Источник

Ήχος πλ. βˊ

ΚΥΡΙΑΚΗ ΠΛ Βˊ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος πλ. β΄

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Δογματικόν, Ἦχος πλ. βˊ

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθˊ ὑπόστασιν· ὅθεν εὐσεβῶς ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν, Ἦχος πλ. βˊ

Άυτόμελον

Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου.

Ὅλην ἀποθέμενοι

Ὅρκῳ ὡς ὑπέσχετο, τῷ σῷ προπάτορι πάλαι, Θεὸς ὑπερχρόνιος, ἐπˊ ἐσχάτων τῶν χρόνων τετελείωκε, προελθὼν Ἄχραντε, ἐκ γαστρός σου θείας· καὶ γὰρ ὄντως ἐξανέτειλεν, ἐκ σοῦ ὁ Κύριος, ὁ δρακὶ συνέχων τὰ πέρατα, ὄνπερ κᾀμοὶ εὐΐλατον, ποίησον ἐν ὥρᾳ τῆς κρίσεως, Παρθένε Μαρία, αὐτοῦ τῆς Βασιλείας με τυχεῖν, διˊ ἀρετῶν ἀνυψώσεως, καὶ παθῶν νεκρώσεως.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε, ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος· διό σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνόν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὀταν καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Θανάτου κατάλυσις, διὰ τοῦ τόκου σου ὤφθη· σὺ γὰρ Κόρη πέφηκας, τῆς ζωῆς ἀφθάρτου ἐνδιαίτημα· διό σου δέομαι, ἐν πυθμένι τοῦ ᾍδου, τῶν παθῶν μου κατακείμενον, σὺ ἐξανάστησον, καὶ πρὸς εὐφροσύνην καὶ ζώωσιν, Παρθένε χειραγώγησον, πρὸς τὴν μακαρίαν ἀντίδοσιν, καὶ τῆς ἀνωλέθρου, καὶ θείας καταξίωσον χαρᾶς, ἔνθα τρυφὴ ἡ ἀΐδιος, ἔνθα φῶς ἀνέσπερον.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀπορρήτων θαυμάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ Ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλˊ ἑνώσει τῇ καθˊ ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθˊ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον

Ἦχος πλ. β΄

Άυτόμελον

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπˊ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. β΄

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος

Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Ἡ ταφή σου Κύριε, τὰ δεσμὰ τοῦ ᾍδου συντρίψασα διέρρηξεν, ἡ ἐκ νεκρῶν ἀνάστασις τὸν κόσμον ἐφώτισε. Κύριε δόξα σοι.

Θεοτοκίον – Ὀκτώηχος, Ἦχος πλ. β΄

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος διˊ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλˊ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφˊ ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος πλ. β΄

Άυτόμελον

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπˊ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Τὸν ἕκτον ὕμνον προσφέρω σοι, θειότης. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ

Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως, ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλανθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον. Ὁ ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι μιᾷ, πεφυκὼς συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως. Νυμφοστολήσας ὁ Παῦλος τὴν ἐξ ἐθνῶν, Ἐκκλησίαν ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ καὶ διˊ οὗ περ, καὶ ἐν ᾧ τὰ πάντα γέγονεν. Θεοτοκίον. Ἐκ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Οὐκ ἔστιν ἅγιος

Κοσμήσας τρίφωτε Θεέ, Τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίαις σε φωναῖς, δέξαι μεθˊ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας σοῦ τὴν ἀγαθότητα. Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι νῦν ἡμῖν συγχώρησιν. Ὁ Νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθές, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος φρούρησον ὡς εὔσπλαγχνος. Θεοτοκίον. Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατˊ οὐσίαν, γεγονὼς ὁ Θεός μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης μόνος ἠλευθέρωσε.

Κάθισμα

Ἦχος πλ. βˊ

Τὴν ὑπὲρ ἡμῶν

Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθˊ ἡμῶν, καὶ οὐδεὶς καθˊ ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου. Ἐγώ εἰμι μεθˊ ὑμῶν, καὶ οὐδεὶς καθˊ ὑμῶν.

ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Χριστός μου δύναμις

Ὑψοῦ διάνοιαν, Μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον. Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον. Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ἡ τρισυπόστατος Μονάς, μεθˊ ὧν δέξαι μου τὴν αἴνεσιν. Θεοτοκίον. Ὁ φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε.

ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Τῷ θείῳ φέγγει σου

Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων. Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, καὶ πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως. Ῥυθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς ἄνω Βασιλείας μέτοχον ποίησον. Θεοτοκίον. Ὁ πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε, φρούρει, καὶ συντήρει, τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σε Θεομήτορος.

ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Τοῦ βίου τὴν θάλασσαν

Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον. Φῶς τὸ ἀδιαίρετον, κατˊ οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου, καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον. Θεοτοκίον. Ἐν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο.

Κάθισμα

Ἦχος πλ. βˊ

Τὴν ὑπὲρ ἡμῶν

Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς, τοὺς πίστει σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου Εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι μεθˊ ὑμῶν, καὶ οὐδεὶς καθˊ ὑμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Βλέψον εἰς ἡμᾶς, πανύμνητε Θεοτόκε, λάμψον φωτισμόν, καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου Πανάχραντε· ὅσα γὰρ θέλεις καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθˊ ὑμῶν, καὶ οὐδεὶς καθˊ ὑμῶν.

ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Δροσοβόλον μὲν τὴν κάμινον

Ῥωμαλέαν μοι διάνοιαν πρυτάνευσον, τρίφωτε χαρακτῆρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ περιστάσεων. Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατˊ οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτως ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένη ἐν μορφῇ, ἀπαραλλάκτῳ σαφῶς. Θεοτοκίον. Ὁ Θεὸς ὁ ὑπερούσιος προσείληφεν, Ἄχραντε, ἐκ γαστρός σου ἁγνῆς, τὸ ἡμέτερον φιλανθρώπως, φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς ὁσίοις

Ἱλασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας. Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε Μονάς, καὶ Τριὰς ὁμοούσιε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην. Ἐκ φωτὸς ἀϊδίου, φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτὶ πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Ἰατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τούς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις ἰδεῖν

Ὁρᾷν αἱ τάξεις Χερουβεὶμ Δέσποτα, κάλλους τοῦ σοῦ τὴν δόξαν οὐ δυνάμεναι πτέρυξι, κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικῆς κράτος δοξάζουσι. Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον, καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς, ἡμᾶς ἀξίωσον. Ἡ φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργὸν Θεότης πεφυκυῖα καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος. Θεοτοκίον. Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ Πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ, ἀεὶ δοξάζοντας.

Ὑπακοή

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος πλ. β΄

Άυτόμελον

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπˊ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος πλ. β΄

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα... Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος. Δόξα... Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει. Καὶ νῦν... Θεοτοκίον Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἡ Ὑπακοὴ Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. Οἱ Ἀναβαθμοί, Ἦχος πλ. βˊ Ἀντίφωνον Αˊ – Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτιρόν με, ἵνα ζῶ σοι. – Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατˊ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω. Ἀντίφωνον Βˊ – Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται. – τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ. Ἀντίφωνον Γˊ – Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν. – Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει. Δόξα... Καὶ νῦν ... Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω. Προκείμενον Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Στίχ.Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν». Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, διˊ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν. Θεοτοκίον Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

ᾨδὴ αˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Κύματι θαλάσσης

Βήματι Πιλάτου, παρίσταται θέλων ἀνόμῳ κρίματι, ὥσπερ κριτὸς ὁ κριτής, καὶ ἐκ χειρὸς ἀδικίας, εἰς τὸ πρόσωπον ῥαπίζεται, ὁ Θεὸς ὃν φρίττουσιν, ἡ γῆ καὶ τὰ οὐράνια. Ἥπλωσας τὰς θείας, παλάμας σου Σῶτερ, ἐν τῷ ἀχράντῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ, καὶ συνηγάγου τὰ ἔθνη, εἰς ἐπὶ γνῶσίν σου Δέσποτα, προσκυνοῦντα Κύριε, τήν ἔνδοξον σου Σταύρωσιν. Σταυροθεοτοκίον Ἵστατο δακρύων, πηγὰς ἀφιεῖσα ἡ Ὑπεράμωμος, ἐν τῷ Σταυρῷ σου Σωτήρ, τὰς ἐκ πλευρᾶς σου ῥανίδας, τῶν αἱμάτων καθορῶσα Χριστέ, καὶ τὴν σὴν ἀνείκαστον, συμπάθειαν δοξάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. Μῆτερ Θεοῦ, τὴν ἄφθονόν μοι δὸς χάριν. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Μεταλαβοῦσα ἡ Εὔα τῆς τοῦ φυτοῦ, παρηκόου βρώσεως, ἐπεισάγει τὴν ἀράν, ἀλλˊ αὐτὴν διέλυσας Ἁγνή, εὐλογίας ἀπαρχὴν Χριστὸν κυήσασα. Ἡ μαργαρίτην τῆς θείας ἐξαστραπῆς, τὸν Χριστὸν κυήσασα, τῶν παθῶν μου τὴν ἀχλύν, καὶ πταισμάτων τάραχον, Ἁγνή, διασκέδασον φωτὶ τῆς σῆς λαμπρότητος. Τὴν τῶν ἐθνῶν προσδοκίαν ὁ Ἰακώβ, τὸν ἐκ σοῦ σαρκούμενον, προεώρα μυστικῶς, νοεροῖς τοῖς ὄμμασι Θεόν, τὸν ῥυσάμενον ἡμᾶς τῇ μεσιτείᾳ σου. Ἐκλελοιπότων ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς νῦν ἐβασίλευσεν.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ διˊ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο. Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις. Θεοτοκίον Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Σὲ τὸν ἐπὶ ὑδάτων

Τάφῳ τριημερεύσας, ἀνέστησας ζωοποιῷ ἐγέρσει, τοὺς πρὶν θανατωθέντας, οἳ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο. Ἰδοὺ ἡ λύτρωσις, ἦλθες, Κύριε, κραυγάζοντες. Δόξα τῇ σῇ ἐγέρσει, Σωτὴρ ἡμῶν, ὅτι ἡμᾶς ἐξ ᾍδου, φθορᾶς καὶ τοῦ θανάτου, ἐρρύσω ὡς παντοδύναμος, καὶ μελῳδοῦντες λέγομεν· οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε. Θεοτοκίον Σὺ τὸν ἐκ σοῦ τεχθέντα, ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν Ὑπεραγία πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, τέκνον, δῆμος ὁ παράνομος;

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Οὐκ ἔστιν ἅγιος

Ῥευστήν μου σάρκα καὶ θνητήν, πάναγνε Θεομῆτορ, ἐκ γαστρός σου ἀφράστως, προσλαβὼν ὁ ἀγαθός, καὶ ἀφθαρτίσας αὐτήν, αἰωνίως ἑαυτῷ συνέδησε. Θεὸν σαρκούμενον ἐκ σοῦ, καθορῶντες Παρθένε, ἐξεπλήττοντο φόβῳ, τῶν Ἀγγέλων οἱ χοροί, καὶ ὡς Μητέρα Θεοῦ, ἀσιγήτοις ὕμνοις σε γεραίρουσιν. Ἐξέστη ὄρος νοητόν, βλέπων σε ὁ Προφήτης, Δανιὴλ ἐξ οὗ λίθος, ἐτμήθη ἄνευ χειρῶν, καὶ τῶν δαιμόνων βωμούς, Θεομῆτορ κραταιῶς συνέτριψεν. Οὐ σθένει λόγος σε βροτῶν, οὔτε γλῶσσα Παρθένε, εὐφημῆσαι ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησε.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα». Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν. Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν. Θεοτοκίον Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Τὴν ἐν Σταυρῷ σου

Τὸν τίμιον Σταυρόν σου σέβομεν, καὶ τοὺς ἥλους Χριστέ, καὶ τὴν ἁγίαν λόγχην, σὺν τῷ καλάμῳ, στέφανον τὸν ἐξ ἀκανθῶν· δι΄ὧν ἐκ τῆς τοῦ ᾍδου φθορᾶς ἐρρύσθημεν. Τάφος Σωτὴρ σε ὑπεδέξατο, ἑκουσίως νεκρόν, ὑπὲρ ἡμῶν ὀφθέντα, ἀλλˊ οὐδαμῶς δεδύνηται Λόγε κατασχεῖν· ὡς Θεὸς γὰρ ἀνέστης, σῴζων τὸ γένος ἡμῶν. Θεοτοκίον Θεοκυῆτορ ἀειπάρθενε, ἡ Σωτῆρα Χριστόν, βροτοῖς ἀποτεκοῦσα, κινδύνων, καὶ κολάσεων, λύτρωσαι ἡμᾶς, τοὺς προσφεύγοντας πίστει, τῇ θείᾳ σκέπῃ σου.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Χριστός μου δύναμις

Ὑμνοῦμεν Ἄχραντε, σὲ τὴν πανάμωμον· διὰ σοῦ οἱ σωθέντες καὶ εὐσεβῶς, μέλποντες κραυγάζομεν· Εὐλογημένη ἡ Θεόν, Ἀειπάρθενε κυήσασα. Τὸ φῶς τὸ ἄδυτον, Παρθένε τέτοκας, τοῖς ἐν σκότει τοῦ βίου διὰ σαρκός, φαῖνον Παμμακάριστε, καὶ τοῖς ὑμνοῦσί σε χαράν, Ἀειπάρθενε ἐπήγασας. Ἡ χάρις ἤνθησεν, ὁ νόμος πέπαυται, διὰ σοῦ Παναγία· σὺ γὰρ Ἁγνή, τέτοκας τὸν Κύριον, τὸν παρεχόμενον ἡμῖν, Ἀειπάρθενε τὴν ἄφεσιν. Νεκρόν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησε.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον. Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου. Θεοτοκίον Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Θεοφανείας σου Χριστέ

Βρώσει τοῦ ξύλου ἐν Ἐδέμ, ἀπατηθεὶς εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης παρακούσας Κύριε, ἐντολῆς τῆς σῆς Ὑπεράγαθε, ἀλλὰ τοῦτον διὰ Σταυροῦ, πάλιν ἀνήγαγες εἰς τὸ πρῶτον κάλλος, ὑπήκοος τῷ Πατρὶ Σῶτερ γενόμενος. Τῷ σῷ θανάτῳ ἀγαθέ, τὸ τοῦ θανάτου ἠφάνισται κράτος, καὶ πηγὴ ζωῆς ἡμῖν ἀνέβλυσε, καὶ ἀθανασία δεδώρηται· διὰ τοῦτό σου τὴν Ταφήν, καὶ τὴν Ἀνάστασιν πίστει προσκυνοῦμεν, διˊ ἧς ὡς Θεός, κόσμον πάντα κατεφώτισας. Θεοτοκίον Ὁ κατοικῶν ἐν οὐρανοῖς, καὶ ποιητὴς τῶν ἁπάντων Κύριος, ἐν τῇ σῇ Πανάμωμε, κατῴκησεν, ἀπορρήτως μήτρᾳ δοξάσας σε, ὑπερτέραν τῶν οὐρανῶν, ἁγιωτέραν τε ταγμάτων ἀΰλων· διὸ νῦν οἱ ἐπὶ γῆς, σὲ μακαρίζομεν.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Τῷ θείῳ φέγγει σου

Ἁγνείᾳ λάμψασα τηλαυγῶς, θεῖον ἐνδιαίτημα τοῦ Δεσπότου Πανύμνητε γέγονας· σὺ γὰρ μόνη μήτηρ ὄντως ἐδείχθης Θεοῦ, ἀγκάλαις ὥσπερ βρέφος, τοῦτον βαστάσασα. Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, Νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τῇ παρθενίᾳ σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα. Θρηνείτω σύστημα δυσσεβῶν, τῶν μὴ κηρυττόντων σε, διαρρήδην ἁγνὴν Θεομήτορα· σὺ γὰρ πύλη θείου φωτὸς ἐδείχθης ἡμῖν, τὸν ζόφον τῶν πταισμάτων διασκεδάζουσα.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθˊ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας. Ἀδὰμ κατενήνεκται, διˊ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλˊ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπˊ ὤμων βαστάσας, συνανέστησας. Θεοτοκίον Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Συνεσχέθη, ἀλλˊ οὐ κατεσχέθη

Χριστοκτόνος, καὶ προφητοκτόνος, ἔφυ Ἑβραίων ἡ πληθύς· ὡς γὰρ προφήτας πάλαι, ἀληθείας ὄντας μυστικὰς ἀκτῖνας, κτεῖναι οὐκ ἐδεδοίκει, οὕτω καὶ νῦν τὸν Κύριον, ὃν ἐκήρυττον ἐκεῖνοι τότε, φθόνῳ βαλλόμενοι ἔκτειναν, ἀλλˊ ἡμῖν, γέγονε ζωή, αὐτοῦ ἡ νέκρωσις. Συνεσχέθης, ἀλλˊ οὐ κατεσχέθης, Σῶτερ, ἐν τῷ μνήματι· εἰ γὰρ καὶ ἑκουσίως, ἀπεγεύσω τοῦ θανάτου Λόγε, ἀλλˊ ἀνέστης ὡς Θεὸς ἀθάνατος, συνεγείρας τοὺς δεσμίους τοὺς ἐν ᾍδῃ, καὶ χαρὰν γυναιξὶν ἀντὶ τῆς λύπης, τῆς πρὶν ἀνταλλαξάμενος. Θεοτοκίον Ἄτιμόν σου, καὶ ἐκλεῖπον ὤφθη, εἶδος σαρκὸς παρὰ βροτούς, ἐν τῷ καιρῷ τοῦ πάθους, τῆς Θεότητος καὶ γὰρ οὐσίᾳ, ὡραῖος κάλλει, τῷ Δαυΐδ ἐδείκνυσο· ἀλλὰ ῥάβδῳ σου τῆς Βασιλείας, ἐχθρῶν συντρίψας ἰσχύν, ἔλεγεν ἡ Ἁγνή· ὦ Υἱέ μου, καὶ Θεέ, τάφου ἀνάστηθι.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Τοῦ βίου τὴν θάλασσαν

Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ ὑψίστου Μητροπάρθενε. Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα, τῷ καρπῷ σου, ὦ Δέσποινα προσβαλών· ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνοῦντάς σε. Ὀ νόμος ἠσθένησε, καὶ παρῆλθεν ἡ σκιά, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ἐκφανθείσης μοι χάριτος τῆς ἐκ σοῦ Παρθένε κυήσεως, τοῦ Θεοῦ, καὶ Σωτῆρος πολυΰμνητε.

Κοντάκιον

Τὴν ὑπὲρ ἡμῶν

Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός. Ὁ Οἶκος Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, διˊ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν». Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ἄφραστον θαῦμα

Ὢ ξένου τρόπου! τὸν Ἰσραὴλ ὁ ῥυσάμενος, ἐκ δουλείας τῆς τοῦ Φαραώ, σταυροῦται ἑκὼν ὑπˊ αὐτοῦ, καὶ λύει σειρὰς ἀμπλακημάτων, ᾧ πίστει μελῳδοῦμεν· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ. Σὲ τὸν Σωτῆρα, ἐν τῷ Κρανίῳ ἐσταύρωσαν, παρανόμων παῖδες ἀσεβεῖς, τὸν πύλας χαλκᾶς, καὶ μοχλοὺς συνθλάσαντα, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον Εὔας τῆς πάλαι, ἐλευθερίαν κυήσασα, τῆς κατάρας λύεις τὸν Ἀδάμ, Παρθένε ἁγνή· διὸ μετˊ Ἀγγέλων σε, σὺν τῷ Υἱῷ σου ὑμνοῦμεν καὶ βοῶμεν· Λυτρωτὰ ὁ Θεὸς εὐλογητός εἶ.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Δροσοβόλον μὲν τὴν κάμινον

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ, σὲ μὴ φλέξαν ᾤκησεν ἐν σοί, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μακαρίζουσι τὰ πέρατα σὲ Πάναγνε, μῆτερ ὡς προεφήτευσας, φωτιζόμενα, φωτοβόλοις λάμψεσι ταῖς σαῖς, καὶ χάριτι μέλποντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὀλεθρίους μὲν ὀδόντας μοι ἐνέπειρεν, ὄφις ὁ πονηρότατος, ἀλλˊ αὐτοὺς ὁ σὸς Θεομῆτορ ἔθλασεν Υἱός, ἰσχὺν δέ μοι δέδωκε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἱλαστήριον τῆς φύσεως σὺ πέφυκας, μόνη θεομακάριστε· τὸν ἐπˊ ὤμων γάρ, Χερουβείμ, καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ἔκστηθι φρίττων οὐρανέ

Ἔφριξε πᾶσα ἀκοή, ὅπως ὁ Ὕψιστος ἑκών, ἦλθεν ἐπὶ γῆς, τοῦ ᾍδου τὴν ἰσχὺν χειρώσασθαι, διὰ Σταυροῦ καὶ ταφῆς, καὶ πάντας διεγεῖραι κραυγάζειν· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πέπαυται ᾍδου τυραννίς, καὶ τὸ βασίλειον ἐξουδένωται λοιπόν. Σταυρῷ γὰρ ἐπὶ γῆς πηγνύμενος, ὁ ἐπὶ πάντων Θεός, τὴν τούτου δυναστείαν καθεῖλεν, ὃν παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῆς ἀφράστου σου Χριστέ, φιλανθρωπότητος, καὶ ἀρρήτων ἀγαθῶν! ἐμὲ γὰρ καθορῶν ὀλλύμενον, ἐν τῇ τοῦ ᾍδου φρουρᾷ, τὰ πάθη ὑπομείνας ἐρρύσω· διό σε εὐλογοῦμεν, τὸν τῶν ὅλων Δεσπότην, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Διαχρύσῳ ἐσθῆτι ὥσπερ βασίλισσαν, ὁ Υἱός σου λαμπρύνας, αἴγλῃ τοῦ Πνεύματος, σὲ ἐκ δεξιῶν, αὐτοῦ ἔστησε Πάναγνε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ θελήματι μόνῳ κόσμον πηξάμενος, ἐξ ἀχράντου σου μήτρας σάρκα δανείζεται, ἄνωθεν αὐτήν, ἀναπλάσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Συναφείας τοῦ Λόγου πρός με τὸν ἄνθρωπον, ἐνδιαίτημα θεῖον Πάναγνε πέφυκας, λάμψασα σαφῶς, παρθενίας λαμπρότησιν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Χρυσαυγῆς σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως Φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ καταυγάζον τὰ σύμπαντα· ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Ὁ Εἱρμὸς

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν». Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος. Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλˊ ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας. Τριαδικὸν Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Μὴ ἐποδύρου μου Μῆτερ

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ὡς θνητὸς ζωοδότα, ἀλλὰ τοῦ ᾍδου τὴν ἰσχύν, διέλυσας Χριστέ, συνεγείρας νεκρούς, οὓς καὶ συγκατέπιε, καὶ ἀνάστασιν πᾶσι, παρέσχες ὡς Θεός, τοῖς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσιν. Ἀγαλλιάσθω ἡ κτίσις, καὶ ἀνθείτω ὡς κρίνον· ὁ γὰρ Χριστὸς ἐκ τῶν νεκρῶν ἠγέρθη ὡς Θεός. Ποῦ σου θάνατε, νῦν τὸ κέντρον; κράζομεν. Ποῦ σοῦ ᾅδη τὸ νῖκος; Κάθεῖλέ σε εἰς γῆν, ὁ ὑψώσας τὸ κέρας ἡμῶν, ὡς εὔσπλαγχνος. Σταυροθεοτοκίον Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρὸς ῥυόμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας ἡμᾶς ὑψώσαντα.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. β΄

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

Ἀστὴρ ἐκλάμπων αὐγαῖς Θεότητος, ἐξ Ἰακὼβ τοῖς ζόφῳ κρατουμένοις ἀνέτειλε· διὰ σοῦ νῦν Πάναγνε, Χριστὸς ὁ Θεός, Λόγος σεσαρκωμένος, ᾧ φωτιζόμενοι, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν. Ῥωσθεὶς δυνάμει τῇ σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως, ἐκ καρδίας ἀνέθηκα, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα, σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, θεομακάριστε. Ἱστὸς ἐδείχθης σαφῶς Θεότητος, ἐν ᾧ στολὴν τοῦ σώματος, ὁ Λόγος ἐξύφανε, θεουργήσας τὴν ἐμὴν Παρθένε μορφήν, ἥν περ ἐνδεδυμένος, πάντας διέσωσε, τοὺς ἐκ διανοίας καθαρᾶς, σὲ μεγαλύνοντας. Νεκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀρρήτου κυήσεως, Θεοτόκε πάναγνε· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδές, σαφῶς διέλυσε.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. β΄

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπˊ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά, Ἦχος πλ. β΄

Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τόν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὦ παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες; τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς· ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σόυ, καὶ τῇ Ἀναστάσει σου.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τί δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τί ἐπιζητεῖτε ὥσπερ θνητόν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος πλ. βˊ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Διὰ ξύλου, τὸν Ἀδὰμ ἀπατηθέντα, διὰ ξύλου Σταυροῦ πάλιν ἔσωσας, Λῃστὴν βοῶντα· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. ᾍδου πύλας, καὶ μοχλοὺς συντρίψας Ζωοδότα, νεκροὺς ἀνέστησας ἅπαντας, Σωτὴρ βοῶντας· Δόξα τῇ ἐγέρσει σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μνήσθητί μου, ὁ τὸν θάνατον σκυλεύσας, τῇ ταφῇ σου καὶ τῇ Ἀναστάσει σου, χαρᾶς τὰ πάντα, πληρώσας ὡς εὔσπλαγχνος. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Μυροφόροι, ἐν τῷ μνήματι ἐλθοῦσαι, τοῦ Ἀγγέλου κραυγάζοντος ἤκουον· Χριστὸς ἀνέστη, φωτίσας τὰ σύμπαντα. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν ἐν ξύλῳ, τοῦ Σταυροῦ προσηλωθέντα, καὶ τὸν κόσμον ἐκ πλάνης ῥυσάμενον, συμφώνως πάντες, Χριστὸν ἀνυμνήσωμεν. Δόξα... Τὸν Πατέρα, καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντες· Τριὰς ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Ἡ ἀρρήτως, ἐπˊ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας.

ΔΕΥΤΕΡΑ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ὁ πάντων βουλόμενος, οὐχὶ τὸν θάνατον Λόγε, ἀλλὰ τὴν μετάνοιαν, τῶν ἡμαρτηκότων σοι πολυεύσπλαγχνε, Χριστὲ καὶ Κύριε, καὶ ποιῶν ἔλεος, μετ΄ἐμοῦ ἀεὶ τοῦ δούλου σου, μετανοοῦντι μοι, καὶ τὴν τῶν κακῶν μοι συγχώρησιν, διˊ ὧν σε παρεπίκρανα, ἐξαιτεῖν τολμῶντι συμπάθησον· ἐν ἐμοὶ γὰρ δείξῃς, τὴν ἄβυσσον τῶν θείων οἰκτιρμῶν, ἐὰν ἀνάξιον ὄντα με, σώσῃς ὡς φιλάνθρωπος.

Ὁ μόνος φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς λελυπηκότας σε, πρὸς μετάνοιαν, μὴ μνησθῇς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ! τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ τῶν σῶν χειρῶν ἀναπόδραστον· ὅθεν νῦν προσπίπτω, στενάζων καὶ πενθῶν, καὶ νοητῶς, τῶν σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι, καὶ μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα, ὑπὲρ πᾶσαν φύσιν, τῶν ἀνθρώπων, ἐκ νεότητος· διὸ προσπίπτω σοι, κλίνων μου τὸ γόνυ σὺν δάκρυσι, σπλαγχνίσθητι ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου, Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν, μή με ἀπώσῃ τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.

Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ἦχον ἑορτάσιμον, Ἀγγελικαί σοι χορεῖαι, ἀσιγήτοις στόμασιν, αἰωνίως μέλπουσιν, Ὑπεράγαθε, σοῦ τρανῶς βλέπουσαι, τὸ ὡραῖον κάλλος, καὶ τῆς αἴγλης ἐμφορούμεναι, τῇ πρὸς τὰ χείρονα, νεύσει οὐδαμῶς ἐμφερόμεναι, ἀεὶ δὲ ἐν τοῖς ἔμπροσθεν, μᾶλλον ἀκλινῶς ἀνανεύουσαι, καὶ τὰς πανολβίους, δεχόμεναι προθύμως ἀστραπάς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τείχισον τὴν ποίμνην σου, Ἀγγελικαῖς προστασίαις, ὁ τὰ τούτων τάγματα, λόγῳ συστησάμενος καὶ βουλήματι, πειρασμὸν ἅπαντα, καὶ βαρβάρων θράσος, ἐκδιώκων καὶ αἱρέσεων· τῷ σῷ γὰρ αἵματι, ταύτην ἀληθῶς ἐξηγόρασας, καὶ νόμου τὸ κατάκριμα, καὶ τῆς ἁμαρτίας ἐξήλειψας, ὅπως λυτρωθεῖσα, τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἐν ὀρθοδόξῳ φρονήματι, Σῶτερ μεγαλύνῃ σε.

Ἀρχαὶ Κυριότητες, καὶ Σεραφεὶμ σὺν τοῖς θρόνοις, Χερουβεὶμ τὰ ἄχραντα, Ἄγγελοι, Ἀρχάγγελοι, τὸν σεβάσμιον, καὶ σεπτὸν θρόνον σου, καὶ τὴν θείαν δόξαν, μετὰ δέους περιέπουσι. Δυνάμεις πᾶσαι δέ, σὺν ταῖς Ἐξουσίαις γεραίρουσι, τὴν σὴν μεγαλοπρέπειαν, καὶ τῆς σῆς προνοίας τὸ ἄφραστον, καὶ τὴν ἐν τοῖς οὖσι, σοφίαν σου θαυμάζουσι Χριστέ, καὶ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Γνώμῃ ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.

Ἀπόστιχα Κατανυκτικά, Ἦχος πλ. βˊ

Μετάνοιαν οὐ κέκτημαι, ἀλλˊ οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοὶ μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν, Ἦχος πλ. βˊ

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε διˊ ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός· κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος πλ. βˊ

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ, ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἐλπὶς καὶ σκέπη καὶ λιμήν, τῶν εἰς σὲ προστρεχόντων, Θεοκυῆτορ ἀγαθή, προστασία τοῦ κόσμου, ἱκέτευε σὺν Ἀσωμάτοις ἐκτενῶς, ὃν ἔτεκες φιλανθρωπότατον Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος πλ. βˊ

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς. Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλˊ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες τὸ ὄνομά σου ἔργα χειρῶν σου, καὶ ἐπικεκλήμεθα. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἀρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλˊ οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος πλ. βˊ

Ψυχή, ῥαθύμως τὴν ζωὴν διανύουσα πᾶσαν, ἡμέραν κρίσεως φρικτήν, κατὰ νοῦν οὐ λαμβάνεις, ἀνάνηψον, καὶ τὴν μετάνοιαν ἑλοῦ, ἐπίστρεψον, καὶ βόησον Χριστῷ. Οἰκτίρμον, μὴ μνησθῇς ἡμῶν πολλῶν ἁμαρτιῶν, ἐν ὥρᾳ καταδίκης. Μαρτυρικὸν Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με. Δόξα... καὶ νῦν... Θεοτοκίον Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες, ὡς κυρίως γεννήσασαν Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς Τῶν ὀμμάτων μου, Χριστέ, τὸν κλαυθμὸν δέχου Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται. Τὸν ἐμπεσόντα Χριστέ, λῃστῶν εἰς χεῖρας πονηρῶν, καὶ πληγαῖς ψυχοφθόροις, ἡμιθανῆ γενόμενον, συμπαθείας, ἐλαίῳ θεραπεύσας οἰκτείρησον, ἵνα δοξάζω σε. Ὡς ἁμαρτήσας πολλά, σπήλαιον γέγονα λῃστῶν, ὁ τεχθεὶς ἐν σπηλαίῳ, δακρύων ὄμβρους δίδου μοι, καὶ καθάρισον, ὅπως τοῦ ἁγίου σου Πνεύματος, ναὸς γενήσωμαι. Μαρτυρικὰ Νεανικῶς τὸν ἐχθρόν, καταβαλόντες Ἀθληταί, θεοπλόκοις ἀληθῶς, στεφάνοις ἐκοσμήθητε, καὶ Θεῷ ἐν ὑψίστοις, μετˊ Ἀγγέλων παρίστασθε, δόξης πληρούμενοι. Οἱ τῶν αἱμάτων βυθῷ, τὸν Φαραὼ τὸν νοητόν, ἀποπνίξαντες ποτέ, σεπτοὶ Μεγαλομάρτυρες, πρὸς γῆν ἐπαγγελίας, οὐρανίου μετέβητε, Χριστὸν δοξάζοντες. Θεοτοκίον Μετὰ Μαρτύρων Ἁγνή, μετὰ τῶν θείων Προφητῶν, μετὰ πάντων Ἀγγέλων, τὸν κτίστην τῶν ἁπάντων, ἐκδυσώπει σωθῆναι, τοὺς σὲ δοξάζοντας, Θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων, οὐ ἡ Ἀκροστιχίς. Ἕκτη πέφυκε τῶν Νόων μελῳδία ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν. Ἐπουρανίου χορείας ἀνευφημῶν, τὴν τερπνὴν εὐπρέπειαν, ταῖς αὐτῆς φωτιστικαῖς, ἀστραπαῖς φαιδρύνεσθαι βοῶ, ἱκετεύων σε Χριστέ, τὸν μόνον εὔσπλαγχνον. Κατακοσμήσας τῷ Λόγῳ καὶ τῷ ἐκ σοῦ, παναγίῳ Πνεύματι, τῶν Ἀγγέλων τοὺς χορούς, σὲ τὸν πάντων αἴτιον ὑμνεῖν, παρεσκεύασας αὐτοὺς ὡς παντοδύναμος. Θεοτοκίον Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα. Μετανοῶν Χριστῷ συνεταξάμην, καὶ τῶν κακῶν οὐδόλως ἐπαυσάμην, τίς γένωμαι τύφλωσιν, περικείμενος πολλήν. Υἱὲ Θεοῦ σύ με, οἴκτειρον. Ἀποσκοπῶν Θεοῦ μακροθυμίαν, ἐκδαπανῶ ζωὴν τῇ ῥαθυμίᾳ, καὶ δέδοικα πάντοτε, μὴ ἐξαίφνης ἡ τομή, ἡ τοῦ θανάτου προφθάσῃ με. Μαρτυρικὰ Τοὺς διωγμούς, τοὺς πόνους, τοὺς κινδύνους, ὥσπερ τρυφὴν οἱ Μάρτυρες ποθοῦντες, ἠγάλλοντο βλέποντες, διανοίας ὀφθαλμοῖς, τὴν διˊ αἰῶνος ἀπόλαυσιν. Ὡς τῇ στερρᾷ τῆς εὐσεβείας πέτρᾳ, τὸν λογισμὸν ἑδράσαντες πανσόφως, μοχλεύσεσιν ἅγιοι, πολυτρόπων αἰκισμῶν, οὐκ ἀνετράπητε Μάρτυρες. Θεοτοκίον Νέος ἡμῖν Παράδεισος ἐδείχθης, ζωῆς ἁγνὴ τὸ ξύλον μέσον ἔχων, ἐξ οὗ φαγὼν Ἄχραντε, τῆς νεκρώσεως Ἀδάμ, τῆς πονηρᾶς ἀπολύεται.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Ὁ πᾶσαν φύσιν λογικήν, ἐκ μὴ ὄντων βουλήσει, πλαστουργήσασα Φύσις, τρισαγίαις ἐν φωναῖς, ὑμνολογεῖται τριττοῖς, ἐν προσώποις, καὶ δοξολογεῖται πιστῶς. Πηγάζων σὺ τὸ ἀγαθόν, Δέσποτα τῶν ἁπάντων, καὶ πλουσίως ἐκχέων, τῇ μεθέξει ἀγαθούς, τοὺς ἀσωμάτων χορούς, τῶν Ἀγγέλων ἔδειξας φιλάνθρωπε. Θεοτοκίον Ἐδόθη ἄφεσις ἡμῖν, διὰ σοῦ Θεοτόκε· ὁ γὰρ νόμου Δεσπότης, ὁ ἐκ σοῦ σωματωθείς, τὰ πάθη ὑπὲρ ἡμῶν, ὑπομείνας, πάντας ἐλυτρώσατο.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, καὶ τῆς σῆς αἰνέσεως Κύριε, τὰ πάντα πεπλήρωται. Μὴ κατακρίνῃς ἡμᾶς, τοὺς πταίοντάς σοι πολλά, ἀλλὰ τῷ συνήθει σου Δέσποτα, ἐλέει οἰκτείρησον. Ὁδὸς ὑπάρχων ζωῆς, θανατηφόρους ὁδούς, Σῶτερ, ἁμαρτίας ἐκκλίνειν με, ἀεὶ καταξίωσον. Μαρτυρικὰ Ὑφάπτουσαν αἰκισμῶν, καθυπελθόντες πυράν, δρόσῳ θείου Πνεύματος, Μάρτυρες ἐμείνατε ἄφλεκτοι. Χειμάρρουν θείας τρυφῆς, τρυφᾶτε περιφανῶς, Μάρτυρες αἱμάτων τοῖς ῥεύμασιν, αὐτὴν κληρωσάμενοι. Θεοτοκίον Ῥαθύμως μου τὴν ζωήν, ἐκδαπανήσας Ἁγνή, πρὸς τὴν σὴν προστρέχω ἀντίληψιν, οἰκτείρησον σῶσόν με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα. Φθορᾶς ἀπρόσδεκτον, τὴν φύσιν ἔχοντες, οἱ θειότατοι Νόες σου τὸν σεπτόν, θρόνον περιέπουσιν, ἀθανασίας σε πηγήν, κληρωσάμενοι φιλάνθρωπε. Ὑπὸ τοῦ Πνεύματος, ἁγιαζόμενοι, τῶν Ἀγγέλων οἱ δῆμοι πρὸς τὸ κακόν, μένουσιν ἀκίνητοι, ταῖς πρὸς τὸ πρῶτον Ἀγαθόν, ἀναβάσεσι θεούμενοι. Θεοτοκίον Κατάρα λέλυται, ἡ τῆς προμήτορος διὰ σοῦ Θεομῆτορ· σὺ γὰρ ἡμῖν, Ἄχραντε πανάμωμε, τῆς εὐλογίας τὴν πηγήν, τὴν ἀέναον ἐκύησας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με. Ἰεσσαὶ ἐκ τῆς ῥίζης βλαστήσας Χριστέ, ξήρανον τὰ βλαστήματα τῶν παθῶν μου, φυτεύων μοι τὸν φόβον σου. Στεναγμὸν ὡς ὁ τελώνης κτησώμεθα, καὶ κακῶν ἀποσχώμεθα, στεναγμὸν ὅπως φύγωμεν αἰώνιον. Μαρτυρικὰ Τετρωμένοι τῷ θείῳ σου ἔρωτι, τιτρωσκόμενοι ἔχαιρον, ταῖς βασάνοις οἱ Μάρτυρές σου Κύριε. Ἐκ περάτων τῷ σώματι οἱ Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε. Θεοτοκίον Τὴν οὐράνιον πύλην ὑμνήσωμεν, διˊ ἧς πάντες εἰσέρχονται, ἁμαρτωλοὶ πρὸς εἰσόδους συγχωρήσεως.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Ἐπὶ τοῦ θρόνου τῶν Χερουβείμ, βλέπων ὁ Προφήτης σε, παντεπόπτα τὸν Κτίστην καὶ Κύριον, ἐπιβεβηκότα διὰ συμβόλων τὴν σήν, μυεῖται δεσποτείαν καὶ κυριότητα. Ταῖς μυριάσιν ὁ Δανιήλ, καὶ ταῖς χιλιάσι, τῶν Ἀγγέλων κυκλουμένῳ σοι Δέσποτα, βλέπων ἡνωμένην τὴν τῶν ἀνθρώπων μορφήν, τὸ κράτος σου τῆς δόξης μεμυσταγώγηται. Θεοτοκίον Ὡραῖος κάλλει ὁ σὸς Υἱός, παρὰ τοὺς υἱοὺς τῶν γηγενῶν, ὤφθη πανύμνητε Δέσποινα. Λόγος γὰρ ὑπάρχει τοῦ ἐπὶ πάντων Θεοῦ, εἰ καὶ φύσιν ἀνθρώπου ἐκ σοῦ ἀνέλαβε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι Χριστέ· Ὡς τὸν προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον. Ὁ ὀμματώσας τυφλούς, τῆς ψυχῆς μου ἄνοιξον ὄμματα, ὅπως τὸ φῶς σου βλέψω, καὶ παθῶν σκότους ῥυσθήσωμαι. Ναμάτων ζωοποιῶν, μετανοίας ἔμπλεων ποίησον, Οἰκτίρμον τὴν ψυχήν μου, ποταμοὺς διδοὺς δακρύων μοι. Μαρτυρικὰ Κοιλάδες μαρτυρικαί, κρίνα ἰαμάτων ἐκφύουσι, καὶ πάντων τὰς καρδίας, εὐσεβῶν εὐωδιάζουσι. Λυόμενοι αἰκισμοῖς, σῶμα τὸ φθειρόμενον ἅγιοι, τῷ πόθῳ τοῦ Κυρίου, τὴν καρδίαν συνεδήσατε. Θεοτοκίον Ἁγία Μῆτερ Θεοῦ, τὴν βεβηλωθεῖσαν καρδίαν μου, πράξεσιν ἐναγέσι, συμπαθείᾳ σου ἁγίασον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Νοὸς καθαρότητι, καταβαίνοντας ὁρῶν, ὁ Ἰακὼβ ἐν κλίμακι, τοὺς Ἀγγέλους σου Δέσποτα τηλαυγῶς, τὴν σὴν ἐδιδάσκετο, ἐν σαρκὶ παρουσίαν προδηλότατα. Νοήσας τὴν ἔνθεον, τῶν Ἀγγέλων καὶ φαιδράν, παρεμβολὴν ἠγάλλετο, ὁ θεράπων σου Δέσποτα Ἰσραήλ, εὐρύθμως χορεύουσαν, καὶ τὴν ἄρρητον δόξαν περιέπουσαν. Θεοτοκίον Ὀρέων ὑπέρτερον, αἰωνίων ἀληθῶς, ἀγγελικῶν Δυνάμεων, ἀνεδείχθη τὸ ὄρος τὸ ἐμφανές, σὴ γαστὴρ χωρήσασα, τῆς Θεότητος αἴγλην, Κόρη Δέσποινα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τῶν ὁσίων σοῦ Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε. Ὑπὸ τῆς ἄγαν κακίας, τὸν νοῦν ἀπετυφλώθην, καὶ οὐκ ἔβλεψα μετανοίας τὸ φέγγος. Χριστὲ Σωτήρ μου σῶσόν με. Θαρρῶν τῇ σῇ εὐσπλαγχνίᾳ, προσπίπτω σοι Οἰκτίρμον, ἐξαιτούμενος τῶν κακῶν μοι τὴν λύσιν, μή με παρίδῃς Δέσποτα. Μόνος ἐγὼ ἐγυμνώθην, ἐξ ἔργων δικαιούντων, μόνος ἔπραξα πᾶσαν ἄτοπον πρᾶξιν, μόνος Χριστὲ σύ με οἴκτειρον. Μαρτυρικὰ Ὁ ὑπερκόσμιον δόξαν, ἐνδύσας τοὺς Ἁγίους, τοὺς ἀθλήσαντας ἐν τῷ κόσμῳ, πρεσβείαις αὐτῶν, Χριστέ μου σῶσόν με. Νομοθεσίας ἀδίκου, δικαίου νόμου ὄντες, θεῖοι φύλακες κατεπτύσατε πίστει, νομίμως ἐναθλήσαντες. Θεοτοκίον Δούλου μορφὴν ὑποδύντα, Δεσπότην Κόρη τίκτεις, ὃν ἱκέτευε τῶν παθῶν τῆς δουλείας, Ἁγνὴ ἐλευθερῶσαί με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὡραιότητι φαιδρύνεσθε πανάγιοι, Ἄγγελοι τοῦ παντοκράτορος, πλησιάζοντες, τῇ ἀφράστῳ δόξῃ τοῦ Χριστοῦ, καὶ πόθῳ κραυγάζοντες ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νοερῶς περὶ σὲ Δέσποτα στρεφόμενοι, Ἄγγελοι τὴν ἀκατάληπτον, φωτοφανείαν, ἀϊδίως δέχονται τὴν σήν, ὑμνοῦντες καὶ λέγοντες ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Μετὰ σοῦ εὐλογημένη ὁ Ἀσώματος, Κύριος ἔφη ὁ Γαβριήλ· τὴν καταφθαρεῖσαν γὰρ ἀναπλάσαι φύσιν βουληθείς, τὴν μήτραν σου ᾤκησεν Ἁγνή· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον. Ἐζήλωσα ἀσπλάγχνου πλουσίου τρόπους, καὶ παρορῶ μου πτωχεύσαντα, τὸν νοῦν πρὸ θυρῶν τῆς μετανοίας, κακίᾳ ἡλκωμένον Χριστέ· μή με εἰς πῦρ πέμψῃς ἄσβεστον. Χειμῶνι καὶ σαββάτῳ καλῶν ἀργίας, μή με τοῦ βίου ἀνέτοιμον λάβῃς, χειμῶνα τῆς ἁμαρτίας ὁ καταπαύσας Οἰκτίρμον, ἀλλˊ ἐπιστροφὴν θείαν δίδου μοι. Μαρτυρικὰ Οἱ Μάρτυρες τὴν πλάνην καταπατοῦντες, τῇ ἀπλανεῖ πίστει ἅπασαν, βασάνων, ἤνεγκαν τρικυμίαν, εὐλογοῦντες, ὑμνοῦντες, καὶ ὑπερυψοῦντες τὸν Κύριον. Ὑφάπτουσαν βασάνων ἤνεγκαν φλόγα, ὑπομονῆς δρόσῳ οἱ Ἅγιοι, ὕλην ἔφλεξάν τε ἀσεβείας, θείας ζήλῳ ἀγάπης, πυρούμενοι καλλίνικοι Μάρτυρες. Θεοτοκίον Ὑπάρχουσα Ἀγγέλων τιμιωτέρα, Θεὸν τὸν ἅγιον τέτοκας, ὑπερβαλλόντως ἁγιασθεῖσα, Θεοτόκε Παρθένε· διό μου τὴν ψυχὴν καθαγίασον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ἐλισσαῖον ὡς πάλαι σοῦ τὸν θεράποντα, στρατιαῖς ἀσωμάτοις περιετείχισας· οὕτω δὴ καὶ νῦν, Χριστὲ τὴν Ἐκκλησίαν σου, σὲ ὑπερυψοῦσαν εἰς πάντας τοὺς αἰῶνας. Λυτρωθῆναι πταισμάτων καθικετεύσατε, Ἀρχιστράτηγοι θεῖοι, ὡς παριστάμενοι, θρόνῳ τῷ φρικτῷ, τοὺς ἐν πόθῳ δοξάζοντας, καὶ ὑπερυψοῦντας Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον Ὡς Μητρὶ καὶ Παρθένῳ Χαῖρέ σοι κράζομεν· Γαβριὴλ σὺν τῷ θείῳ Θεομακάριστε. Λόγον γὰρ ἡμῖν, Θεοῦ σαρκὶ γεγέννηκας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἡ τὸ Χαῖρε διˊ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας. Ἰωσὴφ μὲν σωφρονήσας σιτοδότης, ἐγνωρίσθη, ἐγὼ ἀσωτεύων δέ, λιμῷ κρατοῦμαι ἐναρέτων πράξεων. Ὡς ὁ Πέτρος μεταγνοὺς Χριστὲ δακρύω, ὡς ὁ Τελώνης στενάζω, ὡς ὁ Ἄσωτος ἐκ βάθους κράζω· Ἥμαρτον, συγχώρησον. Μαρτυρικὰ Συμμαχίᾳ τοῦ Θεοῦ καταβαλόντες, τὴν κακίαν σοφοὶ τοῦ ἀλάστορος, στεφάνους νίκης ἐξ ὕψους ἐδέξασθε. Ἡ ἁγία τῶν σεπτῶν Μαρτύρων μνήμη, ἁγιάζει ἐν ἁγίῳ Πνεύματι, τοὺς ὀρθοδόξως αὐτὴν ἁγιάζοντας. Θεοτοκίον Φώτισόν με ἁμαρτίᾳ σκοτισθέντα, ἀπαθείας τὸ φῶς ἡ κυήσασα, ἵνα ὑμνῶ σε ἁγνὴ Ἀειπάρθενε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν. Δαυῒδ Προφήτῃ τῷ σῷ ὡς ἔπαυσας, τὸν σὸν λαὸν πατάσσοντα ῥομφαίᾳ σου Ἄγγελον, οὕτως Οἰκτίρμον βράβευσον, εἰρήνην Χριστέ, πάσαις ταῖς ἐκκλησίαις, τὸν ἐπικείμενον νῦν, ἐπικουφίζων πειρασμὸν ὡς πολυέλεος. Ἰδὼν λαοῦ σου Χριστὲ τὴν κάκωσιν, ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων θεράπευσον, ἱκεσίαις Δέσποτα, τῶν σῶν Λειτουργῶν, τῶν νῦν περικυκλούντων, σὲ τὸν Παντάνακτα, φωναῖς τε ἀπαύστοις ὡς Θεὸν δοξολογούντων σε. Θεοτοκίον Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, καὶ Σεραφείμ, Δυνάμεις, Ἐξουσίαι καὶ Ἄγγελοι, θρόνοι πολυομμάτοις σὺν τοῖς Χερουβείμ, νῦν τὸν δεδοξασμένον, Τόκον σου σέβοντες, σὲ Παρθενομῆτορ εὐλαβῶς ἀεὶ δοξάζουσι.

Ἀπόστιχα Κατανυκτικὰ

Ἦχος πλ. βˊ

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἦχος πλ. βˊ

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν

Ἦχος πλ. βˊ

Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Θεοτοκίον

Ἦχος πλ. βˊ

Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πάριδέ μου, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα Ἰησοῦ φιλάνθρωπε, καὶ σῳζομένων, μερίδι με σύνταξον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὁ λαμπρύνας, τῶν Ἀγγέλων τὰς χορείας, ταῖς ἐκείνων Χριστὲ παρακλήσεσι, τὸ ὀπτικόν μου, τῆς καρδίας φώτισον. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Πᾶσαν πεῖραν, ἀλγεινῶν ὑπενεγκόντες, Ἀθλοφόροι τὰ ἄλγη καὶ τραύματα, τὰ τῶν ἀνθρώπων, ἀεὶ θεραπεύετε. Δόξα... Τὴν Τριάδα, τὴν ἁγίαν προσκυνοῦμεν, ὑμνουμένην Ἀγγέλων στρατεύμασιν, αὐτῇ βοῶντες· Σῶσον τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Λύτρωσαί με, τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι Θεογεννῆτορ, ὅπως μακαρίζω σε.

ΤΡΙΤΗ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ὅλος ἐκ νεότητος, ταῖς ἡδοναῖς ἐδουλώθην, τῆς σαρκὸς καὶ γέγονα, παθῶν καταγώγιον τυραννούντων με, τῆς ψυχῆς ὅλως δέ, ἀλογήσας Σῶτερ, ἐντολῶν σου κατεφρόνησα, ἀλλὰ ὁ πλάσας με, καὶ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, ὁ μόνος ἀναμάρτητος, δός μοι τὴν συγχώρησιν εὔσπλαγχνε, ὧν περ ἐν ἀγνοίᾳ καὶ γνώσει, αἰσθητῶς καὶ νοητῶς, ἀπὸ νεότητος ἥμαρτον, μόνε εὐσυμπάθητε.

Τίς ἐκ τοῦ θανάτου με, τῆς ταλαιπώρου σαρκός μου, ῥύσεται, καὶ σώσει μου, τὴν ψυχὴν ἀπήμονα καὶ ἀπείραστον; τυραννεῖ βία γάρ, εὐπαθοῦσα αὕτη, καὶ ψυχῆς κατεξανίσταται, καὶ θλίβει πάλιν δέ, ἀσθενοῦσα, οἴμοι τῷ τάλανι! Ἀντέχειν οὖν οὐ δύναμαι, πρὸς τὴν ταύτης Σῶτερ ἀσθένειαν, ἀλλˊ ὦ Ποιητά μου, μὴ δώσῃς νικηθῆναι τῷ χοΐ, τὸ πνεῦμα, ὅ μοι ἐνέπνευσας, ὡς αὐτὸς εὐδόκησας.

Ὅταν τῇ προστάξει σου, ἐκ τῶν δεσμῶν τοῦ σαρκίου, βουληθῇς χωρίσαι μου, τὴν ψυχὴν Ἀθάνατε, τότε φεῖσαί μου, προσηνῆ Ἄγγελον, χαροποιῶς βλέποντα, ἀποστείλας παραλήψεσθαι, καὶ διασώσεσθαι, ἀπὸ τῶν ἀρχόντων τοῦ σκότους με, εὐκόλως δυναμοῦντά με, τοῦ εὐθυπορῆσαι τὴν ἄνοδον, τὴν ἐν τῷ ἀέρι, καὶ φθάσαι εἰς προσκύνησιν τοῦ σοῦ, θρόνου φρικτοῦ ἀκατάκριτον, Θεὲ ὑπεράγαθε.

Στιχηρὸν τοῦ Προδρόμου, Ἦχος πλ. βˊ

Ἡ ἀπεγνωσμένη

Ὁ κατεγνωσμένος ἐν ἀσωτίᾳ, σοὶ τῷ ὑπὲρ λόγον δεδοξασμένῳ, προσπίπτω, καὶ δέομαι ἐκ βάθους τῆς καρδίας, ἴδε τὴν θλίψιν τῆς ψυχῆς μου, τῆς χαρᾶς ὁ προλάμψας, ἴδε τὰ ἕλκη τῆς καρδίας, μετανοίας ὁ κήρυξ, καὶ παράσχου μοι τὴν σωτηρίαν, διὰ τῆς θείας πρεσβείας σου Πρόδρομε, καθικετεύων τὸν Κύριον.

Ὅλος ἐν κακίᾳ κατεγνωσμένος, ὅλος ἀπογνώσει βεβυθισμένος, αὐτὸς πονηρότατος, καὶ ζοφερὸς ὑπάρχω, ὅλως κατεστιγμένος ὅλος, ἐξ ἡδονῶν ἀτόπων, ὅλως δεινῶς κατεφθαρμένος, καὶ κατηχρειωμένος, σοῦ τοῖς ἴχνεσι προσπίπτω Μάκαρ, μὴ ἀπορρίψῃς, ἀλλὰ σῶσον Ἰωάννη με, φίλε Κυρίου καὶ Πρόδρομε.

Ῥῦσαι τὴν ψυχήν μου πικροῦ θανάτου, τοῦ τῆς ἁμαρτίας καὶ τῶν πταισμάτων, πανεύφημε Πρόδρομε, καὶ ζώωσον ἐν ἔργοις θείοις, Χριστοῦ τῶν προσταγμάτων, πρεσβειῶν σου δυνάμει, παῦσον πολέμους ἀοράτως, τοὺς ἐμὲ πολεμοῦντας, καὶ ὁδήγησον ὁδοῖς εὐθείαις, τῆς αἰωνίου καὶ σωτηρίου καταπαύσεως, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, διˊ ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. βˊ

Μετάνοιαν οὐ κέκτημαι, ἀλλˊ οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος πλ. βˊ

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἵέ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπˊ ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος πλ. βˊ

Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς. Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλˊ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ κόσμου

Ζωῆς ὡς ἔδειξας ὁδούς, τοῖς λαοῖς Ἰωάννη, βοῶν· Εὐθύνατε ὑμῶν τὰς καρδίας Κυρίῳ, διάσωσον πολυαμάρτητον ψυχήν, κατάνυξον πεπωρωμένον λογισμόν, καὶ ῥῦσαι κολάσεως μελλούσης σαῖς εὐχαῖς, Πρόδρομε τοῦ Σωτῆρος. Μαρτυρικὸν Ἀγγελικαὶ δυνάμεις Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι. Δόξα... καὶ νῦν... Θεοτοκίον Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων, πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ αἴτησαι τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς Λυτρωτὰ Χριστέ, Κούφισόν με πταισμάτων, Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, Πόρνην τὴν ποτέ, μεταγνοῦσαν καλῶς, κᾀμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι. Ὑποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! Πολλοῖς ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σῶσόν με. Μαρτυρικὰ Τοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας, καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς δοξάσωμεν. Ῥητορεύοντες σοφῶς, ἐν παρρησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἐνικήσατε, καὶ πᾶσαν ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε. Θεοτοκίον Ὤφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, διˊ ἧς ἀνυψώθη, ἀπὸ γῆς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα.

Κανὼν τοῦ Τιμίου Προδρόμου, οὗ ἡ Ἀκροστιχὶς κατˊ Ἀλφάβητον ἡ δὲ ηˊ καὶ θ ᾨδή. Ἔπος Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται. Ἄγγελος θεῖος τὴν σήν, γέννησιν Ἄγγελε Θεοῦ, προμηνύει τῷ Πατρί, μεθˊ οὗ ἡμῶν μνημόνευε, ἐν ἡμέρᾳ τῆς δίκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἅγιε Πρόδρομε. Βλαστὸς ὑπάρχων τερπνός, ἐρήμου Πρόδρομε Χριστοῦ, ἐν ἐμοὶ τὴν ἀπαύστως, βλαστάνουσαν ἀμέλειαν, ἐκ ῥιζῶν ἀνασπάσας, μετανοίας προσφέρειν με, καρποὺς εὐόδωσον. Γαστὴρ στειρεύουσά σε, καρπογονεῖ πανευκλεῶς, γονίμους καρδίας, τὰς πρὶν ἀκάρπους δείξαντα, ἀλλὰ πίστει βοῶ σοι· Βαπτιστὰ τοὺς ἀκάρπους μου, λογισμοὺς ἔκτιλον. Θεοτοκίον Δόλῳ ἀπαύστως ὁ ἐχθρός, θηρεύει με ὁ πονηρός, τῆς αὐτοῦ με ἐνέδρας, Πανάμωμε ἐξάρπασον, καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε εὐόδωσον, μόνον τὸ θέλημα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος. Ἱλέῳ σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστῆναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοι μόνε, εὐδιάλλακτε Κύριε. Στενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοι δώρησαι, ἁμαρτίας πάσης με, Σωτὴρ ἀπαλλάττουσαν. Μαρτυρικὰ Τοῖς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε δαίμοσι, ποτὲ ἐπιβώμιον. Ἐν Πνεύματι Ἅγιοι, ἐρριζωμένοι τῷ παναγίῳ, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας πρὸς τὴν πίστιν στηρίζοντες. Θεοτοκίον Συνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου· διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με πάσης, συνεχούσης κολάσεως.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα. Ἐπιστροφὴν ὁδοῦ πεπλανημένης, δίδου μοι νῦν, καὶ ἔκτεινόν μοι χεῖρα, μακάριε Πρόδρομε, ἐν πελάγει τῶν δεινῶν, διηνεκῶς θαλαττεύοντι. Ζῶ ἀμελῶς καὶ ἡ τομὴ ἐγγίζει, ταῖς σαῖς προσευχαῖς, ἀνάνευσίν μοι δίδου, ἀοίδιμε Πρόδρομε, μὴ ὡς ἄκαρπος εἰς πῦρ, ἀποπεμφθήσωμαι ἄσβεστον. Ἡ φοβερὰ ἡμέρα ἐπὶ θύραις, καὶ χαλεπά, περίκειμαι φορτία, ἐξ ὧν με ἐλάφρωσον, τοῦ Κυρίου Βαπτιστά, ταῖς καθαραῖς σου δεήσεσι. Θεοτοκίον Θρόνος Θεοῦ, ἐδείχθης Θεοτόκε, ἐν ᾧ σαρκὶ καθίσας, τοῦ ἀρχαίου ἐξήγειρε πτώματος, τοὺς ἀνθρώπους ἐν φωναῖς, χαριστηρίοις ὑμνοῦντάς σε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε. Κρουνούς μοι δακρύων δίδου, ξηραίνοντας τῶν παθῶν μου τὰς ἀναβλύσεις, καὶ τῆς ἁμαρτίας πάντα βόρβορον, ἀποπλύνοντας Οἰκτίρμον Κύριε, καὶ παύοντας πυρός γεέννης, αἰωνιζούσης, φλόγα μοι τὴν ἄσβεστον. Οὐ παύομαι ἐπιξέων, τὰ τραύματα τῆς ψυχῆς μου φιληδονίαις, μόνος δὲ ἀναίσθητος εἰς αἴσθησιν, ἐμαυτοῦ ἐλθεῖν μὴ προαιρούμενος, τίς γένωμαι, καὶ τί ποιήσω; Χριστέ, Οἰκτίρμον, ἴασαι καὶ σῶσόν με. Μαρτυρικὰ Ὑδάτων τῆς ἀπωλείας, καὶ κλύδωνος τῆς κακίας, τῇ κυβερνήσει, τῇ ἐνθέῳ Μάρτυρες ἀοίδιμοι, πίστει ὑποπλέοντες τὸ πέλαγος, τὸ ἄστατον, τῆς Βασιλείας τῆς οὐρανίου, ὅρμον κατελάβετε. Φωστῆρες τῆς εὐσεβείας, λαμπτῆρες τῆς ἀληθείας γεγενημένοι, φέγγει τῶν ἀγώνων ἐμειώσατε, σκότος ἀθεΐας πολυώδυνον, θαυμάτων δὲ ταῖς φρυκτωρίαις, παθῶν ὁμίχλην, Μάρτυρες σκεδάζετε. Θεοτοκίον Ἑπτάφωτόν σε λυχνίαν, τὸ πῦρ τῆς θεογνωσίας, φέρουσαν Κόρη, ὁ Προφήτης πάλαι προεώρακε, φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας· διὸ βοῶ σοι· Φώτισόν με δέομαι.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τῇ δυνάμει σου Κύριε. Ἰάτρευσον Πρόδρομε, τὴν πληγωθεῖσαν λῃστῶν ἐφόδοις, ἱκετεύω σε καρδίαν μου, δραστηρίῳ θείας σου φαρμάκῳ δεήσεως. Κατάβαλε Πρόδρομε, τὴν ἔτι ζῶσαν ἐν τῇ ψυχῇ μου, ἁμαρτίαν καὶ ἀνάνευσιν, νῦν μοι δίδου, πρὸς τὰς ἡδονὰς ὀλισθαίνοντι. Λιμὴν ἡμῖν φάνηθι, χειμαζομένοις ἐν τῷ πελάγει, τῷ τοῦ βίου τὸ κλυδώνιον, μεταβάλλων, ὅλον εἰς γαλήνην Πανόλβιε. Θεοτοκίον Μὴ κρίνῃς με Κύριε, κατὰ τὰ ἔργα μου δυσωπῶ σε, ἀλλὰ ἵλεώς μοι φάνηθι, δυσωπεῖ σε, σὺν τῷ Βαπτιστῇ ἡ Τεκοῦσά σε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου. Ἰδοὺ ὁ τὸ τάλαντόν σου κρύψας Χριστέ, ὀκνηρὸς δοῦλός σου, καὶ σχολάσας πονηραῖς, τῶν παθῶν ἐργασίαις, ἐγὼ ὑπάρχω· διό, μή με εἰς πῦρ ἐκπέμψῃς. Σὸς υἱὸς γενόμενος ἐν χάριτι, εὔσπλαγχνε Κύριε, ἐδουλώθην τῷ ἐχθρῷ, καὶ σοῦ ἀπεμακρύνθην, ζήσας ἀσώτως· διό, ἐπιστρέψας με σῶσον. Μαρτυρικὰ Οἱ Μάρτυρες ἵσταντο πρὸ βήματος, θώρακα πίστεως, περιφέροντες, διό, τοῖς βέλεσι τῆς πλάνης, τρῶσαι αὐτοὺς ὁ δεινός, οὐκ ἴσχυσε Βελίαρ. Νεκρούμενοι σώμασιν οἱ Μάρτυρες, πάσας ἐνέκρωσαν, μεθοδείας τοῦ ἐχθροῦ, καὶ πρὸς ζωὴν ἀγήρω, μετέβησαν ἐν χαρᾷ, στέφος λαβόντες δόξης. Θεοτοκίον Πύλη ἀδιόδευτε διάνοιξον, πύλας μοι δέομαι, μετανοίας ἀληθοῦς, καὶ δεῖξόν μοι τὴν τρίβον, τῆς σωτηρίας Ἁγνή, ἡ πάντων ὁδηγία.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν διˊ εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε. Ναὸς ἐγένου, μάκαρ τῆς Τριάδος, καὶ ναῷ σου ἁγίῳ, ἰδοὺ συνηθροισμένοι, ἐν πίστει θερμῇ, δυσωποῦμέν σε Πρόδρομε, ῥῦσαι ἡμᾶς, πειρασμῶν τε, καὶ θλίψεων μακάριε. Ξενώσας πάσης, ἀρετῆς τὸν νοῦν μου, σὲ τὸν ξένην τεμόντα ὁδόν, ἐν βίῳ μάκαρ, νῦν ἐκδυσωπῶ, τῷ τῶν ὅλων Θεῷ με οἰκείωσον, βελτιῶν με ἀρίσταις ἐπιδόσεσιν. Ὁ καταδύσας, ταῖς τοῦ Ἰορδάνου, προχοαῖς τοῦ ἐλέους, τὴν ἄβυσσον Προφῆτα, τὰς βρύσεις τῶν κακῶν μου, πρεσβείαις σου ξήρανον, ὀχετούς μοι δακρύων παρεχόμενος. Θεοτοκίον Πεποικιλμένη, θείαις ἀγλαΐαις, τὸν ὡραῖον ἐν κάλλει, ἐκύησας Παρθένε· αὐτόν, οὖν ἀεὶ ἐκδυσώπει, σωθῆναι ἡμᾶς ἐκ φθορᾶς, τοὺς ἐν πίστει καὶ πόθῳ σε δοξάζοντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου. Μὴ δείξῃς με δαιμόνων ἐπίχαρμα, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, μὴ ἀκούσω τότε, φωνῆς παραπεμπούσης, εἰς τὸ πῦρ Χριστέ, Ἰησοῦ τὸ τῆς γεέννης. Ἐβύθισε βυθῷ παραπτώσεων, ὁ τῶν δικαίων με ἐχθρός, καὶ τῶν οἰκτιρμῶν σου, προστρέχω τῷ πελάγει, Ἰησοῦ πρὸς ὅρμον, ζωῆς νῦν ἴθυνόν με. Μαρτυρικὰ Πόνων πολλῶν ἀρότρῳ νεώσαντες, ψυχῆς τὴν αὔλακα Σοφοί, τῷ ἐνθέῳ σπόρῳ, τῆς πίστεως πολύχουν, μαρτυρίου στάχυν, σαφῶς ἐγεωργεῖτε. Τοῖς τραύμασι κατετραυματίσατε, τὸν τραυματίσαντα ὑμᾶς, εὐσεβῶς ὁπλῖται· διὸ μετατεθέντες πρὸς ζωήν, τὰ πάθη, βροτῶν καὶ νῦν ἰᾶσθε. Θεοτοκίον Ναὸς Θεοῦ ἐδείχθης Πανάμωμε, ἐν ᾧ οἰκήσας ἱερῶς, τὴν βροτῶν οὐσίαν, ἐθέωσε ποιήσας, τοὺς πιστούς, ναοὺς ἑαυτοῦ παραδόξως.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· ἐκ φθορᾶς με ἀνάγαγε. Ῥάδαμνος Προφῆτα, ῥίζης ἀκάρπου ἐβλάστησας, καὶ καρδίας στειρευούσας πάσης, θεογνωσίας ἐγκάρπους, εἰς αἴνεσιν Κυρίου ἀπέδειξας, Σύντριψον ἐν τάχει, τὸν πονηρὸν ἐν τοῖς ποσὶν ἡμῶν, καὶ κατεύθυνον ἡμῶν τοὺς πόδας, τοὺς νοητοὺς εἰς εἰρήνης ὁδόν, ταῖς προστασίαις σου Πρόδρομε. Τείχισον Προφῆτα, δικαιοσύνης τὴν ποίμνην σου, ἐκλυτρούμενος ἡμᾶς παντοίας, ἐπιβουλῆς τῶν δαιμόνων, καὶ τῆς αἰωνιζούσης κολάσεως. Θεοτοκίον Ὕμνον σοι Παρθένε, εὐχαριστίας προσάγομεν, διὰ σοῦ Ἁγνὴ οἱ σεσωσμένοι, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ πᾶσαν εὐλογίαν καρπούμενοι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. Ἀποσκοπῶ εἰς τὸ ἔλεος, σοῦ τὸ ἄμετρον ἄμετρα πταίσας, οἶδά σου τὴν συμπάθειαν, οἶδα τὸ μακρόθυμον, καὶ τὸ ἀνεξίκακον· μετανοίας μοι δώρησαι οἰκτίρμον, καρποὺς καὶ σῶσόν με. Ἰάτρευσον τῆς καρδίας μου, τὰ ἀνίατα πάθη Οἰκτίρμον δίδου ἀποκοπὴν τῶν χρεῶν μου, τὸ βαρύτατον φορτίον ἐλάφρυνον, ἵνα ἐν κατανύξει σε δοξάζω ἀεί, τὸν τῶν Πατέρων Θεόν. Μαρτυρικὰ Στρεβλούμενοι, συγκοπτόμενοι, δαπανώμενοι πυρὶ ἐνύλῳ, λέουσιν ἐκδιδόμενοι βρῶμα, καὶ τεινόμενοι τροχοῖς, οὐκ ἠρνήσαντό σε, τὸν ζῶντα Θεὸν ἡμῶν οἱ θεῖοι, καὶ ἱεροὶ Ἀθληταί. Μερίζεσθε ἐκ τοῦ, σώματος, ἀλλˊ ἀμέριστοι Θεοῦ ὁρᾶσθε, Μάρτυρες διˊ ἑνώσεως, θείας τοῦ ἑνώσαντος, ἑαυτὸν ἀρρεύστως ἡμῖν, ὃν ἀεὶ δυσωπήσατε σωθῆναι, πάσης ἀνάγκης ἡμᾶς. Θεοτοκίον Ἐβλάστησας ἄνευ σπέρματος, ὃν ἐγέννησε Πατὴρ ἀρρεύστως, ἔμεινας μετὰ τόκον, παρθένος ὡς πρὸ τοῦ τόκου· διὸ μεμακάρισαι, καὶ δεδόξασαι Ἄχραντε ἀπαύστως, ὡς Μήτηρ οὖσα Θεοῦ.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ’ ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Φωνὴ τοῦ Λόγου ὑπάρχων, νῦν τὰς φωνὰς ἡμῶν πρόσδεξαι, Βαπτιστά, καὶ παθῶν καὶ κινδύνων, καὶ πολλῶν περιστάσεων, καὶ αἰωνίου λύτρωσαι, τὸν λαόν σου κολάσεως. Χειρὶ δεικνύεις Προφῆτα, Ἀμνὸν Θεοῦ κόσμου αἴροντα, ἁμαρτίας ἀεί, ὃν δυσώπει ἀφαιρεῖν μου, τὰ πταίσματα τὰ χαλεπὰ καὶ χρόνια, καὶ ζωῆς ἀξιῶσαί με. Ψυχή μου σπεῦσον καὶ κρᾶξον, τὸν σκοτασμὸν καταλείψασα, τῶν ἀλόγων πράξεων. Οἴκτειρόν με Ἰησοῦ, παρακλήσεσι τοῦ Βαπτιστοῦ καὶ ῥῦσαί με, τοῦ βορβόρου τῶν ἔργων μου. Θεοτοκίον ᾯ παρειστήκεισαν τρόμῳ, τὰ ἐπουράνια Τάγματα, τοῦτον τίκτεις Ἁγνὴ ἑνωθέντα, τοῖς βροτοῖς ἀγαθότητι, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τοὺς δούλους σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀποσκοπῶ εἰς τὸ μέγα ἔλεος, τῶν οἰκτιρμῶν σου, Χριστέ, ὥσπερ ὁ Δαυΐδ, πταίσας ὑπὲρ ἐκεῖνον, καὶ κράζω σὺν ἐκείνῳ. Μόνε ἐλεῆμον, ἐλέησόν με διὰ τάχους. Τέλος χρηστόν, γενέσθαι μοι εὔχομαι, καὶ θέσθαι ταῖς πονηραῖς, πράξεσί ποτε, τέλος οὐ προθυμοῦμαι, πεπωρωμένην ἔχων, τὴν ἐμὴν καρδίαν, οἰκτείρησόν με Θεοῦ Λόγε. Μαρτυρικὰ Ὡς ἐκλεκτά, καὶ ἄμωμα θύματα, τυθέντι ὑπὲρ ὑμῶν, τῷ μονογενεῖ, Λόγῳ ἐθελουσίως, προσήχθητε θυσίας, πάσας καταργοῦντες, τὰς τῶν δαιμόνων Ἀθλοφόροι. Νευρῶν τομάς, ὀδόντων ἐκρίζωσιν, ἀφαίρεσίν τε χειρῶν, ξέσεις τε μελῶν, πᾶσαν ποινήν τε ἄλλην, ἠνέγκατε γενναίως, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν τὸν μόνον ἀθλοθέτην. Θεοτοκίον Νέον ἡμῖν, βρέφος ἀπεκύησας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐπὶ γῆς, τρίβους ὑποδεικνύοντα, καὶ τὴν παλαιωθεῖσαν φύσιν καινουργοῦντα, Ἀνύμφευτε εὐλογημένη.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἐπὶ τὸν Λόγον, βαπτιζόμενον, περιστερᾶς ἐν εἴδει Πνεῦμα τὸ ἅγιον, ἐθεάσω κατερχόμενον, καὶ φωνῆς ἐπακοῦσαι, κατηξιώθης, μάκαρ τοῦ Πατρός. Οὗτός ἐστιν, ὁ Υἱός μου ὁ σύνθρονος, ᾧ μέλπει πᾶσα κτίσις. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πυρὶ Προφῆτα, σῶν δεήσεων, τὰ φρυγανώδη πάθη τῆς διανοίας μου, καταφλέξας ἐσβεσμένον μου, τὸν λύχνον τῆς καρδίας, ἄναψον πάλιν, ὅπως τηλαυγῶς κατανοῶν, ἀναμέλπω τοῦ Κτίσαντος, τὸ φῶς τῶν προσταγμάτων. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ κατακρύψας, δοῦλος τάλαντον, ὅπερ εἰς ἐργασίαν ἐκ Θεοῦ εἴληφα, ἐγὼ πέφυκα ὁ ἄθλιος, καὶ τί ποιήσω, ὅταν εἰς κρίσιν ἔλθῃς, ἑκάστου τὸ ἔργον ἐκζητῶν; Πρόφθασον τοίνυν Προφῆτα, κραυγάζοντά με πίστει. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Συντήρησόν μου, τὴν διάνοιαν, ἐν ταπεινώσει Κόρη θεοχαρίτωτε, ἡ τῷ τόκῳ σου συντρίψασα, ἐπάρσεις τῶν δαιμόνων, καὶ ὕψωσόν με, ἀπὸ τῆς κοπρίας τῶν παθῶν, καὶ πεινῶντα τὴν χάριν σου, κόρεσον μελῳδοῦντα. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. Ἰησοῦ φιλάνθρωπε, ὁ μόνος τὴν ἀσθένειαν, ἡμῶν γινώσκων· ταύτην γὰρ ἐφόρεσας, διˊ οἶκτον βουλόμενος, αὐτὴν ἀποκαθάραι· διὸ τοὺς σπίλους τοὺς πονηρούς, καὶ τὰ ἕλκη τῶν παθῶν μου, ἀποκάθαρον, καὶ σῶσόν με. Ὡς Πόρνη τὰ δάκρυα, προσφέρω σοι φιλάνθρωπε, ὡς ὁ Τελώνης, στενάζων κραυγάζω σοι· Ἱλάσθητι σῶσόν με, ὥσπερ ἡ Χαναναία. Ἐλέησόν με, ἐκβοῶ, ὡς τὸν Πέτρον μεταγνόντα, συγχωρήσεως ἀξίωσον. Μαρτυρικὰ Σαρκὶ συμπλεκόμενοι, ἀσάρκῳ κοσμοκράτορι, πυγμαῖς τῶν ἄθλων, τοῦτον κατεβάλετε, καὶ νίκης τὸν στέφανον, ἐδέξασθε ἀξίως· διὸ πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν πίστει, εὐφημούντων ὑμᾶς Ἅγιοι. Ἡγίασας Κύριε, τὴν γῆν ἁγίοις αἵμασι, τῶν σῶν Ἁγίων, καὶ τούτων Πανάγιε, τὰ πνεύματα πνεύμασι, Δυνάμεων ἁγίων, συνάπτεις πάντοτε, διˊ αὐτῶν, ἁγιάζων τούς ἐν πίστει, ἀληθεῖ σε ἁγιάζοντας. Θεοτοκίον Φωνήν σοι προσάγομεν, τὴν τοῦ Ἄγγέλου Πάναγνε, εὐλογημένη. Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον, χαῖρε κατάρας λύσις, καὶ εὐλογίας εἰσαγωγή, χαῖρε μόνη Παραδείσου, ἡ τὴν θύραν ἀνεῴξασα.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ξενίας δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν ὑπερῴῳ τόπῳ, ταῖς ὑψηλαῖς φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, ἐπαναβεβηκότα λόγον, ἐκ τοῦ Λόγου μαθόντες, ὂν μεγαλύνομεν. Ἰάτρευσόν μου τὸν νοῦν, φιληδονίαις τοῦ βίου, δεινῶς τραυματισθέντα, καὶ παῦσον τὸ σφοδρῶς, συνταράσσον με κλυδώνιον, καὶ δεῖξόν μοι τῆς μετανοίας, τάς ὁδοὺς τὰς εὐθείας, Κυρίου Πρόδρομε. Ὡράθης μέσον ἑστώς, τῆς Παλαιᾶς τε καὶ Νέας, τὴν μὲν Προφῆτα παύων, τῆς δὲ τὸ φῶς δηλῶν, ᾧ πορεύεσθαι εὐόδωσον, ἡμᾶς ἐν συνειδότι θείῳ, ὅπως σκότους ῥυσθῶμεν, διαιωνίζοντος. Συνήφθης ταῖς Στρατιαῖς, ταῖς οὐρανίαις θεόφρον, μεθˊ ὧν Χριστὸν δυσώπει, τοὺς ἐπὶ γῆς ἡμᾶς, διασῴζεσθαι τιμῶντάς σε, ἐν τῷ σεπτῷ σου τούτῳ οἴκῳ, Βαπτιστὰ Ἰωάννη, Κυρίου Πρόδρομε. Ἡμέρα πλήρης θυμοῦ, ἡμέρα σκότους ὑπάρχει, τοῖς ἔργα σχοῦσι σκότους, ἡ δίκη ἡ φρικτή, Βαπτιστὰ Χριστοῦ καὶ Πρόδρομε, ἱκεσίαις σου τότε ῥῦσαι, κατακρίσεως πάσης, τοὺς σὲ γεραίροντας. Θεοτοκίον Φανεῖσα τῶν Χερουβείμ, ἁγιωτέρα Παρθένε, ὡς τὸν Θεὸν τεκοῦσα τὸν ὑπεράγιον, πάντας ἡμᾶς καθαγίασον, τοὺς ἐν φωναῖς ἁγίαις πίστει, ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἁγιάζοντας.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. βˊ

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, καὶ παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τήν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ἐγκλημάτων Κύριε, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, Κύριε καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλˊ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ τοῦ Πέτρου, προσδεξάμενος τὸν θρῆνον, πρόσδεξαί μου Χριστὲ τὴν μετάνοιαν, καὶ σῳζομένων, τῇ τάξει με σύνταξον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὁ κηρύξας, τὴν μετάνοιαν ἀνθρώποις, τοῦ Κυρίου Βαπτιστὰ καὶ Πρόδρομε, μετανοεῖν με ἐκ ψυχῆς ἱκέτευε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τρικυμίας, ἐνεγκόντες παθημάτων, Ἀθλοφόροι βροτῶν τὰ νοσήματα, νῦν ἐξιᾶσθε· ὅθεν μακαρίζεσθε. Δόξα... Ὁ Προφήταις, δοξαζόμενος Θεός, ὁ ἐν Τριάδι ἁπλῇ ἀσυγχύτῳ τε, ταῖς τοῦ Προδρόμου, σῶσον ἱκεσίαις. Καὶ νῦν... Θεοτοκίον Προστασία, τῶν ἐν θλίψεσι βεβαίᾳ, πρόστηθί μοι τοῦ βίου τοῖς πάθεσι, προσομιλοῦντι, καὶ σῶσόν με δέομαι.

ΤΕΤΑΡΤΗ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος πλ. βˊ

Ἡ ἀπεγνωσμένη

Ὁ Θεὸς ὁ θέλων σωθῆναι πάντας, ἐπίβλεψον, ἴδε τὴν προσευχήν μου, καὶ μή μου τὰ δάκρυα, ὡς μάταια ἀπώσῃ· τίς γὰρ προσῆλθέ σοι προσπίπτων, καὶ εὐθὺς οὐκ ἐσώθη; τίς δὲ ἐβόησε θερμῶς σοι, καὶ εὐθὺς οὐκ ἠκούσθη; καὶ γὰρ Δέσποτα, ταχὺς εὑρίσκῃ, εἰς σωτηρίαν πᾶσι τοῖς αἰτοῦσί σε Κύριε, διὰ τὸ μέγα σου ἔλεος.

Τὸν ταῖς ἁμαρτίαις καταποθέντα, καὶ φιληδονίαις καταρραγέντα, ἀνάστησον εὔσπλαγχνε, τῇ σῇ φιλανθρωπίᾳ, μή με ἐπίχαρμα δαιμόνων, συγχωρήσῃς γενέσθαι, μηδὲ ἀνάξιον ἐάσῃς, τῶν φρικτῶν μυστηρίων, ἀλλὰ πρόσδεξαι ὡς ἐλεήμων, πρὸ τῆς ἐξόδου στεναγμούς μου καὶ δάκρυα, καὶ τῶν παθῶν με ἐλευθέρωσον.

Θρήνησον ψυχή μου πρὸ τῆς ἐξόδου, πρόσπεσον τῷ Κτίστῃ ἐν μετανοίᾳ, δάκρυα προσάγαγε, ἐξ ὅλης τῆς καρδίας, κρᾶξον Χριστῷ ἐν κατανύξει. Ἡμάρτηκά σοι Λόγε, δέξαι πολλὰ ἡμαρτηκότα, μή με ἀποβδελύξῃ, μὴ παρόψῃ με Δικαιοκρῖτα, μηδὲ εἰς πῦρ με ἀποπέμψῃς μακρόθυμε, διὰ τὸ μέγα σου ἔλεος.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ὁ γάμος ηὐτρέπισται, τοῦ οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι, τί βραδύνεις μέλαινα, ἑκουσίως ψυχὴ; ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε, μέλλεις εἰσελθεῖν, δεῦρο, πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τῇ Ἀειπαρθένῳ κραυγάζουσα. Ὑσσώπῳ πρεσβείας, ῥαντίσασα καθάρισον Ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον, ὅπως μεγαλύνω σε.

Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε, ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ Σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος Παναμώμητος· διό σου δέομαι τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνόν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν καθίσῃ, ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.

Ἡ πόρνη κενώσασα, μύρου ἀλάβαστρον πάλαι, τοῖς ποσί σου Δέσποτα, πάντων ἠλευθέρωται, ὧν περ ἔπραξεν, ὁ Λῃστὴς μόνον σου, μνημονεύσας ὤφθη, καὶ εὐθέως εἰς Παράδεισον, αὐτὸν εἰσήγαγες, ἐγὼ δὲ τί πράξω ὁ ἄθλιος; οὐ μύρον, οὐ κατάνυξιν, ἔχω, δωρεάν με ἐλέησον, οἴκτειρόν με Λόγε, ἡ ἄχραντός σου Μήτηρ δυσωπεῖ, ἣν ἐδωρήσω τῷ κόσμῳ σου, μέγα καταφύγιον.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. βˊ

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπˊ αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. βˊ

Μόνον ἐπάγη τὸ ξύλον, Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ· Ἐδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλˊ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἡ σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῷ σὲ διˊ ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς. Αὐτῆς ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. βˊ

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, διˊ αὐτοῦ σοι προσπίπτομεν. Ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Ἐν ξύλῳ βλέπουσα νεκρόν, κρεμάμενον ἡ Παρθένος Θεόν, ὃν ἔτεκε σαρκί, θρηνῳδοῦσα ἐβόα· Τὴν ἄφατον μακροθυμίαν σου, Υἱὲ ἐκπλήττομαι, πῶς ὡς κατάκριτον Σταυρῷ, προσήλωσαν οἱ ἄνομοι, τὸν δίκαιον Κριτήν, καὶ μόνον σε Δεσπότην.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Τὸ ξύλον ἤνεγκε φθοράν, ἐν Ἐδὲμ τῷ Γενάρχῃ. Σταυροῦ δὲ ξύλον τὴν ζωήν, ἤνθησεν ἐν Κρανίῳ· πεπάτηται καὶ γὰρ κακία τοῦ ἐχθροῦ, ἠλέηται τῇ προσηλώσει τοῦ Χριστοῦ, καὶ εὗρε τὸν Παράδεισον, κραυγάζων ὁ Ἀδάμ. Ὦ ξύλον εὐλογημένον! Μαρτυρικὸν Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο τοὺς στεφάνους τῆς ἀφθαρσίας. Διˊ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... καὶ νῦν... Σταυροθεοτοκίον Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Σῴζεις με, Σῶτερ, προσπαγεὶς ἐπὶ ξύλου, τὸν Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν. Σὺ τὰς παλάμας ἁπλώσας ἐπὶ Σταυροῦ, ἠγκαλίσω Δέσποτα, ἀπωσθέντας τοὺς βροτούς, καὶ τῷ σῷ προσήγαγες Πατρί, ὡς Υἱὸς ἀγαπητός, καὶ ὁμοούσιος. Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐπὶ Σταυροῦ, τὸ σὸν Λόγε πρόβατον, ἐκζητῶν τὸ πλανηθέν, καὶ εὑρὼν συνέταξας αὐτό, ἀπλανέσιν Ἰησοῦ, δόξα τῷ κράτει σου. ΜαρτυρικὰΖωὴν ποθοῦντες τὴν ἄνω οἱ εὐκλεεῖς, ἀθλοφόροι Μάρτυρες, ἐνεκρώθησαν ἐν γῇ, ὑποστάντες βάσανα πολλά, καὶ ποικίλους πειρασμούς, οἱ ἀξιάγαστοι. Ἐπὶ βημάτων ἀδίκων διὰ Χριστόν, τὸν ἐν πᾶσι δίκαιον, παρεστῶτες Ἀθληταί, κρίσιν πᾶσαν ἄδικον ὑμεῖς, δικαιοῦσαν ἐν Θεῷ, καθυπεμείνατε. Σταυροθεοτοκίον Ἵνα ἀπάθειαν πᾶσι τοῖς ἐξ Ἀδάμ, προξενήσῃς Δέσποτα, πάθος φέρεις ἐν Σταυρῷ, καὶ ὁρῶσα σείεται ἡ γῆ, θρηνῳδοῦσα μητρικῶς, ἐβόας Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. Ἕκτον προσάξω τῇ Θεοτόκῳ μέλος. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Ἐκ πονηρᾶς συμβουλίας τοῦ δυσμενοῦς, ἡ προμήτωρ θάνατον, ἐπεισῆξεν ἀλλˊ αὐτή, τὴν ζωὴν κυήσασα Ἁγνή, νεκρωθέντας τῇ φθορᾷ, ἡμᾶς ἐζώωσας. Καὶ λογισμοῖς ὀλισθαίνων καὶ μολυσμοῖς, σαρκικοῖς σπιλούμενος, ἐπὶ σὲ τὴν καθαράν, ἀληθῶς καὶ ἄσπιλον Ἁγνήν, καταφεύγω. Βοηθός, γενοῦ τῷ δούλῳ σου. Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε ἴασαι, τῶν ἀστάτων λογισμῶν, τὸ δεινὸν κλυδώνιον τῇ σῇ, μεσιτείᾳ πρὸς Θεόν, κόπασον Δέσποινα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Σταυρὸς ἐπήγνυτο ἐν γῇ, καὶ κατέστραπτο πλάνη, καὶ ἐσείετο κτίσις, καὶ καρδίαι τῶν βροτῶν σεσαλευμέναι ἐχθροῦ, ἐπηρείᾳ πίστιν ὑπεδέχοντο. Μανεὶς ὁ ἄδικος λαός, σὲ τὸν δίκαιον μόνον, κατακρίνει θανάτῳ, δικαιοῦντα τοὺς βροτούς, καὶ ἐξ ἀδίκου χειρός, τοῦ δολίου τούτους ἐξαιρούμενον. Μαρτυρικὰ Ἐκίνει πᾶσαν ἑαυτοῦ, τὴν κακίαν ὁ πλάνος, τοῖς Ἁγίοις παλαίων, ἀλλˊ ἡττᾶτο καθορῶν, ἀταπεινώτους αὐτούς, καὶ τῆς θείας κοινωνοὺς λαμπρότητος. Σωμάτων ὥρα ταῖς σφοδραῖς, ἠλλοιοῦτο αἰκίαις, ἀλλˊ ἐπέλαμπε μᾶλλον, ἡ φαιδρότης τῆς ψυχῆς, τῶν Ἀθλοφόρων Χριστοῦ, ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος. Σταυροθεοτοκίον Ὡραῖον κάλλει σὲ Υἱέ, ὑπὲρ πάντας ἀνθρώπους, ἐν τῷ τίκτειν ἐπέγνων, καὶ πῶς σταυρούμενος νῦν, κάλλος οὐκ ἔχεις Χριστὲ; ἡ Παρθένος ἔλεγε δακρύουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Οὐκ ἔστιν ἅγιος

Ὁ μόνος φύσει συμπαθής, ὁ τὸ αἷμά σου Λόγε, διὰ σπλάγχνα ἐλέους, διˊ ἐμὲ ἐπὶ Σταυροῦ, κενώσας διὰ τῆς σέ, κυησάσης οἴκτειρον καὶ σῶσόν με. Ναὸς γενόμενος Θεοῦ, τῇ θεογενεσίᾳ ἑκουσίως εἰς πάθη, ὠλίσθησα χαλεπά· διό σε Θεοῦ Ναέ, ἱκετεύω, Δέσποινα βοήθει μοι. Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίου παστάδος, ποίησον κληρονόμον, τὸν τῇ θείᾳ σκέπῃ σου, ὡς ἐν παστάδι σεπτῇ, καθˊ ἑκάστην, πόθῳ σε γεραίροντα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα. Ταθέντα ξύλῳ σε ὁρῶν ὁ Ἥλιος, ἐμελαίνετο φόβῳ, καὶ σκοτασμόν, πλάσμα ἀπεδύετο, καὶ ἐδεσμεῖτο ὁ ἐχθρός, καὶ ἡ πλάνη διελύετο. Ἐδέσμει χεῖράς σου, λαὸς παράνομος, καὶ δεσμῶται ἀλύτων, Σῶτερ δεσμῶν, πάντες ἀπελύοντο, Ἥλιε ἄδυτε Χριστέ, πᾶσα κτίσις δὲ ἀνύμνει σε. Μαρτυρικὰ Ῥοαῖς ἐπνίξατε, αἱμάτων Μάρτυρες, Φαραὼ τόν διώκτην, φρενοβλαβῶς, ἄμετρα καυχώμενον, καὶ πρὸς τὴν γῆν τὴν νοητήν, ἀγαλλόμενοι μετέβητε. Πτεροῖς τοῦ Πνεύματος, ὑπεριπτάμενοι, τοῦ ἐχθροῦ τῶν παγίδων οἱ Ἀθληταί, χαίροντες ἀνέδραμον, ἔνθα τὸ πρῶτον ἀγαθόν, καὶ ζωὴ καὶ φῶς ἀνέσπερον. Σταυροθεοτοκίον Ῥομφαίᾳ τέτρωσαι, τοῦ πάθους Δέσποινα, τοῦ ἐκ σοῦ σαρκωθέντος, ὅτε αὐτόν, ἔβλεψας σταυρούμενον, καὶ λόγχῃ ἄχραντον πλευράν, διˊ ἡμᾶς ἐξορυττόμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Χριστός μου δύναμις

Ῥανίσιν Ἄχραντε, πλευρᾶς τοῦ τόκου σου, τῶν παθῶν μου τὸν ῥύπον, καὶ τοὺς δεινούς, σπίλους τῆς καρδίας μου, ἐναποκάθαρον Ἁγνή, καὶ φωτί σου καταλάμπρυνον. Ὁδὸς εὐθεῖά μοι, ὁδὸς εἰσάγουσα, σωτηρίας πρὸς τρίβους, ἡ τὴν ὁδόν, τέξασα γενήθητι, ἀποπλανήσει πονηρᾷ, καθˊ ἑκάστην ὀλισθαίνοντι. Σταγόνα ὄμβρισον, ἐν τῇ καρδίᾳ μου, κατανύξεως Κόρη, ἡ τὴν πηγήν, τῆς ζωῆς κυήσασα, τὰς διεκχύσεις τῶν ἐμῶν, παθημάτων ἀναστέλλουσα. Ἁγία Δέσποινα, τὸν ὑπεράγιον, ἡ κυήσασα Λόγον, ἁγιασμόν, τῇ ψυχῇ μου δώρησαι, καὶ τρικυμίας πειρασμῶν τὴν ζωήν μου ἐλευθέρωσον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Ὁ περιβάλλων τὸν οὐρανόν, νέφεσι Χριστὲ ἐπὶ Σταυροῦ, γυμνὸς ἐπάγης θελήματι, γύμνωσιν κακίας προσαπεκδύων με, καὶ στολαῖς ἀφθαρσίας φαιδρύνων Δέσποτα. Σταυρῷ ἐτάθη ἡ ἀληθής, ἄμπελος Χριστὸς ὁ φυτουργός, καὶ γλυκασμὸς τῶν ψυχῶν ἡμῶν, γλεῦκος ἀποστάζων, τὴν μέθην ἅπασαν, τῆς πλάνης ἀναστέλλων τοῦ πολεμήτορος. Μαρτυρικὰ Πεποικιλμένοι τοῖς ἱεροῖς, στίγμασι Χριστοῦ οἱ Ἀθληταί, καὶ τοῖς στεφάνοις κοσμούμενοι, τῷ σαρκὶ παθόντι Θεῷ παρίστανται, ἡμῖν ἁμαρτημάτων λύσιν αἰτούμενοι. Ἀποσκοποῦντες πρὸς τὴν ἐκεῖ, δόξαν Ἀθλοφόροι καὶ ζωήν, καὶ ἀληθῆ ἀγαλλίασιν, πᾶσαν τρικυμίαν, παθῶν ἠνέγκατε, τῷ πάθει τοῦ Δεσπότου ἐνδυναμούμενοι. Σταυροθεοτοκίον Γαστρὶ χωρήσασα Χριστόν, μόνον τὸν ἀχώρητον παντὶ ὠδίνων ἄνευθεν τέτοκα, νῦν δὲ ὀδυνῶμαι, ἐν τῷ σταυροῦσθαί σε, Υἱέ μου, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Τῷ θείῳ φέγγει

Ξένον ὡς ἔσχηκας τοκετόν, ξένον με γενόμενον Θεοῦ, διˊ ἁμαρτίας οἰκείωσιν, ξένωσον ἐκ ταύτης, καὶ τῷ οἰκτίρμονι οἰκείωσον Παρθένε τῇ μεσιτείᾳ σου. Ὡς ὄρος πάλαι σε Δανιήλ, βλέπει τηλαυγῶς μαρμαρυγαῖς, τῆς παρθενίας ἐκλάμπουσαν, ἐξ οὗ ἐτμήθη λίθος, συντρίβων Πάναγνε, τὰ εἴδωλα τῆς πλάνης σθένει Θεότητος. Τὸν ταῖς ἐφόδοις ταῖς λῃστρικαῖς, τετραυματισμένον τὴν ψυχήν, ἡμιθανῆ τε τυγχάνοντα, ἐν ὁδῷ τοῦ βίου καὶ κινδυνεύοντα, διὰ τῆς σὲ τεκούσης Λόγε ἐπίσκεψαι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Ἐστέφθης μακρόθυμε, ταῖς ἀκάνθαις τῶν παθῶν, ἐναποτέμνων ἄκανθαν, λόγχῃ πλευρὰν ἐτρώθης, καὶ τὸν ἡμᾶς, νεκροὺς ἐργασάμενον, ἀπενέκρωσας ὄφιν πολυμήχανον. Ἰκρίῳ ἀνήρτησαι, καταρράσσων τοῦ ἐχθροῦ, τὴν δυναστείαν Δέσποτα, δουλείας δὲ πικρᾶς με ἐλευθερῶν, ἐδέξω ῥαπίσματα, ἀνυμνῶ σου οἰκτίρμον τὸ μακρόθυμον. Μαρτυρικὰ Σταυρῷ τειχιζόμενοι, πλάνης τείχη πονηρά, οἱ Ἀθληταὶ κατέστρεψαν, καὶ πρὸς τὴν ἄνω πόλιν νικητικοῖς, στεφάνοις κοσμούμενοι, μετῳκίσθησαν· ὅθεν μακαρίζονται. Εἰς ὕψος περίδοξον, μαρτυρίου ἑαυτούς, ἀναγαγόντες Ἅγιοι, τὰς πονηρὰς ὑψώσεις τοῦ δυσμενοῦς, εἰς γῆν κατεπτώσατε, καὶ στεφάνους ἐξ ὕψους ἐκομίσασθε. Σταυροθεοτοκίον Πατρὸς τὸ ἀπαύγασμα, πῶς ἐπήρθη ἐν Σταυρῷ, φωταγωγοῦν τὰ σύμπαντα, καὶ καταρράσσον σκότους τὸν ἀρχηγόν! ἡ πάναγνος Δέσποινα, μητρικῶς θρηνῳδοῦσα ἀπεφθέγγετο.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Τοῦ βίου τὴν θάλασσαν

Ἡ ῥάβδος ἡ ἔντιμος, ἡ βλαστήσασα ἡμῖν, ξύλον ζωῆς τὸν Κύριον, τὴν ταπεινὴν ψυχήν μου φθοροποιούς, ἐννοίας βλαστάνουσαν, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἀποκάθαρον. Θηρὸς ἁμαρτίας με, ὡς κητῴας ἐκ γαστρός, τὸν Ἰωνᾶν ἐξάγαγε, ταῖς ἱκεσίαις Λόγε τῆς ἐν γαστρί, ἁγνῶς χωρησάσης σε, τὸν ἀχώρητον φύσει πολυέλεε. Ἐπλήθυναν Δέσποτα, ὑπὲρ ἄμμον θαλασσῶν, τὰ πονηρά μου πταίσματα, ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν, ἐπίστρεψον σῶσόν με, παρακλήσεσι Λόγε τῆς τεκούσης σε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἰοβόλον ἀπερράπισας τοῦ δράκοντος, κακίαν ῥαπιζόμενος, καὶ κρεμάμενος ἐπὶ ξύλου, μόνε Δυνατέ, τοὺς πάντας ἐφώτισας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ξύλου εὕρατο γευσάμενος τὸν θάνατον, Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος, ὁ δὲ δεύτερος ἐν αὐτῷ, Χριστὸς θανατωθείς, ἀθάνατον δίδωσι ζωήν, ἀπονεκρώσας τὸν ἐχθρόν, τόν πολυμήχανον. Μαρτυρικὰ Ὑπομένοντες τὸν Κύριον ἀνήχθητε, ταλαιπωρίας Μάρτυρες, τῶν κολάσεων, καὶ ἐν πέτρᾳ ἔστητε στερρᾷ, τῆς πίστεως, πᾶσαν πονηράν, ὑποσκελίζοντες ἐχθροῦ, κακίαν θείᾳ ῥοπῇ. Λαμπρυνθέντες τοῖς παθήμασιν ἐλάμψατε, Ἡλίου τηλαυγέστερον, καὶ τὰς τοῦ σκότους ἐξουσίας, πάσας, Ἀθληταί, ἐλύσατε μέλποντες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σταυροθεοτοκίον Ὁ ὑπάρχων ἀναλλοίωτος Θεότητι, ἠλλοίωσας κρεμάμενος Σταυρῷ, κτίσιν ἅπασαν ἡ παρθένος, ἔλεγεν Υἱέ, καὶ βλέπουσα ταῦτα θρηνῳδῶ, ἐκπληττομένη τὴν φρικτήν, οἰκονομίαν σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Δροσοβόλον μὲν τὴν κάμινον

Ἡ τὴν φύσιν τοῦ προπάτορος θεώσασα, τῷ ὑπὲρ φύσιν τόκῳ σου, ἁμαρτῶντα με ὑπὲρ φύσιν, καὶ τὸν ἀγαθόν, τῇ φύσει πικράναντα Θεόν, καταλλαγαῖς σου μητρικαῖς, αὐτῷ οἰκείωσον. Τὴν πηγάζουσαν ἑκάστοτε καρδίαν μου, ἁμαρτημάτων ῥεύματα ἡ πηγάσασα, σωτηρίας ὕδωρ τοῖς πιστοῖς, καθάρισον μέλπειν ἐμμελῶς· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα. Οὐρανὸς ἐπὶ τῆς γῆς σὺ ἐχρημάτισας, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ποιητοῦ, ὃν ἱκέτευε τῶν γῆς με, ῥύσασθαι κακῶν, καὶ μέτοχον τῶν ἐν οὐρανοῖς, καταξιῶσαι ἀγαθῶν, Θεογεννήτρια.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὑπερήφανον ὄφιν σὺ ἐταπείνωσας, ταπεινώσει καρδίας ξύλῳ ὑψούμενος, ὕψιστε Θεέ, καὶ Ἀδὰμ τὸν τοῖς πάθεσι, τεταπεινωμένον, ἀνύψωσας Οἰκτίρμον. Τὴν τοῦ ξύλου πικρίαν μεταποιούμενος, ἐπὶ ξύλου ἐτύθης χολῆς γευόμενος, πάντων γλυκασμός, καὶ ζωὴ ἐνυπόστατος, Δέσποτα ὑπάρχων, καὶ φῶς καὶ σωτηρία. Μαρτυρικὸν Οὐκ ἐκάμψατε γόνυ γλυπτοῖς Πανεύφημοι, ἀλλˊ ἐτύθητε ἄρνες ὥσπερ ἀμώμητοι, καὶ τοῦ πονηροῦ τὴν ἰσχὺν κατεκάμψατε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ναοὶ Πνεύματος ζῶντος ὤφθητε Μάρτυρες, τοὺς ναοὺς τῶν εἰδώλων κατηδαφίσατε, καὶ πρὸς τὸν Ναόν, τὸν οὐράνιον ἤρθητε, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον Ἰακώβ σε, προεῖδε Παρθένε κλίμακα, πρὸς οὐράνιον ὕψος ἡμᾶς ἀνάγουσαν, τοὺς εἰς τὸν βυθόν, τῶν κακῶν ὀλισθήσαντας· ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Καὶ μὴ θέλων ὁ τάλας πράττω τὰ ἄτοπα, συνηθείᾳ δουλεύων καταδουλούσῃ με, δούλοις πονηροῖς, ἐκ Θεοῦ ὀλισθήσασι, Δέσποινα Παρθένε, ἐλεύθερόν με δεῖξον. Ὡς τὸν βότρυν τεκοῦσα τὸν ἀγεώργητον, τὸν πηγάζοντα οἶνον πᾶσι σωτήριον, μέθῃ με πικρᾶς, ἁμαρτίας σκοτούμενον, Δέσποινα Παρθένε, σωφρόνισον καὶ σῶσον. Μή με στήσῃς ἐν ὥρᾳ Δέσποτα κρίσεως, μετὰ τῶν κατακρίτων ὄντα κατάκριτον, ἀλλὰ τὸν πικρόν, στεναγμόν μου δεξάμενος, σῶσόν με πρεσβείαις, τῆς σῆς μητρός Οἰκτίρμον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν. Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μέσον τῆς γῆς, μεσούσης τῆς ἡμέρας μακρόθυμε, ἐπὶ ξύλου ὑψώθης σταυρούμενος, τοῦ μέσον Παραδείσου καὶ ὑπομείναντος, ὄλισθον καρπὸν φθοροποιόν, ἐπανορθούμενος. Σταυρὸς ἐπήγνυτο καὶ ὁ τύραννος, ἐν τῇ ψυχῇ καιρίαν τὴν πληγὴν ὑπεδέχετο, καὶ δεσμῶται φθορᾶς ἀπελύοντο, γνῶσις πᾶσιν ἀνθρώποις ἐνεφυτεύετο, ἐχθρὸς κατηργεῖτο, καὶ χαρᾶς πάντα πεπλήρωται. Μαρτυρικὰ Ἡ γῆ συνήφθη Κυρίου Μάρτυρες, τοῖς οὐρανοῖς ἀφˊ οὗ Χριστὸς ἐτύθη σταυρούμενος, καὶ ὑμῶν τὴν πληθὺν ἐπεσπάσατο, πλῆθος πολλῶν, βασάνων καθυπομείνασαν, καὶ πληθύϊ θείων Λειτουργῶν, συνεξαστράπτουσαν. Φωτὶ ἀΰλω ἐναπαστράπτοντες, θέσει Θεοὶ Κυρίου χρηματίζετε Μάρτυρες, πρωτοτόκων σκηναῖς αὐλιζόμενοι, καὶ τῆς αἰωνιζούσης, δόξης πληρούμενοι· ὅθεν κατὰ χρέος οἱ πιστοί, ὑμᾶς γεραίρομεν. Σταυροθεοτοκίον Φρικτὴν λοχείαν ὑπέστην Δέσποτα, ἐν τῷ φρικτῶς σε τίκτειν, ὃν ἡ κτίσις σταυρούμενον, ἐπὶ ξύλου θελήσει μακρόθυμε, ἔφριξε καθορῶσα, πάλαι ἡ ἄμεμπτος, ἔκλαιε βοῶσα μητρικῶς, ἣν μεγαλύνομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις

Ἐμὲ τὸν μόνον καταπατήσαντα, φρενοβλαβῶς τὸν νόμον σου Χριστὲ τὸν σωτήριον, καὶ δεινῇ παραβάσει δουλεύοντα, καὶ κατακεκριμένον σῶσον οἰκτείρησον, διὰ τῆς τεκούσης σε Ἁγνῆς, ὡς ὑπεράγαθος. Λιμὴν ἐν ζάλῃ μοι κινδυνεύοντι, τῶν πειρασμῶν γενοῦ θεοχαρίτωτε Δέσποινα, καὶ παθῶν μου τὸν σάλον πραΰνουσα, τὸ τῶν ἁμαρτιῶν μου ξήρανον πέλαγος, ὅπως κατὰ χρέος σὲ ὑμνῶ, τὴν πολυΰμνητον. Ὁδὸν εὐθεῖάν μοι καθυπόδειξον, διˊ ἧς εὑρεῖν δυνήσομαι τὴν πύλην τὴν φέρουσαν, πρὸς τὰ ἄνω Παρθένε Βασίλεια, πρὸς τὰ τοῦ Παραδείσου, θεῖα σκηνώματα, πρός τὴν διˊ αἰῶνος ἀληθῆ, μακαριότητα. Στρατὸς Μαρτύρων, Ὁσίων σύλλογος, Ἱεραρχῶν Δικαίων, Προφητῶν, Ἀποστόλων τε, τῶν ἁγίων Ἀγγέλων τὰ τάγματα, μετὰ τῆς σὲ Τεκούσης, ἐκδυσωποῦσί σε. Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. βˊ

Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρˊ αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπερ τῶν ψυχῶν ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα, θρηνῳδοῦσα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἑκουσίως, ὑψωθεὶς ἐπὶ τοῦ ξύλου, τοὺς εἰς βάθη κακῶν ὀλισθήσαντας, ἀνεκαλέσω, μόνε πολυέλεε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Γῆ ἐσείσθη, καὶ ὁ ἥλιος ἐσβέσθη, καθορῶν σε ἐπὶ ξύλου Ἥλιε, δικαιοσύνης, θελήματι πάσχοντα. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Παθημάτων, Ἀθλοφόροι κοινωνοῦντες, τοῦ Δεσπότου καὶ θείας λαμπρότητος, συγκοινωνεῖτε, μεθέξει θεούμενοι. Δόξα... Ὕψωσόν με, ἐκ βυθοῦ τῆς ἁμαρτίας, τῆς Τριάδος ὁ εἰς ἐθελούσιον, καθυπομείνας, Χριστέ μου καθήλωσιν. Καὶ νῦν... Σταυροθεοτοκίον Παρεστῶσα, τῷ Σταυρῷ καὶ καθορῶσα, ἑκουσίως τὸν σὸν Υἱόν πάσχοντα, Παρθενομῆτορ, τοῦτον ἐμεγάλυνας.

ΠΕΜΠΤΗ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὸν τῶν Ἅγ. Ἀποστόλων, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Δύναμιν οὐράνιον, τοῦ Παρακλήτου λαβόντες, τῶν ἐχθρῶν τὰς φάλαγγας, οἱ Χριστοῦ Ἀπόστολοι, ἐτροπώσαντο. Βασιλεῖς ἤλεγξαν, καὶ σοφοὺς ᾔσχυναν, ἰδιῶται καὶ ἀγράμματοι, γυμνοὶ καὶ ἄοπλοι, εὐαγγελικῶς παρετάξαντο, τῷ λόγῳ δὲ τῆς χάριτος, τὰς τερατουργίας εἰργάσαντο, καὶ οὕτω τὰ ἔθνη, ὑπήκοα ποιούμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σὲ ἐπιποθήσαντες, οἱ εὐκλεεῖς Μαθηταί σου, καὶ ἀπαρνησάμενοι, ἑαυτοὺς προθύμως σοι, ἠκολούθησαν, καὶ Σταυρὸν ἄραντες, σοῦ αὐτοῦ ὀπίσω, πειθαρχοῦντες τῇ προστάξει σου, τὴν γῆν κατέλιπον, καὶ τοὺς οὐρανοὺς ἐκληρώσαντο, τὰ ἔθνη ἐπιστρέφοντες, εἰς τὴν ἀληθῆ σου ἐπίγνωσιν, καὶ νῦν διὰ πάντων, ὑπήκοοι γενόμενοι ἀεί, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἅπαντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, πρὸς τὸ τέλος ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα, ἅπερ φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου, καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, θείαις Ἀποστόλων, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, οὓς εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα.

Ἐχθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, λύτρωσαί με, παρρησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, καὶ σῶσόν με ἐκ βλάβης, καὶ ἐξ ἀνδρῶν αἱμάτων ῥῦσαί με.

Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, νῦν κεκτήμεθα πιστῶς, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν πιστόν, καὶ πρόμαχον.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος πλ. βˊ

Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νῦν ἡμεῖς κραυγάζομεν, Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ δογμάτων, καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τῇ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν σου, ὧν ταῖς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου, παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν καὶ σῶσον ἡμᾶς. Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Ὡς φῶς σταλέντες ἐπὶ γῆς, ἐφωτίσατε πάντας, σοφοῖς διδάγμασιν ὑμῶν, καὶ ἐν δόγμασι θείοις διώξαντες, πολυθεΐας σκοτασμόν, καὶ λάμψαντες τὸν τῆς Τριάδος φωτισμόν, καὶ σώσαντες λαοὺς πολλούς, ἐκ πλάνης ἀφεγγοῦς, Ἀπόστολοι τοῦ Σωτῆρος. Δόξα... καὶ νῦν ... Θεοτοκίον Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. βˊ

Τῶν Ἀποστόλων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται ἡ Οἰκουμένη· διὸ δίδου ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, εἰρήνην καὶ τὸ μέγα ἔλεος. Ἡ δωδεκὰς τῶν Ἀποστόλων Κύριε, δωδεκάπυρσος ὡς ἥλιος, ὤφθη τῇ γῇ· διˊ αὐτῶν γὰρ ἐμάρανας, πλάνης τὴν βλάβην, διˊ αὐτῶν καταυγάζεις ψυχάς, τῶν σῶν δούλων, διˊ ὧν καὶ ἡμᾶς, σῶσον εὔσπλαγχνε. Δόξα... καὶ νῦν ... Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Ἁγία Δέσποινα Ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος πλ. βˊ

Τῇ σαγήνῃ τῆς ἐνθέου πίστεως, τὰς διπλόας ἀνατρέψαντες οἱ ἁλιεῖς, ἐκ βυθοῦ ματαιότητος εἵλκυσαν πάντας, καὶ παρέσχον αὐτοὺς τῷ Θεῷ εὐσεβοῦντας, καὶ τοῦτον ἀεὶ μεγαλύνοντας. Μαρτυρικὸν Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. Δόξα... καὶ νῦν ... Θεοτοκίον Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν. Φῶς πεφυκότες τοῦ κόσμου φωτιστικαῖς, θεηγόροι λάμψεσι, καταυγάσατε ἡμᾶς, καὶ παθῶν λυτρώσατε νυκτός, καὶ ὁμίχλης πειρασμῶν, θεομακάριστοι. Ἄρχοντας γῆν ἐπὶ πᾶσαν Πνεῦμα ὑμᾶς, τὸ σεπτὸν κατέστησε, τοῦ Κυρίου Μαθηταί, τοῦ ἀέρος ἄρχοντας· διό, ἐτροπώσασθε πιστούς, ἐκλυτρωσάμενοι. Ἐκ τοῦ πυρὸς τοῦ ἀΰλου ὡς φωταυγεῖς, ἀναφθέντες ἄνθρακες, τὰ ὑλώδη μου σοφοί, πάθη καταφλέξατε πρὸς φῶς, ἀπαθείας καὶ ζωῆς, καθοδηγοῦντές με. Θεοτοκίον Τῶν Ἀποστόλων πρεσβείαις καὶ Προφητῶν, καὶ Μαρτύρων Κύριε, Ἰησοῦ παμβασιλεῦ, καὶ τῆς κυησάσης σε Ἁγνῆς, κατοικτείρησον λαόν, ἡμαρτηκότα σοι.

Κανὼν τοῦ Ἁγίου Νικολάου. οὗ ἡ Ἀκροστιχίς. Ἕκτον μέλισμα, Νικόλαε, προσδέχου. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται. Ἐν οὐρανοῖς κατοικῶν, χαρμονικῶς Πάτερ σοφέ, ἐπὶ γῆς τῶν ἐν πίστει, συμφώνως ἀνυμνούντων σε, πᾶσαν λύπην καρδίας, πονηρὰν διασκέδασον, τῇ μεσιτείᾳ σου. Κατὰ παθῶν βλαβερῶν, κατὰ ἐχθρῶν φθοροποιῶν, κατὰ πάσης τοῦ πλάνου, κακίας νῦν ἐνίσχυσον, τοὺς τῇ σκέπῃ σου Πάτερ τῇ ἁγίᾳ Νικόλαε, πίστει προστρέχοντας. Τραυματισθέντας ἡμᾶς, ὑπˊ ἀοράτων τοξευτῶν, τῇ μοτώσει τῆς σῆς Νικόλαε πρεσβείας, περιποίησαι, ὅπως ὑγιῶς βηματίζωμεν, τὰς τοῦ Κυρίου ὁδούς. Θεοτοκίον Ὁ συνυπάρχων Πατρί, ὁ συναΐδιος Υἱός, ἐπˊ ἐσχάτων βουληθείς, κατῴκησε τὴν μήτραν σου, εἰς ἡμῶν Θεοτόκε, τῶν πιστῶν ἀναγέννησιν· ὅθεν ὑμνοῦμέν σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Τὸ θεῖον Πνεῦμα ταῖς ὑμῶν, γλώσσαις ἀναχωνεῦσαν, ἐπελεύσει φρικώδει, συντριβέντας πρὸς ζωήν, καινοποιεῖ διˊ ὑμῶν, τοὺς ἀνθρώπους ἔνδοξοι Ἀπόστολοι. Ἐν γνώσει Λόγε πλημμελῶν, ποίαν ἔξω συγγνώμην, ἐν ἡμέρᾳ τῆς δίκης; διὰ τοῦτό σοι βοῶ· Διὰ τῶν σῶν Μαθητῶν, οἴκτειρόν με τὸν αὐτοκατάκριτον. Οἱ μιμησάμενοι Χριστοῦ, τὰ σωτήρια πάθη, τῆς ψυχῆς μου τὰ πάθη, τὰ χρόνια καὶ δεινά, ἰάσασθε ἰατροί, πεφυκότες ἔνδοξοι Ἀπόστολοι. Θεοτοκίον Ἡμαρτηκότα με Χριστέ, διὰ τῶν Ἀποστόλων, καὶ τῆς σὲ κυησάσης, ἐπιστρέψας ὡς Θεός, ἐλέησον καὶ πυρός, αἰωνίου Σῶτερ ἐλευθέρωσον.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα. Νίκην σαφῶς, κατὰ τῶν ψυχοφθόρων ᾖρας παθῶν ἡμῶν Νικόλαε παμμάκαρ· ὑφˊ ὧν ἡμᾶς πάντοτε, πορθουμένους χαλεπῶς, σαῖς προσευχαῖς ἀπολύτρωσαι. Μέλη σαρκός, νεκρώσας ἐγκρατείᾳ, πρὸς τὴν ζωήν, μετέβης τὴν ἀγήρω, ἣν καὶ ἡμᾶς πρέσβευε, ἀπολήψεσθαι σοφέ, χαρμονικῶς εὐφημοῦντάς σε. Ἐπισκοπῶν, ἡμᾶς ἐξ οὐρανίου περιωπῆς, μὴ παύσῃ Ἱεράρχα, ἀποσοβῶν ἅπαντα, τὰ τοῦ βίου δυσχερῆ, σαῖς πρὸς Θεὸν παρακλήσεσι. Θεοτοκίον Λύσιν ἡμῖν, Ἁγνὴ ἁμαρτημάτων, τὸν Λυτρωτήν, δοθῆναι ἐκδυσώπει, τὸν σκοτασμὸν Ἄχραντε, τῶν ψυχῶν ἡμῶν ἀεί, ταὶς σαῖς πρεσβείαις σκεδάζουσα.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα. Λιμένες εὔδιοι, λιμένες ἄκλυστοι, γαληνόν με, πρὸς ὅρμον ἀληθινῆς, μετανοίας σώσατε, ἁμαρτημάτων χαλεπῶν, τρικυμίᾳ χειμαζόμενον. Ψυχή μου στέναξον, ψυχή μου δάκρυσον, ταπεινή μου καρδία, τῷ Ἀγαθῷ, ὁλικῶς κολλήθητι, ὅπως μελλούσης σε φλογός, καὶ κολάσεως λυτρώσηται. Σωτῆρα Κύριον, σωτῆρες πέλοντες, τῶν βροτῶν, δυσωπεῖτε, ὅπως ἡμᾶς, σώσῃ ὡς φιλάνθρωπος, πειρατηρίων χαλεπῶν, παμμακάριστοι Ἀπόστολοι. Θεοτοκίον Παρθένε ἄχραντε, Παρθένε ἄμωμε, μετὰ τῶν Ἀποστόλων ὑπὲρ ἡμῶν, ἱκεσίαν ποίησον, ὅπως ῥυσθείη μὲν δεινῶν, πειρασμῶν καὶ περιστάσεων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τῇ δυνάμει σου Κύριε. Ἰάτρευσον Ἅγιε, τὴν πληγωθεῖσαν ὑπὸ τοῦ πλάνου, ἀδιόρθωτον καρδίαν μου, ἱκετεύων, τὸν ἀγαθοδότην Θεὸν ἡμῶν. Συνέτριψας ξόανα, τῆς ἀπωλείας, Χριστοῦ θεράπον· ὅθεν πίστει ἱκετεύω σε, τοῦ νοός μου κάκιστα, ἰνδάλματα μείωσον. Μυρίπνοος γέγονας, δικαιοσύνης ἔργοις θεόφρον, καὶ τῶν Μύρων κατεκόσμησας, τὴν καθέδραν, Πάτερ Ἱεράρχα Νικόλαε. Θεοτοκίον Ἀνύμφευτε Δέσποινα, εὐλογημένη Θεοκυῆτορ, τοὺς ὑμνοῦντάς σε περίσῳζε, πάσης βλάβης, μόνη τῶν ἀνθρώπων βοήθεια.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Ὁδὸν τὴν φέρουσαν εἰς ζωήν, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασμῶν τε καὶ θλίψεων, Μαθηταὶ τοῦ Λόγου, σαφῶς ὁδεύσαντες, τὰς τρίβους τῆς ψυχῆς μου ἐξομαλίσατε. Λύχνοι τῆς θείας ἀνατολῆς, ῥύσασθε ἐκ σκότους με παθῶν, καὶ ἡδονῶν ἀμαυρότητος, καὶ πειρατηρίων καὶ περιστάσεων, καὶ ζάλης καὶ κινδύνων, Χριστοῦ Ἀπόστολοι. Τόμοι τοῦ Λόγου θεοειδεῖς, βίβλῳ με γραφῆναι τῆς ζωῆς, ἐκδυσωπεῖτε Ἀπόστολοι, τῶν ἁμαρτιῶν μου τὸ χαλεπώτατον, ῥηγνύντες γραμματεῖον, ταῖς προσευχαῖς ὑμῶν. Θεοτοκίον Ἡ σωτηρία μου καὶ ἐλπίς, σῶσόν με ἐλπίζοντα εἰς σέ, πάντων ἐλπὶς ἀκαταίσχυντε, ταῖς πρὸς τὸν Δεσπότην σου παρακλήσεσι, τῶν θείων Μαθητῶν τε, μόνη Πανύμνητε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με. Νυσταγμῷ ἀμελείας κρατούμενον, πρόθυμόν με ἀπέργασαι, ἱεραῖς μεσιτείαις σου Νικόλαε. Ἰησοῦν τὸν Σωτῆρα ἱκέτευε, Ἱεράρχα Νικόλαε, αἰωνίου κολάσεώς με ῥύσασθαι. Κοσμικῶν με σκανδάλων διάσωσον, καὶ δαιμόνων κακώσεως, Ἱεράρχα Νικόλαε πρεσβείαις σου. Θεοτοκίον Ὁ τὸ εἶναι ἡμῖν παρεχόμενος, σοῦ τὴν μήτραν κατῴκησε Θεοτόκε, ὃν αἴτησαι σωθῆναι ἡμᾶς.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Ὡς πλάκες θεόγραφοι, τὰς τοῦ Πνεύματος σαφῶς, νομοθεσίας ἔνδοξοι, ἐν ταῖς ψυχαῖς ἐσχήκατε ἀψευδῶς, διˊ ὧν τὸν ἐν γράμματι, κατηργήσατε νόμον, κόσμον σώσαντες. Ψυχὴ ἁμαρτάνουσα, συνηθείᾳ τε κακῇ, φρενοβλαβῶς δουλεύουσα, ἐπιστροφῇ ἐπίστρεψον καὶ Θεῷ, οἰκτίρμονι βόησον· Διὰ τῶν Ἀποστόλων, Λόγε σῶσόν με. Προβάτοις με σύνταξον, δεξιοῖς ἐν τῇ φρικτῇ, καὶ φοβερᾷ ἐλεύσει σου, τῶν ἐκλεκτῶν προβάτων σου προσευχαῖς, τῶν θείων Κηρύκων σου, ὁ τυθείς, ὑπὲρ πάντων Ἀμνὸς ἄκακος. Θεοτοκίον Χορὸς ἱκετεύει σε, Ἀσωμάτων λειτουργῶν, Υἱὲ Θεοῦ προάναρχε, ἐκδυσωπεῖ σε δῆμος τῶν Μαθητῶν, διὰ τῆς Τεκούσης σε, τῷ λαῷ σου παράσχου, τὰ ἐλέη σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι Χριστέ· Ὡς τὸν προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον. Λαμπτῆρά σε νοητόν, ἔχουσα ἡ κτίσις Νικόλαε, φωτίζεται ἀκτῖσι, τῶν ἀπείρων θαυμασίων σου. Ἀνύστακτε πρεσβευτά, τῶν σοὶ προστρεχόντων Νικόλαε, ὕπνου χαλεπωτάτου, ῥαθυμίας με ἀπάλλαξον. Ἐρρύσω πάλαι σοφέ, μέλλοντας ἀδίκως τεθνήξεσθαι· ὡσαύτως οὖν με ῥῦσαι, συμβαινουσῶν παραπτώσεων. Θεοτοκίον Παρθένε μόνη ἁγνή, κεχαριτωμένη βοήθει μοι, ἀεὶ χειμαζομένῳ, ταῖς τοῦ βίου περιστάσεσι.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τῷ ἀγκίστρῳ τῷ τοῦ λόγου ἀνελκύσαντες, βυθοῦ τῆς πλάνης ἅπαντας, προσηγάγετε τῷ τυθέντι, Λόγῳ διˊ ἡμᾶς, Ἀπόστολοι μέλποντες αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Τῷ φανέντι ὕλῃ σώματος Ἀπόστολοι, ἀμέσως ὁμιλήσαντες, ἐφωτίσθητε φωτοδότοις, λάμψεσιν αὐτοῦ· διό με φωτίσατε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Τὸν ποιμένα τὸν καλὸν ἐκδυσωπήσατε, εἰς ὄρη με πλανώμενον, παραβάσεως ἐκζητῆσαι, θεῖοι Μαθηταί, καὶ σῶσαι βοῶντα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Θεοτοκίον Σὺν Προφήταις Ἀποστόλοις τε καὶ Μάρτυσι, Παρθένε, ὃν ἐκύησας, καθικέτευε λυτρωθῆναι, πάντας τῶν δεινῶν, τοὺς φόβῳ κραυγάζοντας αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεος, ὁ τῶν πατέρων ἡμῶν.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τῶν ὁσίων σοῦ Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε. Ῥώμῃ τοῦ Θεοῦ παμμάκαρ, αἱρετιζόντων στῖφος, κατεπάτησας, καὶ τῆς τούτων ἀπάτης, τὸ ποίμνιον διέσωσας. Ὁ ἐποφθεὶς τοῖς πλωτῆρσι, καὶ τὴν πόλιν σου θρέψας, κινδυνεύουσαν, ψυχοφθόρου λιμοῦ με, εὐχαῖς σου Πάτερ λύτρωσαι. Στήριξον Πάτερ εὐχαῖς σου, τοὺς σὲ προσκαλουμένους εἰς βοήθειαν, κατευνάζων δαιμόνων, τὸ πονηρὸν κλυδώνιον. Θεοτοκίον Δέσποινα πάντων ἀνθρώπων, ἁγία Θεοτόκε, τῆς δουλείας με τῶν παθῶν, σαῖς πρεσβείαις, τελείως ἐλευθέρωσον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Χερσωθείσας καρδίας κατενεώσατε, τῷ ἀρότρῳ τοῦ λόγου, ἐγκατασπείραντες, δόγμα τὸ σεπτόν, στάχυν ἑκατοστεύοντα, τοὺς διασωθέντας, ἐδρέψασθε θεόπται. Πρεσβειῶν τῇ δρεπάνῃ ἐπικαθάρατε, τὰ ζιζάνια πάντα τῆς διανοίας μου, θεῖοι γεωργοί, τοῦ Σωτῆρος Ἀπόστολοι, ὅπως σωτηρίας, καρποφορήσω στάχυν. Τοῦ ἐχθροῦ τὴν κακίαν κατακοιμίσαντες, ἐκοιμήθητε ὕπνον δικαίοις πρέποντα, ἄγρυπνοι ἡμῶν, πρεσβευταὶ χρηματίσαντες, Μαθηταὶ τοῦ Λόγου, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Τοῦ πυρὸς τοῦ ἀσβέστου ῥῦσαί με Κύριε, Προφητῶν καὶ Μαρτύρων καὶ Ἀποστόλων σου, καὶ τῆς ἐν γαστρί, χωρησάσης ἀρρήτως σε, Κόρης ἀπειράνδρου, πρεσβείαις εὐπροσδέκτοις.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον. Ἐν ὕψει πολιτείας φαεινοτάτης, ἀναδραμὼν ὥσπερ γνώριμος, πάσῃ τῇ οἰκουμένῃ θαυματουργίαις, θεοφόρε ποικίλαις, φωτίζεις τοὺς ἐν σκότει Νικόλαε. Χαρίτωσον ἐνθέως ἐπαγρυπνοῦντας, τοὺς σὲ τιμῶντας Νικόλαε, κατακοίμισον τὴν κακίαν, ἐχθραινόντων ἀνθρώπων, ἡμῖν ἐπεμβαινόντων Νικόλαε. Ὁ πάσας τὰς παγίδας τοῦ διαβόλου, σθένει συντρίψας τοῦ Πνεύματος, ἐκ τούτων ῥῦσαί με σαῖς πρεσβείαις, κυβερνῶν τὴν ζωήν μου, θεόφρον Ἱεράρχα Νικόλαε. Θεοτοκίον Ὑμνοῦμέν σε Παρθένε Θεοκυῆτορ, διˊ ἧς ἀρὰ ἀπεστείρωται, καὶ εὐλογία πᾶσιν ἐπῆλθε, τοῖς εἰδόσι σε μόνην, Μητέρα τοῦ Θεοῦ ἡμῶν ἄνανδρον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν. Θεὸν ἀνθρώποις προσομιλήσαντα, καὶ τὸ θνητὸν ἑνώσει ἀσυγκρίτῳ θεώσαντα, εἰς τὸν σύμπαντα κόσμον κηρύξαντες, πάντας ἀθέου πλάνης, ἠλευθερώσατε· ὅθεν μακαρίζεσθε ἀεί, θεῖοι Ἀπόστολοι. Χριστοῦ τὸ πάθος ἐξεικονίζοντες, διὰ παθῶν τοῦ σώματος ποικίλων Ἀπόστολοι, τῆς σαρκός μου τὰ πάθη νεκρώσατε, καὶ τὴν ἐξασθενοῦσαν, καὶ κινδυνεύουσαν, καὶ νενεκρωμένην μου ψυχὴν ζωοποιήσατε. Ὁδὸς γενοῦ μοι καθοδηγοῦσά με, πρὸς ἀπλανῆ ὁδὸν τῶν ἐντολῶν σου Φιλάνθρωπε, ἁμαρτίας πεσόντι εἰς βάραθρα, καὶ περιπλανωμένῳ, καὶ ἀποκλίναντι, ἐπὶ τὰς ὁδούς τὰς πονηράς, καὶ κινδυνεύοντι. Θεοτοκίον Χοροὶ Ἀγγέλων καὶ Ἀρχαγγέλων τε, Ἐξουσιών, Δυνάμεις, καὶ Ἀρχαί, Κυριότητες, Χερουβεὶμ καὶ Σεραφείμ, καὶ θρόνοι Χριστέ, δῆμος τῶν Ἀποστόλων, σὺν τῇ Τεκούσῃ σε, μόνε δυσωποῦσι Βασιλεῦ. Σῶσον τοὺς δούλους σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἡ τὸ Χαῖρε διˊ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας. Ἱερέων, καλλονὴ θαυμάτων βρύσις, ἐκδυσώπει, Θεὸν τὸν φιλάνθρωπον, ἁμαρτημάτων, εὑρεῖν ἡμᾶς ἄφεσιν. Ὥσπερ πάλαι, τοὺς δεσμώτας ἐλυτρώσω, τοῦ θανάτου, ἡμᾶς οὕτω λύτρωσαι, πειρατηρίων, τοῦ βίου Νικόλαε. Σὺ ἐν Μύροις, τῆς Λυκίας τεθαμμένος, μύρα βρύεις, πάντοτε Νικόλαε, τὴν δυσωδίαν, τῶν παθῶν διώκοντα. Ἡ τοῦ Κτίστου, παρουσία ἐπὶ θύραις, μὴ ἀμέλει, ψυχὴ ἀλλὰ βόησον· Ταῖς Νικολάου, Χριστὲ εὐχαῖς σῶσόν με. Θεοτοκίον Φῶς τεκοῦσα, τῆς καρδίας μου τὰς κόρας, ἀβλεπτούσας, Πανύμνητε φώτισον, ἵνα ὑμνῶ σε, διὰ σοῦ σῳζόμενος.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος πλ. βˊ

Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων· Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νῦν ἡμεῖς κραυγάζομεν· Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ Δογμάτων, καὶ τῇ μὲν τέχνῃ, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τῇ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῷ κόσμῳ ἐκήρυξαν τὸν ἄχρονον Υἱόν σου, ὧν ταὶς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Τοὺς Ἁγίους ἐθαυμάστωσε, καὶ Ἁγίας ὁ Θεὸς ἡμῶν· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλˊ αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὡς νεφέλαι, ἐπωμβρίσατε τὸ ὕδωρ, ἐν τῷ κόσμῳ, τῆς ἐνθέου γνώσεως, πεφωτισμένοι, Κυρίου Ἀπόστολοι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὡς ἀκτῖνες, μυστικαὶ διαδραμόντες, εἰς τὸν κόσμον Ἀπόστολοι ἔνδοξοι, ἀνθρώπων γένος, πίστει ἐφωτίσατε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῶν βασάνων, τῷ πυρὶ προσομιλοῦντες, θείαν δρόσον ὑμᾶς ἀναψύχουσαν, παρὰ Κυρίου, ἐδέξασθε Μάρτυρες. Δόξα... Τὴν ἁγίαν, καὶ σεπτὴν πιστοὶ Τριάδα, προσκυνοῦντες συμφώνως βοήσωμεν· Τῶν Ἀποστόλων, λιταῖς σῶσον πάντας ἡμᾶς. Καὶ νῦν ... Θεοτοκίον Ἡ τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, Θεοτόκε Πατρὶ τὸν συνάναρχον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

ΠΑΡΑΣΚΕΥΗ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Μακρόθυμε φιλάνθρωπε, Θεέ μου πολυέλεε, καὶ οἰκτίρμον, πῶς ὑπήνεγκας σφαγήν, καὶ νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; Δοξολογοῦμέν σου τὸ εὔσπλαγχνον.

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις Ὑπεράγαθε.

Ἀνῆλθες ὁ ποιμὴν ἐν Σταυρῷ, καὶ ἔτεινας τὰς χεῖρας βοῶν· Δεῦτε πρός με, καὶ φωτίσθητε βροτοί, οἱ πλάνῃ σκοτισθέντες· ἐγὼ γὰρ φῶς ὑπάρχω. Δόξα σοι μόνε φωτοπάροχε.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος πλ. βˊ

Ἡ ἀπεγνωσμένη

Κατακαμπτομένην δυσφορωτάτῳ, βάρει τὴν ψυχήν μου, τῷ τῶν πταισμάτων, καὶ κατασυγκύπτουσαν, ἀνόρθωσον Παρθένε· σὺ γὰρ τὸν τοὺς κατερραγμένους, ἀνορθοῦντα Σωτῆρα, ἔχεις πειθόμενον εὐκόλως, μητρικῇ παρρησίᾳ, καὶ διάρρηξον σῇ μεσιτείᾳ, τῆς ἁμαρτίας τὸ χειρόγραφον δέομαι, διὰ τὸ μέγα σου ἔλεος.

Τὸν κατεγνωσμένον ταῖς ἁμαρτίαις, καὶ ἐσπιλωμένον ταῖς ἀνομίαις, τὸν καταφρονήσαντα, Θεοῦ τῶν προσταγμάτων, ἴδε καὶ μή με ἀπορρίψῃς, ἀπὸ τοῦ σοῦ προσώπου· σὺ γὰρ ὑπάρχεις Θεοτόκε, ἐλπίς μου καὶ προστάτις· διὸ πρόσχες μου ταῖς ἱκεσίαις, ἀπὸ πάσης με κηλῖδος καθάρισον, διὰ τὸ μέγα σου ἔλεος.

Ἄνοιξόν μοι θύραν τῆς μετανοίας, δός μοι Παναγία πηγὴν δακρύων, παράσχου κατάνυξιν, καὶ σώφρονα καρδίαν· σὲ γὰρ βεβαίαν προστασίαν, ἐπιγράφομαι μόνην, πᾶσαν ἐπὶ σὲ προσδοκίαν, τὴν ἐμὴν ἀναφέρω, μὴ ἀπώσῃ με κατῃσχυμμένον, ἀλλὰ προσδέχου, καὶ διάσωσον Δέσποινα, διὰ τὸ μέγα σου ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Ὁρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὃ ὑπομένεις διὰ οἶκτον πολύν;

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. βˊ

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπˊ αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. βˊ

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Μόνον ἐπάγη, τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Ἡ μόνη ἄμωμος Ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σαρκωθέντα ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη, ἐν δάκρυσι πικροῖς· Υἱέ μου ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. βˊ

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, διˊ αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς. Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλˊ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Παρισταμένη τῷ Σταυρῷ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν σαρκωθέντος, ἐκραύγαζε δακρυρροοῦσα μητρικῶς· οὐ φέρω σε νεκρὸν κρεμάμενον ὁρᾷν, πνοὴν τὸν παρεχόμενον, τοῖς ζῶσιν ἐπὶ γῆς, ὦ Υἱὲ καὶ Θεέ μου.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Σταυρὲ δαιμόνων ἐλατήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, Βασιλέων τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον. Μαρτυρικὸν Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με. Δόξα... καὶ νῦν... Θεοτοκίον Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσῃς με, ἀλλˊ αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Κανὼν Σταυρώσιμος οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων. Πάθος τὸ σεπτὸν αἰνέσω τοῦ Δεσπότου. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλˊ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται. Πάθει σου τιμίῳ, τὴν ἀτιμασθεῖσαν φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος· διὸ τιμῶντές σε φόβῳ, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν· Ἐνδόξως γὰρ δεδόξασται. Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε· διό περ δοξάζομεν σῳζόμενοι τὸ κράτος σου. Μαρτυρικὰ Θῆρας αἱμοβόρους, ἐνίκησεν ὄντως ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις, πυρὸς ὑπέταξε φύσιν, δροσισμῷ ἐνθέου χάριτος, καὶ σφοδρὸν κλυδώνιον, πολυθεΐας ἔπαυσε. Ὄμβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε κόσμῳ, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες, ἐντεῦθεν μακαρίζεσθε. Σταυροθεοτοκίον Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει, οὐδ΄ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοοῦσά σε Κόρη τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἠλάλαζε, καὶ πόθῳ σε ἐδόξαζε.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς κατˊ Ἀλφάβητον ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Κύματι θαλάσσης

Πάθει σου τιμίῳ, τὴν ἀτιμασθεῖσαν φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος· διὸ τιμῶντές σε φόβῳ, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν· Ἐνδόξως γὰρ δεδόξασται. Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε· διό περ δοξάζομεν σῳζόμενοι τὸ κράτος σου. Μαρτυρικὰ Θῆρας αἱμοβόρους, ἐνίκησεν ὄντως ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις, πυρὸς ὑπέταξε φύσιν, δροσισμῷ ἐνθέου χάριτος, καὶ σφοδρὸν κλυδώνιον, πολυθεΐας ἔπαυσε. Ὄμβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε κόσμῳ, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες, ἐντεῦθεν μακαρίζεσθε. Σταυροθεοτοκίον Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει, οὐδ΄ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοοῦσά σε Κόρη τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἠλάλαζε, καὶ πόθῳ σε ἐδόξαζε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὔκ ἐστιν ἅγιος, πλὴν σοῦ Κύριε, κραυγάζουσα. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἐν ξύλῳ ὑψωθέντα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, κατανοῶν ὁ ἥλιος συνεσκοτίζετο, πάντων φωτισμὸν γινώσκων σε. Τέτρωταί σου τοῖς ἥλοις, μακρόθυμε ὁ Παραδείσῳ πάλαι τρώσας Ἀδὰμ κακοῦργος, καὶ πληγωθεὶς ἀνιάτρευτος, εἰς τὸν αἰῶνα ἔμεινε, πιστοὶ δὲ εὕρομεν, πάντων τῶν τραυμάτων ἴασιν. Μαρτυρικὰ Ὅτε χορὸς Ἀγγέλων, ἑώρακε Μαρτύρων τὰς ἀγέλας, ὑπὲρ Ἀμνοῦ τυθέντος, συγκοπτομένας ἐθαύμαζε, πῶς δυσμενεῖς οἱ ἔνυλοι, ἀΰλους ἔτρεπον νίκης στέφος κομιζόμενοι. Σθένος ἐνδεδυμένοι, οἱ Ἅγιοι τοῦ ἐν ἰσχύϊ μόνου, τὰ πάντα δυναμοῦντος, τῷ δυσμενεῖ συνεπλέκοντο, καὶ τὴν αὐτοῦ ἀνίσχυρον ἐπάτουν δύναμιν, στέφος ἐκ Θεοῦ δεχόμενοι. Σταυροθεοτοκίον Σὺ τὸν ἐκ σοῦ τεχθέντα ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν, Ὑπεραγία Πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, Τέκνον δῆμος ὁ παράνομος;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Σὲ τὸν ἐπὶ ὑδάτων

Δόλῳ με δελεάσας, θεώσεως ἐχθρὸς τῷ πόθῳ πάλαι, ἐξ Ἐδὲμ Θεομῆτορ, εἰς γῆν ἑρπύσας συνέτριψεν, ἀλλˊ ὁ Χριστὸς οἰκτείρας με, ἐκ τῆς νηδύος σου, σάρκα προσλαβὼν ἀνέπλασεν. Ἐλύθη τῆς κατάρας, τῆς ἔκπαλαι ἡ δίκη Θεομῆτορ, ἐν τῇ σῇ μεσιτείᾳ· ἐπιφανεὶς γάρ σοι Κύριος, πᾶσιν ἀφθόνως ἔβλυσεν, ὡς ὑπεράγαθος, πᾶσαν εὐλογίαν Πάναγνε. Ζωῆς ὡράθης πύλη, Προφήτῃ πρὶν Ἰεζεκιὴλ Κόρη, ἣν ὁ Κύριος μόνος, σεσαρκωμένος διώδευσε, καὶ κεκλεισμένην πάλιν σε, Ἁγνὴ τετήρηκεν, ὡς αὐτὸς οἶδεν ὁ Ὕψιστος.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος. Ἐκτεταμένης χειρὸς Κύριε, τὴν ὁρμὴν αναιρῶν, πρὸς τὴν τοῦ ξύλου γεῦσιν, νεκροὺς ἐν ξύλῳ τέθυσαι, σῶσαι βουληθείς, ἐκ πλευρᾶς δˊ ἀποστάζεις, δεσμώταις ἄφεσιν. Παθεῖν ἠνέσχου Ὑπεράγαθε, ὅπως λύσῃς ἡμᾶς, παθῶν τῆς ἀλογίας, χολῆς ἐγεύσω, βρύων μοι, θεῖον γλυκασμόν, ἐνεκρώθης ζωήν μοι, παρέχων Δέσποτα. Μαρτυρικὰ Τὸ πῦρ τῆς θείας ἀγαπήσεως, ἐν ψυχῇ λογικῇ, προσφέροντες τὴν φλόγα, παρανομούντων ἔσβεσαν, καὶ φωτιστικαί, οἱ Χριστοῦ Ἀθλοφόροι, λαμπάδες ὤφθησαν. Οἱ θεῖοι φίλοι τοῦ Παντάνακτος, σαρκικῆς ἑαυτούς, χωρίσαντες φιλίας, πρὸς ἅπασαν ἐχώρησαν, βάσανον στερρῶς, καὶ νικήσαντες, δόξῃ ἐστεφανώθησαν. Σταυροθεοτοκίον Ἐκτός σε πάθους ἀπεκύησα, καὶ πῶς βλέπω σε νῦν, πάθει προσομιλοῦντα; πῶς φέρεις τοῦτο ἔκραζεν, ἄναρχε Υἱὲ; ἡ Παρθένος, δοξάζω σου τὸ μακρόθυμον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Τὴν ἐν Σταυρῷ σου

Ἡ ἐκλεκτή τε καὶ ὑπέρτιμος, ἐκ πασῶν γενεῶν, ἀναφανεῖσα μόνη, ἡ ἀρεταῖς ἐκλάμψασα, Ἄχραντε, σεμνή, τοὺς σὲ ὑμνολογοῦντας, αἴγλῃ σου λάμπρυνον. Θεὸν σαρκὶ Παρθένε τέτοκας, ἐξ ἁγνῶν σου σεμνή, αἱμάτων Θεομῆτορ, Σωτῆρα τὸν λυτρούμενον, πάντας ἐκ δεινῶν, τοὺς ὑμνοῦντάς σε, Κόρη θεοχαρίτωτε. Ἱερουργεῖ τῷ θείῳ τόκῳ σου, Θεοτόκε ἁγνή, ἡ τῶν Ἀΰλων φύσις, καὶ τῶν βροτῶν τὸ σύστημα, πόθῳ σε ὑμνεῖ, ἀλλὰ σοῦ τῇ ἐλλάμψει, ἡμᾶς καταύγασον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν διˊ εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε. Νεκρὸς ὁρᾶσαι, ἐπὶ τοῦ Κρανίου, τῷ πάθει ὁ νεκρώσας τὸν ᾍδην, τῆς σαρκός σου, καὶ εἶδος Χριστέ, οὐδὲ κάλλος σὺ εἶχες κρεμάμενος, καλλωπίσαι με θέλων ὡς φιλάνθρωπος. Ἀδὰμ τοῦ πρώτου, ἐξηλῶσαι θέλων, ἐμπαθεῖς διαθέσεις, τοῖς ἥλοις προσηλοῦσαι, καὶ λόγχῃ τρωθείς, τὴν φλογίνην ῥομφαίαν κωλύεις Χριστέ, μὴ κωλύειν τὴν εἴσοδον τοῖς δούλοις σου. Μαρτυρικὰ Ἰχνηλατοῦντες, πάθη τοῦ Δεσπότου, οἱ χοροὶ τῶν Μαρτύρων, ἐν ξύλῳ προσηλοῦνται, καὶ χεῖρας ὁμοῦ, ἀφαιροῦνται καὶ πόδας, πρὸς τρίβον σεπτοῦ, μαρτυρίου εὐθυνούμενοι. Νοῒ τελείῳ, νοῦν τὸν ἀλαζόνα, ἐπαιρόμενον θράσει, καθείλετε τελείως, ταπεινωθέντες, ἐν μιμήσει τοῦ πάντας ὑψώσαντος, ταπεινώσει καρδίας Χριστομάρτυρες. Σταυροθεοτοκίον Ἐκ ῥίζης Κόρη, Ἱεσσαὶ βλαστάνεις, καὶ ὡς ἄνθος προσφέρεις, τὸν φυτουργὸν τοῦ κόσμου, παραφυάδας ξηράναντα, θείῳ φυτῷ τοῦ Σταυροῦ, ὃν σαρκὶ κατεδέξατο ὡς εὔσπλαγχνος.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται. Κλῖμαξ φανεῖσα τυπικῶς, τῷ Ἰακὼβ πρὸς ὕψος ἐπηρμένη, τοῦ σοῦ Θεονύμφευτε ὑπέφηνε, τοκετοῦ τὸ ὄντως ἐξαίσιον· διὰ σοῦ γὰρ ὄντως Θεός, ἡμῖν ὡμίλησε, συγκαταβάσει, τῇ θείᾳ καὶ πρὸς ζωήν, πάλιν ἐπανήγαγε. Λελυτρωμένοι διὰ σοῦ, τῆς μητρικῆς λύπης Θεοκυῆτορ, θυμηδίας ἔμπλεοι γεγόναμεν, εὐφροσύνην πᾶσι κυήσασα, καὶ παγκόσμιον χαρμονήν· διὸ Πανύμνητε τοὺς σοὺς ὑμνολόγους, κινδύνων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον. Μυσταγωγούμενος τὴν σήν, θεοπτικῶς ὁ Μωϋσῆς εἰκόνα, προεώρα βάτον ἀκατάφλεκτον τῷ πυρὶ, Παρθένε Πανάμωμε· ἐν σοὶ γὰρ ὁ πλαστουργός, οἰκήσας οὐκ ἔφλεξέ σε τὴν ἀνωτέραν, ἁπάντων τῶν ποιημάτων θεονύμφευτε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε. Ἐναλλάττων, χεῖρας προετύπου, πάλαι Σταυρὸν ὁ Ἰακώβ, ἐπευλογῶν τοὺς παῖδας· ὅθεν Ὕψιστε ἐν τούτῳ βαίνων, ἀρᾶς τῆς πάλαι λύεις τὸ ἀνθρώπινον, καὶ πηγάζεις νῦν τὴν εὐλογίαν, τοῖς εὐλογοῦσί σε μόνε Εὐλογητέ, καὶ Δημιουργὲ καὶ Ὑπεράγαθε. Σοῦ τὸ πάθος, προτυπῶν ὁ μέγας, Λόγε Μωϋσῆς ἀνυψοῖ, χαλκοῦν τὸν ὄφιν πάλαι, ἐξαιρούμενον τοὺς καθορῶντας, τοῦ ἰοβόλου δήγματος τῶν ὄφεων· καὶ γὰρ Δέσποτα σοῦ σταυρωθέντος, βλάβης τοῦ ὄφεως ἅπαντες οἱ πιστοί, τοῦ θεοστυγοῦς ἀπελυτρώθημεν. Μαρτυρικὸν Ὥσπερ ἄλλου, πάσχοντος οἱ θεῖοι, πάλαι καὶ σεπτοὶ Ἀθληταί, διέκειντο ἀθλοῦντες, προορώμενοι τὰς ἀντιδόσεις, τὰς αἰωνίους καὶ τὴν ἀγαλλίασιν. Ταῖς εὐχαῖς αὐτῶν Χριστὲ οἰκτίρμον, τοὺς ἀνυμνοῦντάς σε λύτρωσαι πειρασμῶν, καὶ ἁμαρτιῶν καὶ περιστάσεων. Τοὺς χειμάρρους, ἔπαυσαν τῆς πλάνης, ῥείθροις αἱμάτων οἱ σεπτοί, καὶ θεῖοι Ἀθλοφόροι, καὶ πηγαὶ πιστοῖς θεογνωσίας, βλύζουσαι ὕδωρ, ὄντως ἀνεδείχθησαν. Ταῖς εὐχαῖς αὐτῶν Σωτὴρ τοῦ κόσμου, ὄμβρισον ἄφεσιν ἅπασι καὶ ζωήν, καὶ τὸν ἱλασμὸν καὶ μεγα ἔλεος. Σταυροθεοτοκίον Τὸν Ποιμένα, πάντων καὶ Δεσπότην, ξύλῳ ὁρῶσα ἡ Ἀμνάς, ἐναπῃωρημένον, θρηνῳδοῦσα μητρικῶς ἐβόα· Τί τοῦτο Τέκνον τὸ καινὸν μυστήριον; πῶς ἀθάνατος τὸ κατˊ οὐσίαν, ὑπάρχων, θάνατον δέδεξαι τοὺς βροτούς, θέλων ἐκ φθορᾶς ἀπολυτρώσασθαι;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Συνεσχέθη, ἀλλˊ οὐ κατεσχέθη

Νομικοί σε, τύποι Θεοτόκε, καὶ αἱ προρρήσεις σαφῶς, τῶν Προφητῶν ἐδήλουν, τεξομένην τὸν τοῦ κόσμου ῥύστην, καὶ εὐεργέτην ἀπάσης τῆς κτίσεως, τὸν πολυμερῶς καὶ πολυτρόπως, εὐεργετήσαντα τοὺς πίστει τε καὶ στοργῇ, Δέσποινα ἁγνὴ δοξολογοῦντάς σε. Ξενωθέντας, πάλαι ἐξ ἀπάτης, τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, Θεοῦ τοὺς πρωτοπλάστους, τῆς τρυφῆς τοῦ Παραδείσου μόνη, Θεογεννῆτορ αὖθις ἐπανήγαγες, πρὸς Παράδεισον ἀποτεκοῦσα, Σωτῆρα Κύριον σταύρωσιν καὶ ταφήν, θείᾳ ἐξουσίᾳ ὑπομείναντα. Ὁ βουλήσει, θείᾳ καὶ δυνάμει, δημιουργικῇ ἑαυτοῦ, τὰ πάντα ἐκ μὴ ὄντων, συστησάμενος Ἁγνὴ προῆλθεν, ἐκ σῆς νηδύος καὶ Θεὸς καὶ ἄνθρωπος, καὶ τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας, τὸ πρὶν ὑπάρχοντας λάμψεσι θεϊκαῖς, Δέσποινα ἁγνὴ φαιδρῶς κατηύγασεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Ὅτε Σταυρῷ σε, δῆμος Ἑβραίων κατέκρινε, θεωροῦσα ἔφριξεν ἡ γῆ, ἥλιος τὸ φῶς, τὸ ἴδιον ἔπαυσε, καὶ οἱ ἐν σκότει φῶς εἶδον μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητός εἶ. Ὕβριν ὑπέστης, καλάμῳ Σῶτερ τυπτόμενος, καὶ ἀκάνθαις οἷα Βασιλεύς, βουλήσει Χριστέ, ὁ Θεὸς στεφόμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Μαρτυρικὰ Δεσμεῖσθε πᾶσαν, τοῦ διαβόλου Πανεύφημοι, τὴν ἀπάτην λύοντες σαφῶς, φέρετε ποινάς, καὶ θάνατον ἄδικον, ζωὴν ποθοῦντες τὴν ἄνω καὶ βοῶντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Ἔστητε μέσον, φλογὸς Πανεύφημοι Μάρτυρες, τὴν ἀπάτην φλέγοντες σαφῶς, καὶ τῷ δροσισμῷ, τῆς ἐνθέου χάριτος, μὴ φλογισθέντες, βοᾶτε μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Σταυροθεοτοκίον Σταυροῦσαι θέλων, ἡ Θεοτόκος ἐκραύγαζε, καὶ ὁρῶσα ἄναρχε Υἱέ, λύπῃ τὴν ψυχήν, νῦν καταβαπτίζομαι· θνῄσκεις παρέχων ζωὴν τοῖς μελῳδοῦσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ἄφραστον θαῦμα

Πεποικιλμένην, σὲ κεκτημένην διάχρυσον, Θεομῆτορ κόσμον εὐπρεπῆ, ἔστερξεν ὁ σός, Υἱός τε καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν σοὶ βοώντων· ὁ καρπός σου Ἁγνή, εὐλογημένος. Ῥόδον ἐν μέσῳ, τῶν ἀκανθῶν εὑρὼν Ἄχραντε, ὁ Δεσπότης, ἔπλησεν ἡμᾶς, ὀσμαῖς σου τερπναῖς, χαρίτων τοῦ Πνεύματος, τοὺς ἐκβοῶντας αὐτῷ ἐν κατανύξει· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Σύμβολα πάντες, θεῖοι Προφῆται θεώμενοι, τοῦ σοῦ θείου, τόκου εὐκλεῶς, ἐβόων Ἁγνή· ὁ Θεὸς ἐλεύσεται, ἐκ τῆς Παρθένου, τοῦ σῶσαι τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχείται, ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πίνεις ποτήριον Χριστέ, ὃ ἐπεθύμησας, διὰ πάθους τοῦ Σταυροῦ, πηγάς μοι προχέων ἀφέσεως, ἐκ ζωηφόρου πλευρᾶς, τῷ διὰ πλευρᾶς θανατωθέντι· διό περ ἀνυμνῶ σε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅτε σε ἄνομος λαός, μέσον κατέκρινε, σταυρωθῆναι Ἰησοῦ, ἀνόμων ζωοδότα Κύριε, διεδονήθη ἡ γῆ, καὶ πάντες ἀνέμελπον ἐν φόβῳ· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Τίμιος ἔναντι Θεοῦ, ὑμῶν ὁ θάνατος, ἀπεφάνθη Ἀθληταί· πολλοῖς γὰρ ὁμιλοῦντες πάθεσι, πάθους σεπτοῦ κοινωνοί, βοῶντες ἐδείχθητε ἐμφρόνως· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὄντως οὐ σαρκικὰ ὑμῶν, τὰ ὅπλα Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, ἐλπὶς δὲ πίστις καὶ ἀληθεια, διˊ ὧν τυχόντες Θεοῦ, Ἀγγέλων χοροῖς συναριθμεῖσθε, βοῶντες τῷ Δεσπότη· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σταυροθεοτοκίον Ὕψιστε ἄναρχε Υἱέ, φέρεις ἐμπτύσματα, καὶ ὀνείδη καὶ Σταυρόν, καλάμῳ παικτικῶς τυπτόμενος, ἡ Θεοτόκος ἐβόα· δοξάζω τὴν σὴν μακροθυμίαν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ἔκστηθι φρίττων οὐρανέ

Τῷ θεολήπτῳ Δανιήλ, σὺ προτεθέασαι, ἀλατόμητον ὄρος· ἐκ σοῦ γὰρ Κόρη λίθος τέτμηται, Χριστὸς ὁ μόνος Θεός, Παρθένε ἄνευ χειρὸς ἀνθρώπου, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας. Ὕμνοις τὸν Τόκον σου Ἁγνή, ἀεὶ δοξάζουσιν, οἱ τῶν ἄνω Στρατηγοί, καὶ σὲ δὲ Κόρη ἀειπάρθενε, χαρμονικῶς σὺν ἡμῖν, ὡς Θεομήτορα ἀνυμνοῦσιν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Φέγγους σου ταῖς μαρμαρυγαῖς, τοὺς σὲ φρονοῦντας νῦν, Θεοτόκον ἀληθῆ, Μαρία φωταυγεῖς ἀπέργασαι, φωτογεννῆτορ Ἁγνή· φωτὸς γὰρ σκηνὴ ὤφθης Παρθένε, τοῖς πίστει σοι βοῶσι· Χαῖρε εὐλογημένη, καὶ δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὂν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας. Ἵνα τὸν βρώσει φθαρέντα, ἐνηδόνῳ τοῦ ξύλου, μόνε Σωτὴρ ὡς ἀγαθός, λυτρώσῃ τῆς φθορᾶς, σταυρωθῆναι σαρκί, θανατωθῆναί τε, κατεδέξω, ὑμνοῦμεν, ἀπαύστως Ἰησοῦ, τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ δυναστείαν σου. Ὢ πῶς ὑπέστης ὀδύνας, ἐν Σταυρῷ ἡπλωμένος, τῶν ὀδυνῶν τῶν χαλεπῶν, ἐξαίρων με Σωτήρ! πῶς ἀκάνθας στεφθείς, πάσας ἔκαυσας τῶν παθῶν τὰς ἀκάνθας! πῶς ὄξος ποτισθείς, εὐφροσύνης κρατῆρα, ἡμῖν ἐκέρασας! Μαρτυρικὰ Στενοχωρούμενοι πόνοις, καὶ εἱρκταῖς ὁμιλοῦντες, καὶ μεληδὸν οἱ Ἀθληταί, τεμνόμενοι δεινῶς, καὶ τροχοῖς ἀπηνῶς κατατεινόμενοι, καὶ βορὰ τοῖς θηρίοις διδόμενοι, Χριστόν, τὸν ἁπάντων Δεσπότην, οὐκ ἐξηρνήσαντο. Ἡλιακῶν λαμπηδόνων, πλειοτέρως ἐκλάμπει, τῶν Ἀθλητῶν ἡ παμφαής, καὶ εὔσημος μνήμη, καὶ ψυχὰς εὐσεβῶν φωτίζει πάντοτε, καὶ διώκει τὸ σκότος, παθῶν καὶ πειρασμῶν, καὶ δαιμόνων σκεδάζει, ζόφον βαθύτατον. Σταυροθεοτοκίον Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρός, ῥυσάμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου, ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας, ἡμᾶς ῥυσάμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Μὴ ἐποδύρου μου Μῆτερ

Χαρᾶς ἡμῖν αἰωνίου, καὶ ζωῆς ἀνεδείχθης, ὑπερφυῶς Θεογεννῆτορ, πρόξενος Ἁγνή, τὸν Σωτῆρα πάντων κυοφορήσασα, τὸν τῆς γῆς ἐκ προσώπου, πᾶν δάκρυον σαφῶς, ἀφελόντα καὶ πᾶσι, χαρὰν βραβεύσαντα. Ψάλλων Δαυῒδ σὸς προπάτωρ, κιβωτόν σε προέφη, συμβολικῶς καὶ θείου μάννα, χρυσῆν στάμνον Μωσῆς ὁ θεόπτης· καὶ γὰρ ἐχώρησας, τὸν ἐν κόλποις πατρῴοις, ὑπάρχοντα ἀεί, Θεοτόκε· διό σε ὕμνοις δοξάζομεν. Ὡς ἀληθῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις· τὸν γὰρ Θεὸν τῶν ἁπάντων, ἐκύησας σαρκί· διό σε προστάτιν ἔχομεν Δέσποινα, καὶ ἐλπίδα βεβαίαν, καὶ τεῖχος ὀχυρόν, διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζοντες.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. βˊ

Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. βˊ

Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον, Ἦχος πλ. βˊ

Ἐπάγην μὲν ὡς ἄνθρωπος, ἐν ξύλῳ καὶ νενέκρωμαι, καὶ ἐν τάφῳ κατετέθην ὡς θνητός, ἀλλˊ ὡς Θεὸς ἐν δόξῃ, Μήτηρ ἁγνὴ Παρθένε, πάλιν ἀνίσταμαι τριήμερος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὑφαπλώσας, τὰς παλάμας ἐπὶ ξύλου, ἠγκαλίσω τὰ ἔθνη ὑμνοῦντά σου, τὴν εὐσπλαγχνίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Προσηλώθης, ἑκουσίως ἐπὶ ξύλου, καὶ τὰ κέντρα Χριστὲ τοῦ ἀλάστορος, τῇ σῇ δυνάμει, τελείως ἐξήλειψας. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῖς βασάνοις, ἐντρυφῶντες Ἀθλοφόροι, Παραδείσου τρυφῆς ἠξιώθητε, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως δεόμενοι. Δόξα... Ἀπὸ πάσης, ἐξελοῦ ἡμᾶς βασάνου, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ σύνθρονον, Πνεῦμα τὸ θεῖον, τοὺς δούλους σου Κύριε. Καὶ νῦν... Σταυροθεοτοκίον Καθορῶσα, ἐν Σταυρῷ ἐφηπλωμένον, ἡ Παρθένος δακρύουσα ἔστενεν· ἧς ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

ΣΑΒΒΑΤΟΝ ΠΛ. Β΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. βˊ

Ἡ ἀπεγνωσμένη

Ῥῦσαί με γεέννης ἀποκειμενης, ἐξελοῦ πυρός με τοῦ αἰωνίου, Κριτὰ δικαιότατε, τὸν κατακεκριμένον, δεῖξον ἐκ ζάλης ἐναντίας, ἀνάλωτόν με Λόγε, τρέμω ὁ τάλας ἐννοῶν μου, τὸ τῶν πταισμάτων πλῆθος, καὶ προσπίπτω σοι μετὰ δακρύων, καὶ συντριβῆς τῆς καρδίας μου Φιλάνθρωπε, τὸ σὸν αἰτούμενος ἔλεος.

Τίς ἐμὲ μὴ κλαύσῃ τὸν παραβάντα, ἐντολὴν Δεσπότου διˊ ἀκρασίαν, τὸν ᾍδην οἰκήσαντα, ἀντὶ τοῦ Παραδείσου, βρῶσις γλυκεῖά μοι φανεῖσα εἰς χολὴν μετετράπη, ξένος τῆς δόξης σου Οἰκτίρμον, καὶ Ἀγγέλων ἐδείχθην, ἀλλὰ δέξαι με μετανοοῦντα ὡς ἐλεήμων καὶ φιλάνθρωπος Κύριος διὰ τὸ μέγα σου ἔλεος.

Πάντας τοὺς ἐν πίστει κεκοιμημένους τάξον ζωοδότα ἐν χώρᾳ ζώντων, ἐν τόποις ἀνέσεως, ἐν σκηναῖς αἰωνίοις, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου, ἀφθόνως καταλάμπει, ὅπου τρυφὴ καὶ χαρμοσύνη, καὶ εἰρήνη τῶν Δικαίων, παριδὼν αὐτῶν τὰ ἐπταισμένα, ἔργῳ καὶ λόγῳ διανοίᾳ τε Δέσποτα, διὰ πολλὴν ἀγαθότητα.

Στιχηρὰ Μαρτυρικά, Ἦχος πλ. βˊ

Αὐτόμελον

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αὐτόμελον

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

Αὐτόμελον

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ, Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος διˊ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλˊ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος πλ. βˊ

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Νεκρώσιμον, Ἦχος πλ. βˊ

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς, ζῶόν με συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσιμον, Ἦχος πλ. βˊ

Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· διˊ αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον, ἀλλˊ ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο· πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν Δικαίων ἀνάπαυσον.

Θεοτοκίον, Ἦχος πλ. βˊ

Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν Ἱεραρχῶν, ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. βˊ

Ἀγγελικαὶ δυνάμεις

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι. Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας των παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας. Διˊ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... καὶ νῦν... Θεοτοκίον Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα

Ἦχος πλ. βˊ

Μαρτυρικὸν

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος. Νεκρώσιμον Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσομεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου ὁμοῦ Βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Ἡ κραταιὰ τῶν γηγενῶν, προστασία καὶ σκέπη, Θεοκυῆτορ Μαριάμ, ἡ τεκοῦσα ἐν χρόνῳ, τὸν ἄχρονον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἱκέτευε αὐτόν, ὡς Μήτηρ οὖσα ἐκτενῶς, σὺν Μάρτυσι καὶ Προφήταις, καὶ θείοις Ἀσκηταῖς, σῶσαι τοὺς μεταστάντας.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς. Λόγοις γεραίρω τοὺς ἐραστὰς τοῦ Λόγου. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται. Λελαμπρυσμένῳ νοΐ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς μετέβησαν. Οἱ Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων ὁμήγυρις, ἀρετῶν ταῖς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους σκηνάς. Γυναίων πᾶσα πληθύς, προσῳκειώθη τῷ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτῃ θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοῖς μακαρίζεται, ἐνθέοις ᾄσμασι. Νεκρώσιμον Ὁ ἀπὸ γῆς κατˊ ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς ψυχὰς τῶν σῶν δούλων, ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος. Θεοτοκίον Ἱερωτέρα Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ δοξάζοντας.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς. Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσι μέλος. Ποίημα Θεοφάνους. ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν. Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ. Οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον. Κατακοσμήσας τὰ πάντα ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ, καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον. Τοῦ παραδείσου πολίτην καὶ γεωργόν, κατˊ ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον. Θεοτοκίον Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρός, σάρκα περιβάλλεται διˊ ἧς, τοῦ θανάτου τὴν ἰσχύν, Ἁγνὴ διέλυσε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα. Σωματικοῖς, ὁμιλοῦντες νῦν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν χαίροντες, καὶ νῦν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι. Γνώμῃ στερρᾷ, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο ἄτρωτα, τῆς κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεῖα θρέμματα. Ἐθελοντί, ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθών, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα, τῆς σαρκὸς καὶ τὴν ζωήν, τὴν διˊ αἰῶνος ἀπέλαβε. Νεκρώσιμον Ῥῦσαι πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς αὐτοῖς ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν. Θεοτοκίον Αἱ τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυῖαν, πανάχραντε Δέσποινα, γεγηθότι λογισμῷ, παρεστῶσαι νῦν χορεύουσι.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης, κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν αἰτοῦσί σε. Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπˊ ἐσχάτων σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας. Ῥεόντων ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι. Θεοτοκίον Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τῇ δυνάμει σου Κύριε. Ἱστάμενοι ἔβλεπον, τὸν ἀλαζόνα οἱ Ἀθλοφόροι, πρὸ ποδῶν αὐτῶν πατούμενον, καὶ τὸν πάντων Κτίστην, εὐχαρίστως ἐδόξαζον. Ῥημάτων λαμπρότητος, οἱ Ἱεράρχαι καθοπλισθέντες, πρὸς τὸ φῶς τῆς ἐπιγνώσεως, τοὺς ἀνθρώπους, σκότους τῶν αἱρέσεων ἔσωσαν. Ὡς ἄνθρακες ὤφθησαν, τῇ πρὸς τὸ θεῖον θερμῇ συνέσει, καὶ τὰ πάθη καταφλέξαντες, τὰ ὑλώδη, Ὅσιοι μεγάλως δοξάζονται. Νεκρώσιμον Τῶν ζώντων τε Κύριε, καὶ τῶν θανόντων ἐξουσιάζων, οὓς μετέστησας ἀνάπαυσον, μετὰ πάντων, εὐαρεστησάντων σοι Δέσποτα. Θεοτοκίον Κύριος Ἄχραντε, ἐκ σοῦ ἀρρήτως σάρκα φορέσας, τῶν Γυναίων τὸν κατάλογον, ἐν ἀνδρείᾳ, διηγωνισμένον προσήκατο.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα. Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας. Ἀφράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστίν, ἡ κατοικία καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως. Ὑμνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε. Θεοτοκίον Δοχεῖον ἄχραντον, Ναὸν πανάμωμον, Κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με. Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἐνδυθέντες ἱμάτιον Ἀθληταί, τὸν ἐχθρὸν ἀπεγυμνώσατε. Σὺν ἁγίοις Προφήταις τιμήσωμεν, Ἱεράρχας θεόφρονας, καὶ Ὁσίους Θεῷ εὐαρεστήσαντας. Ἐκ περάτων τοῦ σύμπαντος Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε. Θεοτοκίον Ῥυομένη ἡμᾶς πάσης φάνηθι, τοῦ ἐχθροῦ βλάβης Δέσποινα, δυσωποῦσα Χριστὸν τὸν μόνον εὔσπλαγχνον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Ὡς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν ἀεὶ βραβεύουσι. Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς ἱκέτας σου, παρέχων τῶν πταισμάτων τὴν ἀπολύτρωσιν. Ὁ μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως, ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας, τῆς Βασιλείας τῆς σῆς, ἀξίωσον Οἰκτίρμον μόνε ἀθάνατε. Θεοτοκίον Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν, ῥυόμενος τοὺς πίστει σε μακαρίζοντας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι Χριστέ· Ὡς τὸν προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον. Αἱμάτων θείαις ῥοαῖς, νοητοὺς ἐχθροὺς ἐβυθίσατε, πιστῶν δὲ τὰς καρδίας, Ἀθλοφόροι κατηρδεύσατε. Σταυρώσαντες ἑαυτούς, κόσμῳ καὶ τοῖς πάθεσιν, Ὅσιοι σοφοὶ σὺν Ἱεράρχαις, θείας δόξης ἠξιώθητε. Τῶν Προφητῶν ὁ χορός, καὶ σεπτῶν Γυναίων κατάλογος, καλῶς ἠγωνισμένος, κατὰ χρέος μακαρίζονται. Νεκρώσιμον Ἀνάπαυσον ὁ Θεός, τῶν προκοιμηθέντων τὰ πνεύματα, μετὰ τῶν ἐκλεκτῶν σου, παρορῶν αὐτῶν τὰ πταίσματα. Θεοτοκίον Σαρκὶ τεκοῦσα Χριστόν, τῆς σαρκός μου τὰ πάθη θανάτωσον, καὶ ζώωσον Παρθένε, τὴν ψυχήν μου μεσιτείᾳ σου.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς ἑαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον. Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθῃς φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον Λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου, πιστούς δούλους σου. Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων τοὺς δούλους σου τοὺς πρὸς σέ, πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον. Θεοτοκίον Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον, διὰ σοῦ, δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ὁ τῶν ὁσίων σοῦ Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε. Τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, τοὺς σβέσαντας τὴν φλόγα, ὄμβροις αἱμάτων, τῆς δεινῆς ἀθεΐας, μελῳδικῶς τιμήσωμεν. Οἱ εὐκλεεῖς Ἱεράρχαι, αἱρέσεων χειμῶνα διαλύσαντες, πρὸς τὸ ἔαρ τὸ θεῖον, χαρμονικῶς μετέστησαν. Ὑπομονῇ ἐν πλουσίᾳ, τοῦ Πνεύματος τὴν χάριν, ἐπλουτήσατε Ἀσκηταὶ καὶ τὰ θράση, τῶν δυσμενῶν ὠλέσατε. Νεκρώσιμον Λειμῶνας τοὺς τῆς τρυφῆς σου, κληρώσασθαι, ἐν πίστει καταξίωσον, τοὺς μεταστάντας τοῦ βίου, Οἰκτίρμον ὡς φιλάνθρωπος. Θεοτοκίον Ὁ σὲ τὴν Παρθένον δείξας, ἁγνὴν καὶ μετὰ τόκον, τῶν ἁγίων σοι, Γυναικῶν τὰς χορείας, ἀκολουθούσας ἔσχηκε.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Λυτρωθέντες τῷ σῷ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῷ ἰδίῳ αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θρασυνόμενον τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε, τοὺς ἐν πίστει δὲ κοιμηθέντας, πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ ψάλλοντας Χριστέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ ψυχώσας με τὸν ἄνθρωπον φυσήματι, θείῳ θεαρχικώτατε, τοὺς μεταστάντας βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοι Σωτήρ. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ὑπερτέρα πάσης κτίσεως Πανάμωμε, γέγονας συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ θανάτου πύλας, καὶ μοχλοὺς συνθλάσαντα· ὅθεν σε Ἁγνή, ὑμνολογοῦμεν οἱ πιστοὶ ὡς Θεομήτορα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον. Γενναίως τῶν βασάνων τὴν τρικυμίαν, αἰκιζόμενοι χάριτι, οἱ θεῖοι Μάρτυρες διελθόντες, εἰς γαλήνην βαθεῖαν, τῆς ἄνω Βασιλείας κατήντησαν. Οἱ ὅσιοι καὶ πάνσοφοι Ἱεράρχαι, ἀναφανέντες ὡς ἥλιος, φωταγωγοῦσι τὴν οἰκουμένην, διδαγμάτων ἀκτῖσι, καὶ ταῖς τῶν θαυμάτων λαμπρότησι. Ὑμνήσωμεν Γυναίων τὰς φιλοθέους, καὶ τοὺς ἀσκήσει τε καὶ ἀθλήσει, δουλεύσαντας τῷ Κτίστῃ, καὶ πρεσβευτὰς γενομένους, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ Κύριον. Νεκρώσιμον Ὑμνήσωμεν Δικαίους τοὺς ἀπˊ αἰῶνος, τοὺς θεηγόρους Προφήτας, καὶ ἐκβοήσωμεν κατανύξει. Τούτων Λόγε πρεσβείαις, τοὺς πίστει μεταστάντας ἀνάπαυσον. Θεοτοκίον Ὅλην σε τὴν πλησίον Θεοῦ Παρθένε, χορὸς Γυναίων ἠγάπησε, καὶ σοῦ ὀπίσω προσηνέχθη, τῷ Δεσπότῃ τῶν ὅλων, συμφώνως μακαρίζων σε Ἄχραντε.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Σταθερῶς τοὺς ἀγῶνας ἐπιδειξάμενοι, τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθητε, Μάρτυρες Χριστοῦ, ἀθλοφόροι κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἱερῶς τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνῶς ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας. Νῦν ἐν γῇ τῶν πρᾳέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ εὐδόκησον, πίστει τῇ εἰς σέ, δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας. Θεοτοκίον Μακαρίζομεν πάντες, σὲ Παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα διˊ ἡμᾶς, γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἡ τὸ Χαῖρε διˊ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας. Ἱερεῖα καθαρὰ προσενεχθέντες τῷ Δεσπότῃ ἀθλοφόροι Μάρτυρες αὐτὸν αἰτεῖσθε σῶσαι τὰς ψυχὰς ἡμῶν. Ὡς ποιμένες, ἐπὶ χλόην εὐσεβείας, Ἱεράρχαι πιστοὺς ἐποιμάνατε, καὶ νῦν εἰς μάνδραν θείαν ἐσκηνώσατε. Σὺν ἁγίοις, Ἱεράρχαις καὶ Προφήταις καὶ Γυναίων χορῷ ἐναθλήσαντι, τοὺς τῶν Ὁσίων χοροὺς μακαρίσωμεν. Νεκρώσιμον Ἧς μετέσχον, εὐφροσύνης ἀϊδίου, τῶν Ἁγίων οἱ δῆμοι, ἀξίωσον τοὺς μεταστάντας, τυχεῖν Πολυέλεε. Θεοτοκίον Φῶς τεκοῦσα, φωταγώγησον Παρθένε τὴν ψυχήν μου τὸ σκότος διώκουσα, τῆς ἁμαρτίας, Ἁγνὴ τὸ βαρύτατον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν. Ἐλπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε, καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἐπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας Ἀγαθὲ πιστοὺς ἀξίωσον. Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος. Ὁ ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους, εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον. Θεοτοκίον Σκηνὴν ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ Κιβωτὸν καὶ Πλάκα σὲ τοῦ νόμου τῆς χάριτος· διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται τοῖς δεδικαιωμένοις, διὰ τοῦ αἵματος τοῦ σωματωθέντος, ἐκ τῆς σῆς γαστρὸς Πανάμωμε.

Ἦχος πλ. βˊ

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Στιχηρὰ τῶν Αἴνων Μαρτυρικὰ, Ἦχος πλ. βˊ

Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου, συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρˊ αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος πλ. βˊ

Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλˊ αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεοτοκίον, Ἦχος πλ. βˊ

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν καὶ πληρῶν. Προφήτας ἐξαπέστειλας, Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαί σου τὰ μεγαλεῖα, καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη. Μάρτυρες δὲ ἔτυχον ὧν περ ἐπόθουν, καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ τεκούσῃ σε. Ἀνάπαυσον Κύριε ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς Βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας, διˊ ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός.

Ἀπόστιχα τῶν Αἴνων Νεκρώσιμα, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Στίχ. αˊ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, κόσμον ἐξηγόρασας. Στίχ. βˊ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπˊ ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν οἰκονομίαν σου. Στίχ. γˊ.Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν. Τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτοὺς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σώζεις ὡς Θεός, οὓς κατˊ εἰκόνα σου ἔπλασας, μόνε πολυέλεε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεοτοκίον, Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία· Θεὸν γὰρ ἐχώρησας, καὶ Χριστὸν ἐγέννησας ἀπειρόγαμε, βροτὸν ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιὰ τῇ ὑποστάσει δέ, ὅν ἐκδυσώπησον, ὡς μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. βˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ Προφήτας, Διδασκάλους καί, Ὁσίους, καὶ Δικαίους, δοξάσας φιλάνθρωπε, αὐτῶν πρεσβείαις, σῶσον ἡμᾶς, Κύριε. Μαρτυρικὸν Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Πῦρ καὶ ξίφος, ξέσεις καὶ ἀγρίους θῆρας, Ἀθλοφόροι μὴ πτήξαντες ἔνδοξοι, τῆς ἀϊδίου, ζωῆς ἠξιώθητε. Νεκρώσιμον Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μετὰ πάντων, τῶν Ἁγίων καὶ Δικαίων, τάξον Λόγε οὓς πίστει μετέστησας, ἐκ τῶν προσκαίρων, ὅπως σε δοξάζωμεν. Δόξα... Παντοκράτορ, ἡ Τριὰς ἡ ἐν Μονάδι, ὑμνουμένη ἐκ γῆς οὓς μετέστησας, πιστοὺς ἐν κόλποις, Ἀβραὰμ κατάταξον. Καὶ νῦν... Θεοτοκίον Μακαρία, γενεαῖς ἐν πάσαις ὤφθης· τὸν Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἀνερμηνεύτως, ἐκύησας Ἄχραντε.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle