος. Δόξα... Σὺν Πατρὶ τῷ προανάρχῳ σου, καὶ τῷ ἁγίῳ Πνεύματι Χριστὲ ὁ Θεός, πάντες δοξάζομεν τὴν σήν, φιλανθρωπίαν ἀνακράζοντες· Μνήσθητι τῶν δούλων σου, ἐν τῇ ὥρᾳ τῆς κρίσεως Κύριε. Καὶ νῦν... Θεοτοκίον Ὡς παλάτιον εὐρύχωρον, καὶ θρόνον δόξης καὶ νεφέλην φωτός, ὑμνολογοῦμέν σε Ἁγνή, καὶ δεόμεθα, διάλυσον νέφη τὰ δεινότατα, καὶ τὰ πάθη, Κόρη, τῶν ψυχῶν ἡμῶν.