Источник

Ήχος γˊ

ΚΥΡΙΑΚΗ Γˊ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος γ΄

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθˊ ἑκάστην προσφέρει.

Ἦχος γ΄

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθˊ ἑκάστην προσφέρει.

Ἦχος γ΄

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Δογματικόν.

Ἦχος γˊ

Μέγιστον θαῦμα! παρθένος τεκοῦσα, καὶ τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ Μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.

Ἦχος γˊ

Άυτόμελον

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος γˊ

Κιβωτόν σε νοητὴν ἁγνὴ γινώσκομεν, οὐ φέρουσαν τὰς Πλάκας τὰς θεογράφους, τὸν δὲ νόμου ποιητήν, καὶ χάριτος τὰ δόγματα, τὸν οὐρανοῦ καὶ γῆς κτίστην, ᾧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Ἦχος γ΄

Ἐπὶ γῆς σε οὐρανὸν ἁγνὴ ἀνέδειξεν, ὁ ἐν μήτρᾳ τῇ σῇ, κατασκηνώσας Θεὸς Λόγος, σάρκα προσλαβών, ὁ φύσει ἀθεώρητος, καὶ ἐπομβρίζεις τοῖς πᾶσιν, ἀθάνατον δρόσον Ἀπειρόγαμε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἦχος γ΄

Σωτηρίαν ταῖς πρεσβείαις σου κεκτήμεθα, ὅτι διˊ αὐτῶν Παρθένε, ἐκ τῶν κινδύνων ἀεὶ καὶ τῶν πειρασμῶν, τὴν ζάλην ὑπεκφεύγομεν, καὶ διὰ τοῦτο αἰτοῦμεν, μὴ παύσῃ ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Ἀνάπλασιν καὶ ζωήν, διὰ σοῦ δευτέραν γινώσκομεν, ἄχραντε Μαρία, τῆς ἀνθρωπίνης φύσεως, ἐν τῇ γαστρί σου φυραθέντα τὸν κτίστην τῆς κτίσεως, καὶ ἀναστήσαντα ἡμᾶς, ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου, καὶ ζωὴν αἰώνιον παρεσχηκότα ἡμῖν, τοῦ βοᾶν σοι Ἀειπάρθενε· Χαῖρε ἡ συνάψασα τὰ κάτω τοῖς ἐπουρανίοις. Χαῖρε ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς, καὶ προστασία καὶ ἀντίληψις. Χαῖρε ἡ τῇ Ἀναστάσει τοῦ Υἱοῦ σου, φαιδρύνουσα τὰ σύμπαντα, καὶ παρέχουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον

Ἦχος γ΄

Άυτόμελον

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος γ΄

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθˊ ἑκάστην προσφέρει.

Ἦχος γ΄

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθˊ ἑκάστην προσφέρει.

Ἦχος γ΄

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος

Ἦχος γ΄

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν. τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Ἦχος γ΄

Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα. διˊ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ΄

Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Ἦχος γ΄

Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες. Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν εχθρῶν σου Φιλάνθρωπε.

Δόξα... Καὶ νῦν...

Θεοτοκίον – Ὀκτώηχος

Ἦχος γ΄

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλˊ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος

Ἦχος γ΄

Άυτόμελον

Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν. Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν...

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος γ΄

Άυτόμελον

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ τὰ ὕδατα

Ἀκατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποῦς αἴγλης με τῆς σῆς ἀξίωσον νῦν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ᾄσμασιν, Ἀγγέλων στόμασιν. Ἱερῶς τῶν Ἀΰλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἷς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι. Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σε καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν. Θεοτοκίον Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφὼς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς Θεότητος, δεδοξασμένην τοῖς πᾶσι, δείξας τὴν τεκοῦσάν σε, Παρθένον ἄχραντον.

ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα

Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχώς, Ἠλίας ταῖς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας. Ζοώδης φύσις ὑμνεῖ σε τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοι· Δέσποτα, παντοδαπῆς με τροπῆς ῥῦσαι, καὶ σῶσόν με. Ἰσηγοροῦντες τοῖς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν πιστοί, Θεὲ τῶν ὅλων. Θεοτοκίον Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον, ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.

Κάθισμα

Ἦχος γˊ

Τὴν ὡραιότητα

Ὁ ὑπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνεῦμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου· πάντες γὰρ ἡμάρτομεν· ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, διˊ ἀγαθότητα, τὸ καθˊ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

ᾨδὴ δˊ

Ἦχος γˊ

Ἔθου πρὸς ἡμᾶς

Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς Θεότητος. (Δίς) Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνοῦσί σε, τὸν ἀπερινόητον Θεόν, μεθˊ ὧν ἡμεῖς δοξάζομεν λέγοντες· Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος. Θεοτοκίον Ἔθελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ διˊ ἡμᾶς σωματωθεὶς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν Θεότητα, μυσταγωγήσας· ὅθεν σε δοξάζομεν.

ᾨδὴ εˊ

Ἦχος γˊ

Ὡς εἶδεν Ἡσαΐας

Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαΐας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναῖς Σεραφείμ, ἀπεστάλη τοῦ κηρῦξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς) Ἁπάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἕνα Θεόν σε πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον. Θεοτοκίον Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυῖαν Θεοῦ, σὲ ὑμνοῦμεν πόθῳ καὶ μακαρίζομεν· ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταῖς, ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὢν Κύριος.

ᾨδὴ ςˊ

Ἦχος γˊ

Ἄβυσσος ἐσχάτη

Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαῖς δὲ μορφώσεσιν. (Δίς) Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὦ τρισήλιε Κύριε, καὶ σῆς δόξης ἔλλαμψιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄρρητον. Θεοτοκίον Ἄνοιξον τὰς πύλας μοι τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς Θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον Δέσποιναν.

Κάθισμα

Ἦχος γˊ

Θείας πίστεως

Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναῖς ἐκβοήσωμεν· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὡς πάλαι τοὺς εὐσεβεῖς

Ναόν με δεῖξον τῆς σῆς, Θεότητος Δέσποτα, τῆς τριλαμποῦς, ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταῖς φωτουργαῖς σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαῖς, καὶ διαιρεταῖς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος· Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ἐφάνη τῷ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυῒ πάλαι τῇ Μαμβρῇ, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς διˊ ἔλεον, ὅν περ νῦν δοξάζομεν, ὡς Θεὸν τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε, Θεοτόκε πανάχραντε.

ᾨδὴ ηˊ

Ἦχος γˊ

Ἀστέκτῳ πυρὶ ἑνωθέντες

Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς) Ῥυθμίζεις ταῖς σαῖς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις, ᾄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον, κράτος καὶ ἰσόρροπον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος γˊ

Καινὸν τὸ θαῦμα

Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπῆ, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλˊ εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν. (Δίς) Ἀπλέτῳ πόθῳ καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας· διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον. Θεοτοκίον Ναόν με δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγοῦς σου θεαρχίας φωτοειδῆ, καθαρῶς λατρεύειν σοι τῷ Κτίστῃ τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.

Ὑπακοή

Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος γ΄

Άυτόμελον

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος γ΄

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Δόξα... Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατˊ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. Καὶ νῦν...Θεοτοκίον Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε. Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε. ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος γ΄

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου. Δόξα... Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου. Καὶ νῦν...Θεοτοκίον Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ἡ Ὑπακοὴ Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. Οἱ Ἀναβαθμοὶ Ἦχος γ΄ Ἀντίφωνον Α΄ Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυσον Λόγε. Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τᾷ πάντα ζῇ καὶ κινεῖται. Ἀντίφωνον Β΄ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ. Ἀντίφωνον Γ΄ Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν. Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάση τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. Προκείμενον Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Στίχ.ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται». Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται. Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται. Θεοτοκίον Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθˊ ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Κανὼν Σταυροαναστάσιμος οὗ ἡ ἀκροστιχὶς σὺν τοῖς Εἱρμοῖς. Ἄγω τρίτον μέλισμά σοι, Θεοῦ Λόγε. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος γ΄

ᾎσμα καινὸν

Γένος βροτῶν, αἵματι θείῳ, δεδουλωμένον τυράννῳ φιλαμαρτήμονι, Χριστὸς ἐξηγόρασε, καὶ θεοποιήσας ἀνεκαίνισεν, ὅτι δεδόξασται. Ὡς μὲν θνητός, θανάτου θέλων, ὁ τῆς ζωῆς ταμιοῦχος, Χριστὸς ἐγεύσατο, ὡς ὢν δὲ ἀθάνατος φύσει, τοὺς νεκροὺς ἐζωοποίησεν, ὅτι δεδόξασται.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, σὺν τοῖς Εἱρμοῖς : Ἄγω τρίτον μέλισμά σοι, Θεοτόκε. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος γ΄

ᾎσμα καινὸν

Γόνυ κάμπτει, ἅπασα φύσις, ἐπουρανίων Παρθένε, τῷ σαρκωθέντι ἐκ σοῦ, σὺν τοῖς ἐπιγείοις τε, ἀξιοπρεπῶς τὰ καταχθόνια, ὅτι δεδόξασται. Ὢ συναλλαγμάτων, τῶν ἐν σοί! ἀγαθῶν γὰρ ἀφθόνως, παρεκτικὸς ὢν Θεός, Πνεῦμα θεῖον δοὺς ἡμῖν, σάρκα ἐκ σοῦ Κόρη προσελάβετο, ὅτι δεδόξασται.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με». Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει. Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος. Θεοτοκίον Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Τόξον ἔθραυσας ἐχθρῶν

Ῥύψις ἄχραντε Σταυρέ, εἰδωλικῶν ἐδείχθης σὺ καθαρμάτων, ὅτι Ἰησοῦς ὁ ὑπέρθεος, ἐν σοὶ χεῖρας ἐξεπέτασεν. Ἴνα πάντες οἱ πιστοί, τὸ ζωοδόχον μνῆμα σὲ προσκυνῶμεν, τέθαπται ἐν σοί, καὶ ἐγήγερται Χριστός, ὄντως ὁ Θεὸς ἡμῶν.

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Τόξον ἔθραυσας ἐχθρῶν

Ῥάβδος ῥίζης Ἱεσσαί, προφητικῶς βλαστήσασα, ἡ Παρθένος ἄνθος σε Χριστέ, ἐξανέτειλεν ἡμῖν, Ἅγιος εἶ Κύριε. Ἵνα θείας κοινωνούς, τοὺς γηγενεῖς ἐργάσῃ ἐκ τῆς Παρθένου, σάρκα τὴν ἡμῶν, σὺ ἑπτώχευσας λαβών, Ἅγιος εἶ Κύριε.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε». Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, διˊ ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε. Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε. Θεοτοκίον Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Τὸ ξένον καὶ ἀπόρρητον

Ὁ πλάσας κατˊ εἰκόνα σου, φιλάνθρωπε τὸν ἄνθρωπον, καὶ νεκρωθέντα τῇ ἁμαρτίᾳ, διὰ τῆς παραβάσεως, σταυρωθεὶς ἐν Κρανίῳ διέσωσας. Νεκροὺς μὲν οὓς κατέπιεν, ὁ θάνατος ἀπέδωκε, κατελύθη δέ, καὶ τὸ τοῦ ᾅδου φθοροποιὸν βασίλειον, ἀναστάντος ἐκ τάφου σου Κύριε.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Τὸ ξένον καὶ ἀπόρρητον

Ὁ στήσας ὄρη Δέσποτα, ζυγῷ τῆς θείας γνώσεως, λελατόμησαι ἐκ τῆς Παρθένου, λίθος χειρῶν ἄνευθεν· τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Νοσοῦσαν ἐθεράπευσας, ἡμῶν τὴν φύσιν Δέσποτα, δραστικώτατον ἐν τῇ Παρθένῳ, ταύτῃ ἑνώσας φάρμακον, τὴν σὴν ἄχραντον Λόγε Θεότητα. Μερίς μου εἶ ὁ Κύριος, καὶ κλῆρος ἐπιπόθητος, ὁ ἑνώσας με ἐκ τῆς Παρθένου, Λόγε τῇ ὑποστάσει σου, τῇ σαρκὶ χρηματίσας ὑπόστασις.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Πρὸς σε ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην· διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον». Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως. Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ἐπὶ τῆς γῆς

Λόγχῃ πλευράν, ὦ Χριστέ μου νυγείς σου, τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης κτισθεῖσαν, ὀλέθρου πᾶσι βροτοῖς, γεγονυῖαν πρόξενον, τῆς κατάρας ἠλευθέρωσας. Ἴσος Πατρί, κατˊ οὐσίαν ὑπάρχων, τὸν ἱερὸν ἐξανέστησας δόμον, τοῦ παναχράντου σου, καὶ πανσέπτου σώματος, ἐκ νεκρῶν, Χριστὲ Σωτὴρ ἡμῶν.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Ἐπὶ τῆς γῆς

Λόγος Θεοῦ, ὁ Υἱός σου Παρθένε, Δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, οὐ δημιούργημα, εἰ καὶ σάρκα ἔμψυχον, ἑαυτῷ ἐκ σοῦ διέπλασεν. Ἴσος Πατρί, ὁ Υἱὸς τῆς Παρθένου, Λόγος Θεοῦ, ὑπόστασις τελεία, ἐν δύο φύσεσιν, Ἰησοῦς ὁ Κύριος, Θεὸς τέλειος καὶ ἄνθρωπος.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλˊ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον». Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας. Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα. Θεοτοκίον Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Σκηνώσεως Ἰωνᾶς

Μωλώπων σὺ πειραθείς, ᾅδου τραυματίας,πάθει Σταυροῦ συνανέστησας. ὅθεν σοι κραυγάζω· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου φιλάνθρωπε. Ἀνοίγονταί σοι Χριστέ, φόβῳ πύλαι ᾅδου, σκεύη ἐχθροῦ δὲ ἁρπάζονται· ὅθεν σοι Γυναῖκες ὑπήντησαν, ἀντὶ λύπης χαρὰν κομισάμεναι.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Σκηνώσεως Ἰωνᾶς

Μορφοῦται τὸ καθˊ ἡμᾶς, ἐκ τῆς ἀκηράτου Κόρης, ὁ σχήματι ἄμοιρος, σχήματι ὑπάρξας καὶ πράγματι, μὴ τραπεὶς τὴν Θεότητα ἄνθρωπος. Ἀβύσσου ἁμαρτιῶν, καὶ τῆς καταιγίδος, Πάναγνε τῶν παθῶν ῥῦσαί με. πέφυκας λιμὴν γὰρ καὶ ἄβυσσος, τῶν θαυμάτων τοῖς πίστει σοι προστρέχουσι.

Κοντάκιον

Ἦχος γ΄

Η Παρθένος σήμερον

‘Εξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. Ὁ Οἶκος Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν». Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν. Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τριαδικὸν Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Σοβαρὸς ὁ τύραννος

Οὐ ψιλὸν ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον ἄνθρωπον, ἀλλὰ Θεὸν σκοτίζεται, σεσαρκωμένον ὁρῶν, ᾧ καὶ ψάλλομεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἰσχυρὸν Θεότητι, δεδεγμένος ᾅδης ὁ δείλαιος, τὸν ἀφθαρσίας πάροχον, ψυχὰς δικαίων βοώσας ἤμεσεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Θησαυρὸς πολύτιμος, εὐλογίας Πάναγνε πέφυκας, τοῖς καθαρᾷ καρδίᾳ, σὲ ὁμολογοῦσι Θεογεννήτριαν. καὶ γὰρ ἐκ σοῦ σεσάρκωται, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Σοβαρὸς ὁ τύραννος

Ὁ τῆς δόξης Κύριος, καὶ κρατῶν τῶν ἄνω Δυνάμεων, ὁ σὺν Πατρὶ καθήμενος, παρθενικαῖς ταῖς χερσὶ φερόμενος. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἰταμὸς ὁ θάνατος, ἀλλὰ τοῦτόν σοι ὁμιλήσαντα, ἐκ τῆς Παρθένου ὤλεσας, θεοϋπόστατος,σάρξ γενόμενος. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεοτόκον πάντες σε, τὸν Θεὸν κυήσασαν ἔγνωμεν. τὸν τῆς Τριάδος ἕνα γάρ, σεσαρκωμένον ἁγνὴ γεγέννηκας. Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν. τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ἐνύλου φλόγα πυρός

Ὁ Λόγος οὐ παθητός. ἀπαθὴς γὰρ τῇ Θεότητι, πάσχει σαρκὶ δὲ Θεός, ᾧ καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας. Ὑπνώσας μὲν ὡς θνητός, ἐξηγέρθης ὡς ἀθάνατος Σῶτερ, καὶ σῴζεις θανάτου τοὺς μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τριαδικὸν Λατρεύομεν εὐσεβῶς, τρισυπόστατον Θεότητα, ἑνιζομένην ἀπαύστως καὶ ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Ἐνύλου φλόγα πυρός

Ἡ τάξεις τὰς νοεράς, οἷα Μήτηρ ὑπεράρασα, καὶ πλησίον Θεοῦ χρηματίσασα, εὐλογοῦμεν εὐλογημένη, παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τὸ κάλλος τὸ φυσικόν, ὡραιότερον ἀνέδειξας, ἐξαστράψασα σάρκα Θεότητος. Εὐλογοῦμεν εὐλογημένη, Παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Ὁ Εἱρμὸς

«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη, ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν». Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα. ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν. Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν. ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν. Θεοτοκίον Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας. ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος γ΄

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σου

Γέρας βροτοῖς ἐξ ἀτίμου θανάτου, πᾶσιν ἐπήγασας, οὗ διὰ σταυρώσεως Σῶτερ γευσάμενος, τῇ οὐσίᾳ τῇ θνητῇ, ἀφθαρσίαν μοι, ἐδωρήσω Χριστὲ ὡς φιλάνθρωπος. Ἔσωσάς με ἀναστὰς ἐκ τοῦ τάφου, Χριστὲ καὶ ὕψωσας, καὶ Πατρὶ προσήγαγες τῷ σῷ Γεννήτορι, δεξιᾷ τε τῇ αὐτοῦ συνεκάθισας, διὰ σπλάγχνα ἐλέους σου Κύριε.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος γ΄

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σου

Κόρος τῶν σῶν ἐφυμνίων Παρθένε, τοῖς εὐαγέσι πιστοῖς, ὅλως οὐ προσγίνεται. πόθῳ γὰρ πόθον ἀεὶ θεῖον, καὶ πνευματικόν προσλαμβάνοντες, ὡς μητέρα Θεοῦ μεγαλύνουσιν. Ἔθου ἡμῖν ἀκαταίσχυντον πρέσβυν, τὴν σὲ τεκοῦσαν Χριστέ, ταύτης ταῖς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν, Πνεῦμα μεταδοτικὸν ἀγαθότητος, ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος γ΄

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν. Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη διˊ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἦχος γ΄

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος γ΄

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλˊ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος γ΄

Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε. ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά.

Ἦχος γ΄

Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε. εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος γ΄

Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν. Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἦχος γ΄

Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ. μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα. οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα. Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα. ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ἦχος γ΄

Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων. ὁ μετˊ ἐμοῦ διˊ ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος. αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἦχος γˊ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἁμαρτήσαντας ἡμᾶς, τῇ τοῦ θανάτου, κατεδίκασας ἀρᾷ, ὁ Ζωοδότης καὶ Κύριος, ἐν δὲ τῷ σώματί σου, ἀναμαρτήτως Δέσποτα παθῶν, τοὺς θνητοὺς ἐζώωσας κράζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀναστὰς ἐκ τῶν νεκρῶν, συνεξανέστησας, ἡμᾶς ἐκ τῶν παθῶν, τῇ Ἀναστάσει σου Κύριε, τοῦ δὲ θανάτου πᾶσαν, τὴν δυναστείαν ὤλεσας Σωτήρ· διὰ τοῦτο πίστει σοι κράζομεν· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τῇ τριημέρῳ σου ταφῇ, τοὺς ἐν τῷ ᾅδῃ νεκρωθέντας ὡς Θεός, ζωοποιήσας συνήγειρας, καὶ ἀφθαρσίαν πᾶσιν, ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν, τοῖς ἐν πίστει κράζουσι πάντοτε· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ταῖς Μυροφόροις Γυναιξί, πρώταις ἐφάνης, ἀναστὰς ἐκ τῶν νεκρῶν, Σωτὴρ βοήσας τό, Χαίρετε, καὶ διˊ αὐτῶν τοῖς φίλοις, τὴν σὴν μηνύεις ἔγερσιν Χριστέ· διὰ τοῦτο πίστει σοι κράζομεν· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἐν τῷ ὄρει Μωϋσῆς, χεῖρας ἁπλώσας, προετύπου τὸν Σταυρόν, τὸν Ἀμαλὴκ τροπωσάμενος, ἡμεῖς δὲ πίστει τοῦτον, κατὰ δαιμόνων ὅπλον κραταιόν, εἰληφότες πάντες κραυγάζομεν· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν πιστοί, ἕνα Θεόν, ἕνα Κύριον, ὡς ἐξ ἑνὸς Ἡλίου· τρισσολαμπὴς γάρ ἐστιν ἡ Τριάς, καὶ φωτίζει πάντας τούς κράζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Καὶ νῦν...

Θεοτοκίον Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν πιστοί, ἕνα Θεόν, ἕνα Κύριον, ὡς ἐξ ἑνὸς Ἡλίου· τρισσολαμπὴς γάρ ἐστιν ἡ Τριάς, καὶ φωτίζει πάντας τούς κράζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.

ΔΕΥΤΕΡΑ Γ΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος γˊ

Σῶσόν με Κύριε ὁ Θεός μου

Ἥμαρτον Κύριε ὁ Θεός μου, ἥμαρτόν σοι, ἱλάσθητί μοι, μὴ ἀπώσῃ με, μὴ βδελύξῃ με Λόγε, ἀλλˊ ὡς μόνος συμπαθής τε καὶ ἐλεήμων, πρόσδεξαί με μεταγνόντα, καὶ τὰ σὰ ποιεῖν με Σῶτερ δικαιώματα, ὡς μόνος εὔσπλαγχνος ἐνδυνάμωσον.

Πρόφθασον Κύριε ἐξελοῦ με, ἐκ χειρὸς τοῦ ἀντικειμένου· καὶ γὰρ θέλων ἐδουλώθην τῷ πλάνῳ, καὶ ἀπέστην ἐκ τῶν ἐντολῶν σου οἰκτίρμον, δός μοι χρόνον μετανοίας, καὶ πρὸς φῶς εἰσάγαγέ με κατανύξεως, ὅπως πενθήσω μου τὴν ἀπόπτωσιν Σῶτερ.

Λύτρωσαι Κύριε ὁ Θεός μου, ἐκ πωρώσεως τὴν ψυχήν μου, καὶ παράσχου τῶν δακρύων μοι ὄμβρους, ἵνα πλύνω τῶν ἀνομιῶν μου τὰ αἴσχη, αὔγασόν με τὸν ἐν τῷ σκότει, φῶς τῆς σῆς δώρησαι Σῶτερ ἐπιγνώσεως, ὅπως πορεύσωμαι, ἐν σεπταῖς ἐντολαῖς σου.

Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Χορείας Ἀσωμάτων, Κύριε ὑπέστησας, τὸν πλοῦτόν σου δεικνύων, πᾶσι τῆς ἀγαθότητος, καὶ παρήγαγες ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, τῆς ὑπὲρ νοῦν δόξης σου, τοῦ νῦν δοξάζειν σε, ἐν φωναῖς ἀσιγήτοις.

Μεγάλη τῶν Ἀγγέλων σου, Χριστὲ ἡ δύναμις· ἀσώματοι γὰρ ὄντες, τὸν κόσμον διατρέχουσι, περιέποντες τὰς Ἐκκλησίας ἐν ἰσχύϊ, τῇ παρὰ σοῦ Δέσποτα, καὶ πρεσβεύουσιν, ὑπὲρ τῆς οἰκουμένης.

Δυνάμεις, Ἐξουσίαι, Ἄγγελοι, Ἀρχάγγελοι, καὶ Σεραφεὶμ καὶ θρόνοι, Ἀρχαὶ καὶ Κυριότητες, Χερουβεὶμ δόξης τῆς ἀνεκφράστου καὶ τελείας, σοφίας τε τῆς ὄντως, νῦν ἱκετεύσατε, ὑπὲρ τῆς οἰκουμένης.

Θεοτοκίον, Ἦχος γˊ

Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, διˊ ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.

Ἀπόστιχα Κατανυκτικά

Ἦχος γˊ

Ἑσπερινὸν ὕμνον προσφερομέν σοι Χριστέ, μετὰ θυμιάματος καὶ ᾠδῶν πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἀπόστιχον Κατανυκτικόν

Ἦχος γˊ

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγε με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Ἁγιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα, πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος γˊ

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα ἥμαρτον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Ἕως πότε ψυχή μου, ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις, μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ, Καρδιογνῶστα ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαῖρε Μαρία Μήτηρ καὶ Παρθένε, τὸ ὄρος τὸ ἅγιον, ὁ ἐν Ἐδὲμ Παράδεισος, ἐξ ἧς ἐτέχθη Χριστὸς ὁ Θεὸς ἄνευ σπορᾶς ὁ μόνος, διˊ οὗ ζωὴ τῷ κόσμῳ ἐβλάστησε.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος γˊ

Ἐπὶ τῆς δίκης τῆς φοβερᾶς ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι· αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῷ πανδήμῳ θεάτρῳ, μέλλῃς ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. Φοβερὸν δικαστήριον περιμένει με Κύριε· ἐμοῦ γὰρ σιωπῶντος, βοῶσι τὰ ἔργα μου, ἀλλὰ προφθάσας, πεπλανημένον ζήτησον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θείας πίστεως Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον ῥερυπωμένον, σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος γˊ

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια, λόγῳ παρήγαγες, ὡς παντοδύναμος, οἱ τῶν Ἀγγέλων δὲ χοροί, σὺν τρόμῳ παρεστηκότες, ἄπαυστον τὴν αἴνεσιν, σοὶ προσφέρουσι Δέσποτα, πάντα καταυγάζοντες, τῷ φωτί σου τὰ πέρατα, διˊ ὧν σοὶ καὶ ἡμεῖς ἐκβοῶμεν· Σῶσον ἡμᾶς τῇ εὐσπλαγχνίᾳ σου. Μαρτυρικὸν Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴν ὡραιότητα Τὰ ἐπουράνια, φόβῳ ἠγάλλοντο καὶ τὰ ἐπίγεια τρόμῳ ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ὑπῆλθέ σοι Θεοτόκε· μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτε τόν πρωτόπλαστον, ὁ Δεσπότης ἐρρύσατο, διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Φαραὼ τὰ ἅρματα, βυθῷ καλύψας Κύριε τὴν θάλασσαν διέρρηξας, καὶ ἔσωσας ᾄσμασιν ὑμνοῦντά σε, λαὸν Ἰσραηλίτην. Ἐγκλημάτων ῥῦσαί με, μυρίων ἀναμάρτητε ἀφρόνως ὧν περ ἔπραξα, παρέχων μοι δάκρυα κατανύξεως, καθὼς ποτὲ τῇ Πόρνῃ. Γεγονότα σπήλαιον, λῃστῶν ἀτόποις πράξεσι, διˊ ἀρετῶν ἀνάδειξον φιλάνθρωπε, οἶκόν σου ὁ θελήματι, τεχθεὶς ἐν τῷ σπηλαίῳ. Μαρτυρικὰ Κυβερνήσει Πνεύματος, τοῦ θείου παρεδράμετε, βασάνων τὸ κλυδώνιον, θεόπνευστοι μάρτυρες, καὶ πρὸς ἔνθεον, ἐφθάσατε λιμένα. Λαμπρυνθέντες μάρτυρες, τοῦ Πνεύματος τῇ χάριτι, τὸ σκότος τὸ βαθύτατον, ἐξέφυγον χαίροντες, οἱ πανεύφημοι, τῆς εἰδωλομανίας. Θεοτοκίον Παναγία ἄχραντε, ἁμαρτωλῶν βοήθεια, πιπτόντων ἐπανόρθωσις, μετάνοιαν δίδου μοι, κατανύξεως, πολλὰ ἡμαρτηκότι.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχὶς Ἄγω τρίτον μέλισμα τοῖς Ἀσωμάτοις. ᾨδὴ αˊ

Ἦχος γˊ

ᾎσμα καινόν

Ἄναρχον φῶς καὶ περιεκτικόν, φάους ὑπάρχων παντὸς Χριστὲ ὁ Θεός, τὴν ἐμὴν διάνοιαν, τῇ ἐπιστασίᾳ φωταγώγησον, τῶν σῶν Δυνάμεων. Γεγηθότες ἀγγελοπρεπῶς, τῇ πανολβίῳ μεθέξει, οἱ τῶν Ἀγγέλων χοροί, τῆς σῆς κρυφιότητος, τοῖς ὡραιοτάτοις ἐναστράπτονται, θείοις χαρίσμασιν. Ὡς ἀγαθὸν καὶ ζωοποιόν, ἀγαθοδότως τὸ Πνεῦμα, πανσθενὲς τοῦ Πατρός, οὐρανῶν τὴν δύναμιν, ἐν ἀμεταπτώτοις ἐστερέωσε, θείαις λαμπρότησι. Θεοτοκίον Ταξιαρχῶν θεῖε Γαβριήλ, ταῖς Ἀσωμάτοις χορείαις, καὶ νῦν πανόλβιε, φωνὴν τὴν χαρμόσυνον, τῇ Κεχαριτωμένῃ ἀναβόησον· Χαῖρε Πανάμωμε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Στερέωσον Κύριε, τάς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτὴρ εἰς αἰῶνα αἰῶνος. Ὡς Πέτρον βυθιζόμενον, διέσωσας φιλάνθρωπε, οὕτως ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν μου ἐπανάγαγε. Νεκρώσας με ὁ δόλιος, τοῖς πάθεσιν ἀπέκτεινεν, αὐτός με ζωοδότα, μετανοίας τρόποις ζώωσον. Μαρτυρικὰ Πυρὶ ἐνύλῳ μάρτυρες, ἀδίκως φλογιζόμενοι, ἀΰλως τοῦ ἀΰλου, ἀνεφλέξασθε τῷ ἔρωτι. Οἱ μάρτυρες στρεβλούμενοι, τὰς στρέβλας καὶ τὰ ἔνεδρα, ἠφάνισαν τοῦ πλάνου, καὶ στεφάνων ἠξιώθησαν. Θεοτοκίον Μαρία κυριώνυμε, πολλοῖς κυριευθέντα με, πάθεσι ψυχοφθόροις, ἐλευθέρωσον πρεσβείαις σου.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τόξον ἔθραυσας ἐχθρῶν, καὶ θυρεοὺς συνέτριψας ἐν ἰσχύϊ, Δεσπότα Χριστέ, τὸ στερέωμα ἡμῶν, ἅγιος εἶ Κύριε. Ῥεῖθρα βλύζων ἀγαθέ, καὶ ποταμοὺς χρηστότητος, τοὺς Ἀγγέλων ἔδειξας χορούς, κρυφιότητος τῆς σῆς, αἴγλῃ διαλάμποντας. Ἵνα δείξῃς ἐμφανῶς, τοὺς θησαυροὺς τοῦ πλούτου σου, καὶ ἰσχύος Δέσποτα Χριστέ, τῆς σῆς δόξης κοινωνούς, τοὺς νόας παρήγαγες. Τρόμῳ σοι λειτουργικῶς, Ἀγγελικαὶ λαμπρότητες, παρεστῶσαι μέλπουσιν ἀεί, τὴν σὴν δύναμιν, Χριστέ, τὴν ἀπειροδύναμον. Θεοτοκίον Ὅλον εἴληφεν ἐκ σοῦ, ἀνελλιπῶς τὸν ἄνθρωπον, ὁ Δεσπότης τοῦδε τοῦ παντός, Θεομῆτορ καὶ πηγήν, χάριτός σε ἔδειξεν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Μὴ ἐν ποταμοῖς, ὀργισθῇς Κύριε, μὴ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου. Λῦσον τοὺς δεσμούς, τῶν παθῶν μου Κύριε, καὶ τῇ μετανοίᾳ συνδήσας, μέτοχον ποίησον τῶν ἀγαθῶν σου. Λάμψον φωταυγεῖς, μετανοίας τρόπους μοι, Ἥλιε Χριστέ, τῶν κακῶν μου, ἀποδιώκων νύκτα βαθεῖαν. Μαρτυρικὰ Ὤφθητε σοφοί, ἀθληταὶ ὡς ἄνθρακες, ὕλην ἀθεΐας τεφροῦντες, καὶ τοὺς ἐν σκότει φωταγωγοῦντες. Νέκρωσιν Χριστοῦ, ἐκμιμούμενοι μάρτυρες, πόνοις ὡμιλεῖτε ποικίλοις· ὅθεν τὴν θείαν ζωὴν κληροῦσθε. Θεοτοκίον Δίδου μοι ἁγνή, ἀληθῆ μετάνοιαν, παῦσον τῶν παθῶν μου τὸν σάλον, ἁμαρτανόντων ἡ προστασία.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος γˊ

Τὸ ξένον καὶ ἀπόρρητον

Νεφέλαι τὴν τρισήλιον, φωταυγίαν δεχόμεναι, παρηνέχθητε θείᾳ βουλήσει, τριαδικοὶ διάκοσμοι, κυβερνώμενοι σθένει τοῦ Πνεύματος. Μυοῦνται κρυφιότητα, τὴν ἄϋλον οἱ Ἄγγελοι, τῇ ἐγγύτητι τῆς θεαρχίας, τῆς σῆς Χριστὲ λαμπόμενοι. τῇ δυνάμει σου δόξα κραυγάζοντες. Ἐν κόσμῳ πρὸς τοὺς μέλλοντας, πιστεύειν σοι ἐκπέμπονται, ὥσπερ φύλακες τῆς σωτηρίας, τῶν εὐσεβῶν οἱ Ἄγγελοι, περιέποντες Σῶτερ τοὺς δούλους σου. Λαμπάδες συστρεφόμεναι, τὴν ἄδυτον λαμπρότητα, τῆς Θεότητος τῆς ὑπερθέου, πρωτοφανῶς πλουτίσασαι, τῶν Ἀγγέλων αἱ τάξεις κηρύττονται. Θεοτοκίον Ἱκέτης νῦν προσέρχομαι, τῇ σκέπῃ σου Πανάμωμε, ἀλλὰ ῥῦσαί με Θεογεννῆτορ, τῆς τῶν παθῶν συγχύσεως, ἀπαθείας ὡς αἴτιον τέξασα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου. Μὴ στήσῃς με γυμνὸν ἔργων καλῶν, ἐπὶ τοῦ βήματός σου φιλάνθρωπε Χριστέ, ἀλλˊ ἀμφίασον θείων πράξεων, καταστολαῖς, διὰ μετανοίας. Ἐπλήγην τῇ ῥομφαίᾳ τῶν παθῶν, καὶ ἀπογνώσεως βόθρῳ ἐμπέπτωκα βαθεῖ, μὴ παρίδῃς με, ἀλλˊ ἴασαι, ἐπιστροφῆς Δέσποτα φαρμάκῳ. Μαρτυρικὰ Καὶ ὄνυξι ξεόμενοι δεινῶς, καὶ ξίφεσιν ἀθληταὶ τυμπανιζόμενοι, καὶ ταῖς μάστιξι δαπανώμενοι, οὐ τοῖς γλυπτοῖς ἐκάμψατε γόνυ. Ὁ κόσμος τοῖς παθήμασιν ὑμῶν, κατακοσμεῖται σύμπας ἅγιοι Μάρτυρες· καὶ γὰρ ὑπερκόσμιον εὕρατε, διαγωγὴν μετὰ τῶν Ἀγγέλων. Θεοτοκίον Ἡ μόνη διὰ λόγου ἐπὶ γῆς, τὸν Λόγον τέξασα, καὶ παρθενεύουσα, τῶν ἀλόγων με ῥῦσαι πράξεων, λόγοις σεπτοῖς, ὅπως ἀνυμνῶ σε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε. Σὺν τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τρισσοφεγγεῖ φωτὶ λελαμπρυσμένοι, πιστοὶ ὑμνήσωμεν, τὴν μία Θεότητα, σὺν Ἀγγέλων τοῖς στρατεύμασιν. Μίαν ἀρχὴν ὑπεράρχιον σέβειν, οἱ Σεραφεὶμ διδάσκουσι βοῶντες, φωνὴν τὴν τρισάγιον, ἐμφανῶς τῷ Πνεύματι, φωτιζόμενοι οἱ Ἄγγελοι. Θεοτοκίον Ἄνευ σπορᾶς ὁ Ἀρχάγγελος Κόρη, σοι Γαβριὴλ τεκεῖν τὸν ζωοδότην, εὐηγγελίσατο Θεοτόκε Πάνσεμνε, οὐρανόθεν ἀφικόμενος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδῃς. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην. Ὑπεραρθεὶς τῇ διανοίᾳ, ὡς ὁ πάλαι Φαρισαῖος πρίν, πτῶμα κατέπεσα δεινόν, καὶ ὁρῶν ὁ πλάνος τέρπεται Χριστέ, ὁ ταπεινώσας τοῦτον Σταυρῷ, ταπεινωθέντα δεινῶς οἴκτειρόν με. Φιλαμαρτήμων ἐγενόμην, ὡς οὐδεὶς ἐν βίῳ πώποτε, καὶ ἐδαπάνησα τὴν σήν, μακροθυμίαν ὁ ταλαίπωρος, καὶ ἔτι δὲ ὑπάρχω ἀναισθητῶν, ἐπίστρεψόν με τῇ σῇ εὐσπλαγχνίᾳ. Μαρτυρικὰ Ἰταμωτάτῃ προαιρέσει, οἱ παράνομοι τοὺς εὔφρονας, καταδικάζοντες πυρί, καὶ πριστῆρσι καὶ στρεβλώσεσι, χρυσίου λαμπροτέρους, ὡς ἀληθῶς ἀπέδειξαν, καὶ Χριστοῦ κληρονόμους. Στάδιον πλῆρες παλαισμάτων, καὶ ἀγώνων παμμεγίστων, καὶ ὑπὲρ φύσιν αἰκισμῶν, ὑπελθόντες ἐνικήσατε, τὸν ἄρχοντα τοῦ σκότους, καὶ ἐκ Θεοῦ ἐδέξασθε, Ἀθληταὶ τοὺς στεφάνους. Θεοτοκίον Τὴν κιβωτὸν τῆς Διαθήκης, τὴν ἁγίαν ὄντως τράπεζαν, τὸ ἱλαστήριον ἡμῶν, τὸν ναὸν Θεοῦ τὸν ἔμψυχον, τὴν πάγχρυσον λυχνίαν, τὴν ἀληθῆ Μητέρα σε, τοῦ Πλαστουργοῦ ἀνυμνοῦμεν.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Σκηνώσεως Ἰωνᾶς, τῆς ἐν κατωτάτῳ ᾅδου τῆς φύσεως, σύμβολον γεγονὼς ἐβόα, ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε. Τὸ πρῶτον καὶ παντουργόν, τῆς ἀγαθαρχίας φέγγος, Ἀρχάγγελοι, Ἄγγελοι, δυνατῶς ὑμνεῖτε, κραυγάζοντες, σὺν Ἀρχαῖς, Ἐξουσίαις, Δυνάμεσιν. Ὁ κόσμον τὸν νοητόν, ἐν παναρμονίῳ τάξει, κοσμήσας ἀόρατε, τούτου ἐκμιμεῖσθαι τὸ εὔτακτον, τὴν σεπτὴν Ἐκκλησίαν εὐδόκησον. Θεοτοκίον Ἰάσεών σε πηγήν, ὁ ἐν σοι σκηνώσας Λόγος, ἀέναον ἔδειξε, τῆς ἐμῆς ψυχῆς οὖν τὰ τραύματα, Θεοτόκε Παρθένε θεράπευσον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ χρόνος μου πληροῦται, ἐπὶ θύραις ἡ ἔξοδος, μετανοίας ὦ ψυχή, καρποὺς ἐπίδειξαι, πρὶν ἂν κλεισθῶσιν αἱ θύραι, ἀναβοῶσα τῷ Χριστῷ· Κύριε σῶσόν με. Νεώσωμεν ἀρότρῳ, ἀληθοῦς ἐπιγνώσεως τὰς καρδίας, μετανοίας σῖτον φέροντες, ὅπως θερίσωμεν στάχυν δικαιοσύνης, ἐν Χριστῷ τῷ γεωργῷ τῶν ψυχῶν ἡμῶν. Μαρτυρικὰ Λαμπτῆρες εὐσεβείας, ἀσεβείας ἀντίπαλοι, τῶν ἀπόρων πλουτισταί, Κυρίου μάρτυρες, τὴν ἀθλίαν μου ψυχήν, στερουμένην ἀρετῶν καταπλουτίσατε. Ὁ σώσας τὸν Τελώνην, ἀπὸ βάθους στενάξαντα, τὸν μικρόν μου στεναγμὸν δέξαι καὶ σῶσόν με, διὰ τῶν ἀθλοφόρων, τῶν δοξασάντων σε Χριστὲ οἰκείοις μέλεσι. Θεοτοκίον Ἡ κρήνη ἡ τὸ ὕδωρ, τῆς ἀφέσεως βρύουσα, τὰς ἐκβλύσεις τῶν ἐμῶν πταισμάτων ξήρανον, παρεχομένη μοι ὄμβρους δακρύων, ὅπως σε ἀεὶ ὡς Θεοτόκον ὑμνῶ.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος γˊ

Σοβαρὸς ὁ τύραννος

Σταθερῷ φρονήματι, καὶ εὐτόνῳ βλέμματι βλέποντες, τὴν ἀρχικὴν λαμπρότητα, μεθέξει γίνεσθε φῶτα δευτέρα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός, οἱ τῶν Ἀγγέλων χοροί. Ἀκλινεῖ τῷ ἔρωτι, ἀνενδότῳ σχέσει τε νεύοντες, ταῖς καλλοναῖς τοῦ κτίσαντος, τῇ θέσει γίνεσθε φῶτα δεύτερα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός, οἱ τῶν Ἀγγέλων χοροί. Θεοτοκίον Σαρκωθέντα τέτοκας, Θεοτόκε, Λόγον τὸν ἄναρχον, τὸν ἐκ Πατρὸς ἀμήτορα, τὴν πρὸ αἰώνων θείαν γέννησιν. Εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς κοιλίας σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Γέλωτι Χὰμ πατρικῇ ἀποφάσει, δοῦλος γεγένηται· τί ποιήσεις ψυχή μου, δουλωθεῖσα πάθεσι, καὶ ἀτάκτως γελῶσα, καὶ μὴ αἰδουμένη, τὸν οὐράνιον Πατέρα; Ἐπιμανεὶς Κάϊν ἀδελφοκτόνος, ἀφρόνως γέγονε, τούτου ὤφθης ὁμοία, οὐκ ἄλλον φονεύσασα, ἑαυτὴν δὲ ψυχή μου, ταῖς φιληδονίαις, καὶ ἀπάταις τοῦ βίου. Μαρτυρικὰ Τοὺς ἐκλεκτοὺς μαργαρίτας Κυρίου, σκεύη τὰ τιμία, τὰς λαμπούσας λαμπάδας, αἴγλην θείας χάριτος, τοὺς Χριστοῦ ἀθλοφόρους, πίστει συνελθόντες, τιμήσωμεν ἀξίως. Ὁ τῶν σοφῶν ἀθλοφόρων τὸ αἷμα, ὑπὲρ θυμίαμα προσδεξάμενος Λόγε, ταῖς αὐτῶν δεήσεσι, τοὺς ἐν μετανοίᾳ σοι , προσπίπτοντας, σῶσον, ὡς μόνος ἐλεήμων. Θεοτοκίον Νόσῳ πληγεὶς ἁμαρτίας τῷ ᾅδῃ, νυνὶ προσήγγισα, ὑπερβάλλουσαν Κόρη, εὐσπλαγχνίαν ἔχουσα, ὡς Θεὸν τὸν εὔσπλαγχνον, ἀρρήτως τεκοῦσα, οἰκτείρασά με σῶσον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐνύλου φλόγα πυρός, δὶˊ ἀΰλου κατεμάραναν, θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὡς πάντων Δημιουργός, τοὺς Ἀγγέλους ἐνενόησας, τοῦ παρειστήκειν καὶ φόβῳ κραυγάζειν σοι· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μεθέξει θείου πυρός, ὥσπερ φλόγες χρηματίζοντες, ἐπουράνιοι Νόες κραυγάζουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀΰλους καὶ νοερούς, τοὺς Ἀγγέλους προϋπέστησας, τῶν ὁρωμένων ἁπάντων σοι κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας. Θεοτοκίον Τὸν Λόγον τὸν τοῦ Πατρός, ὑπὲρ λόγον σωματούμενον, Θεογεννῆτορ Παρθένε γεγέννηκας, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. Ἰακὼβ πρωτοτόκια εἴληφε, διˊ ἐγκράτειαν ποτέ, καὶ Ἡσαῦ τὰ πρωτεῖα ἀπέδοτο, μὴ κρατήσας τῆς γαστρός. Ὡς κακὸν ἀκρασία! Ὡς μέγα ἐγκράτεια! Φεῦγε τὴν μίμησιν τῶν κακῶν, στέργε ὦ ψυχὴ τῶν καλῶν τὴν ἐπίδοσιν. Ὡς πολλὰ ὑπομείνας ὁ ἄμεμπτος, ἐστεφάνωται Ἰώβ· πειρασμῶν γὰρ συρρεύσαντες χείμαρροι, οὐκ ἐσάλευσαν αὐτοῦ, τῆς καρδίας τὸν πύργον, τοῦτον ζήλου πάντοτε, ἄτρωτος μένουσα, τοῖς τοῦ πονηροῦ, ὦ ψυχὴ μηχανήμασι. Μαρτυρικὰ Στομωθέντες πυρὶ θείου Πνεύματος, ξίφη ὤφθητε σαφῶς, ἐναντίας συγκόπτοντες φάλαγγας, ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ μεγάλως ταῖς νίκαις κατακλεϊζόμενοι, ἐστεφανώθητε, τῇ παντοδυνάμῳ χειρὶ τοῦ Παντάνακτος. Ἡ πληθὺς τῶν Μαρτύρων ἡ ἄμεμπτος, τῶν ἀμέτρων μου κακῶν τὴν πληθύν, ἐξαλεῖψαι ἱκέτευε, τὸν Δεσπότην καὶ Θεόν, τῶν ὑμῶν τοὺς ἀπείρους, καμάτους δεξάμενον, καὶ τοῖς στρατεύμασι, τοῖς τῶν Ἀσωμάτων ὑμᾶς ἀριθμήσαντα. Θεοτοκίον Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, οἶκον δεῖξόν με φωτός, ἀδιόδευτε Πύλη, ὑπάνοιξον μετανοίας μοι ὁδούς. Γῆ ἁγία πρὸς γῆν με, πραέων ὁδήγησον Δέσποινα, πάσης με δεῖξον, δεσποτείας παθῶν ἀπελεύθερον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σοῦ Τόκου, βέλει τρωθέντες Ἁγνή, σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες, ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε, ὡς μητέρα Θεοῦ μεγαλύνομεν. Οἱ τῷ φωτὶ τῷ μεγάλῳ καὶ πρώτῳ, νῦν παρεστῶτες χοροί, πρέσβεις δυνατώτατοι γίνεσθε πᾶσιν ἡμῖν, τοῖς ὑμᾶς ὡς ἐφικτόν, ὦ θειότατοι, ὡς Ἀγγέλους Θεοῦ μεγαλύνουσιν. Ἰσοσθενῆ τὴν Τριάδα δοξάζειν, ἀξιωθέντες τρανῶς, ταύτης ταῖς ἐλλάμψεσι, πρώτως πυρσούμενοι, λάμπειν δευτεροφανῶς ἀξιώσατε, τοὺς ὑμᾶς εὐσεβῶς μεγαλύνοντας. Θεοτοκίον Σὲ τῆς ἡμῶν σωτηρίας κρηπίδα, πάντες γινώσκομεν· σοῦ γὰρ ὁ πανάχραντος τόκος διέσωσεν, αἵματι θεουργικῷ τοὺς ὑμνοῦντάς σε, Θεοτόκε πιστῶς καὶ δοξάζοντας.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος γˊ

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλˊ ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας καὶ σῶσόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος γˊ

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ἀγγέλων οὐρανίων ὄντως ὑπερέχουσα, τῶν ἐπὶ γῆς ἀνθρώπων, προσάγαγε τὴν δέησιν, Παναγία τῷ Δεσπότῃ τῶν ἁπάντων, σωθῆναι τοὺς ἐν πίστει, ὁμολογοῦντάς σε, ἀληθῆ Θεοτόκον.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τῶν κακῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου Χριστέ, παραβλεψάμενος σῶσόν με, καὶ ἐν ἡμέρᾳ δίκης, τῆς καταδίκης ῥῦσαί με Σωτήρ, καὶ τῆς αἰωνίου κολάσεως, ὅπως ὑμνολογῶ, σοῦ τὴν ἀγαθότητα. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ´ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χερουβείμ, καὶ Σεραφείμ, θρόνοι, Ἀρχάγγελοι, Δυνάμεις καὶ Ἀρχαί, καὶ Κυριότητες, Ἄγγελοι καὶ Ἐξουσίαι πᾶσαι, ἐκδυσωπεῖτε τὸν Δημιουργόν, παριδεῖν μου τότε τὰ σφάλματα, ὅταν μέλλῃ τὴν γῆν κρῖναι, ὡς φιλάνθρωπος. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἐξ αἱμάτων ἱερῶν, πορφύραν βάψαντες, Χριστοῦ οἱ Ἀθληταί, τῷ Βασιλεῖ τῶν δυνάμεων, συμβασιλεύειν ὄντως, κατηξιώθησαν θεοπρεπῶς, καὶ ἡμῖν αἰτοῦνται πταισμάτων ἄφεσιν, τοῖς ἀξίως αὐτούς, πάντοτε γεραίρουσι. Δόξα... Τρισυπόστατον πιστοί, μίαν Θεότητα, ὑμνοῦντες εὐσεβῶς, Πατέρα, Λόγον, σὺν Πνεύματι, τῷ Παρακλήτῳ πάντες, ἀγγελικαῖς βοήσωμεν φωναῖς, ἀσιγήτως· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Ἡ τὸ Φῶς τὸ ἐκ Φωτός, κυοφορήσασα, Νεφέλη φωτεινή, ἐσκοτισμένον με πάθεσι, καὶ ἡδοναῖς τοῦ βίου, τῇ μετανοίᾳ φώτισον Ἁγνή, καὶ τυχεῖν τῆς δόξης ἱκέτευε, ἧς ἐπέτυχον οἱ καλῶς βιώσαντες.

ΤΡΙΤΗ Γ΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Τὰ πάθη τῆς ψυχῆς Σωτήρ μου καὶ τοῦ σώματος, δεινῶς ἐπαναστάντα, βυθίζουσί με ἄμφω, καὶ πρὸς βάθος ἀπογνώσεώς με ἕλκουσιν, ἀλλˊ ὡς ποτὲ θάλασσαν, ταῦτα κατεύνασον, καὶ γαλήνην μοι δίδου.

Οὐκ ἔχω παρρησίαν ὅλως ὁ κατάκριτος, εἰς ὕψος ἀτενίσαι, τοῦ οὐρανοῦ καὶ βλέψαι, ἀπὸ πλήθους καθελκόμενος πταισμάτων μου, λοιπὸν ὡς ὁ Τελώνης, βοῶ· Ἱλάσθητι, τῷ ἀθλίῳ μοι Σῶτερ.

Μεγάλη καὶ φρικτή σου Δέσποτα ἡ ἔλευσις, ἐν ᾗ καθίσῃς κρίσιν, δικαίαν ἐκτελέσαι· μὴ οὖν κρίνῃς με τὸν κατακεκριμένον, ἀλλˊ ὡς Θεὸς φεῖσαί μου, καὶ ἐλευθέρωσον, τῆς μελλούσης ἀνάγκης.

Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ὡς ὄρθρος ἐξανέτειλας πᾶσι τοῖς πέρασι, φωτίζων τὰς καρδίας, τῶν σὲ ὑμνούντων ἔνδοξε˙ διὸ φώτισον ἡμῶν τὰς διανοίας, καὶ τὰς ψυχὰς Προφῆτα, τοῦ γεραίρειν σε, Βαπτιστὰ τοῦ Σωτῆρος.

Μὴ παύσῃ ἱκετεύειν Πρόδρομε μακάριε, ὑπὲρ παντὸς τοῦ κόσμου, δεόμεθά σου πάντες, ὅπως λάβωμεν ἐξ ὕψους θείαν χάριν, καταπατεῖν τὴν κάραν, τοῦ κακογνώμονος, οἱ πλουτοῦντές σε πρέσβυν.

Ἡνίκα τοῦ φθαρτοῦ με μέλλει Κύριος, χωρίζειν τότε σκήνους, προστάτην εὕροιμί σε, καὶ ἀντίληψιν καὶ σκέπην, Ἰωάννη Πρόδρομε καὶ Προφῆτα, καθοδηγοῦντά με, πρὸς ἀνέσπερον φέγγος.

Θεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Μὴ παύσῃ ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἑνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος γˊ

Ἑσπερινὸν ὕμνον προσφέρομέν σοι, Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν Πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.

Θεοτοκίον, Ἦχος γˊ

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος γˊ

Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον, χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Ἕως πότε ψυχή μου, ἐπιμένεις τοῖς πταίσμασιν; ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Καρδιογνῶστα ἥμαρτον, ἀναμάρτητε Κύριε ἐλέησόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος γˊ

Τὸν βυθὸν τῶν πταισμάτων μου, σὺ γινώσκεις Κύριε, δός μοι χεῖρα ὡς τῷ Πέτρῳ, καὶ σῶσόν με. Δικαίας κρίσεως ἐπερχομένης, καὶ τοῦ Κριτοῦ τῶν ὅλων δικάζοντος, ποίαν ἀπολογίαν δώσεις ψυχή μου; εἰμὴ πρὸ τοῦ τέλους βοήσῃς· Ἥμαρτον ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὴν ὡραιότητα Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος γˊ

Θείας πίστεως

Ἐν τῇ σκέπῃ σου, προσπεφευγότες, πίστει κράζομεν, ψυχῆς ἐκ βάθους, θεομακάριστε Προφῆτα καὶ Πρόδρομε, τῶν πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ νοσημάτων τὸν σάλον κατεύνασον, καὶ ματαίωσον ἐχθρῶν δυσμενῶν βουλεύματα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. Μαρτυρικὸν Τὴν ὡραιότητα Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως δέ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῷ λαῷ σου. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν;

Κανὼν κατανυκτικός, φέρων ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων. Ἐμοῖς στεναγμοῖς πρόσχες, ὦ Θεοῦ Λόγε. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ. Ἑαυτοὺς θερμῶς ἀδελφοὶ κλαύσωμεν, ὅλῃ τῇ ψυχῇ, ἐγγίζει ὁ Νυμφίος, ἀνάψωμεν τὰς πράξεις, ὥσπερ φαιδρὰς λαμπάδας, ὅπως θείου νυμφῶνος τύχωμεν ἐκεῖ. Μεταγνοὺς ἐξ ὅλης ψυχῆς, σέσωσται, πάλαι Μανασσῆς· ἐβόησε γὰρ μέσον, δεσμῶν κατειλημμένος, πρὸς μόνον τὸν Δεσπότην, τοῦτον ζήλου ψυχή, καὶ σώζῃ εὐχερῶς. Μαρτυρικὰ Ὀφθαλμῶν πηρώσεις, χειρῶν στέρησιν, γλώσσης ἐκκοπήν, ποδῶν τε ἀφαιρέσεις, μηρῶν καὶ βραχιόνων, ὑπήνεγκαν οἱ θεῖοι Ἀθλοφόροι, εὐχαριστοῦντες Ἰησοῦ Χριστῷ. Ἰατρεῖον ὤφθη ἡμῖν Μάρτυρες, πᾶσι τοῖς πιστοῖς, ἡ θήκη τῶν λειψάνων, ἐξ ἧς ἀντλοῦμεν ῥῶσιν, ψυχῶν τε καὶ σωμάτων, κατὰ χρέος ὑμᾶς γεραίροντες ἀεί. Θεοτοκίον Ἀθανασίας μάννα Χριστὸν φέρουσα, στάμνε λογική, πικρίας ψυχοφθόρων, παθῶν ἐκλύτρωσαί με, Παρθένε Παναγία, ὅπως πίστει δοξολογῶ σε εὐσεβῶς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Στειρευούσης νηδύος βλάστημα θεῖον, καρπούς με τῶν ἀρετῶν ἐκβλαστάνειν, τῷ Θεῷ πρέσβευε, τῆς ἀκαρπίας μου, λύων τὴν κατήφειαν, καὶ ἀπελαύνων τὸν ζόφον, ἐκ τῆς διανοίας μου, Κυρίου Πρόδρομε. Τοῦ Ἡλίου τῆς δόξης μέγιστος, ὥσπερ προτρέχων ἀστὴρ ἐν γῇ σὺ ἐφάνης, τοῦ τὴν γῆν ἅπασαν, καταφαιδρύνοντος· τοῦτον οὖν ἱκέτευε, τὴν σκοτισθεῖσαν ψυχήν μου, φαύλαις ἐνθυμήσεσι, φωτίσαι Πρόδρομε. Τὴν ζωὴν τοῖς ἐν ᾅδῃ, Πνεύματι θείῳ ἐγγίζουσαν, προμηνύσας Προφῆτα, τὴν ἐμὴν ζώωσον νενεκρωμένην ψυχήν, σοῦ ταῖς παρακλήσεσι, καὶ ὡς ἐκ τάφου πταισμάτων, ἀνάστησον δέομαι, ἔνδοξε Πρόδρομε. Θεοτοκίον Μετὰ τῶν Ἀρχαγγέλων, μετὰ τῶν Ἀγγέλων Παρθένε, μετὰ Ἁγίων ἁπάντων, τὸν ἐκ σοῦ Κύριον ἐπιφανέντα ἡμῖν, αἴτησαι δεόμεθα, τοὺς ἀληθῆ Θεοτόκον, καθομολογοῦντάς σε, κινδύνων ῥύσασθαι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Νόμον Θεοῦ ἠθέτησα, ὁ ἀσυνείδητος, καὶ μέλλω κατακρίνεσθαι, καὶ τί ποιήσω οὐκ ἐπίσταμαι· Κριτὰ δικαιότατε, οἴκτειρον σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου. Ἀνατολὴ φιλάνθρωπε, ὑπάρχων ἀνατολῶν, ἀνάτειλόν μοι δέομαι, δικαιοσύνης φῶς, ἐξαίρων με παθῶν ἀμαυρώσεως, καὶ σκότους κολάσεως, Πολυέλεε. Μαρτυρικὰ Τῆς νοητῆς οἰκήτορες, ξύλα κατάκαρπα, τοῦ Παραδείσου Μάρτυρες, πηγαὶ τὸ θεῖον ὕδωρ ἔχουσαι, κρατῆρες προχέοντες, τὸ πόμα τὸ ἅγιον, ἀνεδείχθητε. Μίαν ἐν πλείστοις σώμασι, γνώμην περιφέροντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰς μυριάδας ἐτροπώσαντο, ἐχθροῦ κοσμοκράτορος, Τριάδα ἀμέριστον, καταγγέλλοντες. Θεοτοκίον Παρθενομῆτορ ἄχραντε, μετανοοῦσιν ἡμῖν, καὶ τῷ Χριστῷ προστρέχουσι, καὶ τῶν πταισμάτων λύσιν θέλουσι λαβεῖν, τοῦτον ἵλεων, τοῖς πᾶσιν ἀπέργασαι, πάντων Δέσποινα.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Φωνὴ τοῦ Λόγου γενόμενος, Βαπτιστά, φωνὰς τῶν τιμώντων σε, πρὸς αὐτὸν νῦν κατεύθυνον, καὶ πταισμάτων ἄφεσιν, τῇ μεσιτείᾳ ἡμῖν τῇ σῇ παράσχου. Ἡμάρτηκά σοι, ἠνόμησα, καὶ δεινῶς Σωτὴρ ἐπλημμέλησα, καὶ ψυχὴν κατερρύπωσα· διὰ τοῦτο δέομαι, διὰ τοῦ σοῦ Βαπτιστοῦ οἰκτείρησόν με. Ἐν ἐρημίᾳ πλανώμενον ἡδονῶν, ἐρήμου τὸ θρέμμα σε, ὁδηγόν τε τοῦ νέου λαοῦ, ἱκετεύω Πρόδρομε, πρὸς μετανοίας ὁδὸν ὁδήγησόν με. Θεοτοκίον Σὺν Ἀποστόλοις, Προφήταις, Ἱερουργοῖς, σὺν Μάρτυσιν Ἄχραντε, σὺν ταῖς ἄνω Δυνάμεσι, τῷ Υἱῷ σου πρέσβευε, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος. Ὁ πηγάσας ἐκ πέτρας ὕδωρ, πάλαι λαῷ ἀπειθοῦντι Χριστέ, καὶ ἀντιλέγοντι, ὕδωρ τῆς δίψης ἴαμα, ἐκ τῆς ἀνίκμου ψυχῆς μου ὁ Θεός, κατανύξεως σταγόνας, ἐκπλυνούσας με βλῦσον. Ἰατρὲ τῶν νοσούντων, τὰ τῆς καρδίας μου πάθη, ἰάτρευσον εὐσπλάγχνῳ ῥοπῇ, τῆς μετανοίας φάρμακα, προσεπιπλάττων ὡς ἀγαθός, δωρούμενός μοι ῥῶσιν, τὴν ψυχικήν ὡς οἰκτίρμων. Μαρτυρικὰ Συμπαθοῦς ἀθλοφόροι, τῆς πρὸς τὸ σῶμα φιλίας, ἀποζευγνύντες τὸν λογισμόν, τοῖς τιμωρεῖν ἐθέλουσι, παραδεδώκατε ἑαυτούς, ὅπως γνήσιοι τοῦ Κτίστου, χρηματίζητε φίλοι. Πολυώδυνα ἄλγη, πολυειδῶν ἐκ βασάνων ὑπέστητε, ὁπλῖται τοῦ Χριστοῦ, καὶ χάριν ἐκομίσασθε, ἐκ τῶν τοῦ Πνεύματος δωρεῶν, τῶν παθῶν ἡμῶν διώκειν, τὰς χρονίους ὀδύνας. Θεοτοκίον Πολυώνυμε Κόρη, χαῖρε ἐξ ἧς ὁ Λόγος ἐτέχθη, ἀλογίας ἡμᾶς, λύων ἀτόπων πράξεων. Χαῖρε νεφέλη φωτεινή, ἡ σκεδάζουσα τὰ νέφη, τῆς ἡμῶν ἀθυμίας.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε. Λόγου σε φωνήν, τοῦ σαρκὶ φανέντος ὑπάρχουσαν, Πρόδρομε Κυρίου δυσωπῶ, ἀλογωτάτων ῥῦσαί με πράξεων, τῶν λόγοις τιμῶντά σε, καὶ κατὰ χρέος πίστει μακαρίζοντα. Στέναξον ψυχή, καὶ Θεῷ τῷ κτίστῃ σου βόησον· Ἥμαρτον, ἱλάσθητι Χριστέ, καὶ φοβερᾶς με ῥῦσαι κολάσεως, κινδύνων καὶ θλίψεων, ταῖς τοῦ Προδρόμου θείαις παρακλήσεσιν. Κύμασι πολλοῖς, χαλεπῶν παθῶν βυθιζόμενον, καὶ κλυδωνιζόμενον δεινῶς, καὶ συνεχῶς ἀεὶ βυθιζόμενον, Βαπτιστὰ ἐξάρπασον, καὶ σωτηρίας ὅρμῳ καθοδήγησον. Θεοτοκίον Μήτηρ τοῦ Θεοῦ, Σεραφεὶμ ὑπέρτερον ὄχημα, μετὰ τῶν ἀΰλων Λειτουργῶν, μετὰ ἁγίων ἁπάντων, ἱκέτευε Χριστόν, ὃν ἐκύησας, ἀπεγνωσμένον σῶσαί με Πανάμωμε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας. Ῥαντίσας με μετανοίας ὑσσώπῳ, κάθαρον ῥύπου τῶν παθῶν, ἵνα ὀφθῶ σοι καθαρός, ὅταν μέλλῃς Ἰησοῦ κρῖναι τὰ σύμπαντα, τῇ δικαίᾳ σου κρίσει. Οἱ μώλωπες συνεσάπησαν Λόγε, τῆς παναθλίας μου ψυχῆς, ἰατρὲ τῶν ἀσθενῶν, καὶ δοτὴρ τῶν ἀγαθῶν, ἴασαι σῶσόν με, διὰ πλῆθος ἐλέους. Μαρτυρικὰ Συντέτριπται τὰ ὀστράκινα σκεύη, τῶν Ἀθλοφόρων ἐπὶ γῆς, ἀλλˊ ὁ τόνος τῆς ψυχῆς ἐκρατύνετο πλέον, καὶ ἐλαμπρύνετο, τοῦ Χριστοῦ τῇ δυνάμει. Χεόμενον τῶν Ἁγίων τὸ αἷμα, πᾶσαν ἡγίασε τὴν γῆν, καὶ κατήρδευσε ψυχάς, καὶ ἐξήρανε σαφῶς τῆς ματαιότητος, θολεροὺς τοὺς χειμάρρους. Θεοτοκίον Τῷ τόκῳ σου ἀπεστείρωσας Κόρη, τὴν τοῦ προπάτορος ἀράν, καὶ ἐπήγασας ἡμῖν, εὐλογίας ποταμούς, τοῖς εὐλογοῦσί σε, καὶ δοξάζουσι πίστει.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε. Ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος μάκαρ, ἐπολιτεύσω σαφῶς μετὰ σαρκός· διό σου δέομαι, σαρκικοῦ φρονήματος, τὴν ψυχήν μου ἐλευθέρωσον. Τὸν εἰς βυθὸν ἁμαρτίας πεσόντα, καὶ ἡδοναῖς τὴν ψυχὴν μολυνθέντα, καὶ κινδυνεύοντα, τοῦ Κυρίου Πρόδρομε, προσφυγόντα σοι διάσωσον. Σὺν Προφητῶν περισσότερος ὤφθης· καὶ γὰρ αὐτὸν ἐθεάσω, Προφῆτα τὸν κηρυττόμενον, ὃν ἀπαύστως αἴτησαι, τοῦ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Τῶν οὐρανῶν πλατυτέρα, σὺ ὤφθης ὡς ἀληθῶς, Θεοτόκε Παρθένε θεοχαρίτωτε, τῆς στενοχωρούσης με, ἁμαρτίας ἐλευθέρωσον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην. Ἐπλήγην ἁμαρτιῶν τῇ ῥομφαίᾳ, καὶ κεῖμαι ἀνενέργητος ὅλος, ὁ πληγωθεὶς διˊ ἐμὲ λόγχῃ ποτέ, Χριστὲ ὁ Θεός, οἰκτείρησόν με τῇ σῇ εὐσπλαγχνίᾳ. Στενάζω καὶ κακοῖς ἐπιμένω, δακρύω, καὶ τὴν κρίσιν οὐ φρίττω, ἀναισθησίαν νοσῶν. Λόγε Θεοῦ, οἰκτείρησόν με, καὶ σῶσον τοῖς ἀγαθοῖς κρίμασί σου. Μαρτυρικὰ Ὡς ἄρνες οὐκ ἐρίζοντες ὅλως, οὐ λόγον, οὐ φωνὴν ἀφιέντες, πανευκλεεῖς ἀθληταί, πρὸς τὴν σφαγήν, καὶ τοὺς αἰκισμούς, προσήγεσθε, τὸν Χριστὸν ἀνυμνοῦντες. Θηρίοις παρεδίδοσθε βρῶμα, θαλάσσης τοῖς βυθοῖς ὡμιλεῖτε, ἀγαλλομένῃ ψυχῇ· ὅθεν ὑμᾶς Χριστός, Ἀθληταί, νίκης στεφάνοις, τοῖς ἀφθάρτοις ἐκόσμει. Θεοτοκίον Ἡ θύρα τῶν πιστῶς σῳζομένων, ἡ πύλη ἣν διώδευσε μόνος, ὁ σαρκωθεὶς διˊ ἡμᾶς, πύλας ἡμῖν δικαιοσύνης, ὑπάνοιξον, τοῖς πιστῶς σε ὑμνοῦσι.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλˊ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Ὕδατι χειμάρρουν τὸν τῆς τρυφῆς, ὑποκλιθέντα, τῇ χειρί σου ἐβάπτισας, ἀλλˊ αὐτὸν ἱκέτευε, καταπέμψαι μοι ὕδωρ, σοφὲ κατανύξεως, τῷ πολλὰ πλημμελήσαντι. Ἄβυσσον ἐλέους ἐν ποταμῷ, Προφῆτα λούεις, ὑπερῷα τοῖς ὕδασιν, οὐρανοὺς στεγάζοντα, Ἰησοῦν τὸν φιλάνθρωπον, ὃν δυσώπησον, ἑπομβρῆσαί μοι ἄφεσιν. Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, μετανοεῖτε, ἀνεκραύγαζες Πρόδρομε, ἧς τυχεῖν ἀξίωσον, τοὺς πόθῳ σε γεραίροντας, καὶ τῇ σκέπῃ σου, τῇ σεπτῇ καταφεύγοντας. Θεοτοκίον Ἄχραντε ἡ σάρκα τῷ πλαστουργῷ, δανεισαμένη, σὺν ταῖς ἄνω Δυνάμεσι, σὺν Προφήταις ἅπασιν, Ἀποστόλοις καὶ Μάρτυσι, τοῦτον πρέσβευε, οἰκτειρῆσαι καὶ σῶσαί με.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἐγυμνώθην χιτῶνα ἀφθαρσίας, ἐνεδύθην δὲ ἔργα ἀτιμίας· διὸ βοῶ σοι οἰκτίρμον Θεέ· Ἀρετῶν στολαῖς με καταφαίδρυνον. Ὀφθαλμοῖς ἀκολάστοις ἐσπιλώθην, ἐπαφῇ ἀκρασίας ἐρρυπώθην, καὶ ἐβδελύχθην ἐνώπιόν σου Ἰησοῦ, ὡς τὸν Ἄσωτον δέξαι με. Μαρτυρικὰ Ὑπερτέραν ζωὴν ἠγαπηκότες, ὑπερτέρους ἠνέγκατε τοὺς πόνους, Χριστοῦ ὁπλῖται, φωστῆρες θεῖοι· διὰ τοῦτο πιστῶς μακαρίζεσθε. Λαμπρυνθέντες τῇ αἴγλῃ τῶν βασάνων, ἀπηστράψατε πλέον τοῦ ἡλίου, καὶ πάντα ζόφον τῆς ἀθεΐας ἐδιώξατε, ἅγιοι Μάρτυρες. Θεοτοκίον Ὡς τὸν πάντων τεκοῦσα συνοχέα, τοῦ συνέχοντος ζόφου τῆς ἀγνοίας, καὶ ἁμαρτίας ἀπάλλαξόν με, Δέσποινα, Θεοτόκε Ἀειπάρθενε.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ λύχνος τοῦ Ἡλίου, τὴν ψυχήν μου καταύγασον, ἐσβεσμένην ῥαθυμίᾳ καὶ τυφλώττουσαν, μετανοίας πρὸς τρίβους καθοδηγῶν με, Βαπτιστὰ Κυρίου Πρόδρομε. Τῆς κρίσεως τὴν ὥραν ἐννοῶν, ὅλος δέδοικα, περικείμενος πληθὺν ἀτόπων πράξεων. Βαπτιστὰ τοῦ Σωτῆρος, πρόστηθι ῥῦσαί με, πυρὸς ἀποκειμένου μοι. Προστάτα τῆς ζωῆς μου, ἀντιλῆπτόρ μου Πρόδρομε, ἐξ ἐχθρῶν μου ἀοράτων ὀρωμένων τε, περιφύλαττε σκέπε, καὶ Βασιλείας οὐρανῶν, μέτοχον ποίησον. Θεοτοκίον Παρθένε Θεοτόκε, τὸν Υἱόν σου ἱκέτευε, σὺν Προφήταις, Ἀποστόλοις τε καὶ Μάρτυσι, τῆς μελλούσης ἀνάγκης, ἀπολυτρώσασθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας ἀεί.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. Ὅτι τὸν φόβον σου οὐκ ἔχω, ἐνοικοῦντα τῇ καρδίᾳ τῇ ἐμῇ, πᾶσαν ἐτέλεσα σαρκός, ἁμαρτίαν ὁ ἀσυνείδητος, καὶ τρέμω σου τὴν δίκην, παμβασιλεῦ, μή με βδελύξῃ, νυνὶ μεταγνόντα. Γῆς τῆς ἁγίας ἐπιβῆναι, Πολυέλεε ἀξίωσον κἀμέ, ἣν κατοικοῦσιν οἱ πραεῖς, μετανοίᾳ ἀποπλύνας με, γηΐνης ἁμαρτίας, ὁ ἐπὶ γῆς ἀναμαρτήτως, γεννηθεὶς ἐκ Παρθένου. Μαρτυρικὰ Ἐν τῷ οἰκείῳ ὑμῶν αἵματι, κατεβάφησαν οἱ πόδες ὑμῶν, ὑποσκελίζοντες ἐχθρούς, καὶ πορείαν τὴν οὐράνιον, ποιούμενοι ὁσίως, πανευκλεεῖς Χριστοῦ, τοῦ πάντων Θεοῦ Ἀθλοφόροι. Ἐναπεδύσασθε προθύμως, πρὸς τὰ μέγιστα παλαίσματα ὑμεῖς, ἀπογυμνώσαντες ἐχθρόν, καὶ αἰσχύνην ἐπενδύσαντες· διὸ στεφανηφόροι ἐν οὐρανοῖς χορεύετε, εὐκλεεῖς Χριστοῦ Ἀθλοφόροι. Θεοτοκίον Τοῦ Ἰακὼβ τὴν καλλονήν σε, ὁ ὡραῖος κάλλει Κύριος ἁγνή, ἠγαπηκὼς τὴν σὴν νηδύν, Παναμώμητε κατῴκησεν, ἀνθρώπων τὴν οὐσίαν ταῖς καλλοναῖς, φαιδρύνων τῶν ὑπὲρ νοῦν δωρημάτων.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀμνὸν τοῦ Θεοῦ ὁ κηρύξας, τὸν τὰς ἁμαρτίας τῶν ἀνθρώπων ἀφαιροῦντα, Ἰωάννη θεῖε Προφῆτα, τοῦτον ἐκδυσώπησον, τὸ φορτίον λῦσαι τῶν ἁμαρτημάτων μου, καὶ τῶν σῳζομένων μερίδος ἀξιῶσαι. Καμίνου φλογὸς καιομένης, σκότους ἀφεγγοῦς τε ἐξωτέρου λύτρωσαί με, τὸν ἐν σκότει πονηρῶν ἔργων, ὅλον συνεχόμενον, δυσωπῶ σε Λόγε τοῦ Θεοῦ προάναρχε, διὰ τοῦ ἐνδόξου καὶ θείου Βαπτιστοῦ σου. Ἐρήμοις ψυχαῖς χερσωθείσαις, διὰ μετανοίας εὐκαρπίαν ὁ κηρύξας, τοῦ Κυρίου θεῖε Προφῆτα, ἀκανθηφορήσασαν τὴν ψυχήν μου, πάσαις ἡδοναῖς καθάρισον, ὅπως ἐκβλαστήσω ἀγαθῶν ἔργων στάχυν. Θεοτοκίον Ὡς Μήτηρ Θεοῦ ἐκδυσώπει, μετὰ τῶν ἁγίων Ἀγγέλων, Προφητῶν τε, Ἀποστόλων καὶ τῶν Μαρτύρων, κινδύνων καὶ θλίψεων, καὶ μελλούσης πάντας κολάσεως ῥύσασθαι, τοὺς σὲ Θεοτόκον ἀεὶ ὁμολογοῦντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυΐδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης. Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, καὶ ἡμέρα ἱλασμοῦ, ἐπιστρέψαι θέλησον λοιπόν, ὦ ψυχή, ποιοῦσα καρπὸν μετανοίας, μὴ ἄκαρπόν σε εὕρῃ, θανάτου ἀξίνη φοβερά, καὶ ὡς συκῆν τὴν πάλαι ἐκτεμοῦσα, τῷ πυρὶ τῷ ἐκεῖθεν πέμψῃ. Ὡς ὁ ποτὲ πλούσιος, ἐπαγάλλομαι τρυφαῖς, ἀσπλαγχνίαν ἔχων πρὸς τὸν πέλας πολλήν, καὶ πῦρ δειλιῶ τὸ ἀκοίμητον· διό μου τὴν λιθώδη, ἀπόπλυνον Δέσποτα ψυχήν, ὅπως κἂν ἐπὶ τέλους, εὐσπλαγχνίᾳ λαμπρυνθῶ ὁ ἐσκοτισμένος. Μαρτυρικὰ Σημειωθέντες αἵματι, θεῖοι Μάρτυρες Χριστοῦ, ἐν σημείοις πίστει ἐναθλοῦντες στερρῶς, ἀπίστους ἐχθροὺς ἐτροπώσασθε, καὶ πλάνης ἀνιέρου πολλούς, ἀφηρπάσατε λαούς, μεταβολαῖς ἐνθέοις, λαμπρυθέντας τῷ φωτὶ τῆς θεογνωσίας. Ἠκονημένα ὤφθητε, ξίφη τέμνοντα ἐχθροῦ, παρατάξεις θεῖοι Ἀθλοφόροι Χριστοῦ, καὶ σκεύη τὴν αἴγλην χωρήσαντα, τῆς ἁγίας Τριάδος, καὶ λύχνοι πυρσεύοντες τὸ φῶς, τῆς εὐσεβείας πίστει, καὶ δόξης τῆς νοητῆς, ἀληθεῖς ὁπλῖται. Θεοτοκίον Φωτοειδῆ νεφέλην σε, ὁ Προφήτης προορᾷ, ἐξ ἧς μέγας Ἥλιος ἐπέφανεν ἡμῖν, Χριστὸς ὁ Θεός, καὶ ἐφώτισε τὰ πρὶν ἐσκοτισμένα· αὐτὸν οὖν δυσώπει ἀγαθή, τὰ τῶν παθῶν μου νέφη ἐκδιῶξαι, καὶ φωτὶ θείῳ φαιδρυνθῆναι.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν. Ἐκ νόμου σκιᾶς προκύψας, τὴν αἴγλην τῆς θείας χάριτος, πλουσίως ἐθεάσω, τὰ τῆς γῆς πληρώματα σοφὲ φωταγωγοῦσαν, καὶ σκότος ἀποδιώκουσαν, τῆς ἀγνωσίας Προφῆτα· διὰ τοῦτό σε γεραίρομεν. Ὡς μάρτυς Χριστοῦ, ὡς θεῖος Βαπτιστής, ὡς μετανοίας λαμπτήρ, ὡς ὄρθρος εὐσεβείας, παλαιὰς μεσίτης καὶ καινῆς, παλαιωθεῖσαν κακίᾳ, τὴν ταπεινήν μου ψυχήν, διˊ ἐπιγνώσεως θείας, καινουργήσας φωταγώγησον. Ἐν ὥρᾳ φρικτῇ, ἐν ὥρᾳ φοβερᾷ, ἐν ὥρᾳ δίκης σοφέ, κρινόμενόν με ῥῦσαι, ἀπειλῆς μενούσης με ἐκεῖ, καθυπακούοντα ἔχων, τῶν σῶν δεήσεων, οἷά περ φίλος νυμφίον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ὡς Μήτηρ Θεοῦ, ὡς Μήτηρ τοῦ ἐκ σοῦ τεχθέντος Λόγου Θεοῦ, μετὰ τῶν Ἀσωμάτων Ἀποστόλων τε καὶ Προφητῶν, Ἱεραρχῶν καὶ Μαρτύρων, τοῦτον δυσώπει ἀεί, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, Παναγία Μητροπάρθενε.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος γˊ

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι, ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος, ἀλλˊ ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος γˊ

Βασιλέων καὶ τυράννων τὸν φόβον, ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος γˊ

Ἀσπόρως συνέλαβες ἐκ Πνεύματος Ἁγίου, καὶ δοξολογοῦντες ἐκβοῶμεν σοι∙ Χαῖρε Παναγία Παρθένε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ταῖς τοῦ βίου ἡδοναῖς, ἐσπιλωμένην, κεκτημένος τὴν ψυχήν, τοῖς οἰκτιρμοῖς σου προσέρχομαι, κατεγνωσμένος ὅλος, καὶ ἡττημένος κράζω σοι Σωτήρ, τῷ εἰδότι μόνῳ τὰ κρύφια· Κάθαρόν με τῇ σῇ, εὐσπλαγχνίᾳ Χριστέ. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὡς μεσίτης παλαιᾶς, καὶ τῆς καινῆς γινόμενος, θεῖε Βαπτιστά, παλαιωθέντα με πταίσμασιν, ἀνακαινίσας δίδου, σαῖς ἱκεσίαις βαίνειν ἀσφαλῶς, πρός, μετανοίας τρίβους Πανεύφημε, εἰσαγούσας, καλῶς, πρὸς Βασιλείαν Χριστοῦ. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν ἀγῶνα τὸν καλόν, ἀγωνισάμενοι, γενναῖοι Ἀθληταί, μυρίους πόνους ἠνέγκατε, καὶ διὰ τοῦτο πάντα πόνον κουφίζετε διηνεκῶς, καὶ πνευμάτων λώβην διώκετε∙ ὅθεν πίστει ὑμᾶς Ἅγιοι δοξάζομεν. Δόξα... Φῶς καὶ ζωὴ καὶ παντουργός, ἡ τρισυπόστατος, Μονὰς ὡς ἀληθῶς ὑπάρχει, ἥν περ δοξάζομεν. Πατὴρ γάρ, Υἱὸς καὶ Πνεῦμα, ὁ ἑνιαῖος καὶ συνεκτικός, τῶν ἁπάντων Δεσπότης καὶ Κύριος, εἷς Θεὸς ἐν τρισί, Προσώποις γνωρίζεται. Καὶ νῦν... Θεοτοκίον Ἁμαρτάνοντα ἀεί, καὶ παροργίζοντα Θεὸν τὸν ἀγαθόν, Παρθενομῆτορ οἰκτείρησον, καὶ μετανοίας τρόποις, ὡς ἀγαθὴ βελτίωσον Ἁγνή, ὅπως τὰς μελλούσας κολάσεις φύγω, ὑμνῶν ἐκτενῶς, Κόρη τὴν πρεσβείαν σου.

ΤΕΤΑΡΤΗ Γ΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Ἡ Κτίσις ἠλλοιώθη Λόγε τῇ Σταυρώσει σου, ὁ ἥλιος ἀκτῖνας, συνέστειλε τῷ φόβῳ, καὶ ναοῦ τὸ καταπέτασμα ἐσχίσθη, καὶ πᾶς πιστὸς σέσωσται· ὅθεν δοξάζομεν, σοῦ τὸν ἄμετρον πλοῦτον.

Ὁ σάρκα τὴν ἡμῶν διˊ οἶκτον προσλαβόμενος, Θεός τε καὶ Δεσπότης, τῷ ξύλῳ προσεπάγη, καὶ ἀνύψωσεν ἡμᾶς κατερραγμένους, ἀνυψωθεὶς σώματι, ὥσπερ ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους.

Ῥανίδες θεορρύτου αἵματος καὶ ὕδατος, ἀνέπλασαν τὸν κόσμον, χυθεῖσαι ἐκ πλευρᾶς σου, τῷ μὲν ὕδατι ἐκπλύνεις, ὡς οἰκτίρμων, πάντων τὰς ἁμαρτίας Κύριε, τῷ δὲ αἵματι, τὴν συγχώρησιν γράφεις.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Ἐν κλίνῃ κατακείμενος τῆς ἀμελείας μου, τὸν τῆς ζωῆς μου χρόνον, ῥαθύμως ἐξετέλεσα, καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὥραν, ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἐγείρασα, σῶσόν με πρὸς μετάνοιαν Κόρη.

Τὸ ἄλγος τῆς, καρδίας μου Ἁγνὴ θεράπευσον, καὶ στῆσον τοῦ νοός μου, τὴν πλάνην καὶ ἀξίωσον, καθαρᾷ σε ἀνυμνεῖν καρδίᾳ, καὶ ἐξαιτεῖσθαι χάριν, εὑρεῖν καὶ ἔλεος, ἐν ἡμέρᾳ τῆς δίκης.

Ἀπόθου ταπεινὴ ψυχή μου τὰ δυσβάστακτα, φορτία τῆς κακίας, καὶ πρόσελθε δακρύουσα, καὶ βοῶσα· Τὸν ζυγὸν ἁγνὴ Παρθένε με ἀξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος γˊ

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ Βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφˊ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος γˊ

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Σταυρῷ σε ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καί μετὰ τόκον.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος γˊ

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι. Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν. Χριστὲ ὁ Θεός, δόξα σοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβαλοῦμεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος γˊ

Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς. Τὴν ὡραιότητα Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι. Πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο; θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Ἡ ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου, δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος γˊ

Τὴν ὥραιότητα

Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσῃς με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχῃ τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς με τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε. Μαρτυρικὸν, Τὴν ὥραιότητα Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον, Τὴν ὥραιότητα Ἀναρτηθέντα σε, ὡς ἐθεάσατο, ἐν ξύλῳ Δέσποτα, ἡ ἀπειρόγαμος, καὶ Παναμώμητος ἁγνή, Παρθένος τε καὶ Μήτηρ σου. Οἴμοι! ἀνεβόα σοι· ὦ Υἱέ μου γλυκύτατε, πῶς σε ἀνομώτατος, δῆμος ξύλῳ κατέκρινε, τὸν πάντων ποιητὴν καὶ Δεσπότην! Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Πόνους ἔπαυσας τῶν βροτῶν πόνοις, Λόγε Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Πολυώδυνα πάθη ἔπαυσας Λόγε, τοῖς πάθεσι τῆς τιμίας σαρκός σου, καὶ βροτοὺς ἔσωσας, οὓς ἐτραυμάτισε, πάλαι ὁ ἀντίπαλος, τοὺς εὐσεβῶς προσκυνοῦντας, τήν ἀπερινόητον οἰκονομίαν σου. Ὁ δεσμεύσας ἀπάτῃ ἐν Παραδείσῳ, τὸν ἄνθρωπον ἐντολῆς παραβάσει, σοῖς δεσμοῖς δέδεται ἀλύτοις Κύριε, οἷς περ σωματούμενος, ἐθελουσίως ἐδέθης, λύων τὸ παράπτωμα ἡμῶν φιλάνθρωπε. Μαρτυρικὰ Ναυαγοῦσαν ὁρῶντες οἱ Ἀθλοφόροι, τὴν κτίσιν ταῖς τῶν δαιμόνων ἀπάταις, τῶν πιστῶν ὤφθησαν λιμένες εὔδιοι, πᾶσαν τοῦ ἀλάστορος, χύσει οἰκείων αἱμάτων, δύναμιν βυθίζοντες οἱ μεγαλώνυμοι. Ὁ χορὸς τῶν μαρτύρων χοροστασίαις, ταῖς ἄνω περιφανῶς συνημμένος, ἀστραπαῖς πάντοτε, περιαυγάζεται ἀκτίστου Θεότητος, καὶ τοὺς ἐν γῇ καταυγάζει, τούτου τὰ τεράστια πίστει δοξάζοντας. Σταυροθεοτοκίον Ὑπερτέρα τῶν ἄνω ὤφθης Ταγμάτων, τεκοῦσα ἐπὶ τῆς γῆς Θεὸν Λόγον, τὸν ἡμᾶς ἄχραντε πρὸς τὰ οὐράνια, τοῖς αὐτοῦ παθήμασι, καὶ τῷ Σταυρῷ τῷ τιμίῳ, ἐπαναβιβάσαντα διˊ ἀγαθότητα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Τρίτον μέλισμα τῇ Θεοτόκῳ φέρω. ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος. Ῥαντισμῷ θείου ῥείθρου, τοῦ κενωθέντος ἐκ θείας ἁγνή, πλευρᾶς τοῦ Υἱοῦ σου, τοὺς ἐμοὺς ἔκπλυνον, καρδίας μώλωπας, ὅπως μεγαλύνω σε, καὶ καταχρέως δοξάζω, τὴν Ἀειμακάριστον καὶ Παναμώμητον. Ἰσουργὸν τῷ τεκόντι, ἔτεκες Λόγον, θεώσαντα, τῶν βροτῶν τὴν οὐσίαν, ἀλλˊ αὐτὸν αἴτησαι, ἠπορημένον με, καὶ ἐξασθενήσαντα, ταῖς τοῦ ἐχθροῦ μεθοδείαις, θείας παρακλήσεως καταξιῶσαι ἁγνή.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Σὲ τὸν τῇ φύσει Θεότητος ἀπαθῆ, παθητὸν γενόμενον, σαρκὶ διˊ ἀγαθότητα, ξύλῳ ἐθανάτωσεν, Ἑβραίων δῆμος, ἡμᾶς ἀθανατοῦντα. Ἐπὶ ὑδάτων κρεμάσας Λόγε τὴν γῆν, ἐν ξύλῳ θελήματι, ἐκρεμάσθης, ἀνάγων με εἰς τὰ ἐπουράνια, πρὸς τῆς κακίας τὰ βάραθρα πεσόντα. Μαρτυρικὰ Πεποικιλμένοι τοῖς στίγμασι τοῦ Χριστοῦ, πανεύφημοι Μάρτυρες, τῷ Κυρίῳ παρίστασθε, παρ´ αὐτοῦ δεχόμενοι, πλουσιωτάτῃ χειρὶ τὰς ἀντιδόσεις. Ἀγαλλομένῃ ψυχῇ πρὸς τοὺς αἰκισμούς, ἐχώρουν οἱ Ἅγιοι, τὴν ἐσχάτην τῷ δράκοντι, λύπην ἐμποιούμενοι, καὶ τοὺς Ἀγγέλων χοροὺς χαρᾶς πληροῦντες. Σταυροθεοτοκίον Ἀναρτηθέντα ὁρῶσα ἐν τῷ Σταυρῷ, Χριστὸν ἀπειρόγαμε, ὀδυρομένη ἔλεγες· Ἔδυς δόξης Ἥλιε, ἐξ ὀφθαλμῶν μου, φωτίζων τοὺς ἐν σκότει.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ ἐκ μὴ ὄντων

Τὸν ἐν ἐλέει ἀφάτῳ καὶ οἰκτιρμοῖς, ὑπάρχοντα πλούσιον, ἐλεήμων ὑπάρχουσα, Παναγία αἴτησαι, τοῦ οἰκτειρῆσαι ἡμᾶς κεκακωμένους. Οἶκος τοῦ πάντων ὑπάρχουσα ποιητοῦ, οἰκῆσαι δυσώπησον, ἐν ἐμοὶ τὸν Παράκλητον, γεγονότι σπήλαιον, τῶν ψυχοφθόρων λῃστῶν ἁγνὴ Παρθένε. Νεύματι πάντα τὸν φέροντα θεϊκῷ, ἀγκάλαις ὡς φέρουσα, Θεοτόκε ἐπίνευσον, ἐπˊ ἐμέ, καὶ ῥῦσαί με, τῆς πρὸς τὰ πάθη συννεύσεως ἀτόπου.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε. Ὕβριν ἀληθῶς, ὁ τιμῆς ἀπάσης ἐπέκεινα, Δέσποτα ὑπέμεινας Χριστέ, τὴν κεφαλὴν καλάμῳ τυπτόμενος, ὅπως παραβάσει με ἀτιμασθέντα, τιμήσῃς φιλάνθρωπε. Στέφος ἀκανθῶν, ἀνεδήσω θέλων μακρόθυμε, οἷα βασιλεὺς ἀληθινός, καὶ τὴν ἀκανθηφόρον προθέλυμνον, ἁμαρτίαν ἔπαυσας, ὑμνολογῶ σου Σῶτερ τὰ παθήματα. Μαρτυρικὰ Ἄθραυστοι ποιναῖς, αἰκισμῶν ἐμείνατε Μάρτυρες, θραύοντες τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ τοῖς ποσὶν ὑμῶν ὑποτάττοντες, ἄμετρα καυχώμενον, καὶ ἀπονοίᾳ ὅλον μαραινόμενον. Σώμασι φθαρτοῖς, ἀφθαρσίαν θείαν ἐκτήσασθε, πάθεσι τὸ πάθος τὸ σεπτόν, τοῦ ἀπαθοῦς στερρῶς μιμησάμενοι, πανεύφημοι Μάρτυρες, τῶν Ἀσωμάτων πάντων συνάριθμοι. Σταυροθεοτοκίον Τόμον σε ποτέ, ὁ Προφήτης Κόρη τεθέαται, ἐν ᾧ τῷ δακτύλῳ τοῦ Πατρός, ἐναπεγράφη Λόγος σαρκούμενος, καὶ τὸ τοῦ προπάτορος, λόγχῃ ῥηγνύει, ἄχραντε χειρόγραφον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος γˊ

Ἔθου πρὸς ἡμᾶς

Μώλωπας Χριστέ, καὶ σφαγὴν ἑκὼν ὡς ὑπέμεινας, τὴν μωλωπισθεῖσάν μου ψυχήν, ταῖς λῃστρικαῖς δαιμόνων κακώσεσι, πρεσβείαις θεράπευσον, τῆς σὲ Τεκούσης, μόνε πολυέλεε. Ἔργον σῶν χειρῶν, πλαστουργὲ ὑπάρχω καὶ ποίημα, κακίᾳ δὲ ὄφεως Χριστέ, ὑφ´ἡδονῶν τοῦ βίου συντέτριμμαι· διό με ἀνάπλασον, τῆς σὲ Τεκούσης, θείαις παρακλήσεσιν. Λόγον τοῦ Πατρός, ὑπὲρ λόγον τέτοκας, λύσαντα πάσης ἀλογίας τοὺς βροτούς, ὃν ἐκτενῶς δυσώπει, ἀλόγοις με πάθεσι δουλούμενον, ἐλευθερῶσαι, μόνη ἀειπάρθενε. Ἴαμα ἡμῖν, ἐκ παλάμης βρύεις ἑκάστοτε, ὅλη ἁγιάσματος σκηνή, ὅλη φωτὸς ὑπάρχουσα ἔμπλεως, ὅλη ἀποστάζουσα, μύρον εὐωδίας, Πάναγνε Θεόνυμφε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε. Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐν ξύλῳ, καὶ τῷ Πατρὶ θυσία προσηνέχθης, ὑπὲρ ἡμῶν ἀγαθέ, καὶ θυσίας ἔπαυσας, τῶν εἰδώλων παντοδύναμε. Νυγεὶς πλευρὰν ζωοδότα τῇ λόγχῃ, δύο κρουνοὺς σωτηρίας προχέεις, τοῖς τῆς Τριάδος, σὲ ἕνα καταγγέλουσιν, ἐνεργείας δύο φέροντα. Μαρτυρικὰ Βάσιν στερρὰν καὶ ἀσάλευτον πέτραν, σὲ Ἰησοῦ οἱ στερροὶ Ἀθλοφόροι, πίστει εὑράμενοι, ὥσπερ λίθοι τίμιοι, ἑαυτοὺς ἐπῳκοδόμησαν. Ῥώμῃ Θεοῦ δυναμούμενοι πίστει, πᾶσαν δεινήν, δυναστείαν τοῦ πλάνου κατεπαλαίσατε, ἀθλοφόροι Μάρτυρες, καὶ λαμπρῶς ἐστεφανώθητε. Σταυροθεοτοκίον Ῥεύσασαν πρὶν παραβάσει, τὴν φύσιν τὴν καθˊ ἡμᾶς, ὡς ἀρρεύστως τεκοῦσα Χριστόν, ἀνέπλασας, Παναγία Δέσποινα, προστασία τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπˊ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Σαρκός μου τὰς ὀδύνας καὶ τῆς ψυχῆς, τὸν πόνον μεταποίησον, καὶ τῆς ῥαθυμίας τὰ νέφη δίωξον Παρθένε, φωτὸς νεφέλη, καὶ ὑγείαν, καὶ δεινῶν ἀπαλλαγήν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε δοξάζοντι. Μεσῖτίν σε καὶ πρέσβυν, πρὸς τὸν ἐκ σοῦ τεχθέντα, νῦν προβάλλομαι, πάσης ἁμαρτίας ὑπάρχων ἔμπλεως. Παρθένε ἐγγυητής μοι, καὶ βίου ἐπανόρθωσις γενοῦ, καὶ χειραγωγία, πρὸς τρίβους θείας γνώσεως. Ἁγίασον τὸν νοῦν μου, καὶ τὴν ψυχήν, Παρθένε φωταγώγησον, καὶ τῆς θείας δόξης μέτοχον ποίησον· ἰδοὺ γὰρ κακῶν ἐπλήσθην, καὶ παντοίαις ἐδουλώθην ἡδοναῖς, καὶ μεμολυσμένην, προσφέρω τὴν συνείδησιν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλˊ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Ὄφις με ἐξήγαγε τῆς Ἐδέμ, δολίᾳ βρώσει δελεάσας ὁ δόλιος, ὁ Χριστὸς ἐν ξύλῳ δέ, ἀναρτηθεὶς θελήματι, τὴν ἀρχαίαν μοι, πάλιν δίδωσιν εἴσοδον. Τέτρωται τρωθείσης σου τῆς πλευρᾶς, ἡμᾶς ὁ τρώσας, καὶ ἀνίατος ἔμεινεν, εὐεργέτα Κύριε, οἱ δὲ πιστοὶ ἰάθημεν, σοῦ τοῖς μώλωψιν, οἷς ἑκὼν τετραυμάτισαι. Μαρτυρικὰ Ὤφθητε πυρὸς ἐν μέσῳ, σοφοὶ Χριστοῦ ὁπλῖται, ὥσπερ ἄρνες ὀπτώμενοι, καὶ Θεοῦ παντάνακτος, τραπέζῃ προσαγόμενοι, καὶ τὴν ἄφραστον, εὐφροσύνην κληρούμενοι. Νέμετε ἰάσεων ποταμούς, ἐξ ἀκενώτων θησαυρῶν ἀρυόμενοι, καὶ παθῶν ἐπήρειαν, Ἀθλοφόροι ξηραίνετε, καὶ ἀρδεύετε, τῶν πιστῶν τὰ συστήματα. Σταυροθεοτοκίον Νέκρωσιν ὁρῶσα τοῦ ἐκ τῶν σῶν, αἱμάτων Λόγου σαρκωθέντος Πανάμωμε, μητρικῶς ἠλάλαζες, καὶ ζωῆς ὄντα αἴτιον, ἐμεγάλυνες, Μητροπάρθενε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδῃς. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην. Τὸν Φαρισαῖον ἐπηρμένῃ διανοίᾳ ὑπερβέβηκα, σοβαρευόμενος ἀεί, καὶ βαράθροις συνωθούμενος, ἀμέτρων συμπτωμάτων, μόνη ἁγνή, ταπεινωθέντα δεινῶς οἴκτειρόν με. Ἡ ὑπερθαύμαστον τὴν σύλληψιν, ἐσχηκυῖα καὶ τὴν γέννησιν, τὰ σὰ ἐλέη ἐπˊ ἐμοί, τῷ ἀθλίῳ νῦν θαυμάστωσον· καὶ γὰρ ἐν ἀνομίαις, καὶ συλληφθεὶς καὶ γεννηθείς, ἡδοναῖς ἐδουλώθην. Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὁπηνίκα τὸ κριτήριον, τὸ φοβερὸν ἐνθυμηθῶ· πονηρὰ γὰρ ἔργα κέκτημαι, ἀπείρανδρε Παρθένε Μήτηρ Θεοῦ, ἐν ὥρᾳ τῇ φοβερᾷ πρόστηθί μοι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Πόνοις σου ἔπαυσας ἡμῶν, τοὺς πόνους φιλάνθρωπε, καὶ νῦν ζωὴν πρὸς ἄπονον μετηγάγου, τοὺς τὰ σεπτά σου Πάθη, προσκυνοῦντας εὐσεβῶς, Θεὲ τῶν ὅλων. Ὅτε σε ἔβλεψε Χριστέ, ἡ κτίσις σταυρούμενον, ἠλλοιοῦτο καὶ ἔτρεμε, γῆ ἐσείσθη, ἐρράγησαν δὲ πέτραι, καὶ περιέστειλε, τὸ φῶς ἡλίου δρόμος. Μαρτυρικὰ Νόμοις πειθόμενοι Χριστοῦ, ἀνόμων ἐξέκλιναν, τὰς θωπείας οἱ Μάρτυρες, καὶ νομίμως ἐν μέσῳ, τοῦ σταδίου ἐναθλοῦντες, εὐκλεῶς ἐστεφανοῦντο. Οὐ καταφλέχθητε φλογί, πυρὸς τὴν προαίρεσιν, θερμοτέραν κτησάμενοι, Ἀθλοφόροι Χριστοῦ στεφανηφόροι, ἐκβοῶντες· ὁ Θεὸς εὐλογητὸς εἶ. Σταυροθεοτοκίον Ἵστασο βλέπουσα Χριστόν, Σταυρῷ ἀνυψούμενον, ὃν ἐκύησας ἄχραντε, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, ἣν ἐτήρησας, ἁγνὴν καὶ μετὰ τόκον. Θεοτοκίον Ἐπὶ τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος ἄχραντε, φάνηθί μοι, ἐκ πάσης με βασάνου, ῥυομένη τῇ θερμῇ σου προστασίᾳ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοι Δέσποινα· ἁμαρτίας γὰρ ἁμαρτίαις προστίθημι, καὶ τῇ κακίᾳ κακίαν· τῇ οὖν πρεσβείᾳ σου ἁγνή, οἴκτειρον σῶσόν με. Ἡ κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἕτοιμον, ἑτοιμάζου ὦ ψυχή μου, καὶ βόησον · Ἐν τῷ κρίνειν σε Λόγε, μὴ κατακρίνῃς με, εὐχαῖς τῆς κυησάσης σε. Τρυγήσας ἁμαρτίας, τοὺς καρποὺς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον, κράζω σοι· Καρποφόρον με δεῖξον, ἡ τῷ καρπῷ σου, τὴν φθορὰν ἐξαφανίσασα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Βαβυλωνία κάμινος, τοὺς παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Σοῦ σταυρωθέντος ἤνοικται, πάλιν ὁ Παράδεισος, καὶ ἡ στρεφομένη καθˊ ἡμῶν, ῥομφαία νῶτα δίδωσι, τὴν λόγχην αἰδεσθεῖσα, τὴν ἐκκεντήσασαν, τὴν ἁγίαν πλευράν σου, Χριστὲ πολυέλεε. Λόγχῃ σου ὁ πολέμιος, τέτρωται καὶ πέπτωκεν, ὁ παραπεσὼν δὲ πρὸς ζωήν, Ἀδὰμ ἀνακομίζεται, βοῶν σοι τῷ τυθέντι, ἐθελουσίως Χριστέ. Εὐλογῶν σε δοξάζω, Θεὲ πολυέλεε. Μαρτυρικὰ Ὁ κόσμος τοῖς παλαίσμασιν, ὑμῶν καταλάμπεται, καὶ ταῖς ἀριστείαις Ἀθληταί, καὶ τοῖς ἀπείροις θαύμασι, καὶ σκότους νοσημάτων λυτροῦται πίστει, βοῶν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Γέλως ὁρᾶται κείμενος, ποσὶν ὑμῶν Ἅγιοι, ὁ πρὶν ἐγκαυχώμενος τὴν γῆν, ἐξαλείφειν καὶ θάλασσαν, Χριστὸς δὲ ζωηφόρῳ, κατακοσμεῖ δεξιᾷ, ἀμαράντοις στεφάνοις, ὑμᾶς παναοίδιμοι. Θεοτοκίον Ἐν χρόνῳ ἀπεκύησας, τὸν χρόνων ἐπέκεινα, λύοντα τὰ χρόνια δεσμά, τοῖς δεσμοῖς αὐτοῦ Ἄχραντε, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ συνδεσμοῦντα αὐτόν, τοῖς δεσμοῖς τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλη ὡς καλὴ καὶ πλησίον, τοῦ παμβασιλέως, γεγονυῖα Θεοτόκε, πλήρωσόν με ἀγαθῶν ἔργων, κακίᾳ συζήσαντα, καὶ ῥαθύμως πάντα τὸν βίον τελέσαντα, ὅπως σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. Κητῴας γαστρὸς ὡς ἐρρύσω, πάλαι τὸν Προφήτην, Θεοῦ Λόγε παραδόξως, οὕτω ῥῦσαί μου τὴν ψυχήν, βυθῷ ὀλισθήσασαν ἀπωλείας, ἔχων Σῶτερ δυσωποῦσάν σε, τὴν ἀπειρογάμως, τεκοῦσάν σε Παρθένον. Ὡραίαν στολὴν ἐνδυθέντα, θεογενεσίᾳ, εὑρηκότες Θεοτόκε, οἱ κακίαν δημιουργοῦντες, ταύτης ἀπεγύμνωσαν, ἀλλˊ αὐτή με θείαις στολαῖς καταφαίδρυνον, διὰ μετανοίας, πρεσβείαις σου Παρθένε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν. Ἵνα εὕρῃς τὴν δραχμήν, ἣν ἀπώλεσας Χριστέ, ἀνῆψας ἐν τῷ Σταυρῷ σου τὴν σάρκα Ἀγαθέ, καὶ κοινωνοὺς ποιεῖς τῆς χαρᾶς, τὰς Δυνάμεις σου, τὰς ἄνω ζωοδότα, μεθˊ ὧν σε εὐεργέτα, ὑμνοῦντες ἐν ᾄσμασι μεγαλύνομεν. Ὡς ἀνύψωσας Χριστέ, σοῦ τὰς χεῖρας ἐν Σταυρῷ, τὰς παρειμένας μου πρίν, χεῖρας πάθεσι πολλοῖς, ἐκίνησας δυνάμει τῇ σῇ, καὶ τὰ γόνατα πρὸς θεῖον δρόμον ὄντως, τὰ παραλελυμένα ἐνίσχυσας · ὅθεν σε μεγαλύνομεν. Μαρτυρικὰ Συγκαιόμενοι φλογμῷ, τῶν ἀπείρων αἰκισμῶν, δρόσον σε εὗρον Χριστέ, ἀναψύξεως οἱ σοί, στερροὶ καὶ θαυμαστοὶ Ἀθληταί· ὅθεν χαίροντες διήνυον τὸν δρόμον, ἐφέσει τῶν βραβείων, ἐν ὕμνοις ἀπαύστως σε μεγαλύνοντες. Ἡ πληθὺς τῶν ἀθλητῶν, τῶν ἁγίων ὁ χορός, ἐκδυσωπεῖ σε Χριστέ, ὑπὲρ δήμου καὶ λαοῦ, πολλὰ παραπικραίνοντος, ἐν τῷ πλήθει σου, οἰκτίρμον τοῦ ἐλέους, ἐξαλεῖψαι τὰ πλήθη, τῶν ἀνομιῶν ἡμῶν, ὡς φιλάνθρωπος. Σταυροθεοτοκίον Φέρον βρότειον μορφήν, τὸ ἀπαύγασμα Πατρός, Παρθένε τέτοκας, ὃν ὑψούμενον Σταυρῷ, ὁ ἥλιος μὴ φέρων ὁρᾷν ἐμελαίνετο, καὶ ζόφος ἐμειοῦτο τῆς εἰδωλομανίας· διὸ σὺν ἐκείνῳ σε μεγαλύνομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν. Φθαρέντα τὸν νοῦν, φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν, κακίᾳ μολυνθέντα, καὶ γυμνὸν παντοίων ἀγαθῶν ἀποδειχθέντα, Παρθένε ἄφθορε ἄμωμε, μή με παρίδῃς, ἀλλˊ ἔργοις, εὐσεβείας κατακόσμησον. Ἐπλήσθην κακῶν, ἐπλήσθην λογισμῶν ἀλλοτριούντων με, ἐκ σοῦ τοῦ φιλανθρώπου· διὰ τοῦτο καὶ στένω καὶ βοῶ· Μετανοοῦντά με δέξαι, καὶ μὴ ἀπώσῃ με τῆς σὲ τεκούσης πρεσβείαις, εὐεργέτα πολυέλεε. Ῥυσθείην ταῖς σαῖς, Πανάμωμε Κόρη πρεσβείαις πάσης ὀργῆς, παθῶν θανατηφόρων, χαλεπῆς γεέννης καὶ πυρός, ἀπὸ ἀνθρώπων ἀδίκων, ἀπὸ ἐχθρῶν πονηρῶν, ὁ προσφυγών σου τῇ σκέπῃ, καὶ καλῶν σε εἰς βοήθειαν. Ὡς μήτηρ Θεοῦ δυσώπει, τὸν ἐκ σοῦ τεχθέντα Κύριον, Θεὸν καὶ Βασιλέα, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καὶ πονηρᾶς συνηθείας, τὸν σὸν ἱκέτην Ἁγνή, τὸν ἐπὶ σοὶ πεποιθότα, ἐκ γαστρὸς μητρός μου, Δέσποινα.

Ἀπόστιχα Σταυρώσιμα

Ἦχος γˊ

Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλˊ οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν διˊ ἐμὲ τὸ κατˊ ἐμέ, σταυροῦσαι, καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με· Λυτρωτά μου, δόξα σοι.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Σταυροφανῶς Μωϋσῆς, ἐν τῷ ὄρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου. Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος γˊ

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Ὁρῶσά σε κρεμάμενον, ἐν ξύλῳ ἡ Πανάμωμος, Χριστέ μου ὑπεράγαθε, ὀδυρομένη ἐβόα μητρικῶς· Υἱέ μου παμφίλτατε, πῶς δῆμος ὁ ἄνομος, ξύλῳ σε κατέκρινε;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐσταυρώθης διˊ ἐμέ, καὶ ἑλογχεύθης Ἰησοῦ μου τὴν πλευράν, δύο κρουνοὺς ἀναβλύσας μοι, σωτηριώδεις· ὅθεν, διασωθεὶς τῷ πάθει σου Χριστέ, ἀνυμνῶ τὴν εὐσπλαγχνίαν τὴν σήν· Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ´ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Μετˊ ἀνόμων λογισθείς, τὰς ἀνομίας πάντων ᾖρας Ἰησοῦ, καὶ ταῖς ἀκάνθαις στεφόμενος, ὡς Βασιλεὺς τῶν ὅλων, τῆς ἁμαρτίας πρόρριζον Χριστέ, τέμνεις ἄκανθαν τοῦ Προπάτορος· ὅθεν πίστει τὸ σόν, Πάθος νῦν δοξάζομεν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οἱ τὰ παθήματα Χριστοῦ, ἐκμιμησάμενοι, γενναῖοι Ἀθληταί, πανευκλεέστατοι Μάρτυρες, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, καταβαλόντες σθένει θεϊκῷ, οὐρανίου δόξης ἐτύχετε, ὑπὲρ πάντων ἡμῶν, Ἅγιοι πρεσβεύοντες. Δόξα... Τρισυπόστατε Μονάς, καὶ ἀδιαίρετε Τριάς, ἡ παντουργὸς οὐσία, μία καὶ δύναμις, τοὺς ὑμνητάς σου σκέπε, ἀπὸ παντοίας βλάβης τοῦ ἐχθροῦ, καὶ τῆς Βασιλείας σου ἀξίωσον, ἧς καὶ ἐπέτυχον, οἱ καλῶς βιώσαντες. Καὶ νῦν ... Σταυροθεοτοκίον Καθορῶσα ἐν Σταυρῷ, ὃν ἐξ αἱμάτων, ἐσωμάτωσας ἁγνῶν, ὀδυρομένη ἐκραύγαζες· Θεογεννῆτορ Κόρη. Τί ταῦτα Τέκνον, δῆμος πονηρός, ἀνταπέδωκέ σοι, θανατώσας σε, τὴν ζωὴν τῶν πιστῶν, πάντων καὶ ἀνάστασιν;

ΠΕΜΠΤΗ Γ΄ ΗΧΟΣ

Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου

Πρεσβείαις τῶν σεπτῶν καὶ θείων Ἀποστόλων σου, φιλάνθρωπε Οἰκτίρμον, καὶ μόνε ἐλεῆμον, τὴν εἰρήνην σου παράσχου τῷ λαῷ σου, καὶ τῶν δεινῶν λύτρωσαι, τούς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.

Βελῶν με ὡς Θεοῦ αὐτόπται τοῦ ἀλάστορος, λυτρώσασθε σβεννῦντες, αὐτοῦ τὰς πανουργίας, καὶ δροσίσατέ με πνεύματος τῇ δρόσῳ, ἁμαρτιῶν τῷ καύσωνι, ἐκτηκόμενον, εὐεργέται μοι θεῖοι.

Εἰς πᾶσαν οἰκουμένην ὄντως ἐξελήλυθεν, ὁ θεῖος ὑμῶν φθόγγος, Ἀπόστολοι Κυρίου, καὶ ἐφώτισεν ἐν σκότει τοὺς κειμένους, καὶ τῷ Θεῷ προσήγαγεν, ὡς θυμίαμα, τοὺς αὐτὸν ἐγνωκότας.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου

Μεγίστη σωτηρία πᾶσιν ἀνεδείχθης ἡμῖν, Νικόλαε τρισμάκαρ· λυτροῦσαι γὰρ παντοιων, τοὺς οἰκέτας σου κινδύνων, καὶ ἀνάγκης καὶ πειρασμῶν, καὶ νόσων, καὶ περιστάσεων, καὶ ἐχθρῶν ἀοράτων.

Ἐπλήγην ἰοβόλῳ δήγματι ὁ ἄσωτος, καὶ κεῖμαι ἐρριμμένος καὶ ἐξηπορημένος, τῇ ἀγρύπνῳ σου δεήσει Ἱεράρχα, ἐν τάχει ἀνάστησον, ἵνα δοξάζω σου, τὴν ταχύκοον χάριν.

Ἐν ὥρᾳ τῇ φρικτῇ, ἐν ᾗ μέλλω παρίστασθαι, τὸ βῆμα τὸ φρικῶδες, καὶ πέμπεσθαι κολάσει, βοηθόν σε εὕροιμι Ἱεράρχα, ῥυόμενόν με σκότους, καθικετεύω σε, παρρησίαν ὡς ἔχεις.

Θεοτοκίον, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου

Ἁπάντων κυριεύουσα τῶν κτισμάτων Δέσποινα, δεινῶς κυριευθεῖσαν, τοῖς πάθεσι Θεόνυμφε, τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχει, φαρμάκῳ σῆς πρεσβείας, καὶ καταδούλωσον τῷ Υἱῷ καὶ Θεῷ σου.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος γˊ

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν ὑπάρχει Μακάριοι· διὸ ὑμνοῦμεν καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες, ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος γˊ

Οἱ Μάρτυρες σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ἀγγέλων χαρμονή, τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος· διὰ τοῦτό σε, προσκυνοῦμεν Παρθένε.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος γˊ

Τὴν ὡραιότητα

Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῷ λαῷ σου. Θείας πίστεως Πᾶσαν ἤρδευσαν, τὴν γῆν τοῖς ῥείθροις, οἱ Ἀπόστολοι, τοῦ Θεοῦ Λόγου, καὶ ἀνεβλάστησεν ὁ στάχυς τῆς πίστεως, καὶ ἐπληρώθη τοῦ κόσμου τὰ πέρατα· τὰ γὰρ ζιζάνια πάντα ἐξέκοψαν· ὅθεν ἅπαντας Χριστῷ τῷ Θεῷ προσήγαγον, βαπτίζοντες αὐτούς, εἰς Τριάδα τὴν ἄκτιστον. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τὴν ὡραιότητα Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος γˊ

Θείας πίστεως

Δεῦτε ἅπαντες, τοὺς Ἀποστόλους, εὐφημήσωμεν, ᾄσμασι θείοις· τῶν εἰδώλων γὰρ τὴν πλάνην βυθίσαντες, πρὸς θεῖον φῶς τοὺς βροτοὺς ἐπανήγαγον, καὶ τῇ Τριάδι πιστεύειν ἐδίδαξαν· ὅθεν σήμερον, αὐτοὺς εὐσεβῶς γεραίροντες, δοξάσωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν. Ἔργοις λάμψαντες, ὀρθοδοξίας, πλάνην ἔσβεσαν κακοδοξίας, οἱ εὐκλεεῖς καὶ θεόπται Ἀπόστολοι, καὶ εὐσεβείᾳ τὸν κόσμον πλουτίσαντες, τὰς Ἐκκλησίας φαιδρῶς κατεκόσμησαν, ἐξαιτούμενοι, Χριστῷ τῷ Θεῷ, δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς, καὶ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον, Θείας πίστεως Βυθιζόμενος, παθῶν θαλάσσῃ, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, καταφεύγω, Θεοτόκε βοήθει μοι, ἔκτεινον Πανάχραντε, δεξιάν μοι τῷ δούλῳ σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος γˊ

Θείας πίστεως

Σὲ τὸν κήρυκα, τῆς ἀληθείας, καὶ ὑπέρλαμπρον, φωστῆρα κόσμου, εὐφημοῦντες ἀνυμνοῦμεν Νικόλαε, καὶ ἐκβοῶμεν ἐν πίστει δεόμενοι. Ὡς τοὺς ἀθώους θανάτου ἐξήρπασας, οὕτως Ἅγιε, κινδύνων ἡμᾶς καὶ θλίψεων, καὶ πάσης ἐξελοῦ δεινῆς κακώσεως. Μαρτυρικὸν Ἰδιόμελον Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Θείας πίστεως Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Ἐκκλησίας τοὺς πύργους, τῷ θεμελίῳ, τῆς Πίστεως εὐσεβῶς ἡδρασμένους, καὶ πιστοὺς ἅπαντας ἐπιστηρίζοντας, δεῦτε μακαρίσωμεν, τοὺς ἱεροὺς Ἀποστόλους, ὅπως ταῖς δεήσεσι, τούτων σωθείημεν. Ἀπερίτρεπτοι στῦλοι, τῆς εὐσεβείας, τῇ πλάνῃ με τοῦ ἐχθροῦ σκελισθέντα, καὶ εἰς γῆν κείμενον, κινδυνεύοντα, καὶ ἐξαπορούμενον, ἐπανορθώσατε, ὅπως εὕροιμι τὴν ἄφεσιν, ὧν ἐπλημμέλησα. Ἐμαυτὸν πρὸ τῆς δίκης, δικαιοκρῖτα, ὁ ἄσωτος δεδοικὼς κατακρίνω· πονηρὰ ἔργα γάρ, ἄμετρα κέκτημαι· ὅθεν ἱκετεύω σε, ἀπεγνωσμένον με σῶσον, θείαις παρακλήσεσι, τῶν Ἀποστόλων σου. Θεοτοκίον Σὺν ἁγίοις Προφήταις, σὺν Ἀποστόλοις, σὺν Μάρτυσι, τὸν ἐκ σοῦ σαρκωθέντα, ἐκτενῶς Κύριον, ἁγνὴ ἱκέτευε, ὅπως τῆς σαρκὸς ἡμῶν, πάντα τὰ πάθη νεκρώσῃ, καὶ ζωὴν αἰώνιον, ἡμῖν δωρήσηται.

Κανὼν τοῦ Ἁγίου Νικολάου φέρων ἀκροστιχίδα. Τρίτην δέησιν προσφέρω Νικολάῳ ἐγὼ ὁ Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος γˊ

ᾌσωμεν τῷ Κυρίῳ ᾆσμα

Τὸν φαεινὸν λαμπτῆρα, καὶ ἀκοίμητον, ἐπὶ γῆς ὑπάρχοντα πυρσόν, καὶ πρὸς λιμένας θείους ἐμβιβάζοντα, τοῖς κύμασι τοῦ βίου, ἀεὶ τοὺς θαλαττεύοντας, Νικόλαον τιμήσωμεν, καὶ πόθῳ μακαρίσωμεν. Ῥώμῃ Θεοῦ παμμάκαρ, δυναμούμενος, ζῆλον κατˊ ἐπίγνωσιν, ἐκτήσω εὐσεβείας· ὅθεν θνῄσκειν μέλλοντας, ἀδίκως ἐλυτρώσω· διό σε ἱκετεύομεν, ἀδίκου πάσης ῥῦσαι ἡμᾶς, κακώσεως Νικόλαε. Ἱκετηρίαν Πάτερ, ἀδιάλειπτον τῷ Κυρίῳ πρόσφερε, ὅπως ἁμαρτημάτων, καὶ φλογὸς κολάσεως, διαιωνιζούσης, καὶ πειρασμῶν καὶ θλίψεων, ἡμᾶς ἀπολυτρώσηται, ὡς μόνος ὑπεράγαθος. Θεοτοκίον Τὴν κιβωτὸν τὴν θείαν, τὴν χωρήσασαν τὸν τοῦ νόμου πάροχον, ἡμῶν τὰς ἀνομίας, πάσας ἀφαιρούμενον, διˊ εὐσπλαγχνίας θείας, ἀδιήγητον πέλαγος, Μαρίαν τήν Πανάχραντον, συμφώνως μακαρίσωμεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Οἱ τὰ τοῦ κόσμου πληρώματα, διδαχῆς ἐνθέου πληρώσαντες, τὴν ψυχήν μου πληρώσατε, ἐναρέτων πράξεων, καὶ λογισμῶν ἀγαθῶν, Χριστοῦ αὐτόπται. Ἀπὸ σκανδάλων μυρίων τοῦ πονηροῦ, ἀπὸ πάσης θλίψεως, ἀπὸ πάσης στενώσεως, ἀπὸ περιστάσεως, ὦ Μαθηταὶ Χριστοῦ, λυτρώσασθέ με. Οἴμοι ψυχή μου ἀθλία καὶ ταπεινή, συχνῶς ἁμαρτάνουσα, καὶ Θεὸν παροργίζουσα! πῶς αἰτεῖς συγχώρησιν, τὴν ἀποχὴν τῶν κακῶν, μὴ ποιουμένη; Θεοτοκίον Ἡ θεία κλῖμαξ ἣν εἶδεν ὁ Ἰακώβ, διˊ ἧς καταβέβηκεν, ὁ Θεὸς ἀνυψῶν ἡμᾶς, ἐκτενῶς ἱκέτευε, σὺν Ἀποστόλοις, ἡμᾶς οἰκτειρηθῆναι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Ἠκονημένη μάχαιρα, Πνεύματος ὤφθης σοφέ, τὰ πονηρὰ ζιζάνια, διακόπτουσα αἱρετιζόντων, καὶ τρίβον σωτήριον, πιστοῖς ὁμαλίζουσα, Πάτερ Νικόλαε. Σὲ τὴν πηγὴν τὴν βρύουσαν, τῶν ἰαμάτων κρουνούς, ἐκδυσωποῦμεν Ἅγιε, τὰ βορβορώδη πάθη πάντων ἡμῶν, εὐχαῖς σου ἀπέλασον, κινδύνων καὶ θλίψεων, ἀπολυτρούμενος. Ἰσχυροτάτοις πόνοις σου, καταβαλὼν τὸν ἐχθρόν, νῦν κατ΄αὐτοῦ ἐνίσχυσον, τοὺς ἀσθενοῦντας λογισμοὺς ἡμῶν, παθῶν ἐπικλύσεσιν, ἁγίαις πρεσβείαις σου, Πάτερ Νικόλαε. Θεοτοκίον Νοῦς ἐννοεῖν οὐ δύναται, τὸν ὑπὲρ νοῦν τοκετὸν θαυμαστῆς λοχείας σου, Θεογεννῆτορ Μητροπάρθενε· διὸ ἱκετεύω σε, τὸν νοῦν μου χαρίτωσον, τοῦ ἀεὶ δοξάζειν σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε. Ὥσπερ ἀστραπάς, ὡς ἀκτῖνας ἄδυτε Ἤλιε, σοῦ τοὺς Ἀποστόλους ἐφαπλῶν, εἰς τὰ τοῦ κόσμου Λόγε πληρώματα, πάντας κατεφώτισας, καὶ ἀγνωσίας ζόφον ἀπεδίωξας. Θάλασσα δεινῆς, ἁμαρτίας Λόγε χειμάζει με, κύματα ἀτάκτων λογισμῶν, τὴν ταπεινὴν ψυχήν μου ταράττουσι. Κυβερνῆτα Κύριε, τῶν Μαθητῶν σου, σῶσόν με δεήσεσιν. Φρίττω ἐννοῶν, τὴν φρικτήν σου Δέσποτα ἔλευσιν· ἔχω γὰρ πρὸ δίκης τὴν ἐμήν, κατηγοροῦσαν ἔνδον συνείδησιν, καὶ προβασανίζουσαν, πρὸ τῆς βασάνου, τὴν ἀναισθησίαν μου. Θεοτοκίον Λόγε τοῦ Θεοῦ, ὁ τεχθεὶς ἐκ Κόρης θεόπαιδος, ταύτης μεσιτείαις ἱεραῖς, καὶ τῶν σοφῶν Σωτὴρ Ἀποστόλων σου, πάσης περιστάσεως, πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος. Πρὸς Θεόν σε μεσίτην, ἅπας πιστὸς καθˊ ἑκάστην, Νικόλαε προβάλλεται· διό σε ἱκετεύομεν, ἐκ περιστάσεως χαλεπῆς, καὶ συμπτώσεως πταισμάτων, ἡμᾶς λύτρωσαι Πάτερ. Ῥεῖθρον ζῶν ἐν καρδίᾳ, Κυρίου ἔχων τὴν χάριν, δροσίζεις ἀενάως σοφέ, τοὺς καύσωνι τῶν θλίψεων, καὶ τῷ αὐχμῷ τῶν ἁμαρτιῶν, κινδυνεύοντας ἀθλίως, ἀπολέσθαι παμμάκαρ. Ὁ ῥυσάμενος πάλαι, ἀπαγομένους θανάτου, ἀδίκου παμμακάριστε, καὶ νῦν ἡμᾶς περίσῳζε, ἀπὸ ἀνθρώπων φθοροποιῶν, ἐνοχλήσεως καὶ πάσης, τῶν δαιμόνων ἀπάτης. Θεοτοκίον Σαρκωθέντα τὸν Λόγον, ὑπερβολῇ εὐσπλαγχνίας, ἀρρήτως ἀπεκύησας. Αὐτὸν δυσώπει Ἄχραντε, τῶν σαρκικῶν πάντας μολυσμῶν, ἐκλυτρώσασθαι, καὶ πάντων, δυσχερῶν τῶν τοῦ βίου.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε. Ἐπὶ τῆς γῆς σαρκωθείς, ἀπειργάσω τοὺς Μαθητάς, οὐρανοὺς φθεγγομένους, Χριστὲ τὴν δόξαν σου· διˊ αὐτῶν οὖν Κύριε, τὰς ψυχὰς ἡμῶν ἐλέησον. Ἀπὸ παθῶν, ἀπὸ πάσης ἀνάγκης, ἀπὸ δεινῆς περιστάσεως Λόγε, ῥῦσαι τοὺς δούλους σου, ταῖς τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις παρακλήσεσιν. Οἴμοι ψυχὴ παναθλία! πῶς μέλλεις, τῷ φοβερῷ δικαστῇ παραστῆναι, ἄκαρπος μένουσα; σπεῦσον μετανόησον, ἀρετῶν καρποὺς βλαστάνουσα. Θεοτοκίον Ἐπὶ τῆς γῆς, τὸν ὀφθέντα, ἀφράστως, μετὰ σαρκὸς ἐξ ἁγνῶν σου αἱμάτων, ἁγνὴ ἱκέτευε, ὡς Υἱόν σου πάντοτε, ἱλασμὸν ἡμῖν δωρήσασθαι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου. Φωτὶ τῷ καθαρῷ παρεστηκώς, καὶ ταῖς ἐκεῖθεν ἀεὶ ἐκδιδομέναις, αὐγαῖς πυρσευόμενος, πᾶσιν αἴτησαι τὸν φωτισμόν, Πάτερ καὶ εἰρήνην. Ἐμὲ τὸν ὑπὲρ πάντας τοὺς βροτούς, σὲ παροργίσαντα, φρενὶ ἀγνώμονι, ὑπεράγαθε κατοικτείρησον, ταῖς Νικολάου θερμαῖς πρεσβείαις. Ῥαθύμως δαπανῶν μου τὴν ζωήν, καθικετεύω σε, Πάτερ Νικόλαε, διέγειρόν μου πρὸς μετάνοιαν, τὸν λογισμὸν κατεσπιλωμένον. Θεοτοκίον Ὡς μόνη τῶν Ἀγγέλων χαρμονή, χαρᾶς μου πλήρωσον, θεοχαρίτωτε, τὴν διάνοιαν σκυθρωπάζουσαν, καὶ ἀμελείᾳ βεβυθισμένην.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλˊ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Ἄβυσσον σοφίας πνευματικῆς, ἀναπηγάσας, Ἀποστόλων ὁ σύλλογος, κοσμικῆς ἐξήρανε, σοφίας πάντα ῥεύματα, καὶ κατήρδευσεν, εὐσεβῶν τὰ συστήματα. Στέναξον καὶ δάκρυσον ταπεινή, ψυχή μου καὶ βόησον, καὶ πρὸς Κύριον λέγουσα· Ἥμαρτόν σοι Δέσποτα· Ἱλάσθητί μοι εὔσπλαγχνε, ταῖς δεήσεσι, τῶν σοφῶν Ἀποστόλων σου. Ῥεύσαντες οἱ χείμαρροι τῶν παθῶν, κατέπτωσάν μου, τῆς καρδίας τὸ οἴκημα, ποταμοὶ τοῦ Πνεύματος, πεφυκότες Ἀπόστολοι, συντριβέντα με, πρὸς ζωὴν ἀναπλάσατε. Θεοτοκίον Δῆμός σε τῶν Ἀποστόλων, Χριστέ, καθικετεύει, μετὰ τῆς κυησάσης σε, ἱλασμὸν κατάπεμψον, καὶ εἰρήνην τοῖς δούλοις σου, ὡς φιλάνθρωπος, καὶ Θεὸς εὐδιάλλακτος.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην. Νεκρώσας ἐγκρατείᾳ τὰ μέλη, ἐκτήσω τὴν ζωὴν τὴν ἀγήρω, ἧς καὶ ἡμᾶς κοινωνούς, σοῦ ταῖς εὐχαῖς ἐργάζου σοφέ, ἐκφεύξει τῆς πονηρᾶς ἐργασίας. Ἱστίῳ ἱερῶν πρεσβειῶν σου, πελάγους πειρασμῶν πολυτρόπων, καὶ ἁμαρτίας βυθοῦ ῥῦσαι ἡμᾶς, πρὸς τὸν ὅρμον τῆς ζωῆς, διαβιβάζων σοφὲ Ἱεράρχα. Κοσμήσας τὴν τῶν Μύρων καθέδραν, ἐδείχθης κόσμος Ἀρχιερέων, ἀλλὰ πρεσβείαις ταῖς σαῖς, τῶν κοσμικῶν ἡμᾶς πειρασμῶν, διάσῳζε ἀβλαβεῖς Ἱεράρχα. Θεοτοκίον Οἰκήσας ὁ Λόγος ἐν γαστρί σου, τὴν πάλαι ἐν ἀνθρώποις οἰκοῦσαν, τῇ παραβάσει φθοράν, Μήτηρ ἁγνὴ ὡς μόνος Θεός, ἐξῴκισε διὰ σπλάγχνα ἐλέους.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, φῶς ὑμᾶς ἀνέδειξε, φωτοφόροι Ἀπόστολοι, ἐκμειοῦντας τὸ σκότος τῆς ἀπάτης, καὶ φωτίζοντας πιστῶν τὰς διανοίας. Τὰς καθˊ ἡμῶν τοῦ δυσμενοῦς, παγίδας συντρίψατε, φωτοφόροι Ἀπόστολοι, καὶ τὰς τρίβους ἡμῖν τῆς μετανοίας, ὁμαλίσατε ὑμῖν προσπεφευγόσι. Τὴν μωρανθεῖσάν μου ψυχήν, σαρκικοῖς παθήμασιν, ἅλας θεῖον ὑπάρχοντες, θεηγόροι Ἀπόστολοι Κυρίου, ἐκκαθάρατε, πιστοὺς ζωογονοῦντες. Θεοτοκίον Ἡ καλλονὴ τοῦ Ἰακώβ, καλῶν ταῖς ἰδέαις με, δέομαι καταφαίδρυνον, δυσωποῦσα νῦν σὺν τοῖς Ἀποστόλοις, τὸν τεχθέντα ἐκ τῶν σῶν ἀγνῶν αἱμάτων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Λυμαινόμενον πάλαι, τὸν παράφρονα Ἄρειον, τοῦ Κυρίου τὸν λαὸν ἐναπηγχόνισας, ταῖς νευραῖς σου τῶν λόγων, ὡς ποιμενάρχης ἀληθής, Πάτερ Νικόλαε. Ἁγίως διανύσας, τὸν πανάγιον βίον σου, σὺν Ἀποστόλοις κατοικεῖς, Πάτερ Νικόλαε, ἁγιασμὸν ἐπιπέμπων, καὶ φωτισμὸν τοῖς εὐσεβῶς σε μακαρίζουσιν. Ὡς ἕτοιμόν σε ῥύστην, ὡς θερμὸν ἀντιλήπτορα, προσκαλούμεθα ἀεὶ Πάτερ Νικόλαε, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ ἀδοκήτων πειρασμῶν ἐπερχομένων ἡμῖν. Θεοτοκίον Ἐμὲ τὸν ἀμελείᾳ, τὴν ψυχὴν σκοτιζόμενον, φωταγώγησον Ἁγνή, τὸν τῆς καρδίας μου, προσεπανάπτουσα λύχνον, ἐν προθυμίᾳ ἀγαθή, ὅπως δοξάζω σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐπλήγην παθῶν τῇ ῥομφαίᾳ, καὶ ἐτραυματίσθην τὴν καρδίαν ἀπονοίᾳ, τοῦ κακίαν δημιουργοῦντος. Ἀπόστολοι ἔνδοξοι, ἰάσασθε ὅλον ἐξηπορημένον με, ψυχῶν καὶ σωμάτων, ἰατροὶ πεφυκότες. Εἰς πᾶσαν τὴν γῆν τῶν κηρύκων, φθόγγος ἐξεχύθη ὁ θεῖος, ἐκδιδάσκων, παραδόξως μίαν οὐσίαν, μίαν φύσιν σέβεσθαι, τῆς Τριάδος μίαν ὄντως κυριότητα, μίαν Βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας. Ἐμὲ τὸν πολλὰ ἐπταικότα, καὶ μακροθυμίαν σου τὴν θείαν δαπανῶντα, τῇ ἐπιμόνῳ πλημμελείᾳ, ἐπίστρεψον Δέσποτα, ὁ εἰδώς μου Λόγε τὴν πολλὴν ἀσθένειαν, καὶ τὴν ῥαθυμίαν, καὶ τὴν κακοφροσύνην. Θεοτοκίον Ἡ θεία λαβὶς ἡ τὸν θεῖον, ἄνθρακα ἀρρήτως δεξαμένη Θεοτόκε, τῶν παθῶν μου πεπυρωμένους, ἄνθρακας κατάσβεσον Παναγία, δρόσῳ σου τῶν παρακλήσεων, καὶ τῶν πανενδόξων, καὶ θείων Ἀποστόλων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. Γῆν τῶν πρᾳέων ἐκληρώσω, πρᾷος Ὅσιε γενόμενος· διό σου δέομαι πιστῶς, καταπράϋνον πρεσβείαις σου, τὰς ἐπεγειρομένας διηνεκῶς, τοῦ πονηροῦ κατˊ ἐμοῦ τρικυμίας. Ὡς ἐλυτρώσω στρατηλάτας, τοὺς ἀδίκως θνῄσκειν μέλλοντας, οὕτως ἀνθρώπων πονηρῶν, τῆς κακίας ἡμᾶς λύτρωσαι, καὶ πάσης τῶν δαιμόνων, ἐπιβουλῆς Νικόλαε, δυσωπῶν τὸν Σωτῆρα. Ὁδὸν ὑπέδειξας εὐθεῖαν, τοῖς ἀνθρώποις καὶ σωτήριον, ἐν ᾗ ὁδήγησον ἡμᾶς, ἐν τῷ βίῳ παροδεύοντας, Νικόλαε τρισμάκαρ, ὅπως ὁμοῦ εἰσέλθομεν, τῆς ζωῆς πρός τὴν πόλιν. Θεοτοκίον Ἰσχὺς καὶ ὕμνησις ὑπάρχει, ὁ ἐκ σοῦ τεχθεὶς Πανάμωμε, ὃν ἐκδυσώπει ἐκτενῶς, παρειμένον με τοῖς πάθεσι, Παρθένε ἐνισχῦσαι, τοῦ ἐκτελεῖν τὰς σωτηρίους αὐτοῦ διατάξεις.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν. Ὁ λόγῳ τῶν σῶν στηρίξας, Μαθητῶν τῆς γῆς τὰ πέρατα, Πατρὸς ἀνάρχου Λόγε, ταῖς αὐτῶν δεήσεσι κᾀμέ, τὸν πρὸς τὰ πάθη ἀλόγως, κατολισθήσαντα, καὶ τῶν δαιμόνων τῇ πλάνῃ, ὑπαχθέντα κατοικτείρησον. Ψυχή μου παθῶν δουλεύουσα, ὁρμαῖς τῷ παθητῷ διὰ σέ, προσάγαγε δεήσεις, ὅπως ῥύσηταί σε ἐκ παθῶν, ἱκετευόντων προδήλως, τῶν ἱερῶν Μαθητῶν, μιμησαμένων τὰ τούτου, τῇ σαρκὶ αὐτῶν παθήματα. Χριστοῦ Μαθηταὶ ἡνίκα, σὺν αὐτῷ κρῖναι καθίσητε, τοὺς κρίσει ὑπευθύνους, ἀκατάκριτόν μου τὴν ψυχήν, τὴν μολυνθεῖσαν ἀτόποις ἔργοις τηρήσατε, ὡς ἀγαθοὶ μου προστάται, ὡς τοῦ κόσμου ἀντιλήπτορες. Θεοτοκίον Παρθένε ἁγνὴ Θεόνυμφε, καθαρὸν Χριστοῦ παλάτιον, Παρθένε Παναγία τῶν ἁγίων ἅγιον Θεόν, ὑπὲρ αἰτίαν καὶ λόγον κυοφορήσασα, σὺν Ἀποστόλοις ἁγίοις, ὑπὲρ πάντων καθικέτευε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. Ὡς χαράκωμα θεῖον καὶ στήριγμα, καὶ καλὴν καταφυγήν, ὁ περίγειος κόσμος σε κέκτηται, μεσιτείαις σου ἀεί, ἐκλυτρούμενον πάσης πειρασμῶν στενώσεως, Πάτερ Νικόλαε· ὅθεν ἐν αἰνέσει, πιστῶς μακαρίζει σε. Στενωθεὶς ταῖς πολλαῖς περιστάσεσι, πρὸς τὸ πλάτος τῆς θερμῆς, καταφεύγω παμμάκαρ πρεσβείας σου, μεταποίησον βοῶ, τῆς ψυχῆς μου τὸν πόνον, τὰ κύματα πράϋνον, τῆς ἀπογνώσεως, καὶ εἰρήνευσόν μου, τὸν νοῦν ταραττόμενον. Ἡ τοῦ Κτίστου ἐφέστηκεν ἔλευσις, κρῖναι ἅπασαν τὴν γῆν, καὶ ὑπάρχων ὁ τάλας ἀνέτοιμος, ὅλως φρίττω ἐννοῶν, τὴν πληθὺν τῶν κακῶν μου, Κύριε μακρόθυμε, οἴκτειρον σῶσόν με, θείαις Νικολάου, εὐχαῖς τοῦ ὁσίου σου. Θεοτοκίον Φωτισμός μου σωτήριος φάνηθι, ἡ κυήσασα τὸ φῶς, τῆς ψυχῆς μου τὰ νέφη διώκουσα, τὰ πολλὰ καὶ χαλεπά, ὅπως υἱὸς ἡμέρας, εὐχαῖς σου γενήσωμαι, πράττων τὰ ὅσια, καὶ ὑμνολογίαις, ἀεὶ μακαρίζω σε.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος γˊ

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι, Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν, ὑπάρχει Μακάριοι· διὸ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος γˊ

Αἱ δυνάμεις τῶν Ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ Πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν.

Θεοτοκίον, Ἦχος γˊ

Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ, τῆς ἀγνωσίας τοὺς λαούς, ἀναγαγόντες Ἀπόστολοι, τὴν τῶν Ἑλλήνων πλάνην, ἀπεμειώσατε ἀπὸ τῆς γῆς, ἀπλανεῖς σωτῆρες γενόμενοι, τῶν πιστῶν ἀληθῶς· ὅθεν μακαρίζεσθε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὡς ἀκτῖνες μυστικαί, καὶ λαμπηδόνες, τοῦ Ἡλίου εὐκλεεῖς, γεγενημένοι Ἀπόστολοι, τῆς δυσσεβείας σκότος, ἀπεμειώσατε, καὶ πρὸς φῶς, τῆς θεογνωσίας ὡδηγήσατε, ἅπαντας τοὺς λαούς· ὅθεν ὑμᾶς σέβομεν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῶν βασάνων τὴν πυράν, καθυπομείναντες, ἐξ ὕψους Ἀθληταί, χάριτος δρόσον ἐδέξασθε, καὶ τῶν βροτῶν τὰ πάθη, ὡς τοῦ Χριστοῦ θεράποντες ἀεί, εὐσθενῶς σοφοὶ θεραπεύετε· ὅθεν πίστει ὑμᾶς, Ἅγιοι γεραίρομεν. Δόξα... Τῆς Τριάδος ἱεροί, κήρυκες, Πέτρε, Παῦλε, Μᾶρκε, καὶ Λουκᾶ, Ματθαῖε, Σίμων, Ἰάκωβε, Ἀνδρέα, Ἰωάννη, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, ἐκτενῶς αὐτὴν ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς, πάσης περιστάσεως. Καὶ νῦν ... Θεοτοκίον Ἀποστόλων καλλονή, καὶ τῶν ἁγίων Ἀθλοφορων χαρμονή, θεοχαρίτωτε Δέσποινα, ὑπὲρ ἡμῶν δυσώπει, τὸν τοῦ παντὸς Σωτῆρα καὶ Θεόν, ἐγκλημάτων ὅπως λάβωμεν ἄφεσιν, καὶ τῆς θείας ζωῆς, πάντες ἐπιτύχωμεν.

ΠΑΡΑΣΚΕΥΗ Γ΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου

Ἡ κτίσις καθηγίασται μόνε Μακρόθυμε, τιμίῳ Αἵματί σου, καὶ ὕδατι ἁγίῳ, ποταμοὶ δὲ ἐξηράνθησαν πολυθεΐας, καὶ ὁ Ἀδὰμ σέσωσται, τῆς καταπτώσεως, τῇ Σταυρώσει σου Λόγε.

Ὁ πάσης ὢν τιμῆς ἐπέκεινα Φιλάνθρωπε, ὑπὲρ ἡμῶν ὑβρίσθης, καὶ ὄξος ἐποτίσθης, καὶ ὑπέμεινας Σταυρὸν ἐθελουσίως, ὅπως φθορᾶς ἅπαντας, τῷ θανάτῳ σου, Εὐεργέτα λυτρώσῃς.

Ἐν ξύλῳ ἀνηρτήθης θέλων Ὑπεράγαθε, καὶ τῷ Πατρὶ θυσία, ὑπὲρ ἡμῶν ἀνήχθης, καὶ κατέπαυσας θυσίας τῶν εἰδώλων, καὶ τὸ κράτος ἔλυσας, τοῦ κακογνώμονος, Βασιλεῦ τῶν αἰώνων.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος γˊ

Σταυροφανῶς Μωϋσῆς

Ἡ τοῦ φωτὸς τοῦ ἀδύτου νεφέλη, θεοχαρίτωτε Κόρη, εὐλογημένη Μαρία, λάμψον μοι φῶς μετανοίας, τῷ σκότει τῆς ἁμαρτίας ἀφρόνως συνεχομένῳ, καὶ ῥῦσαι ταῖς δεήσεσι ταῖς σαῖς, πυρὸς γεέννης καὶ σκότους ἀφεγγοῦς, καὶ ἡμέρας δεῖξον τῆς ἀνεσπέρου, κοινωνόν, προσφυγόντα με τῇ σκέπῃ σου Πανάχραντε.

Τὸν θελητὴν τοῦ ἐλέους τεκοῦσα, παντελεῆμον Παρθένε, αὐτὸν ἀεὶ ἐκδυσώπει, τὴν ταπεινὴν ἐλεῆσαι ψυχήν μου, τὴν εἰς βυθὸν ἀπωλείας κατολισθήσασαν, ὄντως ἐπηρείαις τοῦ ἐχθροῦ· μὴν οὖν βδελύξῃ τὴν δέησίν μου νῦν, μηδὲ ἀποστρέψῃς ἀπὸ τοῦ δούλου σου, τοὺς ἀμέτρους Κόρη οἰκτιρμούς σου, διˊ οἶκτον ἀμέτρητον.

Ὁ ἐν Ἐδὲμ τὸν Ἀδὰμ ἀπατήσας, ἵνα Θεοῦ παρακούσῃ, οὗτος κᾀμὲ δελεάσας, ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκκλίνας, εἰς ἀνοδίας ἔρριψε βόθρον, πολλῶν ἁμαρτιῶν, καὶ κομπάζει ὁ δεινός, καταπτωθέντα ἰδών με παντελῶς, πρεσβειῶν σου ξίφει· τοῦτον οὖν πάταξον Παρθένε, καὶ ῥῦσαι τῶν αὐτοῦ με, παγίδων ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος γˊ

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν· διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφˊ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Ὁ κόσμος ἠλεήθη Λόγε τῇ Σταυρώσει σου, ἡ κτίσις ἐφωτίσθη, τὰ ἔθνη σωτηρίαν εὗρον Δέσποτα, ἡ Πάναγνος ἐβόα· ἐγὼ δὲ νῦν τέτρωμαι, καθορῶσά σου τὸ ἑκούσιον πάθος.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος γˊ

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοι. Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεός, δόξα σοι. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Τὴν ὡραιότητα Χαρὰν ἡ σύμπασα, κτίσις ὁρῶσά σε, χαίρει μακρόθυμε, Σταυρῷ ὑψούμενον, ἡ πανακήρατος Ἁγνή, ἐβόα καὶ πανάμωμος· λύτρωσιν γὰρ εὕρατο, διὰ σοῦ τέκνον φίλτατον· ξύλῳ γὰρ ἰάτρευσας, τὴν τοῦ ξύλου κατάκρισιν· ἐγὼ δὲ νῦν τὰ σπλάγχνα δονοῦμαι, μὴ φέρουσα ὁρᾷν σε θανατούμενον.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος γˊ

Τὴν ὡραιότητα

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς ζωοδότη βοῶμέν σοι· Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου. Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, ταῦτα ὑπέμεινας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, τότε καὶ Λῃστὴς ἰδών, ἐν Σταυρῷ σε ἀνύμνησε, βοῶν σοι εὐλαβῶς· Μνήσθητί μου, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Ἡ ἀπειρόζυγος, καὶ θεία δάμαλις, κατανοήσασα, μόσχον τὸν ἴδιον, ἐθελουσίως ἐν Σταυρῷ, τὸ πάθος ὑπομένοντα, οἴμοι τέκνον! ἔλεγε· τί τὸ ξένον μυστήριον; πῶς ὁ ὢν ἀθάνατος, κατεδέξω τὸν θάνατον, ὑμνῶ σου τό, μακρόθυμον Λόγε, δοξάζω τὸ ἀμέτρητον ἔλεος.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος γˊ

Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς. Μαρτυρικὸν Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Τὴν ὡραιότητα Τὰ ἐπουράνια, ἰδόντα ἔφριξαν, καὶ τὰ ἐπίγεια, φόβῳ ἐτρόμαξαν, ὅτε ὑψώθης ἐν Σταυρῷ, ἑκὼν ὁ ἀναμάρτητος, ἥλιος ἐσκότασε, καὶ σελήνη ἠμαύρωται, τότε καὶ ἡ Μήτηρ σου, θρηνῳδοῦσα ἐφθέγγετο. Υἱέ μου, τί τὸ ὅραμα τοῦτο; πῶς ὑπὲρ πάντων μόνος πέπονθας;

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς, Καύχημα πιστῶν Σταυρός ἐστι καὶ κλέος. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Κύματα θαλάσσης, τῇ ῥάβδῳ ἔπηξας, καὶ διήγαγες λαόν, προμηνύων τὸν Σταυρόν σου, διˊ οὗ ἔτεμες ὕδωρ τῆς πλάνης, καὶ πρὸς γῆν Οἰκτίρμον, θεογνωσίας ἔσωσας, ἅπαντας τοὺς ἐν πίστει, ὑμνοῦντάς σου τὴν δύναμιν. Ἄβυσσον ὁ ποιήσας, τῇ προστάξει σου, ὑπερῷα δυνατέ, ὁ στεγάζων ἐφˊ ὑδάτων, ὁ τὴν γαῖαν κρεμάσας, κρεμᾶσαι ἐπὶ ξύλου, καὶ σαλεύεις, πᾶσαν τὴν κτίσιν νεύματι, πάντων δὲ τὰς καρδίας, στηρίζεις ἐν φόβῳ σου. Μαρτυρικὰ Υἱοὶ κατὰ μέθεξιν, θεῖοι Μάρτυρες, χρηματίζετε Θεοῦ, καὶ οἰκήτορες τῆς ἄνω Σιών, καὶ κληρονόμοι, ἐν ᾗ καὶ στεφανηφοροῦντες, περιφανῶς κραυγάζετε· ᾈσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Χεῖρας ἐκτμηθέντες, καὶ πόδας Μάρτυρες, καὶ ξεόμενοι δεινῶς, καὶ πυρὶ προσομιλοῦντες, οὐκ ἠρνήσασθε ὅλως, Χριστὸν τὸν Θεὸν ὄντα τῶν ὅλων, ἀλλὰ θερμῶς ἐκράζετε· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Σταυροθεοτοκίον Ἡ περικαλλὴς καὶ Παρθένος Δέσποινα, ὃν ἐκύησεν Υἱόν, θεωρήσασα ἐν ξύλῳ ὑψωθέντα βουλήσει, ἠλάλαζε βοῶσα ἐν ὀδύνῃ· Θεὲ τῶν ὅλων εὔσπλαγχνε, Κύριος ὢν τῆς δόξης, πῶς ταῦτα πάσχεις Δέσποτα;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Ἡ νοερὰ νεφέλη, τῆς οὐρανίου αἴγλης, ἀκτῖνα ἀνατείλασα ἀρρήτως, θείας ἐπιγνώσεως φῶς, καὶ μετανοίας, κατέλαμψε πᾶσιν ἡμῖν ἡ μόνη Θεοτόκος, καὶ σωτηρία ἡμῶν. Καταφυγὴν ταχεῖαν, καὶ ὀχύρωμα, τεῖχος, καὶ προπύργιον, καὶ ἀσφαλῆ λιμένα, σὲ τὴν Θεομήτορα πάντες κεκτημένοι, οἱ ἐν πελάγει τῶν δυσχερῶν καὶ θλίψεων σαλεύοντες, κινδύνων λυτρούμεθα. Χαῖρε ἀρρήτου, δόξης οἰκητήριον. Χαῖρε ἐνδιαίτημα, τοῦ νοητοῦ Ἡλίου. Χαῖρε τὸ κειμήλιον, τὸ τῆς παρθενίας. Χαῖρε τὸ θεῖον ὄχημα, τοῦ Λόγου τῆς Θεότητος. Χαῖρε τροφὲ τῆς πάντων ζωῆς.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι. Μίαν σύνθετον, φέρων ὑπόστασιν Λόγε, ὑπέμεινας σταύρωσιν ἀτιμοτάτην, τοῖς τιμῶσί σε, τιμῆς οὖσαν πρόξενον. Ἀπελύθησαν, οἱ γηγενεῖς τῆς κατάρας, κατάρα σοῦ Δέσποτα γεγενημένου, καὶ Σταυρῶ, τὴν εὐλογίαν πηγάσαντος. Μαρτυρικὰ Παρεπίδημοι, πάσης τῆς γῆς γεγονότες, οὐράνιοι ὤφθητε ὄντως πολῖται, καὶ Χριστοῦ, συγκληρονόμοι πανεύφημοι. Ἰσχυρότατον, ὅπλον Σταυρὸν κεκτημένοι, οἱ Ἅγιοι ἅπασαν τὴν δυναστείαν, τοῦ ἀλάστορος, ἐχθροῦ ἐτροπώσαντο. Σταυροθεοτοκίον Συντετήρηται, καὶ μετὰ τόκον παρθένος, ἡ Θεὸν ἁγνὴ τέξασα σεσαρκωμένον, τὸν Σταυρῷ, προσηλωθέντα βουλήματι.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ὅτι οὔκ ἐστιν Ἅγιος, πλὴν σοῦ Κύριε. Ἡ ἀκηλίδωτος Ἀμνὰς καὶ Παρθένος, τὸν ἀμνὸν τὸν αἴροντα πᾶσαν νόσον, Θεοτόκε κυήσασα, σῷζε τὴν ποίμνην σου. Σὺ τὸν οὐράνιον καρποφορήσασα βότρυν, καὶ κρατῆρα πλήσασα τῆς μετανοίας, ἁμαρτωλοῖς τὴν συγχώρησιν ἐγεώργησας. Οἱ ἐν πελάγει θαλαττεύοντες ἁμαρτίας, καὶ πταισμάτων ἅλμῃ καταποθέντες, τῷ γλυκασμῷ σῆς πρεσβείας, συγκαταφεύγομεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως. Τὴν ἔκπτωσιν τοῦ Ἀδάμ, νέος Ἀδὰμ γεγονώς, μόνος ἀνέστησας Χριστέ, ἐπὶ Σταυροῦ τὰς χεῖρας προσηλούμενος, καλάμῳ τε τυπτόμενος θέλων, καὶ ὄξους καὶ χολῆς γευόμενος, ὑπερυψοῦμεν τὸ ὕψος τῆς μεγίστης εὐσπλαγχνίας σου. Ὡς πρόβατον εἰς σφαγὴν σε, ὁ Προφήτης ὁρᾷ, καὶ ὡς ἀμνὸν σε, Λόγε Θεοῦ ἐρίζοντα οὐδόλως, οὐδὲ κράζοντα· καὶ γὰρ ἐθελουσίως, ἠνέσχου σταυροῦσθαι, τοὺς θελήσει πταίσαντας, ὅπως λυτρώσῃς τούτους ὡς πολυεύσπλαγχνος. Μαρτυρικὰ Νεώσαντες τὴν ψυχήν, ἀρότρῳ πίστεως, σπόρον οἱ Μάρτυρες Χριστοῦ, ὑπομονῇ βασάνων κατεβάλοντο, καὶ στάχυν μαρτυρίου, πολύχουν ἐδρέψαντο, πιστῶν συστήματα, τὸν διατρέφοντα· ὅθεν ἀεὶ δοξάζονται. Στενούμενοι συνοχῇ, τῶν ἀνυποίστων δεινῶν, τῇ προσδοκίᾳ τῶν τερπνῶν, πρὸς πλατυσμὸν τῆς ἄνω, Βασιλείας Χριστοῦ οἱ Μάρτυρες κατήντησαν· ὅθεν πλατύνουσιν, ἡμῶν τὰ στόματα, τοῦ τὰ αὐτῶν ἀνενδότως ὑμνεῖν παλαίσματα. Σταυροθεοτοκίον Τὸν ἄνθρακα ὡς λαβίς, τὸν θεῖον δέδεξαι, οὐ καταφλέγοντα ὅλως, δροσίζοντα δὲ μᾶλλον, Μητροπάρθενε τὴν ἄφθορον καὶ θείαν νηδύν σου, ὃν βλέπουσα σαρκὶ ὑψούμενον, ἐθελουσίως ἐν ξύλῳ, ὕμνοις ἐδόξαζες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος γˊ

Εἰσακήκοα τὴν ἀκοὴν

Πολυέλεον, τὴν εἰς ἐμὲ δεῖξον εὐσπλαγχνίαν σου· τοῦ γὰρ πάντων Ἐλεήμονος, ἐχρημάτισας Μήτηρ. Φωταγώγησον, τὸν ἐν νυκτὶ με, τῆς ἁμαρτίας Ἀειπάρθενε πλανώμενον, ὡς φωστῆρα τεκοῦσα. Ὑπὲρ δούλων σου, τὸν τῶν ἁπάντων, Δεσπότην δυσωποῦσα, ἐξιλέωσαι, προστασία τοῦ κόσμου.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπˊ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Ἀνέπαυσάς με Λόγε τὸν κεκμηκότα, κόπῳ παραπτώσεων, ἀναπεπαυμένος ἐν ξύλῳ Δέσποτα, καὶ ᾖρας ὄνειδός μου, οἷς ὑπέστης Ἰησοῦ ὀνειδισμοῖς. Ὑμνῶ σου τὸ κράτος, καὶ τὰ θεῖα παθήματα. Ὑφῆψας ὥσπερ λύχνον ἐν τῷ Σταυρῷ, τὴν σάρκα καὶ ἐζήτησας, τὴν ἀπολλυμένην δραχμὴν φιλάνθρωπε, καὶ πάσας καλεῖς τὰς φίλας σου δυνάμεις, ἐν τῇ ταύτης εὑρέσει, ὑμνῆσαι τὸ κράτος, Χριστὲ τῆς δυναστείας σου. Μαρτυρικὰ Ῥηγνύμενος ὁ πλάνος τῶν ἀπλανῶν, πρὸς πόδας Ἀθλοφόρων Χριστοῦ, νεκρὸς καθορᾶται καὶ ἀνενέργητος, αὐτοὶ δὲ τοῖς ἀπλανέσι, συναρίθμιοι ὑπάρχουσιν, Ἀγγέλοις νῦν, τῆς ἀρρήτου χαρᾶς ἀποπληρούμενοι. Οἱ Ἅγιοι τῷ κρύει τῶν χαλεπῶν, βασάνων καὶ τῶν θλίψεων, καὶ τῶν ἀλγηδόνων σφοδρῶς πηγνύμενοι, πρὸς θάλψιν μετῆλθον θείαν, οὐρανίου Βασιλείας ἀληθῶς, καὶ θερμοὶ προστάται, τῶν πιστῶν ἀεὶ δείκνυνται. Σταυροθεοτοκίον Σταυρούμενον ἐν ξύλῳ, καὶ τὴν πλευράν, τῇ λόγχῃ ὀρυττόμενον, τὸν ἐκ πλευρᾶς πάλαι δημιουργήσαντα, τὴν Εὔαν, ἁγνὴ Παρθένε, θεωροῦσα ἀνεβόας μητρικῶς· Πῶς θνῄσκεις Υἱέ μου, ἡ ζωὴ ἡ ἀθάνατος;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος γˊ

Τὴν σὴν εἰρήνην

Ἡ τοῦ Ὑψίστου δύναμις ἐπισκιάσασα, τὴν σὴν γαστέρα ἁγνή, χωρίον ἔδειξε Θεοῦ τοῦ ἀχωρήτου, καὶ μητέρα σε ζωῆς, καὶ σωτηρίαν πάντων ἡμῶν. Πηγήν σε θείαν κτώμενον, τῆς σωτηρίας μου, μὴ καταιγὶς πονηρὰ καταποντίσῃ με, μηδὲ καταπιέτω ἁμαρτίας με βυθός, ὑπεραγία Δέσποινα. Τῆς παρθενίας ἄρουρα, ἡ ἀγεώργητος γῆ, ἀνεδείχθης τῷ κόσμῳ Ἀειπάρθενε, ἐξ ἧς ἀρρήτῳ λόγῳ ἐγεννήθη γεωργός, ὁ πλαστουργὸς πάντων ἡμῶν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου. Ἑκὼν ἐτύθης, ὥσπερ ἀρνίον, τὸν βρώσει ξύλου τεθνήξαντα, ἑκουσίως πάλαι, πρὸς ζωήν, Χριστὲ ἐπανάγων. Σταυρῷ ὑψώθης, καὶ κατεπτώθη, δαιμόνων πλάνη, ὑψώθη δέ, τῶν πιστῶν τὰ πλήθη, ἀνυμνοῦντά σε ζωοδότα. Μαρτυρικὰ Τῇ πορφυρίδι, τῇ ἐξ αἱμάτων, πεποικιλμένοι οἱ Μάρτυρες, Βασιλεῖ τῶν ὅλων, νῦν παρίστανται στεφηφόροι. Ἰάσεις πᾶσι, τοῖς ἀσθενοῦσιν, ἀναπηγάζει τὰ λείψανα, τῶν σεπτῶν Μαρτύρων, καὶ παθῶν ἑσμὸν κατακλύζει. Θεοτοκίον Νοεῖν οὐ σθένει, τὸ ὑπὲρ φύσιν, τοῦ τοκετοῦ σου Πανύμνητε, νοῦς ἀνθρώπων Κόρη, ὑπὲρ νοῦν δὲ σὺ ἀποτίκτεις.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ἐβόησα ἐν στεναγμοῖς

Τὰ ἔργα μου καταδίκης μοι δίκη, γεγόνασι Δέσποτα, ἀλλὰ σὺ τῷ ξύλῳ τῷ τοῦ Σταυροῦ προσηλωθείς, δικαιώσεως προεξένησας πλοῦτον. Καθαίρεται τῇ πρεσβείᾳ σου πᾶσα, τῆς ἁμαρτίας ἡ ἀχλύς· τὸ γὰρ φῶς ἐκλάμψαν ἐκ σοῦ τὸ ἄχρονον Χριστός, διεσκέδασε τῶν πταισμάτων τὸν ζόφον. Σοὶ τὴν ἐμὴν ἀνεθέμην ἐλπίδα, καὶ ἀναμένω Ἀγαθή, τὴν ἐκ σοῦ πρὸς τὸν ἐκ σοῦ ἱλαστήριον χάριν, διˊ ἧς με οἴκτειρον, Παναγία Παρθένε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κέδρῳ ἀνυψώθης, πεύκῃ τε, καὶ κυπαρίσσῳ Δέσποτα, τῆς Τριάδος εἷς ὑπάρχων, καὶ ἀνύψωσας, τοὺς εἰς βάθη μυρίων, ἡδονῶν συμπτωθέντας. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Αἵματι τιμίῳ Κύριε, τὴν κτίσιν ἀνεκάθηρας, ἐξ αἱμάτων φερομένων αἰσχροῖς δαίμοσι, καὶ ἔπαυσας θυσίας, ἐναγεῖς Θεοῦ Λόγε, τυθεὶς ὡς ἄκακος ἀμνός. Δόξα τῷ κράτει σου. Μαρτυρικὸν Ἵσταντο τυράννων ἔμπροσθεν, ὡς στῦλοι ἀπερίτρεπτοι, περιτρέποντες τὴν πλάνην καὶ στηρίζοντες, τῶν πιστῶν τὰς καρδίας, οἱ ἀθληταὶ μελῳδοῦντες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Σταυροθεοτοκίον Κύησιν Ἁγνὴ ἀσύγκριτον, καὶ τόκον ἀνερμήνευτον, μόνη ἔσχες τὸν Δεσπότην σωματώσασα, τὸν σαρκὶ σταυρωθέντα, ὃν ὑμνοῦντες βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος γˊ

Τρεῖς Παῖδες ἐν καμίνῳ

Ἐκ σοῦ Παρθενομῆτορ, ὁ ὑπέρφωτος Ἥλιος, ἀνατείλας, καὶ φωτίσας τὰς καρδίας ἡμῶν, ἀναμέλπειν διδάσκει· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Φαιδρύνεται ἡ κτίσις, τῇ ἀσπόρῳ συλλήψει σου, καὶ μεγαλύνει σου τὸν τόκον, καὶ δοξάζει αὐτόν, εὐσεβῶς μελῳδοῦσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὁ κτίστης τῶν ἁπάντων, καὶ ὑπέρθεος Κύριος, προσλαβὼν τὸ καθˊ ἡμᾶς ἐκ σοῦ Πανύμνητε, καὶ θεώσας πρὸς ὕψος, συνεδριάζει τῷ Πατρί, καὶ θείῳ Πνεύματι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον. καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Λαὸς ἀπειθὴς καὶ ἀγνώμων, γνώμῃ εὐπειθεῖ σε βουληθέντα, σταυρωθῆναι καταδικάζει τεθνάναι, ὅπως τοὺς θελήματι, νεκρωθέντας Λόγε ζωώσῃς, ὑμνοῦντάς σε, καὶ δοξολογοῦντας εἰς πάντας τοὺς αἰῶνας. Ἐκτείνας Σταυρῷ τὰς παλάμας, ξύλῳ ἀκρατῶς τὰς ἐκταθείσας, πρὸς τὸ ξύλον τῆς βρώσεως, τοῦ πρωτοπλάστου ἰώμενος Δέσποτα, καὶ ὁρῶν σε, φόβῳ ἀκτῖνας συνέστειλεν ἥλιος, καὶ πᾶσα ἡ κτίσις ἐσαλεύθη. Μαρτυρικὰ Ὄμβροις ἱερῶν παλαισμάτων, ῥεῖθρα ἀσεβείας, προχοάς τε ἀθεΐας, ἐξήραναν οἱ Ἀθλοφόροι, καὶ πηγὴν ἀνέβλυσαν ἰαμάτων, ῥύπον παθημάτων πλύνουσαν, καὶ πιστῶν καρδίας, ἀρδεύουσαν πλουσίως. Σύμμορφοι σεπτῶν παθημάτων, θείων πληρωταὶ παραγγελμάτων, Ἀθλοφόροι, τῶν ἀσωμάτων συμπολῖται, πολιτογραφεῖσθαι νῦν, ἐν τῇ ἄνω πόλει, Θεὸν δυσωπήσατε, τούς ὑμᾶς τιμῶντας, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Στάμνον σε, χρυσῆν καὶ λυχνίαν, τράπεζαν καὶ ῥάβδον, θεῖον ὄρος καὶ νεφέλην, παλάτιον τοῦ Βασιλέως, καὶ θρόνον πυρίμορφον Θεοτόκε, πάντες πιστοὶ ὀνομάζομεν, τὴν καὶ μετὰ τόκον, Παρθένον φυλαχθεῖσαν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐν τῷ Σταυρῷ τὴν ἡμῶν σωτηρίαν, κατεργασάμενος ὁ Υἱός σου Παρθένε, κραυγάζειν προτρέπεται· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Καταπιεῖν ὁ ἐχθρός με πειρᾶται, ταῖς ἁμαρτίαις· ἀλλὰ σὺ Θεοτόκε, ἐξελοῦ καὶ ῥῦσαί με, τῆς αὐτοῦ τυραννίδος, ὅπως σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. Δεινή με νὺξ συγκαλύπτει πταισμάτων, Παρθένε ἄχραντε· οὐ γὰρ ἔχω λαμπάδα, τὴν ψυχήν μου φωτίζουσαν, εὐποιΐας ἐλαίῳ· διὸ καὶ τῆς ἄνω ἀπερρίφην παστάδος.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν. Ἰκρίῳ παγείς, ὁ πήξας Ἰησοῦ, ἐπˊ οὐδενὸς πᾶσαν γῆν, ἰλύϊ με παγέντα, ἁμαρτίας γνώμῃ πονηρᾷ, ὡς ἀγαθὸς καὶ οἰκτίρμων, Χριστὲ ἀνείλκυσας, καὶ διˊ ἀτίμου θανάτου, πολυέλεε ἐτίμησας. Ὡράθης Θεὸς ἀόρατος φύσει, σαρκὶ ὑψούμενος, ἐχθρῶν τῶν ἀοράτων, ὅπως ῥύσῃ κόσμον ὁρατόν, καὶ οὐρανίους τοὺς κάτω, ἀποτελέσῃς Χριστέ. Δοξολογοῦμεν τὸ κράτος, τῆς μεγίστης ἐξουσίας σου. Μαρτυρικὰ Στρατὸς ἱερῶν Ἁγίων, ἁγία παρεμβολὴ ἐκλεκτή, παράδεισος ἐν μέσῳ ζωῆς, ξύλον ἔχων τὸν Χριστόν, θεοτερπὴς Ἐκκλησία, σύλλογος τίμιος, πανευκλεεῖς, Ἀθλοφόροι, τοῦ Σωτῆρος ἀνεδείχθητε. Ἡμῶν τῶν ἐν γῇ ὑμῶν μεμνημένων, μέμνησθε Ἅγιοι, τῷ θρόνῳ τοῦ Δεσπότου, παρεστῶτες νῦν περιφανῶς, καὶ ταῖς ἐκεῖθεν πλουσίαις, μαρμαρυγαῖς, ἱερῶς καταλαμπόμενοι, ὅπως, ὀφλημάτων λύσιν εὕρωμεν. Σταυροθεοτοκίον Φωστῆρες τὴν σὴν ὁρῶντες, Υἱέ μου σταύρωσιν ἔδυσαν, καὶ πῶς Ἑβραίων δῆμος, οὐ κατέδυσεν ὁ ἀπειθής, παραδούς σε θανάτῳ, τὸν Ἀρχηγὸν τῆς ζωῆς; ἡ Θεοτόκος ἐβόα, ἣν ἀπαύστως μεγαλύνομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Σὲ τὴν ἀκατάφλεκτον βάτον, καὶ ἁγίαν Παρθένον, τὴν Μητέρα τοῦ Φωτός, καὶ Θεοτόκον, τὴν ἐλπίδα πάντων ἡμῶν μεγαλύνομεν. Χεῖρας ἑκουσίως ἁπλώσας, ἐν τῷ θείῳ Σταυρῷ σου, τὴν ἐκταθεῖσαν ἐν Ἐδὲμ τῇ παραβάσει, ἐν ξύλῳ χεῖρα ἰάσω τοῦ Προπάτορος. Ὅλην ταῖς δειναῖς ἁμαρτίαις, τὴν ψυχήν μου τρωθεῖσαν, καὶ ἀνίατον ἄλγος νενοσηκυῖαν, τῇ μοτώσει τῆς σῆς μοι πρεσβείας ῥῶσιν δώρησαι. Χαῖρε ὁ τῆς δόξης Κυρίου, θεῖος ἔμψυχος οἶκος, Χαῖρε ὅπλον νοητόν, τῆς μετανοίας. Χαῖρε πύλη, διˊ ἧς ἁμαρτωλοὶ σῳζόμεθα.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος γˊ

Σταυροφανῶς Μωϋσῆς ἐν τῷ ὄρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου· διὰ τοῦτο Λόγε, προσκυνῶ, τὸν Σταυρόν σου τὸν τίμιον.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὸν χαλεπόν, ἀλλˊ οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν διˊ ἐμὲ τὸ κατˊ ἐμέ, σταυροῦσαι καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με. Λυτρωτά μου δόξα σοι.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος γˊ

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Δακρύων προχοὰς κενοῦσα ἡ Πανάμωμος, ἐστέναζεν, ἐθρήνει, βοῶσα ἐκ βαθέων ψυχῆς. Φῶς γλυκύτατον, πῶς ἔδυς Ἰησοῦ μου; ὁ κτίσας λόγῳ πάντα, πῶς νεκρὸς ἄφωνος ἐν Σταυρῷ νῦν ὁρᾶσαι;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καθορῶν σε ἐν σταυρῷ, ἥλιος Κύριε, ἐσκότασε τὸ φῶς, πέτραι ἐσχίσθησαν Δέσποτα, γῆ ἐσαλεύθη πᾶσα, τὸ καταπέτασμα δὲ τοῦ ναοῦ, διερράγη μέσον, ἀδίκως πάσχοντα, βλέψαντά σε Σωτήρ, τὸν ἀκατανόητον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὑπὲρ πάντων Ἰησοῦ, ἤχθης εἰς θάνατον, τῶν ζώντων ἡ ζωή, ὅπως τοῖς θείοις σου πάθεσι, τοὺς τῇ τοῦ ξύλου βρώσει, θανατωθέντας σώσῃς ὡς Θεός, καὶ Παραδείσου δείξῃς οἰκήτορας· ὅθεν πίστει τὰ σά, Πάθη μεγαλύνομεν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τοῦ παθόντος διˊ ἡμᾶς, καὶ τὰ ὀνείδη ἀφελόντος τῶν βροτῶν, πάθη μιμούμενοι Μάρτυρες, διὰ πολλῶν βασάνων, κατεπαλαίσατε τὸν δυσμενῆ, καὶ τῆς ἄνω δόξης ἐτύχετε· ὅθεν θεοπρεπῶς, Ἅγιοι δοξάζεσθε. Δόξα... Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὑμνήσωμεν πιστοί, ἐν ἀσυγχύτῳ Θεότητι, μίαν ἀρχὴν καὶ δόξαν, θεοπρεπῶς προσκυνοῦντες καὶ σεπτῶς, ὀρθοδόξῳ πίστει καὶ κράζοντες· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου. Καὶ νῦν ... Σταυροθεοτοκίον Πάθη φέροντα σαρκί, ἐθελουσίως καθορῶσα ἐν Σταυρῷ, τὸν σὸν Υἱὸν Παναμώμητε, διεδονήθης ὅλη, καὶ θρηνῳδοῦσα ἔκραζες Ἁγνή· Οἴμοι τέκνον ἐμόν! πῶς τέθνηκας, τοὺς θανόντας Σωτήρ, ζωῶσαι βουλόμενος;

ΣΑΒΒΑΤΟΝ Γ΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ναόν με τοῦ σεπτοῦ σου Πνεύματος ἀπέργασαι, καθάρας τὰς κηλίδας, Χριστέ μου τῶν πταισμάτων, καταγώγιον δαιμόνων χρηματίζοντα νῦν, οὓς ἐξ ἐμοῦ ἔκβαλε, ὡς τοὺς μολύνοντας, πάλαι τὸ ἱερόν σου.

Ὁ θέλων πάντας σῶσαι Κύριε, ὡς εὔσπλαγχνος, ἁμαρτωλούς, δικαίους, καὶ μή τινα ὀλέσθαι, αὐτὸς ποίησον ἕνα κᾀμὲ τῶν σῳζομένων, τὸν ἀμελῶς ζήσαντα, καὶ τὰ σὰ προστάγματα, παραβλέψαντα Λόγε.

Ὑπνώσας ἐν τῷ τάφῳ Χριστέ, ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ, ἀνέστης συνεγείρας, τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας ἀπˊ αἰῶνος· διὸ τοὺς κοιμηθέντας, πίστει ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ταῖς αὔραις τοῦ ἐχθροῦ ὡς κάλαμος ῥιπίζομαι, διηνεκῶς Παρθένε, ἀλλˊ οἴκτειρον τὸν δοῦλόν σου, καὶ ταῖς τούτου καταιγίσι μὴ εἰς τέλος, ἐάσῃς με κλονεῖσθαι, ἀλλὰ στερέωσον, ἐν τῇ πίστει Κυρίου.

Ὁ κλύδων τῶν παθῶν, συνέχων καὶ συμπνίγων με, διηνεκῶς ταράττει, τὴν ταπεινὴν ψυχήν μου, καὶ ὠθεῖ εἰς ἀπογνώσεως βυθόν με, ἀλλὰ τὴν ζάλην ταύτην, Ἁγνὴ μετάβαλε, εἰς βαθεῖαν γαλήνην.

Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα καθικέτευε, τὴν ποίμνην σου φυλάττειν, ἀλώβητον ἐκ πάσης, ἐπηρείας τοῦ ἀντικειμένου διαβόλου, καὶ ἐκπληροῦν ἅπαντας, αὐτοῦ τὸ θέλημα, ἐνδυνάμωσον Κόρη.

Θεοτοκίον, Ἦχος γˊ

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρός, μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα, Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλˊ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῴαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσιμον, Ἦχος γˊ

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία.

Θεοτοκίον, Ἦχος γˊ

Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος γˊ

Τὴν ὡραιότητα

Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῷ λαῷ σου. Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι. Ἰδιόμελον Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόν Σταυρόν τῆς ἀληθείας. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἔτερα Καθίσματα μετὰ τὸν Ἄμωμον

Ἦχος γˊ

Μαρτυρικὸν Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος· ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. Νεκρώσιμον, Τὴν ὡραιότητα Ὅτε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος. Δόξα... Ξύλῳ πεπτώκαμεν, πικρῶς εἰς θάνατον, ξύλῳ τιμίῳ δέ, πάλιν ἀνέστημεν· διὰ Σταυροῦ σου γάρ Σωτήρ, τὸν θάνατον ἐνέκρωσας, καὶ τὴν ἀτελεύτητον, ζωὴν πᾶσιν ἐπήγασας, ἧς περ καταξίωσον, τοὺς πρὸς σὲ ἐκδημήσαντας, οἰκέτας σου πιστοὺς Ἐλεῆμον, δωρούμενος αὐτοῖς τὴν Βασιλείαν σου. Καὶ νῦν... Θεοτοκίον Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῷ θείῳ νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῷ Κριτῇ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα· καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ. Μαρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί. Ὑπερτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ. Σταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς. Νεκρώσιμον Τοὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός. Θεοτοκίον Ὡς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς: Τοῦτο τρίτον μέλισμα θνῄσκουσι νέμω. ᾨδὴ αˊ

Ἦχος γˊ

Τεμνομένην θάλασσαν

Τῇ ταφῇ σου θάνατον θανατώσας, καὶ καθελὼν τοῦ ᾅδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νῦν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ. Ὁ τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ διˊ αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταῖς προσευχαῖς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον. Υπὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος· διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νῦν τάς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ. Θεοτοκίον Τὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῷ θανάτῳ τῷ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ διˊ αἰῶνος μένουσαν μακαριότητα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε. Ῥώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον. Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε. Σὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας. Νεκρώσιμον Οὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου. Θεοτοκίον Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Ὁ διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γῆν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων. Τῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην. Ῥῦσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ᾅδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τῇ σῇ ἐλπίδι πάντας. Θεοτοκίον Ἱερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος. Ἱερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων. Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος. Ὡραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες. Νεκρώσιμον Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ. Θεοτοκίον Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος γˊ

Ἔθου πρὸς ἡμᾶς

Τάφον διˊ ἡμᾶς, συμπαθῶς κατῴκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον. Ὁ τῶν Ἀθλητῶν, τοὺς στερροὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπάς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥῦσαι κολάσεως. Νεύματι τῷ σῷ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον. Θεοτοκίον Μήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τῇ παρθενίᾳ μόνῃ συνάψασα· Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου. Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου. Ὑμνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας. Θεὸν τὸν σαρκωθέντα διˊ ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται. Νεκρώσιμον Ἐν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας. Θεοτοκίον Ἐκ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος γˊ

Πρὸς σὲ ὀρθρίζω

Ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον. Λύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νῦν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον. Ἴθυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας λαμπρότητος ἀξίωσον. Θεοτοκίον Σὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοῖς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην. Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις. Ὑψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα. Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας. Νεκρώσιμον Ἐν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν. Θεοτοκίον Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπˊ αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἀνάγαγε ἐκ φθορᾶς με Κύριε ὁ Θεός μου ὁ Ἰωνᾶς ἐβόα, κἀγὼ βοῶ σοι, ἐκ τοῦ βυθοῦ ῥῦσαί με Σωτήρ, τῶν πολλῶν μου κακῶν, ὅπως αἴνεσιν φωνῆς, θύσω σοι μόνε Φιλάνθρωπε. Μετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον. Ἀνάπαυσον ὁ Θεὸς τῷ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα. Θαυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρᾶς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος. Θεοτοκίον Νεκρώσεως καὶ φθορᾶς ἐρρύσω με, καὶ θανάτου, τῷ παραδόξῳ τόκῳ σου Θεομῆτορ· σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον κατελάμπρυνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἱστάμενοι ἐν μέσῳ, τοῦ πυρὸς ἐδέξασθε, θείαν δρόσον οὐρανόθεν, Ἀθλοφόροι Χριστοῦ, καὶ ὁμιλοῦντες βασάνοις, τὸν πολυμήχανον ἐχθρόν, νεκρὸν εἰργάσασθε. Οἱ θεῖοι Ἱεράρχαι, ὡς ὁλκάδα ἰθύναντες, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἀκαταπόντιστον, ταύτην ἐτήρησαν πλάνης, διεκφυγοῦσαν ἀβλαβῶς, τὰ κύματα. Νεκρώσαντες τὴν σάρκα, ἱεροῖς ἀγωνίσμασιν, ἀσκηταὶ τῆς ἀληθείας ἐκληρώσασθε, τὴν ζωὴν τὴν ἀγήρω, μετὰ ἁγίων Προφητῶν, καὶ ἱερῶν Γυναικῶν. Νεκρώσιμον Μὴ δείξῃς ὑπευθύνους, ἐν τῇ κρίσει τοὺς δούλους σου, οὓς μετέστησας πιστούς, ἀλλὰ τάξον αὐτούς, ἐν ταῖς λαμπρότησι Λόγε, ταῖς τῶν Ἁγίων, καὶ ἡμᾶς, τῇ εὐσπλαγχνίᾳ σου. Θεοτοκίον Μαρτύρων καὶ Ὁσίων, Προφητῶν τε Πανάμωμε, Γυναικῶν καὶ πάντων τῶν Ἱεραρχῶν, τῶν ἱερῶς βιωσάντων, σὺ εἶ τὸ κλέος ἀληθῶς, μεθˊ ὧν τιμῶμέν σε.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος γˊ

Ὡς πάλαι τοὺς εὐσεβεῖς

Ἡ πάντων ζωαρχική, αἰτία καὶ δύναμις, ποιητικὴ Λόγε τοῦ Θεοῦ, τῆς ἐπηγγελμένης τοῖς Μάρτυσι τρυφῆς, τὰς ψυχὰς ἀξίωσον, τῶν μετασταντων δούλων σου, ὁ Θεός τῶν Πατέρων ἡμῶν. Σωμάτων μὲν ὡς φθαρτῶν, εὐτόνως ηὐλόγησαν, οἱ εὐκλεεῖς Μάρτυρες Χριστοῦ, νῦν δὲ παρρησίᾳ πρεσβεύουσι πρὸς σέ. Τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων δούλων σου, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Καλάμῳ τῷ τοῦ Σταυροῦ, ὑπέγραψας ἄφεσιν, ἁμαρτιῶν πᾶσι τοῖς πιστοῖς, ἧς νῦν τὰς ψυχάς, ὧν μετέστησας πρὸς σέ, μετασχεῖν ἀξίωσον, ἐν εὐφροσύνῃ ψάλλειν σοι· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ὁ Λόγος ὁ τοῦ Πατρός, ὁ πάντα βουλήματι, δημιουργῶν, φύσιν τῶν βροτῶν, τὴν συγκεχωσμένην τοῖς πάθεσιν εὑρών, ὡς Θεὸς ἀνέπλασεν. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε. Ἐπιφοραῖς τῶν ἀλγηδόνων, καὶ τῶν πόνων ἐπιδόσεσι, περιστατούμενοι σφοδρῶς, οὐκ ἠρνήσασθε τὴν ὄντως ζωήν, Κυρίου Ἀθλοφόροι, οὐδὲ γλυπτοῖς ἐνείματε, πονηρότατον σέβας. Λύχνοι καθάπερ ἐν λυχνίᾳ, ἐπικείμενοι σεπτῶν ἀρετῶν, πᾶσαν αὐγάζετε τὴν γῆν, ἄπαν σκότος ἐκδιώκοντες τῆς πλάνης, Ἀθλοφόροι ἱερουργοί, τῶν οὐρανίων Νόων συμπολῖται. Οἱ ἀξιέπαινοι Προφῆται, τῶν Ὁσίων ὁ κατάλογος, τῶν Γυναικῶν ὁ ἱερός, Ἀθλησάντων θεῖος ὅμιλος, ὑμνείσθωσαν ἀξίως, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῷ Χριστῷ καὶ Σωτῆρι. Νεκρώσιμον Σὺ ἡ ζωὴ τῶν ζώντων Κύριε, οὓς ἐκ γῆς πιστῶς μετέστησας, μετὰ ἁγίων ἐν φωτί, τοῦ προσώπου σου ἀνάπαυσον, συγχώρησιν πταισμάτων, διὰ πολλὴν παρέχων τούτοις, Κύριε εὐσπλαγχνίαν. Θεοτοκίον Ἡ πανύμνητος Παρθένος, Προφητῶν τὸ περιήχημα, Ἱεραρχῶν καὶ Ἀθλητῶν, καὶ Ὁσίων ἐγκαλλώπισμα, Γυναίων τε ἁγίων ἡ χαρμονή, ὑμνείσθω χρεωστικῶς εἰς αἰῶνας.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Λατρεύειν ζῶντι Θεῷ, οἱ ἐν Βαβυλῶνι Παῖδες προσκαρτερήσαντες, μουσικῶν ὀργάνων κατεφρόνησαν, καὶ φλογὸς μέσον ἑστῶτες, θεοτερπῆ ὕμνον ἀναμέλποντες ἔλεγον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὑπάρχων ὁ θησαυρός, τῆς ἀθανασίας σὺ ζωαρχικώτατε, τοῖς θνητοῖς ἀφθαρσίαν κατήγγειλας, ἣν τοῖς σοῖς Μάρτυσι Χριστέ, τοῖς εὐσεβῶς πίστει σοι βοῶσι δεδώρησαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σοφίᾳ πνευματικῇ, καὶ ὑπομονῇ τῶν ἔργων, οἱ στερρότατοι Ἀθληταί, τῶν βασάνων καταπτύσαντες, ταῖς ψυχαῖς τῶν μεταστάντων παρὰ Χριστοῦ, ἄνεσιν αἰτοῦνται, κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱλάσθητι Ἀγαθέ, λόγχῃ τῆς πλευρᾶς σου, ῥήξας τὸ χειρόγραφον, τῶν πρὸς σὲ μεταστάντων, καὶ μεσότοιχον καθελὼν τὸ τῶν πταισμάτων, ὑμνολογεῖν σε οὓς προσελάβου εὐδόκησον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Θεοτοκίον Νεφέλην σε νοητήν, τοῖς προκεκοιμημένοις δίψει τῆς νεκρώσεως, ὕδωρ ζῶν τῆς ἀφέσεως πηγάζουσαν, καὶ θνητοῖς ἀθανασίαν διηνεκῆ, πᾶσι τοῖς βοῶσι παρέχουσαν· Εὐλογοῦμεν εὐλογημένη Παρθένε τὸν Τόκον σου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. Ἱερεῖα καθάπερ προσήχθητε, τῷ τυθέντι διˊ ἡμᾶς, καὶ τοὺς θείους ναοὺς ἐπληρώσατε, τῶν Ἀγγέλων χαρμονῆς, Ἀθλοφόροι Κυρίου· διὸ ταῖς εὐχαῖς ὑμῶν πάντες στηρίξατε, καὶ τῆς τοῦ ἐχθροῦ βλαβερᾶς, πλάνης ῥύσασθε. Ὡς φωστῆρες ζωῆς λόγον ἔχοντες, ἐφωτίσατε ψυχάς, Ἱεράρχαι Χριστοῦ ἱερώτατοι, θείας δόξης κοινωνοί, ὡς τὸ πῦρ δεδεγμένοι, τοῦ Πνεύματος Ὅσιοι, πάθη ἐφλέξατε, καὶ τὴν τῶν δαιμόνων, πυρὰν ἠφανίσατε. Σὺν Προφήταις ἁγίοις τιμήσωμεν, τῶν Ὁσίων τὴν πληθύν, τοὺς πρὸ νόμου ἐκλάμψαντας νόμῳ τε, πολιτείᾳ καθαρᾷ. Γυναικῶν τε ἁγίων, τοὺς χοροὺς αἰνέσωμεν καὶ ἐκβοήσωμεν, Κύριε· πρεσβείαις αὐτῶν, σῶσον πάντας ἡμᾶς. Νεκρώσιμον Ἡ ταφή σου Χριστὲ καὶ Ἀνάστασις, πάντων γέγονε ζωή· διὰ τοῦτο τολμῶντες βοῶμέν σοι· Μετὰ πάντων ἐκλεκτῶν, οὓς πιστῶς προσελάβου, δούλους σου ἀνάπαυσον, τούτων τὰ πταίσματα, πάντα συγχωρῶν, ὡς Θεὸς καὶ φιλάνθρωπος. Θεοτοκίον Φοβερὸς οὗτος τόπος ἐβόησεν, ὁπηνίκα Ἰακώβ, σοῦ τὸν τύπον ἐν κλίμακι ἔβλεψε, Θεοτόκε ἀψευδῶς, τῶν Μαρτύρων ἡ δόξα, Ὁσίων τὸ καύχημα, Ἀγγέλων ἀγλάϊσμα, πάντων Προφητῶν, καὶ πιστῶν τὸ διάσωσμα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν. Νῦν ὡς μόνος ἀγαθός, καὶ φιλάνθρωπος Θεός, τοὺς μεταστάντας πρὸς σέ, τῶν Μαρτύρων ταῖς λιταῖς, ἐν χώρᾳ τῶν πρᾳέων γῆς κατασκήνωσον, τὴν λύσιν τῶν πταισμάτων παρέχων, Ἐλεῆμον αὐτοῖς, διὰ μέγα καὶ πλούσιον ἔλεος. Ἐν Ἁγίων σου σκηναῖς, ἐν τοῖς κόλποις Ἀβραάμ, οὓς προσελάβου Σωτήρ, συναρίθμησον τοῖς σοῖς δικαίοις, ἔνθα λάμπει τὸ φῶς, τοῦ προσώπου σου, τὸ ἄχραντον καὶ θεῖον, καὶ μένει διˊ αἰῶνος, ἡ ὄντως ἀΐδιος ἀγαλλίασις. Μακαρίας σου ζωῆς, αἰωνίων ἀγαθῶν, ἀκαταπαύστου τρυφῆς, εὐφροσύνης ἀληθοῦς, ἀξίωσον τοὺς δούλους σου, οὓς μετέστησας βουλήσει ζωοδότα, ἐν τόπῳ τῷ τῆς χλόης, ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως. Θεοτοκίον Ὡς ἁγία Κιβωτός, μαρτυρίου τε Σκηνή, τὸν ζωοδότην Θεόν, ὑπεδέξω ἐν γαστρί, Παναμώμητε τὸν Κτίστην σου, τὴν ἀπόφασιν κατάρας τῆς ἀρχαίας, καὶ νόμον τοῦ θανάτου, ἰδίῳ θανάτῳ ἀναμοχλεύσαντα.

Ἦχος γˊ

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Στιχηρά, Μαρτυρικὰ, Ἦχος γˊ

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Αἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος γˊ

Ἄνθρωποι, τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος· διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Θεοτοκίον, Ἦχος γˊ

Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων, ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Ἀπόστιχα τοῦ Θεοφάνους

Ἦχος γˊ

Τῷ τύπῳ τοῦ σταυροῦ

Δοξάζω τὸν σταυρόν σου τὸν τίμιον, διˊ οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ, σὲ ὑμνοῦσι μόνε πολυέλεε· διὸ βοῶμέν σοι· Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα. Στίχ. αˊ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὁ μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν, Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα. Στίχ. βˊ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας· διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.

Θεοτοκίον, Ἦχος γˊ

Λαμπάδα νοητήν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι, τῆς ἀνθρώπων οὐσίας Θεοτόκε, πάντες ἐπιστάμεθα· διὸ τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν, τοὺς μεταστάντας ἐξ ἡμῶν αὐλίζεσθαι, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία Ἁγνή, δοξάζειν σε τὴν Πανάμωμον.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τῷ πυρὶ τῶν αἰκισμῶν, προσομιλοῦντες, Ἀθλοφόροι τοῦ Χριστοῦ, δρόσον οὐράνιον εὕρατε, ἐπαναψυχοῦσάν τε, καὶ δυναμοῦσαν φέρειν τῆς σαρκός, τὰς ὀδύνας· ὅθεν κουφίζετε, πάντα πόνον ἀεί, ἀπὸ τῶν ψυχῶν ἡμῶν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἱεράρχαι ἱεροί, Προφῆται ἔνδοξοι, Ὁσίων ἡ πληθύς, Γυναίων θείων ὁμήγυρις, ἐναθλησάντων πίστει, καὶ καθελόντων πλάνην τοῦ ἐχθροῦ, οὐρανίου δόξης ἐπέτυχον, ὧν πρεσβείαις Σωτήρ, οἴκτειρον τοὺς δούλους σου. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἔνθα λάμπει σου τὸ φῶς, ἐν ταῖς σκηναῖς, τῶν ἐκλεκτῶν σου ὁ Θεός, ὅπου τρυφὴ ἡ ἀέναος, τοὺς ἐξ ἡμῶν ἐν πίστει, μετατεθέντας τάξον Ἰησοῦ, παρορῶν τὰ τούτων ἐγκλήματα, ἵνα σε ἐκτενῶς, Δέσποτα δοξάζωμεν. Δόξα... Τὴν προσώποις ἐν τρισί, προσκυνουμένην, μίαν ἄναρχον πιστοί, θείαν Μονάδα δοξάσωμεν, ὅπως ἀξιωθῶμεν, ἁμαρτιῶν ἀφέσεως τυχεῖν, καὶ τῆς Βασιλείας τευξώμεθα, ἀνυμνοῦντες αὐτῆς, τὸ ἄπειρον ἔλεος. Καὶ νῦν... Θεοτοκίον Φωτισμὸς καὶ ἱλασμός, ἐκ σοῦ ἐπέφανεν ὁ πάντων Λυτρωτής, θεοχαρίτωτε Δέσποινα, ὃν ἐκτενῶς δυσώπει, ἐν τῇ μελλούσῃ δίκῃ φοβερᾷ, καταδίκης πάσης λυτρώσασθαι, Ἄχραντε τοὺς πιστῶς, πάντοτε ὑμνοῦντάς σε.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle