Источник

Ήχος βˊ

ΚΥΡΙΑΚΗ Βˊ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος β΄

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθˊ ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Δογματικόν, Ἦχος β΄

Ὢ τοῦ μεγίστου μυστηρίου!

Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν, Ἦχος β΄

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε, δόξα σοι.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος β΄

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σῴζεσθαι τοὺς δούλους σου.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα, ἀφορμὰς μετανοίας μοι παράσχου Παρθένε, ὅπως ἀκατάκριτος, ἐκεῖ ὀφθήσωμαι· σὲ γὰρ ἐπιγράφομαι, πρέσβυν, σὲ ἐπικαλοῦμαι προστάτιν, μή με καταισχύνῃς θεονύμφευτε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰμὴ σὲ Θεόνυμφε, μὴ ἀπορρίψῃς ἡμᾶς, τῆς θερμῆς προστασίας σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου, Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δεῖξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νῦν ὀργῆς ἡμᾶς διάσωσον.

Θεοτοκίον, Ἦχος β΄

Τίς σε κατˊ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; εὐχαριστοῦντες οὖν κραυγάζομέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.

Ἀπολυτίκιον

Ἦχος β΄

Άυτόμελον

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος β΄

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθˊ ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος, Ἦχος βˊ

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες· ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὢν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Θεοτοκίον, Ἦχος β΄

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος, Ἦχος β΄

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλˊ ὁ διˊ οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθˊ ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος β΄

Άυτόμελον

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας. ᾨδὴ αˊ

Ἦχος β΄

Ἐν βυθῷ κατέστρωσε

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ὑμνήσωμεν λέγοντες. Τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος. Ὁ πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον, σῆς θεουργοῦ ἐλλάμψεως. Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον. Θεοτοκίον Ῥοῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.

ᾨδὴ γˊ

Ἦχος β΄

Ἐν πέτρᾳ με τῆς πίστεως

Ἰσότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σε τοῖς προσώποις· ζωὴ γὰρ ἐκ ζωῆς χορηγὸς οὖσα, ἀρρήτως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. Σὺ τάξεις τὰς ἀΰλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νῦν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν αἴνεσιν. Στερέωσον τῆς Πίστεως ἐν τῇ πέτρᾳ, καὶ πλάτυνον ἀγάπης σου τῷ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐφˊ ᾧπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν. Θεοτοκίον Ὁ πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρῳ ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πᾶσιν ἀνέτειλε, τῆς μιᾶς Θεότητος, καὶ Κυριότητος.

Κάθισμα

Ἦχος β΄

Ὅτε κατˊ ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῷ λόγῳ σου τῷ ἐνυποστάτῳ, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον συμπαρῆν δημιουργόν· διὸ βοῶμέν σοι, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ὅτε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε, τὴν καθαρωτάτην νηδὺν ἐγκατῴκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα, χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν· διὸ βοῶμέν σοι, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.

ᾨδὴ δˊ

Ἦχος β΄

Ὑμνῶ σε, ἀκοῇ

Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε· ἀλλˊ οὖν ἡμεῖς πηλίνῃ γλώττῃ, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν. Ὑπάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νῦν, ὡς πανδερκὴς ἀδυναμίαν· διὸ κατοικτείρησον τὸν δοῦλόν σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε. Μονάδος, ἀρχικῆς ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς εἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις· ἀλλˊ οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἔν τε βουλῇ, καὶ δόξῃ καὶ Θεότητι. Θεοτοκίον Ναόν σε, καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ᾧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.

ᾨδὴ εˊ

Ἦχος β΄

Ὁ φωτισμὸς

Ὡς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνῃ σου· σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος. Τῷ Μωϋσῇ, ἐν τῇ βάτῳ ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, διˊ ἧς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον. Ἡ φυσικήν, συναΐδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον. Θεοτοκίον Συνεκτικός, κατˊ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.

ᾨδὴ ςˊ

Ἦχος β΄

Ἐν ἀβύσσῳ πταισμάτων

Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς) Ἐν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως, καὶ τριλαμποῦς Θεότητος, φωτοδότιδα αἴγλην μοι βράβευσον. Θεοτοκίον Ἀπορρήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ με κατηύγασε.

Κάθισμα

Ἦχος β΄

Εὐσπλαγχνίας

Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδεῖξαι ἡμᾶς Ἐλεῆμον. Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις, σὺ τῶν λυπουμένων ἡ παράκλησις· διό σοι νῦν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὑρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σε βοήθειαν.

ᾨδὴ ζˊ

Ἦχος β΄

Εἰκόνος χρυσῆς

Ῥυθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος· δεῖξον οὖν κᾀμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σε θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς) Χοροὶ νοεροί, τῶν ἀΰλων οὐσιῶν ταῖς σαῖς ἀκτῖσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν κᾀμὲ ταῖς ἐλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής. Θεοτοκίον Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπῃς, τοὺς σὲ φιλοῦντας, ὁ διˊ ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.

ᾨδὴ ηˊ

Ἦχος β΄

Ἰνδάλματος χρυσοῦ

Ἀπρόσιτε Τριάς, συναΐδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν των δαιμόνων, ἀβλαβῆ τηρῶν με ἀεί, Κύριε πάντων. (Δίς) Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τῇ ἐμῇ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε ἀσιγήτως, σὺν χοροῖς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας. Σοφία τοῦ Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.

ᾨδὴ θˊ

Ἦχος β΄

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα

Ἐκ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς πνεῦμα ἐκπορεύεται, ἀπορρήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως. Λάμψον τὰς καρδίας, τρισήλιε Θεότης τῶν ὑμνούντων σε, τῷ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ μεγαλύνειν καὶ δοξάζειν σε. Ἄπειρος τῇ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν, ὡς ἔχων κατῳκτείρησας, Τριὰς πρώτην, οὕτω καὶ νῦν, οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων. Θεοτοκίον Σῶσόν με Θεέ μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Ὑπακοή

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος β΄

Άυτόμελον

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος β΄

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντον σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο. Δόξα... Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Καὶ νῦν. Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙ διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος β΄

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι. Δόξα... Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ διˊ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. Καὶ νῦν... Σταυροθεοτοκίον Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Ἡ Ὑπακοὴ Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοὶ, Ἦχος β΄ Ἀντίφωνον Α΄ – Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει. – Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθˊ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Β΄ – Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῷος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου; – τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατˊ ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ διˊ Υἱοῦ δέ. Ἀντίφωνον Γ΄ – Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ. – Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι. Προκείμενον Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Στίχ.Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με.

ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται». Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται. Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται. Θεοτοκίον Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς, σὺν τοῖς Εἱρμοῖς. ᾄδω τὸν αἶνον τῷ φερεσβίῳ λόγῳ. ᾨδὴ αˊ

Ἦχος β΄

Ἄτριπτον ἀσυνήθη

Δύναμις ἀσθενοῦσιν, ἀνάστασις πεσοῦσι, καὶ ἀφθαρσία τοῖς τεθνεῶσι, γέγονας Χριστέ, τῆς σαρκὸς τῷ πάθει σου, ὅτι δεδόξασται. ᾬκτειρε τὴν πεσοῦσαν, εἰκόνα καὶ ἀνέστησε, συντριβεῖσαν ὁ πλαστουργὸς Θεὸς καὶ καινουργός, νεκρωθεὶς τῷ σώματι, ὅτι δεδόξασται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. ᾌδω τὸν αἶνον τῇ ερεσβίῳ Κόρῃ. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος β΄

Ἄτριπτον ἀσυνήθη

Ἄϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται. Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοῖς βροτοῖς, ὡμίλησεν, ὅτι δεδόξασται. Ὥδευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῷ κόσμῳ ἔλαμψεν, ὅτι δεδόξασται.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου». Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπˊ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι. Ἐκ χοὸς κατˊ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου διˊ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας. Θεοτοκίον Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Τόξον συνετρίβη

Ὁ πάντων ἐπέκεινα Χριστός, ἠλάττωται βραχύ, τῷ πάθει τῷ τῆς σαρκός, τῆς Ἀγγέλων φύσεως. Νεκρὸς μετˊ ἀνόμων λογισθεις, ἐκλάμπων Γυναιξί, στεφάνῳ δόξης Χριστέ, ὤφθης τῆς Ἐγέρσεως.

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Τόξον συνετρίβη

Ὁ χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται. Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, διˊ ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοῖς, χαίρων πεπολίτευται.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε». Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ. Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται. Θεοτοκίον Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ἀκήκοα Κύριε, τὴν ἔνδοξόν σου

Ἰδοῦσα ἐν ξύλῳ σε, Χριστὲ παγέντα Παρθένος, ἡ ἀνωδίνως σε κυήσασα, τὰς μητρικὰς ὀδύνας ὑπέμεινε. Νενίκηται θάνατος, νεκρὸς σκυλεύει ᾅδου τὰς πύλας· τοῦ παμφάγου γὰρ ῥαγέντος μοι, τὰ ὑπὲρ φύσιν πάντα δεδώρηται.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ἀκήκοα Κύριε, τὴν ἔνδοξόν σου

Ἰδοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκῳ Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα. Νομίμων τῆς φύσεως, Παρθένε ἅπερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν». Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος. Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλˊ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας. Θεοτοκίον Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς

Νηστεύειν ἀπανηνάμενος, Ἀδὰμ γεύεται, θανατηφόρου τοῦ ξύλου ὁ πρότερος, ἀλλὰ τούτου τὴν ἁμαρτίαν ἐξαφανίζει, σταυρωθεὶς ὁ δεύτερος. Τὴν φύσιν παθητός, καὶ θνητὸς γέγονας, ὁ ἀπαθὴς τῇ ἀΰλῳ Θεότητι, ἀφθαρτίσας νενεκρωμένους Χριστέ, κευθμώνων ᾅδου ἐξανέστησας.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς

Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοῖς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν. Τῷ βίω καὶ τῷ σαρκίῳ μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ΄ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεὶς ὁ Ὕψιστος.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε». Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι. Διˊ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ διˊ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται. Θεοτοκίον Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ἤχου ῥημάτων δεήσεως

Φύλακας ἔθου τῷ πταίσαντι, τὰ Χερουβεὶμ τοῦ ξύλου τῆς ζωῆς, ἀλλˊ ἰδόντα σε τὰς πύλας ἤνοιξαν· ὤφθης γὰρ ὁδοποιῶν τῷ Λῃστῇ Παράδεισον. Ἔρημος ᾅδης καὶ ἄπορος, διὰ θανάτου γέγονεν ἑνός· ὃν πολὺν γὰρ πλοῦτον ἐθησαύρισεν, εἰς ὑπὲρ πάντων ἡμῶν, ὁ Χριστὸς ἐκένωσεν.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ἤχου ῥημάτων δεήσεως

Φύσις ἀνθρώπων δουλεύουσα, τῇ ἁμαρτίᾳ Δέσποινα ἁγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε· σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται. Ἐπιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, παροργίσαντας οἰκέτας λύτρωσαι· μόνη γὰρ πρὸς Υἱόν, παρρησίαν κέκτησαι.

Κοντάκιον

Ἦχος β΄

Τὰ ἄνω ζητῶν

Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. Οἶκος Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος». Οὐκ ἔφερες Δέσποτα, διˊ εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλˊ ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Θεοτοκίον Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ῥήτορες ἀνεδείχθησαν Παῖδες

Ἔκρινε τὸν προπάτορα πάλαι, ἐν τῇ Ἐδὲμ παρακοῇ· ἀλλˊ ἑκουσίως ἐκρίθη, τῷ παραβάντι λύων τὸ ἔγκλημα, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Σέσωκας τὸν τρωθέντα τῇ γλώσσῃ, τῇ ἰοβόλῳ ἐν Ἐδέμ, τὸ ἐθελούσιον δῆγμα· τῷ ἑκουσίῳ πάθει ἰάσω γάρ, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Βαίνοντα ἐν σκιᾷ με θανάτου, ἀνεκαλέσω πρὸς τὸ φῶς, τὸν σκοτεινόμορφον ᾅδην, τῇ ἀστραπῇ βαλὼν τῆς Θεότητος, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ῥήτορες ἀνεδείχθησαν Παῖδες

Ἑώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοῖς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Σύμβολα τῆς ἐν σοὶ ἀπορρήτου, προκαταγγέλλων συμπλοκῆς, τῷ Ἰακὼβ προσπαλαίει, διˊ ἧς ἑκὼν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σε Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτῳ γνώμῃ καὶ γλώσσῃ βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος. Θεοτοκίον Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ἰνδάλματος χρυσοῦ

Ὡράθης ἐν σταυρῷ, καθηλούμενος ὁ πλούσιος ἐν ἐλέει· ἑκὼν ἐτάφης δέ, καὶ τριήμερος ἐξανέστης, καὶ ἐλυτρώσω πάντας τοὺς βροτοὺς φιλάνθρωπε, πίστει μελῳδοῦντας. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Λυτροῦσαι τῆς φθορᾶς, ὑπελθὼν τὰ καταχθόνια, Θεοῦ Λόγε, ὄνπερ διέπλασας δυνάμει σου, Χριστέ μου θείᾳ, καὶ ἀφθαρτίσας, δόξης ἀϊδίου μέτοχον, τῆς σῆς ἀπειργάσω. Ὑμνείτω κραυγάζοντα πᾶσα κτίσις, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ἰνδάλματος χρυσοῦ

Ὡράθη ἐπὶ γῆς, διὰ σοῦ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος, καὶ δυνάμει, ᾧ μελῳδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Κυρίως σε Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ᾧ σὺν τῷ Πατρὶ καὶ Πνεύματι πάντες μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε. Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθˊ ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν. Τριαδικὸν Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος β΄

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Ἐν μέσῳ τῶν καταδίκων, ὡς ἀμνὸς ἀνηρτήθης, Χριστὲ ἐπὶ Κρανίου τοῦ Σταυροῦ, λόγχῃ πλευρὰν ἐκκεντούμενος, τὴν ζωὴν ἐδωρήσω, ἡμῖν τοῖς χοϊκοῖς ὡς ἀγαθός, τοῖς ἐν πίστει τιμῶσι, τὴν θείαν σου Ἀνάστασιν. Τὸν τῷ ἰδίῳ θανάτῳ, τοῦ θανάτου τὸ κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοὶ προσκυνήσωμεν, ὅτι τοὺς ἀπˊ αἰῶνος νεκροὺς συνεξανέστησε, καὶ τοῖς πᾶσι παρέχει, ζωὴν καὶ τὴν ἀνάστασιν.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος β΄

Ὅλος ὑπάρχεις ἔφεσις

Ῥάβδος ἰσχύος δέδοται, φύσει τῇ σαθρᾷ, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ᾅδην ὀλισθήσασαν· διό σε πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν. Ἣν ἡρετίσω, Δέσποτα, δέξαι συμπαθῶς, πρέσβυν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος β΄

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά, Ἦχος βˊ

Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, διˊ ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος β΄ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τὸν Σταυρὸν σοι προσάγομεν, εἰς πταισμάτων συγχώρησιν, ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Προσκυνοῦμέν σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, διˊ ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον φιλάνθρωπε. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τῷ θανάτῳ σου Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τῇ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Οἱ ἐν σκότει καθεύδοντες, σὲ τὸ φῶς θεασάμενοι, ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου, Χριστὲ ἐξανέστησαν. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μυροφόροις ὑπήντησας, ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τοῖς μαθηταῖς ἐπηγγείλω, εἰπεῖν σου τὴν ἔγερσιν. Δόξα... Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν. Καὶ νῦν... Θεοτοκίον Χαῖρε θρόνε πυρίμορφε. Χαῖρε νύμφη ἀνύμφευτε. Χαῖρε ἡ Θεὸν τοῖς ἀνθρώποις, Παρθένε κυήσασα.

ΔΕΥΤΕΡΑ Β΄ ΗΧΟΣ

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Δός μοι μετανοίας λογισμόν, δὸς καὶ κατανύξεως πόθον, τῇ ταπεινῇ μου ψυχῇ, ἔγειρον ἐξ ὕπνου με δεινῆς πωρώσεως, καὶ τὸ σκότος ἀπέλασον, τὸ τῆς ῥαθυμίας, καὶ τῆς ἀπογνώσεως λῦσον τὴν ζόφωσιν, ὅπως, ἀνανεύσας ὁ τάλας, σοὶ προσκολληθήσωμαι Λόγε, καὶ σοῦ τοῖς θελήμασι πορεύσωμαι.

Μόνε εὐδιάλλακτε Χριστέ, μόνε ὑπεράγαθε Λόγε καὶ ἀνεξίκακε, σοὶ προσπίπτω εὔσπλαγχνε, σὲ ἱκετεύω θερμῶς, σοὶ κραυγάζω δεόμενος· Ἡμάρτηκα σῶσον, σῶσόν με τὸν ἄσωτον τῇ εὐσπλαγχνίᾳ σου, ὅπως, εὐχαρίστως κραυγάζω. Κύριε, συγχώρησιν δός μοι, καὶ σοῦ τῇ χρηστότητι πορεύσομαι.

Πάντα ἅπερ ἥμαρτον εἰς σέ, λόγοις τε καὶ ἔργοις, Θεέ μου, καὶ ἐνθυμήσεσι, πάντα ἐξαγγέλλω σοι, πάντα νῦν λέγω σοι· τὴν ἡμέραν παρῆλθον γάρ, καὶ πάντα τόν χρόνον, νύκτα δὲ κατέλαβον πλήρης ὑπάρχων κακῶν· ὅθεν σοι προσπίπτω κραυγάζων· Δέσποτά μου, Δέσποτα Σῶτερ, ἥμαρτον, συγχώρησον, καὶ σῶσόν με.

Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Δεῦτε ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς προαρχηγοὺς τῶν Ἀγγέλων, ἀνευφημήσωμεν·πάντων γὰρ ὡς πρόκριτοι, τῶν ἀσωμάτων Χορῶν, Στρατηγοὶ καὶ Ἀρχάγγελοι, ἐκλήθησαν ἄμφω· ἄρχων γὰρ τῆς χάριτος ὁ Γαβριὴλ πεφυκώς, νόμου, καὶ τῶν πρὸ Μωϋσέως, ἔξαρχος γνωρίζεται αὖθις, ὁ τῶν Ἀρχαγγέλων ἀρχηγὸς Μιχαήλ.

Εὖγε Ἀσωμάτων ὁ φωστήρ! εὖγε τῆς ἀΰλου χορείας, ὦ Ἀρχιστράτηγε, μύστα καὶ πρωτάγγελε, τῶν ἀπορρήτων Θεοῦ, Μιχαὴλ παμμακάριστε, αὐτόπτα τῶν ἄνω. Λύτρωσαι δεόμεθα τοὺς σοὶ προστρέχοντας, πάντων, δυσχερῶν καὶ κινδύνων· σὲ γὰρ πρὸς τὸν Κύριον πάντες, εὐμενῆ προστάτην προβαλλόμεθα.

Χαίροις τῶν Ἀγγέλων στρατηγέ, καὶ τῶν ἀπορρήτων ὁ μύστης, καὶ λειτουργὲ τοῦ Θεοῦ, ἄρχων καὶ ἀκρότατε, τῶν ἀσωμάτων Χορῶν, Γαβριὴλ ὑπερένδοξε, φρικτῶν μυστηρίων· ὤφθης γὰρ διάκονος κρυφιομύστου βουλῆς· σὺ γάρ, τὴν Θεοῦ πρὸς ἀνθρώπους, ἄκραν συγκατάβασιν ἦλθες, ἐπὶ σωτηρίᾳ προαγγέλλων ἡμῖν.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με.

Ἀπόστιχα Κατανυκτικά

Ἦχος βˊ

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κράζω σοι Χριστέ, Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν. Ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν, Ἦχος βˊ

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θεοτοκίον, Ἦχος βˊ

Ἀδιόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος βˊ

Ὡς κύματα θαλάσσης ἐπˊ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλˊ εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σῶσόν με. Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος βˊ

Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κᾀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με. Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι· Ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες· Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, διˊ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Ἀσωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρᾶς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθῳ τῇ σκέπῃ ὑμῶν. Μαρτυρικὸν Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τοῦτό σε, πιστῶς μεγαλύνομεν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. Ὁ σαρκωθείς, καὶ μὴ δικαίους ὡς ἔφησας, ἁμαρτωλοὺς καλέσαι δέ, παραγενόμενος, εἰς μετάνοιαν Λόγε, πολλὰ ἡμαρτηκότα δέξαι, καὶ σῶσόν με. Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα. Εὐδιάλλακτε μόνε, ἐπίστρεψόν με σῶσον, τῇ εὐσπλαγχνίᾳ σου. Μαρτυρικὰ Βῆμα τὸ σόν, στεφηφοροῦντες παρίστανται, οἱ ἀθλοφόροι Κύριε, τὰ τοῦ ἀλάστορος ἐκνικήσαντες θράση, καὶ τὴν ἀθανασίαν καταπλουτήσαντες. Ῥεῖθρον ἡμῖν, τῶν ἰαμάτων πηγάζοντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰ ἀναβλύζοντα, τῆς σαρκὸς ἡμῶν πάθη, ξηραίνουσι, δυνάμει τοῦ θείου Πνεύματος. Θεοτοκίον Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων οὗ ἡ Ἀκροστιχὶς ᾌδω τὸν αἶνον τῷ χορῷ τῶν Ἀγγέλων. ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται. Ἄνθρακας θεοφόρους, τῇ αἴγλῃ πυρσωθέντας τῆς σῆς οὐσίας, τοὺς ἀσωμάτους ἔδειξας χορούς, σὲ Χριστὲ δοξάζοντας, ὡς παντοδύναμον. Δύναμιν ἀφθαρσίας, καὶ δόξαν κεκτημένοι ἀθανασίας, δεδωρημένοι Ἄγγελοι Χριστέ, τῇ πρὸς σὲ ἐγγύτητι καταφωτίζονται. Ὤφθησαν λαμπροφόροι, τὴν ἄϋλον δεικνύντες καὶ κατὰ φύσιν, διὰ συμβόλων Ἄγγελοι Χριστέ, αἰσθητῶς τυπούμενοι τὴν καθαρότητα. Θεοτοκίον Τάγματα τῶν Ἀγγέλων τῷ Τόκῳ, σου Παρθέγε, τῷ ὑπὲρ φύσιν, ὑπηρετοῦσι χαίροντα σεμνή· τὸν γὰρ τούτων τέτοκας Θεὸν καὶ Κύριον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. Ὁ μήτραν ὑποδὺς Χριστὲ ἄφθορον, φθαρεῖσαν τοῖς πάθεσι τὴν ψυχήν μου, μετανοίᾳ καινοποίησον, καὶ φωτὸς ἀϊδίου δεῖξον ἔμπλεων. Ὑπήκουσα ἐχθροῦ παραπικραίνοντος, καὶ πᾶσαν ἐτέλεσα ἁμαρτίαν, καὶ ἀφθόνως παρεπίκρανα, σὲ τὸν μόνον μακρόθυμον, φιλάνθρωπε. Μαρτυρικὰ Σταυρῷ τετειχισμένοι οἱ ἀήττητοι, ὁπλῖται, καὶ μάρτυρες τοῦ Σωτῆρος, ὥσπερ τείχη κατηδάφισαν, τὰ τῆς πλάνης γενναίως ὀχυρώματα. Δυνάμει θεϊκῇ τὸ ἀσθενὲς ὑμῶν, γενναῖοι νευρώσαντες ἀθλοφόροι, τὴν ἰσχὺν τοῦ πολεμήτορος, παντελεῖ ἀπωλείᾳ παρεδώκατε. Θεοτοκίον Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς τοῦ δολίου πολεμήτορος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τόξον συνετρίβη δυναστῶν τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο. Ὁ φύσει ἀθάνατος Θεός, σοφὸς δημιουργός, ἐν χάριτι στρατιᾶς, ἀθανάτους δείκνυσι. Νῦν παρεστῶτες ὀρεκτῶν, ἀκρότητι Χριστῷ, σωθῆναι πάντας ἡμᾶς, Ἄγγελοι πρεσβεύσατε. Θεοτοκίον Ἀρχὴν ὑπὸ χρόνον εἰληφώς, πιστεύεται ἐκ σοῦ, ὁ χρόνων δημιουργός, Μήτηρ ἀειπάρθενε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε. Ἰλύϊ ἁμαρτίας πέπτωκα, καὶ τὴν ἄνωθεν εὐμορφίαν ἀπώλεσα Κύριε, καὶ δέδοικα τὴν τιμωρίαν· διὸ μετανοίας ὡραιότητι, τὴν ταπεινὴν ψυχήν μου καταφαίδρυνον. Δολίαις, λαλιαῖς ὁ δόλιος, ἀπὸ σοῦ με ἀποσυλήσας, κατάβρωμα ἴδιον εἰργάσατο, Θεὲ τῶν ὅλων, αὐτοῦ τῆς κακίας με ἐξάρπασον, καὶ μετανοίας τρόποις ἀνακάλεσαι. Ὁ χρόνος, τῆς ζωῆς μου γέγονεν, ἐργασία μοι ἀπωλείας, μιᾷ ῥοπῇ σῶσόν με, ὡς ἔσωσας ποτὲ τὴν Πόρνην, Χριστὲ μεταγνοῦσαν τῇ κελεύσει σου, ἵνα ὑμνῶ σε μόνε ἀναμάρτητε. Μαρτυρικὰ Ὑπάρχων, καινουργὸς ὁ ἄνομος, τῆς κακίας ἐθελουσίως, τοὺς τοῦ Χριστοῦ μάρτυρας ἠνάγκαζεν, ἀψύχοις σέβας θεοῖς ἀπονεῖμαι, ἀλλˊ ἠμαύρωται· Θεὸν γὰρ μόνον ἔγνων τὸν ποιήσαντα. Μονάδα, τῇ οὐσίᾳ σέβοντες, καὶ Τριάδα τοῖς χαρακτήρσι, Θεότητα ἄκτιστον, τοῖς κτίσμασιν οὐδόλως σέβας ὑμεῖς, Χριστομάρτυρες ἐνείματε· ὅθεν κολάσεις πάσας ὑπεμείνατε. Θεοτοκίον Σαρκοῦται, ἐξ ἁγνῶν αἱμάτων σου, ἀνθρώποις ἑνοῦται θέλων ὁ Κύριος, Ἄχραντε, καὶ δέχεται μετανοοῦντας, τοὺς πρὶν ὑπαχθέντας ἁμαρτήμασι, ταῖς σαῖς λιταῖς ἀεὶ κατακαμπτόμενος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος βˊ

Ἀκήκοα Κύριε, τὴν ἔνδοξόν σου

Ἱκέτας προσάγω σοι τοὺς Ἀσωμάτους, οὕς περ Οἰκτίρμον, προσδεξάμενος ὡς εὔπλαγχνος, τῆς ἁμαρτίας με λύτρωσαι. Νοῒ πλησιάζοντες τῷ παναιτίῳ, Νόες οἱ θεῖοι, καθαιρόμενοι φωτίζονται, ταῖς ὑπερτάταις νοήσεσιν. Οἱ θεῖοι διάκοσμοι τῆς οὐρανίου, ταξιαρχίας, θείῳ Πνεύματι κοσμούμενοι, διαφυλάττονται ἄτρωτοι. Θεοτοκίον Νοήσας σε πόρρωθεν Θεόν, Παρθένε, σεσαρκωμένον, ἐν ἀγκάλαις σου βαστάσουσαν, ὁ Ἡσαΐας προκατήγγειλεν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. Ὁ ὀμματώσας τυφλούς, τὴν τυφλωθεῖσάν μου ψυχὴν φώτισον, ἐπαγρυπνεῖν, ταύτην ἐνισχύων εἰς πράξεις ἀγαθάς, ὕπνον ἀμελείας τελείως μισήσασαν. Ἴασαι μόνε Σωτήρ, τὴν πληγωθεῖσάν μου ψυχήν, δήγματι τῆς χαλεπῆς ὄντως ἁμαρτίας, ὁ πάλαι τὰς πληγάς, τοῦ περιπεσόντος λῃσταῖς ἰασάμενος. Μαρτυρικὰ Δῆμος σεπτῶν ἀθλητῶν, δῆμον ἀνόμων διωκτῶν, ᾔσχυνε, πολυειδεῖς πόνους ὑπομείνας, καὶ νῦν τοῖς ἱεροῖς δήμοις, τῶν Ἀγγέλων ἀεὶ ἐπαγάλλεται. Ἄστρα πολύφωτα, μαρμαρυγὰς ὑπομονῆς πέμποντα, καὶ τῶν πιστῶν ἐν Πνεύματι θείῳ, φωτίζοντα ψυχάς, οἱ πεφωτισμένοι ἐδείχθησαν Μάρτυρες. Θεοτοκίον Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος. Τῇ θέᾳ τῆς θεαρχίας προσεχῶς, λάμποντα τὰ Σεραφείμ, καὶ Χερουβεὶμ λαμπρότητι, σὺν τοῖς θρόνοις τοῖς ἐπηρμένοις, θεομιμήτως τοῖς ἑξῆς φωτίζουσιν. Ὡς πάσης φωτοχυσίας χορηγός, ἔσοπτρα φωτοειδῆ, Λόγε Θεοῦ, παρήγαγες, τὴν σὴν αἴγλην μετˊ εὐφροσύνης, καὶ συντονίας ἀκλινοῦς δεχόμενα. Θεοτοκίον Χαράν σοι τῶν προπατόρων, σκυθρωπὸν λύουσαν, ὁ Γαβριὴλ ὁ ἱερὸς Ἀρχάγγελος, οὐρανόθεν καταφοιτήσας, εὐαγγελίζεται σεμνὴ θεόνυμφε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Κατεβλήθην κακίᾳ τοῦ ὄφεως, καὶ ἐν ἀπογνώσεως κλίνῃ κατάκειμαι, ὁ παραλύτους ῥήματι, ἀνορθώσας, Χριστέ με ἀνάστησον. Ῥιπιζόμενον αὔραις τοῦ δράκοντος, καὶ κλυδωνιζόμενον κύμασι πάντοθεν, τῆς ἁμαρτίας σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε Κύριε. Μαρτυρικὰ Ὑπερβάντες τοὺς ὅρους τῆς φύσεως, τὰς ὑπὲρ τὴν φύσιν βασάνους ὑπέστητε· διὸ τῶν ὑπὲρ ἔννοιαν, ἀγαθῶν ἠξιώθητε μάρτυρες. Ὡς καλοί, ὡς ὡραῖοι, ὡς ἔντιμοι, τῷ καλλοποιῷ καὶ ὡραίῳ συνήφθητε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, παναοίδιμοι πάντοτε Μάρτυρες. Θεοτοκίον Ἐκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος. Οἱ θεῖοι τύποι τῆς δόξης σου, τῆς ἀρχιφώτου Δέσποτα Χριστέ, φωτοβόλοις λάμψεσιν, ἀκτινοφωτοειδεῖς οἱ Ἄγγελοι, αἰωνίως μένουσι. Ῥώμῃ τῇ θείᾳ ῥωννύμενα, τὰ Σεραφεὶμ κραυγάζουσι, φωναῖς ἀσιγήτοις, ὕμνον τὸν τρισάγιον, σέβειν ὑπανοίγουσιν ἡμῖν, φύσιν τρισυπόστατον. Θεοτοκίον Ὤμοσεν ὥσπερ ὁ Κύριος, ἐν ἀληθείᾳ πάλαι τῷ Δαυΐδ, ἐκ γαστρός σου προελθὼν πεπλήρωκε· τέτοκας γὰρ τὸν παντός, Κόρη βασιλεύοντα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νοὸς ἐκτροπαῖς, καὶ δαιμόνων προσβολαῖς, μακρὰν γεγένημαι, τῶν ἀγκαλῶν σου, ὡς ὁ Ἄσωτος, πάσης αἰσχύνης πληρούμενος, νῦν δὲ ἐπιστρέψας κραυγάζω, ὡς ἐκεῖνος τὸ Ἥμαρτον, μή με βδελύξῃ Ἰησοῦ, ὁ σαρκωθεὶς διˊ ἐμέ. Θεὲ τοῦ παντός, Νινευΐτας ἀπειλῆς γεννώσης θάνατον, μετανοήσαντας πάλαι ἔσωσας, ὡσαύτως, μόνε φιλάνθρωπε, τὴν ὑπερβολῇ ἁμαρτίας, μολυνθεῖσαν καρδίαν μου, νῦν ἐπιστρέφουσαν, φρικτῆς ῥῦσαι κολάσεως. Μαρτυρικὰ Ἐπλήγη δεινῶς, ὁ πληγῶσαι βουληθεὶς ὑμᾶς κακοῦργος, θεομακάριστοι θεῖοι Μάρτυρες, καὶ ἀνιάτρευτος ἔμεινε· πᾶσι δὲ πιστοῖς ἰατρεῖον, αἱ πληγαὶ ὑμῶν ὤφθησαν, τοῖς πληγωθεῖσι προσβολαῖς, τοῦ παλαιοῦ πτερνιστοῦ. Οὐ θῆρας πικρούς, οὐ τυράννων ἀπειλάς, οὐ ξίφη τέμνοντα, ουδˊ αἰκίσεις καὶ τὰ πριστήρια κατεπτοήθητε ὄργανα, ὡς ἐν ἀλλοτρίῳ δὲ πάντα ὑπεμείνατε σώματι, Μεγαλομάρτυρες· διὸ ἐστεφανώθητε. Θεοτοκίον Ἀΰλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοί ποτε· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Τῷ θρόνῳ τῆς ἀρρήτου σου δόξης, περιχορεύοντες ἀεί, οἱ ἐπουράνιοι Νόες, ἐν ἀσωμάτοις στόμασιν ᾄδουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Ὡς εἶδον τῶν Ἀγγέλων αἱ τάξεις, εἰς οὐρανους μετὰ σαρκὸς ἀναφερόμενον, πύλας τὰς οὐρανίους, ᾖράν σοι ψάλλοντες· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητος εἶ. Θεοτοκίον Νόμου σε τὸ κεφάλαιον Κόρη, καὶ Προφητῶν ὁ Γαβριήλ, ὑποδεικνύων ἐβόα· Ἰδοὺ σὺ τίκτεις, μόνη Πανύμνητε, τὸν ὑπέρθεον τῶν Πατέρων, καὶ ἡμῶν Θεὸν εὐλογημένη.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὑποπεσὼν τῷ πονηρῷ, ταῖς ἐκείνου μηχαναῖς κατεδουλώθην, καὶ ὁρῶν με ὁ πλάνος, ἐν ἀπωλείᾳ πολλῇ καυχᾶται, τούτου με ἐξάρπασον ἡ τῶν πλανωμένων, ἐπιστροφὴ Οἰκτίρμον. Λῦσον ἀλύτοις με δεσμοῖς, τῶν τοῦ σώματος παθῶν κεκρατημένον, ὁ τὰ ἄλυτα λύσας τῶν ἀπˊ αἰώνων δεσμά, καὶ τρέχειν πρὸς τρίβους εὐόδωσον, τὰς σωτηριώδεις, Χριστὲ Σωτὴρ τοῦ κόσμου. Μαρτυρικὰ Οἱ τῶν παθῶν δημιουργοί, ἐπˊ ἐμοὶ τῷ ταπεινῷ, πᾶσαν κακίαν ἐτεκτήναντο ὄντως, τῶν παθημάτων Χριστοῦ, ὡς ὄντες μιμηταί, μακάριοι Μάρτυρες, τῆς τούτων λυτρώσασθέ με βλάβης. Γόνυ μὴ κάμψαντες γλυπτοῖς, ἐν καμίνῳ αἰκισμῶν, ὥσπερ οἱ Παῖδες, ἐνεβλήθητε πάλαι, καὶ δροσισμῷ θεϊκῷ, ἀφθέντες, ἄφλεκτοι ἐμείνατε, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον Ἐξασθενήσασαν πολλαῖς, προσβολαῖς τοῦ πονηροῦ, Θεογεννῆτορ, τὴν ἀθλίαν ψυχήν μου, ταῖς ῥωστικαῖς σου λιταῖς, Παρθένε ὑγιῆ ἀπέργασαι, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἀγάλματα τῆς σῆς, ἀγαθότητος ὑπέστησας τοὺς Ἀγγέλους, τὰς ἐντολάς σου ἐκτελοῦντας, Λόγε ἐν ἰσχύϊ, καὶ συνεργοῦντας πᾶσι τοῖς πιστῶς κραυγάζουσιν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Γονίμοις ἀρεταῖς, τὴν οὐράνιον ἐκόσμησας πολιτείαν, ταῖς τῶν Ἀγγέλων καταγλαΐσας ἱεραρχίαις, ταύτην δέχῃ Χριστέ μου, ἀεὶ κραυγάζουσαν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Γηθόμενοι λαμπρῶς, μελῳδήσωμεν τὴν ἔνθεον μελῳδίαν, τῶν Ἀσωμάτων ἀνενδότως, καὶ τῷ Δεσπότῃ θεολογοῦντες, ᾆσμα σὺν αὐτοῖς κραυγάσωμεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Εὐθύτης ἡ σοφῶς, τὸ πᾶν διευθύνουσα, ἠγάπησεν ἐπαξίως, σὲ τὴν Πανάμωμον καὶ Πανάχραντον Θεοτόκον, ἀνερμηνεύτως Πάναγνε, ἐν σοὶ σκηνώσασα, ἣν δοξολογοῦμεν· Ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα διˊ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν. Ἰδοὺ καιρὸς ἐργασίας, τί καθεύδεις ἀφρόνως, ψυχὴ ἐν ἀθυμίᾳ παντελεῖ; ἔγειραι, δάκρυσι φαίδρυνον τὴν λαμπάδα σου, σπεῦσον, ἐγγίζει ὁ Νυμφίος τῶν ψυχῶν, μὴ βραδύνῃς, καὶ μείνῃς τῆς θείας θύρας ἔξωθεν. Ὢ πῶς φρικτόν σου τὸ βῆμα, φανεροῦν πᾶσαν πρᾶξιν, γυμνὴν ἐπὶ Ἀγγέλων καὶ βροτῶν! Ὢ πῶς δεινὴ ἡ ἀπόφασις, ἣν τοῖς πταίσασι μέλλεις διδόναι! ἐξ ἧς ῥῦσαί με Χριστέ, πρὸ τοῦ τέλους, παρέχων ἐπιστροφῆς μοι δάκρυα. Μαρτυρικὰ Σημειωθέντες τῷ πόθῳ, τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ ἔνδοξοι καὶ θεῖοι ἀθληταί, αἵματι θύονται χαίροντες, ὥσπερ ἄκακοι ἄρνες, καὶ πᾶσαν πρωτοτόκων ἀληθῶς, Ἐκκλησίαν ἁγίαν, ἐν οὐρανοῖς φαιδρύνουσιν. Ἡλιακαῖς λαμπηδόσιν, ὡς φωστῆρες δειχθέντες, τῷ φέγγει τῆς ἀθλήσεως ὑμῶν, πᾶσαν ψυχὴν καταυγάζετε, πάντα ζόφον τῆς πλάνης διώκετε, γενναῖοι ἀθληταί· διὰ τοῦτο ἐν πίστει, ἀξίως μακαρίζεσθε. Θεοτοκίον Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὅλος ὑπάρχεις ἔφεσις, ὅλος γλυκασμός, Λόγε Θεοῦ, Παρθένου Υἱέ, Θεὲ Θεῶν Κύριε, Ἁγίων Ὑπεράγιε, διό σε ἅπαντες σὺν τῇ τεκούσῃ μεγαλύνομεν. Λευχειμονοῦντες ὤφθησαν, Ἄγγελοι φαιδροί, συμβολικῶς τοῖς θείοις Μαθηταῖς, τὴν σὴν σαφηνίζοντες δευτέραν παρουσίαν Χριστέ, μεθˊ ὧν σε ἅπαντες, θεολογοῦντες μεγαλύνομεν. Ὡς εὐεργέτης ἅπασαν, φύσιν λογικὴν δημιουργεῖς, τῆς πρώτης σου αὐγῆς, δευτέραν λαμπρότητα, Χριστέ μου ὑπεράγαθε· διό σε ἅπαντες, ὑμνολογοῦντες μεγαλύνομεν. Θεοτοκίον Νενοηκώς σου Πάναγνε, τὸ φωτοειδὲς τῆς παρθενίας, καὶ καταπλαγείς, χαράν σοι ἐβόησεν, ὁ θεῖος Ἀρχιστράτηγος· διό σε ἅπαντες, ὡς Θεοτόκον μεγαλύνομεν.

Ἀπόστιχα Κατανυκτικὰ

Ἦχος βˊ

Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βˊ

Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Θεοτοκίον, Ἦχος βˊ

Ὡσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφορεῖν τῷ κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὰ πολλά μου ἐγκλήματα, παραβλέψας φιλάνθρωπε, δεῖξον μέτοχόν με τῆς σῆς, λαμπρότητος δέομαι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τῶν Ἀγγέλων τὰ τάγματα, δυσωποῦσί σε Κύριε, ὑπὲρ πάντων τῶν πιστῶν, τῶν πόθῳ ὑμνούντων σε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῖς λιταῖς τῶν Μαρτύρων σου, Ἰησοῦ ὑπεράγαθε, ἵλεως ἡμῖν γενοῦ, ἐν ὥρᾳ τῆς κρίσεως. Δόξα... Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν, καὶ Πνεῦμα πάντες πιστοί, τὸ θεῖον ὑμνήσωμεν. Καὶ νῦν... Θεοτοκίον Ὁ καρπὸς τῆς κοιλίας σου, τοὺς καρπῷ ὀλισθήσαντας, τοῦ Παραδείσου Ἁγνή, πολίτας εἰργάσατο.

ΤΡΙΤΗ Β΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικόν, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Μόνε ἀναμάρτητε Χριστέ, μόνε ἀνεξίκακε μόνε, πηγὴ χρηστότητος, ἴδε μου τὴν στένωσιν, ἴδε τὴν θλίψιν μου, καὶ οὐλὰς τῶν τραυμάτων μου, ἐξάλειψον πάσας, καὶ ἐν τῷ ἐλέει σου, σῶσον τὸν δοῦλόν σου, ὅπως ἀθυμίας τὰ νέφη, πόρρω ἐκδιώξας δοξάζω, σὲ τὸν ὑπεράγαθον Σωτῆρά μου.

Βλέψον, ὦ ψυχή μου ταπεινή, ἴδε σου τὰ ἔργα ὁποῖα, εἰσὶ παμβέβηλα, ἴδε σου τὴν γύμνωσιν, φεῦ καὶ τὴν μόνωσιν· καὶ γὰρ μέλλεις χωρίζεσθαι, Θεοῦ καὶ Ἀγγέλων, καὶ πρὸς ἀτελεύτητον, ῥίπτεσθαι βάσανον. Νῆψον, διεγέρθητι, σπεῦσον, βόησον· Ἡμάρτηκα Σῶτερ, δός μοι τὴν συγχώρησιν καὶ σῶσόν με.

Σῶμα κατεμόλυνα δεινῶς, ἔφθειρα ψυχὴν καὶ καρδίαν, καὶ λογισμοῖς ῥυπαροῖς, πάσας τὰς αἰσθήσεις μου, κατετραυμάτισα, ὀφθαλμοὺς ἐβεβήλωσα, ἐσπίλωσα ὦτα, λόγοις γλῶσσαν ἔχρανα, καὶ πάντα ἔχω αἰσχρά· ὅθεν σοι προσπίπτων κραυγάζω· Δέσποτα Χριστὲ ἥμαρτόν σοι, ἥμαρτον συγχώρησον καὶ σῶσόν με.

Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Σπεῦσον ἐξελοῦ με πειρασμῶν, ἔνδοξε Κυρίου Προφῆτα, καθικετεύω σε· μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντές με, κατˊ ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπάσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μή με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον Παμμάκαρ, ὅτι σύ μου πέλεις καταφύγιον.

Στείρας ὁ πανάγιος βλαστός, βλάστημα τερπνὸν τῆς ἐρήμου, ἡ χελιδὼν ἡ τερπνή, ἀηδὼν ἡ εὔλαλος, περιστερὰ ἡ χρυσή, τὴν στειρεύουσαν πάντοτε, ἀθλίαν ψυχήν μου, εὔκαρπον ἀνάδειξον, ἀγαθῶν πράξεων, ὅπως ἐκβλαστάνουσα στάχυν, τὸν ἑκατοστεύοντα Μάκαρ, ἔνθεον προσάξῃ σοι τὴν αἴνεσιν.

Ῥῦσαι αἰωνίου με πυρός, σκότους ἀφεγγοῦς καὶ ἀνάγκης, καὶ πάσης θλίψεως, πάσης κακουχίας τε, πάσης στενώσεως, ἱκετεύω σε Πρόδρομε, καὶ δεῖξον μερίδος, τόν αὐτοκατάκριτον, ὄντα τοῖς πταίσμασι, Μάκαρ, σῳζομένων εὐχαῖς σου, ἔνθα τῶν Ἁγίων χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνῆτις μοι φάνηθι, θαλάσσῃ τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμῳ γαληνῷ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.

Ἀπόστιχα Κατανυκτικὰ

Ἦχος βˊ

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βˊ

Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.

Θεοτοκίον, Ἦχος βˊ

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τῆς ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος βˊ

Ἐννοοῦσα ψυχή μου, τῆς φρικτῆς ἡμέρας τὴν ἔτασιν, τρόμαξον τὴν ἀνταπόδοσιν τῆς αἰωνίου κολάσεως, καὶ ἐν μετανοίᾳ βόησον δακρύουσα, ὁ Θεός, ἥμαρτον ἐλέησόν με. Ἐρευνῶν μου τὸ συνειδὸς τὸ κατάκριτον, δειλιῶ σου τὸ φοβερὸν δικαστήριον Κύριε, ὅτι οὐκ ἔστιν ἐξ ἔργων σωτηρία, ἀλλˊ ὡς ἔχων τὸν πλοῦτον τῆς εὐσπλαγχνίας, οἰκτείρησόν με Χριστέ, ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες· Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος βˊ

Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κἀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με. Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι· ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι καὶ δέομαι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θεοτόκε, μὴ παρίδῃς με δεόμενον, ἀντιλήψεως τῆς παρὰ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου, ἐλέησόν με.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Εὐσπλαγχνίας τὴν ἄφθονον πηγήν, Ἰορδάνου κατέδυσας ῥοαῖς Ἰωάννη· ὅθεν ἐκτενῶς καθικετεύω σε, πάθεσι πολλοῖς καταποντούμενον, πελάγει με τοῦ βίου καθ΄ ἑκάστην χαλεπῶς, εὐπροσδέκτοις σου εὐχαῖς, ζωῆς πρὸς λιμένα χειραγώγησον. Μαρτυρικὸν Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς ὁσίους σου ὡς ἀγαθός, ὑπˊ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν κυβέρνησον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τίς εἶδε, τίς ἤκουσε Μητέρα τίκτουσαν, τὸν ἑαυτῆς Δημιουργόν, ἀπειράνδρως θηλάζουσαν τὸν διδόντα τροφὴν πάση σαρκὶ; ὢ τοῦ θαύματος! θρόνος Χερουβικός, ἐδείχθη ἡ γαστήρ σου, Θεοτόκε κεχαριτωμένη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν. Ἑαυτοὺς ἀδελφοί, πρὸ τῆς ἐξόδου κλαύσωμεν πικρῶς, ὅπως δάκρυσι καλοῖς, φύγωμεν δάκρυα τιμωρίας, ἔχοντα οὐδὲν τότε ὄφελος. Μυριάκις Χριστέ, ἐπηγγειλάμην τοῦ μετανοεῖν, καὶ ἀναίσθητον ψυχήν, ἔχων τοῖς σφάλμασι περιπίπτω, οἴκτειρον Σωτὴρ τὴν ἀσθένειάν μου. Μαρτυρικὰ Οἱ βασάνων πυράν, ὑπενεγκόντες θείῳ δροσισμῷ, ἀθλοφόροι τοῦ Χριστοῦ, πυρὸς γεέννης λυτρώσασθέ με, πάθη χαλεπὰ περικείμενον. Ἰσχυροὶ κατˊ ἐχθρῶν, ἀναδειχθέντες σθένει θεϊκῷ, τὴν ἀνίσχυρον αὐτῶν, κατεπαλαίσατε δυναστείαν, Μάρτυρες Χριστοῦ ἀξιάγαστοι. Θεοτοκίον Φλογοφόρε λαβίς, ἣν Ἡσαΐας ἔβλεψε ποτέ, τὰ ὑλώδη τῆς ἐμῆς καρδίας πάθη, Θεογεννῆτορ φλέξον, καὶ εἰς τέλος ἀφάνισον.

Κανὼν τοῦ Προδρόμου. οὗ ἡ Ἀκροστιχίς. Βαπτιστὰ τήνδε τὴν δέησιν προσδέχου. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται. Βαπτιστὰ καὶ Πρόδρομε Χριστοῦ, καταβαπτιζόμενον, διηνεκῶς ταῖς ἡδοναῖς τοῦ σώματος, τὸν νοῦν μου κυβέρνησον, καὶ τὰ κύματα τῶν παθῶν καταπράϋνον, ὅπως ἐν γαλήνῃ, θείᾳ γεγονὼς ὑμνολογήσω σε. Ἀπορρήτω λάμψας φωτισμῷ, ἄστρον ὡς πολύφωτον, τῆς νοητῆς ἀνατολῆς προέδραμες, ὑφˊ ἧς καταυγάζεσθαι, τὴν καρδίαν μου Βαπτιστὰ καθικέτευε, τὴν ἐσκοτισμένην, πάσαις τῶν δαιμόνων ἐπιθέσεσι. Ποταμῷ τὴν ἄβυσσόν ποτέ, Πάνσοφε κατέδυσας, κατακλυσμὸν ἐργαζομένην χάριτι, πάσης παραβάσεως, ἀλλὰ δέομαι τοὺς χειμάρρους μακάριε, τῶν ἐμῶν πταισμάτων, ξήρανον ἐνθέῳ μεσιτείᾳ σου. Θεοτοκίον Τῆς ἁγνῆς Παρθένου συγγενής, μάκαρ ἐχρημάτισας, τῆς τὸν Θεὸν σωματωσάσης Πρόδρομε, μεθˊ ἧς σε γεραίρομεν, καὶ δεόμεθα, οἱ τῷ θείῳ τεμένει σου, νῦν περιπολοῦντες, οἴκους ἡμᾶς ποίησον τοῦ Πνεύματος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου. Ῥαθυμίας νυσταγμῷ, ἐβαρύνθην τὴν ψυχήν, διέγειρόν με, πρὸς ἐγρήγορσιν Χριστέ, μετανοίας τοῦ ποιεῖν, τὰ σὰ προστάγματα. Μή με δείξῃς Ἰησοῦ, ἐν ἡμέρᾳ φοβερᾷ, κατεγνωσμένον, ἀλλὰ πρὸ τῆς τελευτῆς, ἐπιστρέψας χαλεπῆς, ῥῦσαι κολάσεως. Μαρτυρικὰ Οἱ τὰ πάθη τοῦ Χριστοῦ, μιμησάμενοι καλῶς, ἐνθέοις τρόποις, ἀθλοφόροι Χριστοῦ, τῆς ψυχῆς μου τὰ δεινά, πάθη ἰάσασθε. Ἵνα τῶν ἐν οὐρανοῖς, ἀϊδίων ἀγαθῶν, ἀξιωθῆτε, πᾶσαν πεῖραν δεινῶν, ἀθλοφόροι ἐπὶ γῆς, στερρῶς ἠνέγκατε. Θεοτοκίον Γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ παντός, καὶ φέρεις τοῦτον, ἐν ἀγκάλαις Ἁγνή, τὸν τὰ σύμπαντα, χειρὶ φέροντα πάντοτε.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Ἰάτρευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, καταύγασον ἐνθέῳ σου μεσιτείᾳ, Κυρίου Πρόδρομε, καὶ πάσης ῥῦσαί με, ἐναντίας δέομαι περιστάσεως. Στειρώσεως ἀπέλυσας τὴν τεκοῦσαν, τεχθεὶς Θεοῦ προνοίᾳ, σοφὲ Προφῆτα, στειρεύουσαν οὖν ἔργασαι καρποφόρον, νῦν τὴν καρδίαν μου, Κυρίου Πρόδρομε, ἀρετῶν ἐκφέρουσαν τὰ βλαστήματα. Τὸν πόθῳ σοι δειμάμενον θεῖον οἶκον, τῆς ἄνω κληρουχίας τυχεῖν δυσώπει, τοὺς πίστει τῷ τεμένει σου λειτουργοῦντας, ναοὺς τοῦ Πνεύματος, τοῦ θείου ποίησον, Βαπτιστὰ καὶ Πρόδρομε μεσιτείαις σου. Θεοτοκίον Ἀγάλλεται ὁ Πρόδρομος ἐν νηδύϊ, φερόμενος μητρῷα, καὶ προσεκύνει, τὸν Κύριον φερόμενον σῇ νηδύϊ, θεοχαρίτωτε, ὃν καθικέτευε, ἀπὸ πάσης θλίψεως λυτρωθῆναί με.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ. Σεσυλημένον μe πάντοθεν, καὶ πτωχεύοντα Λόγε, καθορῶν ὁ δυσμενής, τῇ ἀπωλείᾳ μου τέρπεται ὁ δολιόφρων. Κύριε τῆς δόξης, πλουτιστὰ τῶν ἀπόρων, τῆς αὐτοῦ με, κακουργίας ἐξελοῦ. Χεῖρας καὶ ὄμματα Κύριε, κατερρύπωσα πράττων, ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ εἰς ὀργὴν συνεκίνησα τοὺς οἰκτιρμούς, σου, καταδαπανήσας τὴν σὴν μακροθυμίαν, ἐπιβλέψας, οἴκτειρόν με, ἀγαθέ. Μαρτυρικὰ Ὡς θαυμαστὸς ὁ Θεὸς ἡμῶν, ἐν ἁγίοις ὑπάρχει, πειθαρχήσασιν αὐτῷ, καὶ καθελοῦσι τὰ ξόανα τῆς ἀπωλείας, καὶ κληρωσαμένοις Παραδείσου τὸ πλάτος, οὗ περ πάλαι ἐξεβλήθη ὁ Ἀδάμ. Ῥείθροις αἱμάτων μακάριοι, ἀνεστείλατε λύθρον, προσαγόμενόν ποτε, δαίμοσι πρᾶσιν ὀλέθριον, ἐπˊ ἀπωλείᾳ καὶ φθορᾷ, τῶν αὐτοῖς προσαγόντων ἀνθρώπων· διὰ τοῦτο, μακαρίζεσθε ἀεί. Θεοτοκίον Μεμυημένος ἐν Πνεύματι, Προφητῶν Θεοτόκε, ὁ περίδοξος χορός, τὸ ὑπὲρ νοῦν σου μυστήριον ποικιλοτρόπως, τοῦτο προχαράττει, ἱεροῖς ἐν συμβόλοις, ὧν τὸ πέρας καθορῶμεν τηλαυγῶς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Τοῦ κλίναντος οὐρανούς, καὶ βροτοῖς ὁμιλήσαντος, τὴν κάραν ὑπέκλινας, τῇ δεξιᾷ σου, πανόλβιε, ᾗ με περιφρούρησον, ἐν ταπεινώσει φυλάττων τὴν καρδίαν μου. Ἡ ἔρημος σὲ πολίτην, ἡ ἄβατος ἔσχηκε, μακάριε Πρόδρομε· ὅθεν βοῶ σοι· Τὴν ἔρημον πάσης θείας πράξεως, γεγενημένην ψυχήν μου περιποίησον. Νόμον θεῖον ἐκδικῶν, παρανόμως ἀνῄρησαι· διὸ ἱκετεύω σε, παρανομοῦντά με πάντοτε, καὶ δελεαζόμενον, ταῖς τῶν δαιμόνων, ἀπάταις ἐπανόρθωσον. Δειμάμενος σεαυτόν, τοῦ Δεσπότου ἀνάκτορον, πρὸς θεῖα σκηνώματα, νῦν μεταβέβηκας Πρόδρομε, ὧν τυχεῖν ἱκέτευε, τὸν σοὶ πανάγιον οἶκον ἀνεγείραντα. Θεοτοκίον Ἐπίβλεψον ἐπˊ ἐμέ, τὸν νοσοῦντα Πανάμωμε, καὶ λῦσον τὰ πάθη μου, τὰ χαλεπὰ καὶ δυσίατα, ὅπως μεγαλύνω σε, τὴν μεγαλύνασαν ἄπαν τὸ ἀνθρώπινον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς. Ἁμαρτίας συνάπτω, ἀφρόνως ταῖς ἁμαρτίαις, καὶ ἀνάνευσις οὐκ ἔστιν ἐν τῷ θανάτῳ μου, οἴμοι! πῶς ὀφθήσομαι Χριστῷ; Ναυαγήσας ὡς πλοῖον, ἀπώλεσά μου τὸν φόρτον, ὅν μοι δέδωκας Οἰκτίρμον, καὶ νῦν πενόμενος κράζω· Μὴ παρίδῃς με Χριστέ. Μαρτυρικὰ Ὡς τὴν δόξαν παριδόντες, τὴν κάτω καὶ πατουμένην, οὐρανίου ἀθλοφόροι, κατηξιώθητε δόξης, συνυπάρχοντες Χριστῷ. Συμπαθείας τῆς πρὸς σάρκα, τὸν νοῦν χωρίσαντες πίστει, τὰς βασάνους οἰκειοῦσθε ἐρωτικῶς, ἀθλοφόροι, οἰκειούμενοι Χριστῷ. Θεοτοκίον Δανιήλ σε ὄρος μέγα, ἐν πνεύματι ἐθεώρει, Θεοτόκε, ἐξ οὗ λίθος ἀποτμηθείς, ἐκλεπτύνει τῶν δαιμόνων τὰ γλυπτά.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι. Ταῖς προχοαῖς, Ἰορδάνου τοῖς ῥείθροις, τῆς ἀφθαρσίας, Πρόδρομε βαπτίσας Χριστὸν δυσώπει, τὰς ἀναβλύσεις τῶν παθῶν μου ξηρᾶναι, καὶ χειμάρρουν τρυφῆς κληρώσασθαι, καὶ τὴν τῶν δικαίων τερπνὴν ἀγαλλίασιν. Ἤδη θρηνῶ, καὶ συστέλλομαι φόβῳ, καὶ ἀπορίᾳ πάντοτε συνέχομαι, ἐννοῶν μου τὰ πεπραγμένα, καὶ τὴν μέλλουσαν δίκην τὴν φρικώδη, εὔσπλαγχνε Κύριε, φεῖσαί μου, τοῦ σοῦ Βαπτιστοῦ παρακλήσεσιν. Νομοθετῶν, τοῖς λαοῖς σωτηρίαν, ἐν μεταγνώσει Πρόδρομε, πταισμάτων γενησομένην, μέσον τοῦ νόμου καὶ τῆς χάριτος ἔστης· διὰ τοῦτο ἐκδυσωποῦμέν σε, τρόποις μετανοίας ἡμᾶς καταφαίδρυνον. Δός μοι καιρόν, μετανοίας ῥαθύμως, τὸν παρελθόντα ὅλον δαπανήσαντι, Εὐεργέτα, ἔχων εἰς τοῦτο δυσωποῦντά σε Λόγε, Ἰωάννην τὸν μέγαν Πρόδρομον, καὶ τῆς μετανοίας παγκόσμιον κήρυκα. Θεοτοκίον Ἐπιβουλαῖς, καὶ ἐνέδραις τοῦ πλάνου, ἐθανατώθην. Δέσποινα Πανάμωμε, ζώωσόν με ἡ τετοκυῖα, τὴν ζωὴν τῶν ἁπάντων, Θεοτόκε τὴν ἐνυπόστατον, ἵνα σε ὑμνῶ εὐσεβῶς τὴν Πανάμωμον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλˊ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ. Ὡς πάλαι Χαναναία κραυγάζω σοι Σωτήρ, Υἱὲ Θεοῦ ἐλεήσας με οἴκτειρον· ψυχὴν γὰρ πάσχουσαν ἔχω ἐν δεινοῖς, καὶ μὴ ἑαυτῆς εἰς αἴσθησιν, βουλομένην νῦν ἐλθεῖν. Ταράσσει με ἀμέτρων κλυδώνιον παθῶν, ὡς τῇ θαλάσσῃ ποτὲ ἐπετίμησας, καὶ ἔσωσας τοὺς ἁγίους μαθητάς, κᾀμὲ Ἰησοῦ ἀνάγαγε, καὶ διάσωσον Χριστέ. Μαρτυρικὰ Ἐξέστησαν Ἀγγέλων ἀσώματοι χοροί, τὴν καρτερίαν ὑμῶν τὴν ἐν σώματι, καὶ ᾔνεσαν τὸν παρέχοντα ὑμῖν, σεπτοὶ ἀθληταὶ καὶ δύναμιν, καὶ καμάτων ἀμοιβήν. Ῥαινόμενοι αἱμάτων οἰκείων ταῖς ῥοαῖς, καὶ ὀφθαλμοὺς ἐκκεντούμενοι Μάρτυρες, πηγνύμενοι ὑπὸ κρύους χαλεποῦ, πρὸς θάλψιν ζωῆς μετέβητε, ἀνυμνοῦντες τὸν Χριστόν. Θεοτοκίον Ὡς τράπεζα τὸν ἄρτον χωρεῖς τὸν μυστικόν, ἐξ οὗ φαγόντες, οὐκέτι λιμώττομεν Πανύμνητε, οἱ εἰδότες σε Χριστοῦ, τοῦ πάντων Θεοῦ γεννήτριαν, καὶ τροφὸν ὡς ἀληθῶς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Ἡ φωνὴ ἡ τὸν λόγον κηρύξασα, πάντων τὰς φωνὰς προσδεξάμενος αἴτησαι, ἁμαρτιῶν συγχώρησιν, δωρηθῆναι τοῖς πίστει ὑμνοῦσί σε. Συντριβὴν τῆς ψυχῆς μου θεράπευσον, τῶν ἁμαρτιῶν τὸ φορτίον διάλυσον, καὶ παρˊ ἐλπίδα σῶσόν με, ταῖς εὐχαῖς σου μακάριε Πρόδρομε. Ἰησοῦν ὃν χειρί σου ἐβάπτισας, Πρόδρομε ἱκέτευε χειρός με ῥύσασθαι, τῆς ἁμαρτίας αἴροντα, πρὸς αὐτὸν ἀεὶ χεῖρας πανένδοξε. Θεοτοκίον Νυσταγμῷ ἀμελείας συνέχομαι, ὕπνος ἁμαρτίας βαρεῖ τὴν καρδίαν μου, τῇ σῇ ἀγρύπνῳ Πάναγνε, μεσιτείᾳ ἐξέγειρον σῶσόν με.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τάς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας. Νόμους τοὺς σοὺς ἠθέτησα, ὑπήχθην τε ταῖς ἀλόγοις ἐπιθυμίαις, πράττων τὰ μὴ ἀνήκοντα Χριστέ, ὅτι ἐματαιώθην ἐν τῇ ἀπονοίᾳ μου, ὥσπερ ἄλλος οὐδεὶς ἀνθρώπων ἐπὶ γῆς· μὴ οὖν ἐάσῃς με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν. Ἐν ἀνομίαις Κύριε, ἰδοὺ ἐγὼ συνελήφθην, ὡς ὁ Δαυῒδ κραυγάζω, καὶ ὡς ἡ Πόρνη δακρύω, καὶ ὡς παραπικραίνων δοῦλος παρεπίκρανα, σὲ τὸν μόνον ὑπάρχοντα Θεόν ἀγαθόν· μὴ οὖν ἐάσῃς με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν. Μαρτυρικὰ Μαρτυρικῶς ἠγώνισται, δῆμος τῶν ἀθλοφόρων, μαρτυρικῶς ἐστέφθη τῇ ζωηφόρῳ δεξιᾷ, ὅτι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησε, τὸν τὰ πάντα πεποιηκότα λόγῳ, καὶ νῦν ἐν οὐρανοῖς, χαίρων ἀπολαύει, τῆς θείας κληρουχίας. Ὀφθαλμοὺς ἐκκεντούμενοι, καὶ ἀφαιρούμενοι χεῖρας, καὶ πόδας εὐθυδρόμως, πρὸς οὐράνιον οἱ εὐκλεεῖς, ἐστέλλοντο πορείαν, καθυποσκελίζοντες τὰς πορείας τοῦ μόνου πολεμήτορος. Αὐτῶν ταῖς προσευχαῖς, σῶσον πάντας Λόγε, τοὺς σὲ δοξολογοῦντας. Θεοτοκίον Τὰ Χερουβεὶμ δοξάζουσι, τὰ Σεραφεὶμ ἀνυμνοῦσι, θρόνοι καὶ Ἐξουσίαι, καὶ Κυριότητες ἀεί, τὸν ὑπὲρ νοῦν σου τόκον, Μαρία Πανύμνητε, ὅτι μόνη Θεὸν κυοφορεῖς ἐν σαρκί, ὃν αἴτησαι Ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος. Προρρίζους ἀξίνῃ σου τῆς μετανοίας, ἐκτίλας τοὺς μώλωπας, τῆς ἐμπαθοῦς καρδίας μου, ἐμφύτευσον Πρόδρομε, θείαν ἀπάθειαν, φόβον τε ἁγνότατον Θεοῦ, πάσης κακίας ἀλλοτριοῦντά με. Ῥοαῖς ὡς ἐβάπτισας τοῦ Ἰορδάνου, στεγάζοντα ὕδασι, τὰ ὑπερῷα Κύριον, αὐτὸν καθικέτευε, ὕδωρ δωρήσασθαι, θείας κατανύξεως, ἀεὶ τοῖς ὀφθαλμοῖς μου ἔνδοξε Πρόδρομε. Ὁ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, Ἀμνὸν Θεοῦ Πρόδρομε, κηρύξας, τοῦτον αἴτησαι, ἐρίφων τῆς μοίρας με, δεῖξαι ἀλλότριον, καὶ τοῖς δεξιοῖς αὐτοῦ, κᾀμὲ συναριθμῆσαι, προβάτοις ἔνδοξε. Θεοτοκίον Στειρεύουσα φέρει σε νηδὺς Παρθένε, ἐγγάστριον φέρουσαν, τὸν Λόγον σωματούμενον, ὃν θείοις σκιρτήμασιν, ὁ μέγας Πρόδρομος, στείρας ὁ πανάγιος καρπός, ἐπέγνω χαίρων, καὶ προσεκύνησε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἵνα θεώσῃς ἡμᾶς, ἐσαρκώθης διˊ οἶκτον, οὐ συνῆκα δὲ ὅλως, δουλωθεὶς ταῖς ἡδοναῖς, τῇ σῇ ἀγαθωσύνῃ, ἐπίστρεψόν με Χριστέ, ἡ πάντων σωτηρία. Σὺ ὁ ποιμὴν ὁ καλός, πλανηθεῖσαν εἰς ὄρη, παραβάσεως Λόγε, τὴν ἀθλίαν μου ψυχήν, ἐπίστρεψον καὶ σῶσον, μή με τελείως ἐχθρός, ὁ πλάνος καταπίῃ. Μαρτυρικὰ Στῶμεν ἀνδρείως ὁμοῦ, ἀνεβόων ἀλλήλοις, οἱ τερπνοὶ ἀθλοφόροι, αἰκιζόμενοι δεινῶς. Χριστὸς ἰδοὺ προτείνει, τῆς νίκης τοὺς στεφάνους, εἰς πάντας τοὺς αἰῶνας. Ἰσχυροτάταις νευραῖς, τῶν στερρῶν ὑμῶν πόνων, ἀπεπνίξατε ὄφιν, τὸν βουλόμενον ὑμᾶς, δελεάσαι κακούργως, καὶ παραδείσου τρυφῆς, ὤφθητε, κληρονόμοι. Θεοτοκίον Ἵνα θεώσῃ ἡμᾶς, ὁ Θεὸς ἐσαρκώθη, ἐξ ἁγνῶν σου αἱμάτων, καὶ ἐγένετο βροτός, Παρθένε Θεοτόκε, ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν σὲ τιμώντων.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Δίδου δεξιάν, ἐμοὶ χαμαὶ κειμένῳ, ὁ δεξιὰν ἐκτείνας Πρόδρομε, καὶ λούσας τοῖς ὕδασι τὸν ἀμόλυντον, καὶ ῥῦσαί με τοῦ μολυσμοῦ τοῦ σώματος, ὅλον ἀποκαθαίρων, τῇ μετανοίᾳ καὶ σῶσόν με. Ἔχουσα ψυχή, καιρὸν τοῦ μεταγνῶναι, τῆς ἀμελείας τὸν βαθύτατον, ὕπνον ἀποτίναξον, καὶ σπουδαίως ἐπαγρύπνησον, βοῶσα τῷ Δεσπότῃ σου· Εὔσπλαγχνε οἴκτειρόν με, τοῦ Βαπτιστοῦ παρακλήσεσιν. Χείμαρροι παθῶν, καὶ ὕδατα κακίας, ἕως ψυχῆς μου ἐπεισήλθοσαν, μακάριε Πρόδρομε, σπεῦσον τάχος ἐξελέσθαι με, ὁ ποταμοῦ τοῖς ῥεύμασι, λούσας τῆς ἀπαθείας, τὸ γαληνότατον πέλαγος. Οἴμοι τῷ πολλά, κακὰ πεποιηκότι! οἴμοι τῷ μόνῳ παροργίσαντι, Θεὸν τὸν πανάγαθον! Βαπτιστὰ Χριστοῦ βοήθει μοι, καὶ βράβευσον πταισμάτων μου λύσιν, καὶ τῶν χρεῶν μου, ἀποκοπὴν μεσιτείαις σου. Θεοτοκίον Ὕψιστον Θεόν, σαρκὶ ἀποτεκοῦσα, ἀπὸ κοπρίας με ἀνάστησον, παθῶν τῶν θλιβόντων με, καὶ δεινῶν ὅλον πτωχεύσαντα, ταῖς θείαις καταπλούτισον, Πάναγνε ἀρεταῖς με, ὅπως ὑμνῶ σε σῳζόμενος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακε ποτέ, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; τοιοῦτον σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν. Ὢ πῶς φρικτὸν ὑπάρχει σου τὸ βῆμα, ἐν ᾧ κριθῆναι προσδοκῶ, καὶ οὐκ αἰσθάνομαι ὅλως τούτου τὸ ἔμφοβον, ἐν ἀμελείᾳ τὸν πάντα διάγων χρόνον! ἐπίστρεψόν με, μόνε δημιουργέ, ὁ Μανασσῆν ἐπιστρέψας πλημμελήσαντα. Στῆσον Χριστέ, τὰ ῥεύματα βοῶ σοι, τῶν ἀμετρήτων μου κακῶν, ὄμβρους διδοὺς μοι δακρύων, ἐναποπλύνοντας τὸν μολυσμόν, ὃν ὑπέστην ἐξ ἀφροσύνης, καὶ σῶσόν με ὁ σώσας, τὴν ἐκ ψυχῆς μετανοήσασαν, Πόρνην τῷ ἐλέει σου. Μαρτυρικὰ Ἡ φωταυγὴς τῶν θείων ἀθλοφόρων μνήμη, ὡς ἥλιος ἡμῖν, ἐξανατείλασα πᾶσι, τῆς γῆς τοῖς πέρασι φωταγωγεῖ, καὶ τὸ σκότος ἀποδιώκει τῆς εἰδωλομανίας, καὶ τῶν παθῶν τῶν ψυχοφθόρων τὸν ζόφον, θείῳ Πνεύματι. Φάλαγξ σεπτή, στρατὸς τροπαιοφόρος, καὶ ἐκλεκτὴ παρεμβολή, δῆμος ἁγίων Μαρτύρων, χορὸς μακάριος χοροστασίαις συνήφθη τῶν Ἀσωμάτων. Αὐτῶν Χριστὲ πρεσβείαις, πάντας ἡμᾶς τῆς σῆς Βασιλείας, μετόχους ποίησον. Θεοτοκίον Φωτιστικαῖς αὐγαῖς, τοῦ ἐκ γαστρός σου ἐξανατείλαντος ἡμῖν, καὶ ἀθεΐας τὴν νύκτα ἐξαφανίσαντος, Παρθενομῆτορ Μαρία, φώτισον πάντας τοὺς πίστει σε τιμῶντας, καὶ ἀφεγγοῦς λύτρωσαι σκότους, ἐν ὥρᾳ κατακρίσεως.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. Ἰλύος με λύτρωσαι, τῆς ἁμαρτίας Κύριε, ἀναμάρτητε μόνε καὶ πολυέλεε, ταῖς τοῦ Βαπτιστοῦ ἱκεσίαις, τοῦ σὲ παντὶ κηρύξαντος κόσμῳ, Ἀμνὸν Θεοῦ αἴροντα, τῶν ἀνθρώπων ἁμαρτήματα. Ὡς ῥόδον ἡδύπνοον, ὡς εὔοσμον κυπάρισσον, ὡς ἀμάραντον κρίνον, ὡς μύρον τίμιον, ἔχων σε Κυρίου Προφῆτα, τῆς τῶν ἐμῶν ἔργων δυσωδίας, εὐχαῖς σου ῥυσθήσομαι, ὁ προστρέχων ἐν τῇ σκέπῃ σου. Στειρεύειν ἀκάρπων με, παμμάκαρ ἔργων ποίησον, ἀρετῶν εὐτεκνίαν ἀεὶ προσφέροντα, τέκνον με Κυρίου ποιοῦντα, καὶ κοινωνὸν θείας βασιλείας, καὶ τῆς ὁμηγύρεως, τῶν Ἁγίων ὁμοδίαιτον. Ἡμῖν τοῖς ποθοῦσί σε, καὶ πόθῳ σε γεραίρουσι, καὶ τῷ θείῳ ναῷ σου περιχορεύουσι, δίδου οὐρανόθεν τὴν λύσιν τῶν δυσχερῶν, Πρόδρομε Κυρίου, καὶ βίου διόρθωσιν, καὶ πταισμάτων ἀπολύτρωσιν. Θεοτοκίον Φερόμενον ἅπαντα, τὸν φέροντα τῷ νεύματι, ἐν γαστρὶ προσεκύνεις τῆς Θεομήτορος, μεθˊ ἧς ἐκδυσώπει Προφῆτα, τὴν ταπεινὴν σῴζεσθαι ψυχήν μου, πολλοῖς περιπίπτουσαν, καθˊ ἡμέραν πλημμελήμασιν.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος βˊ

Πάντας ὑπερβάλλω τῇ ἁμαρτίᾳ, τίνι μαθητεύσω τῇ μετανοίᾳ; ἐὰν στενάξω ὡς ὁ Τελώνης, νομίζω βαρεῖν τοὺς οὐρανούς, ἐὰν δακρύσω καθὼς ἡ Πόρνη, μιαίνω τοῖς δάκρυσι τὴν γῆν· ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὁ Θεὸς καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ Ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βˊ

Τὸν σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Θεοτοκίον, Ἦχος βˊ

Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ Ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸν Λῃστὴν ὑπερβέβηκα, καὶ τὴν πόρνην τοῖς πάθεσιν, οἰκτείρησόν με Σωτήρ, τὸν αὐτοκατάκριτον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Καταδύσας τὴν ἄβυσσον, εὐσπλαγχνίας ἐν ὕδατι, Πρόδρομε ταῖς σαῖς εὐχαῖς, τὰ πάθη μου μείωσον. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οἱ τῆς πλάνης τὰ ῥήματα, τῶν αἱμάτων τοῖς ῥεύμασι, ψύξαντες Χριστοῦ Ἀθληταί, ἀξίως δοξάζεσθε. Δόξα... Ῥητορεύων ὡς γέγραπται, νοῦς ἀνθρώπων οὐ δύναται, Θεότητος μίαν ἀρχήν, ὑμνεῖν τρισυπόστατον. Καὶ νῦν... Θεοτοκίον Τὴν ἀφλέκτως κυήσασαν, τὸν Θεὸν τὸν προάναρχον, ἐγκωμίων πάντες ᾠδαῖς, ἀπαύστως ὑμνήσωμεν.

ΤΕΤΑΡΤΗ Β΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

Σῶτερ τῷ Σταυρῷ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμῳ διεσχίζοντο, ὁρᾷν μὴ σθένουσαι, Κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

Ὅλος καταβέβληται εἰς γῆν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σῴζεται, ὁ πρὶν κατάκριτος· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας σου ἀξίωσον.

Κρίσιν δέχῃ μόνε Βασιλεῦ, ὁ κρῖναι τὰ σύμπαντα μέλλων, ἐν τῇ ἐλεύσει σου, στέφος ἀνεδύσω δέ, Σῶτερ ἀκάνθινον, ὑπεκτίλλων Φιλάνθρωπε, τὴν ἐκ τῆς ἀπάτης, ἄκανθαν προθέλυμνον, τῇ δυναστείᾳ σου, πᾶσιν ἐμφυτεύων τοῖς πίστει, σταύρωσιν τὴν σὴν προσκυνοῦσι, τὴν τῆς εὐσπλαγχνίας σου ἐπίγνωσιν.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

Πλοῦτος πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, σὺ ὑπάρχεις Δέσποινα, καὶ σὲ δοξάζομεν, οἱ ἐν θλίψει κραυγάζοντες· Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους σου, πάσης ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς αἰωνίου κατακρίσεως.

Ὄντως ὑπερῆραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, τὴν κεφαλήν μου Ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. Σὺ οὖν τῇ θερμῇ σου πρεσβείᾳ, πρόφθασον καὶ σῶσόν με μόνη, τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

Ὥσπερ ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν σου σκέπην, Παρθενομῆτορ ἁγνή, δέομαι σπλαγχνίσθητι, μὴ ἀπορρίψῃς με, ἀλλὰ ῥῦσαι τὸν δοῦλόν σου, τῆς νῦν ἐπελθούσης, θλίψεως, ὡς ἔχουσα τὸ συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, πάντοτε πρεσβεύουσα σῷζε, πάσης περιστάσεως τοὺς δούλους σου.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, διˊ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, διˊ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βˊ

Σῶσόν με Χριστὲ Σωτήρ, τῇ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσσῃ, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ διˊ αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμεν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βˊ

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀλαλάζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βˊ

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοι. Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἡ παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον;

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Παρεστῶσα τῷ Σταυρῷ σου ἡ ἀσπόρως τεκοῦσά σε, καὶ μὴ φέρουσα ὁρᾷν ἀδίκως πάσχοντα, ὠλοφύρετο, κλαυθμῷ, καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος βˊ

Ὡς ὁ Λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ· Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος. Μαρτυρικὸν Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὰ ἄνω ζητῶν Ὢ θαῦμα καινόν! ἐβόα ἡ Πανάμωμος, Σταυρῷ τὸν Υἱόν, ἰδοῦσα καθηλούμενον, ὁ δρακὶ τὰ σύμπαντα περιφέρων, πάθος ὑφίσταται, καὶ ὡς κριτὸς κατακρίνεται, ὁ πᾶσι παρέχων τὴν συγχώρησιν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται. Παραβὰς τὴν πρώτην ἐντολήν, πάλαι ὁ πρωτόπλαστος, ἐκ τοῦ φυτοῦ θάνατον ἀπετρύγησεν, ὑψωθεὶς ἐν ξύλῳ δέ, ὁ ἀθάνατος, καὶ θανάτου γευσάμενος, τὴν ἀθανασίαν, πᾶσι τοῖς ἀνθρώποις ἐδωρήσατο. Τοῦ Σταυροῦ παγέντος ἐπὶ γῆς, πέπτωκε τὸ φρύαγμα, τοῦ δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, ὁ πρὶν ἀπωσμένος δέ, πρὸς Παράδεισον ἐπανέρχεται ἄνθρωπος, δόξα σοι τῷ οὕτω, μόνῳ εὐδοκήσαντι Θεῷ ἡμῶν. Μαρτυρικὰ Ὡς κριοί, ὡς ἄρνες λογικοί, ἐναποσφαττόμενοι, καὶ μεληδὸν ἀνηλεῶς κοπτόμενοι, πανεύφημοι Μάρτυρες, προσηνέχθητε, τῷ τυθέντι ὡς νῦν πρόβατον, καὶ τὴν Ἐκκλησίαν, τῶν πρωτοτόκων ἐφαιδρύνατε. Σταθηρὰν τὴν ἔνστασιν σοφοί, πάντοτε ποιούμενοι, τοὺς πονηροὺς ἐχθροὺς κατεπαλαίσατε, ξίφεσι τεμνόμενοι, καὶ ἐν ὕδατι καὶ πυρὶ προσριπτόμενοι· ὅθεν μακαρίου τέλους, Ἀθλοφόροι ἠξιώθητε. Σταυροθεοτοκίον Ἱερὸς ἐκάλει σε χορός, πύλην ἀδιόδευτον, γῆν ἐκλεκτήν, καὶ ὄρος ἀλατόμητον, Παναγία Δέσποινα· τὸν Δεσπότην γὰρ τῶν ἁπάντων ἐκύησας, τὸν ἐθελουσίως, σταύρωσιν σαρκὶ καταδεξάμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, κατˊ Ἀλφάβητον ἐξ ἀντιστρόφου. ᾨδὴ αˊ

Ἦχος βˊ

Ἐν βυθῷ κατέστρωσε ποτέ

Ὡς ὡραίαν, ὡς περικαλλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξὶ Θεός σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε. Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, βασιλέως ἕστηκας, ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρᾳ, τῆς ἀνταποδόσεως Πανάμωμε. Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας· ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Σταυρούμενος ἐσάλευσας, πᾶσαν κτίσιν, Κύριε, καὶ τοὺς πιστοὺς ἐστήριξας, ἐπιγνόντας τὴν δυναστείαν σου, καὶ τὴν ἄφατον Λόγε συγκατάβασιν. Παράδεισον ἠνέῳξας, τῷ Σταυρῷ σου Δέσποτα, καὶ τὸν Λῃστὴν εἰσήγαγες, ἐπιγνόντα τὴν Βασιλείαν σου, καὶ τὸν πλοῦτον τῆς θείας εὐσπλαγχνίας σου. Μαρτυρικὰ Ἐξήνθησαν οἱ μάρτυρες, ὥσπερ ῥόδα εὔοσμα, ταῖς νοηταῖς κοιλάσι, καὶ δυσώδη πλάνην ἐμείωσαν, καὶ πιστῶν τὰς καρδίας εὐωδίασαν. Φωστῆρες οἰκουμένης, πιστῶν σωτῆρες Ἅγιοι, φωτιστικαῖς τοῦ Πνεύματος φρυκτωρίαις, πάντας φωτίσατε, τοὺς ὑμᾶς κατὰ χρέος μακαρίζοντας. Σταυροθεοτοκίον Ὑψούμενον ἐν ξύλῳ σε, τὸν ζωοδότην βλέπουσα, καὶ ἑκουσίως θνῄσκοντα, καὶ τοῖς πᾶσι ζωὴν παρέχοντα, ἐδονεῖτο τὰ σπλάγχνα ἡ Πανάμωμος.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος βˊ

Ἐξήνθησεν ἡ ἔρημος

Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ ποιητὴς Πανάχραντε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσαν ἀτοπήμασιν. Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Ἄχραντε, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίᾳ σκυθρωπάζουσαν. Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου Πάναγνε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Κατήργησας, τὰς ἀρχὰς τοῦ δεινοῦ πολεμήτορος, ἐν ξύλῳ ὑψούμενος, καὶ τὴν ἀρὰν ἐξηφάνισας· ὅθεν σε δοξάζομεν, οἱ διὰ σοῦ σεσωσμένοι μόνε Κύριε. Ἐφήπλωσο, ἐν Σταυρῷ, καὶ συνέστειλεν ἥλιος, τὸ φῶς θεωρήσας σε, ὄρη καὶ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα, τὸ τοῦ ναοῦ διερράγη παντοδύναμε. Μαρτυρικὰ Νεκρούμενοι, τὸν ἐχθρὸν παντελῶς ἐνεκρώσατε, σιδήρῳ ξεόμενοι, τῆς δερματίνης νεκρώσεως, πάθος ἐξεδύσασθε, Μάρτυρες θεῖοι, καὶ δόξαν ἐνεδύσασθε. Διέκοψαν, κεφαλὰς ἐν ἐκστάσει οἱ Μάρτυρες, πονηρῶν δυνάμεων, τὰς κεφαλὰς ἐκτεμνόμενοι, καὶ τὴν διαμένουσαν, ἐκληρονόμησαν δόξαν ἀγαλλόμενοι. Σταυροθεοτοκίον Ἀνέτειλεν, ἐκ γαστρός σου Πατρὸς τὸ ἀπαύγασμα, Χριστός, καὶ ἐφώτισε τὴν Οἰκουμένην σταυρούμενος, Κόρη ἀπειρόγαμε, καὶ τῶν δαιμόνων σκότος ἐξηφάνισεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος βˊ

Ἐλήλυθας, ἐκ Παρθένου

Σταγόνα μοι, κατανύξεως ὄμβρισον Δέσποινα, ἐξαίρουσα ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς διανοίας μου, τὰς σφαλερὰς ἐνθυμήσεις ἀναστέλλουσα. Ῥομφαίᾳ με, ἡδονῆς τὸν πληγέντα, καὶ κείμενον, τραυματίαν Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλˊ ἴασαι, λόγχῃ καὶ τῷ αἵματι, τοῦ σταυρωθέντος, Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν. Πλουτήσασα, δεσποτείαν ἀπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας οἰκτείρησον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθήν μου προστάτιν Παναμώμητε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν. Ἰκρίῳ παγείς, τὰ τῆς γῆς θεμέλια ἐσάλευσας, καὶ λόγχῃ νυττόμενος, ἐχθρὸν τὸν ἀρχέκακον κατέσφαξας, καὶ κρουνοὺς σωτηρίας, πᾶσι Χριστὲ ἐπήγασας. Μὴ φέρων ὁρᾷν, ὃν χερσὶ διέπλασας πλανώμενον, τὰς χεῖρας ἐξέτεινας, Λόγε ἐπὶ ξύλου θανατούμενος, καὶ ἐζώωσας τοῦτον, ξύλῳ ποτὲ τεθνήξαντα. Μαρτυρικὰ Οἱ φίλοι Θεοῦ, οἱ θερμοὶ ἀνθρώπων ἀντιλήπτορες, τὰ ἄνθη τὰ τίμια, τὰ περιφανῆ σκεύη τοῦ Πνεύματος, οἱ σοφοὶ Ἀθλοφόροι, ἀξίως μακαρίζονται. Νομίμως ἀθλῶν, ὁ χορὸς ὁ ἅγιος τῶν σῶν Ἀθλητῶν, ἀνόμους κατῄσχυνε, μόνε Νομοδότα τῇ δυνάμει σου, καὶ τελέσας τὸν δρόμον, μαρτυρικῶς κατέστεπται. Σταυροθεοτοκίον Ὡράθης Ἁγνή, μετὰ τόκον ἄφθορος· Θεὸς γὰρ ἐκ σοῦ, ἐτέχθη ὡς ἄνθρωπος, ὃν κατανοήσασα σταυρούμενον, τὴν τῶν σπλάγχνων ὀδύνην, μὴ φέρουσα ἠλάλαζες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος βˊ

Μεσίτης Θεοῦ

Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε, ὁδήγησον, ὁδὸν εἰς εὐθεῖάν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον. Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι, Παρθένε Μήτηρ Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν περιπλανώμενος, ἀλλˊ ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσιν. Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον, τὸν δοῦλόν σου, φλογμῷ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ κινδυνεύοντα, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σύ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι. Νεαζούσαις κάραις θείς, παλάμας ποτὲ Ἰακώβ, Σταυρὸν προέγραψεν, ἐν ᾧ Λόγε ἐξεπέτασας, παλάμας καὶ χειρός, πλάνου πολεμήτορος, ἐλυτρώσω Χριστὲ τὸ ἀνθρώπινον. Σταυρωθέντος σου Χριστέ, παμβασιλεῦ βουλήματι, ἡ βασιλεύουσα ἁμαρτία ἐξωστράκισται, Ἀδὰμ δὲ ὁ ποτέ, Παραδείσου ἄποικος, ἐν αὐτῷ σε ὑμνῶν εἰσοικίζεται. Μαρτυρικὰ Τοὺς ὡραίους ἐν στίγμασιν, ἱεροὺς ὑπάρχοντας, τοὺς τὴν εὐπρέπειαν, στολισθέντας τὴν οὐράνιον, τοὺς ὄντως ποθητούς, τοῦ Κυρίου Μάρτυρας, ἀδιστάκτῳ καρδίᾳ ὑμνήσωμεν. Ἀνύστακτον λαμπάδα, τὴν ἑαυτῶν τηρήσαντες οἱ θεῖοι Μάρτυρες, ἠρδεύθησαν πλουσιώτατα, τοῖς αἵμασιν αὐτῶν, καὶ τῆς θείας ἔτυχον, τοῦ νυμφῶνος εἰσόδου γηθόμενοι. Σταυροθεοτοκίον Ὑμνοῦμέν σε Πανύμνητε, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον, ἐν ξύλῳ τὸν ἀρχέκακον δυνάμει τῇ αὐτοῦ, ὀλέσαντα τύραννον, εἰς ἡμῶν σωτηρίαν καὶ καύχημα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Μή με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέσποινα, ἀλλˊ εὐμενῶς προσβλέψαι μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον. Λογισμοῖς παροργίζω σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου, οἴκτειρον, σῶσόν με. Κατακρίσεως ῥῦσαί με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος. Ῥομφαία τὸ πρότερον ἡ στρεφομένη, τὰ νῶτά μοι δίδωσιν, ἀφˊ οὗ τῇ λόγχῃ τέτρωσαι, Σταυρῷ ἀνυψούμενος, εὔσπλαγχνε Κύριε· ὅθεν μεγαλύνω σε, τῷ σῷ τιμίῳ πάθει εὑρὼν ἀπάθειαν. Ὁ ὄφις ὑψούμενος ὑπὸ Μωσέως, τὴν θείαν ἀνάρτησιν, ἐν ξύλῳ προεικόνιζε Χριστοῦ, τοῦ τὸν δόλιον ὄφιν νεκρώσαντος, πάντας τε ζωώσαντος ἡμᾶς, τοὺς νεκρωθέντας ταῖς παραβάσεσιν. Μαρτυρικὰ Υἱοὶ χρηματίζετε θείᾳ μεθέξει, ἀνάρχου Γεννήτορος, Υἱοῦ ἀνάρχου Ἅγιοι, τὸ πάθος τὸ ἄχραντον ἐκμιμησάμενοι· ὅθεν ἀδελφοὺς ὑμᾶς καλεῖ, καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ. Σταυρῷ ἀναρτώμενοι ὡς ὁ Δεσπότης, καὶ λόγχῃ νυττόμενοι, καὶ ξίφει συγκοπτόμενοι, πυρί τε καὶ ὕδατι προμεριζόμενοι, καὶ κατατεμνόμενοι τροχοῖς, οἱ θεοφόροι ἔχαιρον Μάρτυρες. Σταυροθεοτοκίον Τὸν βότρυν τὸν πέπειρον ἀγεωργήτως, ἁγνὴ ὃν ἐβλάστησας, ἐν ξύλῳ ὡς ἑώρακας, κρεμάμενον ἔκραζες· Τέκνον μου γλυκύτατον, γλεῦκος ἐναπόσταξον, διˊ οὗ παθῶν ἡ μέθη ἀνασταλήσεται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ἀντίθεον πρόσταγμα παρανομοῦντος

Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαί με. Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε τὸ ἀνθρώπινον· διό με τοῖς πάθεσι, καταρρυπούμενον, καὶ καταφθειρόμενον, ἐχθροῦ ταῖς μεθοδείαις, ῥῦσαι πρεσβείαις σου. Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδὲ τὴν μήτραν σου, τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν δυσωποῦμέν σε, πυρὸς τοῦ αἰωνίου, ῥῦσαι τοὺς δούλους σου.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Αἵματι τῷ σῷ, πλευρᾶς ἐξ ἀκηράτου, ἐναποστάζοντι μακρόθυμε, ἡ κτίσις ἡγίασται, ποταμοὶ δὲ ἐξηράνθησαν πολυθεΐας, ὄμβροι τε ὤφθησαν εὐσεβείας, πλάνης αὐχμόν ἀναστέλλοντες. Σταύρωσιν τὴν σήν, ὁ Ἥλιος ᾐδέσθη, καὶ τὰς ἀκτῖνας ἐναπέκρυψε, πέτραι δὲ ἐσχίσθησαν, καὶ ὁ ᾅδης κάτω ἔφριξε. Δικαίων δὲ ἐσκίρτησαν πνεύματα, προσδοκῶντα, τὴν παντελῆ Λόγε λύτρωσιν. Μαρτυρικὰ Ἴαμα πιστοῖς, ἡ κόνις τῶν λειψάνων, τῶν Ἀθλοφόρων βρύει πάντοτε, ἰχῶρες δυσίατα θεραπεύουσι παθήματα. Ὡς θαυμαστὸς εἶ Κύριε, κράζομεν εὐχαρίστως, ἐν τοῖς ἁγίοις σου Μάρτυσιν. Στόματα θηρῶν, καὶ βράσματα λεβήτων, πῆξίν τε κρύους, βάρος καύσωνος, ὀνύχων σπαράγματα, ὑπεμείνατε στερρότατα, καὶ κάθειρξιν καὶ βίαιον θάνατον Ἀθλοφόροι· ὅθεν Χριστῷ συνευφραίνεσθε. Σταυροθεοτοκίον Σάρκα ἐκ τῆς σῆς, γαστρὸς λαμβάνει θέλων, καὶ καθορᾶται ὁ ἀόρατος, καὶ σταύρωσιν δέχεται, καὶ κατάρα ὀνομάζεται, κατάρας ἐξαιρούμενος, ἅπαντας ὁ Υἱός σου, θεοχαρίτωτε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος βˊ

Κάμινος ποτέ

Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, διˊ ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσα προστασίαν, ὡς συμπαθῆ καὶ φιλάγαθον. Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· διὸ ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ Κτίσαντος. Δόξης του Πατρός, ἀπαύγασμα τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν, πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, εὐλογημένη Πανάμωμε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. Ἰάσω τὸ σύντριμμα, καὶ τὴν ταλαιπωρίαν μου, τῷ σῷ μώλωπι, Λόγε ἀνεξιχνίαστε, καὶ τὴν συγχωσθεῖσαν εἰκόνα, τοῖς πονηροῖς πάθεσι, ἐκάθηρας τῷ πάθει σου, Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου. Ὡράθης ὑψούμενος, ἐν κυπαρίσσῳ Δέσποτα, καὶ τῇ πεύκῃ καὶ κέδρῳ διˊ ἀγαθότητα, ὁ εἷς τῆς ἁγίας Τριάδος, μοναδικὴν ὑπόστασιν ἔχων, ἐν δυσὶ θελήσεσιν ἵνα σώσῃς τὸ ἀνθρώπινον. Μαρτυρικὰ Σταυρὸν ὥσπερ θώρακα, ἐνδεδυμενοι Μάρτυρες, ἀπαράτρωτοι πᾶσι βέλεσιν ὤφθητε, τοῦ δημιουργοῦ τῆς κακίας· ὅθεν αὐτὸν νῦν καταπατεῖτε, τοῦτον καταπαίζοντες, ὡς οἰκτρὸν στρουθίον πάντοτε. Ἡ γῆ μὲν τὰ αἵματα, ὑμῶν νῦν ὑποδέχεται, οὐρανὸς δὲ τὰ θεῖα κέκτηται πνεύματα, μετὰ τῶν πυρίνων Ταγμάτων, τῷ θεϊκῷ θρόνῳ παρεστῶτα, ἀθλοφόροι Μάρτυρες, Ἐκκλησίας πύργοι ἄσειστοι. Σταυροθεοτοκίον Φθαρεῖσαν ἐκαίνισας, τὴν φύσιν τοῦ προπάτορος, ὑπὲρ φύσιν τεκοῦσα, καὶ παρθενεύουσα, φύσεως ἀπάσης τὸν Πλάστην, ὃν ἐν Σταυρῷ κρεμάμενον πάλαι, ἠλάλαζες βλέπουσα, Παναγία Μητροπάρθενε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος βˊ

Ἀνάρχου γεννήτορος

Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν. Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα, τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη, ὃν ἐκτενῶς δυσώπει τῆς ἄνω, Βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς ὑμνοῦντάς σε. Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν Ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βˊ

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντˊ εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἑκουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βˊ

Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ, ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ, τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε ἡ πανάμωμος, Ἁγνὴ καὶ Μήτηρ σου, παρεστῶσα ἐκραύγαζεν, ὀλοφυρομένη. Τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ, ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν, τοῖς ὕδασιν;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν σταυρῷ ἀνυψούμενος, συνανύψωσας ἅπασαν, φύσιν Σωτὴρ τῶν βροτῶν, ἀπαύστως ὑμνοῦσάν σε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τοῦ Ἀδὰμ τὸ χειρόγραφον, σοῦ τῇ λόγχῃ διέρρηξας, γράφων ἐν βίβλῳ αὐτόν, τῶν ζώντων Φιλάνθρωπε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μιμηταὶ χρηματίσαντες, τοῦ Σταυρὸν ὑπομείναντος, δόξης αὐτῷ κοινωνοί, γεγόνατε Μάρτυρες. Δόξα... Πατὴρ ὁ προάναρχος, ὁ Υἱὸς ὁ συνάναρχος, ὑμνεῖται μιᾷ τιμῇ, καὶ δόξῃ σὺν Πνεύματι. Καὶ νῦν... Σταυροθεοτοκίον Ἐν Σταυρῷ ὡς ἑώρακας, ὃν ἀσπόρως ἐκύησας, τούτου ἀνύμνεις Παρθένε, τὸ ἄφατον ἔλεος.

ΠΕΜΠΤΗ Β΄ ΗΧΟΣ

Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Λόγου τοῦ φανέντος ἐπὶ γῆς, σάλπιγγες καθάπερ ὀφθέντες, θεῖοι Ἀπόστολοι, τούτου τὸ σωτήριον πᾶσιν ἐφάνατε, καὶ λαοὺς συνηθροίσατε, πρὸς ἔνθεον πίστιν, πλάνης ὀχυρώματα καταστρεψάμενοι· ὅθεν καὶ ἀξίως τὰ γέρα, καὶ νικητικῶς τοὺς στεφάνους, ὄντως ἐκομίσασθε μακάριοι.

Δῆμοι τῶν Ἀγγέλων ἀληθῶς, χαίροντες ἐκρότησαν ἄνω, τοὺς ἱεροὺς Μαθητάς, βλέποντες κηρύττοντας, ἐν παρρησίᾳ πολλῇ, τοῦ Κυρίου τὴν σάρκωσιν, καὶ πᾶσι βοῶντας· Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ πρὸ αἰώνων ἐστί, σάρκα προσλαβὼν ἑκουσίως, σύνθρονος Πατρὶ δὲ ὑπάρχων, καὶ τῷ θείῳ Πνεύματι ὁμότιμος.

Πάσης οἰκουμένης ἁλιεῖς, τὴν ἠγκιστρωμένην ψυχήν μου, ταῖς μεθοδείαις ἐχθροῦ, τάχος ἐκλυτρώσασθε, καὶ ἀπογνώσει με νῦν, κινδυνεύοντα σώσατε, καρποὺς μετανοίας, φέρειν ἐνισχύοντες, θεῖοι Ἀπόστολοι, ὅπως τοῦ πυρὸς τῆς γεέννης, πεῖραν μὴ λαβὼν Βασιλείας, τῆς τῶν οὐρανῶν ἀξιωθήσωμαι.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Πλήθει πειρασμῶν περισχεθείς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, περικυκλούμενος, σάλῳ τε ποντούμενος τῶν περιστάσεων, καὶ ταῖς λύπαις βαλλόμενος, ἐν σοὶ τήν ἐλπίδα, πᾶσαν ἀνατίθημι, Πάτερ Νικόλαε, πάντων τῶν δεινῶν μοι παράσχου, λύσιν ταῖς πρεσβείαις σου μάκαρ, ταῖς πρὸς τὸν Δεσπότην σου ἐντεύξεσιν.

Νέφει ἀθυμίας σκοτεινῷ, καὶ στενοχωρίας ὁμίχλῃ, νυνὶ καλύπτομαι, θλίψεως ἀλλεπάλληλοι διαταράττουσιν, ὁ δὲ φόβος κινδύνων με, δεινῶς περιέχει, δέομαί σου σῶσόν με, θεομακάριστε· σὲ γὰρ ὀνομάζω προστάτην, καὶ σοῦ τὴν βοήθειαν Πάτερ, ἐπικαλουμένῳ μοι κατάπεμψον.

Χάριν εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοῖς σοὶ προστρέχουσι· φυγαδεύσεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Πᾶσα τῆς ζωῆς ἡμῶν ἰσχύς, σὺ ὑπάρχεις ἄχραντε Μήτηρ, καὶ καταφύγιον, πάντων τῶν ὑμνούντων σε, σὺ εἶ ἀντίληψις· μὴ οὖν μάτην λογίζοιντο, τὴν σὴν προστασίαν, οἱ κατακαυχώμενοι κατὰ τῶν δούλων σου· σὺ γὰρ πρὸς Θεὸν προστασία, δέδοσαι· διὸ μὴ παρίδῃς, διασῶσαι Δέσποινα τοὺς δούλους σου.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος βˊ

Ἐμεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, διˊ ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι, λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βˊ

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν, τὸν ἐχθρὸν ἐνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος βˊ

Ὁ σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, ἀφάτῳ φιλανθρωπίᾳ, Χριστὲ ὁ Θεός, διˊ αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος. Σαγηνεύσαντες τὰ ἔθνη οἱ ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατά σε προσκυνεῖν, σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὲ ὁ Θεός, διˊ αὐτῶν στερέωσον πίστιν τὴν ἔνθεον, καὶ τοῖς λαοῖς κατάπεμψον νῦν τὰ ἐλέη σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες· διὸ κατὰ χρέος σε, πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Εὐσπλαγχνίᾳ πτωχεύσας ὁ Θεός, πλουτιστὰς ἐξαπέστειλεν ὑμᾶς ἐν τῷ κόσμῳ, φαίνοντας πτωχείᾳ τοῦ κηρύγματος, πλοῦτον τὸν οὐράνιον τοῖς πέρασι, διˊ ὧν καὶ πλουτήσαντες, τὴν πίστιν τὴν ἔνθεον, ἀνυμνοῦμεν εὐσεβῶς, τὴν θείαν ὑμῶν μνήμην Ἀπόστολοι. Τῆς σοφίας ὑπάρχοντες Θεοῦ, Μαθηταὶ καὶ αὐτόπται, τῶν σοφῶν καὶ ῥητόρων, ἄσοφον σοφίαν ἐξεφαύλισαν, τῇ ἰδιωτείᾳ τοῦ κηρύγματος, τὰ ἔθνη σοφίσαντες, οἱ θεῖοι Ἀπόστολοι, ὀρθοδόξως ἀνυμνεῖν, τὸν Δημιουργὸν καὶ μόνον Κύριον. Δόξα... Καὶ νῦν... Θεοτοκίον Βοηθὸς τοῖς ἐν θλίψει Θεοκυῆτορ, καὶ προστάτις ὑπάρχεις τοῖς ἐν ἀνάγκαις, ἀπεγνωσμένοις ἐλπίδα παρέχουσα, καὶ ἀνιάτων τὰς νόσους καθαίρουσα, Θεοτόκε Πανύμνητε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος βˊ

Ταῖς τῶν θαυμάτων ἀκτῖσι Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος. Μαρτυρικὸν Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἡ μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ μετὰ φρικτὴν λοχείαν ἁγνεύουσα, σοὶ προσπίπτω Ἄχραντε, μετὰ φόβου κράζων καὶ πίστεως· Ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ πάσης ἀνάγκης με διάσωσον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται. Τοῦ φωτὸς τοῦ θείου ἀστραπαί, πίστει χρηματίσαντες, φωτοειδεῖς τοῦ Σωτῆρος Ἀπόστολοι, ὅλον με φωτίσατε, σκοτιζόμενον ἡδονῶν ἀμαυρότησι, καὶ ἐν ἀμελείᾳ, πάντα μου τὸν βίον διανύοντα. Μαθηταὶ καὶ φίλοι τοῦ Χριστοῦ, φίλον με γενόμενον, τοῦ δυσμενοῦς διὰ κακῶν οἰκείωσιν, τούτου ἐκλυτρώσασθε, συγκινοῦντές μου τὴν ψυχὴν εἰς ἀγάπησιν, τοῦ πεφιληκότος, γένος τῶν βροτῶν διˊ ἀγαθότητα. Ταπεινὴ ψυχή μου πρὸ θανῆς, σπεῦσον μετανόησον, καὶ σεαυτὴν νενεκρωμένην πένθησον, ὅπως ὁ τὸν Λάζαρον, τετραήμερον ἀναστήσας ὡς εὔσπλαγχνος, καὶ σὲ ἀναστήσῃ, ταῖς τῶν Ἀποστόλων παρακλήσεσιν. Θεοτοκίον Ἀγαθὸν κυήσασα Θεόν, πάντας ἀγαθύνοντα, τοὺς τῇ φθορᾷ κεκρατημένους Πάναγνε, τοῦτον καθικέτευε, Παναμώμητε, σὺν Προφήταις καὶ Μάρτυσι, καὶ τοῖς Ἀποστόλοις, πάντας λυτρωθῆναι παραβάσεως.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς. Σοὶ , Νικόλαε, θεῖον ἐξᾴδω μέλος. ᾨδὴ αˊ

Ἦχος βˊ

Ἐν βυθῷ κατέστρωσε ποτέ

Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκὼς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμόν μοι δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν, ὅπως εὐφημήσω, χαίρων σου παμμάκαρ τὸ μνημόσυνον. Ὁ δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοῖς πιστοῖς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τῇ σῇ σκέπῃ Νικόλαε, καὶ προσκαλουμένους, πίστει σε καὶ πόθῳ παναοίδιμε. Θεοτοκίον Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ πλαστουργῷ, ὡς αἰχμάλωτον εἷλέ με, διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Διδάσκαλον κτησάμενοι, τὴν σοφίαν ἔνδοξοι, τὴν τοῦ Πατρὸς ἐν Πνεύματι, τῶν Ἑλλήνων ἀπεμωράνατε, τὴν σοφίαν θεόπται ἀξιάγαστοι. Τὴν στείρωσιν πανεύφημοι, τῆς ψυχῆς μου λύσατε, καὶ εὐτεκνίαν πράξεων, ἐναρέτων φέρειν, ποιήσατε, ὡς τοῦ Λόγου αὐτόπται πανσεβάσμιοι. Δεινῶς με φαρμαχθέντα νῦν, τῷ ἰοβόλῳ δήγματι, τοῦ δυσμενοῦς θεράπευσον, ἱκεσίαις τῶν Ἀποστόλων σου, Εὐεργέτα τῶν ὅλων πολυέλεε. Θεοτοκίον Χριστὸν τὸν ὑπεράγαθον, ἐκδυσώπει Πάναγνε, σὺν Ἀποστόλοις ἅπασι, πάσης βλάβης καὶ περιστάσεως, καὶ κινδύνων ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος βˊ

Ἐξήνθησεν ἡ ἔρημος

Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασῴζεις τοὺς σοὶ προστρέχοντας, χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ. Ἱλάσθητι τοῖς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωρούμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταῖς πρὸς σὲ μεσιτείαις πολυέλεε. Θεοτοκίον Κατεύνασον τὸν τάραχον, τῶν παθῶν μου Δέσποινα, καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Θεὸν ἡ τέξασα, ἐν ᾧ ἐστερεώθῃ ἡ καρδία μου.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Πεινῶντά με καὶ λιμῷ, καθˊ ἑκάστην τηκόμενον, σωτηρίου βρώσεως ἔμπλησον, μόνε Ἀθάνατε, θείαις παρακλήσεσι, τῶν εἰς τὸν σύμπαντα κόσμον κηρυξάντων σε. Εἰς θάλασσαν κοσμικήν, ἐπεβίβασας ἅπαντας, ὡς ἵππους φιλάνθρωπε, τοὺς εὐκλεεῖς Ἀποστόλους σου, ταύτης συνταράσσοντας, τῆς ἁλμυρᾶς ἀπιστίας πικρὰ ὕδατα. Τὸν Ἥλιον τοῖς ἐν σκότει, Χριστὸν ἀνατείλαντες, ἐν σκότει με κείμενον, τῆς ἁμαρτίας φωτίσατε, εἴργοντες πανεύφημοι, τὰς πονηρὰς ἐνθυμήσεις τῆς καρδίας μου. Θεοτοκίον Πανύμνητε ἡ Θεόν, ὑπερύμνητον τέξασα, ὑπὲρ τῶν ὑμνούντων σε, σὺν Ἀποστόλοις ἱκέτευε, ὅπως λυτρωθείημεν, ἁμαρτιῶν καὶ κινδύνων καὶ κολάσεως.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος βˊ

Ἐλήλυθας ἐκ Παρθένου

Ὁμιλήσας καθαρῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι προϊστάμενος, καὶ πάντας σῴζων τοὺς πίστει σε δοξάζοντας. Λυτρούμενος ἐκ θανάτου, ὡς ὤφθης τὸ πρότερον, νεανίας ὅσιε, οὕτω καὶ νῦν με διάσωσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε. Ἀπήστραψας ἀρετῶν, λαμπηδόνας πανόλβιε, μιμητὴς πανάριστος, τοῦ σοῦ Δεσπότου γενόμενος, σῴζεις δὲ καλούμενος, τοὺς εὐλαβείᾳ καὶ πόθῳ σε δοξάζοντας. Θεοτοκίον Ἐλήλυθεν ἐπὶ σοί, ὁ Δεσπότης τῆς κτίσεως, σωματωθησόμενος, καὶ διασῴζων ὡς εὔσπλαγχνος, ὅλον με τὸν ἄνθρωπον· διό σε πάντες Θεοτόκον πιστοὶ σέβομεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν. Ὁ μέγας ποιμήν, μέσον λύκων ἔστειλεν ὡς πρόβατα, αὐτοὺς μεταπλάττοντα, τῇ θεοσθενείᾳ τοῦ βαπτίσματος, καὶ τῷ κάλλει τῶν λόγων, τοὺς θείους Μαθητὰς αὐτοῦ. Τῷ θείῳ φωτί, τὰς ἐν ζόφῳ πλάνης ἐφωτίσατε, καρδίας Ἀπόστολοι· ὅθεν ἱκετεύω, σκοτισθέντα με ἡδονῶν ἀμαυρώσει, φωτίσατε μακάριοι. Ἀθλία ψυχή, πρὸ τοῦ τέλους σπεῦσον μετανόησον, Κυρίῳ κραυγάζουσα· Ἥμαρτόν σοι Δέσποτα συγχώρησον, διὰ τῶν Ἀποστόλων, καὶ σῶσόν με ὡς εὔσπλαγχνος. Θεοτοκίον Φωτί με τῷ σῷ, τὸν ἐν σκότει κείμενον καταύγασον, Φωτὸς οἰκητήριον, καὶ σὺν Ἀποστόλοις καθικέτευε, ἀπὸ πάσης ἀνάγκης, ῥυσθῆναι ταῖς πρεσβείαις σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι. Θεοπρεπεῖ, πολιτείᾳ, τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκῳ ψήφῳ, θανατωθῆναι παραστὰς ἐλυτρώσω, τῷ Δεσπότῃ Χριστῷ κραυγάζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν. Ἐν οὐρανοῖς, τὴν ἀΐδιον δόξαν νῦν ἐποπτεύων, καὶ τῆς ἀπορρήτου θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τῇ προστασίᾳ σου, ὅσιε θεράπον Χριστοῦ πανσεβάσμιε. Θεοτοκίον Ἵνα τὴν σήν, ἐκζητήσῃς εἰκόνα συγκεχωσμένην, τοῖς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθὼν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοῖς σοὶ κραυγάζουσιν· Ἕτερον ἐκτός σου Θεὸν οὐ γινώσκομεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Οἱ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, τὴν κατατακεῖσαν ψυχήν μου τῷ καύσωνι, τῆς ἁμαρτίας δέομαι, μαθηταὶ τοῦ Σωτῆρος ποτίσατε. Οὐρανοὶ νοητοὶ χρηματίσαντες, δόξαν τοῦ Θεοῦ διηγεῖσθε τὴν ἄρρητον, θεοφεγγεῖς Ἀπόστολοι, ἧς τυχεῖν ἡμᾶς πάντας πρεσβεύσατε. Ἐν πελάγει δεινῶς κυματούμενος, σοὶ τῷ τοῦ παντὸς κυβερνήτῃ, προσέρχομαι, διὰ τῶν Ἀποστόλων σου, σωτηρίας πρὸς ὅρμον με ἴθυνον. Θεοτοκίον Μετὰ πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Προφητῶν, Ἀποστόλων, Μαρτύρων σου, εἰς ἱλασμὸν προσάγω σοι , τὴν Μητέρα σου, οἴκτειρον, σῶσόν με.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ἐν ἀβύσσῳ πταισμάτων

Ὁ τῆς νίκης Νικόλαε στέφανος, τῇ σῇ κορυφῇ ἀξίως ἐπιτίθεται· ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσωσον. Νεκρωθέντα με μάκαρ τοῖς πταίσμασι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεὶς διάσωσον, πρὸς λιμένα τοῦ θείου θελήματος. Θεοτοκίον Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος. Πυρὶ θείου πνεύματος προσαναφθέντες, τῆς πλάνης τοὺς ἄνθρακας, Ἀπόστολοι ἐσβέσατε, Θεοῦ δὲ τὸν ἔρωτα, ἐν ταῖς φρεσὶ τῶν πιστῶν, πάντων ἐπανήψατε· διὸ μεγαλοφώνως ὑμᾶς γεραίρομεν. Τὸν κόσμον μισήσαντες καὶ τὰ ἐν κόσμῳ, Χριστὸν ἠγαπήσατε, ἐν κόσμῳ μετὰ σώματος, βροτοῖς ὁμιλήσαντα, ὃν ἱκετεύσατε, πάντων τῶν ἐν βίῳ με δεινῶν, ἐλευθερῶσαι, θεῖοι Ἀπόστολοι. Κριτὰ δικαιότατε καρδιογνῶστα, ὁ μόνος τὰ κρύφια, εἰδώς μου πλημμελήματα, ἐν ὥρᾳ τῆς κρίσεως μὴ κατακρίνῃς με, μηδὲ πέμψῃς με εἰς πῦρ, ταῖς ἱκεσίαις τῶν Ἀποστόλων σου. Θεοτοκίον Τὸ πῦρ τῆς Θεότητος οὐ κατεφλέχθης, ἀρρήτως κυήσασα, Παρθένε ἀπειρόγαμε· διὸ καθικέτευε σὺν Ἀποστόλοις ἁγνή, διαιωνιζούσης με φλογός, ἐλευθερῶσαι τὸν σὲ δοξάζοντα.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ξυρῷ πειρασμῷ περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος, σῶσόν με πρεσβείαις σου μάκαρ, καὶ ἀνάστησον ψάλλειν σοι· Σὲ μακαρίζω ἱερέ, Χριστοῦ θεράπον ἀεί. Ἀδύτου φωτός, ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῷ τῶν θλίψεων, κεκρατημένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐσεβείας, καθοδήγησον ψάλλοντας· Σὲ μακαρίζομεν ἀεί, θεράπον ὄντως Χριστοῦ. Θεοτοκίον Δυσώπει Χριστόν, τὸν Υἱόν σου καὶ Θεὸν θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταῖς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ, τῷ τιμίῳ, ἀναρρύσασθαι ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σωματοειδῶς, ὑμῖν ἐπιφοιτῆσαν, πυρὸς ἐν εἴδει Παράκλητον, Πνεῦμα ἀπειργάσατο, ὡς λαμπάδας φλογιζούσας μὲν ἀθέους, φωτιζούσας δέ, πάντας τοὺς εὐσεβοῦντας, θεῖοι τοῦ λόγου Ἀπόστολοι. Πάθει τὰ δεινῶς, χειμάζοντα Οἰκτίρμον, τὴν ἀδιόρθωτον καρδίαν μου, θεράπευσον δέομαι, τὴν ψυχήν μου φωταγώγησον, τὸν νοῦν μου καθοδήγησον, ῥέποντα εἰς κακίαν, τῶν Μαθητῶν σου δεήσεσιν. Στέναξον ψυχή, καὶ δάκρυσον συντόνως, καὶ σεαυτὴν πρὸ τέλους πένθησον, πρὸ τοῦ καταλάβῃ σε, ὁ κλαυθμὸς ὁ ἀπαράκλητος, καὶ βόησον τῷ Κτίστη σου· Δέσποτα οἴκτειρόν με, τῶν Ἀποστόλων δεήσεσιν. Θεοτοκίον Κάμινος ποτέ, μὴ φλέξασα τοὺς Παῖδας, τὴν σὴν λοχείαν προεικόνιζε, Παρθένε Πανάχραντε· διὰ τοῦτο ἱκετεύω σε, σὺν Ἀποστόλοις πρέσβευε, ἅπασι καὶ Προφήταις, πυρὸς γεέννης ῥυσθῆναί με.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὡς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταῖς πρὸς τόν Σωτῆρα, Χριστὸν ἱερομύστα. Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν ἀΰλων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον, Ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος ἡμῶν ἱερομύστα. Θεοτοκίον Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς, ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. Ἐμὲ τὸν κατάκριτον, ἐμὲ τὸν ἀδιόρθωτον, τὸν τῶν σῶν προσταγμάτων καταφρονήσαντα, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, φρενοβλαβῶς ἐξακολουθοῦντα, ἐπίστρεψον Κύριε, προσευχαῖς τῶν Ἀποστόλων σου. Ἀπόστολοι ἔνδοξοι, Ἀπόστολοι μακάριοι, μαθηταὶ τοῦ Σωτῆρος, κήρυκες πάνσοφοι, πάσης με λυτρώσασθε βλάβης, πάσης ὀργῆς, πάσης ἁμαρτίας, πάσης περιστάσεως, καὶ ποικίλης παραβάσεως. Ψυχὴν ἀδιόρθωτον, προσφέρων καὶ συνείδησιν, συγχωσθεῖσαν τῇ ὕλῃ τῶν παραπτώσεων, καὶ μεμολυσμένην καρδίαν, καὶ λογισμὸν κατεσπιλωμένον, βοῶ σοι φιλάνθρωπε· Οἴκτειρόν με τῷ ἐλέει σου. Θεοτοκίον Ἀπόστολοι Πάναγνε, τὸν σὸν Υἱὸν ἐκήρυξαν, εἰς τὸν σύμπαντα κόσμον, Θεὸν καὶ ἄνθρωπον· ὅθεν σὺν αὐτοῖς ἐκδυσώπει, τῇ φοβερᾷ ἡμέρᾳ τῆς δίκης, ῥυσθῆναι κολάσεως, τοὺς πιστῶς σε μεγαλύνοντας.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος βˊ

Ἀνάρχου Γεννήτορος

Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασῴζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως παμμακάριστε. Ὡς ἐν Παραδείσῳ τῆς τρυφῆς, νῦν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύεις, παθῶν ἐκλυτρούμενος, θεοφόρε πανσεβάσμιε. Θεοτοκίον Σοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ ἁγνὴ συνέλαβες, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτῳ καθˊ ἕνωσιν, ἑνωθεῖσαν ἀδιάρρηκτον.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος βˊ

Ἐμεγάλυνας Χριστέ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι, τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα· διˊ ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας, διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βˊ

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ τῶν πεινώντων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν πάντες, πάσης ἡμᾶς ῥῦσαι περιστάσεως.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὰ τοῦ κόσμου πληρώματα, διελθόντες Ἀπόστολοι, σκότους τοῦ τῆς πλάνης βροτούς, ἐρρύσασθε Πάνσοφοι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τῇ σαγήνῃ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, ἀνθρώπους Μύσται σοφοί, σαφῶς ἀνειλκύσατε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τοὺς τὸν δρόμον τελέσαντας, καὶ τὴν πίστιν τηρήσαντας, τοὺς Ἀθλοφόρους Χριστοῦ, συμφώνως ὑμνήσωμεν. Δόξα... Ἰσουργὸν τῷ Γεννήτορι, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἅπαντες νῦν οἱ πιστοί, ἐν φόβῳ δοξάσωμεν. Καὶ νῦν... Θεοτοκίον Ἀποστόλων τὸ καύχημα, Ἀθλητῶν ἐγκαλλώπισμα, σὺ εἶ Παρθένε ἁγνή, καὶ κόσμου διάσωσμα.

ΠΑΡΑΣΚΕΥΗ Β΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικά, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Σῶτερ τῷ Σταυρῷ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμῳ διεσχίζοντο, ὁρᾷν μὴ σθένουσαι, κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

Ὅλος καταβέβληται εἰς γῆν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου Φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σῴζεται, ὁ πρὶν κατάκριτος· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας σου ἀξίωσον.

Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε κτίσις ἅπασα, φόβῳ ἐτρόμαξε, τὰ τοῦ ᾅδου βασίλεια, καὶ κράτος θανάτου, πάντα ἐξηφάνισται, θείᾳ δυνάμει σου, τότε καὶ Ἀδὰμ ὁ προπάτωρ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Νεῦσον ταῖς δεήσεσιν Ἁγνή, τῶν σῶν οἰκετῶν, καὶ παράσχου, πηγὰς δακρύων ἡμῖν, ἵνα ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν, τὰς κηλῖδας Πανάμωμε, καὶ σβέσωμεν φλόγα, τοῦ διαιωνίζοντος, καὶ πικροτάτου πυρός· σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας, Σὲ τὴν τοῦ Δεσπότου Μητέρα, ἐπικαλουμένων τὰς δεήσεις πληροῖς.

Ζάλῃ ἐναντίον λογισμῶν, καὶ ταῖς τρικυμίαις τοῦ βίου, κλυδωνιζόμενος, πνεύμασιν ἀτάκτοις τε περιφερόμενος, τοῦ δεινοῦ κοσμοκράτορος, βοῶ σοι Παρθένε· Σπεῦσον ἐξελέσθαι με, τῶν κατεχόντων δεινῶν, ὅπως εὐχαρίστῳ καρδίᾳ, σοῦ τὰ μεγαλεῖα κηρύττω, πᾶσι τοῖς πιστοῖς θεοχαρίτωτε.

Ἴδε τὴν ἀσθένειαν ἐμήν, καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου, ταλαιπωρίαν Ἁγνή, καὶ τὴν τῆς καρδίας μου, κάκωσιν Δέσποινα, καὶ βουλὰς διασκέδασον, ἐχθρῶν ἀοράτων, τῶν ἐπεμβαινόντων μοι, καὶ πολεμούντων δεινῶς· σὺ γὰρ τὸν Θεὸν τετοκυῖα, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσι, δύνασαι παρέχειν ἀπολύτρωσιν.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὢ τῆς ἀγαθότητος τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὁλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βˊ

Σῶσόν με Χριστὲ Σωτήρ, τῇ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσσῃ, καὶ ἐλέησόν με ὁ Θεός.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ διˊ αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος βˊ

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, διˊ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βˊ

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοι. Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῷζε τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Εὐσπλαγχνίας Καθορῶσα νεκρούμενον Χριστόν, θρηνῳδοῦσα ἐβόα ἡ ἀμνὰς καὶ Παρθένος. Ὢ μιαιφονίας τόλμημα! Κρύψον σου τὸ φέγγος νῦν ὁ ἥλιος· ὁ κτίσας γὰρ ἅπαντα, νεκροῦται βουλήματι, καὶ ὁρᾶται ὡς κριτός, ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙ διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος βˊ

Ὡς ὁ λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος. Μαρτυρικὸν Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, καὶ σῶσον ἡμᾶς. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Παρεστῶσα τῷ Σταυρῷ σου, ἡ ἀσπόρως τεκοῦσά σε, Χριστέ, καὶ μὴ φέρουσα ὁρᾷν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Σταυροῦ παγέντος, δαιμόνων πίπτει πλάνη, Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται. Σταύρωσιν κατεδέξω, καὶ ἥλοις προσεπάγης ἀτίμως Λόγε, πάντας τιμῆσαι θέλων τοὺς βροτούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας. Τείνας Σταυρῷ παλάμας, ὁ τείνας πόλον Σῶτερ, καθάπερ δέρριν, ἐνηγκαλίσω ἔθνη καὶ λαούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας. Μαρτυρικὰ Ἄραντες ἐπὶ ὤμων, Σταυρὸν οἱ ἀθλοφόροι, τῷ σταυρωθέντι, ἀκολουθῆσαι εἵλοντο Χριστῷ, τούτου συμμορφούμενοι, τοῖς θείοις πάθεσιν. Ὕμνησαν τῶν Ἀγγέλων, δυνάμεις κατιδοῦσαι ὑμῶν τοὺς ἄθλους, ἐθρήνησε δαιμόνων δὲ πληθύς, νικηφόροι Μάρτυρες, θοειδέστατοι. Σταυροθεοτοκίον Ῥῆσις σεπτοῦ Προφήτου, πεπλήρωται· ῥομφαία γὰρ τὴν καρδίαν τὴν σὴν διῆλθεν, ὅτε ἐν Σταυρῷ λογχευθέντα Δέσποινα, τὸν σὸν Υἱὸν ἔβλεψας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε. ᾨδὴ αˊ

Ἦχος βˊ

Δεῦτε λαοὶ ᾄσωμεν

Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, ὁμολογοῦντα Ἄχραντε, ψυχῇ καὶ στόματι, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, νῦν με διάσωσον. Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θείᾳ διασῳζόμεθα. Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ χαλεπῶν πειρασμῶν. Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Ὁ βότρυς ἐπὶ ξύλου τῆς ἀφθαρσίας, κρεμάμενος, ἀπέσταξε θεῖον γλεῦκος, καρδίας κατευφραῖνον τὰς τῶν ἀνθρώπων, κακίας παῦον δέ, τὴν μέθην πάντοτε, Ἰησοῦς ἡ λύτρωσις τῶν ψυχῶν ἡμῶν. Ὑψώθης ἐπὶ ξύλου ἐθελουσίως, καὶ πᾶσαν διαβόλου κακοπραγίαν, κατέρραξας, πεσόντας δὲ τοὺς ἀνθρώπους, εἰς τὴν ἀπώλειαν, γνώμης στρεβλότητι, Ἰησοῦ ἀνύψωσας, πολυέλεε. Μαρτυρικὰ Πυρὶ τοῦ θείου πόθου προσαναφθέντες, τὸ πῦρ οὐκ ἐδειλίασαν οἱ γενναῖοι, οὐκ ἔπτηξαν τὸν θάνατον ἀθανάτους, ἀποσκοπούμενοι δωρεὰς λήψεσθαι, καὶ χαρὰν μὴ λήγουσαν, καὶ φῶς ἄδυτον. ίων οἱ Ἀθλοφόροι, ὑπέρλαμπρον ἐπέχρωσαν πορφυρίδα, καὶ ταύτην στολισάμενοι δεξιᾷ τε, ὡς σκῆπτρον φέροντες, χειρὶ τὸν τῷ Κυρίῳ πάντοτε θεῖον Σταυρόν, συμβασιλεύουσιν. Σταυροθεοτοκίον Γεραίρουσί σε τάξεις τῶν Ἀσωμάτων· τὸν πάντων γὰρ Δεσπότην σωματοφόρον, ἐκύησας τὸν λύσαντα διὰ ξύλου, δεσμίους ἅπαντας, Κόρη Θεόνυμφε, καὶ πιστοὺς συνδήσαντα τῇ στοργῇ αὐτοῦ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν. Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζουσα. Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με Θεονύμφευτε. Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεομῆτορ, ἐξ ἀγνοίας καὶ πωρώσεως, λυτρωθῆναι ἡμᾶς νῦν καθικέτευε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἐκρέμασο ἐπὶ ξύλου, κρεμάσας ἐν ὕδασι, τὴν γῆν Παντοδύναμε, λόγχῃ πλευρὰν ὀρυττόμενος, αἷμά τε σὺν ὕδατι, ἐναποστάξας εἰς πάντων ἀπολύτρωσιν. Νυγείσης σου τῆς πλευρᾶς, ἰατρεύθη τὸ ἄλγος μου, χειρὶ ῥαπισθέντος σου, ἐλευθερίας ἐπέτυχον, χολῆς γευσαμένου δέ, τῆς ἐνηδόνου ἐρρύσθην Χριστὲ βρώσεως. Μαρτυρικὰ Τοῖς τραύμασι τραυματίσαντες, ὄφιν τὸν δόλιον, ἰᾶσθε τραύματα, τῶν καρδιῶν ἡμῶν πάντοτε, χάριν ἀναβλύζοντες, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος θεῖοι Μάρτυρες. Ὁλόσωμον τῷ ἐχθρῷ, τὴν πληγὴν προσηνέγκατε, πληγαῖς αἱματούμενοι, ἐπὶ τροχοῦ τε τεινόμενοι, καὶ τυμπανιζόμενοι, θεοειδεῖς Ἀθλόφοροι πανσεβάσμιοι. Σταυροθεοτοκίον Σεσάρκωται, ἐξ ἁγνῶν σου αἱμάτων ὁ Ὕψιστος, ὃν βλέπουσα Πάναγνε, ξύλῳ ἀδίκως ὑψούμενον, ἔστενες δακρύουσα, καὶ τὴν αὐτοῦ εὐσπλαγχνίαν ἐμεγάλυνες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε. Τῶν τραυμάτων μου Δέσποινα τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι. Ῥιπιζόμενον πάθεσι καὶ λογισμοῖς, βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον. Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις μόνη Πανύμνητε. Χειμαζόμενον κλύδωνι βιωτικῷ, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα καθοδηγοῦσά με.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος. Διˊ οἶκτον προσομιλήσας τῷ Σταυρῷ, Δέσποτα ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν ἀνέσπασας, καὶ ἐτίμησας συνεδρίᾳ τῇ πατρικῇ, ἀτιμασθεὶς θελήματι. Ἀκάνθαις στεφανωθεὶς ὁ στεφανῶν, ἄνθεσι πᾶσα τὴν γῆν, τὴν τῶν παθῶν μου ἄκανθαν, ἀποτέμνεις ῥιζόθεν Λόγε, καὶ ἐμφυτεύεις μοι τὴν σὴν ἐπίγνωσιν. Μαρτυρικὰ Ἰσχύϊ τοῦ τὴν ἀσθένειαν ἡμῶν Ἅγιοι, ἐθελοντὶ περιθεμένου Μάρτυρες, δυναμούμενοι, τῶν δαιμόνων, τὴν δυναστείαν παντελῶς ὠλέσατε. Μεγάλως ἀγωνισάμενοι ἐν γῇ Ἅγιοι, ἐν οὐρανοῖς μεγίστην δόξαν εὕρατε, καὶ μεγίστων ἡμᾶς κινδύνων, ἀπολυτροῦσθε τοὺς ὑμᾶς γεραίροντας. Σταυροθεοτοκίον Ὁ νώτοις Χερουβικοῖς ἐν οὐρανοῖς, θεοπρεπῶς ὡς ἀληθῶς ὀχούμενος, ταῖς ἀγκάλαις σου ἐποχεῖται, καὶ σταυρωθεὶς πάντας φθορᾶς διέσωσε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν πάσης ἐπηρείας, λυτρούμεθα σαφῶς, οἱ σὲ Θεοτόκον ἀεὶ ἐπιστάμενοι. Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβεὶμ τέτοκας, τὸν τοῦ Θεοῦ ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων τῶν σῶν ἐκδυσώπησον. Τὸν τοῦ παντὸς ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν. Ἀπὸ στενώσεως, καὶ κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνῃ τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος. Νῶτον παρέχων εἰς μάστιγας, καὶ σιαγόνας σου εἰς ῥαπισμόν, πρόσωπον δὲ Σῶτερ, εἰς ἐμπτύσματα, ἔσωσάς με τὸν πολλά, ἀφρόνως σοι πταίσαντα. Ὥσπερ ἀρνίον τοῦ θύεσθαι, ἦλθες Χριστέ μου, λύκου νοητοῦ, ἰοβόλῳ δήγματι, τοὺς θνήξαντας ἐπανάγων πρὸς ζωήν· Δόξα τῇ σταυρώσει σου. Μαρτυρικὰ Νόμους τηροῦντες οἱ Μάρτυρες, τοὺς τοῦ Δεσπότου, ἄνομον βουλήν, παρανόμων παντελῶς ἐξέκλιναν, καὶ θανόντες, τῆς ζωῆς τῆς μελλούσης ἔτυχον. Παραταξάμενοι Ἅγιοι, πρὸς ἐναντίας χαίροντες ἀρχάς, θείοις ὅπλοις, ταύτας ἐτροπώσασθε, καὶ στεφάνους ἐκ Θεοῦ, νίκης ἐκομίσασθε. Σταυροθεοτοκίον Ἵνα θεώσῃ τὸν ἄνθρωπον, ἐκ σοῦ Παρθένε τίκτεται Θεός, καὶ σταυροῦται, καὶ θανάτου γεύεται, ἀποκτείνων τὸν ἐμέ, τὸ πρὶν ἀποκτείναντα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὴν θάλασσαν, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε. Ἐνεδύθην στολὴν κακουχούμενος, Μήτηρ Ἀειπάρθενε, τῆς ἀφροσύνης μου, ἀλλˊ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι. Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ἀθυμῶν ὁ δείλαιος, ἀλλˊ ἐπανάγαγε, εὐλογημένη Δέσποινα, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα. Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος. Πτωθέντα με ἤγειρας τῇ παραβάσει, Σταυρῷ ἀνυψούμενος, ἡ πάντων ἐξανάστασις, καὶ πτώσας τὸν πτώσαντα, Λόγε πολέμιον, ὅλον ἀνενέργητον, νεκρὸν ὑποδεικνύεις. Δόξα τῷ κράτει σου. Τοῖς ἥλοις ἐξήλωσας τὴν ἁμαρτίαν, Χριστὲ τοῦ προπάτορος, καλάμῳ δὲ τυπτόμενος, ὑπέγραψας ἅπασιν ἐλευθερίαν βροτοῖς. Δόξα τοῖς παθήμασι τοῖς σοῖς, διˊ ὧν μυρίων παθῶν ἐρρύσθημεν. Μαρτυρικὰ Ἐτέμνοντο σώματα τῶν μιαιφόνων, χερσὶν οἱ καλλίνικοι, Χριστοῦ Μεγαλομάρτυρες, καὶ ἔμενον Πνεύματι Θεοῦ, ἀχώριστοι, τέμνοντες τὸν δόλιον ἐχθρόν, ἀνδρείας ξίφει, καὶ κατασφάττοντες. Ἰσχὺν ἀπροσμάχητον τὸν σταυρωθέντα, Χριστὸν ἐπαγόμενος, στρατὸς ὁ ἀκατάπληκτος, ὀλέθριον στράτευμα κατεξωλόθρευσεν, ἔπαθλον ληψόμενος, ζωὴν τὴν μακαρίαν τε καὶ ἀνώλεθρον. Θεοτοκίον Παλάτιον ἔμψυχον τοῦ Βασιλέως, καὶ θρόνος πυρίμορφος, Παρθένε ἀναδέδειξαι, ἐν ᾧ καθεζόμενος πάντας ἐξήγειρε, τοῦ προτέρου πτώματος βροτούς, καὶ συνεδρίᾳ Πατρὸς ἐτίμησε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ, σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον, ὃν νῦν Παρθένε δυσώπησον, πάσης πονηρίας ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐλπὶς ἀγαθή, προστασία φοβερὰ ὑπάρχεις Δέσποινα, καὶ νῦν δεόμεθά σου δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον, τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιεσάμενος ἀπημαύρωσα, διˊ ἀμελείας ὁ δείλαιος, νῦν δέ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι. Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται, διὰ τοῦ Τόκου σου, νῦν δὲ Πάναγνε, τὸν ἀρρωστίᾳ κρατούμενον, σῶσον ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Λαὸς ὁ ἀπειθής, ἀδεῶς τε τὰ παράνομα πάντα πράττων, μέσον ἀνόμων Οἰκτίρμον, τὸν δικαιοῦντά σε παρανομοῦντας, ξύλῳ ἀνυψοῖ σταυρούμενον, ὃν πᾶσα κτίσις δοξάζει ὡς Κύριον, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν. Αἱματώσας Χριστέ, τοὺς δακτύλους σου ἐν ξύλῳ προσηλωμένος, τὸ δαίμοσιν αἷμα προσαγόμενον τοῖς πάλαι, ἐπˊ ἀπωλείᾳ τῶν προσαγομένων ἔπαυσας· ὅθεν σε δοξάζει, ἡ σύμπασα κτίσις, Θεὲ τῶν ὅλων, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν. Μαρτυρικὰ Ναμάτων ζωτικῶν, ὄντες ἔμπλεοι οἱ Μάρτυρες τοὺς χειμάρρους, τοὺς τῆς ἀπάτης ἀπεξήραναν, θείοις ῥείθροις τοῖς τῶν αἱμάτων, πίστει ἀκλινεῖ κραυγάζοντες· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ἡ ἄπειρος πληθύς, τῶν αἱμάτων ὑμῶν ἅγιοι, ἀσεβείας τὸ πῦρ κατέσβεσε, καὶ Ἑλλήνων τὴν πολύθεον ἔλυσε πλάνην, πάντας δὲ πιστοὺς ἐφώτισε μελῳδοῦντας· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Σταυροθεοτοκίον Ἡ ἄμωμος ἀμνάς, Προφητῶν τε καὶ Μαρτύρων ἡ ὡραιότης, ὥσπερ ἀμνόν σε ἀναρτώμενον ἐπὶ ξύλου θεασαμένη, ἔκλαιε πικρῶς καὶ ἔλεγεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τόν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς· ἀλλὰ σύ με Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα. Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πάντες, διασῳζόμεθα νῦν, ὑμνοῦντες τὸν τόκον, σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας. Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας. Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν ἀπαρυόμενοι, σοῦ ὑμνοῦμεν τὸν τόκον Πανάχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. Ἴνα τυπώσῃ πάλαι, Ἰσαὰκ σοῦ τὸ πάθος, δεσμεῖται Λόγε, λύεται δεθέντος δέ, προβάτου ἀντιτύπου, ἐν φυτῷ Σαβὲκ ἀφέσεως, καὶ ἀπελύθη, τῆς ἀκουσίως τότε, θυσίας ἀληθοῦς, σοῦ δὲ ἐθελουσίως τυθέντος, κακῶν ἐρρύσθημεν. Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, Χριστὲ ὑπάρχων, κάλλος οὐκ ἐκέκτησο, οὐδὲ εἶδος ἐν τῷ πάσχειν, ξύλῳ τοῦ Σταυροῦ κρεμάμενος, καὶ καλλωπίζων, τὴν ἀμορφίαν πᾶσαν τοῦ γένους τῶν βροτῶν. Δόξα τῇ εὐσπλαγχνίᾳ σου μόνε, εὔσπλαγχνε Κύριε. Μαρτυρικὰ Σιὼν τῆς ἄνω ὤφθητε, οἰκήτορες θεῖοι, καὶ τῶν Ἀγγέλων Μάρτυρες ἰσάγγελοι, ὡς ὄντες συμπολῖται, καὶ τὴν Ἐκκλησίαν Ἅγιοι τῶν πρωτοτόκων, περιφανῶς φαιδρύνετε, λάμποντες φωτὶ θείῳ, καὶ μαρτυρίου στεφάνῳ, καλλωπιζόμενοι. Ἠγαπημένοι φίλοι, τοῦ ἡμᾶς παραδόξως πεφιληκότος, ῥύσασθε φιλίας με δολίας, τῆς πρὸς σάρκα, ἅγιοι Κυρίου Μάρτυρες, ἁγιασμόν τε καὶ φωτισμόν, καὶ λύσιν πταισμάτων χαλεπῶν, πᾶσι τοῖς ἐκτελοῦσι τὴν μνήμην ὑμῶν αἰτήσασθε. Σταυροθεοτοκίον Φωστήρων κάλλος δρόμου, τοῦ συνήθους ἀπέστη, ὅτε σε εἶδεν Ἥλιε τῆς δικαιοσύνης, ἐπηρμένον ἐπὶ τοῦ Σταυροῦ θελήματι, ἡ δὲ Παρθένος, σὺν μαθητῇ παρθένῳ, ἠλάλαζε πικρῶς· Οἴμοι! ἀναβοῶσα, τί τοῦτο τὸ ξένον θέαμα;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα διˊ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν. Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν, προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀϊδίου, πλησθῆναι καθικέτευσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον, πύλη τοῦ θείου φωτός, καὶ τρυφῆς αἰωνίου, πλησθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα. Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον, τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνομεν. Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὅνπερ ἐγέννησεν, Υἱὸς τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ, ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν σου γέννησιν.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος βˊ

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντˊ εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστὲ φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἑκουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσῃς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος βˊ

Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Σταυροθεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὅτε ἐν Σταυρῷ σε ἡ Ἀμνάς, ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις, ὠλοφύρετο ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῃσκεις, Υἱέ μου, θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι, καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον, δόξα, τῇ οἰκονομίᾳ σου Φιλάνθρωπε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Σταυρωθεὶς Ἀναμάρτητε, ἐν Κρανίῳ συνέθλασας, κάραν τοῦ δολίου ἐχθροῦ, καὶ κόσμον διέσωσας. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐξερρίζωσας Δέσποτα, τῆς κακίας τὴν ἄκανθαν, στέφος ἑκὼν ἀκανθῶν, φορέσας Μακρόθυμε. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μαρτυρικὸν Συντριβόμενοι Μάρτυρες, τοῦ ἐχθροῦ συνετρίψατε, πᾶσαν τὴν πλάνην σαφῶς, καὶ στέφος ἐδέξασθε. Δόξα... Ῥαντισμῷ θείου αἵματος, οἱ πιστοὶ φωτιζόμενοι, μίαν ἐν Προσώποις τρισί, Θεότητα σέβομεν. Καὶ νῦν ... Σταυροθεοτοκίον Ὡς ἀρνίον κρεμάμενον, ἐπὶ ξύλου Πανάμωμε, βλέπουσα Χριστόν, ἐν κλαυθμῷ, αὐτὸν ἐμεγάλυνες.

ΣΑΒΒΑΤΟΝ Β΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὅταν ἐν τῇ δόξῃ σου Χριστέ, ἔλθῃς μετˊ Ἀγγέλων ἁγίων, κρῖναι τὰ σύμπαντα, ὅτε παραστήσονται, γυμνοί σοι ἅπαντες, ἀποδοῦναι ὧν ἔπραξαν, τὴν ἀπολογίαν, τότε τοῖς προβάτοις με, σύνταξον Λόγε τοῖς σοῖς, λύσιν παρασχών μοι ἐνταῦθα, τῶν πλημμελημάτων μου πάντων, ὧν περ ἐν τῷ βίῳ ἐπλημμέλησα.

Ῥῆξον τὰς σειράς μου τῶν παθῶν, ξήρανον ψυχῆς σηπεδόνας, μόνε φιλάνθρωπε, δώρησαί μοι δάκρυα τῆς κατανύξεως, τὴν καρδίαν μου φώτιτισον, τὴν ἐσκοτισμένην, λύτρωσαί με δέομαι ἐκ περιστάσεως, ζάλης, συμφορῶν ἐναντίων, καὶ ἐκ πειρασμῶν πολυτρόπων, τοῦ δεινοῦ ἐχθροῦ καὶ κοσμοκράτορος.

Λάβε ὦ ψυχή μου κατὰ νοῦν, τὴν φοβερωτάτην ἐκείνην, ὥραν τῆς κρίσεως, ὅτε τρόμος λήψεται, τὴν κτίσιν ἅπασαν, καὶ καθίσῃ ὁ Ὕψιστος ἐν θρόνῳ ἀστέκτῳ, λόγον εἰσπραξάμενος, τῶν πεπραγμένων ἡμῖν, σπεῦσον, διαλλάγηθι ἔνθεν τῷ κριτῇ τῶν ὅλων βοῶσα· Ἥμαρτόν σοι Κύριε, καὶ σῶσόν με.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ὅλος ἐκ νεότητος ἐγώ, πάθεσιν αἰσχύνης δουλεύσας, καὶ ἀσωτίᾳ πολλῇ, τέλεον ἠμαύρωσα, τὸ κατˊ εἰκόνα Θεοῦ, καὶ πτοοῦμαι Πανύμνητε, τὴν μέλλουσαν δίκην, ὅτε παραστήσομαι τῷ σῷ Υἱῷ καὶ Θεῷ· νῦν οὖν, πρὸ τοῦ τέλους μοι δίδου, κάθαρσιν Ἁγνὴ τῶν παθῶν μου, καὶ πλημμελημάτων ἀπολύτρωσιν.

Φρίττω τὸ κριτήριον Ἁγνή, καὶ τὴν τοῦ πυρὸς τιμωρίαν, τὴν αἰωνίζουσαν, καὶ τὴν ἀπαραίτητον, ὄντως ἀπόφασιν, τὸν βρυγμὸν τῶν ὀδόντων τε, καὶ τοῦ ἀκοιμήτου, σκώληκος Πανάμωμε, τὴν ἀγριότητα· ὅθεν, ἐν ὀδύνῃ καρδίας, σὲ καθικετεύω Παρθένε, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως.

Ὅτε τῶν τοῦ σώματος μελῶν, μέλλῃ ἡ ψυχή μου βιαίως, διαχωρίζεσθαι, τότε μοι παράστηθι, καὶ τῶν ἀσάρκων ἐχθρῶν, τὰς βουλὰς διασκέδασον, καὶ τούτων τὰς μύλας, σύντριψον ζητούντων με, καταπιεῖν ἀφειδῶς, ὅπως ἀκωλύτως διέλθω, τοὺς ἐν τῷ ἀέρι ἑστῶτας, ἄρχοντας τοῦ σκότους, Θεονύμφευτε.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος βˊ

Τῶν ἁγίων μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Χοροὶ μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Μεγάλῃ ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς Πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσιμον, Ἦχος βˊ

Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν ἁγίων σου κατάταξον σκηναῖς, τὰ πνεύματα τῶν σῶν δούλων Χριστέ.

Θεοτοκίον, Ἦχος βˊ

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ φωτός, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος βˊ

Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπˊ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον, ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος. Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια! τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα

Ἦχος βˊ

Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ. Σωτήρ, καὶ σῶσον ἡμᾶς. Νεκρώσιμα Εὐσπλαγχνίας ὑπάρχουσα Ὁ νεκρῶν καὶ τῶν ζώντων ὡς Θεός, ἐξουσίαν ἁπάντων ἐσχηκὼς Ζωοδότα, πρόσχες ταῖς δεήσεσι τῶν δούλων σου, δεῖξόν σου τὰ σπλάγχνα τὰ φιλάνθρωπα, καὶ δίδου τὴν ἄφεσιν ψυχαῖς, ἃς μετέστησας, ἐπˊ ἐλπίδι τῇ εἰς σέ, ὁ διˊ εὐσπλαγχνίαν ὑπεράγαθος. Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ, ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τήν ἀνάπαυσιν. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ αˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν. Διωγμοὺς χαλεπούς, καὶ αἰκισμοὺς σφοδροὺς καρτερικῶς, ἐνεγκόντες Ἀθληταί, πᾶσαν τὴν πλάνην ἐκ τῶν περάτων, σθένει θεϊκῷ ἐδιώξατε. Οἱ Θεοῦ λειτουργοί, καὶ Ἱεράρχαι φέγγει νοητῷ, ἀπαστράπτοντες σαφῶς, πρὸς φῶς ὡδήγησαν εὐσεβείας, πάντων εὐσεβῶν τὰ πληρώματα. Ὑπερήφανον νοῦν, ταπεινωθέντες Ὅσιοι καλῶς, κατεκλίνατε εἰς γῆν, καὶ ὑψωθέντες ἐνθέοις τρόποις, πᾶσι ταπεινοῖς βοηθεῖτε ἀεί. Νεκρώσιμον Λαμπροτάτου φωτός, καὶ αἰωνίου δεῖξον κοινωνούς, εὐφροσύνης ὡς Θεός, οὕς περ μετέστησας τῶν προσκαίρων, δούλους σου πιστούς, ὁ Θεὸς ἡμῶν. Θεοτοκίον Αἱ ἀσκήσει στερρῶς, ἠγωνισμέναι καὶ ἀθλητικῶς, καθελοῦσαι τὸν ἐχθρόν, σεμναὶ Γυναῖκες Θεοκυῆτορ, σὲ περιεστῶσαι, εὐφραίνονται.

Κανὼν εἰς Κοιμηθέντας οὗ ἡ Ἀκροστιχίς. Τοῖς τεθνεῶσι δεύτερον πλέκω μέλος. ᾨδὴ αˊ

Ἦχος βˊ

Τῷ τὴν ἄβατον

Τῷ θανάτῳ σου, καταπατήσας θάνατον, θείας ζωῆς ἀνέβλυσας ἀϊδιότητα, ἣν παράσχου ἀγαθέ, ταῖς τῶν κοιμηθέντων ψυχαῖς, ταῖς τῶν Μαρτύρων σου, πρεσβείαις ἄφεσιν, πταισμάτων χαριζόμενος. Ὁ τὸ πλούσιον, ἀεὶ πηγάζων ἔλεος, τοῖς εὐσεβῶς φιλάνθρωπε προσδεχομένοις σε, ἐν τῷ οἴκῳ σου Χριστέ, ἐν τῇ θαυμαστῇ σου σκηνῇ, τόπον ἀνέσεως παράσχου Δέσποτα, τοῖς δούλοις σου ὡς εὔσπλαγχνος. Ἰσχυρότατος, κατὰ θανάτου γέγονας· ὅθεν αὐτὸν ἐδέσμευσας, ἡμᾶς ῥυσάμενος, καὶ νῦν ῥῦσαι τῆς αὐτοῦ, τοὺς κεκοιμημένους φθορᾶς ὡς ὑπεράγαθος, τῆς σῆς ἐλλάμψεως, τὴν μέθεξιν δωρούμενος. Θεοτοκίον Στερεώσασα, τὴν κλονουμένην φρένα μου, Μήτηρ Θεοῦ βεβαίωσον, θείοις προστάγμασι, τοῦ τεχθέντος ἐκ τῆς σῆς, καθηγιασμένης γαστρός, καὶ καταργήσαντος, τοῦ ᾅδου Δέσποινα, τὸ ζοφερὸν βασίλειον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου. Πυρωθέντες τῷ πυρί, τῆς ἀγάπης τοῦ Χριστοῦ οἱ Ἀθλοφόροι, τῶν βασανων τὴν πυράν, δροσισμῷ τοῦ παντουργοῦ, ἔσβεσαν Πνεύματος. Ἁγιώτατοι Χριστοῦ, Ἱεράρχαι καὶ σεπτοί, Ὁσίων δῆμοι, ὑπὲρ πάντων ἡμῶν, τὸν φιλάνθρωπον Θεόν, ἐκδυσωπήσατε. Ἱερώτατος χορός, τῶν ἐνθέων Προφητῶν ἐμεγαλύνθη, καὶ Γυναίων πληθύς, ἐναθλήσασα στερρῶς, δόξης ἐπέτυχον. Νεκρώσιμον Νεκρωθεὶς ἐπὶ Σταυροῦ, ἐδωρήσω τοῖς θνητοῖς ἀθανασίαν, ἧς τυχεῖν τοὺς πρὸς σέ, καταξίωσον Χριστέ, μεταχωρήσαντας. Θεοτοκίον Μετὰ πάντων Προφητῶν, καὶ Γυναίων ἱερῶν, Θεὸν Παρθένε, τὸν τεχθέντα ἐκ σοῦ, δυσώπει ἐκτενῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Ταῖς τῆς σῆς ὡραιότητος λαμπηδόσιν, αὐγάζεσθαι τοὺς πίστει κεκοιμημένους, εὐδόκησον ὁ πλούσιος ἐν ἐλέει, μετὰ Μαρτύρων σου· σὺ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Ἐν τόποις ἀναψύξεως, ὡς οἰκτίρμων, ἐν χώρᾳ Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου, ἀξίωσον αὐλίζεσθαι τοὺς σοὺς δούλους, τοὺς σοὶ κραυγάζοντας· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε. Θαλάμοις οὐρανίοις περιπολεύειν, φρονίμοις ταῖς παρθένοις συνεισελθόντας, ὑπόδεξαι τοὺς δούλους σου λαμπαδούχους, οὕς περ μετέστησας, τῷ σῷ βουλήματι, ἐκ τῶν προσκαίρων Δέσποτα, μόνε φιλάνθρωπε. Θεοτοκίον Νεκρωθέντα, καὶ πρὸς γῆν με ἀποστραφέντα, ἀνέστησας τεκοῦσα τὸν ζωοδότην, ἀνήγαγες ἐξ ᾅδου με κατωτάτου, τὸν Θεοτόκον σε πίστει δοξάζοντα, καὶ τιμῶντα Πάναγνε, σὲ τὴν Πανύμνητον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ. Οἱ τοῦ Χριστοῦ τὰ παθήματα, εὐκλεεῖς Ἀθλοφόροι, μιμησάμενοι καλῶς, κατατεινόμενοι ἔχαιρον, πολλαῖς βασάνοις, τὰς αἰωνιζούσας ἀντιδόσεις σκοποῦντες, ὧν τυχόντες, μακαρίζονται ἀεί. Νόμους τηροῦντες τοῦ Πνεύματος, Ἱεράρχαι προφρόνως, ἐπωκείλατε λαούς, ὡς κυβερνῆται πανάριστοι, πρὸς θεῖον ὅρμον, καὶ μετατεθέντες ἐκ τῶν κάτω θορύβων, πρὸς γαλήνην μετηνέχθητε ζωῆς. Γῆς παρεπίδημοι ὤφθητε, μεταθέντες Πατέρες, τὸ πολίτευμα ὑμῶν ἐν οὐρανοῖς, καθὼς γέγραπται, εὐσεβοφρόνως, καὶ σαρκὸς τὰ πάθη, χαλινώσαντες πόνοις ἐγκρατείας, τῇ δυνάμει τοῦ Χριστοῦ. Νέκρωσιν θείαν ποθήσασαι, τὴν ζωὴν τὴν ἀγήρω, προξενοῦσαν ἀληθῶς, διὰ βασάνων καὶ θλίψεων, καὶ ἐγκρατείας, τίμιαι Γυναῖκες, ἠξιώθητε ταύτης, δυσωποῦσαι τὸν Χριστὸν ὑπὲρ ἡμῶν. Νεκρώσιμον Ἣν μετεβίβασας Κύριε, τῶν προσκαίρων τοῦ βίου, πολυάριθμον πληθύν, ἐν ὀρθοδόξῳ λατρεύσασαν, Λόγε τῇ πίστει, πάσῃ σῳζομένων, τῇ πληθύϊ συνάψας, αἰωνίου καταξίωσον ζωῆς. Θεοτοκίον Ὄρος κατάσκιον βλέπει σε, ἀρεταῖς ὁ Προφήτης, Θεοτόκε Ἀββακούμ, ἐξ οὗ ἐπέφανεν ἀνθρώποις ὁ Θεός, ἀφράστως ἀρετῇ, καλύψας οὐρανούς, καὶ τὸ γένος ἀνθρώπων, διασώσας ἐκ φθορᾶς.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε. Ἐλπίδι, καὶ ἀγάπῃ ζήσαντας, καὶ φρονήματι ὀρθοδόξῳ, τῆς ὑπὲρ νοῦν δόξης σου ἀξίωσον τοὺς σοὺς οἰκέτας Χριστέ, τῇ πολλῇ φιλανθρωπίᾳ σου, τῶν εὐκλεῶν Μαρτύρων ταῖς δεήσεσιν. Ὡς ἔχων, τῆς τρυφῆς ἀέναον, τὸν χειμάρρουν ἀεὶ ποτίζεις, τοὺς ἐκλεκτοὺς Κύριε, μεθˊ ὧν καὶ νῦν τοὺς μεταστάντας Χριστέ, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου, παρὰ τὸ ὕδωρ θρέψον τῆς ἀφέσεως. Σὺ ζώντων, κυριεύεις Δέσποτα, καὶ θανάτου ἐξουσιάζεις. Σὺ τοὺς ἐκ γῆς χώματι, δυνάμει σου ἐξανέστησας· διὸ τοὺς πρὸς σὲ μεταφοιτήσαντας, ἐν ταῖς αὐλαῖς σου Σῶτερ κατασκήνωσον. Θεοτοκίον Ἰάσω, τὸ τῆς Εὔας σύντριμμα, καὶ τὴν πάλαι ταλαιπωρίαν· τὸν κτίστην γὰρ τέτοκας, τοὺς πτώματι καταρραγέντας ἡμᾶς, ἀνορθῶσαι τὸν δυνάμενον, Θεογεννῆτορ μόνη Μητροπάρθενε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς. Σὲ ποθοῦντες οἰκτίρμον, ἐμίσησαν πάντα κόσμον, οἱ γενναῖοι Ἀθλοφόροι, προσομιλοῦντες βασάνοις, ἀπαρνήσει τῆς σαρκός. Ἱεράρχαι Προφῆται, καὶ Ὅσιοι θεοφόροι, ταῖς τοῦ Πνεύματος ἀκτῖσι, φωταγωγοῦντες τὴν κτίσιν, σκότος λύετε παθῶν. Οἱ ὅσιοι Πατέρες, Προφῆται καὶ Ἱεράρχαι, καὶ ἀοίδιμοι Γυναῖκες, σοὶ τῷ Δεσπότῃ τῶν ὅλων, εὐηρέστησαν Χριστῷ. Νεκρώσιμον Ἱκετεύομεν Σῶτερ, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν τῷ χορῷ τῶν ἐκλεκτῶν σου κατασκηνώσας, μετόχους δεῖξον κρείττονος ζωῆς. Θεοτοκίον Παναγία Παρθένε, τὸ καύχημα τῶν Μαρτύρων, καὶ Ὁσίων καὶ Δικαίων, πάσης ἡμᾶς τυραννίδος, ἐξελοῦ τῶν πειρασμῶν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. Νενεκρωμένους ἡμᾶς, καὶ τεθειμένους ἐν φρουρᾷ, ἤγειρας ἐκ ζοφερῶν τοῦ ᾅδου κευθμώνων, ἁρπάσας ἀγαθέ, καὶ δέίξας ἁγίων Μαρτύρων στρατεύματα. Διὰ τὸ σῶσαι ἡμᾶς, ὡς παραγέγονας Χριστέ, δέξαι νῦν, τοὺς εὐσεβῶς πρὸς σὲ μεταστάντας, καὶ κόλποις Ἀβραάμ, καὶ μετὰ Λαζάρου αὐτοὺς κατασκήνωσον. Ἔλυσας Δέσποτα, τὸν χρόνιόν μου καὶ μακρὸν πόλεμον, τὸν πρὶν πρὸς σέ, μεσίτης καὶ πρέσβυς εἰρήνης γεγονώς, καὶ νῦν τοὺς σοὺς δούλους, οἰκτείρας ἀνάπαυσον. Θεοτοκίον Ὑπὸ τὴν σκέπην σου, οἱ πεποιθότες ἐπὶ σοί, ζήσονται. Μήτηρ Θεοῦ, τὸν γὰρ ζωοδότην ἐγέννησας ἡμῖν, τὸν ζωοποιοῦντα, τὰ πάντα βουλήματι.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλˊ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ. Στερρότητι καρδίας, ἐχθρὸν οἱ ἀθληταί, καταπαλαίσαντες, τοῦτον κατέβαλον, καὶ ἔλαβον νίκης στέφος ἐκ Θεοῦ· διὸ ἐκτενῶς πρεσβεύουσι, τοῦ σωθῆναι νῦν ἡμᾶς. Χριστοῦ τοὺς Ἱεράρχας, τιμήσωμεν πιστῶς, καὶ τοὺς Ὁσίους αὐτοῦ μακαρίσωμεν, σῳζόμενοι ταῖς δεήσεσιν αὐτῶν, ἐκ πάσης ὀργῆς καὶ θλίψεως, καὶ κακίας τοῦ ἐχθροῦ. Ἐνήθλησε Γυναίων, ὁ ἔνθεος χορός, καὶ ἐν ἀσκήσει Θεὸν ἐθεράπευσε, καὶ ἔτυχε Βασιλείας οὐρανῶν. Αὐτῶν προσευχαῖς τὸν κόσμον σου, σῶσον μόνε Ἰησοῦ. Νεκρώσιμον Ὁ πλάσας ζωοδότα, τὸν ἄνθρωπον ἐκ γῆς, τοὺς ἐξ ἡμῶν μεταστάντας ἀνάπαυσον, τὴν ἄφεσιν παρεχόμενος αὐτοῖς Χριστέ, τῶν κακῶν ὡς εὔσπλαγχνος, καὶ οἰκτίρμων Ἰησοῦ. Θεοτοκίον Ἁγία Θεοτόκε, ἁγίασον ἡμῶν, τοὺς λογισμούς, καὶ τὸ φρόνημα στήριξον, καὶ σῶσον ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ἀτρώτους ἡμᾶς δοξάζοντας, σοῦ τὸ ἔλεος ἁγνή.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Τῆς ἀφράστου καὶ θείας λαμπρότητος, ἔνθα τῶν Μαρτύρων χοροὶ καταξίωσον, οὓς ἀπὸ γῆς μετέστησας, παντουργῷ σου βουλήσει φιλάνθρωπε. Ἐλλαμφθῆναι τῷ κάλλει τῆς δόξης σου, τοὺς καταλιπόντας τὸν βίον ἀξίωσον, καὶ πρὸς τὸ φῶς σου Δέσποτα, μετακεχωρηκότας τὸ ἄφραστον. Θεοτοκίον Ῥυομένη προθύμως ἐπίφανον, τοὺς προσκαλουμένους σε, Πάναγνε Δέσποινα, ἡ τὸν Χριστὸν γεννήσασα, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τάς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας. Ὑπομονῇ κατέβαλον, οἱ Ἅγιοι τὸν Βελίαρ, ὑπενεγκόντες πᾶσαν πεῖραν βασάνων χαλεπῶν, ὅτι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησαν, τὸν παθόντα διὰ τὰς ἁμαρτίας ἡμῶν. Αὐτῶν προσευχαῖς, σῶσον πάντας Λόγε, πειρασμῶν καὶ κινδύνων. Φωτοειδεῖς Ἱεράρχαι, καὶ Ὅσιοι καὶ Προφῆται, καὶ Ἱερομαρτύρων ἡ ἀξιάγαστος πληθύς, καὶ Γυναικῶν ἁγίων, ἅγιος κατάλογος, ἐν ἀσκήσει καὶ ἀθλήσει λάμψας φαιδρῶς, ὑπὲρ ἡμῶν ἀεί, δέησιν ποιεῖσθε, ὅπως ἐλεηθῶμεν. Νεκρώσιμον Ἔνθα ὀδύνη πέφευγε, στεναγμός τε καὶ λύπη, ὅπου τὸ φῶς ἐκλάμπει, Χριστέ, τοῦ σοῦ προσώπου, ἔνθα ἁγίων δῆμοι, νῦν περιχορεύουσι, τάξον πάντας τοὺς μεταστάντας ἀφˊ ἡμῶν, τὰ πταίσματα αὐτῶν, πάντα παραβλέψας, ὡς μόνος ἐλεήμων. Θεοτοκίον Μετὰ μαρτύρων ἄχραντε, καὶ Ὁσίων Πατέρων, καὶ Προφητῶν πασῶν τε, τῶν ὁσίων Γυναικῶν, τὸν ἐν ἁγίοις μόνον ἐπαναπαυόμενον, ἐκδυσώπει ἡμᾶς καθαγιάσαι ἁγνή, ἁγίαις ἐν φωναῖς, τοὺς δοξολογοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος. Ὁ ὢν καταβέβηκας, ἐπὶ τὸ σῶσαι, τὸ πάλαι πλανώμενον, ἀνθρώπων γένος Κύριε· διό σε οἱ Μάρτυρες, ἀεὶ καθικετεύουσι, τούτους οὓς μετέστησας ἐκ γῆς, ἐν γῇ πραέων, Σῶτερ ἀνάπαυσον. Νεκρώσει τὴν νέκρωσιν, ἀπετινάξω, ἐν νεκροῖς ἐλεύθερος, αὐτὸς μόνος γενόμενος, καὶ νῦν τῆς νεκρώσεως, τῆς ἁμαρτίας Δέσποτα, λύτρωσαι τοὺς δούλους σου, δεικνύς, καὶ κληρονόμους, τῆς Βασιλείας σου. Πολλή σου καὶ ἄφατος, ἡ εὐσπλαγχνία, ἀμέτρητος ἄβυσσος, ἡ τῆς φιλανθρωπίας σου· πταισμάτων οὖν ἄφεσιν, τοῖς μεταστᾶσι Χριστὲ δίδου, καὶ τῇ χάριτι τῇ σῇ κεκαθαρμένους, αὐτοὺς ἀνάδειξον. Θεοτοκίον Λυχνία γεγένησαι, τῆς θείας δόξης, ἀπαύγασμα φέρουσα, Παρθένε διὰ Πνεύματος, ἡμῖν φανερούμενον, καὶ τὴν τοῦ ᾅδου ἀχλύν, φέγγει τῆς Θεότητος αὐτοῦ, ἐξαφανίζον θεοχαρίτωτε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥεῦσαν τὸ αἷμα ὑμῶν, καθηγίασε πᾶσαν, Ἀθλοφόροι τὴν κτίσιν, καὶ ἐξήρανε σαφῶς, τὴν χύσιν τῆς ἀπάτης, καὶ τῶν πιστῶν τὰς ψυχάς, κατήρδευσε πλουσίως. Ὤφθη χορὸς Ἀσκητῶν, Ἱερέων τε δῆμος, καὶ Γυναίων ἁγίων, Προφητῶν τε εὐκλεῶν, ὁμότιμος Ἀγγέλων, ἀγγελικῶς ἐπὶ γῆς, ἐν Πνεύματι βιώσας. Νεκρώσιμον Οὓς ἐξ ἡμῶν Ἰησοῦ, προσελάβου ἐν κόλποις, Ἀβραὰμ κατατάξας, μετὰ πάντων ἐκλεκτῶν, ἀνάπαυσον, παρέχων, ἁμαρτημάτων αὐτοῖς, ὡς πανοικτίρμων λύσιν. Θεοτοκίον Θεοκυῆτορ ἁγνή, μετὰ πάντων Μαρτύρων, Προφητῶν καὶ ὁσίων, καὶ ἁγίων Γυναικῶν, καὶ Ἱερομαρτύρων, κατοικτειρῆσαι ἡμᾶς, τὸν Σωτῆρα δυσώπει.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἔδειξας ἡμῖν, τοῦ δυσμενοῦς θανάτου, τὰς διεξόδους ὡς ἀθάνατος, τῇ θείᾳ δυνάμει σου, τὰς εἰσόδους δὲ ἐγνώρισας, τὰς τῆς ζωῆς ἀθάνατε, ἧς περ οἱ Μάρτυρές σου, νῦν ἐπαξίως ἐπέτυχον. Κάλλους νοητοῦ, τοῦ σοῦ κατατρυφῆσαι, τοὺς μεταστάντας καταξίωσον, τὸ αἶσχος τὸ δύσμορφον, ἐκκαθαίρων, ὡς φιλάνθρωπος, τῆς ἁμαρτίας Δέσποτα· μόνος γὰρ ἀνεδείχθης, τῆς ἁμαρτίας ἐλεύθερος. Ὤρθωσας ἡμᾶς, Χριστὲ τοὺς πεπτωκότας, εἰς χοῦν θανάτου, τῷ θανάτῳ σου ζωὴν χαριζόμενος, καὶ τρυφὴν τὴν ἀτελεύτητον, καὶ χαρμονὴν ἀΐδιον, ἧς νῦν τοὺς μεταστάντας, ὡς ἐλεήμων ἀξίωσον. Θεοτοκίον Μέγα καὶ φρικτόν, ὑπάρχει Θεομῆτορ, τῆς σῆς λοχείας τὸ μυστήριον· Θεὸν γὰρ ἐγέννησας, ὃν ὁ θάνατος οὐκ ἔστεξε, καὶ τάφος οὐ διέλυσεν· ὅθεν σε Παναγία, πάντα τὰ ἔθνη δοξάζομεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί. Ἰσχυροὶ κατὰ παθῶν, δυνατοὶ κατὰ ἐχθρῶν, φανέντες Ἀθλοφόροι, ἀπηνέγκατε νίκην, ἀθλήσαντες νομίμως, καὶ στεφθέντες ἐκ Θεοῦ. Ὡς Θεοῦ Ἱερουργοί, καὶ Ποιμένος τοῦ καλοῦ, μιμηταὶ γεγονότες, ἐποιμάνατε αὐτοῦ, τὰ θρέμματα ὁσίως, Ἱεράρχαι εὐκλεεῖς. Σὺν ὁσίοις Ἀσκηταῖς, καὶ Προφήταις ἱεροῖς, τιμήσωμεν Γυναίων, ἀθλησάντων τὰ πλήθη, καὶ τῶν ἐν ἀσκήσει, καθελόντων τὸν ἐχθρόν. Νεκρώσιμον Ἡ πανένδοξος Χριστέ, τῶν Ὁσίων σου πληθύς, ἀπαύστως δυσωπεῖ σε. Οὓς μετέστησας πίστει, μετόχους αἰωνίου, δεῖξον Κύριε ζωῆς. Θεοτοκίον Φιλοικτίρμονα Θεόν, ἡ κυήσασα σαρκί, μετὰ πάντων Ἁγίων, καθικέτευε ἀεί, κινδύνων ἡμᾶς σῶσαι, Μητροπάρθενε ἁγνή.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος βˊ

Ὁ Εἱρμὸς

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνεσὲ Θεοτόκε μεγαλύνομεν. Ἔχων ἐξουσίαν καὶ ζώντων, καὶ νεκρῶν ζωαρχικώτατε, τοῖς ἀπὸ γῆς πρὸς σὲ μεταφοιτήσασι, κληρουχίαν ἐν οὐρανοῖς, παράσχου καὶ λαμπρότητα, τὴν τῶν ἁγίων Δέσποτα, καὶ τῶν ἐνδόξων Ἀθλοφόρων σου. Λόγος ὢν ὁ πάλαι, τὸ εἶναί μοι διδοὺς ζωαρχικώτατε, καὶ τὸ εὖ εἶναι πάλιν χαριζόμενος, ἐν τοῖς κόλποις τοῖς ὀρεκτοῖς, Ἀβραὰμ τοῦ προπάτορος, τοὺς μεταστάντας δούλους σου, ὡς ἐλεήμων κατασκήνωσον. Ὅλος χρηματίζεις Σωτήρ μου, γλυκασμὸς φωτοειδέστατος, ὅλος ὑπάρχεις ἔφεσις ἀκόρεστος, τὸν χειμάρρουν τὸν τῆς τρυφῆς, καὶ ὕδωρ τῆς ἀφέσεως, τοὺς κοιμηθέντας πότισον, ἀκαταπαύστως σὲ δοξάζοντας. Θεοτοκίον Σὲ τὴν Θεοτόκον ἀξίως, οἱ πιστοὶ νῦν μακαρίζομεν, τοῖς θεοπνεύστοις λόγοις σου ἑπόμενοι· σὺ γὰρ μόνη τοῖς ἐπὶ γῆς, Θεὸν ἐκυοφόρησας, τὸν τοῦ θανάτου λύσαντα, τὴν δυναστείαν Μητροπάρθενε.

Ἦχος βˊ

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Στιχηρά, Μαρτυρικά, Ἦχος βˊ

Τὸν Σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Τῶν ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος βˊ

Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Ὅλην τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗ περ ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον, καὶ σῶσόν με.

Ἀπόστιχα τοῦ Θεοφάνους, Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ῥύμην τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα, πᾶσι δὲ ἐπήγασας, ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω· ὅθεν σου δεόμεθα, καὶ νῦν ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀθανάτου σου δόξης, τούτους καταξίωσον, Φιλάνθρωπε. Στίχ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ἵνα τοὺς ἀνθρώπους κοινωνούς, θείας βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον, καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον, Φιλάνθρωπε. Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα κόσμον, αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, μετὰ τῶν ἁγίων ἁπάντων, τῆς ἀπολυτρώσεως ἀξίωσον. Στίχ.Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Τρόμῳ, τῷ φρικτῷ καὶ φοβερῷ, θρόνῳ σου Χριστὲ παρεστῶτες, οἱ ἀπˊ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τῶν πρὸς σὲ μεταστάντων, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.

Θεοτοκίον, Ἦχος βˊ

Δεῦτε τὴν Μητέρα τοῦ φωτός, ὕμνοις ἀσιγήτοις βοῶντες, πάντες δοξάσωμεν· αὕτη γὰρ ἐκύησε τὴν σωτηρίαν ἡμῶν, καὶ τὸ χαῖρε προσάξωμεν, ὡς μόνῃ τεκούσῃ, πάντων ἀρχαιότατον, τὸν πρὸ αἰώνων Θεόν. Χαίροις ἡ τὴν Εὔαν τεκοῦσα, πάλιν ἀναπλάσαντα. Χαίροις, ἄχραντε Παρθένε ἀπειρόγαμε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τοῦ Χριστοῦ τὰ παθήματα, μιμησάμενοι Μάρτυρες, πάθη ποικίλα βροτῶν, ἀεὶ θεραπεύετε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Σὺν Προφήταις Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, τῷ πάντων Δημιουργῷ, καλῶς εὐηρέστησαν. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μετὰ πάντων ἀνάπαυσον, τῶν Ἁγίων σου Κύριε, οὓς προσελάβου πιστούς, δεόμεθα δούλους σου. Δόξα... Ὦ Τριὰς ὁμοούσιε, τοὺς ὑμνοῦντάς σε οἴκτειρον, ἐκ τῶν σκανδάλων ἐχθροῦ, πάντας λυτρουμένη ἀεί. Καὶ νῦν ... Θεοτοκίον Τὰς δεήσεις τῶν δούλων σου, μὴ παρίδῃς Πανάμωμε, σῴζουσα ἡμᾶς ἐκ πολλῶν πταισμάτων καὶ θλίψεων.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle