ΠΕΝΤΗΚΟΣΤΗΣ

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΓΙΑΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἰδιόμελα

Ἦχος αˊ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα διˊ αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος αˊ

Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος βˊ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε Κύριε.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ἦχος βˊ

Τριάδα Ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Λέοντος Δεσπότου

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας διˊ Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, Ἅγιος ἰσχυρός, διˊ οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.

Προκείμενον. Ἦχος πλ. β’.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀριθμῶν τὸ Ἀνάγνωσμα Κεφ. ΙΑˊ, 16

Εἶπε Κύριος πρὸς Μωσῆν· Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, οὓς σὺ αὐτὸς οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ, καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. Καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπˊ αὐτούς, καὶ συναντιλήψομαι μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. Καὶ συνήγαγε Μωσῆς ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς Σκηνῆς. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς Μωσῆν, καὶ παρείλετο ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπˊ αὐτοῦ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους. Ὡς δὲ ἐπανεπαύσατο τὸ Πνεῦμα ἐπˊ αὐτούς, καὶ προεφήτευσαν ἐν τῇ παρεμβολῇ, καὶ οὐκέτι προσέθεντο. Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἐλδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπˊ αὐτοὺς τὸ Πνεῦμα, καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον εἰς τὴν Σκηνήν, καὶ προεφήτευσαν ἐν τῇ παρεμβολῇ. Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε τῷ Μωσεῖ, καὶ εἶπεν αὐτῷ, λέγων· Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ παρεστηκὼς Μωσεῖ, ὁ ἐκλεκτὸς αὐτοῦ, εἶπε· Κύριε Μωσῆ, κώλυσον αὐτούς. Καὶ εἶπεν αὐτῷ Μωσῆς· Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῶ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπˊ αὐτούς;

Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα Κεφ. Βˊ, 23

Τάδε λέγει Κύριος· Τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου, καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, καὶ ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθˊ ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῇ ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν, ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τήν ἡμέραν Κυρίου τὴν μεγάλην, καὶ ἐπιφανῆ, καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα Κεφ. ΛΣΤˊ, 24

Τάδε λέγει Κύριος· Λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ ῥανῶ ἐφˊ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.

Εἰς την Λιτήν, Στιχηρὰ Ἰδιόμελα Ἦχος βˊ

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. δˊ

Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

Εἰς τὸν Στίχον Στιχηρὰ Ἰδιόμελα, Ἦχος πλ. βˊ

Ἀγνοοῦντα τὰ ἔθνη Κύριε, τὴν τοῦ παναγίου Πνεύματος, ἐν τοῖς Ἀποστόλοις σου γενομένην δύναμιν, τὴν ἐναλλαγὴν τῶν γλωσσῶν, μέθην εἶναι ἐνόμιζον, ἡμεῖς δὲ στηριχθέντες ὑπˊ αὐτῶν, ἀπαύστως οὕτω λέγομεν· Τὸ Πνεῦμά σου τὸ ἅγιον, μὴ ἀντανέλῃς ἀφˊ ἡμῶν, δεόμεθα φιλάνθρωπε.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κύριε, τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις, τοὺς Ἀποστόλους σου ἐμφορήσασα, ἐν ἑτέραις γλώσσαις λαλεῖν παρεσκεύασεν· ὅθεν τὸ παράδοξον, τοῖς μὲν ἀπίστοις μέθη ἐνομίζετο, τοῖς δὲ πιστοῖς πρόξενον σωτηρίας, οὗ τῆς ἐλλάμψεως καὶ ἡμᾶς ἀξίωσον, δεόμεθα φιλάνθρωπε.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν, ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος πλ. δˊ

Ἐκ γˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, διˊ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. (Δίς)

Μετὰ τὸν Πολυέλεον, Κάθισμα

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον· Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. (Δίς)

Τὸ αˊ Ἀντίφωνον τοῦ δˊ Ἤχου. Ἀντίφωνον Αˊ

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλˊ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (Δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δˊ

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ.

Στίχ. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου.

Ἡ Τάξις τοῦ Εὐαγγελίου

Δόξα... Ἦχος βˊ

Ταῖς τῶν ἀποστόλων πρεσβείαις...

Καὶ νῦν ... Θεοτοκίον

Ταῖς τῆς Θεοτόκου πρεσβείαις...

Ἦχος πλ. βˊ

Στίχ. ἐλέησόν με ὁ Θεός...

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Κανών αˊ, ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών βˊ, ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Καταβασία Ἦχος βαρὺς

Καταβασία Ἦχος δˊ

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κανών βˊ, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν διˊ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Κάθισμα

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν

Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών βˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ διˊ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών βˊ, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χˊ αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών βˊ, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Κοντάκιον

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.

Στίχοι

Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,

Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.

Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμˊ ἁλιεῦσι.

Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, διˊ ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών βˊ, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,

Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.

Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.

Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.

Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,

Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου

Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,

Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,

Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,

Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,

Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,

Ἀλλˊ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,

Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Καταβασία Ἦχος βαρὺς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Καταβασία Ἦχος δˊ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,

Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,

Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,

Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,

Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,

Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,

Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,

Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,

Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,

Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,

Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,

Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,

Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφˊ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Κανών βˊ, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Ἐξαποστειλάριον

Ἦχος γˊ, (Δίς)

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Ἱστῶμεν Στίχους ςˊ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες αὐτά.

Ἦχος δˊ

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὕτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλˊ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον; ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν; αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· διˊ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· διˊ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Ἀντί τοῦ Τρισαγίου: «Ὅσοι εἰς Χριστόν...».

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

ΔΕΥΤΕΡΑ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, εἰ ἔστιν· εἰδὲ μή, ὑπὸ τοῦ Ἱερέως.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ της ἄνωθεν εἰρήνης, καί της σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ της εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) τοῦ τιμίου πρεσβυτερίου, της ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομέμου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν κλινόντων τὰς καρδίας αὐτῶν ἐνώπιον Κυρίου, καὶ τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἐνισχυθῆναι ἡμᾶς πρὸς τελείωσιν εὐαρεστήσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι πλούσια τὰ ἐλέη αὐτοῦ ἐφˊ ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δεχθῆναι τὴν γονυκλισίαν ἡμῶν, ὡς θυμίαμα ἐνώπιον αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν χρῃζόντων τῆς πάρˊ αὐτοῦ βοηθείας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ἐκφώνησις παρὰ τοῦ Ἱερέως

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος δˊ

Παράδοξα σήμερον, εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλˊ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· διˊ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα, Θεός, καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· διˊ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ, Λέοντος Δεσπότου

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Προκείμενον Ἦχος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. αˊ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τίς Θεὸς μέγας...

Στίχ. βˊ. Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

Τίς Θεὸς μέγας...

Στίχ. γˊ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τίς Θεὸς μέγας...

Ὁ Διάκονος

Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ἡμῶν κλινόντων τὰ γόνατα ἐπὶ γῆς, καὶ ἀσκεπῶν ὄντων, ἀναγινώσκει ὁ Ἱερεὺς τὰς Εὐχὰς ἀπὸ τοῦ βήματος μεγαλοφώνως εἰς ἐπήκοον πάντων.

Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκαταληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ διˊ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου, ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρα ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφˊ ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν. Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν. Ἐπὶ σὲ ἐπερρίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλˊ ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας. Ἀλλὰ θαρροῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν· Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀπορρίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου. Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ΄ ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.

Ἐπισυνάπτει καὶ ταύτην τὴν Εὐχὴν

Εὐλογητὸς εἶ, Κύριε, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ, καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός, ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας, καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ παντὸς τοῦ λαοῦ σου, καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινας ἡμῶν ἱκεσίας, καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου, ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνοις σου, περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου, φρούρησον ἡμᾶς τῇ δυνάμει σου, ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν πρεσβείαις τῆς ἁγίάς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων τῶν ἀπˊ αἰῶνός σοι εὐαρεστησάντων.

Ὁ Διάκονος

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεὺς ἐκφώνως

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης της διανοίας ἡμῶν εἴπωμεν.

Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων της ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν , τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὁ Ἱερεὺς τὴν Ἐκφώνησιν

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος

Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς ἐπεύχεται

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρηνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη πυρίναις στομώσας γλώσσαις, διˊ ὧν πᾶν γένος ἀνθρώπων τὴν θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλάγημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑπερφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολογεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ Θεότητι, καὶ δυνάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν. Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτηρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλˊ ἡ σὴ εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον· ἰδοὺ γὰρ φόβῳ παρίσταμαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀπορρίψας τῆς ψυχῆς μου. Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ῥηματι τὴν κτίσιν ἀρρήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι Πνεῦμα σοφίας σου, τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος. Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν, ἵνα καθˊ ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας, καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν. Σὺ γὰρ εἶπας, Δέσποτα, ὅτι πέρ, ὅσα ἂν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως παρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός· διὸ κἀγὼ ὁ ἁμαρτωλός, ἐν τῇ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνεύματος, τὴν σὴν ἱκετεύω ἀγαθότητα. Ὅσα ηὐξάμην, ἀπόδος μοι εἰς σωτηρίαν. Ναί, Κύριε, ὁ πάσης εὐεργεσίας πλουσιοπάροχος δοτὴρ ἀγαθός, ὅτι σὺ εἶ ὁ διδοὺς ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα. Σὺ εἶ ὁ συμπαθής, ὁ ἐλεήμων, ὁ ἀναμαρτήτως γεγονὼς τῆς σαρκὸς ἡμῶν κοινωνός, καὶ τοῖς κάμπτουσι πρὸς σὲ γόνυ, ἐπικαμπτόμενος φιλευσπλάγχνως, ἱλασμός τε γενόμενος τῶν ἁμαρτιῶν ἡμῶν. Δὸς δή, Κύριε, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου, ἐπάκουσον ἡμῶν ἐξ οὐρανοῦ ἁγίου σου, ἁγίασον αὐτοὺς τῇ δυνάμει τῆς σωτηρίου δεξιᾶς σου, σκέπασον αὐτοὺς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μὴ παρίδῃς τὰ ἔργα τῶν χειρῶν σου. Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν, οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας. Ἄφες ἡμῖν τὰ παραπτώματα, καὶ προσδεχόμενος ἡμῶν τὰς γονυπετεῖς δεήσεις, ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας, πρόσδεξαι τὴν εὐχὴν πάντων, ὡς θυμίαμα δεκτόν, ἀναλαμβανόμενον ἐνώπιον τῆς σῆς ὑπεραγάθου βασιλείας.

Ἐπισυνάπτει καὶ ταύτην

Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν, τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα, καὶ ἐν τῇ καθ΄ὕπνον ἡσυχίᾳ, ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφˊ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.

Ὁ Διάκονος

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεὺς ἐκφώνως

Εὐδοκίᾳ, καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος

Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχὴν

Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαρρήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἄψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότῳ ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φωτός, Ἥλιε δικαιοσύνης, ἐπάκουσον ἡμῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ τῶν λοιπῶν συγγενῶν κατὰ σάρκα, καὶ πάντων τῶν οἰκείων τῆς πίστεως, περὶ ὧν καὶ τὴν μνήμην ποιούμεθα νῦν, ὅτι ἐν σοὶ πάντων τὸ κράτος, καὶ ἐν τῇ χειρί σου κατέχεις πάντα τὰ πέρατα τῆς γῆς. Δέσποτα παντοκράτορ, Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, γένους θνητοῦ τε καὶ ἀθανάτου, καὶ πάσης φύσεως ἀνθρωπίνης δημιουργέ, συνισταμένης τε καὶ πάλιν λυομένης, ζωῆς τε καὶ τελευτῆς, τῆς ἐνταῦθα διαγωγῆς, καὶ τῆς ἐκεῖθεν μεταστάσεως, ὁ χρόνους μετρῶν τοῖς ζῶσι, καὶ καιροὺς θανάτου ἱστῶν, κατάγων εἰς ᾍδου καὶ ἀνάγων, δεσμεύων ἐν ἀσθενείᾳ, καὶ ἀπολύων ἐν δυναστείᾳ, ὁ τὰ παρόντα χρησίμως οἰκονομῶν, καὶ τὰ μέλλοντα λυσιτελῶς διοικῶν, ὁ τοὺς θανάτου κέντρῳ πληγέντας, ἀναστάσεως ἐλπίσι ζωογονῶν. Αὐτὸς Δέσποτα τῶν ἁπάντων, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ καὶ ἐν ταύτῃ τῇ ἐσχάτῃ, καὶ μεγάλῃ καὶ σωτηρίῳ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ μυστὴριον τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ συναϊδίου, καὶ ἀδιαιρέτου, καὶ ἀσυγχύτου Τριάδος ὑποδείξας ἡμῖν, καὶ τὴν ἐπιφοίτησιν καὶ παρουσίαν τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσσῶν, ἐπὶ τοὺς ἁγίους σου Ἀποστόλους ἐκχέας, καὶ εὐαγγελιστὰς αὐτοὺς θέμενος τῆς εὐσεβοῦς ἡμῶν πίστεως, καὶ ὁμολογητάς καὶ κήρυκας τῆς ἀληθοῦς ἀναδείξας θεολογίας, ὁ καὶ ἐν αὐτῇ τῇ παντελείῳ Ἑορτῇ καὶ σωτηριώδει, ἱλασμοὺς ἱκεσίους, ὑπὲρ τῶν κατεχομένων ἐν ᾍδῃ, καταξιώσας δέχεσθαι, μεγάλας τε παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατοιχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν, καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι. Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, οἰκτρῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου τῶν προκεκοιμημένων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων, καὶ εἰρήνης καὶ ἀνέσεως ἀξίωσον αὐτούς, ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ οἱ ἐν ᾍδῃ ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλˊ ἡμεῖς οἱ ζῶντες εὐλογοῦμέν σε καὶ ἱκετεύομεν, καὶ τὰς ἱλαστηρίους εὐχὰς καὶ θυσίας προσάγομέν σοι ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Ἐπισυνάπτει καὶ ταύτην τὴν Εὐχὴν

Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου, καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παρρησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν. Σὸν γὰρ ὡς ἀληθῶς, καὶ μέγα ὄντως μυστήριον, Δέσποτα τῶν ἁπάντων καὶ ποιητά, ἥ τε πρόσκαιρος λύσις τῶν σῶν κτισμάτων, καὶ ἡ μετὰ ταῦτα συνάφεια, καὶ ἀνάπαυσις ἡ εἰς αἰῶνας. Σοὶ χάριν ἐπὶ πᾶσιν ὁμολογοῦμεν, ἐπὶ ταῖς εἰσόδοις ἡμῶν ταῖς εἰς τὸν κόσμον τοῦτον, καὶ ταῖς ἐξόδοις, αἱ τάς ἐλπίδας ἡμῶν τῆς ἀναστάσεως, καὶ τῆς ἀκηράτου ζωῆς, διὰ τῆς σῆς ἀψευδοῦς ἐπαγγελίας προμνηστεύονται, ἧς ἀπολαύσαιμεν ἐν τῇ δευτέρᾳ μελλούσῃ παρουσίᾳ σου. Σὺ γὰρ εἶ καὶ τῆς ἀναστάσεως ἡμῶν ἀρχηγός, καὶ τῶν βεβιωμένων ἀδέκαστος, καὶ φιλάνθρωπος κριτής, καὶ τῆς μισθαποδοσίας Δεσπότης καὶ Κύριος, ὁ καὶ κοινωνήσας ἡμῖν παραπλησίως σαρκὸς καὶ αἵματος, διὰ συγκατάβασιν ἄκραν, καὶ τῶν ἡμετέρων ἀδιαβλήτων παθῶν, ἐν τῷ ἑκουσίως εἰς πεῖραν καταστῆναι, προσλαβόμενος σπλάγχνα οἰκτιρμῶν, καὶ ἐν ᾧ πέπονθας πειρασθεὶς αὐτός, τοῖς πειραζομένοις ἡμῖν γενόμενος αὐτεπάγγελτος βοηθός· διὸ καὶ συνήγαγες ἡμᾶς εἰς τὴν σὴν ἀπάθειαν. Δέξαι οὖν, Δέσποτα, δεήσεις καὶ ἱκεσίας ἡμετέρας, καὶ ἀνάπαυσον πάντας τοὺς πατέρας ἑκάστου, καὶ μητέρας, καὶ ἀδελφούς, καὶ ἀδελφὰς καὶ τέκνα, καὶ εἴ τι ἄλλο ὁμογενὲς καὶ ὁμόφυλον, καὶ πάσας τὰς προαναπαυσαμένας ψυχὰς ἐπˊ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διὰ τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς, συνέγειρον καὶ τὰ σώματα ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ὥρισας, κατὰ τὰς ἁγίας σου καὶ ἀψευδεῖς ἐπαγγελίας. Οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπὸ τοῦ σώματος, καὶ πρὸς σὲ τὸν Θεὸν ἐνδημούντων, ἀλλὰ μετάστασις ἀπὸ τῶν λυπηροτέρων ἐπὶ τὰ χρηστότερα καὶ θυμηδέστερα, καὶ ἀνάπαυσις καὶ χαρά. Εἰ δὲ καί τι ἡμάρτομεν εἰς σέ, ἵλεως γενοῦ ἡμῖν τε καὶ αὐτοῖς, διότι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου ἐνώπιόν σου, ουδˊ ἂν μία ἡμέρα ᾖ ἡ ζωὴ αὐτοῦ, εἰμὴ μόνος σύ, ὁ ἐπὶ γῆς φανεὶς ἀναμάρτητος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διˊ οὗ πάντες ἐλπίζομεν ἐλέους τυχεῖν, καὶ ἀφέσεως ἁμαρτιῶν. Διὰ τοῦτο ἡμῖν τε καὶ αὐτοῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ πρόδηλα, τὰ λανθάνοντα, τὰ ἐν πράξει, ἐν τὰ διανοίᾳ, , τὰ ἐν λόγῳ, τὰ ἐν πάσαις ἡμῶν ταῖς ἀναστροφαῖς, καὶ τοῖς κινήμασι, καὶ τοῖς μὲν προλαβοῦσιν ἐλευθερίαν καὶ ἄνεσιν δώρησαι, ἡμᾶς δὲ τοὺς περιεστῶτας εὐλόγησον, τέλος ἀγαθὸν καὶ εἰρηνικὸν παρεχόμενος ἡμῖν τε, καὶ παντὶ τῷ λαῷ σου, καὶ ἐλέους σπλάγχνα καὶ φιλανθρωπίας διανοίγων ἡμῖν, ἐν τῇ φρικτῇ καὶ φοβερᾷ σου παρουσία, καὶ τῆς βασιλείας σου ἀξίους ἡμᾶς ποίησον.

Ἐπισυνάπτει καὶ ταύτην

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους, καὶ τὸν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλούς, καὶ ἐπὶ τῆς παρούσης ἡμέρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινὴν σοι λατρείαν προσαγαγεῖν. Αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν, ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δώρησαι ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα, καὶ ἐν ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες, ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν, καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

Ὁ Διάκονος

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός.

Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεὺς ἐκφώνως

Σὺ γὰρ εἶ ἡ ἀνάπαυσις, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἴτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.

Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεὺς τὴν ἐκφώνησιν

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἱερεὺς Εἰρήνη πᾶσι.

Λαὸς Καὶ τῷ Πνεύματί σου.

Διάκονος Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Λαός Σοὶ Κύριε.

Ἱερεὺς Ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.

Ἱερεὺς Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ψάλλομεν τὰ Ἰδιόμελα τοῦ Στίχου Ἦχος γˊ

Νῦν εἰς σημεῖον τοῖς πᾶσιν, ἐμφανῶς αἱ γλῶσσαι γεγόνασιν· Ἰουδαῖοι γάρ, ἐξ ὧν κατὰ σάρκα Χριστός, ἀπιστίᾳ νοσήσαντες, θεϊκῆς ἐξέπεσον χάριτος, καὶ τοῦ θείου φωτὸς οἱ ἐξ ἐθνῶν ἠξιώθημεν, στηριχθέντες τοῖς λόγοις τῶν Μαθητῶν, φθεγγομένων τὴν δόξαν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ· μεθˊ ὧν τὰς καρδίας σὺν τοῖς γόνασι κλίναντες, ἐν πίστει προσκυνήσωμεν, τῷ ἁγίῳ Πνεύματι στηριχθέντες, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Νῦν τὸ Παράκλητον Πνεῦμα, εἰς πᾶσαν σάρκα ἐκκέχυται· Ἀποστόλων γὰρ χορείας ἀρξάμενον, ἐξ αὐτῶν κατὰ μέθεξιν τοῖς πιστοῖς τὴν χάριν ἐφήπλωσε, καὶ πιστοῦται αὐτοῦ τὴν κραταιὰν ἐπιφοίτησιν, ἐν πυρίνῳ τῷ εἴδει τοῖς Μαθηταῖς διανέμον τὰς γλώσσας, εἰς ὑμνῳδίαν καὶ δόξαν Θεοῦ· διὸ τὰς καρδίας νοερῶς ἐλλαμπόμενοι, ἐν πίστει στηριχθέντες τῷ ἁγίῳ Πνεύματι, δυσωποῦμεν σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Νῦν περιβάλλονται κράτος, οἱ Χριστοῦ ἀφˊ ὕψους, Ἀπόστολοι· ἐγκαινίζει γὰρ αὐτοὺς ὁ Παράκλητος ἐν αὐτοῖς καινιζόμενος, μυστικῇ καινότητι γνώσεως, ἣν ταῖς ξέναις φωναῖς, καὶ ὑψηγόροις κηρύττοντες, τὴν ἀΐδιον φύσιν τε καὶ ἁπλήν, τρισυπόστατον σέβειν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ, ἡμᾶς ἐκδιδάσκουσι· διὸ φωτισθέντες τοῖς ἐκείνων διδάγμασι, Πατέρα προσκυνήσωμεν, σὺν Υἱῷ καὶ Πνεύματι, δυσωποῦντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον· μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας διˊ Υἱοῦ, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, διˊ οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.

Ἀπολυτίκιον

Ἦχος πλ. δˊ

Ἐκ γˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν οὕτως

Ὁ ἐκ τῶν πατρικῶν κόλπων κενώσας ἑαυτόν, καὶ τὴν ἡμετέραν ὅλην ἀνθρωπείαν προσλαβόμενος φύσιν, καὶ θεώσας αὐτήν, μετὰ δὲ ταῦτα εἰς οὐρανοὺς αὖθις ἀνελθών, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τούς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτούς, διˊ αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου, καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων, πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, διˊ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών βˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Καταβασία Ἦχος βαρὺς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Καταβασία Ἦχος δˊ

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κανών βˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν διˊ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Καταβασία Ἦχος βαρὺς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Καταβασία Ἦχος δˊ

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Κάθισμα τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν

Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών βˊ, ᾨδὴ δˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Καταβασία Ἦχος βαρὺς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Καταβασία Ἦχος δˊ

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ διˊ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών βˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χˊ αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Καταβασία Ἦχος βαρὺς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Καταβασία Ἦχος δˊ

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών βˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Καταβασία Ἦχος βαρὺς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Καταβασία Ἦχος δˊ

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Κοντάκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Στίχοι

Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου,

Διˊ οὗ πονηρῶν πνευμάτων φροῦδα θράση.

Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, διˊ ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών βˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,

Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.

Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.

Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.

Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,

Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου

Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,

Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,

Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,

Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,

Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,

Ἀλλˊ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,

Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Καταβασία Ἦχος βαρὺς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Καταβασία Ἦχος δˊ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,

Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,

Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,

Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,

Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,

Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,

Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,

Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,

Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,

Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,

Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,

Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,

Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Καταβασία Ἦχος βαρὺς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Καταβασία Ἦχος δˊ

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφˊ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Κανών βˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Καταβασία Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Καταβασία Ἦχος δˊ

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Ἐξαποστειλάριον τῆς Πεντηκοστῆς

Ἦχος γˊ, (Δίς)

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Ἱστῶμεν Στίχους ςˊ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες αὐτά.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἰδιόμελα

Ἦχος βˊ

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα ἐφώτισε Χριστός τους ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Τῌ ΤΡΙΤῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῷν οὐρανίων ταγμάτων

Νῦν ἐγκαινίζονται γλῶσσαι, τὰ μεγαλεῖα Θεοῦ, ἑτεροφθόγγοις λόγοις, καὶ πυρὸς ὡς ἐν εἴδει, εἰς πίστωσιν ἁπάντων, τῷν ἐπὶ γῆς, διηγεῖσθαι τρανότατα, νῦν εἰς σημεῖον τοῖς ἔθνεσιν ἀληθῶς, σωτηρία ἐπεδήμησεν.

Ἦχος αˊ

Ἣν καταπέμψαι ὑπέσχου, τοῖς Μαθηταῖς σου Χριστέ, ἐξ ὕψους δυναστείαν, ἐκπληρώσας ἐκπέμπεις, τὸ ἅγιον του Πνεῦμα, δείξας ἡμῖν, ὅτι σὺ εἶ ἡ ἀλήθεια, καὶ ἐπὶ σὲ οἱ ἐλπίζοντες ἀγαθέ, ἀληθῶς οὐ καταισχύνονται.

Ἦχος αˊ

Τὴν προθεσμίαν πληρώσας, σοῦ τὸν Παράκλητον, ὡσεί πυρὸς ἐν γλώσσαις, ἐξαπέστειλας κόσμῳ, τὰς πάντων ἁμαρτίας, θείῳ πυρί, ἀναχωνεῦσαι, καὶ δοῦναι ἡμῖν, τήν πρὸς αὐτὸν κοινωνίαν εἰλικρινῆ, τοῖς πιστῶς θεολογοῦσιν αὐτόν.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Τῷν οὐρανίων ταγμάτων

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Ἔργῳ τοῖς Μαθηταῖς, ὡς ἐπηγγείλω Λόγε, ἀπέστειλας τὸ θεῖον, καὶ ἅγιόν σου Πνεῦμα, καὶ τούτους κατεφώτισας.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κατανυκτικὸν

Ἦχος βˊ

Ἄφνω ἐξ οὐρανοῦ, τοὺς Ἀποστόλους πᾶσα, τοῦ θείου Παρακλήτου, ἡ δύναμις πανσόφους, καὶ θεολόγους ἔδειξε.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Μαρτυρικὸν

Ἦχος βˊ

Γένος ἀλλογενῶν, ἀκούοντες ἠπόρουν, ταῖς γλώσσαις ταῖς ἰδίαις, τοὺς θείους Ἀποστόλους, Τριάδα μεγαλύνοντας.

Δόξα... Καὶ νῦν... >Ἦχος αˊ

Γλώσσαις ἀλλογενῶν ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα διˊ αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Συντάττω, συνυμνῶ, συνδοξάζω, συνσέβω, Πατρὶ καὶ τῷ Υἱῷ, τὸ πανάγιον Πνεῦμα, ἑνῶν τῇ Θεότητι, διαιρῶν ἰδιότησιν· οὕτω τοῦτο γὰρ τοὺς τοῦ Χριστοῦ Ἀποστόλους, ἐμφορῆσαν νῦν, ἀνὰ τὸν σύμπαντα κόσμον, κηρύττειν ἐσόφισε. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Χριστοῦ τοὺς Μαθητάς, ἡ τοῦ Πνεύματος χάρις, φρικτῶς ἐξ οὐρανοῦ, κατελθοῦσα ἐν εἴδει, πυρός, κατεφώτισε, καὶ φωστῆρας ἀνέδειξε, καταγγέλλοντας, τῇν τῆς ἁγίας Τριάδος, μίαν δύναμιν, καὶ κυριότητα μίαν, ἣν πίστει δοξάζομεν. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κοντάκιον, τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ διˊ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, διˊ ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφˊ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Αἴγλῃ θεαρχικῇ, τὸν νοῦν καταλαμφθέντες, οἱ Μαθηταί σου Λόγε, οὐσιωδῶς τὸ Πνεῦμα, τὸ ἅγιον ἐδέξαντο.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Ἦχος βˊ

Γλῶσσαι ὡσεί πυρός, ἐξ ὕψους ὁραθεῖσαι, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθον μερισθεῖσαι, φωτίζουσαι, οὐ φλέγουσαι.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Ἦχος βˊ

Ἄνωθεν πρὸς ἡμᾶς, Παράκλητε φοιτήσας, ὡς πρὶν τοῖς Ἀποστόλοις ἁγίασον καὶ σῶσον, τοὺς σὲ Θεὸν κηρύττοντας.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Πάντα χορηγεῖ, τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμόν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Τῌ ΤΕΤΑΡΤῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῷν οὐρανίων ταγμάτων

Ὡς προσφυὲς ὡς οἰκεῖον, τοῖς λογικοῖς οὐρανοῖς, ἐν πυριμόρφοις γλώσσαις, τοῦ Θεοῦ καταγγέλλειν, τοῖς ἔθνεσι τῇν δόξαν, τοῦ τῷ πυρί, οὐρανοὺς ὡραΐσαντος, καὶ καταυγάσαντος κόσμον τὸν αἰσθητόν, σὺν Υἱῷ τε καὶ τῷ Πνεύματι.

Ἦχος αˊ

Ἐν τῇ Σιὼν συνηγμένων, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ὡς ἡ ἐπαγγελία, τὸ πανάγιον Πνεῦμα, ἐν τούτοις ἐφιζῆσαν, εἴδει πυρός, πυριπνόους ἀνέδειξεν, ἐκφαντορίαις τὰ δόγματα μυστικαῖς, τῆς Τριάδος ῥητορεύοντας.

Ἦχος αˊ

Οὐρανοχάλκευτα ξίφη, τοὺς Ἱεροὺς Μαθητάς, τὸ ἱερὸν φοιτῆσαν, ἐκτετέλεκε Πνεῦμα, τῇν γῆν καθιερῶσαι, τῷ ποιητῇ, ἀνιέρους συγκόψαντας, ὡς ἐκλιπεῖν τὰς ῥομφαίας τοῦ πονηροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Σήμερον ἐφοίτησε, τοῦ παναγίου σου Πνεύματος, ἡ ἐνέργεια Κύριε, ἐν τοῖς Ἀποστόλοις σου, καὶ σοφοὺς ἐνδεῖξαν, τῇ θεογνωσίᾳ, καταπεπλήρωκεν ἰδού, τῆς μακαρίας διδασκαλίας σου· διό σου τῇν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κατανυκτικὸν

Ἦχος δˊ

Σήμερον τὸ Πνεῦμά σου, τὸ παντοδύναμον Δέσποτα, ἐκ Πατρὸς καταπέμπεται, τὸ σοὶ ὁμοούσιον, ἐν πυρίναις γλώσσαις, διανεμηθὲν δέ, τὰ μεγαλεῖά σου λαλεῖν, τους Ἀποστόλους σου παρεσκεύασε· διό σου τὴν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Μαρτυρικὸν

Ἦχος δˊ

Σήμερον ἐξέχεας, τοῦ Παρακλήτου σου Πνεύματος, ὁ Σωτὴρ τὰ χαρίσματα, τῇ βροτείᾳ φύσει, διδοὺς προφητεύειν, ὡς ἔφησας λόγε, καὶ τὴν Τριάδα, προσκυνεῖν, ἀδιαιρέτως συνεξεπαίδευσας· διό σου τῇν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Καθὼς ἐπηγγείλατο, αὐτεξουσίως μολόν, τὸ Πνεῦμα τὸ ἅγιον, τοῖς Ἀποστόλοις Χριστέ, εἰς μίαν συνήρμοσε, πίστεως συμφωνίαν, τῆς ἀκτίστου Τριάδος, γλώσσας τάς διαφόρους, τῆς ἐθνῶν πανσπερμίας· ἀλλˊ οἴκησον καὶ ἡμῖν ἀγαθέ, φιλάνθρωπε δεόμεθα. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. δˊ

Τὴν Σοφίαν καὶ λόγον

Τὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα· ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουεν· ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)

Κανών βˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Κανών βˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν διˊ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Κοντάκιον, τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών βˊ, ᾨδὴ δˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Κανών βˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χˊ αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Κανών βˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Κανών βˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,

Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.

Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.

Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.

Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,

Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου

Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,

Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,

Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,

Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,

Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,

Ἀλλˊ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,

Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Κανών βˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,

Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,

Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,

Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,

Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,

Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,

Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,

Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,

Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,

Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,

Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,

Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,

Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Κανών βˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης

Τὸ Πνεῦμα τὸ πανάγιον, τὸ φῶς τὸ ἐκ φωτὸς προϊόν, ἐν πυρίναις γλώσσαις, ἦλθεν ἐπὶ γῆς, φλέξαι τὰς ἁμαρτίας, τῶν πίστει προσκυνούντων, τὴν τρισυπόστατον Θεότητα.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Ἦχος πλ. βˊ

Τὸ Πνεῦμα τὸ πανάγιον, ἐγκαίνισον ἡμῖν ὁ Θεός, ὅπερ πάλαι, πέμψας σου τοῖς Μαθηταῖς, ἐνίσχυσας οἰκτίρμον, πληρῶσαι ἐν τῷ κόσμῳ, σοῦ τὰ σωτήρια θελήματα.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Ἦχος πλ. βˊ

Τὸ Πνεῦμα τὸ πανάγιον, πιστῶς θεολογήσωμεν, ἐκβοῶντες· Μὴ ἀποστῇς ἀφˊ ἡμῶν, Παράκλητε, ὁ πᾶσι παρέχων σωτηρίαν, καὶ ἁγιάζων τοὺς ὑμνοῦντάς σε.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου, τῇν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Τῌ ΠΕΜΠΤῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῷν οὐρανίων ταγμάτων

Μωσῆς ἐν ὄρει τὸν ὄντα, πυρὶ τεθέαται, ἀλλὰ καὶ τοῖς θεόπταις, καὶ σοφοῖς Ἀποστόλοις, τὸ πνεῦμα πυριμόρφως κάτεισι νῦν, ὡς σαφῶς ὑπεμφήνειεν, ὡς εἷς Θεός ὁ λαλήσας, τότε καὶ νῦν, ἐν ταυτότητι τῆς φύσεως.

Ἦχος αˊ

Ἐν πυριμόρφοις ταῖς γλώσσαις, οἱ θεορρήτορες, βαπτίσματος τοῦ θείου, οἱ πρὸς ὕδωρ καλοῦντες, ῥητόρων φληναφίας, ἀθέων πυρί, τῷ τοῦ Πνεύματος ἔφλεξαν, ἀλλὰ φωτίσαις Παράκλητε καὶ ἡμᾶς, τοὺς πιστῶς θεολογοῦντάς σε.

Ἦχος αˊ

Καὶ τοὺς ἐν ὕλῃ Θεέ μου, σοὶ λειτουργήσαντας, προσλαβομένῳ πάχος, τὸ τῆς ὕλης ἀρρήτως, ὡς πάλαι τοὺς ἀΰλους, πυρὶ καινουργεῖς, φλογεροὺς τῷ τοῦ Πνεύματος. Ὡς πολυΰμνητος πέλεις, ὡς θαυμαστός, ἐν τοῖς ἔργοις σου φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ὁμοδύναμον, σύνθρονον, συμφυὲς καὶ συνάναρχον, τῷ Πατρί, τῷ Λόγῳ τε, Πνεῦμα ἅγιον, συμπαντουργόν, συναΐδιον, πανάγαθον, πάνταρχον, τοὺς τοῦ Λόγου Μαθητάς, ἐμφορῆσαν ἐσόφισεν, ἐν τοῖς ἔθνεσιν, ἐν φωναῖς πολυγλώσσοις καταγγέλλειν, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τῆς Τριάδος τὰ δόγματα.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κατανυκτικὸν

Ἦχος δˊ

Τὰ τῇ μέθῃ σκοτούμενα, τῆς ἀγνοίας θεάνθρωπε, τῶν ἐθνῶν συστήματα, τὰ πολύσπορα, ὑψηγοροῦντας ἐν πνεύματι, τὰ θεῖα τοὺς Μύστας σου, πολυγλώσσοις λαλιαῖς, ἀπεκάλουν μεθύοντας, τοὺς ἐλάσαντας, τῆς ἀπάτης τὴν μέθην, ἀλλˊ ἡμεῖς σε, διˊ αὐτῶν ἐπεγνωκότες, θεολογοῦμεν σῳζόμενοι.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Μαρτυρικὸν

Ἦχος δˊ

Ἡ πηγὴ ἡ ἀΐδιος, ἀενάως ἡ βρύουσα, ποταμὸν ἀνέκφραστον ἀγαθότητος, ὕδωρ τὸ ζῶν ἀεὶ βλύζουσα, συμφύτως προχέουσα, ταῖς αὐτοῦ ἐπιρροαῖς, τὴν ψυχήν μου κατάρδευσον, λυτρουμένη με, τῷν παθῶν τῆς καμίνου, τοῦ φλογμοῦ τε, τῶν δεινῶν πειρατηρίων, καὶ τοῦ πυρὸς τῆς κολάσεως.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Τριάδα ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἰδοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ἡ τοῦ Πνεύματος αἴγλη τοὺς Ἀποστόλους σου, ἐμφορήσασα Σῶτερ, φωστῆρας ἔδειξε, τὴν τῶν αἱρέσεων ἀχλύν, ἀποδιώκοντας, ἀπὸ τῆς γῆς, καὶ τῶν πιστῶν, καταφωτίζοντας ψυχάς, λατρεύειν σου τὸν Πατέρα, καὶ τὸ πανάγιον Πνεῦμα τὸ ἁγιάζον τοὺς προσκυνοῦντάς σε. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κοντάκιον, τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ διˊ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, διˊ ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφˊ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἡ τοῦ Πνεύματος κάθοδος, Ἀποστόλους ἐφώτισεν, ἐν πυρίναις γλώσσαις νῦν, ἐποφθεῖσα αὐτοῖς, καὶ τούτους ῥήτορας ἔδειξε, τοῖς πᾶσι κηρύττοντας, τῆς Τριάδος ἀληθῆ, ὁμοφυῆ τε τὴν ἕνωσιν· ὅθεν ἅπαντα, ἐξεπλήττοντο ἔθνη, καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους, τρανῶς λαλοῦντας ἀπόρρητα.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Ἦχος δˊ

Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον, τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι, καὶ ἐλάλουν ἐμφανῶς, διαφόροις διδάγμασι, προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον βεβαιοῦντες, τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Ἦχος δˊ

Ὡς κατέπεμψας Κύριε, τοῦ ἁγίου σου Πνεύματος Ἀποστόλοις σήμερον, θείαν χάριν, καὶ νῦν ἡμῖν παράσχου δεόμεθα, αὐγάσαι καρδίας φωτί, ἀενάως τῆς αὐτοῦ, ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον, ἐν φωναῖς ἀσιγήτοις, αἶνον πάντες, ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδόν σωτηρίας, καί, ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος δˊ

Ἐδωκας σημείωσιν

Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διαιροῦν τὰ χαρίσματα, ἐπὶ γῆς ἐπεδήμησεν, οὐχ ὥς περ τὸ πρότερον, τῇ σκιᾷ τοῦ νόμου, λάμψαν ἐν Προφήταις, οὐσιωδῶς δὲ νῦν ἡμῖν, τῇ μεσιτείᾳ Χριστοῦ δεδώρηται, καρδίας ἐκκαθάρωμεν, ταῖς ἀρεταῖς καὶ δεξώμεθα, τὴν αὐτοῦ ἐπιφοίτησιν, μυστικῶς φωτιζομενοι.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἀντανέλῃς φιλάνθρωπε, ἀφˊ ἡμῶν, ἀλλὰ δώρησαι, ἀξίως τὴν χάριν σου, πολιτευομένους, ψυχῇ καὶ καρδίᾳ διαιωνίζουσαν αὐτοῦ, τὴν μετουσίαν κληρονομῆσαι ἡμᾶς, ναοὺς καὶ οἰκητήρια, τοῦ Παρακλήτου ὑπάρχοντας, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δˊ

Τὸ πνεῦμα τὸ ἅγιον τὸ ἁγιάζον τὰ σύμπαντα, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ πίστει βοησωμεν, ὁ ἐλθὼν ἐν κόσμῳ, Πατρὸς εὐδοκίᾳ, μὴ ἀποχώρει ἀφˊ ἡμῶν, τῶν λατρευόντων σου τῇ Θεότητι, ναοὺς ἡμᾶς ἀνάδειξον, τῆς σῆς ἀφράστου χρηστότητος, καὶ ἁγίασον ἅπαντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.

Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς

Παράκλητον ἔχοντες πρὸς τὸν Πατέρα, Χριστὸν τὸν Θεόν, Παράκλητον ἄλλον ἐπιδημήσαντα τῇ γῇ σήμερον, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐν πίστει προσκυνήσωμεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Τὸ Πνεῦμα τὸ ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, καὶ ἐν Υἱῷ προσκυνούμενον, διˊ οὗ καὶ φέρεται, καὶ κρατεῖται πάντα, καὶ ζωῇ συνέχεται, καὶ ζῇ καὶ διαμένει καὶ σῴζεται, θεολογήσωμεν. Ἀκατάληπτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κατανυκτικὸν

Ἦχος αˊ

Τὸ Πνεῦμα τὸ ἅγιον πηγή, πάσης ἀγαθότητος, οὐσιωδῶς ἐπεδήμησε, τῆς γῆς τὰ πέρατα, οὐρανίου σθένους, διὰ τῶν Ἀποστόλων, πληρῶσαι καὶ τῆς θείας χρηστότητος, αὐτῷ βοήσωμεν· Ἀνερμήνευτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Μαρτυρικὸν

Ἦχος αˊ

Τὸ Πνεῦμα τὸ ἅγιον Θεός, συμφυὲς καὶ σύνθρονον, Πατρὶ καὶ Λόγῳ γνωρίζεται, φῶς ὑπερτέλειον, ἐκ φωτὸς ἐκλάμψαν, ἐξ ἀνάρχου τελείου, Πατρός, καὶ διˊ Υἱοῦ προερχόμενον, αὐτῷ βοήσωμεν, Ζωοπάροχε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου, κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ, μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Οἱ σοῦ Σωτῆρος ἐρασταί, χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον ἐξ ὕψους, κατῆλθεν, καὶ ἔστη ἐπὶ τὰς κάρας τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)

Κανών βˊ, ᾨδὴ αˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Κανών βˊ, ᾨδὴ γˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν διˊ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Κοντάκιον, τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Κανών βˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Κανών βˊ, ᾨδὴ εˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χˊ αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Κανών βˊ, ᾨδὴ ςˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Κανών βˊ, ᾨδὴ ζˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,

Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.

Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.

Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.

Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,

Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου

Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,

Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,

Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,

Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,

Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,

Ἀλλˊ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,

Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Κανών βˊ, ᾨδὴ ηˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,

Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,

Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,

Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,

Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,

Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,

Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,

Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,

Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,

Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,

Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,

Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,

Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Κανών βˊ, ᾨδὴ θˊ, τῆς Πεντηκοστῆς

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Ἐπιπαφλάζοντος πάλαι, πυρίνου ἅρματος, ὁ ζηλωτὴς Ἠλίας, καὶ πυρίπνους ἐν δόξῃ, ὀχούμενος ἐδήλου, τὴν νῦν ἐν Σιών, Ἀποστόλοις ἐκλάμψασαν, ἀφˊ ὕψους θείαν ἐπίπνοιαν ἐμφανῶς, διˊ ἧς κόσμον κατελάμπρυναν.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Ἦχος αˊ

Ἰσηγοροῦντες τὴν θείαν, οἰκονομίαν Χριστοῦ, ἐν πυριμόρφοις γλώσσαις, οἱ Ἀπόστολοι πάντες, ἐφώτισαν τὰ ἔθνη, σέβειν πιστῶς, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεόν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Ἦχος αˊ

Σιὼν ἁγία ἡ Μήτηρ, Ἐκκλησιῶν ἁπασῶν, ἐν ᾗ πυρὸς ἐν εἴδει, τὸ Παράκλητον Πνεῦμα, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθε φρικτῶς, χαῖρε νῦν καὶ ἑόρταζε, τὴν κοσμοπόθητον ὄντως Πεντηκοστήν, σὺν ἡμῖν πανηγυρίζουσα.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς, ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἰδιόμελα

Ἦχος αˊ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

Ἦχος αˊ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

Ἦχος αˊ

Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα διˊ αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος αˊ

Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος βˊ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.

Ἦχος βˊ

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.

Ἦχος βˊ

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε Κύριε.

Ἦχος βˊ

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Ἦχος βˊ

Τριάδα Ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Λέοντος Δεσπότου

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας διˊ Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, Ἅγιος ἰσχυρός, διˊ οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.

Εἰς τὸν Στίχον Στιχηρὰ Ἰδιόμελα, Ἦχος πλ. βˊ

Ἀγνοοῦντα τὰ ἔθνη Κύριε, τὴν τοῦ παναγίου Πνεύματος, ἐν τοῖς Ἀποστόλοις σου γενομένην δύναμιν, τὴν ἐναλλαγὴν τῶν γλωσσῶν, μέθην εἶναι ἐνόμιζον, ἡμεῖς δὲ στηριχθέντες ὑπˊ αὐτῶν, ἀπαύστως οὕτω λέγομεν· Τὸ Πνεῦμά σου τὸ ἅγιον, μὴ ἀντανέλῃς ἀφˊ ἡμῶν, δεόμεθα φιλάνθρωπε.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Κύριε, τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις, τοὺς Ἀποστόλους σου ἐμφορήσασα, ἐν ἑτέραις γλώσσαις λαλεῖν παρεσκεύασεν· ὅθεν τὸ παράδοξον, τοῖς μὲν ἀπίστοις μέθη ἐνομίζετο, τοῖς δὲ πιστοῖς πρόξενον σωτηρίας, οὗ τῆς ἐλλάμψεως καὶ ἡμᾶς ἀξίωσον, δεόμεθα φιλάνθρωπε.

Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν, ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δˊ

Ἐκ γˊ

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, διˊ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Κανών βˊ, ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Καταβασία Ἦχος βαρὺς

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται».

Καταβασία Ἦχος δˊ

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

Κανών βˊ, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Ἄληπτός ἐστιν ἡ θεαρχικωτάτη·

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν διˊ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Καταβασία Ἦχος βαρὺς

«Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε».

Καταβασία Ἦχος δˊ

«Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων».

Κάθισμα

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν

Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Κανών βˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Καταβασία Ἦχος βαρὺς

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπˊ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».

Καταβασία Ἦχος δˊ

«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ διˊ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

Κανών βˊ, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χˊ αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Καταβασία Ἦχος βαρὺς

«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».

Καταβασία Ἦχος δˊ

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Κανών βˊ, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Καταβασία Ἦχος βαρὺς

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Καταβασία Ἦχος δˊ

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

Κοντάκιον

Ἦχος πλ. δˊ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, διˊ ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κανών βˊ, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,

Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.

Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.

Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.

Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,

Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου

Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,

Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,

Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.

Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,

Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,

Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,

Ἀλλˊ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,

Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

Καταβασία Ἦχος βαρὺς

«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Καταβασία Ἦχος δˊ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,

Ἅ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,

Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,

Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,

Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,

Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,

Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,

Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,

Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

ᾞσε Προφητῶν πνευματέμφορον στόμα,

Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,

Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,

Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,

Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Καταβασία Ἦχος βαρὺς

«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Καταβασία Ἦχος δˊ

«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος βαρὺς

Ὁ Εἱρμὸς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφˊ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Κανών βˊ, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Καταβασία Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Καταβασία Ἦχος δˊ

«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».

Ἐξαποστειλάριον, τῆς Πεντηκοστῆς

Ἦχος γˊ, (Δίς)

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ διˊ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

Ἐξαποστειλάριον

Ἦχος γˊ

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ διˊ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν. (Ἅπαξ)

Ἱστῶμεν Στίχους ςˊ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες αὐτά.

Ἦχος δˊ

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὕτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλˊ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον; ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν; αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· διˊ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὕτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλˊ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον; ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν; αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· διˊ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· διˊ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Ἦχος δˊ

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· διˊ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Ἀντίφωνον Αˊ Ἦχος βˊ Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἀντίφωνον Βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Ἀντίφωνον Γˊ Ἦχος πλ. δˊ Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διˊ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εἰσοδικὸν, Ἦχος βˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Μεγαλυνάριον

Ἦχος βαρὺς

«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».

Κοινωνικὸν

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Комментарии для сайта Cackle