Источник

III. Εὐϑυμίου Τορνίκη συγγραφαί

1. Λὸγος ἐγκωμιαστικὸς εἰς τὸν βασιλέα κῦριν Ἀλέξιον τὸν Κομνηνὸν τοῦ παναγιωτάτου δεσπότου καὶ ὐπερτίμου κῦρι Εὐϑυμίου τοῦ Τορνίκῃ, καὶ προτρεπτικὸς ἅμα, ὥστε ποιῇσαι ρήτορα, ἀναγνωσϑεὶς κατὰ τὸν καιρὸν τῶν Φώτων, ὄτε οὐκ ἧν ρήτωρ τις, τοῦ τότε γεγονότος μητροπολίτου τῶν Παλαιῶν Πατρῶν

384 1. Ὢ καλὸν τοῦτο πάλαι κρατῆσαν ἔϑος, ἀγωνίσματα καὶ λόγους τῆς πρέσβας καὶ πανδήμου ταύτης ῥητορικῆς μέσοις ἀνακτόροις ἐνσοφιστεύεσϑαι καὶ χάριν ἅπασαν ἐκτίνειν τοῖς βασιλεῦσι τοὺς σοφιστὰς οἷς τε τοῦ λάχους αὐτῶν ὑπεραγωνίζονται καὶ οἷς οὗτοι πληροῦσι κατορϑωμάτων ξύμπασαν τὴν ὑφ’ ἥλιον· μόνον γὰρ ἀκριβῶς εὔλογον ἔϑος τοῦτο καὶ νόμος οὗτος ὄντως ὑπέρσεμνος. ναὶ μὲν γὰρ τερπνὸν ὅτι χρῆμα καὶ δεινῶς ἐράσμιον ὀρᾶν μὲν ἄνδρα τρόφιμον τοῖς τῆς ῥητορικῆς385 ὅλοις τετελεσμένον ὀργίοις καὶ τῆς386 συννάου δὲ σοφίᾳ387 ποιητικῆς τε καὶ γραμματικῆς ἐπίπνοον ῥήτορα μετὰ σεμνοῦ τινος εἰσιόντα περὶ τὸ λαμπρὸν τοῦτο ϑέατρον καὶ τρόπου καὶ σχήματος, ὀρᾶν δὲ καὶ συμπαρομαρτοῦντας αὐτῷ τοὺς τῆς πανδήμου ταύτης πρωτοτόκους ῥητορικῆς καὶ ϑεάτροις οὕτω μεγάλοις τε καὶ λαμπροῖς καὶ οἵοις καταπλῆξαι καὶ στερεὸν προσανέχοντας, περὶ τὰ βασιλικὰ ταῦτα βήματα στρεφομένους καὶ τὸν αὐτὸν ἀγῶνα τῷ σφῶν ἀρχηγῷ οἷον ἁμίλλωμένους καὶ τὴν αὐτὴν καὶ μίαν τῶν λόγων προβαλλομένους ὑπόϑεσιν· ναὶ μὲν γὰρ ἀγὼν οὗτος μέγας καὶ τῶν ἀγώνων ὁ πραγματειωδεστερός388 τε καὶ φρικωδέστατος, εἴπερ, πολλῶν ὄντων δὴ μεγάλων τῶν τοῦ ἡμετέρου βασιλέως καλῶν, κἃν γοῦν ἐνὸς τούτων ὁ τῶν σοφιστευόντων λόγος ἐφίκοιτο, μὴ καὶ μέγιστον ἐντεῦϑεν ξυμπέσῃ τοῦτο τοῖς λογογράφοις ἀτύχημα.

2. Ἐκ δὴ τούτου τοῦ πάλαι κρατήσαντος ἔϑους ὅσοι τῶν ἀγαϑῶν ἡμῖν ἀναπιδύουσι ῥύακες· φαίνεται μὲν γὰρ τῷ τέως περὶ τὸν εὐεργέτην ὁ λόγος εὐχάριστος τοῖς τοῦ βασιλέως τροπαίοις παρασχιρτῶν καὶ τοῖς κατορϑώμασι τούτου προσμειδιῶν, ἔτι τε τῶν ὑπὲρ τοῦ λάχους τούτου καμάτων τὸν αὐτοκράτορα τοῖς γράμμασι δεξιούμενος καὶ τὸ πρέπον γέρας ἀφοσιούμενος, ὁ δ’ ἐπιδίδωσι πρὸς τὸ βέλτιον μᾶλλον, ὁ αὐτοκράτωρ, καὶ πρὸς τοὺς πόνους προϑυμότερον ἐπεγείρεται, εἰ μὴ τὴν σύμφυτον τοῦ ἡμετέρου βασιλέως ἐπὶ δὲ κόπους φαίη τις ἑτοίμότητα καὶ τὸ πρὸς τοὺς ὑπὲρ ἡμῶν καμάτους τε καὶ ἱδρῶτας ἄτρυτον καὶ ἀνένδοτον. οὐκ ἂν ποτε γὰρ οὐδὲ τὸν τοῦ παλαιοῦ Φιλίππου Ἀλέξανδρον389 πρὸς τόξα καὶ σπάϑην καὶ τὰ λοιπὰ τῶν ὅπλων κεκίνηκεν ὁ παλαιὸς ἐκεῖνος αὐλητής, ὁ Τιμόϑεος390, ἧχον αὐλήσας τὸν ὄρϑιον καὶ τὸν νόμον τῆς Ἀϑηνᾶς ἐπικαλεσάμενος, εἰ μὴ πρὸς μάχας ἐκεῖνος ἕτοιμος ἦν καὶ πρὸς πολέμους ϑυμοειδής τε καὶ σύντονος καὶ Ἀρης ὄντως ἐμπύριος. ἔπειτα δ’ οἱ λόγοι τὰ σφέτερα τούτων συγγράμματα τοῖς ὀψιγόνοις καταλιμπάνοντές κλεΐζουσί τε τοὺς βασιλέας καὶ τοῖς τούτων γράμμασι τοὺς αὐτοκράτορας ἀπαϑανατίζουσι, τὰς πράξεις τῶν ἄνω χρόνων ἐκδιηγούμενοι τοῖς ποιήμασιν· οἱ μὲν γὰρ τὴν τοῦ βασιλέως ἀνδρείαν περικροτοῦσίν, οἱ δὲ τὸ πρᾶον καὶ τὸ ἱλαρόν, ἕτεροι δὲ τὸ φιλάνϑρωπον ἐκϑειάζoυσι καὶ ἄλλος ἀλλο τι κἀλλιστόν τε καὶ μνήμης ἄξιον· ἀκμάζουσι δὲ τοῖς λόγοις καὶ τεχναι ῥητορικαί, καὶ τῶν ἀκροωμένων κρότοις ἐνσεμνυνόμεναι καὶ τοῖς ἐξ ἁπάντων αἴνοις οἷον ἀνανεούμεναι. οὕτως ἡ καλλίστη καὶ πάνδημος αὕτη ῥητορικὴ πανταχόϑεν ἡμῖν ἐπιχορηγεῖ τὰ καλά, τοὺς κατὰ σέ, ϑειότατε καὶ συνετώτατε βασιλεῦ, ἀγαϑοὺς αὐτοκράτορας391 ἀπαϑανατίζουσα καὶ τὸ οἰκεῖον ταύτῃ καὶ φίλον ὄνομα μέχρι392 δὴ καὶ ἐξ δεῦρο, τοὺς σοφιστάς, περισῴζουσα.

3. Ταῦτα μὲν οὕτω, καὶ οὕτω κἀλλιστά τε καὶ διαφερόντως ὠφελιμώτατα· ἐγὼ δὲ πῶς ἐκ τοῦ φανεροῦ τοσοῦτον ὑποστήσασϑαι τὸν ἀγῶνα τεϑάρρηκα ὡς βασιλέα δόξης τοιοῦτον ὑποδεξόμενος, ὃν ἀγαϑά τε καὶ πλεῖστα περικυκλοῦσι καλὰ καὶ μυρίαι περιστέφουσι χάριτες, εἰς ὃν καὶ τῶν ἄγαν σοφῶν ἐργώδεις οἱ λόγοι, τὰς ἀρετὰς ὀπόσας ἔχει διενεγκεῖν καὶ κατὰ μέρος ἐλέσϑαι ταύτας ἀδύνατοι, πράγματα προξενούσας τοῖς σοφιστεύουσι καὶ μεγίστων ἀγώνων τοῖς λογογράφοις ὑπόϑεσιν; εἶτα πῶς οὐκ ἂν αἰτίας ἀξιος δόξαιμι, ὃς πρὸς τοσοῦτον ὕψος τῶν τοῦ αὐτοκράτορος ἀρετῶν καὶ πρὸς τηλικοῦτον μέγεϑος τῶν τοῦ ἐμοῦ βασιλέως καλῶν μεταρσιωϑῆναι τετόλμηκα, χαμαιπετὴς τὰ πρὸς τοὺς λόγους ὢν τὰ πολλὰ καὶ τὸ ὅλον εἰπεῖν ἠπεδανὸς καὶ χαμαίζηλος; ὧν μόλις ἂν ὑψιπετεῖς τινες καὶ τὸν νοῦν αἰϑεροβάμονες καὶ οὐράνιοι καὶ τὴν γλῶτταν ὡς ἐπίπαν περίτρανοι ἐφικέσϑαι πάντως δυνήσαιντο. ἀλλὰ μὴ δῆτα, ὦ πρὸς τῶν ὑπὲρ ἡμῶν ἱδρώτων τοῦ βασιλέως (τούτους γὰρ αὐτὸς ὅρκον393 πεποίημαι), τοῦτο καταγνόντες τοῦ ἐγχειρήματος, ὦ γερούσιον ἄϑροισμα καὶ σοφὸν καὶ ϑεῖον ἀκροατήριον, τολμητίαν εἶναί με κρίνητε καὶ παράβολον ὡς ἐς τοσοῦτον (τῶν)394 τοῦ βασιλέως καλῶν ἐμαυτὸν ἐπαφέντα πέλαγος καὶ τοσοῦτον ἀναρρίψασϑαι κίνδυνον οὐκ ὀκνήσαντα· παραμυϑεῖται γάρ μοι τὴν τόλμαν ταύτην τὸ πρόϑυμον, ὅ με καὶ μᾶλλον τοῖς βασιλικοῖς ἐγκωμίοις (εἰμὶ γάρ πως φιλαυτοκράτωρ καὶ περὶ τὸν ἡμέτερον δεσπότην καὶ βασιλέα εὐνοϊκός) ἐνευκαιρεῖν παρεσκεύασε· καὶ ϑεάτροις οὕτω δὴ λαμπροῖς καὶ μεγάλοις ἐνϑεατρίζομαι καὶ μέσος ἕστηκα πάντων τοῦ βασιλέως ὑμνηγορήσων τὰ κατορϑώματα.

4. Τίνα γούν τράπωμαι; ποῖον κόσμον ἀείσω;395 τίνα δὲ τῶν τοῦ καλοῦ βασιλέως τῷ λόγῳ νῦν ἐνστήσομαι πρὸς ὑπόϑεσιν; τὴν ἀνδρείαν ὑπερϑαυμάσω καὶ τὸ πρὸς Βαρβάρους ἐμβριϑὲς καὶ ϑυμοειδὲς καὶ οἷον ἐμπύριον, ἢ τὸ πρὸς τοὺς ὑπηκόους συμπαϑές τε καὶ ἱλαρόν; τὸ πρᾶον, ᾧ καὶ Δαυὶδ396 ἑσεμνύνετο, τὸ εἰρηνικόν, ᾧ καὶ Σολομὼν397 ἐδοξάζετο, τὸ μείλιχον, τὸ φιλάνϑρωπον καὶ τὸ ὅλον εἰπεῖν ἀόργητον, ἢ τὸ τοῦ βασιλέως ὑπὲρ τῆς οἰκουμένης ἐμμέριμνον καὶ κηδεμονικὸν ἐκϑειάσομαι, τὸ φιλοκίνδυνόν τε καὶ τὸ φιλόπονον; τὰς τῆς φύσεως ὑπεραγάσομαι χάριτας, τὸ εὐφυὲς δηλονότι καὶ τὸ ϑυμόσοφον398, ἢ τὸ ἀγχίνουν καὶ τὸ ἀγχίστροφον; ἔνϑεν ἕλκουσί με τὰ τῆς μεγαλοφροσύνης καὶ μεγαλοψυχίας τοῦ αὐτοκράτορος, τὰ δὲ γε τῆς μεγαλοπρεπείας τε καὶ μεγαλειότητος ἐκεῖϑεν αὖϑις ἀνϑέλκουσι. ἐμοὶ δὲ καὶ ἐπιλείψειαν399 ἂν καὶ ὀνομάτων ἱδέαι καὶ προσηγοριῶν ἀλλεπάλληλοι ϑέσεις ἐκ τῶν προσόντων αὐτῷ κατορϑωμάτων καλεῖν ἐϑέλοντί μοι τὸν αὐτοκράτορα. ὢ τοσούτων ἀγαϑῶν ὁρμαϑός· ὢ καλὴ στεφάνη τῶν ἀρετῶν· ὢ κύκλος οὗτος τῶν ἀρετῶν περιηγμένος τε καὶ πολύχωρος, οὗ μέσον ὁ ἡμέτερος οὗτος ἥλιος καὶ περικαλλὴς ἵσταται ἐναπαστράπτων400 ταῖς ἀρεταῖς καὶ μετὰ κἀλλους ταύταις ὡραϊζόμενoς, ὡσεὶ καὶ γραμμάς τινας εὐϑυωρουμένας τὰς φωτοβόλους ἀκτῖνας ἀποδισκεύων ἡμῖν καὶ ξύμπασαν φωταγωγῶν τὴν ὑφ’ ἥλιον401. ἀλλ’ ὁρᾶτε, ὦ παρόντες, ὅπῃ με τὸ τῶν ἀρετῶν πολυώνυμον ὡς πολύρρουν ῥεὺμα παρέσυρε402 τῶν προκειμένων ἀπαγαγόν, ὡς μικροῦ δεῖν ἐπιλαϑέσϑαι με τῆς προϑέσεως, καὶ ταῦτα τοῦ καιροῦ τὸν λόγον ἐν στενῷ κομιδῇ περιγράφοντος καὶ βραχυλογεῖν αὐτὸν ἀναγκάζοντος, οὐχ ὡς πρὸς ὕδωρ μόνον ἀγωνιζόμενoν, ἀλλὰ καὶ πρὸς φῶς ὑπεραυγάζoν οὕτω καὶ φωταυγὸν403.

5. Φέρε τοίνυν ἐξιχνιάσω τοῦ βασιλέως, εἰ οἷόν τε, καὶ ἀνερευνήσω τὴν πορείαν τοῦ αὐτοκράτορος, εἰ καὶ «ἴχνη ἀετοῦ πετομένου»404, ὁποῖος καὶ οὗτος μεγαλοπτέρυγος405, ἐν ἀδυνάτῳ κεῖται καὶ τῷ Ἐκκλησιαστῇ. μέχρι δὲ τίνος ὑπὲρ ἡμῶν οἱ ὡραῖοι τούτου πόδες406 κεκοπιάκασι καὶ μέχρι τίνος τὴν καλὴν πορείαν ἐστείλαντο; ἅμα γὰρ τὸν Περσάρχην οὗτος μεμάϑηκε τῶν ἡμετέρων ἐπιβαλόμενον κατορχήσασϑαι (ἐπήρϑη γὰρ ὁ ἀσεβὴς407 οὗτος βάρβαρος καὶ τῇ σφετέρᾳ κακίᾳ μέγα νήπιος408 ἐκαυχήσατο· ἔϑετο ἐν τοῖς χείλεσιν αὐτοῦ ἀδικίαν καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ δόλον409 καὶ ἐν τῷ στόματι αὐτοῦ ἐλάλησεν ὑπερηφανίαν410), καὶ μηδὲ βραχὺ γοῦν περιμείνας πάντως ὁ βασιλεὺς πρὸς τὴν Ἕω τὸ περικαλλὲς τούτου πρόσωπον καὶ παμφαὲς ἐπεστήριξεν, αἱ δ’ ὀμβροφόροι νεφέλαι411, αἱ δὲ βαλλόμενοι πυκνοὶ νιφάδες ἐξ οὐρανοῦ, ἡ δὲ τοῦ χειμῶνος βαρύτης καὶ ὁ δριμύσσων οὗτος καιρὸς τὸ τούτου πρόϑυμον οὐκ ἐπήμβλυναν· ὑπερηφανεύετο γὰρ ὁ ἀσεβῆς κατὰ τοῦ χριστωνύμου τούτου λαοῦ καὶ ὁ βασιλεὺς τῷ ὑπὲρ τῆς σφετέρας κληρονομίας ζήλῳ ψυχὴν καὶ ὁμοῦ καὶ καρδίαν ἐνεπυρίζετο412. ἔνϑεν τοι καὶ ταῖς νιφάσι βαλλόμενος ἐκαρτέρει, καὶ κακοχούμενος κατὰ Παῦλον413, τὸ σκεῦος τῆς ἐκλογῆς414, ὑπὲρ τῆς τοῦ παντὸς σωτηρίας ἔστεργεν ὁ φερέπονός τε καὶ φιλοκίνδυνος· μᾶλλον δὲ ταῖς χρησταῖς ἐλπίσιν ὑποϑαλπόμενος ἐνεαρίζειν οἷον ἐδόκει καὶ μέσου χειμῶνος ὡς ἐπὶ λαμπροῖς καὶ ῥοδοδακτύλοις ὑπὲρ τὰς ὁμηρικὰς ἡμέρας ἐστρατοπέδευε. καὶ τέως μὲν φϑάνει περὶ τὸν Ῥυνδοκὸν ποταμὸν καὶ τῷ περὶ τὰς ὄχϑας τούτου πολιχνίῳ κεκάϑικε415 καὶ σοφὰς ἐκεῖσε βουλὰς καὶ πυκνὰς ὁ συνετός τε καὶ ἀριστόβουλος διασκεψάμενος βασιλεύς, οἷος οὗτος πολὺς ἐν φρονήσει, ὁποῖον δὲ καὶ τοῦ νοὸς τούτου τὸ σταϑηρὸν καϑαρᾷ πάντως καὶ βαϑείᾳ φρενὶ κεδνὰ βλαστῆσοι βουλεύματα416, πρὸς τὸν Περσάρχην καὶ πρέσβεις πέμπει καὶ γράμματα.

6. Καὶ «Μηδέν» φησιν «μέγα, Περσάρχα417, φρόνει καὶ σοβαρόν. μὴ παρατάξεις καὶ μάχας φαντάζου, μήτε δὲ τὸν Ἄρην ἀναρρίπιζε τὸν πολεμόκλονον418 καὶ φιλαίματον419. οὐ χαίρει τούτοις ϑεός, μισεῖ δὲ μᾶλλον ἔϑνη τὰ τοὺς πολέμους ϑέλοντα· ἀσπίδα δὲ καὶ δόρυ καὶ τόξα καὶ τὴν ἄλλην πανοπλίαν ἀπόϑες καὶ εἰρήνεύειν ἀγάπα μᾶλλον καὶ φρονεῖν μέτρια· ἢ μὴν ἀλλ’ ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει ὁ κύριός420 μου καὶ βασιλεύς, τὸν ἀλαζόνα, τὸν ὑπερήφανον, καὶ δι’ ἐμοῦ ἀντιτάξεταί σοι κύριος, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος». τίνι δὲ δώσει χάριν καὶ πρὸς τίνα ἐπιβλέψει κύριος, ὁ ϑεός (ἐγώ σοι ταῦτα, κύριέ μου καὶ βασιλεῦ), ἀλλ’ ἢ ἐπὶ σὲ πάντως τὸν ταπεινὸν421 καὶ πρᾶον καὶ ἥσυχον; ναὶ μὴν καὶ τὰς δι’ Ὠσηὲ κατὰ τοῦ Ἰσραὴλ ἀπειλὰς ἐπικαταρρηγνύει τῷ Ἰσμαήλ422· «Ἐπεὶ ἡ καρδία σου ἐλογίσατο πονηρὰ καὶ ἐνεκαυχήσω τῇ γλώττῃ σου, πεσοῦνται οἱ ἄρχοντές σου ἐν τῇ ῥομφαίᾳ μου, καὶ γνώσῃ κακὰ διὰ ἀπαιδευσίαν γλώττης σου423 καὶ καϑίσω424 σε εἰς παράδειγμα425· ἣν δ’ ἂν βουλὴν κατὰ τῶν ἐμῶν χριστιονύμων βουλεύσῃ, εὖ ἴσϑι, ὡς παρὰ τοῦ ἡμετέρου Χριστοῦ, εἰς ὃν ἐμὸν καὶ ϑάρρος ἅπαν καὶ καύχημα, διασκεδασϑήσεται». αὗταί σοι, βασιλεῦ, αἱ φωναί, καὶ ϑεὸς ἀχούσας ἄνωϑεν ἐπεκύρωσεν· ἃς ὁ Περσάρχης ἐνωτισάμενος ἑξαίφνης ὁ πρὶν ἰταμὸς περιδεὴς ἐγένετο καὶ κατεπτηχώς, τὰ τε ὅπλα μετὰ τοῦ ϑράσους καταβαλὼν προσπίπτει τε τῷ ἐμῷ βασιλεῖ καὶ συγγνώμην αἰτεῖται τῆς ἀπονοίας καὶ λαβεῖν ἄφεσιν ἐκλιπάρεῖ τοῦ τολμήματος.

7. Ἢ οὐχ ὁρᾷς, ὦ μέγα καὶ περίδοξον ἄϑροισμα, τοὺς ἐκ Περσίδος πρέσβεις ὑπὲρ εἰρήνης παρακλητεύοντας, τοῖς βασιλικοῖς προσκνυζωμένους ποσὶ καὶ ἐξαιτοῦντας τὰ εἰρηναῖά τε καὶ σωτήρια; οἳ καὶ παρόντες πιστώσονταί μου πάντως τοὺς λόγους καὶ τῶν γραφόμενων ἔσονται μάρτυρες. ὑμεῖς δὲ τί φατε, Πέρσαι πρέσβεις καὶ βάρβαροι, οἱ μέχρι καὶ ἐνταῦϑα τὴν πορείαν στειλάμενοι, οἱ συγγνώμην λαβεῖν ἀξιοῦντες, οἱ τὴν εἰρήνην ἐπιζητοῦντες καὶ τὴν σφετέραν σωτηρίαν πραγματευόμενοι; ἴδετε426 βασιλέα σϑεναρόν τε καὶ περιδέξιον καὶ οἷον πανωλεϑρίαν ἀντιπάλοις ἐπενεγκεῖν, εἰ μόνον ἐπαφήσει τὰ κεδνὰ τούτου καὶ βουλεύματα καὶ στρατεύματα. τὸ περικαλλὲς τούτου πρόσωπον ϑεάσασϑε, οἵαις ἐναπαστράπτει ταῖς χάρισιν, ἀλλὰ καὶ τὴν εὐφυΐαν ὅλην τοῦ σώματος, ὡς κυπαρίττινος αὕτη καὶ ὄρϑιος. ἴδετε λειμῶνα χαρίτων, ὃν ἡ φύσις οὕτω μετὰ κάλλους ἐκήπευσε· μὴ καὶ παρ’ ὑμῖν τοιοῦτός ἐστιν ἀρχηγός, ὡς ὁ περικαλλὴς οὗιος ἡμῶν βασιλεύς, ὁ τῶν χριστωνύμων ἀρχηγός τε καὶ πρόμαχος; τοῦτον τῇ σφετέρᾳ χειρὶ ἐνϑαλαμεύει ϑεὸς καὶ τῇ παναλκεῖ τούτου427 δυνάμει τὸν αὐτοκράτορα ῥώννυσι καὶ καϑιστᾷ τούτον τῶν ἀντικαϑισταμένων πάντων ὑπέρτερον. ἔϑετο τοῦτον καὶ ὡς βέλος ἐκλεκτὸν ἐν τῇ φαρέτρᾳ αὐτοῦ428 καὶ τόξον χαλκοῦν ἐν τοῖς βραχίοσιν αὐτοῦ429 καὶ κατατοξεύει δι’ αὐτοῦ τοὺς ἀλάστορας. μάϑετε ταῦτα πάντα, καὶ γνόντες τοῦ ἐμοῦ βασιλέως τὴν δύναμιν τῷ τῶν Περσῶν ὑμῶν ἀρχηγέτῃ καὶ τοῖς ὁμοεϑνέσιν ἐκδιηγήσασϑε. ἀπαγγείλατε ἐν τοῖς ἔϑνεσιν τὴν δόξαν καὶ τὴν δυναστείαν αὐτοῦ430 (τὸ ϑεῖον ταῦτα γράμμα λέγει καὶ ἱερόν)· ἔτι δὲ καὶ τὰ τοῦ Ἡσαΐου προσεπαγγείλατε· Ἐπιστράφητε οἱ τὴν βαϑεῖαν βουλὴν καὶ ἄνομον βουλευσάμενοι, υἱοὶ Ἰσμαήλ· ἢ μὴν ὑμᾶς μάχαιρα καταφάγεται431· ἰδοὺ γὰρ βασιλεὺς ἡμῶν ἄρχει δίκαιός τε καὶ ἰσχυρός, ἀλεξητὴρ ὄντως καὶ ἀλεξίκακος. ταῦτα πρὸς τὸν ὑμέτερον ἀρχηγέτην καὶ τοὺς λοιποὺς σατράπας ἐκδιηγήσασϑε καὶ πείσατε μὴ μόνον ἄρτι μένειν οἴκοι τὸ βάρβαρον δι’ ἣν εἰρηναίαν ὑμῖν κατάστασιν ὁ βασιλεὺς ἐπηγγείλατο, ἀλλὰ καὶ ἐξ τὸ διηνεκὲς περισῴζειν τὸ εἰρηναῖόν τε καὶ ἀπόλεμον.

8. Ὢ καλὰ ταῦτα πάντα, πάντα δὴ καὶ σωτήρια ὢ καλῶν καὶ χαρμοσύνων τούτων νῦν ἡμερῶν· ὢ κοσμοσωτηρίων καὶ φαιδρῶν ἑορτῶν καὶ λαμπρῶν τούτων δὴ τελετῶν τοῦ Χριστοῦ, ἃς ὁ χριστὸς σὺ κυρίου432 καὶ τοῦ εἰρηνικοῦ Χριστοῦ μαϑητὴς ταῖς φιλοϑέοις ἐπιδημίαις καὶ εἰρήνην εὐαγγελιζομέναις433 τοῖς ξύμπασιν ἐπὶ τὸ λαμπρότερον διεσκεύασας. ὢ χριστομιμήτου βασιλέως ἐπιβατήρια πρὸς πολλὰς τὰς πανηγύρεις διαχεόμενα καὶ πολλαπλασιάζοντα τοῖς ὑπηκόοις τὰ γηϑόσυνα καὶ χαρίεντα. φαιδρότης γοῦν ἐπὶ φαιδρότησιν ἡμῖν τοῖς ὑπηκόοις προτίϑεται· τὰ τῆς ἀγαλλιάσεως προσεπαύξονται καὶ πoλλαπλασιάζoνται τὰ χαρμόσυνα· καὶ ἵνα συνελὼν εἴπω ἑορτῶν ἄντικρυς γεγόνασιν ἑορταὶ τὰ πανέορτα τοῦ αὐτοκράτορος ἐπεισόδια καὶ τὰ εἰρηνικὰ τοῦ βασιλέως ἐπιβατήρια. οὐχ οὕτω ταῖς νεομηνίαις ἑσάλπιζον τῶν Ἰουδαίων γένος434 παλαίτερον· οὐχ οὕτω τὰ Παναϑήναια οἱ τὴν Ἀττικὴν οἰκοῦντες ἐπανηγύριζον. ὢ βασιλέως χειμεριναῖς ἀνάγκαις ἐγκαρτεροῦντος καὶ προμηϑευομένου τῶν ὑπὸ χεῖρα καὶ πραγματευομένου τὰ τούτοις λυσιτελῆ καὶ σωτήρια, πυκναῖς νιφάσι βαλλομέναις ἐξ οὐρανοῦ προσπαλαίοντος, κινδύνοις ἐξ ἀέρος, κινδύνοις ἐν ϑαλάσσῃ, ὡς ἂν αὐτοὶ ῥᾳστωνεύοιμεν. ἀλλὰ μὴδὲ τὰ τοῦ κλύδωνος ϑήσομεν ἔξω μνήμης καὶ ϑαύματος, μὴ παντελῶς αὐτοὶ μέλλωμεν πίπτειν ἔξω τοῦ καλοῦ καὶ τοῦ πρέποντος. ἔχει δὲ νῦν, ὦ παρόντες, ὁ λόγος τάχα μέν τι καὶ φρικαλέον καὶ λυπηρόν, πλουτεῖ δὲ καὶ οὐχὶ μετρίαν τὴν ἡδονήν, ἐπεὶ καὶ τὰς κατὰ ϑάλατταν ἀριστείας ἀπαγγέλλει τοῦ αὐτοκράτορος.

9. Εἶχε μὲν ἡ τριήρης ἤδη τὸν βασιλέα, ἐπεὶ τῶν ποδῶν οὗτος εἶχε πονήρως καὶ ἀλγεῖν αὐτὸς ἠναγκάζετο· ἀλλ’ ὦ κακὴ νόσος καὶ πάντολμε, ἢ καὶ τῶν ὡραίων ποδῶν τοῦ βασιλέως κατατολμᾷς καὶ γίνῃ τῆς ἡμετέρας παντελοῦς εὐδαιμονίας κωλύμη ἐμποδοστατοῦσα τοῖς ὑπὲρ ἡμῶν βασιλικοῖς διαβήμασιν· εἰ μὴ γὰρ ἐνόσει πάντως τοὺς πόδας ὁ βασιλεύς, εἰ μὴ γὰρ ἀλγοῦντας εἶχεν ὑπὸ σοῦ τῆς νόσου καὶ κἀμνοντας, τάχ’ ἂν τελείαν ἐλευϑερίαν τοῖς ὑπηκόοις ὑπέγραφε, πυκνὰ περὶ πολέμους στρεφόμενος καὶ παναλκέσι χερσὶν ἀάπτοις ϑαμὰ τὸ δόρυ κραδαίνων καὶ κατασείων τὸ βάρβαρον· ἀλλὰ μακρὰν ἐς κόρακας435 ἔρρε εἴϑε καὶ ἀμετατρεπτί, βαρεῖα νόσε καὶ πάντολμε. καὶ ἵνα τὸν λόγον αὖϑις ἐπαναλήψομαι, εἶχε μὲν οὕτως ἡ τριήρης τὸν αὐτοκράτορα καὶ λεπτῷ ζεφύρῳ γοῦν ἐκεκίνητο, καὶ Βορέης μὲν αἰϑρηγενέτης436 τὸ λαῖτμα τῆς ϑαλάσσης437 οὐκ ἤγειρε, σὺν δ’ Εὖρός τε Νότος τε438 δύσπνοόν τε καὶ μέγα συρρήξαντες καὶ τέτριγὸς ὀλέϑριον, δεινήν τε καὶ ἀλλεπάλληλον ἐποιοῦντο τῶν κυμάτων τὴν ἐπανάστασιν. ἐπωρύετο πυκνὰ κυρτουμένη καὶ ϑάλασσα καὶ προσερρόχϑει ταῖς πέτραις, τοῦ πνεύματος ἐποτρύνοντος· καὶ ἦν μὲν ἰδεῖν τότε δακρυόεν ὄμμα περικαλλοῦς Σελήνης καὶ ϑαλερόν, Ἡλιάδας τε στυγναζούσας καὶ παρηλίους νεφόεντας, ἀλλ’ ἦν ἰδεῖν καὶ τὸ σὸν ἀνδρεῖον καὶ σταϑηρόν, ὦ στερρότατε καὶ καρτερικώτατε βασιλεῦ, ὁποῖον ἄντικρυς ὁ Σταγειρόϑεν διδάσκει με. καὶ τοῖς ἀνοιδοῦσι μὲν οὐκ ἐπετίμησας κύμασι, γαληνῷ πάντως καὶ ταπεινῷ φρονήματι σεμνυνόμενος· οὐδὲ τῇ ἀγριαινούσῃ παρεκελεύσω ϑαλάσσῃ «Σιώπα, πεφίμωσο»439, κατὰ τὸν σὸν εἰρηνάρχην Χριστόν, ἵνα παραυτὰ κοπάσῃ σοι τὸ κλυδώνιον· ταῦτα γὰρ ᾔδεις440 ἐκείνου μόνου καὶ κελεύσματα καὶ γνωρίσματα. ναυτιασάντων δ’ ἄρτι καὶ τῶν ναυτῶν καὶ κατὰ κυμάτων ἤδη πεζεύειν μελλόντων καὶ τῷ τῆς ϑαλάσσης καταβαπτίζεσϑαι κλύδωνι, αὐτὸς μόνος ἀπερικλόνητος ἔμεινας, αὐτὸς κατὰ κυμάτων ἠνδρίσω σταϑηρῷ μάλα καὶ κρατερῷ τῷ φρονήματι. τότε καὶ τὰ τοῦ Ἰεζεκιὴλ ταῦτα μόνα καιρὸν εἶχε λέγεσϑαι περὶ σοῦ· «ἐν καρδίᾳ ϑαλάσσης ὤφϑησαν αἱ δυνάμεις σου»441 καὶ ὥσπερ ἐν ταῖς στρατηγικαῖς, οὕτω δὴ κἂν ταῖς ναυτικαῖς ἐκράτεις βουλαῖς. τοῖς κωπηλάταις μένος καὶ ϑάρσος ἐνέπνευσας, ἐπεμβοήσας αὐτοῖς μετὰ βασιλικοῦ τοῦ βουλεύματος καὶ βλοσυρωποῦ κἀπὶ μόνῳ τῷ τοῖς ἀνέμοις442 ἐπιτιμῶντι Χριστῷ443 ϑαρρεῖν αὐτοὺς παρασκευάσας· ἐπεϑάρρυνας δὲ καὶ τὸν κυβερνήτην ὡς τὰ πολλὰ δειλαινόμενον.

10. Οὕτω τὸ σκάφος ἐκ κυμάτων ἀνοιδούντων ἐπανεσώσω, ϑεοκυβέρνητε καὶ περιδέξιε βασιλεῦ, καὶ τὸν ἐμπλέοντα τούτῳ λαὸν ϑεοῦ τε καὶ σοῦ περιούσιον444 ἐκ ϑαλάσσης μέσης καὶ τῶν κυμάτων ἀνείλκυσας. τι τούτου παραδοξότερον; τί τούτου ϑαυμασιώτερον, τί δὲ γενναιότερων τε καὶ καταπληκτικώτερον; τί πρὸς ταῦτα τὰ τοῦ Ξέρξου φόβητρα καὶ παιδεύματα καὶ νεανιεύματα, πρὸς μόνην ἔκπληξιν ἐνδεικνύμενα, ὃς κυμαινομένην ἔτυπτε ϑάλατταν ἔξω ταύτης ἑστὼς καὶ παρὰ τὴν γῆν ἑδραζόμενος445; εἰ παιδεύειν ἤϑελες, Πέρσα, τὴν ϑάλατταν, ὡς καταπλήξεις τοὺς Ἕλληνας, τί μὴ ταύτης ἔνδον εἰσῄεις, ὡς ἂν τάχα μακροτέραν ἐπάξῃς446 ἀτακτούσῃ ταύτῃ τὴν κόλασιν; ἢ τάχ’ ἂν τὸν Ὁμήρου κυβιστῆρα447 σὺ μιμησάμενος ἔνδικον εὗρες τὴν κόλασιν; ἔμελλες δὲ ἅρα μετ’ ἀπειροπληϑοῦς στρατοπέδου πρὸς τὴν ἐμὴν Ἑλλάδα παραγενόμενος τὴν ἐκ τῆς ἥττης αἰσχύνην ἀποίσεσϑαι καὶ τὴν μέλαιναν. σύ δ’ ἀλλ, ἐπιστημονικώτατε κυβερνῆτα καὶ οἰακοστρόφε πανδέξιε, ἐπειδὴ τοὺς τῆς Ῥωμαικῆς ὁλκάδος οἴακας παρὰ τῆς τοῦ ὑψίστου δεξιᾶς ἐμπεπίστευσαι, ἐπανόρϑου καταστρεφομένην αὐτὴν κἀκ τοῦ πελάγους τῶν κινδύνων περίσῳζε· καὶ τὸν ἐμπλέοντα δὲ τῷ κοσμικῷ τούτῳ σκάφει σῷζε κλῆρον ὅλον Χριστοῦ καὶ λαὸν ϑεοῦ περιούσιον καὶ μὴ κατορχεῖσϑαι τῆς σῆς κληρουχίας ἔα τοὺς Πέρσας τοὺς δυσμενεῖς, τοὺς ἀλάστορας. ὁρᾷς, ὁπόσα κατὰ ταύτης ὁ Πέρσης ἐνεκαυχήσατο, εἰ μὴ τὰ σὰ τοῦτον κεδνὰ βουλεύματα κατεσίγασαν· ἐπίσκεπτε αὐτοὺς ἐν ῥάβδῳ448, αἴ κέν τοι φάος πάντεσσι γένηαι449· παρόξυναί σου τὸ δόρυ, παράϑηγέ σου τὴν σπάϑην, ἀκόνα δὲ καὶ τὰ βέλη σου, δυνατέ, καὶ σπλάγχνοις ἔμβαπτε ταῦτα βαρβαρικοῖς καὶ λύϑροις ἔγχραινε περσικοῖς, εἰ τὰς σπονδάς ἀϑετήσουσι· παραϑήξει δὲ σου ταῦτα τὰ βέλη καὶ σὸς λαὸς ὁ χριστώνυμος, τὰς χεῖρας ἀνατείνων εἰς οὐρανόν, ὡς ἀντιλάβοιτό σου ϑεός. ὁ δ’ ἄνωϑεν αὐτοῖς ἐπινεύσει καὶ τοῦ σκοποῦ τούτων συνάροιτο. πέμψουσιν ἐκ τῶν ὀμμάτων καὶ δάκρυα, ὡς Περσικῶν ὀμμάτων ῥύακες παρὰ δεξιᾶς τῆς σῆς ἐκχυϑήσωνται. στενάξουσιν, ἐκβοήσουσιν, ὡς μεγάλα κλαύσωνται παῖδες Περσῶν ἀπορφανιζόμενοι.

11. Ὢ Περσικὸν τοῦτο γένος δυσμενὲς καὶ ὑπέρογκον καὶ κατὰ τοὺς Αἰγυπτίους σκληρογνῶμον καὶ σκληροτράχηλου· ὡς ἄρα ἦν ἔκπαλαι τοῦτο τοῖς Ῥωμαίοις ἐπεγκοτοῦν, πολέμους καὶ μάχας τῇ τῶν Ῥωμαίων ἐγεῖρον ἀρχῇ καὶ ἡμῖν ἀρχῆϑεν πολέμιον. ἀπόγονος γὰρ τοῦ Περσικοῦ τούτου γένους ἐνταῦϑα ἐπὶ κακῇ σφετέρᾳ μοίρᾳ καὶ φὺς καὶ ἀνατραφείς. ἴστε (πάντως τὸν μάταιον ἐκεῖνον, τὸν κρεωβαρῆ τε καὶ ἀποφώλιον, τὸ ἀχάριστον σπέρμα τοῦ Ἰσμαήλ, οὗ ϑεὸς ἡ κοιλία450, κατὰ Παῦλον λέγω τὸν ϑεῖον καὶ ἱερόν), οὗτος, κἂν τῷ γένει προσήγγισε τῷ βασιλικῷ, κἂν φιλοίκτοις κόλποις τοῦ βασιλέως ὑπεζωπυροῦτο καὶ ὑπεϑάλπετο, ἀλλ’ οὐκ ἡγάπα τῆς ἐμφύτου πονηρίας ἀφίστασϑαι, ὁ ὄφις ὁ σκολιός. Πέρσης δ’ αὖϑις ὁ Πέρσης ὢν καὶ τοῦτο δὴ πίϑηκος (κατὰ τὴν παροιμίαν451) ὁ πίϑηκος, τὴν προγονικὴν αὑτοῦ κακίαν καὶ τὸ γαῦρον φρόνημα καὶ περσικὸν οὐκ ἀπέϑετο· φαγῶν γὰρ ἐνεπλήσϑη καὶ ἀπελάκτισεν· ἐπαχύνϑη, ἐπλατύνϑη καὶ τοῦ τρέφοντος αὐτὸν ἐπελάϑετο καὶ ἀπέστη ἀπ’ αὐτοῦ452, καὶ ὡς Ἱεροβοὰμ ἄλλος δοῦλος453 καὶ ἀποστάτης λαὸν ἀϑροίσας μωρὸν καὶ οὐχὶ σοφὸν τὸ μέγα σέμνωμα τοῦτο καὶ περίδοξον ὄνομα, τὴν βασιλείαν, ἐσφετερίσατο.

12. Ὢ μωρὸς οὗτος ὄντως λαός, χάλκεα χρυσείων κἀχληκάς τε μαργάρων καὶ φωτὸς τὸ σκότος ἀνταλλασσόμενος454· οἷον γὰρ ὁ βασιλεύς μου πλουτεῖ τὸ κἀλλος, οἵαν δ’ ἐκεῖνος εἶχεν εἰδέχϑειαν. οἳ καὶ τὰς τῶν μεγάλων ἀρχείων πύλας ἀναμοχλεύσαντες ἔνδον ἐπὶ τὰ βασίλεια τούτον κρεωβαροῦντά τε τὰ πολλὰ καὶ ἀσϑμαίνοντα καὶ ὡς πεφορτισμένον μέγαν φόρτον ἄντικρυς ἔϑεντο καὶ (ὢ τῆς ἀνοχῆς σου, Χριστὲ βασιλεῦ) ἐτώσιον τοῦτον ἄχϑος455 ἐπὶ βασιλικὸν ϑρόνον ἐκάϑισαν. ὁ δὲ γε ϑῶκος οὐκέτι ϑῶκος μεῖναι πάλιν ἠνέσχετο· κατεάγη γὰρ ἐς τὸ παντελὲς ὑπὸ τοῦ βαρέος ἐκείνου καὶ νωϑροῦ σώματος. εἶπεν ἂν τις ἀστεϊζόμενος φρενῶν ἐκεῖνον τὸν ϑῶκον μετέχειν καὶ μὴ παρὰ τὸν ἐκείνου δεσπότην ἕτερον ἐνϑρονισϑῆναι τούτῳ καταδεχόμενον· ἄλλος δ’ εὐϑύσκοπα βάλλων καὶ τῶν πραγμάτων ὡς ἔνι μάλιστα καταστοχαζόμενος σύμβολου ἐφοίβασεν εἶναι τοῦτο τῆς παντελοῦς αὐτοῦ μετὰ βραχὺ καταπτώσεως. ἐξεγέλας δὲ ἄρα τοῦτον ὁ ἐν οὐρανοῖς κατοικῶν456 καὶ ἐξεμυκτήριζες τούτου τὰ διαβούλια ἐν παγίδι, ᾗ ἔκρυψε, συλληφϑησομένου μετὰ μιχρὸν καὶ πῦρ μὲν ἀλλὰ κατὰ τῆς σφετέρας ἀνάψαντος κεφαλῆς καὶ τόξον ἐντειναμένου, ἀλλὰ κατὰ καρδίαν αὐτοῦ· ἔνϑἐν τοί καὶ τὸν δρόνον αὐτοῦ κατέρραξας, ἐμίκρυνας τὰς ἡμέρας τοῦ χρονου αὐτοῦ καὶ κατέχεας αὐτοῦ αἰσχύνην457. ναὶ μὲν γὰρ καὶ ὁ παμφαίνων οὐράνιος οὗτος σφαῖρος ἡλιακὸς οὔπω φϑἀνει μελετῆσαι τὰ δυτικά, καὶ ἐπέστρεψεν ὁ πόνος εἰς κεφαλὴν αὐτοῦ καὶ κατέβη ἐπὶ τὴν κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ458· ἅμα γὰρ εἰς τὸν τῆς βασιλείας εἰσῆλϑεν ὄγκον ὁ τὸν νοῦν καὶ τὰς σάρκας πεφυσημένος459 τε καὶ ὑπέρογκος καὶ ὡς ἀληϑῶς νοῦς σάρκινος, καὶ ἅμα τὴν ζωὴν ὡς ἀσκὸς πλήρης πνεύματος ἐξεφύσησε460. βασιλεὺς ὁ δύστηνος ἀνηγόρευται, ὁ τῆς βασιλείας ἅμα καὶ τῆς σφετέρας ἅρπαξ ζωῆς, καὶ παντοίοις εὐϑὺς ἐνεκυβίστα τοῖς ξίφεσι καὶ σίδηρος αὐτίκα περὶ τὸ μέγα σῶμα τούτου πολύς. ἔφαγεν ὄντως τότε καὶ μάχαιρα κρέα καὶ τοῖς αἵμασι τούτου πέλεκυς βαρβαρικὸς ἐμεϑύσκετο461.

13. Οὕτω γοῦν παντοίοις ξίφεσι μελιζόμενος αὐτοῦ που κατέπεσεν ἐπὶ τοῦ δώματος τοῦ βασιλικοῦ, τοῦ καὶ φϑεγγομένοιο κἀρη κονίῃσιν ἐμίχϑη462· ἐν ἐκστάσει γὰρ ἡ τούτου κεφαλὴ διεκόπτετο463 καὶ πρὸς γῆν ἐρρίπτετο καὶ πρὸς ᾍδου βάραϑρον ἑσφαιρίζετο. ὁ κατὰ τοῦ δεσπότου τραχηλιάσας αὐχὴν ἐξεκόπτετο, ἑσπαϑἱζοντο δὲ καὶ πόδες, οἳ τῆς εὐϑεἰας καὶ βασιλικῆς ἐκτραπέντες ὁδοῦ πρὸς τὸ τῆς βασιλείας ὕψος ὁλισϑηρῶς ὑπανέδραμον· καὶ ἦν ἰδεῖν κόρσην μὲν ἀναύχενα, αὐχένα δ’ ἀκόρσωτον, ταῦτα δὴ τὰ Ἐμπεδόκλεια464 τέρατα, κεφαλὴν οὐ μόνον εἰδεχϑῆ τε καὶ μυσαρὰν ἀποστρέφειν τε τὸ πρόσωπον καὶ ταχὺ τὰ βλέφαρα μύειν τοὺς εἰς αὐτὴν ἀτενίζοντας ἀναπείϑουσαν, ἀλλὰ καὶ φοβερὰν τοῖς ὑπαντιάζουσι καὶ οἵαν ἄντικρυς τὴν τῆς Γοργόνης μυϑεύουσι· τὸν δέ γε λοιπὸν ὁλκὸν τοῦ σώματος ἠύν τε μέγαν τε465 κείμενον, κατερραγμένον ἐπ’ ἐδάφους ὡσεὶ πάχος466, κατὰ τὸν ψαλμογράφον, τῆς γῆς καὶ περὶ τὰς τῆς πόλεως διεξόδους προκείμενον τοῖς πετεινοῖς εἰς κατάβρωμα467, εἶπεν ἂν τις ἐπισκώπτων468 τῷ πτώματι βοῦν εἶναι τούτον, οἷον οἱ ἐκ μακέλλης φυσῶσιν469, ἐπὰν αὐτὸν ἀποκτείνωσιν, ἐλεεινὸν ϑέαμα, πτῶμα παγχάλεπον, ἡμέροις ὀφϑαλμοῖς ἀποτρόπαιον, παρὰ μὲν τῶν λὰξ παιόμενόν τε καὶ ὑβριζόμενον, παρὰ δὲ τῶν οἰκτιζόμενον.

14. Ὦ δυσϑάνατε καὶ βαρύποτμε καὶ τῆς ἐκεῖϑεν δι’ ἀπιστίαν κολάσεως ἄξιε, ὡς ταχύ γε τῆς φαντασϑείσης σοι βασιλείας ἐστέρησαι· βραχὺς γὰρ καιρός, μᾶλλον δὲ μία τις ῥοπὴ καὶ ϑάνατος οἴκτιστος αὐτὴν διεδέξατο. τοῖς ἐκ κεράμων χόρτοις ἦν εὐμαραντωτέρα, πνοῆς ἦν βραχυτέρα, λαίλαπος ὀξυτέρα· ὀνείρων ἦν ἀπατηλοτέρα, σκιᾶς ἀσϑενεστέρα, τάχος ἀστραπῆς ὀξυτέρα, κυμάτων ἀστατωτέρα, ἀφρῶν ταχὺ λυομένων εὐϑρυπτοτέρα. ἦπου καὶ τὰς ἀποϑήκας, ἄφρον, ἐμελέτας εὐρῦναι, ὁ τὴν ψυχὴν οὐκ ἐν ταύτῃ τῇ νυκτί470, κατὰ τὴν εὐαγγελικὴν νουϑεσίαν, ἀλλὰ καὶ πρὶν δῦναι τὸν ἥλιον ἀπαιτηϑησόμενος, τάχα μικρὸν αὐτὸν ἀναμείναντα, ἵνα καὶ αὐτὸς τὴν ἀφρονευσαμένην σου κεφαλὴν ἀποτεμνομένην ἐνδίκως ἴδῃ καὶ σφαιριζομένην εἰς τάρταρον, καὶ τὸν κεφαλὴν ἁπάντων εἶναι ϑελήσαντα μόνον δὴ τῶν ἁπάντων κεφαλῆς δίχα ϑεάσηται καὶ τούτων ἀπάντων ἄγγελος καὶ τοῖς νεωτέροις γενήσηται471. διελογίσω βουλὴν πονηράν, ὡς ὁδὸν βαδίσεις τὴν ἐπὶ τὴν βασιλείαν ἀνάγουσαν, κἂν ἔλαϑες βαδίσαι τὴν ἐπὶ ϑάνατον· ἐκεῖνο δὲ πῶς οὐκ ἐννενόηκας, ὡς τῇ τῶν οὐρανῶν βασιλείᾳ καὶ αὕτη παρείκασται καὶ ὡς οὐκ ἂν ἐκείνης ἔστιν ἄλλως ἐπιτυχεῖν, εἰ μὴ διὰ στενῆς καὶ τεϑλιμμένης βαδίσει τις τῆς ὁδοῦ472, ἥν ἂν ὃδὸν τὰ ϑεῖα καὶ ἱερὰ διδάσκουσι γράμματα, οὕτω δὴ καὶ αὐτῆς.

15. Ὦ σὺ ταῖς ἀνομίαις ἐμπλατυνϑείς (ἐπληϑύνϑησαν γὰρ αἱ ἀνομίαι σου καὶ ὑπερῆραν τὴν κεφαλήν σου473), ὦ καὶ τὸ δέμας πλατύσαρκε κἀν ταῖς πλατείαις καὶ βασιλικωτάταις τρίβοις στενοχωρούμενε, κἀν ταῖς δημοσίαις προσεντριβόμενε· ἵνα γὰρ τὰ τοῦ Ἀββακούμ σοι προσφϑέγξωμαι, ἐπλάτυνας καϑὼς ᾍδης τὴν κοιλίαν καὶ αὐτὸς ὡς ϑάνατος οὐκ ἐμπιπλάμενος ἦς474. τί δὲ καὶ πρὸς τοσοῦτον ἀναδραμεῖν ὕψος τετόλμηκας ὑπερύψηλον, ὦ τὰς φρένας μὲν κοῦφε καὶ ἐλαφρότατε, τὸ δὲ δέμας καὶ βαρύκρεω καὶ βαρύσαρκε; ἢ οὐκ οἶδας, ὡς τὰ τῶν ὑλῶν γεώδη τε καὶ βαρύτατα ταχεῖαν μάλα καὶ φυσικὴν τὴν κάτω φέρουσι κίνησιν; ναὶ μὲν γὰρ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνϑησαν αἱ ἀνομίαι σου ἐπὶ σέ, ἵνα δὲ καὶ τὸ ἑξῆς φϑέγξωμαι475 τοῦ Δαυιτικοῦ ψαλτῳδήματος, οἰκεῖον ὄν σοι καὶ μάλα προσφυές, προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές σου ἀπὸ προσώπου τῆς ἀφροσύνης σου476· εἶδε γὰρ ὁ ϑεός, ἵν’ ἐπὶ σοὶ μόνῳ παρῳδήσας ἁρμόσω καὶ Μωσαϊκά, ὅτι ἐγένοντο ἐπὶ σέ σάρκες καὶ διελογίσω τὰ πονηρά, καὶ εἶπε «Δεῦτε καὶ ἀποκτενοῦμεν αὐτόν»477.

16. Ὦ δυσβλεπτότατε καὶ δυσαντητότατε, κοῦφον εἶναι δεῖ μᾶλλον καὶ ἐλαφρότατον περὶ τὰς τῶν πολέμων κινήσεις τὸν αὐτοκράτορα καὶ περὶ τὰς μάχας ὀξύδρομον ἢ βαρὺν οὕτω καὶ ὑπεράγαν βαρὺν καὶ τὰ πολλὰ δασκίνητόν τε καὶ νωϑρευόμενον· «Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ»478· σὺ δὲ βοῦς ὢν τὸ σῶμα καὶ τερατολογούμενον βούπρωρον479 καὶ τοῖς ὄνοις παρεικαζόμενος τρόπον ἕτερον, ἀλλ’ ὅμως ἐκείνων ἐφάνης ἀγνωμονέστερος καὶ ἀναισϑητότερος· οὐδὲ γὰρ μόνον τὸν σὸν δεσπότην οὐκ ἔγνως, ἀλλὰ καὶ λακτίσαι τετόλμηκας, ἀναισϑητήσας480 καὶ πρὸς τὴν παροιμίαν481, ὡς ἔοικεν, ὡς ὁ πρὸς κέντρα λακτιζων, κἂν ὁ ἡμέτερος γλυκὺς βασιλεὺς ἄκεντρός ἐστι μέλισσα, τοὺς ἰδιους πόδας αἱμάσσει· σὺ δὲ μετὰ τῶν ποδῶν καὶ τὴν κεφαλὴν προσημάχϑης τὴν ἄφρονα. ταῦτα μὲν οὕτως.

17. Ὁ δὲ γε συμπαϑὴς καὶ φίλοικτος ἡμῶν βασιλεὺς τὸν τοῦ δυσμενοῦς ἐκείνου δίκαιον ἐνωτίσάμενος ϑάνατον, οὐκ ἐκόμπασεν, οὐκ ἐνεκαυχήσατο, οὐκ ἐπεκρότησε ταῖς χερσί, τῷ πάϑει δὲ φιλοτίμως μάλα νυγεὶς τὴν ψυχὴν καὶ ἐπεστέναξε τοῖς ἀκούσμασιν ὅτι μάλα καὶ ἐπεδάκρυσεν, εἰ ἐκεῖνος οὕτω ματαίως ἀπατηϑεὶς τῇ σφετέρᾳ ζωῇ καὶ τὴν ψυχὴν συναπώλεσεν, ἧς ὁ κόσμος οὐκ ἔστιν ἀντάξιος482. καὶ μὴ τὸ τοῦ σοφοῦ περιμείνας γράμμα Σειράχ, ἀλλ’ ὑπὸ τῆς σφετέρας γνώμης νυγείς, τῆς φιλοίκτου καὶ συμπαϑοῦς, ἐπὶ νεκρῷ κατήγαγε δάκρυον483· οὐ μόνον γὰρ ἐκλέλοιπε τούτου τὸ φῶς, ἀλλὰ καὶ τὴν ψυχὴν ἐξημίωται· ἀλλ’ ὦ φῶς ἡμέτερον, σὺ βασιλεῦ, ὢ πόσα ἔτι ταῖς σαῖς ἤϑελον ἐπεντρυφᾶν ἀρεταῖς καὶ τὸν ἐμὸν ἀκαλλῆ τοῦτον λόγον καὶ ἀγλευκῆ τῷ περικαλλεῖ φωτὶ τοῦ προσώπου σου καὶ ἐπὶ πλέον ἐναγλαΐζεσϑαι· νῦν δὲ ἀλλ’ ὁ τῶν λαμπρῶν τούτων φώτων κοσμολαμπὴς οὗτος καιρὸς βραχὺς οὕτω περὶ τοὺς σοὺς ἐπαίνους ὑφάπλωται, καὶ τὸν μετροῦντα δὲ μου τὸν λόγον κρουνὸν τὸ πολύκρουνον τοῦτο ῥεῦμα καὶ Ἰορδάνειον ἵστησιν. οὐκοῦν ἐνταῦϑα μὲν οὕτως ἑστήξεται.

18. Ὁ δ’ ἡμέτερος καὶ σοφὸς ἀρχιποίμην, ὁ καϑ’ ἡμᾶς οὗτος Μωσῆς, ὁ ἐξ ὑδάτων βρεφόϑεν τῆς βίωτικῆς τύρβης τοῦ ϑεοῦ σοφίᾳ τῇ ὄντως βασιλίδι ἀναληφϑείς484, * * ὁ φωτίζων ἡμᾶς φωτὶ γνώσεως (Ὠσηὲ τῷ προφήτῃ καὶ ταῦτα τεϑεσπεσιῴδηται485), φῶς ταῖς τρίβοις ἡμῶν καὶ λύχνον τοῖς ποσὶν ἡμῶν486 ὑπανάψας, εἰς τὸ πολυχανδὲς τοῦτο ῥεῦμα καὶ πολύκρουνον μετὰ τοῦ προπορευομένου φωτὸς αὐτὸς ἡμῶν προπορεύεται· καὶ τὸ ϑεῖον ξύλον καὶ πάντιμον τοῖς σταδαίοις τούτοις νάμασιν ἐμβαλὼν ὁ καϑ’ ἡμᾶς οὗτος Μωσῆς487, καὶ τὸ τούτου δὲ νόατιμον ἅλας τῶν ἀρετῶν προσεπεμβαλὼν κατὰ τὸν προφήτην Ἐλισσαιέ488, πρὸς τὸ γλυκύτερον ταῦτα μετασκευάσει καὶ ποτιμώτερον, ὡς καὶ ὕδωρ ζῶν καὶ ἁλλόμενον489 εἰς τὰς ψυχὰς ἡμῶν γλυκάζον μετοχετεύσει καὶ τῶν παϑῶν ἀναψύζει τοὺς καύσωνας· μᾶλλον δ’, ἵν’ οἰκειότερον εἰπω, ἡ μεγάλη φωνὴ τοῦ Λόγου, ἡ πάντα περιηχοῦσα τὰ πέρατα, ὁ μέγας ἐν πατριάρχαις οὗτος δὴ καὶ σεβάσμιος, ὁ τῷ τῶν προφητῶν σεβασμιωτέρῳ καὶ μείζονι πάντων ὁμότροπος καὶ ὁμώνυμος490, ἁγιάσει ταῦτα τὰ ὕδατα καὶ κατὰ τὸν μεγαλοφωνότατον Ἡσαΐαν πρὸς τὸν περιούσιον τοῦτον λαὸν καὶ αὐτὸς ἀναβοήσει τρανότερον· «Οἱ διψῶντες πορεύεσϑε ἐφ’ ὕδωρ καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς»491.

19. Εἰ δὲ καὶ τοῖς ἁγιασϑεῖσιν ὁ καϑ’ ἡμᾶς σὺ μέγας καὶ φωσφόρος ἥλιος, βασιλεῦ, τὸ περικαλλὲς πρόσωπόν σου περιρραντισϑῇ492, τάχ’ ἂν καὶ ὑπέρ τὸν ὁρώμενου τοῦτον ἥλιον, ὃς καὶ αὐτὸς λαμπρότερου ὡραΐζεται Ὠκεανοῦ λουόμενος493 ὕδασι, φαυστήριος ἡμῖν ἐπιλάμψῃς φαιδρότερός τε καὶ διαυγέστερος, ἐπεὶ καὶ φωτὸς πλήρη ταῦτα τὰ νάματα καὶ τῶν Ὠκεανείων494 μένουσι καϑαρώτερα· τάχα δὲ καὶ ἡμεῖς ἀπὸ τῶν σῶν ἀκτίνων περιλαμφϑείημεν ἀφϑονώτερον, φῶς ἐκ σοῦ τοῦ φωτὸς ἀπαρυσάμενοι495 καὶ ἀπαύγασμα. ἀλλ’ εἴης τῇ λαμπρᾷ καὶ περικαλλεῖ σελήνῃ συνανατέλλων καὶ σεμνὰ ταῦτα περιλάμπων ἀνάκτορα εὔϑυμός τε καὶ πολυχρόνιος.

2. 496 Τοῦ ἀὐτοῦ μονῳδία εἰς τὸν ὑπέρτιμον Νέων Πατρῶν497

1. Ἰδού σοι τὸν τάφον περιϊστάμεϑα περίλυποί τε καὶ δακρυόεντες, ὦ σοφώτατε ἀγχίϑεε δέσποτα, αἰχμάλωτοι μέντοι καὶ ὡς οὐκ ἂν ἠϑέλορεν, καὶ διπλοῦ τοίνυν τοῦ σκύφους τῶν συμφορῶν ἀκράτου τε καὶ πλήρους γευόμεϑα· φρεάτια γὰρ πικρασμῶν ἀκενώτων καὶ ὡς ἐξ ἀειρρύτου πηγῆς πολύκρουνος ποταμὸς βαρυσυμφόρως ἄγαν ἡμῖν ἀνορώρυκται καὶ δυστυχῶς πεπλημμύρηκεν. ὢ διπλοῦ πένϑους ἐμοῦ, τοῦτο μὲν τὴν πόλιν ϑρηνοῦντος, τοῦτο δὲ σὲ τὸν ἐμὸν κηδεμόνα498 τὸν ὑπέρσεμνον. ὢ δυστυχὴς ἐγὼ λογογράφος καὶ βαρυσυμφορώτατος ἄνϑρωπος, ὃς οὐκ ἔχω τίνα μὲν τὸν ϑρῆνον ποῖον δὲ τὸν λόγον ἐπιϑείην τοῦ πάϑους τῇ πλάστιγγι· πότερον τὸν κοσμικὸν τοῦτον ἀποκλαύσομαι χλύδωνα, ὃν ἁμαρτημάτων ἑσμὸς ἴσως ἀνεπλήμμορέ τε καὶ ἀνεμόρμυρε, καὶ γε τὴν Κωνσταντίνου καὶ τὸ σόμπαν ἐπέκλυσεν, ἤ σὲ ϑρηνολογήσω πανόδυρτα, τὸ ἐμὸν περίϑρύλητον σέμνωμα, τὸν λαμπρὸν ἡμέτερον κόσμον; οὗ πάντως οὐδ’ ὁ κόσμος ἦν ὅλος ἀντάξίος499, ἐπεὶ μηδ’ ἁμαρτημάτων βρασμὸς ἐνταῦϑα παρῆν, μᾶλλον μὲν οὖν καὶ ποταμὸς ἐπλήμμυρεν ἀρετῶν καὶ χύμα σοφίας τὴν οἰκουμένην πᾶσαν ἐπήρδευε. πότερον κατάρροπον τὴν πλάστιγγα ϑήσομαι, τὴν τοὺς ἡμετέρους περὶ σοῦ ϑρήνους καὶ τὴν τῶν ϑλίψεων βαρυολκίαν βαστάσουσαν, τὴν ἀτέραν, τὴν κοσμικὴν δηλονότι, μετεωρίσας500 ἐφ’ ἱκανὸν ἢ καὶ ἀμφοτέρας ἰσορρόπους ὡς ἐν τρυτάνῃ ζυγοστατήσω τὰς πλάστιγγας, ἴσα καὶ ἐπ’ ἀμφοτέροις ϑρηνολογήσας τοῖς501 πάϑεσιν; ἀλλ’ ἴσως μὲν τὴν τῆς Βύζαντος συμφοράν, ἧς ἡμεῖς αἰχμῇ Βαρβάρων ἁλωτοὶ δειχϑέντες ἔξω γεγόναμεν καὶ φυγαδεὺοντες ἐμακρύνϑημεν, καὶ ῥήτορες ἀποκλαύσονται καὶ Ἱερεμίαι πλεῖστοι ϑρηνολογήσουσιν· οὐδὲ γὰρ ἂν οἱ τοῦ ἐνὸς ἐκείνου πάλαι κλαυσϑέντες ἐπὶ τῇ παλαιᾷ Ἰερουσαλὴμ ϑρῆνοι καὶ ἐπὶ τῇ νέᾳ τοῦ ϑεοῦ Ἱερουσαλὴμ καὶ τῷ κοινῷ τούτῳ πάϑει πάντως ἀρκέσουσιν. ἐγὼ δὲ σου τὸν ϑειότατον τύμβον περιιστάμενος ὑπέραντλον τοῖς σφετέροις ϑήσομαι δάκρυσι, καὶ οὔ ποτε λήξω δακρυρροῶν502 οὐδὲ πενϑῶν ἀπαράκλητα παύσομαι, καὶ οὐκ ἂν ὅλος ἀπαλείψῃ τὸ πένϑος αἰῶν οὐδὲ πρὸς τὸν εἰκότα ϑρῆνον ἀρκέσῃ μοι· μενεῖται δὲ νεαρόν, καίτοι χρονίζον, καὶ ποτε τῷ μακρῷ χρόνῳ καμὸν ἐσεῖται παρ’ ἐμοὶ πάλιν ἀνανεούμενον, ὅλῳ πρὸς ὅλον τὸ πάϑος μεϑισταμένῳ μοι κἀκεῖνα ϑρηνολογοῦντι καὶ φϑεγγομένῳ μοι, ὅσα μᾶλλον ὑπανάπτειν οἶδε τὸ πένϑος καὶ πρὸς τὸ περιπαϑέστερον κόπτεσϑαι.

2. Ἀλλ’ ἔλαϑον ἐμαυτόν, ὦ ϑειότατε δέσποτα, ἀπὸ τῆς πρὸς σὲ ταύτης ἐμῆς ἐμπύρου ϑερμότητος ἐπιρρίψας οὕτω μὲν ἀχανεῖ πελάγει τῆς κατὰ σὲ σοφίας, οὕτω δὲ καὶ βάϑει τῆς σῆς πυριπνόου ῥητορείας ἀτλαντικῷ, ἢ καὶ τολμήσας ἀναπτερύξασϑαι πρὸς ὕψος ὑπερνεφὲς τῶν σῶν ἀρετῶν καὶ ὄντως ὑπερύψηλον καὶ οὐράνιον, καὶ ταῦτα πτερορρυήσας οἷον καὶ χαμαιπετὴς ὡς τὰ πολλὰ γεγονώς, ἐπεὶ καὶ τοὺς πτερόεντας λόγους503 ὑπὸ τοῦ τῆς λύπης ἀχανοῦς βάϑους504 καταποντωϑεὶς σχεδὸν ἀποβέβλημαι. ὀκνεῖ τοίνυν ὁ ἐμὸς οὗτος λόγος πρὸς ἀνδρὸς ἔπαινον οὕτω μὲν μεγάλου τὴν ἀρετήν, οὕτω δὲ καὶ πρὸς βάϑος τε καὶ πρὸς ὕψος ἐπαναβεβηκότος λόγου καὶ διορατικωτέρῳ τῷ βλέμματι τοῦ νοὸς τούτοις ἐγκύψαντος. ὁ δὲ ὄκνος δοκεῖ τέως ἐμοί γε καὶ λίαν ἐπαινετός, καὶ οὐδ’ ἂν ποτέ τις τῶν εὖ τε καὶ προσηκόντως505 στοχαζομένων τὸν ἡμέτερον τοῦτον ὄκνον μωμήσεται· δέδοικε γὰρ ὁ ἐμὸς οὗτος λόγος τὸν ἡμέτερον τοῦτον φωστῆρα, τὸ τοῦ λόγου ταμεῖον, μήποτε μὴ μόνον τῶν ἐγγύς τε καὶ προσηκόντων τῷ μάκαρι λόγων ἅψασϑαί γε δυνήσαιτο, ἀλλὰ καὶ μακρὰν ἐκπέσοι νικώμενος. τις τοίνυν ἀρκέσει μοι λόγος τηλίκην συμφοράν ἀποκλαύσασϑαι; τί τῶν ἐκείνου προτερημάτων δακρύων ϑήσομαι πρόφασιν; ποία δὲ γλώττα τέχνῃ στομωϑεῖσα ῥητορικῇ τὸν ἐν τῇ σεμνοτάτῃ σοφίᾳ καὶ τῇ πρέσβᾳ σοφιστικῇ περιβόητον ἐποδύρεται; τίς ἐπὶ τῷ κειμένῳ λογογράφεῖν καὶ ϑρήνους ἐπᾴδειν τῷ μνήμοτι καὶ λόγοις μονῳδεῖν ἐλεγείοις δυνήσεται.

3. Ἀλλ ἐνταυϑα τὴν σὴν ἔδει παρεῖναι καλὴν καὶ γλυκεῖαν γλῶσσαν, ὦ σοφώτατε δέσποτα, τὴν δεινὴν μὲν φράσαι γλυκυφραδέστατα, μετὰ κἀλλους δὲ σοφιστεῦσαι ῥητορικοῦ δεξιάν, ἀττικιζούσης τε καὶ παρεξεσμένης καὶ οἱον ὑπομειδιώσης τῆς λεκτικῆς· ἐμοὶ δὲ ὀλίγος ὁ λόγος εἰπεῖν ἀσϑμαίνοντί σε ὑπὸ τοῦ πάϑους καὶ ὑπὸ τοῦ τῶν συμφορῶν βαρυολκοῦς συμφορήματος ἤδη καὶ καταπίπτοντι. ἀλλὰ γὰρ πάρεσό μοι, πολύσοφε καὶ πολυμάκαρ ἀρχιερεῦ· πάρεσό μοι καὶ νῦν, καὶ ὡς ἐπηνώρϑους ἡμᾶς ἐν λόγοις σφαλλομένους πάλαι καὶ περιπίπτοντας, γίνου μοι τοῦδε τοῦ λόγου στάϑμη τις καὶ διόρϑωσις· καὶ λόγον δός ἡμῖν ἄνωϑεν, ἔνϑα σὺ τῷ ὑψίστῳ προσεγγίζων εἶς506, ἀγχίϑεε δέσποτα, καὶ ἀκούτισόν μοι τὴν φωνὴν τῆς σῆς γλυκείας γλώττης, τὴν ἡδυεπῆ, τὴν μελίγηρυν, γλώττης ἐκείνης μελισταγοῦς παντοίων λόγων ἡμῖν εἰροούσης πηγάς, αἵ πανταχοῦ τῆς οἰκουμένης ὑπερεκβλύζουσαι δροσόεντάς τινας λόγους καὶ μελιρρύτους ταῖς ἀπάντων ψυχαῖς μεϑ’ ἡδονῆς ἐνεστάλαζον καὶ ἦν ἰδεῖν τοὺς τέως λόγου πλείστου καὶ σοφίας μετειληχότας χανδὸν ἐκροφοῦντας τοῦ μελισταγοῦς ἐκείνου νάματός τε καὶ πόματος. ὢ γλώσσης ἐκείνης ὅλους ἐποχετευούσης ἡμῖν τῶν λόγων ἡδίστους καὶ ποτίμους τοὺς ῥύακας, ἡμεῖς δ’ ὥσπερ ἐκ ϑεοβρύτου πηγῆς ἐκείνης ἐνετρυφῶμεν πλουσίοις ἐκχεομένοις τοῖς νάμασι· γλώττης ἐκείνης κατὰ ποταμὸν ἐκρεούσης ἔπεα πτερόεντά τε καὶ χρύσεα, ἡμεῖς δ’ οὐκέτι ψήγματα χρύσεα συνελέγομεν, οἷα τῷ χρυσοδίνῃ φασί τινες παρεισρέεσϑαι Πακτωλῷ507 ποταμῷ, ἀλλ’ ὅλων ἑσπῶμεν χρυσέων λόγων τοῖς ἐκείνου καλλυνομένων χρυσέοις ἔπεσιν.

4. Ἐπεὶ δ’ ἡ καλὴ καὶ πυρίπνους γλῶσσα σεσίγηκεν (ἀλλὰ πῶς ἀδακρυτὶ λέγειν, ὦ παρόντες, προσκαρτερήσω;) ἐξ ὀφϑαλμῶν ἡμετέρων προφϑάσασα καὶ κατὰ γῆς ὑπόβρυχα δόνασα καὶ τὸ γλυκάζον γοῦν ἔστη ῥεῦμα τῶν λόγων καὶ ὁ πολυχεύμων ἐχεῖνος τῆς σοφίας κρουνὸς ἐπαύσατο ῥέων, καὶ τὸ λαρὰ δὲ κελαρύζον508 ὕδωρ τῆς σοφίας σεσίγηκεν, ἐδιψῶμεν (πῶς ἂν ἐρεῖ τις;) καὶ λίαν ὑπερκαῶς, εἴ τινός που βραχυτάτης ἀντὶ τῶν πολλῶν ἐκείνων καὶ μεγάλων χρουνῶν ῥανόδος αἰσδοίμεϑα, κατ’ ἴσον ἀνάρρῳ509 τοῖς διψῶσιν ἀναβλυσϑείσης510 ἡμῖν, ἐγκύψαι511 οἱ καὶ παραυτὰ τὸ δίψος ἀκέσασϑαι. ἐχάμνομεν ὁσημέραι τῆς ἐκείνου γλώττης γλιχόμενοι· πολὺν ἐχείνης τὸν ἔμπυρον ἐτρέφομεν ἔρωτα καὶ ψεκάδα κἂν γοῦν λεπτὴν τοῖς αὐαλέοις καὶ τῷ πυρὶ τῆς δίψης ἐκκαμινευομένοις ἐποϑοῦμεν ἡμῖν ἐνσταλάξαι, ἢ καὶ ἀπορρῶγά τινα βραχυτάτην τῶν πλημμυρούντων ἐκείνῳ τῆς σοφιστείας ναμάτων καὶ τῆς γλυκείας γλώττης κρουνῶν. οὕτως ἡμῖν τῆς γλυκυφραδοῦς ἐκείνου γλώττης τοῦ πολυσόφου στερουμενοις καὶ πολυμάκαρος καὶ τῇ συμφορᾷ γοῦν τρυχομένοις καὶ ἀνασχάλλουσιν ἡ σοφὴ βίβλος ἐκείνου, ἧς ἄρα καὶ τὴν ἀντιγραφὴν πολλῷ πόϑῳ μακρὸς ἐξ οὗ χρόνος ἡμεῖς ἐπονήσαμεν, παρῆν εὐϑὺς ἀκεσώδυνος· ναὶ μὲν γὰρ τῇ σοφῇ βίβλῳ τοῦ ἐν ἀρχιερεῦσιν ἐκείνου πανσόφου μάκαρος ἐνεκύτττομεν καὶ τὸ τοῦ νοὸς διορατικὸν ταῖς ἐγκεκολαμμέναις σοφαῖς συλλαβαῖς καὶ τοῖς πανδήμοις σοφιστεύμασιν ἐπερείδοντες ὡς ἐν καλοῖς τοῦτοις ἐσόπτροις512 ἀριπρεπεῖς513 514 τινας καὶ ϑείας ἐμφάσεις τῆς ϑεοεικέλου καὶ ϑεοπρεποῦς ϑέας ἐκείνης ἑαυτοῖς παρυφιστῶντες ἐφανταζόμεϑα, καὶ τῆς μελιφραδοῦς ἐκείνου γλώττης καὶ μελιχρᾶς ἡμῖν οἷον ἐνηχούσης περιεκυκλούμεϑα515, καὶ τῶν σοφωτάτων φωνῶν ἐκείνης ἐπιδεδράγμεϑα516. παρ’ αὐτῇ δὲ τῇ πηγῇ τῶν χαρίτων παρακαϑήμενοι ἀμφοτέραις ἠντλοῦμεν ὅσα χρηστὰ ψυχῆς καὶ σωτήρια ὅσα σώματος, κἀντεῦϑεν φῶς ἡμῖν ϑείας ἐνεπυρσεύετο γνώσεως, καὶ εἰ μὴ τελέως βραχὺ δ’ οὖν ὅμως παρεμυϑούμεϑα.

5. Ἀλλ’ οἴμοι· σκύλευμα γὰρ καὶ τοῖς τὴν Βύζαντος (ἀλλὰ γὰρ πῶς καρτερῶ καὶ λέγειν ἢ γράφειν ταύτης τὴν συμφοράν;) ἑαλωκόσι Βαρβάροις καὶ τῆς σοφῆς ταύτης βίβλου προσγενομένης, πόσον ἐπὶ μᾶλλον ἡμᾶς οἴεσϑε517, ὦ συγγενὲς ἡμέτερον ἄϑροισμα, ἐμπλησϑῆναι τῶν συμφορῶν, αἵ καὶ ὑπερχειλῆ κρατῆρα τῆς ἀϑυμίας καὶ ἄκρατον ἡμῖν καὶ παραπικραίνοντα τὸν σκύφον ἐκίρναντο; καὶ ἡμεῖς δὲ τοῦ πικροῦ τούτου κράματος ἐς κόρον ἐνεφορήϑημεν. ὢ γὰρ ποσάκις μὲν ἐνεκαρτεροῦμεν τῇδε τῇ σοφῇ προσλαλοῦντες βίβλῳ, ποσάκις δὲ καὶ τὸ τὴν ψυχὴν ἀϑυμοποιοῦν καὶ τὸ καρδιῶττον παρεμυϑούμεϑα, μεγίστας ἐκεῖϑεν γλυκυϑυμιῶν ἀφαρπάζοντες ἀφορμὰς κἀντεῦϑεν καὶ τὴν παραπικραίνουσαν ἡμᾶς ϑλῐψιν τῇ γλυκύτητι παρακιρνῶντες τῶν λέξεων καὶ τὸ λυποῦν ἀπαμβλύνοντες. ὢ σοφιστευμάτων ἐκείνων γλυκυφραδῶν, ὢ ῥημάτων ἡδυεπῶν· ὢ γλώττης λιγυρὰ φϑεγγομένης καὶ τὰ πολλὰ δυναμένης καὶ τοὺς συνετοὺς ἀκροατὰς ταῖς τῶν λόγων χάρισι πλεῖν ἢ τοῖς κρούμασιν Ὀρφεὺς ἐφελκύσασϑαι καὶ πολὺ μὲν ταῖς ψυχαῖς τὸ κέρδος, μέγαν δὲ καὶ ταῖς ἀκοαῖς ἐνϑησαυρίσαι τὸν γάργαλον. ἔτι γὰρ ἡ τῆς μελιστάγοῦς ἐκείνης τοῦ ὑπερτίμου γλώττης ἠχὼ καὶ ἡ γλυκότης τῶν λέξεων, ναί μὴν καὶ τὸ σοφιστικὸν ἐκεῖνο μέλος εὔστροφόν τε καὶ ἐναρμόνιον, ἐμβομβοῦσί518 μου τὰ ὦτα· ἐγκάϑηνται δὲ μου καὶ τῇ ψυχῇ, καὶ τῶν λογικῶν ἐκείνου χαρίτων οὐκ ἐπιλέλησμαι, αἵ μοι καὶ τὸ τῶν λόγων ἄφϑονον νᾶμα προσεχορήγουν καὶ μου τὸν ἄνικμον νοῦν νοστίμοις ὕδασι λόγων μεϑ’ ἡδονῆς ἐπότιζον καὶ κατήρδευον.

6. Ἕν μοι τῶν λυπηρῶν παραμύϑιον καὶ μία τούτων παραψυχή, τὸ ϑεῖον μνῆμα τοῦτο τοῦ ἐμοῦ φωσιῆρός τε καὶ σεμνώματος καὶ ἡ τοῦ παναγίου σκήνους ἐκείνου ϑειοτάτη σορός· πρὸς ὅ δὴ μνῆμα, εἰ καὶ κατὰ τὸν τῆς βροντῆς ἐκεῖνον υἱόν519, τὸν ἐπιστήϑιον καὶ πιστότατον μαϑητήν, τὸν παρ’ Εὐαγγελίοις τάχιον τοῦ Πέτρου ἐπὶ τὸ μνῆμα προσδραμόντα Χριστοῦ520, καὶ αὐτὸς ὠκυδρομήσας καὶ τὰ πολλὰ ταχύνας ἐπέδραμον, ἢ καὶ κατὰ τὰς σεμνάς μυροφόρους, τὰς τὸ κυριακὸν σῶμα σπευδούσας μυραλοιφῆσαι521, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτὸς μὴ τὸ πανίερον σῶμα τοῦ φωστῆρος ἐκείνου καὶ μάκαρος ταῖς σφετέραις χερσὶν ἀρωματίσαι δεδράμηκα, πλὴν ἀλλ’ ἕτερόν τινα τρόπον τὰ μύρα τε προσφέρω τῷ μνήματι καὶ παντοδαπὴν τούτῳ τὴν ἀρωματοφορίαν ἀποπληρῶ, τὴν περὶ ἐκεῖνον πίστιν παρυπεμφαίνων καὶ τὸ σφοδρὸν τοῦ πόϑου ποραδεικνύς, ψυχῆς κίνημα προϑυμότατον, καρδίας ταχυδρόμου διάϑεσιν, τρόπον εὔνουν καὶ πρὸς τὸν ἐμὸν δεσπότην δουλόσυνον ὀφειλέσιον· καὶ (πῶς ἂν ἐρεῖ τις;) ἐκϑύμως ϑερμῷ τῷ πόϑῳ φιλονεικῶ τὸν ἐπιπωμάζοντα τοῦτον ἀρϑῆναι λίϑον τοῦ μνήματος, ἐπεὶ καὶ μᾶλλον τῶν λοισϑίων ἐκείνου καὶ τῶν πρὸς τὴν ἄνω λῆξιν ἀπὸ τῶν ἐνϑένδε ϑείων ἐξιτηρίων, ναί μὴν καὶ τῶν εὐκτηρίων τῆς ἐκείνου περιπνόου γλώττης φωνῶν καὶ τῆς εὐλογίας διήμαρτον. καὶ καλὸν περὶ τὸ ϑεῖον μνῆμα τοῦτο καὶ ἱερὸν γίνεται τὸ σπούδασμα καὶ τινα πολυέπαινον πλεονεξίαν ἀποπληρῶ, ἀπλήστως τε καὶ ὑπερκαῶς τοῦ πράγματος ἔχομαι καὶ τὴν ἀγγελοπρεπῆ ϑέαν ἰδεῖν ἐκείνην ἐπιποϑῶ· κέχυιαι γὰρ μοι περὶ τοῦτο ψυχῆς ἅπαν νόημά τε καὶ κίνημα καὶ καρδίας σφύζει μοι πρόϑεσις, ἵν’ ὅλῳ τῷ καϑαρῷ τοῦ μάκαρος σώματι περίδακρυς ὅλος περιχυϑῶ, χείλη τε τούτῳ περιϑήσω καὶ σιαγόνας καὶ ὀφϑαλμοὺς περιάψωμαι, συμφυῆ δὲ μοι καὶ τὸ λοιπὸν ἅπαν μέρος καὶ μέλος τοῦ σώματος τῷ πανσέπτῳ νεκρῷ τοῦ μάκαρος προσκνυζώμενα, ὡς παμμελῆ τὴν ἴασιν καὶ τὸν ἁγιασμὸν τῆς ψυχῆς πληρέστατου δέξωμαι.

7. Καὶ ταῦτα μὲν ἀκραιφνὴς πίστις συναναγκάζει καὶ πόϑος δουλοπρεπὴς τῆς ἀγγελοπρεποῦς ἐκείνου καὶ πανίερου ϑέας καὶ ἀρετῆς· εἰ δὲ τὸν ἐπιπωμάζοντα λίϑον τοῦ μνήματος οὐχ ὅσιον ἀρϑῆναι δοκεῖ πως καὶ εὐπρεπὲς κἀντεῦϑεν ἐν ἀπόρῳ κεῖταί μοι τὰ τοῦ πράγματος, οὐχ οἷός τέ εἰμι ἀποπληρῶσαι τὴν ἔφεσιν, ἀπόχρη κἂν γοῦν τὴν παναγῆ τε καὶ πανυπέρτιμον ϑεάσασϑαί οἱ τὴν ὁσίαν ταφὴν καὶ τὸν λίϑον τοῦ μνήματος, καὶ εἰ μὴ τὸν ἔνταφον, ἀλλὰ γε522 τὸν ἐπικείμενον τούτῳ χοῦν ἀποψήσασϑαι, ϑεῖναί τε περίαμμα ἔγκολπόν τε καὶ περιστέρνιον, ψυχῆς σωτήριον περιφόλαγμα, σώματος καϑαρτήριον523, ἡγεσίαν πρὸς τὰς τοῦ βίου τρίβους τὰς σκολιὰς ἀπλανῆ, λυμαντικοῦ παντὸς ἀποσόβην, ὁλοϑρεύοντος ἀμυντήριον· μαινοίμεϑα γὰρ ἂν ἄντικρυς καὶ πόρρω τοῦ καλοῦ πίπτοιμεν καὶ τοῦ πρέποντος, εἰ τὴν σποδὸν τῆς δαμάλεως πάλαι μαϑόντες ἔχομεν μόνον ῥαντιζομένην524 γίνεσϑαι τοῖς κεκοινωμένοις καϑάρσιον, τὴν δὲ γ’ ἐπανϑοῦσαν κόνιν τῷ λίϑῳ τοῦ μνήματος τοῦ καϑαροῦ τοῦδε καὶ ἀρρυπάντου525 σώματος μὴ καϑαρτικὴν εἶναι ψυχῶν, μὴ δύναμίν τε προϊέναι ἰάτειράν τινα καὶ τερατουργὸν καὶ κοινωφελὲς ἀγαϑὸν εἶναι καὶ πάνδημον.

8. Ἀλλ, ὦ ἀρχιερέων καὶ ϑειότατε καὶ σοφώτατε, δι’ ὃν καὶ λόγων τούτων ἐλεγείων ἐμοὶ καὶ ϑρηνημάτων τόσων ὑπόϑεσις, τίνα ταύτην ἄγεις σιγήν; καὶ ἡμεῖς μὲν σου τὸν πανίερον τοῦτον τύμβον περιλαλοῦντες κλαυϑμοὺς καὶ ϑρήνους ἐγείρομεν, δακρυρροεῖν δὲ καὶ τὸ παρεστὼς526 τοῦτο καὶ περιφανὲς ότρύνομεν ἄϑροισμα· σοῦ δὲ τὰ μελισταγῆ μέμυκε χείλη καὶ ἡ γλυκυφραδὴς ἐκείνη γλῶσσα σιγᾷ. μὴ τῷ ὑψίστῳ προσεγγίζων ϑεῷ καὶ τοῖς σοφοῖς καὶ. ϑείοις συμπαραστατῶν ἀρχιερεῦσι ϑεοῦ νῦν μὲν τῷ χρυσῷ τὴν γλῶτταν527 προσδιαλέγῃ, τὰ ψυχωφελῆ τούτου ϑαυμάζων καὶ συγγράμματα καὶ πονήματα, νῦν δὲ τὴν ϑεολόγον γλῶτταν528 προσεπαινεῖς καὶ οἱ τὸ τῆς σοφιστείας ποικίλον ἐκϑειάζεις καὶ εὔστροφον; ἢ τὸν νοῦν πρὸς τὴν τῶν δογμάτων ἄσειστον βάσιν καὶ ὄντως βασίλειον529 τρέψας ἔχεις καὶ τὰ πολλὰ τούτῳ προσομιλεῖς, αἰδῇ τε τὸν ἄνδρα τῆς ἀρετῆς καὶ τοῖς ἐπαίνοις τούτου προσκαρτερεῖς; τούτους γὰρ καὶ ϑαυμάζων ἐπῄνεις ἔτι ζῶν καὶ φϑεγγόμενος, τούτοις δὲ καὶ προσετετήκεις σχεδὸν καὶ ὁσημέραι ταῖς σοφαῖς τούτων βίβλοις ἐγκύπτων οὐκ ἀνίης κατέχων ταύτας ἐν ταῖν χεροῖν καὶ πᾶν ἀναλεγόμενος εἴ τι κἀλλιστον καὶ σωτήριον.

9. Ταῦϑ’ οὕτως ἔχει, ἤ μόνῳ προσανέχῃ ϑεῷ καὶ τοῖς ϑείοις τούτοις καὶ ἱεροῖς συμπαραστατῶν ἀρχιερεῦσι ϑεοῦ τὸν κοσμικὸν τοῦτον συνικετεύεις παύσασϑαι κλύδωνα, ὃν ἁμαρτημάτων ἡμετέρων αὖραι συρρήξασαι μέγα τε συμπνεύσασαι καὶ τυφωνικὸν καὶ τετριγὸς ὀλέϑριον, φονικὸν ἡμῖν ἐμπνέοντα καὶ ἄγριον ἐπήγειρον530 καὶ χαρώνειον; ὃν δὴ κλύδωνα τοῖς σοῖς νοεροῖς καὶ διορατικωτάτοις προϊδὼν ὀφϑαλμοῖς κατὰ τὸν ϑεῖον καὶ ἱερὸν Σαμουὴλ (ὅλος γὰρ καὶ σὺ δοτὸς τῷ ϑεῷ καὶ προβλέπων τὰ ἔμπροσϑεν)531 φϑάνεις μὲν ὑπερφρονῆσαι τῶν εἰς γῆν συρομένων, τῶν χαμαιζήλων τῶνδε καὶ καϑ’ ἡμᾶς, πρὸς δὲ τὸ ϑεῖον καὶ οὐράνιον ὕψος ἀναδραμεῖν, ὁ οὐράνιος ὄντως ἄνϑρωπος· οὐδὲ γὰρ ἔφερες, ϑειότατε δέσποτα, τοῖς ζῶσι τέως συγκαταλέγεσϑαι καὶ τὸ κοσμικὸν τοῦτο σκάφος ὁρᾶν οὕτω κλυδωνιζόμενον, ἅτε δὴ ὑπὸ τῶν ἀναβραζομένων ταῖς ἡμετέραις ἀνομίαις ἀλλεπαλλήλων κυμάτων ἤδη καταρροϑούμενον καὶ πρὸ τῆς ὥρας καταποντούμενον καὶ τὴν φϑορὰν ὑπισχνούμενον. οὕτω τούτοις ἐνασμενίζων καὶ ὅλος προσανέχων ϑεῷ παρὰ τοῦτο ϑρηνολογούντων οὐκ ἐπαΐεις ἡμῶν, ὡς ἀπὸ γῆς φωνούντων καὶ ταπεινά τινα φϑεγγομένων πρὸς σὲ τὸν μετ’ ἀγγέλων ὑμνολογοῦντα ϑεὸν καὶ μετὰ Παύλου φωνοῦντα532 καὶ ὑψόϑεν βροντῶντα, καὶ παρὰ τοῦτο οὐχ ἡμῶν ἐμπάζῃ τῶν δούλων καὶ προσγενῶν, οὕς ἐξ ἀγκαλῶν βρεφοκομήσας τῶν μητρικῶν ἐν καλῷ καταρτίσας533 ἔχεις, ἐν εὐϑέσι τρόποις παιδεύων, ἔργοις ῥυϑμίζων ἐν ἀγαϑοῖς, εἰς βίου διευϑύνων σεμνότητα, εἰς ἧϑος εὔρυϑμον καταρτίζων, παντοίοις σοφίζων μαϑήμασι, τέχνῃ στομίζων ῥητορικῇ καὶ εἰς παντοῖον εἶδος λόγου προσακονῶν.

10. Ἡμεῖς δὲ τὸ πᾶν ὅπερ ἐσμέν (ἀλλὰ μαρτύρεσϑέ μοι πᾶς ὁ σεμνὸς καὶ περίδοξος οὗτος χορός, οἶδε δὲ πάντως καὶ ἡ σὴ ϑεία ψυχή), τῆς σῆς σοφῆς παιδείας ἐπιγραφόμεϑα καὶ εἴπερ ἄλλο τι τῶν ἀπάντων ταύτῃ σεμνούμεϑα. οὐκ ἀπόχρη δὲ ταῦτα, ἀλλὰ καὶ ὅσον πρὸς ἰσχύος ἔστιν ἡμῖν εἰς οὐκ ἐλάχιστον τιϑέμεϑα σπούδασμα κατόπιν τῶν σῶν ϑεοδρομημάτων εὐϑύνεσϑαι, ἀκριβῆ τε φέρειν ἡμᾶς εἰκόνα τῶν κατὰ σέ, ἐπεὶ καὶ μᾶλλον αὕτη παντοδαπῶν ἀρετῶν ποικίλοις διεμάρμαιρε χρώμασι, καὶ ϑέλομεν ταύτην μὲν μετεγγράψαι ἐν ἑαυτοῖς, ἀκριβῶς φιλοτεχνηϑεῖσαν ἐς τὸ ἀρχέτυπον, ὁλοκληριάζουσάν τε καὶ ἀπαράλλακτον καὶ σοι πάντα τρόπον ἰνδάλλουσαν. πλὴν ἀλλὰ στενός τις ἄγαν ὁ πίναξ ὁ ψυχικὸς καὶ οὐδ’ ὁ ζωγράφος νοῦς οὕτω ποικίλλειν οἶδεν ὡς σὺ καὶ συγκεραννύειν τὰ χρώματα· σὺ γὰρ πάντα τὰ κάλλιστα συλλαβών, ὅσα τὸν ἐντός, ὅσα τὸν ἔξω κοσμοῦσιν ἄνϑρωπον, καὶ τεχνικῶς πρὸς ἄλληλα ταῦτα συγκερασάμενος τὴν σὴν εἰκόνα χαρίτων λειμῶνα διεμορφώσω παντοδαπῶν ἀρετῶν ποικίλοις βάμμασί τε καὶ χρώμασι, καὶ εἰς τέλεον ἐξετελέσϑης τὸν ἄνϑρωπον534 καὶ οἷον ἀρχῆϑεν αἱ πλαστουργοὶ χεῖρες τοῦ ϑεοῦ δίεπλάσαντο, εἰ μὴ καὶ μειζονα λέγειν ἔχει τις· ἐπεὶ μὴ τὴν πρώτην ἐντολὴν παρέβης ϑεοῦ, μηδὲ τὴν πρώτην γεγύμνωυαι γύμνωσιν, μᾶλλον μὲν οὖν καὶ τὴν ἀρχιερατικὴν καὶ πρώτην περιεβάλου535 στολήν, ἀληϑὴς μαϑητὴς γεγονὼς τοῦ πρώτου ἀρχιερέως καὶ σωτῆρος Χριστοῦ.

11. Οὖχ ἦν γάρ, ὦ περίδοξον ἄϑροισμα, ὁ μέγας οὗτος ἐν ἀρχιερεῦσι φωστὴρ τὸν σώφρονα σωφρονιζόμενος, αὐτὸς ἴσως μὴ σωφρονῶν, ἀλλ’ ἦν ἀληϑῶς σώφρων καϑαριεύων τῷ πνεύματι. οἰκ ἔκαμνε καϑ’ ἑκάστην σχεδὸν ἐπισκεπτόμενος τοὺς ἐν φυλακαῖς καὶ τὰ ἐνδέοντα τούτοις προσεπαρκῶν. δαψιλὴς ἦν τοῖς πενομένοις προμήϑεια, ἀπαρέγκλιτος στάϑμη τῆς Θέμιδος καὶ ὑπὲρ τὰς ἀπὸ στιγμῆς εὐϑείας γραμμὰς καὶ τὰς γεωμετρικὰς ἀπάσας ἰσότητας· στερρὰ τῶν ἀδικουμένων ἀντίληψις, καὶ μηδ’ ἂν εἴ τι καὶ γένηται μεϑήσειν τὸν ἀδικούμενον ἔφασκεν ὀδυνηρῶς οὕτω πάσχειν καὶ λυπηρῶς, ἕως ἂν τὴν παρ’ αὐτῷ γλυκείάν τε καὶ χαρίεσσαν Θέμιδα γλυκὺ παρασκιρτῶσαν τῷ πάσχοντι καὶ προσμειδιῶσαν ὑπέφηνεν. ὢ οἷος ἡμῖν δικαιοσύνης ἔλαμπεν ἥλιος536 ἐξ οὐρανοῦ οἷον διακυπτούσης καὶ φωταγωγούσης ἅπασαν τὴν ὑφ’ ἥλιον· ὢ οἵα λαμπὰς ἀληϑείας ἐκ γῆς κατὰ τὸν Ψαλμωδὸν537 ἀνατέλλουσα εἰς γῆν αὖϑις ἐκρύβη τε καὶ ἀπέσβεστο. ὢ πόσαι μὲν περιεστοίχουν τὸν ἡμέτερον ἥλιον Ἀρεταί, ὁπόσαι δὲ περιεχόρευον Χάριτες, περιεκύκλου χορός, ὡς ἐντεῦϑέν τις γεωμετρικούς538 τινας κύκλους ἂν ἐϑεάσατο καὶ περικύκλους ἅμα καὶ ἐπικύκλους καὶ τὸ τετραγώνου δὲ σχῆμα κατὰ τοὺς σοφοὺς γεωμέτρας προσδεχομένους τῷ στερρῷ τοῦ φρονήματος· ἡ γὰρ ἐκείνῳ τετρακτὺς καὶ πρώτη τῶν ἀρετῶν τοῦ λοιποῦ χοροῦ τῶν Ἀρετῶν προεξῆρχε καὶ τῶν Μουσῶν καὶ τῶν Χαρίτων προὐκάϑητο, ὁ δ’ ἀρεταίνων ἐκεῖνος καὶ πάμφωτος ἥλιος ἀκτῖνας ἐκ μέσου κύκλωϑεν ἦν ἐπιπέμπων ἡλιακὰς ὡς ἀπὸ κέντρου γραμμάς, ἐμέ τε καταφωτιζούσας καὶ ἅπαν καταλαμπούσας τὸ συγγενές.

12. Ἀλλ’ οἴμοι καὶ τοίνυν οὗτος ἀπέκρυπτο, τίσιν οὐκ οἶδα νέφεσιν ὑποκαλυφϑείς, κἀντεῦϑεν ὡς ἐν ἀσελήνῳ νυκτὶ καὶ βαϑυτάτῳ σκότει πλαζόμενος περιφέρομαι. ἀλλὰ πῶς ὑποίσω τὸ πάϑος; πῶς τὴν τοσαύτην συμφορὰν ἀποκλαύσομαι; πῶς τὸ τοσοῦτον τῶν εἰσφρησάντων μοι κακῶν ἐκτραγῳδήσω συμφόρημα; τὸ στερρὸν τοῦ γένους ἔρεισμα πέπτωκεν, ἡ λαμπρὰ τούτου κόσμησις ἐπιλέλοιπεν. κέκλεισται τῶν ἀρετῶν τὸ ταμεῖον· ἡ στάϑμη τῆς δικαιοσύνης ἀφήρπασται· τὸ φαιδρὸν τῆς σωφροσύνης ἀγλάϊσμα περιῇρηται· τὸ τῶν Μουσῶν οἴχεται καταγώγιον· τὸ τῆς δικαιοσύνης κέκρυπται κόσμημα· ὁ εὐπρεπὴς τῆς Ἐκκλησίας κόσμος ἠφάνισται, τὸ κοινωφελὲς καὶ πάνδημον χάρισμα, τῶν ϑείων ἀνακτόρων ὁ ἀρχηγός. ἐπειδή, κἂν μὴ τῷ ϑρόνῳ, ἀλλὰ γε δὴ φρονήσει παντοίᾳ καὶ σοφίᾳ παντοδαπῇ καὶ ἁπάσαις ὁ μέγας ἐκεῖνος ἐπιλάμπων ταῖς ἀρεταῖς, τῆς συνόδου πάσης προὐκάϑητο, παρὰ ταῦτα δὴ καὶ προτιμώμενος καὶ προϑρονιζόμενος· δεῆσαν γὰρ ταύτην λόγοις εἰπεῖν, δίκαιόν τε κρῖμα στοχάσασϑαι καὶ γνώμην ὀρϑὴν ἀποφήνασϑαι, μόνον ἦν διαστεῖλαι τὰ χείλη συνόδῳ μέσῃ συνϑεμιστεύοντα τὸν ὑπέρτιμον καὶ παραυτὰ τοῖς λόγοις τούτου ξυνείπετο καὶ ξυνεγνωμάτευε. καὶ ἦν ἡ ἐκείνου πυρίπνους γλῶσσα γλῶσσα συνοδικὴ καὶ τοῦ ἑνὸς ἐκείνου στόμα τὸ σοφόν τε καὶ μελιχρὸν καϑέδρας ὅλης στόμα πρεσβυτικῆς καὶ τοῦ ἱεροῦ συνεδρίου βάσίς ὄντως καὶ στήριγμα. ναὶ μὲν γὰρ αὕτη τῆς σοφῆς ἐκείνου καὶ γλυκείας γλώττης ἐξήρτητο, ἐπεὶ καὶ πλεῖσται χάριτες λόγων τοῖς ἐκείνου χείλεσιν ἐξεχέοντο, καὶ ταύτης ἦν κανών τε καὶ στάϑμη πρεσβυτικὴ καὶ ὄντως ϑεόπνευστον ἐγκαλλώπισμα539. καὶ ποτε μεγάλου κλύδωνος ἐμπεσόντος αὐτᾗ καὶ τῆς ϑείας καὶ ἱερῆς κιβωτοῦ, τῆς τοῦ ϑεοῦ Σοφίας, τοῖς ἀλλεπαλλήλοις κύμασι ταραττομένης τῶν ἀντιϑέσεων, ἐκεῖνος (ὢ τῆς σοφῆς καὶ πυριπνόου γλώττης ἐκείνης καὶ μελιχρᾶς, ὢ πλούτου σοφίας, ὢ βάϑους γνώσεως540) ἐκ μέσου ταύτην τοῦ κλύδωνος καὶ τῶν κυμάτων ἀνείλκυσεν. οἶδας ὁ ἱερὸς σύλλογος καὶ ὁ περίδοξος οὗτος χορὸς ἐκεῖνον δὴ τὸν κλυδωνισμόν, ὃν δογματισταὶ καινοί τινες ἀνερρίπισαν, δεινὸν δὲ γε καὶ ἀλλεπάλληλον ἡμῖν ἐπήγειραν τῶν κυμάτων τὴν ἐπανάστασίν.

13. Οὕτως ἐφ’ ἅπασιν ἀρεταίνων ὁ μέγας αἰδέσιμος ἦν καὶ παρὰ πάντων διὰ τὸν λόγον σεβόμενος· οὕτω παρὰ πᾶσιν ἔκειτο στόμασιν, οὕτω πανταχοῦ ϑρυλούμενος ἦν καὶ πρὸς τὰ τῆς οἰκουμένης ἔφϑανε πέρατα. οἵ γε μὴν βασιλεῦς καὶ τὸ περίδοξον προσγενὲς καὶ βασίλειον πολλοῦ τιμῶντες ἦσαν καὶ τοῦ παντὸς ἀνταλλάττοντες· τίνι γὰρ τῶν ἁπάντων ἠγνόηνται ὅσαι τῷ μεγάλῳ χρησταὶ πράξεις ἐπέλαμπον καὶ ὡς κράτει λόγων ἁπάντων σοφιστῶν ὑπερίπτατο; ὢ λόγων χάριτες μετ’ ἐμβριϑοῦς τινος τῆς συνϑήκης καὶ μεϑ’ ὅσης τῆς γλυκύτητος ᾄδουσαι· ὢ νοῦς οὐράνιος, νοῦς ἀσύγκριτος· ὢ διανοίας μέγεϑος, ὢ νοὸς εὐπορίᾳ, ὢ νοημάτων συνεχεῖς καὶ ἀλλεπάλληλοι ἐπιστοιβασμοί· ὢ γλῶσσα γλυκυφραδὴς καὶ πυρίπνοος, τῇ τοῦ νοὸς ὀξυκινησίᾳ συντρέχουσα καὶ τοῖς ἀϑροιζομένοις διακονοῦσα νοήμασι καὶ μελισταγεῖς οὕτω τοὺς λόγους καὶ κατὰ ποταμὸν ὠκύρροον541 ἀποστάζουσα. οὐδὲ γὰρ ἦν τῷ μεγάλῳ καιρὸς ἐνϑυμημάτων, ἀλλ’ οὐδὲ χρόνος νοήσεως, ἀλλ’ ἐν ἀκαρεῖ ταχυτερον ἀστραπῆς ὡς ἐξ οὐρανοῦ οἷον τοῦ σφετέρου καὶ οὐρανίου νοὸς τοὺς λόγους ἠφίει, πυκνότερον ἀστραπηβολῶν ταῖς ἀϑροιζομένων ἐνϑυμημάτων καὶ νοημάτων λαμπρότησι. κἀγὼ μὲν πρὸς τὸ γράφειν ἐς ὅσον ἦν τάχος τοὺς δακτύλους ἐπέτεινον καὶ (εἰ περιττόν τι φράσαι καὶ κομπηρόν) γραμματέως κάλαμος542 ὀξυγράφου ὁ ἐμὸς κάλαμος ἦν ἀλλ’ οὐδ’ ὢς ἐξήρκουν οἱ κοῦφα πρὸς τὸ γράφειν πεταννύντες τῆς σφετέρας δάκτυλοι δεξιᾶς, ἀλλ’ ἦσαν ἡμίση τὰ τῶν στοιχείων χαράττοντες, ἀλλόκοτά τινα καὶ δυστέκμαρτα τὰ γράμματα σημαινόμενοι. πυκνοὺς γὰρ ἐκεῖνος καὶ ὑπὲρ τὰς χειμερινὰς νιφάδας ἠφίει τοὺς λόγους, ὡς ἀπό τινος βιβλίου ἀναλεγόμενος καὶ τὰ διπλᾶ περικλύζων τοῖς κρουνοῖς τῶν λόγων ἀνάκτορα. ἀλλ’ ὢ πόσα τῶν543 ἐκείνου προτερημάτων παρατρέχων ὁ λόγος οὐκ ἔχει πάντως συγγράψασϑαι· ὢ πόσων χαρτῶν φακέλους544 εἶχον ἐπιστοιβάσαι, εἰ τὰς ἀρετάς, ὀπόσας ὁ μέγας ἐκεῖνος ἀρχίερεὺς ἐπλούτει, ὁ λόγος εἶχε διενεγκεῖν· οἶ(μαι γά)ρ545 ὡς μέγαν ἂν ἐκ τούτων καὶ προσκορῆ τὸν λόγον συνεστησάμην καὶ ταῖς ἀκοαῖς ὡς ὄντως πολέμιον· ἀλλ’ εἴργει με νόμος οὗτος ῥητορικὸς καὶ στενοῖ μου τὴν γλῶτταν καὶ βραχυλογεῖν ἀναγκάζει με, ἔϑεσι βραχυτέροις καὶ μικροῖς τισιν ὅροις περιγραφόμενος· ἐϑέλει γὰρ τηρεῖσϑαι πάντως ὁ νόμος οὗτος ὡς τὰ πολλὰ καὶ ὁπότε τοὺς οἰκείους κειμένους περιπαϑέστατα μονῳδεῖ καὶ ὁπότε δακρυόεντας λόγους ἐλεγείοις γράμμασι μελετᾷ.

14. Ἀλλ’ ὢ τί σου πρῶτον ϑρηνήσω, σοφώτατε καὶ ἀγχίϑεε δέσποτα; τί δ’ ἐποδύρωμαι δεύτερον, τί δ’ ὕστατον ἀποκλαύσομαι, ὦ ἡμέτερον καύχημα, ὦ περίδοξον σεμνολόγημα, ὦ περιϑρύλητον ἡμέτερον μεγαλαύχημα, ἤϑους παντὸς ἐπανόρϑωσις, ψυχῆς ἐμῆς ἐπικόσμησις; σύ με γὰρ καὶ βίῳ σεμνῷ καὶ λόγοις παντοίοις καὶ ἤϑεσι χρηστοῖς βρεφόϑεν546 ἀνήγαγες καὶ πᾶσι τρόποις ἐπλούτισάς τε καὶ συνεδόξασας· καὶ ἵνα τὰ πολλὰ συνελών, ὦ περίδοξον ἄϑροισμα, διὰ βραχέων ἐπιτροχάσω τὸ πᾶν· τοῦ Νέων Πατρῶν εἴρηκέ τις ἐμὲ μόνον ἀδελφιδοῦν, καὶ παραυτὸ σέμνωμά μοι τ(ὸ ῥ)ἡμα547 τοῦτο μόνον ἐπῆν· καὶ γε τὸ ῥῆμα τοῦτο οἷα δὴ πτερύσσον ἀπανταχῇ με περίβλεπτον ὡς προσγενῆ τούτου παρέπεμπε καὶ οὔτε γένος ἐντεῦϑεν διηρευνᾶτό μου, οὔτε λόγος οὔτε τις τρόπος ἕτερος ἐξητάζετο, ἀλλ’ ἤρκει548 μοι μόνον τὸ προσγενὲς εἰς πᾶν ὅ τι τίμιον. τό γε μὴν λοιπὸν συγγενὲς τούτῳ μόνῳ ἢ τῷ γένει καὶ τοῖς τρόποις ἐνεδέζατο, καὶ ταῦτα τῶν εὖ γεγονότων ὂν καὶ περιφανές, ταῖς πρώταις τε σεβαζόμενον τῶν τιμῶν καὶ παντὶ τρόπῳ περιδοξούμενον. τοιοῦτος ὁ ἐμὸς φωστὴρ ἀπανταχῇ τῆς οἰκουμένης διέϑεε, καὶ οὐ μόνον αὐτὸς ἑαυτὸν ἐκόσμει, οἰς πολλοῖς ἐκεῖνος ἐπλούτει τοῖς ἀγαϑοῖς, ἀλλὰ καὶ τοῖς τούτῳ προσῳκειωμένοις ἀφορμὰς ἐδίδου κοσμεῖσδαι καὶ παρὰ πάντων αἰδεῖσϑαι καὶ περιβλέπεσϑαι. ὢ οἵου κηδεμόνος, οἵας δόξης ἐστέρημαι· ὢ οἷον ἐξημίωμαι σεμνολόγημα, οἷον δὲ προσαφῇρημαι καὶ τὸν πλουτισμόν. ᾤχοντό μοι αἷ κατ’ ἄνϑρώπους ἐλπίδες, αἳ παρ’ ἐκείνῳ μόνῳ μοι παρῃώρηνται· ᾤχοντο νεκρωϑεῖσαι κἀμὲ συναπονεκρώσασαι, εἰ μή πως πρὸς κρείττονά τινα καὶ τιμιωτέραν τῶν τῇδε βίωσιν ταμιευόμενος ἄνωϑεν χρηστὰς ἐλπίδας ἡμῖν ἐκεῖνος διδοῖ· οὕτω γὰρ ἡμεῖς ἔχομεν ταῖς ἐκείνου πεποιϑότες εὐχαῖς.

15. Αὖταί σοι παρ’ ἡμῶν αἱ λογικαὶ δεξιώσεις, ὦ σοφώτατε δέσποτα· τοιαύτας σοι τὰς χοὰς ἐναγίζομεν· τοιαῦτά σοι τῷ λαμπρῷ τὴν σοφίαν καὶ πολυόλβῳ ταῖς ἀρεταῖς τὰ πενϑικὰ προσεπισπένδομεν μελῳδήματα, τόλμαν σοι τοιαύτην τετολμηκότες, ἣν ὁ πρὸς σὲ ϑερμὸς ἡμῶν ἔρως ἠρέϑικε καὶ δουλόσυνος. σὺ δέ μοι προσίεσο ταύτας, ὦ ϑεία καὶ σοφωτάτη ψυχή, κἂν πόρρω τῶν σῶν ἀρετῶν καὶ τῆς σῆς σοφίας ὑπερελήλανται, δάκρυσιν ἐπιλειβομένας μονῳδικοῖς, ἀρωματοφορίαις πληρουμένας παντοδαπαῖς καὶ νεκυσίμοις ἐϑίμοις καὶ παντοίαις ἄλλαις προσαγωγαῖς· καὶ μὴ λήγοις549 ἄνωϑεν ἐποπτεύων ἡμᾶς, ἀγχίϑεε δέσποτα, ἀνωτέρους τε τοῦ κοσμικοῦ τούτου κλύδωνος συντηρῶν καὶ τῶν ὁσημέραι περιστοιχιζόντων ἡμᾶς ἀλλεπαλλήλων ἀνιαρῶν. ὁρᾷς, ὁπόσος οὗτος ὁ κλύδων ὁ κοσμικός, πηλίκος ὁ σάλος τῶν συμφορῶν· ὁρᾷς, ὅπως φοραῖς κυμάτων πυκνὰ προσεπαναστατούσαις ἡμῖν ἄλλαις ἐπ’ ἄλλαις καταποντούμεϑα· ὁρᾷς, ὅπως ἄλλοτε ἄλλῃ προσκινδυνεύοντες τῇδε κἀκεῖσε περιφερόμεϑα καὶ (τὸ τῆς τραγῳδίας550) πολλοῖς διαύλοις κυμάτων φορούμεϑα. μὴ κάμοις οὖν οὕτω ποιῶν, ἀγχίϑεε δέσποτα, ἄνωϑεν ἐποτυτεύων ἡμᾶς, πρεσβεύων ὑπὲρ ἡμῶν καὶ δεξιὰν ἡμῖν ὀρέγων καὶ κουφίζων τοῦ κλύδωνος.

3. Τοῦ αὐτοῦ ἐπιτάφιος είς τὸν πανσέβαστον καὶ πάνσοφον, λογοϑέτην κύριον Δημήτριον τὸν Τορνίκην551

1. Νῦν εἴπερ ποτὲ ϑρηνοῦσιν οἱ λόγοι τὸ καλλίστευμα τούτων, τὸν λογοϑέτην, ἀνακαλούμενοι, τὸ μέγα ῥητόρων κράτος, τὸ τῶν Μουσῶν καταγώγιον. καὶ σιγᾶν μὲν ἀγαπῶσιν οὗτοι, ἐπεὶ καὶ τὸ πυρίπνουν τοῦ λογοϑέτου στόμα σεσίγηκεν, ἵνα κἀνταῦϑα τὸν ἄνδρα μᾶλλον τιμήσωσιν· ἀλλὰ γε τῷ πανδήμῳ καὶ κοινῷ τούτῳ πάϑει φιλοτίμως μάλα νυττόμενοι γοερώτερον ἀνακαλεῖσϑαι τοῦτον φιλονεικοῦσι, τὸ τῆς ζημίας ἀποκλαιόμενοι μέγεϑος. οὐ μόνον γὰρ οὗτοι τὸ τούτων ἐζημίωνται σέμνωμά τε καὶ καλλιτέχνημα, ἀλλὰ γε καὶ ξύμπαν τὸ κοινον καὶ πάνδημον χάρισμα· οἱ μὲν γὰρ πενϑοῦσι τὸ λόγιον, οἳ τὰ τῶν λόγων πρεσβεύουσιν· οἱ δὲ ὃν ἀφῄρηνται κόσμον μετὰ δακρύων ἐπιζητοῦσιν, οἳ τῇ συγκλήτῳ τετάχαται· ὁ μὲν βαϑὺ στενάζει καὶ τὸ πρᾶον ἐπιζητεῖ, ὁ δὲ τὸν ταπεινόφρονα νοῦν ὑψηλῷ μάλα καὶ σταϑηρῷ φρονήματι καλλυνόμενον· ἄλλος ἀνακαλεῖται τὸν εὐεργέτην, ἕτερος τὸν παρήγορον καὶ ἄλλος ἄλλο τι τῶν ἐκείνου καλῶν (πολλὰ δὲ ταῦτα πάντως καὶ ὡς οὐκ ἂν τις ῥᾳδίως ἀπαριϑμήσαιτο) λόγου καὶ μνήμης ἄξιον· κἀκ τοῦ καταλόγου δὲ τῶν πολλῶν τοῦ λογοϑέτου καλῶν γίνεται μεγίστου πένϑους ὑπόϑεσις· ὑπανάπτεται δὲ καὶ κοινὸν ἅπασι πένϑος καὶ πολύκρουνον ἐκχεῖται τὸ δάκρυον. ώ κοσμικοῦ τούτου πάϑους· ὢ κοινῆς συμφορᾶς καὶ πανδήμου ταυτησὶ σκυϑρωπότητος, αἳ τὸν ἐμὸν τοῦτον λόγον συνϑρύπτουσί τε καὶ περικότττουσι καὶ πρὸς κλαυϑμὸν κινοῦσι τοῦτον καὶ δάκρυα.

2. Κεῖται μὲν ὁ καλὸς λογοϑέτης καὶ ἡ πυρίπνους καὶ γλυκεῖα γλῶσσα σιγᾷ, ἐμπιχραίνονται δ’ οἱ λόγοι τῷ πάϑει καὶ τῷ κειμένῳ συγκαταπίπτουσιν. ὤφελον λίϑου φύσιν ἂν ἠλλαξάμην, ὡς μήτ’ αἰσϑέσϑαι ταύτης τῆς συμφορᾶς, μήτε τὴν φωνὴν ὅλως προΐεσϑαι, ἀλλ’ ἐνεὸς μένειν καὶ ἄναυδος ὑπὸ τοῦ πάϑους τούτου πεδούμενος· καὶ τούτου μὲν ηὐχόμην τυχεῖν, δακρύων δὲ ῥοὴν οὐκ ἤϑελον ἐπιλελοιπέναι552 μοι, ἵν’ ἐν τούτῳ τὸν τῆς Νιόβης λίϑον ἐτύπουν καὶ οὕτως ἐξ ἀναισϑησίας εἰς πάϑος αὖϑις αἰσϑανομένου μετετυπούμην, ϑρηνῶν διὰ τὴν τοῦ πάϑους αἴσϑησιν ὁ εἰς λίϑον παγείς ἀναίσϑητον. ὢ δυστυχὴς ἐγὼ λογογράφος, ὃς τὸν τοῦ λογοϑέτου ϑάνατον, οἴμοι, τοῦ λόγου τοῦδε προεστησάμην ὑπόϑεσιν· ὃς τὸν τούτου τάφον δακρυόεις553 οὕτω περιϊστάμενος σκυϑρωπὰ γράφειν ἐϑέλω καὶ λογοπενϑεῖν ἐπιτύμβια, πρὸς ὃν ἔδει με πάντως τῆς τῶν Ἰλλυριῶν πρέσβιν ἐπαναζεύξαντα ᾄσματα περιᾴδειν μᾶλλον χαρμόσυνα καὶ χαρίεντα τούτῳ προσφωνεῖν εἰσιτήρια. ὢ τολμηρὸς ἔγωγε ῥήτωρ· τίνα ταύτην τόλμαν λαβὼν ἀνδρὸς τηλικούτου τάφον τοῖς ἐμοῖς λόγοις κοσμεῖν ἐϑέλω, μὴ μόνον ἐπ’ ἀρεταῖς554 ἁπάσαις ἐνσεμνυνομένου555, ἀλλά καὶ ξυμπάσῃ σοφίᾳ περιβοήτου καὶ τῶν λόγων ἀναζωσαμένου τὸ κράτος καὶ τούτους μᾶλλον ἐκείνου ἢ ἐκεῖνον οὗτοι καὶ σεμνύναντος καὶ κοσμήσαντος; ποίαν ἰδέαν λόγων ἢ ποίαν ἁρμονίαν τούτοις ἐφαρμοσάμενος τὸν προσήκοντα τούτῳ λόγον ἐκτραγῳδήσω καὶ περιλαλήσω κειμένῳ τούτῳ τὸν ἐπιτάφιον; ὅσαι γὰρ οἶμαι σοφῶν ἐπιχειρήσεις καὶ ἀρμονίαι, ὅσαι γλῶσσαι ῥητόρων, ὅσαι φωναὶ ποιητῶν ἐκτραγῳδοῦσαι περιπαϑέστατα, ἐς ταύτὸν ἅπασαι συνελϑοῦσαι ἐλάττω τοῦδε τάνδρὸς τὸν λόγον μὴ ὅτι γε τὸν ἄξιον αὐτῷ προσενέγκωσι. τῆς ἐκείνου δὲ μελιχρᾶς καὶ γλώττης ἦν καὶ φωνῆς τὸ τοῖς μεγάλοις ἐπιχειρεῖν καὶ κρείττω ταῦτα κατασκευάζειν καὶ τιμιώτατα μεγέϑει σοφῶν ἐννοιῶν κομψείᾳ τε καὶ γλαφυρότητι λέξεων, μετὰ κἀλλους ῥητορικοῦ καὶ συνϑήκης σοφιστικῆς ἀποστοματιζομένων καὶ κατὰ ποταμοὺς ἐκκρουνιζομένων καὶ τῶν ἄγαν ὀξυγράφων γραμματέων τὸν κἀλαμον (προφϑανόντων) ἐγὼ δὲ τί χρήσομαι; πότερον σιωπήσω τυγχάνοντος ἐργώδους ἢ καὶ τελέως ἀνεφίκτου τοῦ πράγματος, ἢ περιλαλήσω τοῖς ἐμοῖς λόγοις τῷ τάφῳ καὶ ϑρηνήσω νῦν ἐπιτυμβια; καὶ δέδοικα, μὴ μᾶλλον τοῖς ἐμοῖς ἀκοσμήσω λόγοις τὸν τοὺς λόγους κοσμήσαντα, σεσοβημένος καὶ ταῦτα τῷ πάϑει καὶ συγκεχυμένος τῇ συμφορᾷ καὶ κινούμενος ἄρτι πρὸς δάκρυα· δυσεπιχείρητον γὰρ πάντη καὶ ἐργωδέστατον, μὴ μόνον τοῖς ἐμοῖς τοῦτο λόγοις, ἀλλὰ μηδὲ τῶν ἄγαν σοφῶν τὰς ἀρετὰς ὁπόσας εἶχεν ἐκεῖνος διενεγκεῖν καὶ τοῖς ἐκείνου καλοῖς τούτους ὅλως παρεξετάζεσϑαι· πλήν, ὥσπερ ἦν ἡμῖν καὶ ξύμπασιν εὐμενὴς ὁ μέγας ἐκεῖνος ἀνήρ, οὕτω δὴ κἀνταῦϑα τοῖς οὐκ ἀξίοις ἐκείνου λόγοις συγγνώσεται.

3. Καὶ εἰ μὲν τοῖς ἐκ γένους τε καὶ πατρίδος ἐκεῖνος ῆϑελεν ἐνσεμνύνεσϑαι (ἦν γὰρ καὶ τοῦτ’ ἐκεῖνος φιλοσοφῶν, τὸ μὴ τοῖς ἔξωϑέν τινας καλλωπίζεσϑαι), πάντως ἂν οὐκ ἂν μεγίστων τε καὶ πολλῶν ἐγκωμίων ἠπόρησα, ὡς καὶ μέγαν ἐκ τούτων καὶ προσκορῆ συστήσασϑαί οἱ τὸν ὑμνητήριον, νόμους ἐγκωμίων τηρῶν κἀκ τοῦ περιφανοῦς γένους τοῦτον καὶ τῆς πατρίδος αὐξάνων καὶ περικαλλύνων τοῖς περιδόξοις καὶ σεμνοῖς διηγήμασι. τίς γὰρ οὐκ οἶδε τὰς ἐν Βοιωτίᾳ Θήβας τὰς Καδμικάς, ὡς πόλις556 αὗται περιφανής557, περίδοξος, πᾶσιν ἐνευϑηνουμένη καλοῖς καὶ τὸ τῆς ἀρχαιότητος αἰδέσιμον περισῴζουσα, καὶ τὸ γένος δὲ τὸ Τορνίκιον, ὡς ἀνέκαϑεν εὖ γεγονός ἐστι καὶ περίφημον, κἀν ταῖς χρονικαῖς δὲ περὶ τῶν κατὰ τοὺς ἄνω χρόνους βεβασιλευκότων βίβλοις τε καὶ συγγράμμασι παντὶ τρόπῳ περιδοξούμενον, ἵνα μὴ τὸ ἀρχαιότερον ἀναδράμω γένος, εὐγενὲς ὂν τῶν ἀφ’ ἡλίου ἀνατολῶν καὶ περίκλυτον; ἐπεὶ δ’ ἐκεῖνος οὐκ ἡγάπα τούτοις σεμνύνεσϑαι μηδὲ τοῖς ἔξωϑεν περικαλλύνεσϑαι σεμνώμασί τε καὶ ὡραΐσμασιν (εἴα γὰρ τὰ κενὰ ταῦτα φιλοτιμήματα τοῖς περὶ τὰ τοιαῦτα στρεφομένοις καὶ τοῖς τοιούτοις σεμνυνομένοις, τοῖς μέγα τε κυδρουμένοις ἐπ’ εὐγενείᾳ καὶ φυσωμένοις558 ἢ καὶ δοξουμένοις ἐπὶ κενοῖς), σοφίᾳ δὲ μᾶλλον καὶ συνέσει καὶ παντὶ τρόπῳ χρηστῷ καὶ παντοίοις ἤϑεσι περικαλλέσιν ἐνωραΐζεσϑαι, μᾶλλον δὲ τὴν ψυχὴν ἔσπευδεν ἐξευγενίζειν ὡς τὰ πολλὰ καὶ καλλύνειν ταύτην ταῖς ἀρεταῖς, ἐπ’ αὐτὰ δὴ καὶ τρέψω τὸν λόγον, εἴ πως καὶ ὁ πενιχρὸς οὗτος λόγος τοῖς ἐκείνου προτερήμασιν ἐγκαλλωπισϑήσεται.

4. Ἤνεγκε μὲν οὖν οὕτώ τοῦτον ἡ περικαλλὴς αὕτη πόλις, αἱ Θῆβαι, κλάδον εὐγενοῦς ῥίζης ἐκ πρώτης (ὅ φασι), χρηστοῖς ἤϑεσί τε καὶ τρόποις εὐϑαλῆ καὶ κατάκομον· ἐπεὶ δὲ559 γῆς ἀπῆρε πατρῴας συμμετανοστεύων τῷ Ἀβραάμ καὶ ἔτι τρυφερευόμενος ἐπὶ τὸ μερκλεὲς τοῦτο τῆς Βύζαντος ὄνομα, τὸ τῶν λόγων ἔδαφος, ἧκεν (οὐδὲ γὰρ πάντως ἔξω τοῦ καλοῦ καὶ τοῦ πρέποντος μηδὲ πόρρω προνοίας ϑεοῦ τὸ μὴ τὸν εὐϑαλῆ τοῦτον κλάδον ἐνταῦϑα μεταφυτευϑῆναι δενδρωϑῆναί τε καὶ στελεχωϑῆναι καὶ πρὸς μήκιστον ὕψος καὶ καλλιστέλεχον αὔξην ἀναδραμεῖν), ἔνϑα τὸ μέγα σέμνωμα τοῦτο δὴ καὶ βασίλειον, ἐνταῦϑα τοῖς ἀρίστοις τῶν παιδευτῶν προσωμίλησε· καὶ τῇ τῆς φύσεως εὐκληρίᾳ τῶν ὁμηλίκων πάντων κρατήσας γραμματικῆς μὲν οὐδοτιοῦν παρεῖκε λαϑόν, ῥητορικῆς δὲ τὸ κἀλλος τῆς φράσεως ἅπον ἀπανϑισάμενος καὶ τὴν ἀληϑῆ πειϑὼ ταύτης ἀναλεξάμενος τὸ ψεῦδος ἅπαν ἐξέκλινεν. οὕτω γοῦν τὸ κράτος τῶν λόγων ἀναδησάμενος, τὸν μέγαν ὄλβον τῆς σοφίας πεπλούτηκεν. ἔνϑεν τοι καὶ βασιλεῖς μακρὸς ἐξ οὗ χρόνος ἐκεῖνον ὑπερηγάσϑησαν560, καὶ ἀπὸ δόξης εἰς δόξαν561 ὑψοῦντες αὐτὸν καὶ ἀναβάσεις ταῖς αὑτῶν καρδίαις τιϑέμενοι562 καὶ περὶ τῶν ἐκείνου μελετῶντες τιμῶν εἰς τὰς πρώτας τιμὰς ἀνήγαγον· ὁ δὲ μήτε ταῖς τιμαῖς καὶ τοῖς τῶν ἀξιωμάτων ὄγκοις προσεπαρϑείς, μήτε δὲ τῷ τῆς τόσης σοφίας χύματι κυδρωϑεὶς ταπεινοφροσύνην ἡγάπα μᾶλλον καὶ ἀκραιφνὲς ταύτης ὑπόδειγμα τοῖς ξύμπασιν ἐπεδείκνυτο. τίς γὰρ οὐκ οἶδε τὴν ἐκείνου σοφίαν, ὡς εἰς μέγα καὶ αὕτη πλάτος, ὡς καὶ τοῦ Σολομῶντος563, ἐφήπλωτο; τίς τὴν πυρίπνουν ἐκείνου γλῶσσαν καὶ μελιχρὰν ὅλως ἠγνόησεν, ὡς καὶ τοῦ Ὀρφέως γλυκυτέραν τε καὶ ἐναρμοστοτέραν πεπλούτηκεν; φρονήσεως δὲ πέρι τί χρὴ καὶ λέγειν, ᾗ τὰς τῶν ἐϑνῶν βουλὰς διεσκέδαζε; καὶ τὰς δυσδιαλύτους δὲ τούτων συζητήσεις καὶ συστροφὰς ὡς ἱστὸν ἀράχνης564 διέλυε καὶ στρεπτὰς τὰς φρένας565 ἐκείνων πρὸς τὰς τῶν κρατούντων βουλὰς μετετίϑει τε καὶ μετῆγεν, οὐχὶ παρὰ τὸ τυγχάνειν ἐκείνους ἑσϑλούς, καϑά φησιν Ὅμηρος, εἰ μὴ καὶ μᾶλλον δύστροπους τε καὶ μεγαλορρήμονας καὶ τῶν σφετέρων βουλῶν ἅπαντα σπεύδοντας ἐξαρτᾶν, ἀλλὰ παρὰ τὸ σοφὴν ὑπερβαλλόντως εἶναι καὶ ἰσχυρὰν τὴν τῆς ἐκείνου γλώττης πειϑώ. οἷος ἐκεῖνος πολὺς συνέσει καὶ (κατὰ τὸν παροιμιαστὴν) «νοῆσαι λόγους φρονήσεως, δέξασϑαί τε στροφὰς λόγων»566. ὁποῖον δὲ καὶ τοῦ νοὸς ἐκείνου τὸ σταϑηρόν, καϑαρᾷ πάντως καὶ βαϑείᾳ φρενὶ (κατὰ τὸν ϑύραϑεν αὖϑις σοφόν) κεδνὰ βλαστῆσαι βουλεύματα567.

5. Ἀλλ’ ὤ, τίς τὸν μέγαν ὄλβον τῆς σοφίας ἀποσυλήσας κατέκρυψε, τὸ τῆς φρονήσεως ἀγαλμα, τὸν συνετὸν ὄντως καὶ ἀριστόβουλον; τίς τὸ τῶν λόγων ταμεῖον κατέκλεισε, τὸ τῶν σοφιστευόντων ἢ καὶ ϑεμιστευόντων ἀγλάϊσμα; τίς ἐν ἀφανεῖ τὸν τοσοῦτον ϑησαυρὸν κατεστήσατο καὶ ἀνημμένους ἡμῖν ἀντὶ τοῦ ϑησαυροῦ παρέσχε τοῦς ἄνϑρακας568; ὤ, πῶς ἡ πυρίπνους καὶ μελιχρὰ τοῦ λογοϑέτου γλῶττα σιγᾷ, ἐγὼ δὲ καὶ γλώττης εὐμοιρῶ καὶ φωνῆς καὶ λόγους ἐλεγείους τε καὶ περιπαϑεῖς καὶ ϑρήνους, οὓς ἀποτροπιάζομαι, φϑέγγομαι. ὄφελον ἀμοιρῆσαι τούτων καὶ γλώττης καὶ φωνῆς καὶ χειρῶν· τί γὰρ χρὴ ταύταις ἐπὶ τηλικούτῳ πάϑει διακονεῖν καὶ λόγους οὕτω ϑρηνώδεις ἐπικειμένῳ τῷ σοφῷ λογοϑέτῃ προσφϑέγγεσϑαι; ἀλλὰ τί δὴ παρεὶς τὰ τῆς ψυχῆς μείζω καὶ τελεώτερα ἐκ τῶν περὶ αὐτὸν ἐπαινεῖν ἐϑέλω τὸν ταῖς ἀρεταῖς ὑπερλάμψαντα; τίς τούτου πλέον τὴν ταπεινοφροσύνην ἡγάπησεν ἢ τὴν σωφροσύνην ἑτίμησεν; τίς τοσοῦτον τὸ πρᾶον καὶ ἱλαρὸν ἐπεχτήσατο, οἷς καὶ Δαυὶδ569 ἐσεμνύνετο; τίς ὡς οὗτος τὸ εἰρηναῖον προσῳκειώσατο καὶ ἀτάραχον, οἷς καὶ Σολομὼν570 ἐδοξάζετο; τίς τοσοῦτον πεπλούτηκε τὸ571 φιλάνϑρωπον καὶ τὸ φιλόξενον, οἷς καὶ Ἀβραὰμ ὁ μέγας ἐν πατριάρχαις ἐμεγαλύνετο; ἐπὶ δὲ γε τῇ τῆς ἐλεημοσύνης ἀκαϑέκτῳ ῥύμη, ᾗ καὶ Ἰὼβ ἐκεῖνος ἐκαλλωπίζετο, καὶ τῇ πρὸς τοὺς πένητας ἀφϑονωτάτῃ καὶ ἀνυποκρίτῳ χειρὶ τοσοῦτον τῶν ἄλλων ἐκράτησεν, ἵνα μὴ λέγω τῶν παλαιῶν, ὧν πολὺς ἐπὶ ἐλεημοσύναις ὁ λόγος, ὡς καὶ κατὰ τὸν μέγαν ἐν προφήταις Δαυὶδ ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων572 ὁ δίκαιος, τοῖς πεινῶσί τε ϑρύπτων τὸν ἄρτον, τοῖς ἐνδεέσι προσεπαρκῶν, εὐεργέτιν ὤρεγε χεῖρα πτωχοῖς καὶ δανείζων ἦν τῷ ϑεῷ573. οὕτω καλῶς ἐκεῖνος ἐσκόρπιζεν, ἐδίδου τοῖς πένησιν. ὢ πηγῆς ἐλέους ἐκκρουνιζομένης ἐφ’ ἅπασιν εἰς δαψίλειαν καὶ ψυχὰς δροσιζούσης περιεχομένας τῆς πενίας τῷ καύσωνι. ὢ πηγῆς αἴφνης οὕτω φραγείσης καὶ πολὺν προξενησάσης τοῖς δεομένοις τὸν καύσωνα. «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν τὴν σάρκα»574 φωνοῦντος ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκήκοα τοῦ ϑεοῦ, «ἀπὸ δὲ γε τῶν ἐμῶν ζωαρκῶν ἐπὶ πάντα πένητα καὶ πτωχόν» τοῦ σοφοῦ λογοϑέτου διατρανοῦντος οἷον ᾐσϑανόμην καὶ πράττοντος.

6. Τοσοῦτον δὲ τὴν δικαιοσύνην ἠγάπησεν, ὡς ἐκεῖνον εἶναι τοῖς πᾶσι νομίζεσϑαι τὴν Θέμιν ὄντως αὐτήν, τὴν τῷ ϑεῷ παρεδρεύουσαν, ἀπαρέγκλιτους φέρουσαν καὶ ἰσορρόπους τὰς πλάστιγγας, καὶ στάϑμην εὐϑεῖαν εἶναι τὴν γεωμετρικὴν νικῶσαν ἰσότητα. ὤ, πόσον ἐπήνϑει τῷ σοφῷ λογοϑέτῃ τὸ χάριέν τε καὶ ἱλαρὸν μετὰ τῆς προσηκούσης κατηφείας τε καὶ σεμνότητας, ὁποῖον δὲ καὶ τὸ προσηνὲς ἐπέπρεπε τῷ προσώπῳ καὶ ἥμερον μετὰ συνετῆς ἅμα καὶ μεγαλοπρεποῦς τινος κοσμιότητος ταῖς τῶν ἀρετῶν ἐναπαστράπτοντι χάρισιν, ὡς ἐντεῦϑεν συστολήν τε τοῖς ὁρῶσι καὶ πόϑον ὁμοῦ συγκεράννυσϑαι. τῆς δ’ ἀγαϑῆς ἐκείνου καὶ ἀντιληπτικωτάτης γνώμης καὶ προαιρέσεως οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος· τί γὰρ τῶν ἐκείνου προτερημάτων πάντα λόγον οῦχ ὑπερέβαινε; τὸ τῆς διανοίας ὀξύτατον; καὶ τίς ἂν ὀξύτερος ἐκείνου καὶ ἀσφαλέστερος τῶν νῦν ἢ τῶν πώποτε πρόβλημά τι πρόβληϑῆναι σοφὸν καὶ μὴ παραυτὰ φρεσὶν ἁρπάσαι τὸ καιριώτατον; τίς ἀποστοματίσαι λόγους σοφιστικοὺς μετὰ κἀλλους ἐσκευασμένους ῥητορικοῦ, μετ’ εὐσυνϑέτου τε καὶ καὶ καϑαρωτάτης τῆς λεκτικῆς τῶν ἀπ’ αἰῶνος ἐκείνου συντομώτερός τε καὶ τεχνικώτερος.

7. Ἀλλ’ ἓν δὴ τῆς ἐκείνου ταχυτῆτος ὁ λόγος ἄττει μοι διηγήσασϑαι. πολέμων καιρὸς ἦν ὁ ἀπευκταιότατός τε καὶ φρικωδέστατος καὶ συχναὶ τῶν ἀλλοφύλων ἐπιδρομαί, καὶ ὁ βασιλεὺς γοῦν τοῖς τῆς Βερρόης μέρεσιν ἐπεστράτευεν. εἶτα τί; Σκυϑικὸν σμῆνος ὅτι πολὺ καὶ μέτρον πᾶν ὑπερπαῖον, ἐκδραμεῖν τε μελετῶν καὶ τῶν ἡμετέρων ἀφειδῶς ὡς ἔνι μάλιστα κατορχήσασϑαι, περὶ τοὺς τοῦ Ζυγοῦ πρόποδας σκηνῶσαν ἀπαγγέλλεται βασιλεῖ· ὁ δὲ μηδὲν μελλήσας, καὶ ταῦτα τοῦ σφαίρου τούτου δὴ τοῦ ἡλιακοῦ μελετῶντος ἤδη τὰ δυτικά, ἠχῆσαι προστέταχέ τε καὶ τὸν ἐνυάλιον καὶ κατὰ τῶν Σκυϑῶν ἐξώρμησε πανστρατί, καὶ ὢ τῆς τότε πρὸς ἡμᾶς σοῦ κηδεμονίας, Χριστὲ βασιλεῦ· ἐπεισπίπτει τε τούτοις ὁ βασιλεὺς καὶ τῇ τῶν Σκυϑῶν πανσπερμίᾳ πανωλεϑρίαν εἰργάσατο. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; γράμματα κοσμοχαρῆ τε καὶ εὐάγγελα τοῖς ἐν ἀρχείοις καὶ τοῖς ἐν τέλει γράφειν ἐπισκήπτει τῷ λογοϑέτῃ. ἀλλ’ οἴμοι, τὸ ῥεῦμα τοῦ λόγου πρὸς ἀνάρρουν κεχώρηκε, τοῦ ῥεύματος τῶν λόγων ἐκείνου καὶ τοῦ χύματος τῆς σοφίας ὑπερεκβλύσαντος575, καὶ σκυϑρωπάζειν αὖϑις ἐϑέλει καὶ πρὸς πενϑικὴν576 παλινῳδίαν μεταχωρεῖν, μᾶλλον δὲ προφϑάνει τὸ πάϑος καὶ συμποδίζει τὸν λόγον καὶ περικόπτει μου τὸ διήγημα. ἐπέσκηψεν οὕτως ὁ βασιλεὺς καὶ ἦν ἰδεῖν εὐϑὺς λόγων ὅλους κρουνοὺς ἐκ τῶν σοφῶν ἐκείνου χειλέων, ἃ βραχὺ μόνον διεστέλλοντο, καὶ φάκελοι τόμων πλήρεις ἦσαν γραφῶν αὐτοσχέδιοι.

8. Ὢ χειλέων, οἷς ἐξεχύϑη σοφίας χάρις ἀπείριτος· ὢ σοφῆς γλώσσης ἐκείνης καὶ μελιχρᾶς, ἧς ἡ φωνὴ κατὰ τὴν ποίησιν λειριόεσσα577 καὶ ἧς μόνης ἦσαν ὄντως οἱ λόγοι πτερόεντες578· ώ γλώττης τῇ τοῦ νοὸς ὀξύτητι συντρεχούσης καὶ τῷ τῶν ἀϑροιζομένων ἐνϑυμημάτων διακονούσης ἀλλεπαλλήλῳ579 τε καὶ πυκνῷ, ἄλλων ἐπιστοιβαζομένων κατὰ συνέχειαν ἀδιάκοπον· γλώττης, ᾗ ϑεία τις Σειρὴν ἐπεκάϑητο καὶ μέλος ἔμελπεν ἐναρμόνιον· γλώσσης, ᾗ μηδ’ ὑπηρετῆσαι χεῖρες ὀξυγράφων ἐξήρκουν, μικροῦ δὲ καὶ δυσχεραινούσης, ὅτι μηδὲ πτερόεις580 τούτων ὁ κάλαμος, ἧς ἐγὼ καὶ μᾶλλον πεπείραμαι. ὤ, πόσους τότε τῶν ῥητόρων ἐξέπληξεν, οἳ συμπαρῆσαν τῷ βασιλεῖ σοφίαν τε καὶ ῥητορικὴν καὶ πᾶσαν ἄλλην λογικὴν τέχνην προβεβλημένοι κἀπὶ τῇ σοφιστείᾳ δὲ μέγα κυδρούμενοί τε καὶ σεμνυνόμενοι· οἳ καὶ γράψαι τότε προϑυμηϑέντες ὡς μᾶλλον ταῖς σοφιστικαῖς γραφαῖς ἐνδειξόμενοι, μόλις τὰ τῆς ὑποϑέσεως προοιμιασάμενοι, εἶτα τὸν γραφέα κἀλαμον ἔστησαν, τόμους ὃλους ἐν βραχεῖ πλήρεις ἰδόντες γραφῶν μετὰ κἀλλους ἐσκευασμένων ῥητορικοῦ καὶ μετὰ δαψιλεστέρας παρεξεσμένων τῆς κομψείας τῶν λέξεων· οἳ καὶ τὸν ἄνδρα τότε ϑαυμάσαντες καὶ καταπλαγέντες τὴν ὀξύτητα τοῦ νοός, καὶ γνόντες ὡς σοφὸς ὄντως ὁ λογοϑέτης κἀν τοῖς λόγοις ἀκαταγώνιστος, ἐνεοὶ καὶ ἄναυδοι μεμενήκασι. νῦν δὲ ἀλλ’ ὁ μὲν κρουνὸς ἐκεῖνος ἀπέρρει καὶ ἡ ταχεῖα καὶ γλυκερὰ581 γλῶσσα σεσίγηκεν, οἱ δὲ πτερόεντες λόγοι582 μένουσί πως ἤδη πτερορρυήσαντες. βαβαὶ γλώσσης ἐκείνης ἔπεά τε προσαυδούσης πτερόεντα καὶ τὰς ὁμηρικὰς δέκα γλώσσας583 ἡττώσης τῇ τῶν λόγων ἀβρότητ· βαβαὶ τοῦ κελαρύζοντος ἐκείνου κρουνοῦ τῶν λόγων, τοῦ πολυχεύμονος, οὗ τὰ ῥεύματα584 τότε τὴν τοῦ ϑεοῦ πόλιν ταύτην ἐπηύφραινον. ὢ λόγων ἀττικιζόντων καὶ τοῖς ἔξωϑεν μὲν καλλωπιζομένων σοφοῖς, τῷ ϑείῳ δὲ μᾶλλον καὶ ἡμετέρῳ τῷ νοστίμῳ τούτῳ παρηρτυμένων ἅλατι585 καὶ ὡς ὑπομειδιῶντι τῷ προσώπῳ καὶ ὑποσέμνῳ τῇ τῶν λέξεων γλαφυρότητι καὶ ἐνηδυνόντων τὸν ἀκροώμενον καὶ μὴ μᾶλλον ἀηδιζόντων τῆς στρυφνότητος τῇ βαρύτητι. ὢ σοφίας λόγων ἐκχεομένης μεϑ’ ἱλαρότητος καὶ γλυκεράς τινας τοῖς ἀκροωμένοις ἐνσταλαζούσης τὰς χάριτας.

9. Καὶ ἵνα τὸν λόγον αὖϑις ἐπαναλήψωμαι, τίς εὐπρέπειαν οἴκου κυρίου οὕτως ὑπερηγάπησεν586, ὡς ταῖς κατ’ ἀστέρας ἀγρύπνοις λαμπαδηφορίαις ὑπερβαλλόντως τοῦτον καταστράπτεσϑαι καὶ καταφωτίζεσϑαι, κἀντεῦϑεν τεκμαίρεσϑαι καὶ τὴν τῆς φωτεινῆς καὶ ϑείας ἐκείνης ψυχῆς ἔνδον ἀποκειμένην λαμπρότητα; τίς τοῖς κατ’ οἶκον ϑείοις σηκοῖς κλήρους ἐπέταττεν, ὁπόσους οὐδ’ οἱ μεγάλοι καὶ καϑολικοὶ προσεκτήσαντο, ὡς ὑμνοπόλους χοροὺς περιστήσῃ καὶ τῷ συνετίζοντι τοῦτον δόξαν δώσῃ587 ϑεῷ, ὀρϑῷ τῷ σώματι τοῦτοις συνορϑριζόμενος, σὺν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῷ νοῒ καὶ μόνῳ ϑεῷ προσανέχοντι; τίς καρδίαν εἶχε συντετριμμένων καὶ τεταπεινωμένην588 τῷ πνεύματι; τίς τοσαύτην κατάνυξιν ἐπεκτήσατο, ὡς καὶ φαίνεσϑαι τοῦτον ὅλην τὴν ἡμέραν μετὰ σκυϑρωπότητος πορευόμενον589 ἐν τοῖς κατὰ ϑεὸν διαβήμασιν, ὡς ἂν ἐκεῖϑεν ἀγάλληται; τίς ἐκείνου συμπαϑεστέραν ἔσχε ψυχὴν καὶ τοῖς λυπουμένοις συγκάμνουσαν; τίς τοῖς τῶν ἑτέρων ἐκάμπτετο πάϑεσι; τίς οὐ μόνον τὸν πλησίον ὡς ἑαυτόν, καϑὼς ἐνετείλατο κύριος590, ἀλλὰ καὶ τοὺς μακρόϑεν ὑπερηγάπησεν, ὡς ἐντεῦϑεν ὑπεραναβαίνειν φαίνεσϑαι καὶ τὴν ἐντολὴν καὶ κατὰ τοὺς πιστοὺς ἐκείνους ϑεράποντας πολυπλασιάζειν τὸ τάλαντον591; εὐστοχώτατα δὲ συμβουλεῦσαι μὴ τοῖς ἐκ γένους ἐκείνου μόνον καὶ τοῖς ἐγγύς, μηδὲ τοῖς ἐκ τοῦ λαοῦ τούτου καὶ τοῖς ἐκ Βύζαντος, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις τε καὶ ἐϑνογενέσι καὶ κοινὸν εἶναι σύμβουλον καὶ παρήγορον καὶ τῆς ἐκείνου γνώμης ἦν καὶ γνώρισμα καὶ κατόρϑωμα· τί γὰρ τῶν ἐκείνου βουλευμάτων οὐκ ἦν σκοπιμώτατόν τε καὶ συνετώτατον; τὸ δὲ καλοϑελὲς καὶ καλόηϑες, τὸ δ’ ἥμερόν τε καὶ προσηνές, τὸ δ’ ὁμιλητικὸν ἐκείνου καὶ τὸ εὐπρόσιτον οὐκ ἔστι τῶν ἀπάντων οὐδείς, ὃν οὐχ εἷλκον ὣσπερ τινὲς ἴυγγες εἰς τὸ κατάκρας ἐκείνου τἀνδρὸς ἐξέχεσϑαι592. οὕτω ποϑεινὸς τοῖς ἅπασιν ἦν καὶ ἐράσμιος, οὕτως αἰδέσιμος ἦν καὶ παρὰ πάντων σεβόμενος.

10. Ὤ, οἷος ἀνὴρ ἐκρύβη καὶ κοινωφελὲς οὕτω χρῆμα πάντες καὶ πάνδημον ἐξημίωνται. κοινὸς ἦν οἶκος ἐκείνου τοῖς πενομένοις ἴσως ἀφ’ αἵματος, πατὴρ ἦν ὀρφανῶν, προστάτης χηρῶν593· τόσην δ’ ὤρεγε χεῖρα τούτοις εὐεργέτιν καὶ πλουτοδότειραν, ὡς τοὺς μὲν ὀρφανείας, τὰς δὲ χηρείας ἐπιλανϑάνεσϑαι· ὀφϑαλμὸς ἦν τοῦ γένους περίβλεπτος. ἀλλ’ οἴμοι τῶν κακῶν, καὶ τοίνυν οὗτος ἀνήρπασται κἀκ τῶν ὀφϑαλμῶν τῶν ἡμετέρων ἠφάνισται κἀντεῦϑεν ἡμεῖς ὡς ἐν ἀσελήνῳ νυκτὶ καὶ βαϑυτάτῳ σκότει διάγομεν. ὤ, οἵα μὲν λαμπὰς τοῦ γένους ἀπέσβεστο, οἷον δ’ ὑπανήφϑη τούτῳ λαῦρον πάϑους ὑπέκκαυμα594, πυρπόλῆσαν ἅπαν τὸ προσγενὲς καὶ μηδὲ μακρῷ χρόνῳ σβεσϑῆναι φιλονεικοῦν, κἂν χάλαζαι δακρύων τῷ λαύρῳ τούτῳ πυρὶ τοῦ πάϑους προσεπιρρίπτωνται, ἑξακοντιζόμεναι τῶν συγγενικῶν ὀμμάτων πυκνότεραι, τῶν ἀγαϑῶν ἐκείνου προτερημάτων συνεχῆ μνήμην ἀνακινούντων καὶ παρεχόντων ἄφϑονον ὕλην τοῦ καύματος καὶ ζωπυρούντων οὕτω τὸ τοῦ πάϑους πῦρ εὐπρηστότερον.

11. Ἀλλά γὰρ πῶς ἐκτραγῳδήσῳ τὸ πάϑος; πῶς τὴν τοσαύτην συμφορὰν ἀποκλαύσομαι; τὸ τοῦ γένους ἔρεισμα πέπτωκε· κέκλεισται τῶν ἀρετῶν τὸ ταμεῖον· οἴχεται τὸ τῶν Μουσῶν καταγώγιον· τὸ τῆς συγκλήτου κόσμημα περιῄρηται· ὁ τῶν ἀρχείων εὐπρεπὴς κόσμος ἠφάνισται. κέκρυπται τὸ καϑαρὸν τῆς σωφροσύνης ἀγλάϊσμα· τὸ κοινωφελὲς ἀφήρπασται χάρισμα. τίς ἀρκέσει λόγος τηλίκην συμφορὰν ἀποκλαύσασϑαι; ποῖον δὲ τῶν ἐκείνου καλῶν δακρύων ϑήσομαι πρόφασιν; τῆς ψυχῆς τὴν εὐπρέπειαν; τὴν τοῦ τρόπου σεμνότητα, τὴν τοῦ ἤϑους χρηστότητα; τὸ σταϑηρὸν τοῦ φρονήματος; τὸ σώφρον, τὸ πρᾶον, τὸ ἱλαρόν, τὸ μείλιχον, τὸ φιλάνϑρωπον; τὸ τῆς γνώμης ἐπιεικὲς καὶ τὴν συμφωνίαν πᾶσαν τῶν ἀρετῶν, ἢ τὸ τῆς διανοίας μεγαλοφυὲς καὶ αἰϑέριον καὶ τὸ μελισταγὲς τῆς γλώττης καὶ ἐναρμόνιον; πάντα γὰρ ὡς ἀπὸ συνϑήματος ὁμοῦ συνελϑόντα τὰ κάλλιστα τὸν σοφὸν λογοϑέτην ἑστεφανώσαντο. ὢ ψυχῆς στεφανουμένης595 οὕτω καὶ κυκλουμένης ὑπὸ τοσούτων τῶν ἀρετῶν, ὡς οἷα κέντρου τινὸς ἀστεμφοῦς περὶ τὸ μέσον τοῦ κύκλου μένοντος καὶ ἀκινηταίνοντος, μᾶλλον δὲ περὶ αὐτὰς ἀεὶ στρεφόμενης διὰ τὸ τοῦ νοὸς ἀεικίνητον καὶ τὸ τῆς ἐπαινουμένης ἐργασίας συνεχές τε καὶ ἀδιάκοπον καὶ οὕτω ταύτας συγκινούσης, ὡς εἰς προὖπτον μὲν κεῖσϑαι πᾶσιν αὐτάς, αὖϑις δὲ κρύπτεσϑαι ταύτας διὰ τὸ τοῦ τρόπου συντετριμμένον καὶ ταπεινόν. οἶμαι γὰρ ὡς καὶ νῦν τοῦ σοφοῦ λογοϑέτου τῆς τοῦ κινεῖν δυνάμεως λήξαντος κινδυνεῦσαι στῆναι τῆς ἀεικινησίας καὶ τὸν μέχρις ἐκείνου καὶ παρ’ ἐκείνου κινούμενον κύκλον τῶν ἀρετῶν. ὢ κύκλος οὗτος οὐράνιος ὑπὸ τῆς ψυχῆς ἐκείνης τῆς ὄντως οὐρανίας καὶ τοῦ τῆς ταπεινώσεως κινούμενος πνεύματος, ὃν μένειν ἀεικίνητον ἔδει πάντως κἀκείνῳ ζῶντι συμπεριφέρεσϑαι, ὡς ἀρχέτυπον ἐκεῖνον εἰκόνα τοῖς πᾶσιν εἶναι τῶν ἀρετῶν καὶ καλῶν ἁπάντων παράδειγμα.

12. Ἀμείλικτε Θάνατε καὶ τῆς ἡμετέρας φύσεως ἀρχῆϑεν πολέμιε, αἰδοῦνται τὴν ἀρετὴν καὶ, πολέμιοι· οὐ δὲ πῶς οὐκ ᾐδέσϑης τὸν τοσοῦτον ἀριϑμὸν τῶν καλῶν, τὴν καλὴν στεφάνην τῶν ἀρετῶν, ἄτεγκτε καὶ ἀτίϑασε596; πῶς οὐκ ἐμαλάχϑης ταῖς χάρισιν, αἳ ταῖς ἀρεταῖς συνεξέλαμπον, ἀλλὰ τὸν τηλίκον ἡμῶν ἀφήρπασας, ὃν ἄσυλον ἔδει μεῖναι καὶ τοῖς βροτοῖς μέχρι καὶ μακροῦ παραμόνιμον, ἵν’ ἔτι πλουτοῖεν οὗτοι τῶν ἐκείνου καλῶν ἀπολαύοντες, ἵν’ ἔτι τῶν ἀρετῶν αἱ χάριτες περιλάμπουσαι πανταχοῦ γενήσονται διαδόσιμοι; αἴϑε μάρανσιν ἂν ἐκεῖνο τὸ φυτὸν ἐπεπόνϑει, ἐξ οὗ καρπὸς ἐτρυγήϑη καὶ βρῶσιν ὁ πρῶτος ἔφαγεν ἄνϑρωπος. καὶ σὺ τοίνυν ἡμῖν παρεισέφρησας, ἀτέραμνε Θάνατε, αἴϑε μὴ ὁ πλάνος καὶ ψίϑυρος ὄφις ἐσύρη καὶ βάσκανον ἐπεσύριξε, μηδὲ τῇ πρώτῇ γυναικὶ προσωμίλησεν597, ἵνα καὶ λάϑῃς ἐκεῖϑεν τῷ βίῳ παρεισφϑαρείς. τί γὰρ ἔδει λάφυρον σοῦ τοῦ ἀφανοῦς ἡμῖν πολεμίου γενέσϑαι τὸν σοφὸν λογοϑέτην, τὸν δὲ κύδιστον παῖδα τούτου ϑρηνεῖν, τὸ ἀκραιφνὲς τοῦ πατρὸς ἀφομοίωμα; ὃς τὸν ἐκείνου τόπον ἀναδεξάμενος («ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννήϑησαν οἱ υἱοί»598, τὸ γράμμα λέγει τὸ ἱερόν) καὶ τὴν λογοδετικὴν ἀξίαν περιζωσάμενος εἰκότως ἐκ τούτου μᾶλλον αὔξει τὸν ϑρῆνον.

13. Ἅμα γὰρ αὐτόν τις λογοϑέτην καλεῖ, καὶ παραυτὰ τὸν πατέρα καὶ σοφὸν λογοϑέτην εἰς μνήμην ἀναττεμπάζων στενάζει τε βύϑιον καὶ πενϑικὰς ᾠδὰς ἀναφϑέγγεται, καὶ τοῦ χωρισμοῦ μεμνημένος τοῦ πατρικοῦ μικροῦ παρανοίγει τὸν τάφον καὶ προσκνυζᾶσϑαι ϑέλει τῷ νεκρῷ τοῦ πατρός. τῷ τοῦ πατρικοῦ δὲ φίλτρου ζωπύρῳ τὴν ψυχὴν ἐμπιπράμενος συνεκμετρεῖσϑαι τῷ πατρὶ ταύτην ἐϑέλει καὶ συμπαρελϑεῖν ἐκείνῳ φιλονεικεῖ, «"Ἐκλέλοιπε» λέγων» τὸ φῶς, ὁ σοφὸς λογοϑέτης καὶ φιλόπαις σύ μου πατήρ. τίς σε τὸν ἐμὸν λύχνον ὑπὸ τὸν μόδιον599 ἔκρυψεν, ὃν εἶχον πᾶσι τοῖς ἐμοῖς προλάμποντα διαβήμασι; λύχνος γὰρ ἦν τοῖς ποσί μου πάντως ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου κατὰ τὸν σὲ Δαυίδ600 τὸν πραότατον, ἐν ᾧ πάσας ἀρετῶν εἰκόνας ἐνωπτριζόμην601. καὶ ἤϑελον μὲν αὐτὰς μετεγγράφειν ἐν ἑαυτῷ καὶ τῶν πατρικῶν σεμνοτήτων κληρονόμος γνησιώτατος φαίνεσϑαι, ἀλλὰ μοι στενός τις ἄγαν ὁ πίναξ ὁ ψυχικὸς καὶ ἡ ζωγράφος προαίρεσις οὐκ εἰς κἀλλος ταύτην τὴν τέχνην ἐξηκριβώσατο· καὶ μετεγγράφω μὲν, μικρὰ δὲ ἄττα καὶ οὐδὲ ταῦτα μετὰ ἀκρίβειας τῆς γραφικῆς. οἴμοι, ὅτι ἀπέστην ἀπὸ προσώπου εὐπρεπείας τῆς δόξης σου602. οἴμοι, ὅτι ἐξεχύϑη εἰς γῆν ἡ δόξα μου603 (τὰ τοῦ Ἱερεμίου προσφϑέγγομαι)· «ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου»604, τὸ στήριγμα τὸ ἐμὸν, ὁ ἐμὸς φιλόπαις πατήρ, οἴμοι, ὅτι συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ605 καὶ ἐγενήϑην τεταραγμένος606, ὅτι ἐξέλιπεν ἡ μεγάλη δόξα τοῦ οἴκου μου, ταῦτα δὴ τὰ προφητικά. χϑὲς ἐκροτοῦμεν σὺν εὐφροσύνῃ καὶ ἀγαλλιάσει τὰ εἰσιτήρια, καὶ σήμερον τὰ πικρὰ ταῦτα καὶ λοίσϑια ϑρηνολογοῦμεν σὺν δάκρυσιν ἐξιτήρια. χϑὲς ἑορτῶν ἄντικρυς ἑορταὶ κατὰ τὸν τοῦ ϑεόπτου Μωϋσέως νόμον· χϑὲς ὕμνοι καὶ κρότοι καὶ μελιχρά τινα ψαλτωδήματα καὶ πρὸς ϑεὸν εὐχαριστήρια μελῳδήματα καὶ διαχεομένη πανήγυρις, καὶ νῦν πῶς ἑστράφη εἰς πένϑος ἡ χαρὰ607 ἡμῶν. ἀλλ’ ὦ τῆς ἐμῆς οἰακοστρόφε ψυχῆς, φίλτατε γεννῆτορ ἐμέ, τὸ ἐμὸν ἐντρύφημα καὶ καλλώπισμα, τίνα ταύτην ἀπαίρεις ὁδόν; μὴ στέλλῃ πρέσβις καὶ πάλιν καὶ αὗϑις ὄψομαί σε μετὰ μικρὸν ἐπανήκοντα; μὴ πρὸς τὸ Σικελικὸν ὄρος τὴν Αἴτνην ἀπαίρεις, ἧς τὸ ὑπαναφλάζον πῦρ καὶ ἀναβραζόμενον οἱ παρὰ σοὶ τοῦ ῥητορικοῦ πυρὸς κρατῆρες ἀπέκρυψαν καὶ τὰς καϑ’ ἡμῶν Σικελικὰς βουλὰς καὶ τὰς ὑγρὰς κελεύϑους τῷ μένει τούτων ἐναπετέφρωσαν; ἀλλ’ οἴμοι, τὸ μὲν ῥητορικὸν ἐκεῖνο πῦρ ἀρτίως ἀπέσβη, τὸ δ’ Αἰτναῖον παρ’ ἐμοὶ πάντως μένει παφλάζον608 τε καὶ πρηστήριον609. καὶ σὺ τοίνυν ἀμεταστρεπτὶ πάντως πεπόρευσαι πρὸς τὰ τῆς Περσεφόνης καὶ Πλούτωνος καὶ οὐκέτι σου τὸ προσηνὲς ὄψομαι πρόσωπον, οὐκέτι σε τὸν ἐμὲ σωφρονίζοντά τε καὶ βελτιοῦντα ϑεάσομαι. ὢ ποσάκις «ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου»610, κατὰ τὸ τοῦ προφήτου καὶ βασιλέως ψαλτῴδημα, καὶ «ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης ἀνήγαγές με καὶ προσελάβου με»611, Υἱέ λέγων ἐν ὁδοῖς δικαιοσύνης ἀνάστρεφε612 καὶ ἐμῶν νόμων μὴ ἐπιλανϑάνου613. οὐκέτι τοίνυν βελτιώσεις ἡμᾶς· οὐκέτι δοξάσεις μόνον ζῶν καὶ φαινόμενος· οὐκέτι λαμπρύνεις, οὐκέτι κοσμήσεις ὁ λαμπρὸς ἡμῶν κόσμος, τὸ ἡμέτερον σέμνωμά τε καὶ καύχημα».

14. Τοιαῦτα μὲν σοι, ϑειότατε καὶ σοφώτατε λογοϑέτα, ὁ σὸς παῖς, ὁ καλὸς μετὰ σὲ λογοϑέτης, μετὰ δακρύων ἐκτραγῳδεῖ καὶ γίνεται τῷ ϑεάτρῳ μεγίστου πένϑους ὑπόϑεσις· ἡ δὲ σεμνότατη σοῦ νύμφη, ἡ ἐκ τῆς πρώτης καὶ βασιλικῆς τῶν Κομνηνῶν χρυσέας σειρᾶς614, ἡ ἀνδρεία καὶ σώφρων τοῦ σοῦ παιδὸς καὶ λογοϑέτου γυνὴ καὶ παρὰ τῷ Σολομῶντι δυσπόριστος615, ποίαν οὐ συνϑρύπτει ψυχήν, τίνος οὐ σπαράττει καρδίαν ϑαλερὸν κατὰ δάκρυ χέουσα616 καὶ σῶφρον ἀποστάζουσα δάκρυον; καὶ φωνὴ μὲν ϑρηνωδούσης νύμφης οὐκ ἐξακούεται, οἵαν Ἱερεμίας617 νύμφην ϑρηνωδοῦσαν ϑεσπεσιῳδεῖ· ϑέλει γὰρ φέρειν κἀνταῦϑα τὸν ἐκ τῆς σιγῆς κόσμον618, τὸν ταῖς γυναιξὶ πρεπωδέστατον· τέως δ’ οὖν ἀλλ’ ἀπορριπτεῖ τὸν κόσμον τῆς κεφαλῆς, ἐπεὶ καὶ τὴν κεφαλὴν τῶν κόσμων, τὸν σοφὸν αὐτῆς κηδεστήν, τὸν λογοϑέτην, ἐστέρητο, καὶ ἀπαράκλητα κλαίει γαληνῷ καὶ σώφρονι τῷ κλαυϑμῷ καὶ περὶ δακρύων οἷον καἰ πένϑους τῷ καλῷ συζύγῳ διαμιλλᾶται καὶ ϑαμινὰ τῶν ὁμμάτων ἑξακοντίζει τὰ δάκρυα καὶ ϑεατρίζει τὸ ϑέατρον, ὃ πρὸς τὸν σοφὸν αὐτῆς κηδεστήν, τὸν καὶ ποϑοῦντα ταύτην, ἐπέτρεφε, μετὰ τῆς ᾀσματιζούσης νύμφης τοῦτον ἀναζητοῦσα καὶ «δεῖξόν μοι»619 φωνοῦσα «τὴν ὄψιν σου καὶ ἀκούτισόν μοι τὴν φωνήν σου». τοιαῦτά σοι τοῦ καλοῦ παιδὸς καὶ τῆς νόμφης τὰ ϑρηνωδήματα, τὰ δὲ τῶν λοιπῶν παίδων ὁποῖα; πείϑονται ταῖς τοῦ Ἡσαΐου φωναῖς620· κείρουσι τὰς κεφαλὰς καὶ τὰς τρίχας ἀπορριπτοῦσι καὶ ἐπὶ τῶν χειλέων ϑρῆνον ἀναλαμβάνουσι621· συνολοφύρεται δὲ τούτοις τὸ συγγενὲς καὶ συνζοφοῦται τῷ νυκτέρῳ ζόφῳ τοῦ πάϑους, ὡς ἐπὶ ψηλαφητῷ δή τινι σκότῳ τούτῳ πλαζόμενον, καὶ τοῖς περιβλήμασι συμμελαίνεται.

15. Ἀλλ’ οἰκτείρεται τὸν καλὸν τοῦτον λογοϑέτην ὁ λόγος καὶ συνεῖραι νηπενϑῆ ῥήματα ϑέλει καὶ σπεύδει στῆσαι τούτῳ τὰ δάκρυα, τῆς Ἱερεμίου622 ϑρηνωδίας δανεισάμενος τὴν παράκλησιν, «διαλιπέτω» λέγοντος «ἡ φωνὴ αὐτοῦ ἀπὸ κλαυϑμοῦ καὶ οἱ ὀφϑαλμοὶ αὐτοῦ ἀπὸ δακρύων», ἐπεὶ ἐπένϑησεν ἐπὶ τεϑνηκότι πατρί, καὶ ἐλϑέτω νῦν εἰς παράκλησιν623· καὶ ἵν’, ὦ λογοϑέτα, πρὸς σὲ τρέψω τὸν λόγον, ἕως πότε ϑρηνήσεις οὕτω πικρῶς; ἕως πότε στενάξεις ἀπὸ βάϑους καρδίας σου; ἕως πότε ϑήσεις ὀδύνας ἐν καρδίᾳ σου, ἡμέρας624 καὶ νοκτὸς παϑαινόμενος; ἕως πότε τῶν σῶν ὀφϑαλμῶν οὐκ ἀπομόρξῃ τὰ δάκρυα625, ἀλλὰ δακρύεις ὅτι σοφὸς ἦν ὁ πατὴρ καὶ ἐξέλιπε καὶ «πολὺς ἐν φρονήσει»626 καὶ ᾤχετο; στενάζεις λέγων· «Οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς»627, ἀλλ’ ὅτι συνετός, ὅτι χρηστός, ὅτι πρᾶος, ὅτι εὐϑύτητα καὶ δικαιοσύνην ἠγάπησε καὶ ἀνομίαν ἐμίσησε628, καὶ δόλος οὐκ ἐξῆλϑεν ἐκ τῶν χειλέων αὐτοῦ629· ἃ δὴ πάντως τὸν ἀρεστὸν καὶ φίλον ϑεῷ χαρακτηρίζουσιν ἄνϑρωπον. «ἄπο τὰ σεμνὰ ταῦτα» λέγεις «κεκρύφαται κατορϑώματα». διὰ ταῦτα στυγνάζεις σὺ καὶ δακρύεις καὶ ποιεῖς οὕτω στυγνάζον καὶ κατήφειας γέμον τὸ ϑέατρον; ταῦτα μᾶλλον γέρα τῶν ἀρετῶν ἐκείνου τὰ κατορϑώματα, ὅτι τοιούτου σὺ παῖς ἐγένου πατρός, οὐ μετ’ ἐγκωμίων ἡ μνήμη630, οὗ ϑανόντος μετάμελος καταλέλειπται, οὗ τελευτήσαντος ἐλπίς οὐκ ἀπόλλυται631. εἰ δὲ καὶ τὰ παρ’ ἐκείνου κατορϑώματα φίλα πάντως ἦσαν ϑεῷ, τι τὸν ταῦτα κατορϑώσαντα πενϑεῖς; μετὰ τῶν ἄνω συντέτοκται, δικαίοις συγχορεύει, τοῖς τῶν ἀγγέλων τάγμασι συναγάλλεται, ἐπεὶ καὶ μᾶλλον τὴν ἀγγελικὴν στολὴν ἐνεδύσατο καὶ μετὰ τῆς ἀγέλης τῶν κεκαρμένων ἀναβαίνειν ἐκ τοῦ δακρυόεντος τῆς μετανοίας λουτροῦ632 καὶ ταύτῃ συναγελάζεσϑαι προτεϑύμηκεν.

16. Ἄφες ἄρτι παρενοχλεῖν τῷ μετὰ τῶν δικαίων νῦν ἀναπαυομένῳ καὶ τῷ ϑεῷ προσανέχοντι. ἅλις σοι τῶν στεναγμάτων, ἅλις σοι τῶν κλαυϑμῶν. καὶ ὁ σοφὸς δὲ Σολομὼν633 καιρόν σοι πάντως κλαυϑμοῦ καὶ πένϑους ὁρίζεται. στῆσόν σου τὸ δάκρυον, ὡς καὶ τῆς σῆς συζύγου τῆς σώφρονος τὰ πολύχρουνα τάχα παυϑήσονται δάκρυα· ἃ κἂν οὕτω κρουνηδὸν ἀποβλύζωνται634, κἂν οὕτω κατὰ ποταμοὺς ἀκάϑεκτα χέωνται, πλὴν ἀλλ’ οὐδ’ ὣς τὴν κάμινον τῆς συμφορᾶς ἀποσβέσουσιν· ὑπανάπτει γὰρ ταύτην τὸ τοῦ πρὸς τὸν σοφὸν λογοϑέτην φίλτρου διακαὲς καὶ διάπυρον καὶ τῆς συμφορᾶς ἀναρριπίζει τὴν κάμινον. ἢ οὐκ οὖδας, ὡς τὸ ϑῆλυ γένος φιλοίκτιστον; τί μὴ ταύτην οἰκτείρῃς; ὁρᾶς, ὅπως ὑπὸ τοῦ πολλοῦ τούτου πάϑους λιποδρανήσασαν635. κἀγὼ πάντως συνοδύρομαί σοι τὸ πάϑος, ὅτι τοι. καὶ συνεζημίωμαι. κλαίω μετὰ κλαιόντων636 καὶ μετὰ ϑρηνούντων ϑρηνῶ, μᾶλλον δὲ καὶ πρὸ τούτων καὶ μετ’ αὐτοὺς μαχροῖς ϑρήνοις τὴν συμφορὰν ὀλοφύρομαι καὶ τὸν κοινὸν ἀνακαλοῦμαι παρήγορον. στενάζεις, ὦ λογοϑέτα, καὶ ἀπὸ καρδίας ὁ στεναγμός· ἐγὼ δὲ καὶ τὴν σφετέραν ψυχὴν ἐκείνῳ συνεκμετρηϑήσεσϑαι προτεϑύμημαι, τῶν ἐκείνου μεμνημένος καλῶν καὶ τὴν στοργὴν ἀναπεμπάζων τὴν πατρικήν, ἣν ἐκεῖνος καὶ ἐπ’ ἐμοὶ μετ’ ἀμύμονα μέντοι Πηλείωνα637 638, τὸν καλὸν σὲ λογοϑέτην, ἴσα τοῖς ἄλλοις τέχνοις ἐπέτρεφεν.

17. Ἀλλ ὅτι μετὰ τῶν ὁσίων συντέτακται, ὅτι μετὰ τῶν δικαίων ἐπαναπέπαυται, ταῖς χρησταῖς ἐλπίσι μαλϑάσσομαι καὶ τοὺς ὀδυρμοὺς ἀνακόπτω καὶ ἀποψῶνται τῶν ὀφϑαλμῶν μου τὰ δάκρυα. Ἀβραάμ φιλόξενος639 ἦν , ἐπειδὴ κἀκεῖνος φιλόξενος· μετὰ τοῦ προπάτορος καὶ συναυλισϑήσεται, μετὰ Ἰσαάκ, μετὰ Ἰακώβ, μετὰ Ἰωσήφ, μεϑ’ ὅσον ἂν ἐρεῖ τις ἐναρέτων καὶ ϑεοφιλῶν, μετὰ τοῦ δικαίου καὶ φιλοπτώχου Ἰώβ640, μετὰ τοῦ πραοτάτου Δαυίδ, ἐπεὶ τοῦ μὲν τὸ πρᾶον641, τοῦ δὲ τὸ φιλόπτωχον ἐμιμήσατο. εἰ βούλει δὲ οὕτως, τί τῶν πραττομένων ἐνταῦϑα τὸ κρεῖττον καὶ ὑψηλότερον, ὃ καὶ σῴζειν ἔχει τὸν ἄνϑρωπον; σωφροσύνη καὶ ὅσα τῆς σωφροσύνης ὑπέρσεμνα, χεὶρ ἄν(ε)τος καὶ δαψιλὴς εἰς τοὺς πένητας. τίς ἐκείνου σωφρονέστερος ἢ δαψιλεστέραν τὴν χεῖρα πεπλούτηκεν; ἐπαινεῖται δικαιοσύνη ὡς ἐξ οὐρανοῦ διακύψασα καὶ ϑαυμαστὸν εἰρήνη χρῆμα καὶ κἀλλίστον, αἳ πάντως καὶ κατεφίλησαν· καλὸν ἐλεημοσύνη καὶ ἡ ἀλήϑεια ἡ ἐκ τῆς γῆς ἀνατείλασα, αἳ καὶ ἀλλήλοις συνήντησαν642. τίς ὡς οὗτος ταύταις συνήντησε; τίς ὑπερβαλλόντως ταύτας ἐφίλησε; τίς ταύτας ἠσπάσατο καὶ προσῳκειώσατο καὶ συνοίκους ἔχειν ἠγάπησεν; αἳ καὶ πάντως ἐνώπιον ἐχείνου τοῦ δικαίου προπορευϑήσονται καὶ εἰς ὁδὸν δικαίων643 τὰ τῆς ψυχῆς ἐχείνου ϑήσονται δίαβήματα.

18. Βούλεταί μοι τελευταῖον ὁ λόγος πρᾶγμα παρ’ ἐχείνου δὴ τελεσδὲν ταῖς ὑμῶν ἀκοαῖς γνωρίσαι, ὦ ϑειότατον ἄϑροισμα, μέγα τι καὶ ϑαυμαστὸν καὶ τῆς ἐχείνου ψυχῆς ἄξιον, οὗ τῶν νῦν ἠϑροισμένων πολλοὶ παρίστανται μάρτυρες. τῆς ϑείας καὶ ἱερᾶς μυσταγωγίας τὸ μέγα τε καὶ φρικωδέστατον ἐτελεῖτο μυστήριον, ἡ ἀναίμακτος καὶ καινὴ ϑυσία, τὸ ἱερώτατον σφάγιον, καὶ ὁ πολὺς ἐκεῖνος ἀνὴρ ἔνδοϑεν τῶν προτεμενισμάτων ἔκειτο κάμνων, τὰ πολλὰ τῇ νόσῳ τρυχόμενος, καὶ περὶ τὴν κλίνην τὸ συγγενὲς τῷ κειμένῳ συγκάμνον καὶ τὴν ψυχὴν παϑαινόμενον. συμπαρῆν καὶ μέρος γένους βασιλικοῦ δακρυόεν τε καὶ περιπαϑές, σπαραγμόν τινα πάσχον ψυχῆς διὰ τὸν κοινὸν παρήγορον λογοϑέτην, τὸ πρὸς ἐκεῖνον ἐμφαῖνον φίλτρον καὶ μετὰ πένϑους οἴμοι τὰ λοῖσϑά οἱ προπεμπτήρια χαριζόμενον· οὐκ ἀπελιμπάνετο δὲ καὶ τὸ τῆς συγκλήτου καὶ τῆς βουλῆς, ἀλλ’ ἐπληροῦτο καὶ τοῦτο κατηφείας καὶ στεναγμῶν καὶ ϑαμινοῖς ἐπιτεγγόμενον δάκρυσι. τὸ μέγα δὲ καὶ περιλάλητον τοῦτο πολίτευμα περὶ ἐχεῖνον ἅπαν ἐξεχεῖτο σχεδόν, ἅπαν πρόσοικον ἔϑνος, πᾶσαι γλῶσσαι, πᾶσαι φυλαί, ὧν ἐχεῖνος τῇ σφετέρᾳ σοφίᾳ πᾶσαν τὴν διάλεξιν κατεγλύκαινε, καὶ τὰς ἐπιϑανατίους ἐκείνῳ καὶ λοίσϑας ἔνεμον χάριτας καὶ ϑόρυβος ἐκ τούτων πολύς· ὁ δὲ ϑόρυβος οἰμωγαὶ καὶ ϑρῆνοι καὶ δάκρυα καὶ ὁ συμμιγὴς τοίνυν ϑρῆνος τὴν ἱερολογίαν ἐκείνην συνέχεε καὶ τὰς φωνὰς τῆς ϑείας παρέκλινε τὸ πένϑος ᾠδῆς. καὶ τις τῶν ἐπιμελῶς σκεπτομένων καὶ φιλοσοφούντων περὶ τοῦ πάϑους ἐδώδιμον προσῆγεν ἐκείνῳ τῆς νόσου φάρμακον, ὃ δ’ ἀνένευσε· πραείᾳ δὲ μᾶλλον καὶ ἡσύχῳ προσλαλιᾷ ὡς μέλι τῆς γλώττης ἐκχεομένῃ ἢ ῥεῦμα ἐλαίου καὶ γάλακτος (κατὰ τὸν ᾀσματογράφον644) ἡσύχως καὶ μεϑ’ ἡδονῆς σταλασσομένῃ645, «Ἰδοὺ καιρὸς» εἶπε «τῶν ἁγιασμάτων ἔφίσταται καὶ μή μοι τοιοῦτόν τι πρόσαγε φάρμακον, εἰ μὴ πρότερον μετάσχω τῶν δωρεῶν». εἶπε ταῦτα, καὶ κάμνων ἔκειτο τῇ νόσῳ κατατρυχόμενος καὶ μεστὸν ἦν ϑρήνων καὶ στεναγμάτων τὸ ϑέατρον.

19. Ἐπεὶ δ’ ὁ καιρὸς ἐφεστήκει, καϑ’ ὃν τὰ ϑεῖά τε καὶ φριχτὰ μυστήρια τετελείωτο (τὸν ἄνδρα δ’ οὐκ ἔλαϑεν ὁ καιρὸς τὸν σοφὸν ἐκεῖνον καὶ συνετόν, κἂν ἰαχή τις ἐξ ἁπάντων ἐκράτει καὶ ϑόρυβος, κἂν οἰμωγαί τε καὶ στοναχαὶ δακρύοις σύμμικτοί τε καὶ σύγκρατοι· ἀλλ’ οὐδέ γε καὶ ϑεὸς οἶμαι λάϑετ’ ἐκείνου τοῦ μάκαρος, ἵνα τι μικρὸν παρῳδήσας καὶ τὰ Ὅμηρικὰ646 ἔκείνῳ ταῦτα προσεφαρμόσωμαί· ὢ τῆς εὐλαβοῦς καὶ ϑείας ἐκείνης ψυχῆς, ὢ τοῦ καϑαρωτάτου καὶ ὑψηλοτάτου νοός. τοῦ ταῖς ϑείαις ἐκείναις φωναῖς προσανέχοντος, τῆς νόσου καὶ τῆς παντελοῦς ἀσϑενείας ἐχεῖνος οἷον ἐπιλαϑόμενος, ᾗ647 τόνον εἶχε τῆς στρωμνῆς καὶ τῆς κλίνῃς ἀνίσταται καὶ τῶν ἀγκαλῶν ὑπολαμβανόμενος πρόσεισι τῷ ϑυσιαστηρίῳ τοῖς σφετέροις ἐκεῖνος ποσὶ μετὰ χρηστῶν ἄγαν ἐλπίδων καὶ ἀκραιφνεστάτης τῆς πίστεως. εἶτα τί; μιμεῖται κἀνταῦϑα τὸν Μωϋσῆν· τὰς χεῖρας αἴρει πρὸς κύριον σὺν ἀτρέπτῳ μάλα καὶ ἀκλινεῖ καὶ τῷ νοῒ καὶ τῷ βλέμματι, οὐχ ἵνα καταβαλῆται648 τὸν Ἀμαλήκ649, ἀλλ’ ὡς ἀφανῆ δαιμόνων αἰσχυνϑῶσι στρατεύματα τὰ τοῖς βροτοῖς ἀρχῆϑεν πολέμια. κλίνας τε γόνυ καρδίας ἐν συντετριμμένῃ ψυχῇ καὶ πνεύματι ταπεινώσεως650, καὶ δακρύων ὅλος γενόμενος καὶ πλουσίοις οὕτω κατατεγγόμενος δάκρυσι, καὶ περὶ ἐλεημοσυνῶν δὲ ἀρχαίων ὑπομνήσας ϑεόν, οἷος ἐχεῖνος σοφὸς ἐκ βίβλων παλαιῶν ἀναλέξασϑαι ἀρχαῖα κυρίου ἐλέη651 καὶ ϑαυμάσια ϑεοῦ διηγήσασϑαι652, καὶ τῆς σφετέρας ψυχῆς ὑπὲρ τῶν ἴσως ἐκείνης ὀλισϑημάτων ὑπερευξάμενος (οὐδεὶς γὰρ ἐστιν ἐξ ἁπάντων αἰώνων ὁ ἀναμάρτητος, εἰ μὴ μόνος κύριος ὁ ϑεός), εἶτα τῶν ἀχράντων μετασχὼν μυστηρίων τῆς κλίνης γίνεται πάλιν καὶ τῆς στρωμνῆς καὶ τοῦτο τοὺς παρόντας ἐξέπληξε. ϑαύματος τοῦτο τοὺς ὁρῶντας ἐπλήρωσε· τὰ πάντα πάντες ἐϑείαζον, τὸν ἀκλινῆ καὶ ἄτρεπτον νοῦν καὶ μόνῳ ϑεῷ προσανέχοντα, τὴν τῶν ποδῶν κίνησιν, ἣ καὶ τὴν νόσον ἐν ἄλλῳ τινὶ σώματι τάχα κειμένην ὑπέφαινε· τὴν τῶν χειρῶν ἄρσιν, τὸ σύντονον τῆς εὐχῆς, τοὺς στεναγμούς, τὰ δάκρυα, τὴν κατάνυξιν. τίς γὰρ ταῦτα βλέπων οὐκ ἂν ἐϑαύμασεν καὶ τὸν ἄνδρα τῆς τοσαύτης ἀρετῆς οὐκ ἐξήλωσεν.

20. Ἀλλ’ ὅ με μεταξὺ τῶν λόγων διέδραμε, τοῦ ἀνδρός τε τὴν ἀρετὴν ἐμφαῖνον ἀριδηλότερον καὶ τοῦ προτέρου ϑαυμασιώτερον· μετέλαβε τῶν μυστηρίων ὁ σοφὸς καὶ μέγας ἐκεῖνος ἀνὴρ καὶ παραυτὰ παραγγέλλει653 τῷ ϑύτῃ μετ’ εὐλαβείας, ὁπόσης ἂν εἴποι τις καὶ αἰδοῦς, μερίδα τινὰ παρατηρῆσαι τῶν δωρεῶν, ὡς ἂν μετάσχῃ ταύτης ἐπιφωσκούσης τῆς αὔριον. ὃ δὴ καὶ ξυνέβη πάντως γενόμενον· ὀρϑρισϑέντων γὰρ ἤδη τῶν κατὰ ϑεὸν βιούντων ἀνδρῶν καὶ τοὺς ὀρϑρινοὺς ὕμνους ᾷδόντων, κἀκείνου δὲ τῶν ϑείων ὑμνῳδιῶν ὑπακροωμένου, ἔστι δ’ ὅτε καὶ τούτοις ἠρέμα πως καὶ ἡσύχως τὰ ψαλτικὰ συνυποψάλλοντος ῥήματα, ἐπειδὴ ὁ τῆς ἀναλύσεως ἐφειστήκει καιρός, ὡς τελεσϑείη λειτούργημα φύσεως ἄφυκτον, εἰς ἀνάμνησιν ἐκεῖνος τῶν ϑείων ἔρχεται δωρεῶν. εἶτα τούτων μεταλαβὼν καὶ ὡς εἶχεν εὐχαριστήσας ϑεῷ (ἡ γὰρ ἰσχὺς ἤδη τοῦ σώματος ὑπετέμνετο καὶ ἡ ἀριφραδὴς ἐκείνη γλῶσσα καὶ μελιχρὰ ὑπὸ τοῦ δεινοῦ καὶ πλημμυροῦντος τῆς νόσου ῥεύματος καὶ τῶν πνιγηρῶν καὶ ϑανάσιμων ὑγρῶν παρεσύρετό τε καὶ παρεκόπτετο), τέλος καταϑεῖναι λέξας τοῖς ἀμφ’ αὐτὸν ὕπνωσεν ὕπνον τὸν τοῖς τῷ ϑεῷ φίλοις προσοφειλόμενον καὶ τὸ συγγενὲς πανόδυρτον εὐϑὺς καὶ πολύϑρηνον καὶ διωλύγιον κλάον καὶ τῷ πάϑει διαρρηγνύμενον.

21. Ἐκόψαντο καὶ γυναῖκες καὶ τὸν κοπετὸν ἦραν εἰς ὕψος καὶ μέχρι καὶ ἐς οὐρανὸν ἀνέβαινε τὸ ϑρήνῴδημα. ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι τῆς νέας ταύτης Σιών, παρϑένοι καὶ νεανίσκοι ἠσϑένησαν654, ταῦτα δὴ τὰ προφητικά· ὁ δὲ λοιπὸς ὄχλος ἐστέναξεν ἐσκυϑρώπαζε καὶ πενϑικὸν συνῆρε μελῴδημα· οἳ καὶ κοινὴν συμφορὰν τὸ πάϑος ἡγούμενοι πρὸς μέγαν ϑρῆνον ὡς ἀπορφανισϑέντες ἠγείραντο. ἡ σύγκλητος δὲ ἀλλὰ περιΐστατο καὶ αὐτὴ περιαλγὴς καὶ περίλυπος τὸν κόσμον ταύτης ἀναζητοῦσα καὶ τὰ πολλὰ στυγνάζουσα καὶ περίδακρυς. ἐγένετο καὶ μέγα πένϑος ἐπ’ ἔϑνεσιν655, ὅσα τε τῇ βασιλίδι τῶν πόλεων μισδοφοροῦντα ταύτης προκινδυνεύουσι καὶ ὅσα εἰς πρέσβεις ἐξ ἀλλοδαπῶν ἥκοντα τεϑεώρηται τὴν αὐτοκρατορικὴν ἀνάζητοῦντα πάντως εὐμένειαν. ἀφῄρητο δὲ καὶ κόσμος ἀπὸ κεφαλῆς ἀρχόντων ἐϑνῶν, ἐπεὶ τὸν σοφὸν λογοϑέτην, τὴν κεφαλὴν αὐτῶν, ἐζημίωνται· οἳ καὶ τὰς κεφαλὰς αὑτῶν προσουδίζοντες, ϑαμά τε τὴν γῆν τοῖς κρούμασι βάλλοντες καὶ κοινῇ τὴν ὀρφανίαν ἀποκλαιόμενοι, «Οὐκέτι ἐν τῇ γῇ ἔϑνη ὁδηγήσεις»656 ἐβόων· «οὐκέτι ἐνώπιόν σου ἔϑνη ἀγαλλιασϑήσονται ἢ καὶ εὐφρανϑήσονται, ἐπεὶ ὡς ἀπολωλεκότα βουλὴν αὐτῶν657 ἐταράχϑησαν658 καὶ σε τὸν σοφὸν ἀνακαλοῦνται λογόϑέτην τὸν ἀριστόβουλον». καὶ ἵνα συνελὼν εἴπω τῆς Δαυιτικῆς κιννύρας αὗϑις τὰ ψαλμῳδήματα δανεισάμενος, συναχϑέντα πάντα τὰ ἔϑνη αὐτὸν ἐμακάριζον659, ἐπεὶ ἡ δόξα αὐτοῦ πολλὴ ἐν αὐτοῖς καὶ ὑψώϑη τὸ ὄνομα αὐτοῦ ἐν πᾶσι τοῖς ἔϑνεσιν660. οὕτω καὶ οἱ ἐϑνογενεῖς ἐπωδύραντο καὶ ἀλλότριοι· οὐδὲ γὰρ ἀϑρήνητος οὐδ’ αὐτοῖς ὁ τοῦ σοφοῦ λογοϑέτου ϑάνατος ἔμεινεν. ἔκλαυσεν ἐπὶ τῷ λογοϑέτῃ καὶ γένος ἅπαν βασίλειον, ὅσον τε σύνεγγυς καὶ ὅσον ἐστὶ μακρυνόμενον.

22. Ὁ δ’ εὐσϑενὴς καὶ πανδέξιος αὐτοκράτωρ, ὁ φίλοικτος βασιλεύς, ὁ ἡμέτερος οὗτος ἥλιος καὶ ἡ περικαλλὴς αὕτη σελήνη καὶ λαμπρὰ βασιλὶς τῇ τοῦ πάϑους ἀϑυμίᾳ κατενεφώϑησαν καὶ ὡς ἐξ οὐρανοῦ οἷον τοῦ βασιλείου κράτους καὶ ὑψηλοῦ ὄμβρος κατηνέχϑη δακρύων ἐπὶ μόνῳ τῷ τοῦ πάϑους ἀκούσματι. ἐπεδάκρυον τούτοις καὶ Ἡλιάδες καὶ εἰς ἤλεκτρον μὲν οὐκ ἐπεπήγει τὰ δάκρυα, ἐπεὶ μηδ’ ὡς πάλαι μῦϑος ἐϑέλει τὸν ταύταις σύγγονον ἐπέκλαιον, τὸν Φαέϑοντα661, εἰ μὴ τις ἐκεῖνον εὐστόχως ἐν ἀρεταῖς καὶ λόγοις εἴπῃ Φαέϑοντα· ἐπεὶ δὲ καὶ τοῖς τῶν παρηλίων συζύγων συνεπωχετεύοντο δάκρυσι καὶ εἰς ῥεῦμα πάντως ἀπετελεύτων πολύκρουνον. ναὶ μὲν γὰρ ἤρεμόν τε καὶ βύϑιον ὁ βασιλεὺς ἐπεστέναξε τὸν τούτου συνετὸν ἀνακαλούμένος σύμβουλον, τὸν ἀριστόβουλον, τὸν βαϑύβουλον, τὸν σοφὸν βουληφόρον ἀναπεμπάζων, οὗ καὶ Νέστωρ ἡττᾶτο ὁ λιγὺς ἀγορητὴς ἐκεῖνος ὁ Πύλιος662, καὶ ἐπὶ μᾶλλον ἐδάκρυσε· δεκτὸς γὰρ ἦν βασιλεῖ, κατὰ τὸν παροιμιάζοντα καὶ σοφὸν βασιλέα663, ὡς ὑπηρέτης νοήμων καὶ τῇ ἑαυτοῦ εὐστροφίᾳ βουλὰς διασκεδάζων ἐϑνῶν664, καὶ ὅτι σοφία καὶ δικαιοσύνη διέκυπτεν ἀπὸ χειλέων αὐτοῦ καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις665.

23. Τοιοῦτος ὁ περὶ τὸν λογοϑέτην πόϑος ἀπανταχοῦ τῆς γῆς ἐκπεπόρευται, δι’ ὃν ὁ συμμιγὴς οὗτος ϑρῆνος καὶ πάγκοινος καὶ πανόδυρτος καὶ τὸ δακρυόεν τοῦτο ῥεῦμα τὸ πολυχεῦμόν τε καὶ πολὺκρουνον ἀπὸ τῶν ἀκροτάτων καὶ ὑψηλῶν μέχρι δὴ καὶ ἐπὶ τὰς πεδιάδας αὐτὰς τοὺς ταπεινοτέρους πάντας καὶ χαμερπεῖς ὑποσύρεται. καὶ φωνὴ μὲν ἐν Ῥαμὰ τῶν συμμιγῶν τούτων ϑρήνων ἐξηκούετο, καϑὼς τῆς Ῥαχιὴλ παρ’ Ἱερεμίου τεϑεσπιῴδηται666, ὁ ϑάνατος δὲ τοῦ σοφοῦ λογοϑέτου, δι’ ὃν ὁ πολὺς οὗτος ϑρῆνος καὶ τὰ πικρὰ τῶν κλαυϑμῶν ἐγείρονται μελῳδήματα, συμφορῶν ἀπανταχού τὴν οἰκουμένην ἐπλήρωσε· καὶ πᾶν μὲν δάκρυον ἀπὸ προσώπου τῆς γῆς οὐκ ἀφείλετο, τοῖς δ’ ἐξ ἀπάντων δάκρυσι μᾶλλον τῆς γῆς τὸ πρόσωπον ἐπαρδεύεται.

24. Ἀλλ’ ἔτι πρὸς τὸν τῆς ἁγιοπρεποῦς λήξεως καιρὸν667 τοῦ μεγάλου τῷ λόγῳ μετάγομαι, ἐπειδὴ κατὰ τὸν αὐτὸν τῷ μεγάλῳ Ξενοφῶντι καιρὸν * * * τὸν βίον οὗτος μετήλεχεν. ἔχει γὰρ ὁ λόγος πιστώσασϑαι ὅπως ἄρα τοῦτον ὁ μέγας ἐναγκαλίζεται Ξενοφῶν, ὡς ἅτε μὲν συνέκδημον αὐτῷ τοῦ βίου καὶ συναπόδημον, ἅτε δὲ καὶ σὺν γυναικὶ καὶ τέκνοις καλῶς τε καὶ ϑερέστως καὶ τοῦτον τῷ βίῳ συνδιαπρέψαντα668. δεξίοῦται δὲ τοῦτον ἔνϑεν μὲν ὁ χρυσοῦς τὴν γλῶτταν669 καὶ τὴν ϑεμιστικὴν γλυχύτατός τε καὶ συντομώτατος, ὡς ὁμοίως τούτῳ συνϑεμίστεύοντα, ἐχεῖϑεν δ’ αὐϑις ἡ περίπνους καὶ ϑεολόγος γλῶττα καὶ γρήγορος670, καὶ συνδεξιοῦται καὶ συνασιτάζεται ὡς πυρὸς μένος καὶ τοῦτον περὶ τὴν ῥητορικὴν συνεκπνέοντα.

25. Τοιαῦτα μὲν σοι, σοφὲ λογοϑέτα, τὰ κοσ(μικ)ὰ671 καὶ πάνδημα ϑρηνῳδήματα· ἡμεῖς δ’ ὑπὸ τηλίκης κατασεισϑέντες τῆς συμφορᾶς, ὦ σοφὴ καὶ ϑεία ψυχή, καὶ τῷ δεινῷ τούτῳ πάδει πᾶσαν ἐκταραχϑέντες τὴν αἴσϑησιν, καὶ αὐτὴν δὲ τὴν ψυχὴν συγκεχυμένην ἔχοντες καὶ καρδίαν ὑπὸ τοῦ πάϑους ἀστήρικτον, μᾶλλον δὲ τοῦ πικροῦ τούτου σκύφου τῶν συμφορῶν ἀκράτου κεράσας ἡμῖν, ὡς ἐξ οἴνου οἷον βεβαρημένοι τῇ λύπῃ γεγονότες καὶ κάτοχοι ταύτην ἄρτι τὴν τολμαν σοι τετολμήκαμεν καὶ λόγους τούτους ἐπιταφίους ὡς μὲν πενιχρούς, ὡς δὲ καὶ σαϑρούς, τῷ μεγάλῳ σοὶ καὶ ϑείῳ τὸν βίον καὶ τὴν σοφίαν πολυόλβῳ τε καὶ λαμπρῷ κατὰ πολὺ τῶν σῶν ἀρετῶν ὑπολειπομένους καὶ οὐκ ἀξίους τῆς σῆς σοφίας προσεπιφέρομεν. συνελαϑέντες δὲ καὶ ἄλλως ὑπὸ τοῦ πόϑου, ὅν σοι ϑερμότερόν τε καὶ δουλικώτερον ἐπετρέφομεν, καὶ σου τῷ πανοδύρτῳ τούτῳ τύμβῳ, εἴ γε τέως χρὴ τοῦτον τύμβον καλεῖν καὶ μὴ ταμεῖον πασῶν ἀρετῶν κεκλεισμένον τε καὶ πολύολβον, τὰς λογικὰς σπονδὰς ἐναγίζομεν, χοὰς δακρύων τούτῳ προσεπισπένδοντες. σὺ δὲ μοι προσίεσο τούσδε τοὺς λόγους, ὦ πραοτάτη καὶ συμπαϑεστάτη ψυχή, κἂν παραβόλως τετολμήκασιν οὕτω, κἂν κατὰ πολὺ τῶν σοὶ προσηκόντων ἐγκωμίων ἀπολιμπάνοιντο, ἐπεὶ καὶ κρείττονα λόγου παντὸς ἃ σὺ παρὼν ζωὸς ἐνταῦϑα κατώρϑωκας· καὶ τοῦ τῆς σῆς δὲ σοφίας κρατῆρος καὶ τοῦ τῶν ἀρετῶν νοστίμου νέκταρός τε πόματος μικράν τινα ψεκάδα καὶ συγκεκραμενην μέλιτι δρόσον ἡμῖν ἐνστάλαξον ἄνωϑεν, ὡς καὶ τῆς σῆς ἐμφορηϑῶμεν σοφίας, τὴν πικρίαν τε γλυκανοῦμεν τῶν συμφορῶν καὶ τὸν τῆς ψυχῆς ἀκέσωμεν καύσωνα.

4

672 1. Ἐμέλλομεν, οἴμοι, καὶ ἐπὶ σοὶ λογογραφεῖν, Κομνηνέ· ἐμέλλομεν ϑρήνους ἐπᾴδειν καὶ μονῳδεῖν ἀντὶ τῶν ἐξ ἔϑους ἐκείνων ἱλαρωτέρων προσρήσεων. τὸ δὲ δὴ τοῦ πάϑους κεφάλαιον, ὅτι τέως μὲν ᾄδομεν ἡμεῖς καὶ φϑεγγόμεϑα καὶ τὸ σύνηϑες ἡμῖν καὶ φίλον ὄνομα, τὸ Κομνηνόν, προσφωνοῦμεν, σὺ δὲ βαϑεῖαν ἄγεις σιγὴν καὶ οὔτε φωνὴν ὅλως δίδως, οὔτε τὸ γλυκὺ παρυπεμφαίνεις μειδίαμα· κεῖσαι δὲ νεκρὸς ὁ δεξιός στρατιώτης καὶ ἡ καλὴ γλῶσσα σιγᾷ καὶ τὸ ϑεσπέσιον ἐκεῖνο κάλλος ἠχρείωται. ὢ τολμηρὰ γλῶσσα ῥήτορος, πῶς ἀνέχομαι καὶ λέγειν τοσοῦτον κακόν; πῶς τηλικαύτην ἀπαγγέλλειν673 καρτερῶ συμφοράν; νεκρὸν γὰρ εἰπεῖν τὸν ϑαυμαστὸν Κομνηνὸν καὶ τάφον περιστῆναι τοῦ τηλικούτου ἄλλου μὲν ἦν ἀναδέχεσϑαι λογογράφου καὶ ῥήτορος, τῶν ὅσοι674 τύμβους περιλαλοῦσι καὶ τοῖς οἰχομένοις λόγους ἀφοσιοῦσϑαι τέχνην ποιοῦνται καὶ σπούδασμα, ἐμὲ δὲ ἢ συνεκλιπεῖν ἔδει τῷ φιλοῦντί με Κομνηνῷ, ἤ ἐννεὸν675 μεῖναι καὶ ἄναυδον, καϑάπερ οἱ ἀπροσδοκήτως ὑπὸ φοβερᾶς καὶ μεγάλης βληϑέντες ὄψεως, καὶ μήτε γλῶσσαν πρὸς φωνὴν αἴρειν ὅλως, μήτε χεῖρας ἐπὶ χάρτην κινεῖν καὶ κάλαμον, ἐπιμύσαι δὲ καὶ τὰς ὄψεις, ἵνα μὴ τὸ λυπρὸν ὄψωμαι676 ϑέαμα. ὢ πάϑος ἀνέλπιστον, ὢ συμφορᾶς μέγεϑος ἀνυπέρβλητον· ὢ ϑάνατος ἄωρος, ὃν δέον μετὰ πολιὰν γενέσϑαι βαϑεῖαν, μετὰ λιπαρὸν γῆρας, μετὰ χρόνου μῆκος πολύ· ὁ δὲ φϑάνει προ τῆς ὥρας ἐπιστρατεύσας καὶ ἀφαρπάζει νέον οὕτω καλόν, ὡς συναπορρεῦσαι τούτῳ δοκεῖν καὶ τὸ ἄνϑος ἅπαν τὸ νεοτήσιον677. εἴ τις ὀρϑίαν εἶδε κυπάριττον, εἴ τις ὑψιστέλεχον φοίνικα ἐν καλῷ μὲν τόπῳ678 πεφυτευμένα καὶ τὸν ϑεατὴν καταϑέλγοντα, ἔπειτα σφοδραῖς ταῖς λαίλαψιν ἀνατιναχϑέντα καὶ πρὸς γῆν ἀϑρόδν κατενεχϑέντα, τοῦτ ἐκεῖνο κἀνταῦϑα. καὶ πέπτωκεν ἡ κυπαρίττινος ἥλικία· καταβέβληται ὁ εὐμεγέϑης νεανίας καὶ ὄρϑιος, τὸ ἄγαλμα τῆς νεότητος, τὸ τῆς ἀνδρείας ἀφίδρυμα· ἠμαύρωται τὸ κάλλους ἄνϑος καὶ τὸ χρυσοειδὲς ἀπέσβη τῆς ὄψεως. ὤ, οἷος ἔπεσε τῶν Ῥωμαίων στῦλος, οἷος πρόμαχος τῆς στρατιᾶς καταβέβληται, οἵα τοῦ γένους ἐλπὶς ἐκκέκοπται.

2. Τί σου πρῶτον κλαύσομαι, χρυσὲ Κομνηνέ; ποῖον τῶν τοσούτων καλῶν μονῳδήσω καὶ δακρύων ϑήσομαι πρόφασιν; τὴν χρηστότητα τοῦ ἤϑους; τὴν τοῦ προσώπου σεμνότητα; τὸ μελισταγὲς τῆς γλώττης; τὸ τῆς διανοίας αἴϑριον ἢ τοῦ σώματος τὴν ἀναδρομὴν καὶ τὴν τῆς ῥώμης ἰσχύν; τοῦ προσώπου τὴν χάριν καὶ τῆς ψυχῆς τὴν εὐπρέπειαν; ὢ679 μελῶν συμμετρία καὶ ἠϑῶν ἁρμονία καὶ ἀρετῶν συμφωνία· ὢ χειρῶν γενναιότης καὶ ποδῶν ὀξύτης καὶ κοῦφα περὶ τὰς τῶν ἵππων ἀναβάσεις ἅλματα καὶ ἀποπηδήματα. ὢ τοξότης εὔστοχος, ἱππότης εὔστροφος, ἀκοντιστὴς δεξιώτατος· ὢ στρατηγὸς· ἄριστος καὶ στρατιώτης ὑμνούμενος· ὢ ταῦτα μάτην πλουτήσας, ὡς ἔοικεν, εἰ τὸν ἄτεγκτον ᾍδην τοῖς τοσούτοις ἀγαϑοῖς οὐ κατεϑελξας. ἐπὶ τοιαύταις σε προὐπέμψαμεν ταῖς ἐλπίσιν εὔιππον, εὔοπλον, Ἄρεος ἄντικρυς ἄγαλμα, φόνον πνέοντα βαρβάροις καὶ πρὸ τῆς παρατάξεως τρέποντα680, ἵνα νεκρὸν ἀντὶ στρατιώτου καὶ στρατάρχου φόρτον ὑποδεξώμεϑα, ἀντὶ τροπαιούχου καὶ νικητοῦ περιϑρυλουμένου τρόπαιον νόσου ϑρηνούμενον καὶ ϑανάτου λάφυρον ἐλεούμενον; ποῦ σοι τὰ ὅπλα καὶ τὰ βέλη καὶ οἱ σϑεναροὶ καὶ κοῦφοι βραχίονες; πῶς ἀργά σοι ταῦτα καὶ κεῖσαι681 βληϑεὶς καὶ οὐδ’ ἀντιπλήττειν ἔχεις τὸν πλήξαντα; πικρὸν τοῦτο ϑέαμα τεϑέαται ἥλιος, στρατιώτην τοσοῦτον ἥρωα τηλικοῦτον ὕπτιον κείμενον, μάτην δέ οἱ ἀπῃωρημένα τὰ ὅπλα καὶ ἐξ ἀφανοῦς βάλλοντα τὸν πολέμιον. ποῖος πόλεμος εἷλε τὸν ἡμέτερον στρατιώτην; ποῖαι πολεμίαι χείρες κατήνεγκαν; ποῖος ἐπισεμνυνεται τῷ καϑ’ ἡμᾶς τούτῳ τροπαίῳ μαχητὴν κτείνας ἀνίκητον; ἀλλὰ μάχης μὲν οὕτω τάχα καιρὸς ἐφέστηκεν, οὕτω πολέμου παράταξις· ἐχϑρὸς δὲ ἀλλὰ τίς ἂν καὶ προσπελάσαι τῷ τοσούτῳ τεϑάρρηκεν; χεὶρ δὲ ἀλλὰ καὶ ποία βαλεῖν τηλικοῦτον ἐτόλμησεν; οὐκοῦν δίχα πολέμου βαλλόμεϑα καὶ δίχα παρατάξεως πίπτομεν, καὶ κεῖται μὲν ὁ ϑεσπέσιος Κομνηνὸς ἡπλωμένος μέγας μεγαλωστὶ καὶ ξυνίησι τοῦ πάϑους καὶ τῆς πληγῆς ἐπαισϑάνεται, τὸ δὲ βέλος ὅϑεν, ἠγνόησεν· καὶ ϑέλει μὲν ἅψασϑαι τῶν ὅπλων ταῦτα βλέπων ἐπικρεμάμενα, αἱ δὲ χεῖρες ναρκῶσι καὶ κινεῖσϑαι μόλις δεδύνηνται. ϑέλει τεῖναι τόξον καὶ ἀντιπλῆξαι τὸν πλήξαντα, ἀλλ’ ἀφανὴς ἡμῖν ὁ πολέμιος· τὸ δὲ δὴ μέγα καὶ βαρυσυμφορώτατον, ὅτι καὶ βασιλεὺς παρὼν οὐκ ἐπήμυνεν, οὐδὲ τοσοῦτον κράτος τὴν συμφορὰν ἀπεσόβησεν, ἀλλ’ ἵσταται μὲν ἐπικωκύων τῷ πάϑει καὶ τὸν γλυκὺν ἀνεψιὸν μετὰ δακρύων ἀνακαλούμενος· ἀμηχανεῖ δὲ παῦσαι τὴν μάχην μὴ καϑορῶν τὸν ἀντίπαλον.

3. Ὦ ϑάνατε, κακὸν ἀνϑρώποις ἀμήχανον, ἐχϑρὲ παλαιὲ καὶ τῇ γενέσει πολέμιε, τίνα καὶ πόϑεν σου τὰ τοιαῦτα βέλη, δι’ ὧν τοξεύεις τοὺς ἅπαντας; πῶς ἅμα πλήττεις ἅμα φονεύεις καὶ οὐδέν σοι βέλος ἅλιον682 οὐδὲ μάταιον; ἀλλὰ γὰρ, εἴπερ ἔδει σε βληϑῆναι καὶ τὸν ἄριστον Κομνηνὸν καὶ οὐκ ἦν αὐτὸν τὰ πάντα δεινά σοι τόξα διαφυγεῖν, ἔδει γοῦν ἀναμεῖναι μέχρι τὸ κάλλος ἀπέρρευσεν683, ἔδει καρτερῆσαι μεχρις ἂν αἱ χεῖρες βάλλουσαι βαρβάρους ἐνάρκησαν, μέχρις ἂν ἐπλήρωσε τροπαίων τὴν οἰκουμένην καὶ τῶν ἑαυτοῦ καλῶν πάντας ἐκόρεσε. πόσους ἂν εἶχε παραπέμψαι σοι βαρβάρους, ἀκόρεστε, εἴπερ ἐς τὴν κατὰ τῶν βαρβάρων μάχην τετήρητο; εἰ δὲ καὶ παίδων μέχρι γονῆς παρέμεινεν, εἰ δὲ καὶ καρποφορῆσαι τὸ καλὸν τουτί φυτὸν ἐκαρτέρησε, καὶ ὁ βίος ἂν ὠφέλητο684 μάλιστα καὶ τὰς εἰκόνας φέρων τοῦ μεγάλου καλοῦ καὶ σὺ τὸ τοῦ ϑανάτου ταμιεῖον, ὁ ᾍδης, ὑπὸ πλειόνων τῶν ἀριστέων πολλοῖς κατεπλουτίσϑης τοῖς σώμασι. νῦν δὲ τάχα μὲν ἠράσϑης κἀλλους τοσούτου καὶ προαρπάζεις τὸν ἅριστον, καὶ εἷς ἀντὶ μυρίων ἀρκεῖ σοι καὶ τὸν μέγαν ὄλβον χαίρεις κρατῶν ἔχεις δὲ καὶ παρ’ ἡμῶν πανοδύρτους γόους καὶ ϑρήνους, τὰ σοὶ φιλούμενα ξένια, καὶ τὸ σκοτεινὸν καὶ μέλαν ἄμφιον τῆς συζύγου καὶ τὰ πάντα νεκρὰ καὶ πένϑιμα καὶ παράλυπα, μόνοι ἂν χαιρήσωσι Πέρσαι, μόνοι κροτήσωσιν685 οἱ πολέμιοι, καϑ’ ὧν τὴν σπάϑην ἠκόνα, καϑ’ ὧν τὴν πανοπλίαν ἡτοίμαζεν.

4. Ὢ οἷον ἐϑραύσϑη δόρυ, πηλίκη δεξιὰ περικέκοπται, οἷον λῆμμα κατὰ βαρβάρων πέπαυται, ποία τόλμα, ποία φορὰ καὶ ὁρμὴ καὶ κίνησις ἀνυπόστατος. ποῦ σοι τὰ λαμπρὰ ἐκεῖνα τῆς πανοπλίας, ὦ ϑειότατε Κομνηνέ; ποῦ τὰ τῆς ἀσπίδος ἐπίσημα, οἷς ἐγὼ πολλάκις καταλαμβάνων οἴκοι προσασχολούμενον ἠρώτων «τί σοι βούλεται ταῦτα»; καὶ σὺ μὲν νόμους στρατιωτικοὺς ἐξεδίδασκες, τί μὲν ἡ σημαία βούλεται στρατιώταις, τί δὲ τὰ ἐν τοῖς ὅπλοις παράσημα, τίς ὁ λόχος, τίς ἡ παράταξις, τίς ἡ φάλαγξ, ὀποδαπὴ δὲ καὶ ἡ σύνταξις καὶ τίνες ταύτης οἱ σχηματισμοὶ καὶ ὁπόσοι καὶ τἆλλα, ὅσα οἱ δεινοὶ περὶ πολέμους γινώσκουσι. πολλάκις μοι καὶ μάχας προλαβούσας ἔχαιρες ἀφηγούμενος καὶ τρόπαια γενναίων ἀνδρῶν μετὰ τῆς περὶ ταῦτα ἐπιστήμης κατέλεγες, ὅσα τε φϑάσας ἤκουσας παρὰ προτέρων ἀνϑρώπων καὶ ὅσα τῷ ϑείῳ βασιλεῖ συνστρατεύων κατεῖδες τῆς αὐτοῦ χειρὸς ἔργα παράδοξα· ὁπότε δὴ [καὶ ἔνϑους τις οἷον ὑφ’ ἡδονῆς κατεφα(ίν)ου καὶ ϑεοφόρητος, καὶ οὐχ οἷός τε ὢν κατέχειν τὸν ζῆλον ἐδόκεις τῷ βασιλεῖ παρασπίζειν καὶ τὰς τροπαιούχους χ(εῖ)ρ(ας)]686 τούτου καταφιλεῖν. εἰ δὲ τί που καὶ σὸν ἀρίστευμα παρεισέδυ τῷ λόγῳ, οἷα πολλά σοι προσμαρτυροῦσιν ἄλλοι τε πλεῖστοι καὶ ὅσοι τῶν ὑπὸ τὴν ἀρχὴν Λακεδαίμονες δυσπειϑεῖς ὑπόφοροι καὶ δυστράχηλοι, ἔτι τε καὶ οἱ τὰ τῆς Ἑλλάδος οἰκοῦντες ἐρυμνότερα καὶ τραχύτερα δεινοί τε καὶ ἀλλόκοτοι βάρβαροι, οἱ μέχρι σοῦ καὶ ὁδοιδόκοι687 καὶ λῃσταὶ καὶ πράκτορσιν ἀντιπράττοντες, σὺ μὲν ἠρυϑρίας ἄλλου λέγοντος ταῦτα καὶ ὀκνηρὸς ἐφαίνου μοι περὶ τὴν ἀκρόασιν (οἷος σὺ μετὰ τῶν ἄλλων ἐξαιρέτων καὶ ταπεινώσει στοιχῶν καὶ μετρίῳ φέρων φρονήματι), καὶ πού σοι τηνικάδε καὶ ὁ τοῦ προσώπου ἔρευϑος ἐδιπλασιάζετο· ἐγὼ δὲ τοὺς λόγους ἐδεχόμην μεϑ’ ἠδονῆς καὶ μισϑοὺς ὑπισχνοὺμην τοῖς ταῦτα λεγουσι.

5. Προσεδόκων τοίνυν τοιαῦτά τινα καὶ νῦν ἀκούεσϑαι περὶ σοῦ καὶ χαίρων σε χαίροντα παραπέμψας ἐπὶ τὸν μέγαν τουτονὶ κατὰ Περσῶν πόλεμον, ὃν ὁ κατὰ ϑεὸν τοῦ αὐτοκράτορος ζῆλος τοῖς εὐσεβέσιν ἐξήγεφεν, ἤλπιζον ἀπολαυεῖν στεφανίτην καὶ τροπαιοῦχον καὶ λαφύρων πλήρεις τὰς χεῖρας φέροντα· νῦν δ’ ἀλλ’ οἴμοι, ταχὺς μὲν ἡμῖν ἐπονῆκες, οὐκέτι δὲ μετὰ τροπαίων οὐδὲ μετὰ λείας βαρβαρικῆς, ἀλλὰ φόρτος δακρυρρόεις καὶ δυστυχῆς καὶ τρόπαιον οὐκ οἷδα τίνος, καὶ εἰς ϑήκην ταύτην βραχεῖαν τὰ πάνϑ’ ἡμῖν ἐτελεύτησεν. ὡς εἴϑε κἂν ἀπὸ μάχης τὸν νεκρὸν ἐδεχόμεϑα, εἴϑε βαρβαρικὰς πληγὰς εἶχε κατὰ τοῦ σώματος. οὕτω ἂν Κυναιγείρῳ καὶ Καλλιμάχῳ συνηριϑμεῖτο, οὕτω μεϑ’ Ἕκτορος καὶ Σαρπηδόνος ἐτάττετο· καὶ πρότερον πολλοὺς καταϑύσας τῶν ἀντιμάχων, εἶτα καὶ αὐτὸς ἐκείνοις ἐπικαταπεσὼν παρεμυϑεῖτο τοῖς τροπαίοις τοὺς πόνους καὶ τὴν συμφορὰν ἡμῖν ὑπελέαινε. νῦν δὲ ἀλλὰ βραχὺς πυρετὸς τὸν τηλικοῦτον ἐσκύλευσε καὶ νόσημα τριήμερον ἐτροπώσατο καὶ παράκλησις οὐδαμόϑεν τῷ πάϑει καὶ τὰ πάντα νύκτερα καὶ ἀνήλια. ὢ πονηρὸν χωρίον δυστυχές, ὅπερ ἐκ λόφων τὴν προσηγορίαν κεκλήρωσαι, ὡς ἀπὸ λόφου γε ἄρα μεταρσίου κατηνέχϑης ἡμῖν καὶ ὅλας τὰς ἐπὶ τῷ Κομνηνῷ ἐλπίδας κατέσεισας. μὴ καταβήτω δρόσος καὶ ὑετὸς ἐπὶ τὰ ὄρη καὶ τοὺς λόφους τοὺς σοῦς (τὰ τῆς Γραφῆς688 ἐπαρῶμαί σοι), ὅτι προσωχϑίσϑης ϑυρεὸς δυνατοῦ.

6. Μισῶ καὶ τὸν παραρρέοντά σοι βάσκανον ποταμόν, ὃς ἡμῖν πολλοὺς δακρύων ῥύακας μετωχέτευσε· περὶ γὰρ τοι τὰς οἰκείας ὄχϑας φέρων σκηνούμενον τὸν εὐκλεῆ Κομνηνὸν οὐκ ἀφῆκας689 ῥεῖϑρον κατὰ τοῦ πάϑους· οὐδὲ ῥεύματι μεγάλῳ τὰ δεινὰ τῆς νόσου κατέκλυσεν, ἀλλὰ πυρετοῦ φλὸξ βαρεῖα τοῦ τηλικούτου ποταμοῦ κατωρχήσατο690 καὶ πῦρ συμφορᾶς ὀλίγον τοσοῦτον ῥεῖϑρον κατέφρυξε. μηχέτι τοίνυν Ῥυνδακὸς ὁ ποταμὸς οὗτος καλείσϑω, μηδ’ ἐκ τοῦ μέχρι νῦν ὀνόματος γνωριζέσϑω· καλείσϑω δέ μοι Κωκυτός τις ἢ καὶ Πυριφλεγέϑων, ὁποῖοι παραρρεῖν τῷ ᾍδῃ λέγονται ποταμοί, καὶ ἀπὸ τοῦ περὶ τὸν Κομνηνὸν γνωριζέσϑω πάϑους, ᾧ τὰς ψυχὰς κατεφλέχϑημεν. δικαίως ἄρα καὶ ἡ λιμνάζουσα τοῦτον ἐξ ἀπωλείας ϑέλει παρωνυμεῖσϑαι· ἐκεῖϑεν γὰρ ἡμῖν, ὡς ἔοικε, τὸ φϑορᾶς ὑπεσύρη ῥεῦμα καὶ νῦν στενάζομεν τὸν Κομνηνὸν ἀπολέσαντες691. ὢ ποταμὸς οὗτος ἀνέραστος, ποταμὸς οὐ δροσίζων, ἀλλὰ φλογίζων τοῖς νάμασιν. ἐπὶ τὸν ποταμὸν ἐκεῖ τοῦτον ἡμεῖς καϑίσαντες ἐϑρηνήσαμεν, αἰχμάλωτοι τάχα γεγονότες τῷ πάϑει καὶ τῶν εἰς Βαβυλῶνα πρώην ἀπαγομένων ὑπὸ τῆς ἐντεῦϑεν συγχύσεως ἀϑλιώτεροι· καὶ ᾔσαμεν692 ᾠδὴν ἐπὶ γῆς ἐκείνης τῆς ἀλλοτρίας, οὐχ οἵαν χϑές που καὶ πρότριτα παρὰ τῇ καϑ’ ἡμᾶς Σιὼν ᾔδομεν προπέμποντες μετὰ κρότων καὶ ᾠδῶν εὐκτηρίων ἐπὶ τὴν κατὰ βαρβάρων μάχην τὸν αὐτοκράτορα, ἀλλὰ πενϑήρη καὶ σκυϑρωπὴν καὶ οἵαν ἐϑέλει τὰ λυπρὰ χωρία καὶ βάσκανα καὶ τῶν καλῶν ἀνεπίδεκτα. ἡγείραμεν ϑρῆνον μέγαν, ἐκλαύσαμεν περὶ τὰς ὄχϑας τοῦ ποταμοῦ καὶ δακρύων ὄμβρους τούτῳ κατεσταλάξαμεν, καὶ τῷ μηδεμίαν ἡμῖν ῥανίδα πρὸς δροσισμὸν τοῦ πάϑους χαρισαμένῳ φϑονερῷ ποταμῷ πολλὰς αὐτῇ τὰς πίδακας ἐπεχορηγήσαμεν, καὶ νῦν βαϑυδίνης ὄντως ὁ Ῥυνδακὸς ἀπὸ τῆς τῶν693 δακρύων ὑπερβολῆς καὶ μακρῷ πολυκρουνότερος ἑαυτοῦ. τάχα καὶ χρυσοδίνην τις αὐτὸν ἐκ τῶν βασιλικῶν δακρύων καλέσειεν, ὅσα πολλὰ τῆς χρυσῆς κεφαλῆς ἐκείνης καὶ τῶν ὀμμάτων τῶν βασιλικῶν κατερράγησαν.

7. Ὢ σκυϑρωπῆς ἡμέρας ἐκείνης, καϑ’ ἣν τὰς ἀκτῖνας ἔκρυψεν ὁ φωσφόρος καὶ ἡ σελήνη τὸ ἑαυτῆς φέγγος οὐκ ἔδωκεν· καϑ’ ἣν ὁ αὐτοκράτωρ, ὁ ἡμέτερος ἥλιος, καὶ ἡ κατὰ σελήνην λάμπουσα βασιλὶς τὰς τῆς βασιλικῆς σοῦ δόξης ἀκτῖνας καὶ τοῦ προσώπου τὰς χάριτας καὶ βαρύν τινα τὸν χειμῶνα πένϑους ἑαυτοῖς σχεδιάσαντες καὶ ὅλην τὴν ψυχὴν τῇ ἀϑυμίᾳ κατανεφώσαντες ὑετοὺς δακρύων ῥαγδαίους περὶ τὸν φίλτατον ἀνεψιὸν ἀπεστάλαξαν. ὢ τῶν τότε ϑρήνων καὶ στεναγμῶν· ὢ τῆς τῶν δακρύων ὑπερβολῆς· πάντες γὰρ τῷ βασιλεῖ συμμεϑαρμοσϑέντες, οὐχ οἱ προσγενεῖς τῷ κειμένῳ μόνον καὶ ὅσοι τῆς τοῦ βασιλείου καὶ χρυσέας ὄντως σειρᾶς, ἀλλὰ καὶ πᾶν γένος καὶ τύχη πᾶσα καὶ ἡλικία καὶ ὅσον ἔτυχε παρὸν τοῦ στρατεύματος, πάσχοντι συνέπασχον τῷ δεσπότῃ καὶ ὑψοῦ τὴν φωνὴν ἐπῆραν καὶ μέγαν κοπετὸν συνεστήσαντο, καὶ ἦν ὁ κάλλιστος Κομνηνὸς καὶ κοινῇ ϑρηνούμενος παρὰ πάντων καὶ παρ’ ἐκάστου ζητούμενος. καὶ ἵνα μετὰ τῆς Γραφῆς694 ὡς ἐπὶ τῇ πάλαι συμφορᾷ ϑρηνήσω τῆς Ἱερουσαλήμ, ἐγένετο μέγα πένϑος, καὶ ἄρχοντες ἐστέναξαν καὶ πρεσβύται· παρϑένοι καὶ νεανίσκοι ἠσϑένησαν καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώϑη· ἀδελφὴ δὲ καὶ νύμφη, τὰ καλλιστεῖα τοῦ ϑήλεος, Ἡλιάδες695 ἦσαν ἐπὶ Φαέϑοντι καὶ βλύζουσαι κρουνοὺς ἀμέτρους δακρύων καὶ τὸν ἀδελφὸν ὀλοφυρόμεναι κείμενον. ἔρριψαν696 τὸν τῆς κεφαλῆς κόσμον· ἐνεδύσαντο πενϑικὰ καὶ τὴν τοῦ προσώπου χάριν ἠμαύρωσαν καὶ (ὅ φησιν ἡ Γραφὴ697 ϑρηνοῦσα τὴν Ἱερουσαλήμ) ἐκάϑισαν εἰς τὴν γῆν καὶ χοῦν ἐπὶ τὴν κεφαλὴν ἀνεβίβασαν. καὶ τὸ δάκρυον μὲν αὐταῖς εἰς ἤλεκτρον οὐκ ἀπετελεύτησεν, αὐταὶ δὲ τῷ πάϑει νενικημέναι, μικροῦ καὶ εἰς λίϑων ἦλϑον ἀναισϑησίαν καὶ τὸν τῆς Νιόβης μῦϑον ἤγαγον εἰς ἀλήϑειαν· οὐ γὰρ ἐβραγχίασε ταύταις ὁ λάρογξ μόνον ἀπὸ τοῦ κράζειν ὅλην τὴν ἡμέραν698 καὶ τὸν Κομνηνὸν ἀποκλαίεσϑαι, ἀλλὰ καὶ εἰς ἀφωνίαν παντελῆ τὰ κλαυϑμοῦ περιέστησαν· καὶ τοῦ χρουνοῦ τῶν δακρύων ἐπιλιπόντος, αἱμάτων ῥύακες ἀπὸ τοῦ φάρυγγος ἐκενώϑησαν. ὢ στρατιώτης οὗτος Ὁμήρειος καὶ σταλαγμοῖς αἱματηροῖς ϑρηνωδούμενος· ὢ πάϑους ἀδελφῆς, ὢ νύμφης ἀγάπη μέχρι καὶ συννεκρώσεως· οὐ γὰρ ἠνείχοντο ζῆν κειμένου τοῦ καλοῦ Κομνηνοῦ, οὐδὲ ἡγάπων βλέπειν τὸν ἥλιον αὐτοῦ τοῦς ὀφϑαλμοὺς καταμύσαντος, ἀλλ’ ἐφιλονείκουν ἢ ἀνεγεῖραι τὸν κείμενον εἰς οἶκτον, τὸν δεσπότην κατὰ τὰς ἀδελφὰς Λαζάρου699 παρακαλοῦσαι διὰ δακρύων ὑπερβολῆς, ἢ συνταφῆναι τῷ ποϑουμένῳ καὶ τῷ φιλοῦντι συναπελϑεῖν.

8. Ἡ δὲ τῶν ἀδελφῶν δυὰς Κομνηνῶν; ὢ, πῶς ἀδακρυτὶ διηγήσομαι; ϑάτερος μὲν παρῆν, ὁ τῆς ἀδελφότητος πρῶτος κλάδος, τῶν Κομνηνῶν ἡ τίερπνότης, τὸ τῆς ἀνδρείας εἰκόνισμα καὶ συνεξέπνει ἀποπνέοντι τάδελφῷ, καὶ τὸ πολὺ τῆς φιλαδελφίας ἀπὸ τῆς τῶν κλαυϑμῶν ὑπερβολῆς κατεμήνυεν. ὁ δὲ τὰ πάντα καλὸς Ἀνδρόνικος, ὁ σύμπνους Ἀλεξίῳ καὶ ὁμόψυχος ἀδελφός; ἀλλ’ ἐμερίσϑη τότε τούτοις ἡ συμφυΐα καὶ τὸν ἀδελφὸν οὐκ εἶχε βλέπειν ἐκλείποντα, ἀλλὰ τὸν μὲν εἶχεν ἡ κλίνη περὶ τὰς ὄχϑας Ῥυνδακοῦ ϑρηνῳδούμενον, ὁ δὲ τὰς Ἀνατολικὰς περιῄει πόλεις καὶ στρατιωτικὰς συνάγων δυνάμεις κατὰ Περσῶν παρετάττετο· καὶ μηχανὰς μὲν ἐπενοεῖτο κατὰ Περσικῶν αὐτὸς πόλεων, ἡγνόει δὲ τὴν ἰσχυρὰν αὑτοῦ πόλιν, τὸν ἀδελφόν τε καὶ σύμμαχον, τῇ τοῦ ϑανάτου προσβολῇ καταπίπτουσαν. ὁ μὲν εἶχε περὶ τὰ ὅπλα καὶ προὐνοεῖτο πολέμων, ὁ δὲ σύμπνους ἀδελφὸς ἐσκυλεύετο καὶ ἔκειτο νεκρὸς Ἀλέξιος, Ἀνδρονίκου ζῶντος καὶ ὡπλισμένου μηδ’ ἐπαισϑανομένου τῆς συμφορᾶς· καὶ ἄλλοι μὲν αὐτὸν ἐϑρήνουν λιποψυχοῦντα700 καὶ περιεστηκότες ἐδάκρυον, ὁ δὲ ἀδελφὸς ἐκ τῆς ὑπερορίας γράμμασι προσηγόρευε, καὶ «Ὦ», φησίν, «ἀδελφέ, γράφε καὶ ἀποδημοῦντα παρηγόρει τὸν ἀδελφὸν καὶ ἀναπλήρου μοι τὴν ϑέαν τοῖς γράμμασιν». ὁ δὲ, ὡς ἔλαβεν εἰς χεῖρας τὸ γράμμα καὶ εἷδεν ἀπὸ τῆς ἐπιγραφῆς τὸν ποϑούμενον, αὐτὸν μὲν ὡς εἶχεν ἀπὸ γραμμάτων ἐφίλησεν, ἀκούσας δὲ [καὶ τῶν γεγραμμένων καὶ λεπτόν τι στενάξας, ὅ(σο}ν παρεῖχεν ἡ δύναμις, «Οὐκέτι σε ὄψομαι» εἶπεν, «ἀδελφὲ φίλτατε, μικρὸν ὅσον καὶ τῶν βλεφαρίδων συγκλειο(μὲν)ων]701 μοι· οὐκέτι προσφωνήσω, καὶ μετὰ ποίου γὰρ ἀπάρτι στόματος; γράμματα δὲ εἰ μὲν ἐξ ᾍδου ζητεῖς, ἡμεῖς μὲν ἐς ᾍδην ἤδη μεταχωροῦμεν, αἱ δὲ χεῖρες πάντως ἀργήσουσιν».

9. Ὤ γλώσσης καὶ μετὰ τοσούτου πάϑους ἀττικιζούσης καὶ φϑεγγομένης εὐσύνοπτα. κἂν γὰρ ἡ νόσος ἐπεβούλευε ταύτῃ καὶ πολλὰ δεσμεῖν ἤϑελεν, ἀλλ’ ὁ τῶν φρενῶν τόνος ἀντεῖχεν καὶ νοὸς δεξιότης ἐκυβέρνα γλῶτταν κυμαινομένην καὶ τοῦ πάϑους βαλλομένην τῷ κλύδωνι. ὢ χάριτος ψυχικῆς καὶ τῷ προσώπῳ διαλαμπούσης καὶ ἐπιφαινομένης τοῖς ῥήμασιν· ὢ ῥοδωνιᾶς702 προσώπου μηδ’ ἐν χειμῶνι τοσούτῳ703 πειϑομένης μαραίνεσϑαι· ὢ κἀλλος σώματος καὶ νόσον νικῶντος, ἀπιστῶ δ’ εἰ καὶ ϑανάτῳ παραχωρήσαντος· ὢ λόγων ἐξιτηρίων, ὢ ῥημάτων συντακτηρίων, ὢ ψυχῆς καὶ ἃ δὴ704 καὶ τοῖς παρεστῶσι μεριζομένης· ἐξεχεῖτο γὰρ πρὸς πάντας καὶ πρὸς ἕκαστον ἐπεστρέφετο καὶ τὰ σωτήρια τοῖς ὅλοις ἐπηύχετο. ὢ μνήμης ὁμοζύγου καὶ πρὸ καιροῦ διδούσης τὸν ϑάνατον· εἰχε γὰρ αὐτὴν ἡ μεγάλη πόλις τὰ τῆς τότε τύχης ἀμφαγνοοῦσαν καὶ χαροπὰ φανταζομένην ἀκούεσϑαι. ὢ ποσάκις ταῦτα ἀνεκαλέσατο, ποσάκις τὴν ὁμόψυχον ἀνεζήτησε καὶ περιμενων ταύτην ἰδεῖν ἀντεῖχε τάχα καὶ πρὸς τοῦ ϑανάτου τὴν βίαν καὶ τῆς ψυχῆς οὐ παρεχώρει ῥᾳδίως ἀρπάσαι σπεύδοντι. πλὴν ἀλλὰ, καὶ περ οὕτω τῇ τῆς συζύγου μνήμῃ βαλλόμενος, οὕτω τῷ πόϑῳ τρυχόμενος, πλείονα τῆς ψυχῆς ἐμερίμνα καὶ τῶν ἄνω πλέον ἐμέμνητο· καὶ ὅλον πρὸς ϑεὸν στρέψας τὸν νοῦν, «Ἄγε δῆτα» εἶπε «καὶ βασιλεῖ τῷ ἀϑανάτῳ στρατεύομαι, κἀπειδὴ τὰ κάτω διαρρέει καὶ οἴχεται, καὶ στρατία καὶ πανοπλία καὶ οἱ τὰ ὅπλα βαστάζοντες, φέρε δὴ τὴν κατὰ ϑεὸν ἐνδύσομαι πανοπλίαν καὶ στρατιώτης ἀληϑεύων γενήσομαι. ἀποσκευαστέον μοι φαρέτραν705 καὶ τόξον, ἅ με τῆς νῦν ἐπιβουλῆς οὐκ ἐρρύσαντο· μισητέον δόρυ καὶ σπάϑην, ἅ μοι τὸν νῦν πολέμιον οὐκ ἐφόβησαν. εἰ τὸ κράνος ἦν μοι στερρόν, οὐκ ἂν ἡ νόσος ἔπληττε κατὰ κεφαλῆς. ἐὰν ἐπλούτουν ἀσπίδα σῴζουσαν ἀπὸ τῶν βελῶν, ἦν ἂν μοι καὶ ἄνεπιβούλευτος ἡ πλευρά, τί μοι τὰ λαμπρὰ περιβλήματα καὶ ὁ ἐπικεχυμένος τούτοις χρυσός, εἰ τοῦ ϑανάτου παρὰ τούτων οὐ ῥύομαι».

10. Ταῦτ’ εἰπε, καὶ ἀποϑέμενος τὴν μαλακὴν ἐσϑῆτα καὶ περιρρέουσαν τὸ τραχύ τῆς κατὰ ϑεὸν φιλοσοφίας καὶ ῥικνὸν τριβώνιον περιβάλλεται, ῥίπτει τὰ ὅπλα, τὰ σαϑρὰ ταυτὶ καὶ ἀνόνητα, καὶ τὴν μακαριστὴν ἀναλαμβάνει πανοπλίαν τοῦ πνεύματος. περιζώννυται τὴν ὀσφὺν ἐν ἀληϑείᾳ κατὰ τὸ τοῦ ἀποστόλου706 παράγγελμα· τὸν τῆς δικαιοσύνης ἐπενδύεται ϑώρακα· δέχεται τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν τοῦ πνεύματος μάχαιραν707, καὶ γίνεται Χριστοῦ στρατιώτης καὶ ἀντιστρατεύει τῷ κοσμοκράτορι, καὶ (τὰ) κἀτω περιφρονήσας ἀϑρόον ἀναβαίνει708 μετὰ τῆς ἀγέλης τῶν κεκαρμένων καὶ μέχρι καὶ ἐς οὐρανὸν ἐλαφρίζεται· καὶ ὁ χϑὲς μετὰ709 τοῦ Δαυὶδ710 πυρράκης μετὰ κάλλους τῶν ὀφϑαλμῶν, μέλας μετὰ τῆς ᾀσματιζούσης711 σήμερον καὶ καλός. ὢ φρονήματος βεβηκότος· ὢ λογισμοῦ καλῶς κρίνοντος· ὢ σώματος ἀνδρικοῦ καὶ γενναίου καὶ ψυχῆς ἀνδρικωτέρας καὶ σώφρονος. ἔκειτο καὶ ψυχῇ καὶ σώματι διαλάμπων καὶ τῆς στολῆς τῇ σεμνότητι, καὶ ἡ μὲν ἰσχὺς τοῦ σώματος ὑπετέμνετο καὶ ϑεοῦ μνήμη καὶ ψαλμικὰ παρὰ τοῖς χείλεσι ῥήματα, ὁ δὲ βασιλεὺς πενϑῶν ἐπὶ τούτοις καὶ συνϑρηνοῦντες οἱ ξύμπαντες καὶ ἄλλος ἄλλο τῶν τοῦ Κομνηνοῦ καλῶν καταλέγοντες, ὁ μὲν ὅτι πρᾶος ἦν καὶ μείλιχος καὶ ἡδύς, ὁ δ’ ὅτι συμπαϑὴς καὶ προτείνων χρῇζοντι χεῖρα καὶ πᾶσιν ἐπ’ εὐεργεσίᾳ προκείμενος. ἐϑαυμάζετο καὶ ἡ τῆς γνώμης εὐϑύτης καὶ τὸ καλοϑελὲς καὶ χρηστοήϑες· ὕμνει δὲ τις καὶ τὸ παραβλύζον μέλι τοῖς χείλεσι καὶ τὴν ἐγκαϑημένην τούτοις πειϑώ, καὶ τὸ μηδέποτε τὴν χάριν αὐτῷ τῶν λόγων ὑπὸ τοῦ ψεύδους μολύνεσϑαι· κάλλος δὲ καὶ ἀνδρεία καὶ τὸ τῆς ἡλικίας εὐμέγεϑες κοινή τις ἦν τῶν ἰδόντων καὶ ἀφήγησις καὶ ἐκϑείασις.

11. Εἰ δὲ καὶ λόγων ἔτρεφες ἔρωτα, φιλόκαλε Κομνηνέ, εἰ δὲ καὶ παλαιῶν βίβλοις προσεῖχες καὶ μετὰ τοῦ ϑύμου τῶν τῆς καϑ’ ἡμᾶς πρὸςκαϑημένων αὐλῆς καὶ τ(αῖς τῆς)712 ῥητορικῆς ἑτέρπου ῥοδωνιαῖς, ἐμέ τις ἐρωτάτω τὸν πρὸς ἀκρίβειαν ἐπιστάμενον, οὗ καὶ τοὺς λόγους ἐφίλεις, οὗ καὶ ἐνεκολπίζου τὰ γράμματα, ᾧ τὰ πολλὰ καὶ προσηδολέσχεις νῦν μὲν ζήτημα γραφικόν, νῦν δὲ ϑεώρημα φυσικὸν καὶ ἄλλην ἄλλοτε ὑπόϑεσιν προβαλλόμενος. ἐγώ σου καὶ τὸ πρὸς τὸν πλοῦτον ὑπεροπτικὸν μαρτυρήσω καὶ τὸ τῆς ἀντιλήψεως ἀνόϑευτον καὶ ἀκίβδηλον, ὅπως ϑερμότερον μὲν τῶν δεομένων τοῦ βασιλικοῦ ἐλέους προΐστασο, δῶρα δὲ σοι καὶ κολακεία καὶ τὸ τῆς προστασίας κάλλος οὐ κατερρύπαινεν713. ὢ, πολλάκις ἔγνων σε καὶ δῶρα μισοῦντα καὶ δωρουμένοις ἀποστρεφόμενον καὶ πρὸς κολακείαν βαρυϑυμοῦντα καὶ πλέον τῶν ὑβριζομένων ἐρυϑαινόμενον· προῖκα γὰρ ἤϑελες εἶναι καλὸς καὶ ἀλαχόϑεν τὴν ἀντιμισϑίαν ἀνέμενες. ἀρχὰ γνωρίζει τὸν ἄνδρα σοφός τις714 λέγει καὶ πείϑει με· καὶ σὲ τοίνυν ἐπὶ τῆς ἀρχῆς ἰδὼν ἔγωγε πλέον τῶν ἄλλων ἐγνώρισα, ὅτε τῶν παρ’ Αἰτωλοῖς καὶ Καλυδωνίοις τῆς Ἑλλάδος ἄρξας μερῶν. ὢ τῶν χρυσῶν ἡμερῶν ἐκείνων καὶ τῆς τότε τῶν ἀνϑρώπων εὐδαιμονίας. αὐτοῦ τὸ τῆς ἀδικίας κατηγωνίσω ϑηρίον, ὡς πρὶν τὸν μονιὸν ὁ Μελέαγρος, οὐχ ὅπως τὸ τῶν φόρων φορτίον τοῖς ἐκεῖσε ὑποφόροις ἐπιβαρύνας καὶ τὰ στάϑμια δισσὰ καὶ ζυγοὺς δολίους ἐπινοήσας καὶ τἆλλα, ὅσα τῶν δικαίως παρὰ τῇ Γραφῇ715 λοιδορουμένων πρακτόρων, ἀλλὰ οἴκοϑεν αὐτοῖς ἐπιχορηγήσας καὶ ὁπόσα τέκνοις ἐπαρκέσας πατὴρ φιλόστοργος περιεζώσω καὶ τὴν τῶν κολάκων ἀρχὴν καὶ μετὰ Λυκούργου ἐκείνου τοῦ ὑμνουμένου σφῶν καὶ νομοϑέτου καὶ ἀρχηγοῦ τὰ ζυγὰ τοῦ δικαίου τούτοις ἐβράβευσας· μᾶλλον δὲ οἰχομενην πάλαι τὴν δίκην ἐκεῖϑεν καὶ παρὰ τῶν οὐ καλῶν ἀρχόντων ἐκ μακροῦ ξενηλατηϑεῖσαν αὐτὸς αὖϑις ἐπανεσώσω καὶ ἐπανήγαγες αὐτὴν εἰς τὰ πάτρια, καὶ ταχὺ γεγόνασιν ἐπίφϑονοι καὶ πάλιν οἱ στρατιῶται καὶ διὰ σὲ τρισσευδαίμονες, ὡς τῇ λόγχῃ πάλαι καὶ τῇ ἀνδρείᾳ, οὕτω τότε τῇ τοῦ ἄρχοντος χρηστότητι γνωριζόμενοι.

12. ἔτι καὶ νῦν ἐγκάϑηται Λακεδαῖμονίοις ἡ μνήμη τῆς σῆς χρηστότητος· ἔτι καὶ νῦν ὁ σὸς ζῆλος ταῖς Ἑλληνίσι πάσαις πόλεσιν ὑποφλέγεται, ὃν αὐταῖς ὑπανῆπτες ἢ παρὼν καὶ βλεπόμενος, ἢ τῇ φήμῃ μόνῃ παραπεμπόμενος. ποία γὰρ οὐχ ηὔξατο716 πόλις ἄρχοντά σε λαχεῖν; τίς οὐχ ὑπὸ σοὶ καὶ τάττεσϑαι καὶ φορολογεῖσϑαι μακαριώτατον ἔκρινεν; εἰ δὲ καὶ ταύτην νῦν αἱ πόλεις τὴν συμφορὰν ἐνωτίσονται, ὡς οἴχεται ὁ Κομνηνός, τὸ τῶν ἀνακτόρων ἄστρον, ἡ τῆς νεότητος ἀγλαΐα, τὸ προσηνὲς ὄμμα καὶ ὕμερον, ἦπου καλέσουσι τὰς ϑρηνούσας καὶ μέγαν κοπετὸν ἀναφλέξουσιν, ὁποῖον Αἴγυπτος717 πάλαι ϑρηνοῦσα τὸν καλὸν Ἰωσὴφ καὶ Ἀττικὴ Περικλέα καὶ Μακεδόνες Ἀλέξανδρον, καὶ ὁπόσαι γὰρ σε τῶν πόλεων προστάτην ἐπὶ τῶν πραγμάτων οὐκ ἐκληρώσαντο, ἀλλὰ τῷ ζήλῳ γοῦν ἐκληρώσαντο καὶ ὡς οἰκεῖον ἀγαϑὸν ἀποκλαίονται. ϑρηνήσει καὶ ἡ Νικαέων, εὖ οἷδα, τῆς σῆς μνησϑεῖσα γλυκύτητος, ὅπως ὑπὸ μελιχρότητος λόγων καὶ τῇ τοῦ ἤϑους ἡδύτητι ϑᾶττον ἢ λόγος τοὺς μεγάλους ταύτης περιβόλους ἀνήγειρας, οὐδὲν ἧττον ἤπερ οἱ τὰς ἑπταπύλους πάλαι τειχῆσαι718 Θήβας ὑπὸ λύρᾳ καὶ τοῖς κρούμασι μυϑευόμενοι.

13. Εἰ δὲ τοῖς πόρρωϑεν σὺ τοιοῦτος καὶ τοῖς ἄκρου γεγευμένοις τοῦ μέλιτος, ποταπὸς τοῖς ἐγγυτέρω καὶ τοῖς ἐκ μακροτέρας τῆς συνηϑείας τὸν Ὑμηττὸν ὅλον τρυγήσασι; τοιγάρ τοι καὶ ὑπὲρ μὲν κιττὸν ἐξείχετό σου τὸ ὑποχείριον, ὑπὲρ δὲ πᾶσαν συμφυΐαν καὶ ἁρμονίαν συνήπτετό σοι τὸ συγγενές τε καὶ φίλίον, ὡς ἀποχρύπτεσϑαι μὲν σοι τὰ παλαιὰ Δίοσκούρων ἐπὶ φιλαδελφίᾳ σεμνολογήματα, ἐλέγχεσϑαι δὲ κατὰ τὴν Ὀρέστου καὶ Πυλάδου φιλίαν καὶ εἴ τις ἕτερος φιλάδελφος καὶ φιλέταιρος. ἀλλὰ νῦν ἔρημοι πάντες τοῦ καλοῦ Κομνηνοῦ, καὶ ζητοῦσι μὲν οἱ ἀδελφοὶ τὸν φιλάδελφον, αἱ νύμφαι δὲ τὸν φιλόνυμφον καὶ ὁ γαμβρὸς τὸν φιλόγαμβρον, οὗ μετὰ τῆς (εἰς)719 τὸν Κομνηνὸν ὁμονοίας καὶ ἡ ὁμοψυχία τὸ γνώρισμα. ζητοῦσι καὶ οἱ περὶ τὸν720 βασιλέα στρεφόμενοι τὸν συνόμιλον721, οἱ ἐγγυτέρω τοῦ βασιλέως τὸν συνιστάμενον καὶ ἐπιλάμποντα, τὸν στρατιώτην οἱ στρατιῶται, οἱ στρατηγοὶ τὸν συστράτηγον, οἱ νἐοι καὶ καλοὶ τὸν συνέφηβον, οἱ γηραιοὶ τὸν ὁμόφρονα. ὅταν ὁ βασίλειος ϑρόνος φέρῃ τὸν αὐτοχράτορα καὶ περὶ τὸν ϑρόνον τὸ συγγενές, οὐκ ἐξω μνήμης ὁ Κομνηνός, ἀλλὰ (ζη)τεῖ μὲν τοῦτον βλέπειν ὀ βασιλεύς, ἀνανοεῖται δέ τὴν ἁρπαγὴν τὴν αἰφνίδιον καὶ τὴν ψυχὴν τῷ πάϑει σπαρ(ά)σσεται. ζητεῖ τὸν Κομνηνὸν καὶ τὰ βασιλικὰ κυνηγέσια καὶ καιροὶ λόγων καὶ ὁμιλίας καὶ τὰ σεμνὰ βουλευτήρια· μικρὸν καὶ ὅσον καὶ ὁ πόλεμος ὁ βαρβαρικὸς καὶ ἐπὶ πλέον ὁ πολεμιστὴς ζητηϑήσεται.

14. Τίς ἄναγγελεῖ σοι τὸ πάϑος, ὦ μεγαλόφρον Ἀνδρόνικε; ποῖός σε κομιεῖται τὴν πικρὰν ἀγγελίαν, ὅτι τὸν ἀδελφὸν οὐκ ἔχεις Ἀλέξιον; ἦπου πλήξει σε κατὰ καρδίαν ὁ λόγος καὶ μακρὸν ἀνακωκύσεις ἐπὶ τῷ τραύματι· ἦπου μέγα στενάξεις καὶ τὸ προφητικὸν722 ἀναβοήσεις μελῴδημα· «Ἀκούσατε, ὅτι στενάζω ἐγώ· οὐκ ἔστιν ὁ παρακαλῶν με». πλὴν ἀλλ’ ὅρα, μὴ ἐξάκουστον Πέρσαις τὸ σὸν ϑρηνῴδημα γένηται, «μήποτε ϑυγατέρες εὐφρανϑῶσιν ἀλλοφύλων», ὃ πάλαι καὶ Δαυὶδ723 ἐπιπεσόντι τῷ Σαοὺλ724 ἐπεφόβητο. ἦπου τὴν διχοτομίαν περιαλγήσεις καὶ τὴν τῆς725 ἀδελφικῆς ἁρμονίας οὐ καρτερήσεις διάζευξιν· ναὶ μὲν δακρύσεις τὸν ἀδελφὸν, ἀποπτάντα καὶ μηδὲ προσειπόντα τὰ λοίσϑια, ναὶ δὲ καὶ τὴν φίλην νύμφην ϑρηνήσεις, τὴν εὐτυχῆ καὶ δυσδαίμονα, τὴν χϑές μὲν καλὸν οἷον ἀνϑοῦσαν, τῷ καλῷ συναναϑάλλουσαν Κομνηνῷ, νῦν δὲ φεῦ μετ’ ἐκεῖνον ἀπανϑοῦσαν καὶ φϑίνουσαν. τάχα καὶ τοῦτο συμφορὰν ἑτέραν νομίσεις, ὅτι σοι τῶν παρακλητόρων ἀπολελείψεται, ὅτι οὐ παραϑήσεις ταύτῃ πενϑούσῃ καὶ λόγον οἴσεις παρήγορον καὶ τὸ πολὺ καὶ λαῦρον τοῦ κλαυϑμοῦ κατασβέσεις τοῖς τῆς γλώττης ἀποκρουνίσμασιν, οἷος σὺ καὶ συνετὸς ἐννοῆσαι, καὶ εἰπεῖν δεξιὸς καὶ πεῖσαι ἱκανὸς καὶ καταϑέλξαι δεινός, ὡς εἰ καὶ μέλιτι τοὺς λόγος παρέχριες. ὡς νῦν γε οἴχεται αὐτῇ μετὰ τοῦ Κομνηνοῦ καὶ παράκλησις· καὶ κλαίουσα μὲν ἔκλαυσεν ἐν νυκτὶ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς (ὅ φησιν ἡ Γραφή726), ὁ δὲ παρακαλῶν αὐτὴν οὐχ ὑπῆρχεν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν.

15. Ἀτονεῖ δὲ καὶ Κομνηνῆς ἡ παραμυϑία, ἣν ὁ κείμενος ἀδελφὸς ἀνέπνει καὶ ἣν ἡμεῖς αὐτῷ μικροῦ συναποπνεύσασαν εἴδομεν καὶ τῶν ὁμονύμφων λόγοι παρακλητήριοι. ἤδη ποτὲ καὶ ὄμβρος ἔστη καταφερόμενος ἄνωϑεν καὶ οὐρανὸς ἔκαμεν ὑετίζων καὶ γῆς καταβρεχόμενον πρόσωπον, τῇ δὲ καὶ ὀφϑαλμὸς ἀκάμας δακρύων καὶ παρειαὶ τοῖς δάκρυσι κατακρουνιζόμεναι καὶ τῷ σφοδρῷ τοῦ ῥεύματος ἀποχαραδρούμεναι· καὶ λίϑος μὲν ἐνέδωκέ ποτε βαλλόμενος καὶ διέρρηκται, ταύτῃ δὲ τὸ στέρνον ἀνένδετον καὶ τοσοῦτον ταῖς χερσὶ σπαρασσόμενον. ὢ στεναγμάτων γέμοντος δείπνου τῆς φιλανϑρώπου καὶ σώφρονος, ὢ πομάτων ἐκ τῆς τῶν ὀμμάτων κενουμένων πηγῆς, ὢ στρωμνῆς κατωδύνου καὶ οἵαν σχεδιάζει γυμνὰ τὰ δάπεδα· τάχα γὰρ ἔοικε τῇ γῇ παρακαϑημένη καὶ ϑαλερὸν αὐτῇ τὸ δάκρυον ἐπιλείβουσα παρακαλεῖε ὑπανοῖξαί οἱ τὸ στόμα καὶ παραπέμψαι τῷ καλῷ Κομνηνῷ· καὶ που καὶ τὰ τῆς Ἀνδρομάχης727 εἰσποιουμένη, καλὸν ἀποκλαιομένης καὶ ϑαλερὸν τὸν ὁμόλεκτρον, τὸν τῆς κεφαλῆς ῥίπτει κόσμον καὶ κατὰ γῆς ὁ κεκρύφαλος καὶ «Ὤ μοι δύστηνος ἐγώ» φησι, «Κομνηνέ· μιᾷ δὲ ἄρα γεγόναμεν ἀμφότεροι μοίρᾳ. σὲ μὲν ὠκύμορον ἐϑρέψατο μήτηρ, ὁ τῆς πορφύρας βλαστός, ἡ περιᾳδομένη βασίλισσα, ἐμὲ (δὲ)728 δύσμορον καὶ λυπρόβιον ὁ λογοϑέτης πατήρ· καὶ σὺ μὲν ὑπὸ γῆν ἐκρύβης λάμψας ὀλίγον, ὁ τῆς ἐμῆς λαμπτὴρ βιοτῆς, ἐγὼ δὲ σοι χήρα καὶ δυστυχὴς περιλέλειμμαι». ἓν αὐτῇ λείπεται τῶν τῆς Ἀνδρομάχης, ὅτι μὴ καὶ περὶ παιδὸς ἔχει λέγειν, ὃν ὁ τεκὼν ἀφῆκεν ὀρφανὸν καὶ νηπίαχον. ὢ συμφορᾶς ἀπαραμυϑήτου, ὢ τηλικούτου κακοῦ. οἴχεται ὁ τοσοῦτος μηδὲ τἔκνον λιπὼν τῆς ἀρετῆς μὲν εἰκόνα τῷ βίῳ, τῇ δὲ μητρὶ παραμύϑιον.

16. Ἀλλ’ ἕως πότε σοὶ ταῦτα καὶ μέχρι τίνος τὰ δάκρυα; πέπαυται καὶ Ἀνδρομάχη ϑρηνοῦσα τὸν περιβόητον Ἕκτορα καὶ Μυρμιδόνες729 Ἀχιλλέα πενϑοῦντές ποτε τὸν ϑρῆνον ἐπαύσαντο. δεῦρο «διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυϑμῶν καὶ οἱ ὀφϑαλμοί σου ἀπὸ δακρύων»730. ὁ προφήτης κιρνᾷ σοι τὸ νηπενϑὲς τουτὶ φάρμακον731. οὐδὲν ἔχεις τῶν τοῦ Κομνηνοῦ καλῶν ἀποκλαύσασϑαι (Ὃμ(ηρος π)ρολαβὼν732 ἐν ἄλλοις τεϑρήνηται), τὸ εὐγενὲς ἐν τοῖς βασιλεῦσι, τὸ ἀνδρικὸν ἐν τοῖς ἥρωσι, τὸ κάλλος ἐν τοῖς περὶ Νηρέα733 κα(ὶ τοῖς)734 περὶ ϑεὸν τὸ φίλόϑεον, ἀλλ’ ἡ νεότης σε τρῦχει καὶ τῇ ἀκαιρίᾳ ἐπιμέμφῃ τῆς συμφορᾶς· πόσοι καὶ νέοι παρῆλϑον, πόσοι πρὸ ὥρας ἡρπάγησαν. ἐχεῖνό σοι τῶν τοῦ Κομνηνοῦ κατὰ νοῦν βαλέσϑω καὶ τὸν τοῦ πένϑους δροςιζέτω φλογμόν, ὅτι τὰς μακρὰς τοῦ βίου κῆρας φυγὼν καὶ τὸν πολὺν τούτου βόρβορον ἀπῆλϑε τῷ λουτρῷ τῆς μετανοίας κεκαϑαρμένος καὶ εἴ τινά που σπῖλον εἶχεν ἀποπλυνάμενος καὶ νῦν τῷ βασιλεῖ παραστατεῖ τῷ μεγάλῳ καὶ τῶν ϑείων ἐλλάμψεων735 καὶ σοι πρεσβεύει τὰ λῴονα.

17. Ταῦτά σοι, Κομνηνέ, παρ’ ἡμῶν, τοῦτό σοι τελευταῖον τῆς ἡδίστης σοι γλώττης καὶ φιλουμένης προσφώνημα, λυπρὸν μὲν καὶ πικρίας γέμον καὶ οἷον οὔ ποτέ σοι προσειπεῖν προσεδόκησα, πλὴν ἀλλ’ ὁποῖον τύμβος ἐϑέλει καὶ πονηρὰ τύχῃ δίδωσιν· ἐγὼ μὲν γὰρ πρὸς ἑτέρους λόγους σοι καὶ νῦν παρεσκευαζόμην καὶ τὸν ἐπινίκιον ἐμελέτων ᾇσαι μετὰ τροπαίων σοι λαμπρῶν ἐπανήκοντι, σὺ δὲ φϑάνεις ἡμῖν τὰς τοιαύτας περικόψας ἐλπίδας καὶ νῦν εἰς μονῳδίαν ἐστράφημεν καὶ περιϊστάμεϑά σου τὸν τύμβον καὶ ϑρήνους ἅμα καὶ λόγους σπένδομεν, εἴϑε δὲ καὶ τοῦ πάϑους ἀξίους καὶ σοι προσήκοντας καὶ τὸν ἡμέτερον πόϑον καὶ τὸν πόνον ἐμφαίνοντας. νῦν δὲ ἀλλὰ καὶ νοῦς ἡμῖν τῷ πάϑει πεπήρωται καὶ πρὸς γονὰς λόγων βραδεῖς γεγόναμεν καὶ οὐκ οἶδα, εἴ τις ἡμᾶς μετὰ σὲ λέγοντας ἐπαινέσεται. ὢ δυστυχὴς οὗτος λόγος, οἵαν μὲν ἔσχεν ὑπόϑεσιν, οἷον δὲ καὶ ζηλωτὴν ἐξημίωται.

5. Τοῦ αὐτοῦ λόγος ἐπιτάφιος εἰς τὸν Ἀϑηνῶν τὸν ὑπέςτιμον

736 1. Ἀποροῦσιν οἱ λόγοι τίνα ϑρηνήσουσιν, τὸν ὀπέρτιμον πεσόντα ἢ ἑαυτοὺς συγκατενεχϑέντας καὶ κειμένους πτῶμα παγχάλεπον, τὸν πρόεδρον τῆς τῶν λόγων πόλεως ἢ τὴν πόλιν αὐτήν, τὸ μέχρι μὲν τοῦ παρόντος τῶν λόγων ἔδαφος, ἀλλὰ νῦν ἐξαίφνης ἀμουσίας χωρίον καὶ συμφορᾶς καταγώγιον. ὢ κοινοῦ πάϑους, ὢ πανδήμου κακοῦ· κεῖται μὲν ὁ τῆς Ἀττικῆς φωστήρ, ὁ τῆς Ἐκκλησίας κόσμος, τὸ τῶν ἀρχιερέων ἀγλάϊσμα, τῆς συγκλήτου τὸ κλέος, ὁ τὰ πάντα καλὸς ὑπέρτιμος, συγκαταβέβληται δὲ αὐτῷ καὶ λόγων κράτος καὶ ἡ τῶν ἀρετῶν ἑστία καὶ τὸ μέγα τῶν Ἀϑηνῶν ὄνομα, ἐπὶ δὲ τούτοις σκυϑρωπότης κοινὴ καὶ κοσμικὸν ἰδοὺ δάκρυον καὶ συντρέχουσιν ἄλλος ἐπ’ ἀλλῳ σεβόμενοι τῷ πάϑει καὶ τὸ τῆς ζημίας ἀποκλαιόμενοι μέγεϑος. ὁ μὲν βαϑὺ στένει καὶ ἀνακαλεῖται τὸν φίλον, ὁ δὲ δακρύει καὶ ἐπιβοᾶται τὸν εὐεργέτην, ὁ δὲ τὸν πρᾶον, ὁ δὲ τὸν λόγιον καὶ ἄλλος ἄλλο τι τῶν εἰς μνήμην ἡκόντων τοῦ πενϑουμένου καλῶν· ὁ δὲ ἀδελφὸς λογοϑέτης (ἀλλ’ οἴμοι, συγχεῖταί μοι ὁ λόγος καὶ κινεῖ τὸ πάϑος τὰ δάκρυα) κλύει μὲν καὶ τοῦ τῶν πολλῶν στεναγμοῦ καὶ τοῦ τῶν ἀρετῶν καταλόγου καὶ ὑπανάπτεταί οἱ τὸ δάκρυον. ἀναπεμπάζων δὲ καὶ αὐτὸς καὶ τῶν ἀδελφικῶν χαρίτων τὸ σμῆνος καὶ προστιϑεὶς τοῖς λεγομένοις ἃ τοῖς ἄλλοις ἠγνόηται, ὑψοῖ τὸν κλαυϑμόν, ἐπαίρει καὶ ποιεῖται τὰ πάντα μεγίστου πένϑους ὑπόϑεσιν, «Οἴχεταί μοι» λέγων «ὁ ἀδελφός, ἡ κρηπὶς τοῦ γένους, ἡ τῶν ἀδελφῶν εὐλογία, τῆς συγγενείας ὁ στέφανος· οἴχεται ὁ φιλαδελφίᾳ737 νικήσας τῶν Διοσκόρων τὰ σεμνὰ διηγήματα, ὁ δίχα συζυγίας γεννήτωρ καὶ δίχα γάμου πατήρ, ὅσα καὶ τοῖς συγγόνοις εἴς γε κηδεμονίαν τὰ πατρὸς ἤρκεσε καὶ πολλὰ κατὰ πνεῦμα τούτοις γεγένηται. οἴχεταί μοι ὁ ἁγιασμὸς τῆς οἰκίας, τῆς ψυχῆς ὁ οἰακοστρόφος738, ἡ ὑγεία τοῦ σώματος, ἡ τῶν μεριμνῶν λύσις, ἡ παντὸς πάϑους παραμυϑία, τὸ ἐμὸν ἐντρύφημα καὶ καλλώπισμα. οἴχεταί μοι· ἀλλὰ πῶς καρτερῶ καὶ λέγειν; αὐτὸ φάος, αὐτὴ πνοή, ἀλλ’ οἴμοι, τίνα ταύτην οἴχῃ τὴν πορείαν, ἀδελφὲ φίλτατε, τίνα στέλλῃ739 ταύτην ὁδόν; ἄρά μοι ἐπανήξεις καὶ πάλιν; ἄρα σε ὄψομαι τὸν ποϑούμενον καὶ χρή με πέμπειν ἐς Ἀϑήνας σὸν κομιστῆρα καὶ γράμματα ἢ ἀμετάτρεπτά σοι τὰ τῆς ἀποδημίας καὶ ἀληϑὲς τὸ ϑρυλούμενον, ἐγὼ δ’ ὡς ἐν ὀνείρῳ ὑπὸ τοῦ πάϑους πεπλάνημαι; ἐλάνϑανον ἄρα χϑές σε προπέμπων εἰς ᾍδην, οὐκ εἰς Ἀϑήνας τὰς σάς, ἠγνόουν ὡς οὐκ ἐπὶ τὰ σοὶ φιλούμενα χωρία τῆς Ἀττικῆς μεταβαίνεις, ἀλλ’ εἰς τὰ Περσεφόνης καὶ Πλούτωνος· ἢ γὰρ ἂν ἀμφοτέραις εἰχόμην καὶ τὴν ὁδὸν ἀπεκώλυσα ἢ συνειπόμην τῷ ποϑουμένῳ μέχρι καὶ τάφου καὶ μνήματος. ὦ ϑρυλουμένη πόλις Ἀϑῆναι740, (σὲ καὶ)741 μόνον ἀδελφὸς χρυσέαν ὄντως διὰ τοῦ λαμπρότατου κόσμου τῶν ἀρετῶν καὶ εἶναι καὶ καλεῖσϑαι πεποίηκεν, ὡς ὑπόχαλκόν (τι ν)ῦν742 τοῦτο τὸ δυσηχὲς ἡμῖν ἤχησας τοιαύτην ἀποστείλασα φήμην, ἢ δὴ γενέσϑαι μὴ ὤφελε. ποῦ σὺ καὶ ὁ τεϑρυλημένος τοῦ Ἐλέου βωμός, εἴπερ οὐκ ἔλαβες οἶκτον τῶν τοσούτων καλῶν, οἶς ὁ ἐμὸς ἀρχιερεὺς ἑσεμνύνετο, ἀλλὰ προὔδωκας οὕτω ῥᾳδίως τὸν παρὰ πᾶσι ζητούμενου».

2. Τολμᾷ καὶ πρὸς τὴν τῶν Ἀϑηνῶν εἰπεῖν πολιοῦχον, τὴν παρϑένον, τὴν κοσμοσώτειραν· «Σὺ μέν, ὦ δοχεῖον τῆς καϑαρότητος, τὸν ἁγνὸν τῆς Ἐκκλησίας νυμφίον πρὸς ἑαυτὴν ἐφειλκύσω καὶ λειτουργεῖν σοι μετὰ τῶν ἀγγέλων ἐκάλεσας· τοῦτ’ ἦν743 κἀκείνῳ τὸ σπουδαζόμενον, διαβῆναι τὸν τῇδε βίον καὶ πρὸς τὰ ὑψηλότερα μετατάξασϑαι· τὸ δὲ σὸν περίκλυτον τέμενος, ἡ σὴ περιϑρύλητος πόλις καὶ τρίτος ἔγωγε οὐ φέρομεν τὴν ζημίαν καὶ τὴν ἀδικίαν ἐπιβοώμεϑα. οἷος ἡμῖν ἐπιλέλοιπε τῷ ναῷ μὲν ὁ ϑύτης, Ἀϑηναίοις δὲ ὁ προστάτης καὶ τοῖς ἀδελφοῖς ὁ παρήγορος». ταῦτα λέγει δακρύων ὁ λογοϑέτης, ταῦτα ϑρηνῶν ἀναφϑέγγεται· ἀδελφαὶ δὲ καὶ νύμφη, τὰ καλλιστεῖα τοῦ ϑήλεος, ϑρηνοῦσαι μὲν οὐ συγκαλοῦνται λιγυρώτερον κόψασϑαι οὐδὲ τοῖς πολλοῖς ἐξάκουστα κλαυϑμυρίζονται, αὐταί τε σεμνότητος οὖσαι τύπος καὶ πάσαις ἀρεταῖς διαλάμπουσαι καὶ τὸν μέγαν ἐν ἀρχιερεῦσι πενϑοῦσαι, τὸν ὑπέρτιμον, τὸν ὑπέρσεμνον. εἰσελϑοῦσαι δὲ εἰς τὸ ταμιεῖον καὶ σκότος ἑαυταῖς (κατὰ τὸ γεγραμμένον) συγκλείσασαι744 στενάζουσιν ἐκ βαϑέων καὶ σῶφρον ἐπιστάζουσι δάκρυον, «Τίς ἡμῖν τὴν καλὴν ἁρμονίαν» λέγουσαι «διαλέλυκε; τίς τὴν χρυσέαν ὄντως σειρὰν745 διέρρηξε; τίς ἀδελφῶν χορὸν διεσπάραξε τὸν κορυφαῖον ἀποσπάσας καὶ προὔχοντα; μὴ καὶ πάλιν πρέσβυς746 παρὰ βασιλέως ἑστάλη καὶ λιπὼν ἡμᾶς ὀξὺν ποιεῖται τὸν δρόμον τὰ τῷ βασιλεῖ φίλον καταπραξόμενος747; ὡς εἴϑε ἦν πρεσβεία καὶ ταῦτα καὶ εἰς μακρὰν ὁδὸν ἀπεδήμησεν· ἦν γὰρ ἂν ἐλπιζομένη καὶ ἡ ἐπάνοδος· νῦν δὲ ἀλλὰ μακρὰ μὲν ὡς ἀληϑῶς ἡ πορείᾳ, μακροτάτη δὲ ἡ ἀποδημίᾳ καὶ ὥς φασιν ἀνυπόστροφος748. ποῖος ἔχει σε χῶρος τὸν ἡμέτερον λύχνον; ποία σε πόλις κεκλήρωται; ἐὰν τὰς σὰς Ἀϑήνας οἰκῇς, πρὸς ἃς δρομαίως ἠπείγου749 τοῖς ἐνϑαδὶ συνταξάμενος, τάχα σε καϑιούμεϑα καὶ νῦν περιμένουσαι καὶ τὴν γλυκεῖαν ὄψιν οὐκ ἀπελπίσομεν· εἰ δ’ ἀλλαχοῦ που μετέβης ἐκεῖϑεν βασιλικοῖς κελεύσμασιν ὑπηρετησόμενος, μόνον ἤτω τῶν ἐπιγείων ὁ χῶρος καὶ πάλιν τὸν ποϑούμενον ἕξομεν. πολλάκις σε τοῖς βασιλείοις ἐγκαρτεροῦντα καὶ τῷ κρατοῦντι προσδιαλεγόμενον ἀνεμείναμεν καὶ ἔϑελγες ἡμᾶς ἐπανήκων τῷ προσηνεῖ καὶ βλέμματι καὶ φωνήματι· νῦν δ’ ἀλλὰ πικρὸς ἡμῖν ἄγγελος ἦλϑεν ἀπαγορεύων τὴν ἔλευσιν. οὐκέτι σου τὴν προσηνῆ ϑέαν ὀψόμεϑα, οὐκέτι σου τῆς ἱλαρᾶς φωνῆς ἀκουσόμεϑα, οὐκέτι λαμπροὺς ἡμῖν ποιήσεις τοὺς οἴκους μόνος750 ἐν τούτοις φαινόμενος καὶ τὸν σεπτὸν παρϑενῶνα τοῦτον, ὃν ὑπὸ ταῖς σαῖς εὐχαῖς ἐϑεμελιώσαμεν· οὐκέτι κοσμήσεις ἡμῖν τὴν τράπεζαν ἅλατι ϑείῳ παραρτύων αὐτὴν καὶ πνευματικὰ συμπαραμιγνύων καὶ ὑψηλότερα βρώματα· οὐκέτι βελτιώσεις καὶ σωφρονίσεις ἡμᾶς πασῶν ἀρετῶν ὑπόδειγμα τὴν σὴν διαγωγὴν προτιϑέμενος».

3. Τοιοῦτός σοι καὶ ὁ τῶν ἀδελφῶν καὶ τῆς νύμφης ϑρῆνος, ὦ ϑεῖε δέσποτα, τὰ δὲ τῆς ἱερᾶς τῶν συμποιμένων λογάδος, τὰ δὲ τῶν ἐν τέλει καὶ τῶν ὑψηλοτέρων καὶ τοῦ τῆς πολιτείας πληρώματος ποίαν ψυχὴν οὐ συνϑρύπτουσι; ϑρηνεῖ σε τῶν πατριαρχῶν ἡ τριάς, τὸν τέταρτον μετ’ αὐτοὺς καὶ τῆς τριάδος ζηλωτὴν ὑπέρμαχον, ὁ οἰκουμενικὸς καὶ ἡμέτερος πατριάρχης τὸν οἰκουμενικὸν λαμπτῆρα, τὸν πανταχοῦ ταῖς ἀρεταῖς διαλάμψαντα, ὁ τῶν Ἱεροσολύμων καὶ τῆς Ἁγίας Γῆς ἀρχιποίμην τὸν ἱερὸν ποιμένα καὶ ἅγιον, ὁ τὴν Θεουπολιτῶν κατακοσμῶν ἐκκλησίαν τὸν τοῦ ϑεοῦ πολίτην καὶ κληρονόμον τῆς ἄνω πόλεως, «Οἴμοι» λέγοντες, «ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς751, ὅτι ἐξέλιπεν ὁ σοφὸς ἐν ἀρχιερεῦσιν, ὁ σοφίαν γνοὺς καὶ παιδείαν καὶ νοήσας λόγους φρονήσεως, δέξασϑαί τε στροφὰς λόγων καὶ κρῖμα κατευϑῦναι752 δυνάμενος καὶ (τοῦτο δὴ τὸ τοῦ ἀποστόλου) εἰς ϑεὸν αἰχμαλωτίζειν ἅπαν νόημα753 δεξιώτατα, ὁ σεμνὰ λέγων κατὰ τὸ γεγραμμένον καὶ ἀνοίγων ἀπὸ χειλέων ὀρϑά754, (οἷς) ὁ (τῷ)755 ϑεῷ φίλος χαρακτηρίζεται.

4. Ἡ δὲ καϑ’ ἡμᾶς ἀδελφότης ὀρφανίαν ἄντικρυς ἀποδύρεται καὶ ἵσταταί σοι ἄλλος ἄλλοις ἀγαϑῶν ἀφηγούμενος, ὧν αὐτοῖς παρεῖχες ἐκάστοτε, τὰ μὲν (διὰ)756 τοῦ ἀδελφοῦ λογοϑέτου, ὃν τῷ χαρίσματι ϑεὸς τῆς ἀντιλήψεως ἐχαρίτωσε, τὰ δὲ πολλὰ καὶ δι’ ἑαυτοῦ τὰς οἰκείας χεῖρας τούτοις ἁπλῶν καὶ ὧν ἂν τις χρῄζει μεταδιδούς. οὐκ ἦν ἐπιὸν πάϑος, ὅ μὴ διὰ σοῦ τὴν ϑεραπείαν ἐλάμβανεν· ἢ γὰρ τῆς ἐκ τῶν λόγων ἔχρῃζε παρακλήσεως καὶ ἤρκει σοι τὸ ῥεῦμα τῆς γλώττης ὑποσῦραι τοῦ κακοῦ τὴν ἐπήρειαν ἢ λαβεῖν ἐδεῖτό τε καὶ παραμυϑήσασϑαι ἔνδειαν καὶ ταχὺν εἕρισκέ σε δότην καὶ ἱλαρώτατον. ὢ πόσους ἔϑρεψας τῶν ἀρχιερέων, οἷς οὐκ αὐτάρκη τὰ βρώματα, πόσοις ἐβάρυνας χρυσίῳ τὰς χεῖρας, πόσοις παρέσχες ἐνδύματα, «Ἐνδύσασϑέ757 μοι» λέγων «οἱ ἱερεῖς, ἅπερ ἀπὸ δικαίων πόρων ἔχω κτησάμενος». ἀλλ’ εἶχέ τις εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τὸν βασιλικὸν ὑπὲρ τῆς Ἐκκλησίας ἔλεον ἐκκαλέσασϑαι· ἤρκει τῷ ὑπερτίμῳ γνωρίσαι τοῦτο καὶ τοῦ λοιποῦ φροντίδων ἀπήλλακτο· εὐϑὺς γὰρ ἐξήτεις τὸν λογοϑέτην καὶ προσιὼν μετὰ τοῦ συνήϑους ἐκείνου βλέμματός τε καὶ σχήματος καὶ τῆς ἐπικοσμούσης αἰδοῦς, ἧς τε εἶχεν ἐπικαϑημένης πειϑοῦς τοῖς χείλεσιν, ἀπήγγελλες758 αὐτῷ τὰ πρὸς χρείαν καὶ ἦν ὁ ἀδελφός σοι πειϑήνιος. πῶς δὲ οὐκ ἔμελλεν ὁ ταχὺς αὐτόϑεν εἰς οἶκτον καὶ πρὸς ἀντίληψιν ἑτοιμότατος ὑπ’ ἀδελφοῦ τοιούτου παρακαλούμενος; καὶ ὅπερ εἶναι λέγεται τὸν ἀρχιερέα μεσίτην τῶν ἄνϑρώπων καὶ τοῦ ϑεοῦ, τοῦτο κἀνταῦϑα παρεδείκνυς ὁ ἀληϑὴς ἀρχιερεὺς τοῦ ϑεοῦ· ἐλάλεις πρὸς τὸν ἀδελφὸν ὡς Ἀαρὼν πρὸς Μωϋσῆν τὸν ὑποφήτην ϑεοῦ, ὁ δὲ ἀνῆγε πρὸς τὸν καϑ’ ἡμᾶς ϑεόν, τὸν αὐτοκράτορα, τὰ λεγόμενα καὶ αὖϑις διὰ σοῦ τοῖς ἀνϑρώποις τὰ τοῦ αὐτοκράτορος ἐχρημάτιζε.

5. Τί δὲ ἀλλὰ πρὸς ἀρχιερεῖς σοι ταῦτα μόνον, ἀλλ’ οὐχὶ καὶ πρὸς μοναχοὺς καὶ μιγάδας καὶ πᾶσαν τύχην τοῦ πολιτεύματος; βαβαὶ πόσοις ὀργὴν βασιλικὴν διὰ τοῦ ἀδελφοῦ κατεστόρεσας, πόσοις ἤνοιξας τὰ σπλάγχνα τοῦ βασιλέως κατὰ καιρὸν κλειόμενα759 τε καὶ ἀνοιγόμενα. καὶ φόνου μὲν τίνας760 οὐκ ἐρρύσω761 κατὰ τὸν ὁμωνυμοῦντά σοι μέγαν ϑύτην ἐκεῖνον, τῆς Μυρέων τὸ καύχημα, ὅτι μὴ βασιλέα φονῶντα762 πλουτοῦμεν καὶ πρὸς ὀργὴν ἀπαραίτητον; κόρας δὲ πολλάς, δυστυχούντων τέκνα πατέρων, κατ’ ἐχεῖνον ἐνυμφαγώγησας ἐκ τῶν ϑυρίδων τοῦ βασιλικοῦ ταμείου τὸν χρυσὸν ἑξακοντίσας τοῖς χρῄζουσι. κοινὸς ἄρα ἧσϑα λιμὴν τοῖς τὸ πλατὺ τοῦ βίου πέλαγος διαπλέουσι, κοινὸς τοῖς ναυαγοῦσι φρυκτήρ, κοινὸν τοῖς ξύμπασι παραμύϑιον. χηρῶν δὲ προστάτης καὶ ὀρφανῶν τίς οὕτω κατὰ τὸν μέγαν Ἀϑηνῶν ἐχρημάτισεν, ὃν πάλαι καὶ τοῖς τοῦ ϑεοῦ βουλήμασιν ὑπηρετούμενος βασιλεὺς καλῶς ἄρα καὶ δικαίως τοῦ τῶν ὀρφανῶν προὐστήσατο τάγματος; ἐξ ἐκείνου γοῦν ἐννοήσας οἷον καλὸν ὀρφανῶν προστασία καὶ πενομένων προμήϑεια μετεβίβασε τὴν κλῆσιν εἰς ἔργον καὶ τὴν ἐπωνυμίαν ἤγαγεν εἰς ἀλήϑειαν, κάλλιον763 εἶναι· φάμενος ὀρφανοτρόφον εἶναι ἤ λέγεσϑαι, κρεῖττον ἔχων τὸ (ἐκ)764 πραγμάτων καὶ μὴ ἐκ τῆς ἀξίας παρωνυμίζεσϑαι. πολλούς, εὖ οἶδα, τῶν παρεστώτων οἱ λόγοι μάρτυρας ἔχουσιν, οὕς καὶ εἶδον ϑρηνοῦντας καὶ ϑαλερὸν τὸ δάκρυον ἀκοντίζοντας καὶ μακρὸν ἤκουσα ποιουμένους τῶν εὐεργεσιῶν τὸν κατάλογον· συνελόντα γὰρ εἰπεῖν ἢ εὖ τις ἔπαϑεν ὑπ’ αὐτοῦ ἢ εὖ ἤκουσεν ἢ ὑπερλίαν765 ἐφιλήϑη καὶ ταῖς διφϑέραις τῆς ψυχῆς ἐγκατῴκισται.

6. Ὢ καρδίας πλάτος πάντας χωροῦν καὶ δεκόμενον· ὢ ψυχῆς γλυκύτης εἰς πάντα φϑάνουσα καὶ μὴ τῷ συνεχεῖ τῆς μεταδόσεως ἐπιλείπουσα· ὢ μάννα ϑεῖον σήμερον κενούμενον καὶ αἴριον πληϑυνόμενον· ὢ ποταμὸς ἀγάπης εἰς πολλὰ σχηματιζόμενός τε καὶ μεριζόμενος καὶ πλήϑων πάλιν τοῖς ῥεύμασιν· ὢ ἄνϑρωπος ἀποστολικός, ὢ τοῦ Εὐαγγελίου μαϑητὴς καὶ διδάσκαλος· οὐ γὰρ τοὺς ἀγαπωντας μόνον, ἀλλὰ καὶ τοὺς μισοῶντας ἠγάπησεν766, εἰ καὶ που τέως ἦσαν οὗτοί τινες. οὕτως ἀπεῖχε τοῦ λυπῆσαί τινα, ὥστε καὶ τὸν δυσμεναίνοντα κατεμάλϑασσε767 καὶ τῷ προσηνεῖ τοῦ ἤϑους καὶ μειλιχίῳ καὶ τῇ τοῦ στόματος μελιχρότητι πλέον768 ἢ τοῖς κρούμασιν Ὀρφεὺς καταϑέλγων εἰς ἀγάπην παρεβιάζετο· τῦφον δὲ καὶ ἀλαζονείαν οὐδ’ εἴπερ ἦν ἐξηπίστατο769· ὃν οὐδὲ προσειπεῖν τις ἔφϑασε πρότερον, οὐδὲ κλῖναι πλέον τὴν κεφαλήν, ταῦτα δὴ τὰ τῆς καλῆς χαρακτηρίσματα ταπεινώ(σεως)770, καὶ ταῦτα τοσοῦτον περικείμενον ὄγκον ἀξιωμάτων καὶ τοσαύτῃ δόξῃ περιστρεφόμενον, τὰ πρῶτα φέροντα τῆς συγ(κ)λήτου καὶ τῆς συνόδου τὰ τιμιώτερα. τίς ἥκούσε τὸν771 ὑπέρτιμον καὶ οὐκ ἐσεβάσϑη καὶ πρὸ τοῦ βλέμματος; τίς τὸν Ἀϑηνῶν ἐϑεάσατο καὶ οὐχ ὑπεξέστη ϑώκου καὶ πόρρωϑεν; εἰ μὲν γὰρ τοῖς ἔξωϑέν τις προσεῖχεν, ἀπὸ τῶν ἔξωϑεν ἐξεπλήττετο· εἰ δὲ παρακύπτειν εἰς τὰ ἔνδον ἠπίστατο772, τὰς ἀρετὰς κατενόει καὶ διὰ ταύτας ἐϑαύμαζεν. ἡττᾶτο δὲ ἄρα τοῦ ἀνδρὸς ὣσπερ τῦφος οὕτω καὶ γαστρὸς ἡδονὴ καὶ φλεγμαίνουσα τοῖς βρώμασι τράπεζα· οὐ γὰρ ἠνείχετο τρυφᾶν ἄλλων πεινώντων τὴν ἐντολὴν εὐλαβούμενος καὶ τὸ «φαγεῖν οὐκ ἐδώκατέ μοι»773 καὶ τὴν ἐντεῦϑεν ἀπόφασιν. οὐκ ἤϑελε τὴν γαστέρα παχύνειν, ὡς ἂν ὁ νοῦς ἐκλεπτύνοιτο καὶ ἀναβαίνειν ἔχοι ῥᾳδίως καὶ πρὸς τὸν ἄνω δρόμον ὑπερελαφρίζοιτο774. ἐντεῦϑεν ἀσιτίαι καὶ ἀγρυπνίαι καὶ πρὸς ϑεὸν ὕμνοι παννύχιοι, ἡ κατὰ γῆς στρωμνὴ καὶ ὁ τάπης, ταῦτα δὴ τὰ νύχτερα καὶ λανϑάνοντα· ἐντεῦϑεν ἡ κατὰ ϑεὸν φιλοσοφία καὶ ἡ δι’ ἐγκρατείας τῆς ψυχῆς κάϑαρσις καὶ ἡ πρὸς ϑεὸν ἀνάτασις ἡ ἀνάβασις.

7. Ἡ δὲ τῶν λόγων χάρις ὅποία καὶ πόσα τὰ τῆς σοφίας γνωρίσματα; ῥητορικὴ κατορϑουμένη πρὸς ἄκρον καὶ ἐπὶ τὸν σοφιστικὸν ἐντεῦϑεν ϑρόνον ἀνάγουσα, φιλοσοφία καὶ Ἀριστοτέλεις καὶ Πλάτωνες καὶ φύσις πολυπραγμονουμένη καὶ οὐρανὸς ἐρευνώμενος καὶ ἐπὶ τούτοις τὰ ἡμέτερα καὶ ϑειότερα, δι’ ὧν τὸ ἐκεῖϑεν ἁλμυρὸν ἀποκλύζεται ῥεῦμα καὶ εἰς τὸ γλυκερὸν καὶ πότιμον μεταβάλλεται. ἐγώ σε καὶ μετὰ ῥητόρων ᾔνεσα καὶ μετὰ φιλοσόφων ἐϑαύμασα· καὶ μετὰ τούτων γὰρ ἐϑεώρεις καὶ σὺν ἐχείνοις ἐπανηγύριζες· συνῆπτες τῇ τῶν συλλογισμῶν πειϑανάγκῃ τὴν ἐκ ῥητορικῆς πιϑανότητα καὶ ὑπῆρχες τὰ ἐξ λόγους ἀήττητος. ὢ πῶς τοὺς βασιλικοὶς ἐξύμνεις ἄϑλους ὁ ῥήτωρ καὶ τὰ ἀνάκτορα περιήχεις καὶ κατεμελίτους775 τὸν σύλλογον. ἔτι μοι τὰ τοῦ μέλους ἔναυλα τάχα καὶ περικνῶμαι τὰ ὦτα καὶ πρὸς τὴν μνήμην οἷον ἀναπτερύσσομαι· οὐδὲ τῶν κρότων ἐλαϑόμην, οὕς σοι τὸ γερούσιον ἐχαρίζετο. εἶδόν σε καὶ τοῖς ἐκ τῶν ἐϑνῶν ἐπιστρέφουσι τὰ σωτηριώδη πάλαι δόγματα προτιϑέμενον· ἐβάστασας γὰρ καὶ σὺ τὸ τοῦ κυρίου ὄνομα μετὰ Παύλου776 καὶ τῶν ἐϑνῶν διδάσκαλος ἐχρημάτισας. ὢ λαμυρᾶς γλώττης ἐκείνης, ἢ καὶ βάρβαρα κατέϑελγεν· ὢ πειϑοῦς καὶ λόγων ἰσχύος, ὑφ’ ὧν καὶ ὄρη κατὰ τὸν τοῦ κυρίου λόγον777 μετεκινοῦντο καὶ μετετίϑεντο, τὰ ἐπηρμένα ἄϑνη δηλαδὴ καὶ ὑψηλοκάρδια, πρὸς τὴν τῆς ἀληϑοῦς ἐπίγνωσιν πίστεως. ἐντεῦϑεν ἄϑλόν σοι τῆς σοφίας Ἀϑῆναι, τὸ τῆς σοφίας ἀνάκτορον, καὶ διαδέκεταί σου τὸν σοφιστικὸν ϑῶκον ὁ τῆς ἀρχιερωσύνης ϑρόνος ὁ ὑψηλότατος.

8. Τὰ δὲ ἑξῆς αὐτοὶ λεγέτωσαν Ἀϑηναῖοι, πόσον μὲν αὐτοῖς καὶ ποσάκις φόρου φόρον ἠλάφρυνος778, πόσον ῥεῦμα πρακτορικῆς ἀπληστίας αὐτοῖς ἀνέστειλας, πόσας κῆρας779 ἑτέρας ὁ ἀλεξίκακος ἀπεσόβησας, αὐτὸς ἐμψυχος γεγονὼς Ἐλέου βωμὸς Ἀϑήνῃσι· καὶ εἰς γόνυ λυϑεῖσαν780 τὴν πάλαι μακαρίαν πόλιν781 ἀνέστησας, ἐλευϑεροῦν τὰς782 Ἀϑήνας καὶ νῦν ὣσπερ ἀκούσας πάλαι783 τῆς Πυϑίας χρησμῴδημα. τὴν δὲ πάλαι784 μὲν ἀκρόπολιν, νῦν δὲ τῶν Ἀϑηναίων μητρόπολιν ὢ μετὰ πόσους τοὺς ἐκεῖσε προεδρεύσαντας ἐμεγάλυνας, ἄλλους τε ἀνήγειρας785 οἴκους κάλλος καὶ μέγεϑος ἔχοντας καὶ δὴ καὶ τὸν παρϑενικὸν ϑεῖον δόμον, τὸ περιφανὲς τῆς βασιλείας ἀνάκτορον, ὅσον εἴχες ἑξασκήσας εἰς κάλλος καὶ πολλῷ χρυσίῳ δείξας μαρμαίροντα, ὡς ἂν εἰησαν τῇ καϑαρωτάτῃ παρϑένῳ καὶ ναὸς καὶ ϑύτης ὑπέρλαμπροι. ὢ ϑεία ὄντως ἐκείνη ψῆφος ἡ σοὶ τὰς Ἀϑήνας ἐπικληρώσασα· σὲ γὰρ ἐχρῆν, οἷμαι, ταύτης καὶ οὐκ ἄλλον τότε λαχεῖν, ἵνα μετὰ Δημοσϑένην τὸν ῥήτορα ῥήτωρ πάλιν περιλαλῇ καὶ περικροτῇ τὰς Ἀϑήνας οὐδὲν τοῦ Δημοσϑένους λειπόμενος, ἵνα μετὰ Παῦλον τὸν εϑνῶν καὶ κήρυκα καὶ διδάσκαλον ἐϑνῶν ὁ διδάσκαλος αὖϑις ἐπὶ τὸν τοῦ Ἀρείου πάγον καϑίσῃ καὶ τὰ σοφὰ λαλήσειε καὶ ξενίζοντα· τὸ δὲ δὴ μεῖζον καὶ λόγου πλείονος ἄξιον, ἵνα τὸν ἁγνὸν νυμφίον καὶ ϑύτην ἡ ὑπέραγνος νύμφη καὶ ϑεοῦ μήτηρ κληρώσηται, ἔχ(ῃ) τε τοῦτον καὶ καϑαραῖς χερσὶν αὐτῇ προσάγοντα τὸ ϑυμίαμα καὶ χείλεσιν ἀρρυπάροις786 τὸν παννύχιον ὕμνον, ὅν ἐντεῦϑεν ἤσκησε, προσεπᾴδοντα.

9. Ἀλλά γὰρ, οἴμοι, καὶ πάλιν ϑρηνεῖν οἱ λόγοι βιάζονται καὶ εἰς μνήμην ἐλϑόντες τῶν τοῦ κειμένου τηλικούτων καλῶν ἀδακρυτὶ παραδραμεῖν οὐκ ἐϑέλουσιν. ὢ οἷον ἀγαϑὸν ἀπερρύη, πηλίκον χρῆμα παροίχεται, οἷον μέμυκε στόμα, ποία γλῶσσα σεσίγηκεν, οἷος αἰϑέριος ἠπράκτησε νοῦς, οἷαι χεῖρες ἐνάρκησαν, αἱ κατὰ ποταμὸν τὸν ἔλεον ῥέουσαι. οἰκτρὸν καὶ πόδες ἀκινητίζοντες, οἷς χϑἐς ὁ δρόμος τοῦ εὐαγγελίου τῆς εἰρήνης συντονώτερον ἀπετείνετο, ὡς ἄρα πάντα τὰ κάλλιστα δι’ ἐνὸς ἀνήρπασται σώματος. καὶ κωφεύσει μὲν πάντως τὰ τῆς συνόδου, σκυϑρωπάσει δὲ μετὰ τοῦ βασιλέως καὶ τὰ βασίλεια καὶ τὸ βῆμα στενάξει διὰ τὸν ἀληϑῶς τοῦ βήματος ἄξιον. Ἀϑῆναι, μηκέτι χρυσαῖ καλεῖσϑε787· τὸν γὰρ ὄλβον τὸν πολύτιμον ἀπωλέσατε καὶ νῦν ὁ ϑησαυρὸς ὑμῶν ἄνϑρακες, ἐξ ὧν καὶ τὸ τοῦ πένϑους πῦρ ὑπανάπτεται· μηκέτι ἐπὶ τῷ μελισταγεῖ τοῦ Ὑμητοῦ μεγαλαυχεῖτε788 κρουνῷ· ἰδοὺ πικρίαν κοσμικὴν ἀποβλύζετε. ὡς δυστυχῆ τὴν ἡμέραν ἐκείνην εἶδεν ὁ ἥλιος, ἐν ᾗ τὸν πρὸς789 Ἀϑήνας ἥψατο δρόμον ἡμῖν τὰ ἔσχατα συνταξάμενος· οὐχ ἥλιος δὲ ἄρα μόνον, ἀλλὰ καὶ ὁ σοφὸς ἡμῶν αὐτοκράτωρ τὸ τῆς ἀποδημίας δυστυχὲς κατενόησε καὶ τάχα μὲν ἐπέσχεν αὐτῷ τὸν δρόμον, ἀλλὰ τὸ τῆς γνώμης οὐκ ἐκώλυσε πρόϑυμον (ἦσαν γὰρ τὰ τῶν Μοιρῶν ἰσχυρότερα καὶ μὴ πεσεῖν ἀμήχανον πάντως τὸν ὀρισϑέντα πεσεῖν), ὅϑεν καὶ νικήσας ἡττήϑη καὶ περιγενόμενος πέπτωκεν. ἥψατο μὲν καὶ πάλιν τὸν δρόμον790, ἀλλ’ ἠγνόει τὸν ϑάνατον· ἅμα γὰρ Ἀϑηνῶν ἐπέβη791 καὶ ἅμα ᾤχετο, καὶ ϑάνατος ἦν αὐτῷ τοῦ δρόμου τὸ τέλος καὶ ϑρηνώδη μέλη καὶ δάκρυα.

10. Ἀλλ ἕως πότε ϑρῆνοι καὶ δάκρυα; μέχρι τίνος κλαύσομεν καὶ κοψόμεϑα τὸν ἔξω ϑρήνων792 γενόμενον; οὐ προσήκει ϑρῆνος τοῖς ἄνω τόποις, οὐ δακρύων ἄξιος ὁ παράδεισος· ἢ οὐ σκηναὶ ϑεῖαι φέρουσι τοῦτον, οὐχ ὁ ϑεῖος ἔχει παράδεισος; ἐδάκρυσεν ἐκεῖνος πολλάκις, ἀλλ’ ἀπονίπτων ἑαυτὸν τοῦ μολύσματος, ὅπερ ἡμῖν προὐξένησεν ἡ παράβασις· πολλάκις ἐστέναξεν, ἀλλὰ μετὰ πλάνου βίου καὶ τῆς φϑορᾶς καὶ τῶν ὅσοι τούτοις ἐνίσχονται. ἂν οὕτω καὶ σὺ δακρύῃς, ὢ κλεινὲ λογοϑέτα, τάχα καὶ ἀποδέξεταί σου τὸ δάκρυον· εἰ δ’ ὡς ἐπὶ νεκρῷ κλάυϑμυρίζῃ τῷ ἀδελφῷ, ἀλλ’ οὔτε νεκρὸς ἐκεῖνος, οὔτε σοῦ τὸν κλαυϑμὸν ἀποδέξεται. ἐν δεινῷ τίϑης τὴν ἐκδημίαν καὶ σοι δίχα τοῦ ὑπερτίμου τὸ βιοῦν οὐ βιώσιμον. τί δὲ, εἰπέ μοι, ζῆν ἀεὶ τοῦτον δικαιοῖς ὡς ἀϑάνατον; οὐκ ἔστι μὴ παρέρχεσϑαι τὸ γενόμενον μηδὲ τὸ ϑᾶλλον μαραίνεσϑαι. ἦν σοι καὶ ἄλλος ἀδελφὸς ἡδύ τι χρῆμα καὶ κἀλλιστον, ϑρέμμα ἄνϑος, νεότητος, φρονήσεως ἄγαλμα, λόγων μέλημα, ἀλλὰ παρῴχετό σοι κἀκεῖνος τοῖς ϑεσμοῖς δουλεύσας τῆς φύσεως. γλυκύ τι ϑέαμα καὶ ἥλιος ἐξανίσχων, ἀλλὰ δύνει καὶ οἴχεται· ἡδὺ μετ’ ἐκεῖνον σελήνη, ἀλλὰ μικρὸν ὁρᾶται καὶ δύεται793. τίς Σολομῶντος σοφώτερος; ἀλλ’ οὐδὲν ἡ σοφία πρὸς τὸ μὴ παρελϑεῖν αὐτῷ συνετέλεσεν· παρῆλϑε καὶ Δαυὶδ ὁ μέγας μετὰ τοῦ ἐπὶ τῇ πραότητι ϑαύματος. Ἱερεμίας ὁ ἐκ μήτρας ἡγιασμένος μόνον ἐκ βίβλου γνωρίζεται. τί ἂν τοὺς ἐπ’ ἀνδρείᾳ λάμψαντας καταλέγοιμι; οἴχεται καὶ ῥώμη μετὰ τοῦ ταύτην φέροντος σούματος, ὁ κάλλει σεμνὸς ὑπορρέει καὶ ὁ λαμπρὸς τὴν τύχην παρέρχεται. μὴ δῆτα γοῦν σοι πενϑητέον διὰ τὰς ἀρϑτὰς τὸν ὑπέρτιμον· ἄφες παρενοχλεῖν ἀῦτῷ διὰ τοῦ πένϑους καὶ τὴν ἀσχολίαν ἐπιταράττειν· ϑεῷ γὰρ προσανέχει καὶ ἐντυγχάνει πάντως ὑπὲρ σοῦ τὰ λῴονα ἐξαιτούμενος.

6. Toῦ ἀντοῦ λόγος εἰς τὸν αὐτοκράτορα κύριον Μανουὴλ τὸν Коμνηνὸν, ἐκφωνηϑεὶς ὅτε εἰσῆλϑεν εἰς Κωνσταντινούπολιν ὁ σουλτᾶνος προσελὼν ἀντῷ794

1. Εὖγε, ὦ βασιλεῦ, ἀνέπαυσάς μου τοὺς λόγους ἐπὶ μακρόν σε διώκοντας· εὐγε ὅτι ποτὲ τῶν μακρῶν πόνων ἔστης καὶ τῶν ἐπὶ τοὺς Βαρβάοους ἐκδρομῶν ἐπὶ μικρὸν ἔληξας, ἵνα σε καὶ ἡμεῖς οἱ ἐπήλυδες ἐπὶ βραχὺ προσβλέψωμέν795 τε καὶ προσφϑεγξώμεϑα· ἐκ πολλοῦ γὰρ σου τῆς τῶν τροπαίων δόξης ἐρῶντες, ὦ τῶν πώποτε βασιλέων στρατηγικώτατε, καὶ τούτοις κόσμῆσαι τοὺς ἐμοὺς λόγους ἐϑέλων οὐχ ἧττον ἢ ὁρμίσκοις τε καὶ (πε) ριδεραίοις796 καὶ τῇ λοιττῇ τοῦ χρυσοῦ φιλοτιμίᾳ, (ᾗ)797 τὰ σώματα κοσμοῦσιν οἱ φιλοσώματοι, ἐκ πολλοῦ σε μάχης ἐκτὸς καὶ πολέμων εὑρέσϑαι ζητῶν καὶ μικρὸν ἠρεμοῦντα τῶν πόνων καὶ τῆς κατ’ ἐχϑρῶν ῥύμης ἱστάμενον, ἵνα σε κἂν ὡς ἀριστέα προσείπω καὶ τὰς ἀριστουργοὺς798 χεῖρας καταφιλήσω σου, οὐδέπω μέχρι καὶ δεῦρο τοὺς ἐμοὺς ἐδυνήϑην τούτους ἔρωτας ἀναπλῆσαι, οὐδὲ ἀνέμεινάς μέ ποτὲ τὴν γλώτταν ἤδη κινοῆντα καὶ τὰ χείλη διαίροντα καὶ φωνὴν ἆραι καὶ λόγον ἐξενεγκεῖν σοι ῥητορικὸν συστήσαϑαι ϑέατρον. ἀλλ’ ἐγὼ μὲν ἐκινούμην πρὸς λόγους, σὺ δὲ πρὸς μάχας ἀπέτρεχες, ἐγὼ τῇ χειρὶ τὸν γραφέα κατεῖχον δόνακα, σὺ δὲ τὸ δόρυ πάλλων ἐκράδαινες, ἐγὼ τὴν γλῶτταν τοῖς σοῖς ἐπαίνοις ἠκόνουν καὶ σὺ τὴν σπάϑην τοῖς ἐχϑροῖς ἔϑηγες, ἐγώ σοι τὸν ἐπεισόδιον ἐμελέτων, σὺ δὲ τὸν συντακτήριον προὔφϑανες. ἐϑάρρησά ποτε τῷ τάχει τοῦ λόγου καὶ σε φεύγοντα λοιπὸν ἐδίωκον, ἀλλ’ εἶχες ἄρα καὶ τοὺς λόγους ἐλεγχειν καλουμένους μάτην πτερόεντας799. καὶ σὲ μὲν εἶχεν ἄλλοτε ἄλλος χῶρος τῶν ἀντιπάλων πυκνὰ καὶ ϑαμινὰ μεταπίπτοντα800 καὶ ἀγῶνες διεδέχοντο μετὰ τοὺς ἀγῶνας καὶ πόλεμοι μετὰ τοὺς πολέμους μηδ’ ἀποψῆσαι τοὺς ἱδρῶτας γοῦν περιμένοντα· ἔμενον δὲ παρ’ ἡμῖν ὣσπερ ἀκτῖνες πάλιν οἱ λόγοι τοῦ σοῦ τάχους ἀπολειπόμενοι.

2. Νῦν δὲ ἀλλ’ ἐπειδή σε τῆς αὐλῆς ἐνδον ἔχω τῶν βασιλείων, τὸν ἀεὶ τὴν οἰκουμένην περιόντα καὶ πλέον ἡ ὁ τοῦ Διὸς Ἡρακλῆς τῶν λῃστηρίων ταύτην ἀνακαϑαίροντα, ἐπεί σε ὑπὸ στέγην ὁρῶ τὸν ὓπαιϑρον ἀεὶ καὶ καύσωνι καὶ ψύχει διαμιλλώμενον καὶ ἠλλάξω τῆς μικρᾶς καλύβης τὸν μέγαν τῆς ἀρχῆς ὄγκον καὶ τῆς κατὰ γῆς στιβάδος τὴν βασιλικὴν κλίνην καὶ γνωρίζει σου τὸ κράτος οὐ τὸ πέδιλον μόνον, ἀλλὰ καὶ ὁ ϑρόνος καὶ ἡ τιάρα καὶ τὸ περιμάργαρον ἔσϑημα καὶ ὁ σεμνὸς κύκλος οὕτος καὶ ἡ σὴ πόλις αὕτη ξύμπασα πέρισκαίρουσα· ἐπεὶ μετὰ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης σου δρόμους ἄρτι καὶ τὸν801 δυτικὸν ὁρίζοντα παραμείψας ὁ ἡμεδαπὸς ἥλιος φαιδροτέρας ὅτι μᾶλλον καὶ ϑερμοτέρας τὰς ἀκτῖνας ὑπανίσχεις ἡμῖν καὶ φϑόνος οὐδεὶς ὑπανεῖναί σου τῇ ϑέρμη τὸ τοῦ λόγου πτερόν, ὡς ἐντεῦϑεν ἱκανῶς ἀναζωπυρηϑέντες γεγωνότερόν802 τι κατὰ τοὺς ϑερινοὺς τέττιγας μουσικεύσασϑαι, φέρε περιλαλήσωμέν σε τὸν βασιλέα καὶ τῶν σῶν τροπαίων κατατρυφήσωμεν. ἀλλ’ ἐκεῖνό σοι803, βασιλεῦ, πρὸ τῶν σῶν ἀνδραγαϑημάτων, ἐκεῖνο μὴ μοι μεταξὺ τῶν λόγων ἀναπηδήσης ὀνόματος ἀκούσας Βαρβάρων, μηδὲ μνήμη σε πολέμου διαναστήσῃ τοῦ ϑρόνου καὶ κενωϑῇ μοι τὸ ϑέατρον. ἀλλ’ ἐπειδή σου νῦν ἐλαβόμην τῷ τέως804 καὶ παρέστηκέ σοι ῥήτωρ, ὃν ἀκοή σοι μόνον ἐγνώρισε, φέρε δῶμεν ἑαυτοῦς ἀλλήλοις καὶ σὺ μὲν μου τὴν φωνήν, εἰ βούλει, περιεργάζου, εἰ μὴ τὸν Ἰακὼβ ὑποκρίνεται· πολυπραγμόνει τὰ τῶν λόγων ἱμάτια, μὴ τὸν λαμπρὸν νυμφῶνά σου καταισχύνωσι, καὶ εἰ τολμηρὸς ὁ λόγος, ἂν ὁ πηλὸς τῷ κεραμεῖ805 δικάζομαι. λαλῶ δὲ τὸ πλάσμα τῷ πλάσαντι806· «Διατί με οὕτως ἐποίησας μὴ τῷ σοφῷ προφήτῃ πειϑόμενος; γνῶϑι νῦν, εἰ δικαίως μέχρι μοι καὶ ἐς δεῦρο τὸ σὸν ἐκέκλειστο παστοφόριον καὶ ἔμεινά σου τοῦ καλοῦ νυμφῶνος ἐκτός, καὶ ταῦτα μηδὲ τὴν ἐπὶ τὸ δεῖπνον κλῆσιν παραιτησάμενος». σὺ μὲν ταῦτα περὶ ἐμέ καὶ δέχοιό μου τοὺς ἀπαλοὺς τούτους ἐρίφους, οὓς οὐ λαβὼν ἐκ τῆς μάνδρας ἀλλὰ ϑηρεύσας πόνῳ κομίζω σοι καὶ βρῶμα τούτους ποιήσαις μέχρι καὶ ἐξ καρδίαν σοι καταβαίνοντας καὶ μετὰ ταῦτα εὐλογήσαις δὴ καὶ ἡμᾶς, εἴ πού σοι εὐλογία τις περιλέλειπται. ἐγὼ δὲ τὸ εἰς ἐμέ σοι λεῖψαν ἀναπληρώσω καὶ περιεργάσομαί σου τὰς χεῖρας, ἂν ἔτι στάζωσιν αἵματος, ἐξετάσω σου καὶ τοὺς πόδας καὶ σου φιλοκρινήσω τὸ πέδιλον· εἰ μὴ ἄρα βαρβαρικοῖς αἵμασι στίλβει πεφοινιγμένον, ἀλλὰ τοῦ κράτους ἐστὶ παράσημου. πρὸ δὲ δὴ τούτων λαβόμενός σου τῶν ὤτων ὀχλοκοπήσω ταῦτα τοῖς λόγοις, ἵν’ εἰδῶ πῶς ἄρα καὶ ὁ ῥητορικὸς κώδων ἄναπτεροῖ σε· καὶ μὴ μόνον ταῦτα, πρ(οσ)ιόντων807 δοῦπον ἀνορϑιάζεις καὶ πρὸς ἠχὴν ἐγείρεις τὴν ἐνυάλιον, μηδὲ περὶ μάχας μόνον ἔχεις καὶ τοὺς πολέμους, ἀλλ’ Ἑρμῇ ϑύεις, ὡς (ἂν οὕτω)808 φάναι, καὶ Ἀρεϊ· λόγους μὲν γὰρ ἐγὼ καὶ ἄλλους ἐγεννησάμην καὶ σού γε χάριν τούτους προήνεγκα, ἀλλὰ τεκὼν μόνον ἔπειτα ἐξεϑέμην καὶ ἄλλοις τὴν ἐκείνων ἐπιμέλειαν ἐνεπιστευσάμην μέχρι καὶ ἐπὶ τὴν ἐνώπιόν σου παράστασιν, οὐχ ὅτι ἐπ’ ἐκείνοις τοῖς λόγοις πορνείαν ἐμαυτῷ κατηγόρησα κατὰ τοὺς ὅσοι λάϑρα τεκνογονοῦντες καὶ τὸν γάμον κλέπτοντες λάϑρα καὶ τὸ τικτόμενον ἐκτιϑέασιν, ἀλλ’ ὅτι σε πενϑοῦντα τότε τὴν βασιλίδα.

3. Ἀλλ’, ὦ λόγε, ποῖ με κατήνεγκας, πῶς δὲ καὶ τοῦ κατασχόντος809 πάϑους τὴν οἰκουμένην εἰς μνήμην ἤγαγες καὶ οὐ φοβῇ τοὺς τῶν βασιλικῶν καταρράκτας810 δακρύων, μὴ σε τοῖς ῥεύμασιν ὑποσύρωσιν, ὅτι σε τότε, ὦ αὐτοκράτορ, τὰ τῶν ἀνοκτόρων εἶχε μυχαίτατα καὶ μόνος ἀπολαύειν ϑέλων τῶν ϑρήνων οὐ παρακύπτειν τοῖς πολλοῖς ἐδίδους εἰς τὰ βασίλεια, νῦν δὲ ἀλλὰ τούτων τὸν λόγον πάλαι σοι ὠδίνων, ὦ βασιλεῦ, εἶτὰ δὴ καὶ γεννήσας καὶ αὐτὸς βρεφοκομήσας τὸ γέννημα καὶ κομώσας καὶ βοστρυχίσας καὶ ὡς ἐνῆν ἐπισκευασάμενος παρέστηκά σου μετὰ τοῦ βρέφους καὶ ϑεατρίζω τὸ ἔκγονον καὶ βούλομαι καταμανϑάνειν αὐτὸς καὶ τῷ ὕψει πιστοῦσϑαι τὴν τοῦ σοῦ ποταμοῦ τῆς σοφίας περὶ τοὺς ἐμοὺς τόκους βάσανον, εἰ ἄρα τούτους ὑπανέχει καὶ περιέπει καὶ τὸ ὅλον ζωογονεῖ ἀλλὰ μὴ παρωϑεῖται καὶ κατακρίνει καὶ τῷ τῆς λήϑης παραπέμπει βυϑῷ· εἶεν. ἀλλὰ τότε μὲν περὶ μονῳδίας εἶχεν ὁ λόγος, εἶτα μικρὸν διαλείπων ἐπενοεῖτο παράκλησιν. ὢ πῶς εἰς τούτους ἐμπίπτω τοὺς λόγους καὶ τὸ πάϑος αὖϑις ἀνακαινίζω καὶ τὴν ἐμὴν συγχέω ταύτην πανήγυριν· νῦν δὲ ἀλλὰ δὸς ἡμῖν, ὦ βασιλεῦ, τοῖς σοῖς ἐπαίνοις ἐγχορεῦσαι μικρόν, δὸς ἐπὶ τὸ χαροπώτερον ὑπαλλάξασϑαι ἢ χρῆναι φήσεις κατηφειᾶν ἀεὶ καὶ τοὺς λόγους καὶ μέχρι νῦν τούτους ἀποδεχόμενος μεμνημένους τῆς βασιλίδος καὶ στρεφομένους περὶ τὰ δάκρυα, τὸ δ’ ἐξῆς ἀποστρέψῃ διὰ τῶν σῶν τροπαίων τὰ κρόταλα. ἀλλ’ οἱ λόγοι χρῆμα ποικίλον καὶ μένειν ἐπὶ τῶν αὐτῶν οὐ ϑέλουσι καὶ τὴν μεταβολὴν αὐτοὶ καλεσαντες ἥδιστον πρῶτοι φιλονεικοῦσι τοῖς ἑαυτῶν ἀποχρήσασϑαι. διὰ τοῦτο ἄρα καὶ τὸν Ἑρμῆν πολλαῖς τοῖς διακονίοις οἱ παλαιοὶ σοφοὶ κατεμέρισαν καὶ μυρίοις ἐντεῦϑεν περιεστέψαντο τοῖς ὀνόμασι· καὶ ἵνα μὴ τὰ λοιπὰ τῶν ὀνομάτων καταριϑμῶμεν, Πομπαῖος811 ὠνομάσϑη καὶ Χϑόνιος, ἀλλ’ οὐκ ἐναπομενων τοῖς κάτω λέγεται καὶ Οὐράνιος καὶ πέδιλα φορεῖ πτερωτά, ἵνα ῥᾳδίως ἄρα πρὸς τὰ κατὰ σκοπὸν μεταφέροιτο. τότε τοίνυν ὁ καϑ’ ἡμᾶς Ἑρμῆς ἦν πομπαῖος καὶ εἰχεν αὐτὸν τὰ σκοτεινὰ χωρία τοῦ Πλούτωνος812 ἐπιταφίοις ϑρήνοις διακονούμενον, ἀλλὰ νῦν ὁ οὐράνιος ϑέλει κληϑῆνοι πρὸς τὸ τῶν βασιλικῶν τροπαίων ὕψος ἐλαφριζόμενος καὶ ζητεῖ τὰ πέδιλα τὰ πτερόεντα813. μὴ τις φϑονείτω τῶν καλῶν ὀνομάτων τῷ λόγῳ· ἔστω μοι νῦν καὶ διάκτορος καὶ τὰς βασιλικὰς ἀριστείας ἀπαγγειλάτω διατορώτερον.

4. Ἀλλ’ ὢ τλήμων ῥήτωρ ἐγὼ τοσούτων· ἐν ἀκαρεὶ μνημονεῦσαι κατορϑωμάτων ἀναγκοζόμενος, ἃ κἂν χρόνιος ἀσχολία, κἂν ὁ κατὰ κεφαλῆς τοῦ Δημοσϑένους ξυρός, κἂν ὁ ἄσβεστος ἐκείνου λύχνος ἀπαριϑμήσαιντο· μᾶλλον δὲ τί γάρ με δεῖ τῆς ἐμῆς εὐδαιμονίας κατειρωνεύσασϑοι; τί δὲ χρὴ μὴ δημοσιεύειν τὸ τῶν ἐμῶν λόγων εὐτύχημα; ὄλβιος ἐν λογογράφοις ἐγώ, μόνος εἴπερ τις τῶν πώποτε βασιλικὰς ἀνδραγαϑίας συγγραψαμένων, οὐκ ἀμάρτυρον παρέχων τὸν λόγον, ἵνα καὶ τὰ κολάκων ὑποπτευϑήσωμαι· ἰδοὺ γὰρ ἐγγὺς ἡμῖν, ὦ παρόντες, ὁ μάρτυς καὶ πάρεστιν ὁ τοὺς λόγους ἐπὶ τῶν ἔργων ἰδὼν καὶ παϑών, ἃ μέλλω νῦν ἐγὼ διηγήσασϑαι. τίς ποτε εἶδεν εὐφημούμενον βασιλέα ῥήτορα μετὰ τοῦ πυξίου παρεστηκότα καὶ τῆς εὐφημίας συμπαρόντα τὸν μάρτυρα; εἰ δὲ δεῖ καὶ ἀξιοπιστίας μαρτύρων, ἀρχηγὸς οὗτός ἐστι Περσίδος, μᾶλλον δὲ τῶν ἀρχηγούντων ἐν αὐτῇ τὸ κεφάλαιον καὶ πιστώσεταί μου τοὺς λόγους ὁμολογῶν τὰ παϑήματα. ἀλλ’ ἀρχηγὸς ἀληϑῶς οὑτοσὶ Περσίδος, οὗτος ἐκεῖνος ὁ κρατῶν τῶν Περσῶν, ἄνϑρωπος ἀρχὴν ἐζωσμένος τοσαύτην καὶ ἐπὶ μέγα δόξης ὀγκούμενος καὶ οὕτω μὲν ἐπ’ εὐγενείᾳ κομπάζων, οὕτω δ’ ἐπὶ μυριάσι στρατευμάτων κυδρούμενος· οὗ(τος)814 ἐκεῖνος ὁ Δαρείου καὶ Ξέρξου τῶν τῆς Περσίδος αὐχημάτων ἀπόγονος καὶ ταπεινὸς ἐφ’ ἡμᾶς ἥκει νῦν καὶ κἀτω κλίνει (τ)ὴν μεγάλαυχον κεφαλὴν τῷ ἡμετέρῳ προσκυνῶν βασιλεῖ. ἐπαίρεί μου καὶ τοῦτο τὸν λόγον, ἂν εὐϑὺς καὶ ἐκ προοιμίων ὑπέρσεμνά τινα διηγεῖτο καὶ ὧν οὐχ εὕρηταί που τὰ παραδείγματα· βασιλεῖς μὲν γὰρ πολλοὺς ἠκηκόειν καὶ ἀπὸ τῶν βιβλίων ἀνελεξάμην, οἳ φοβεροὶ μετὰ τῶν ὅπλων ἐδόκουν καὶ ἄνευ ὅπλων ἀπρόσμαχοι, ἥκειν δὲ ἐπ’ αὐτοὶς αὐτομόλους οὕτω τοὺς ἀλλαχοῦ που κρατοῦντας καὶ οὕτω μὲν ἱκετεύειν οὕτω δὲ δουλείαν ὁμολογεῖν καὶ τοῖς οἰκέταις ἑκοντὰς τοὺς βασιλέας συντάττεσϑαι οὐδεὶς οὐδέπω με λόγος ἔχει διδάξας οὐδ’ ἔχω δοῦναι τούτου παράδειγμα. ὢ βασιλέως ἡμετέρου, βασιλέως πάντων ἄνϑρώπων· ὢ βασιλέως, ᾧ τὸ μὲν ὑπὸ χεῖρα τὰ εὐχαριστήρια προσκυνεῖ καὶ ϑύει τάχα τὰ λυτρωτήρια, βασιλεῖς δὲ προσκυνοῦσι τὰ ἱκετήρια, μὴ καὶ ζυγὸν δουλείας ἐπαυχενίσαιντο.

5. Πάλαι μὲν οὖν κατὰ τῆς Ἀσίας στρατεύων ὁ Μακεδὼν ἐκεῖνος Ἀλέξανδρος (ἐδόκει δὲ φοβερὸς καὶ χειρὶ καὶ τῷ πλήϑει καὶ τῶν τροπαίων τοῖς ϑαύμασι) προὐκαλεῖτο τὸν Περσῶν βασιλέα Δαρεῖον μόνον ἐλϑόντα οἷ κλῖναι τὴν κεφαλὴν καὶ ὁ Πέρσης ἠλαζονεύσατο καὶ οἱ ἐξὸν τὴν ἀρχὴν ἀκινδύνως ἔχειν, ἀλλὰ πίπτειν ἤϑελε μετὰ τοῦ φρονήματος· ἀλλὰ νῦν, ὦ Δαρεῖε, σοῦ μὲν ὁ σὸς ἀπόγονος συνετώτερος, Ἀλεξάνδρου δὲ ἐκείνου ὁ ἐμὸς βασιλεὺς φοβερώτερός τε καὶ γενναιότερος καὶ οὔτε προσκαλεῖται τὸν Περσῶν ἄρχοντα μικροψύχου βασιλέως ἔργον ποιῶν καὶ τοῖς σχήμασι ζητοῦντος μόνοις κυδαίνεσϑαι καὶ βλέπει τοῦτον ἐξ αἰφνιδίου δουλοπρεπῶς ἐπιστάντα καὶ τοῖς αὐτοῦ ποσὶ προσκνυζόμενον. μέχρι τούτου μέγας Ἀλέξανδρος ἐπιϑυμῶν μὴ ἐπιτυγχάνων ἅπερ ἐξ αὐτομάτου τῷ βασιλεῖ μου προσγίνεται. μέγας ἐν βασιλεῦσιν ὁ Σολομών, ὅσῳ μετὰ τῆς λοιπῆς μεγαλοπρεπείας καὶ ἐπὶ τῇ σοφίᾳ ξυμπάντων ἦν περισσότερος καὶ ἧκεν ἡ βασίλισσα Νότου, φησὶ τὸ γράμμα τὸ ἱερόν815, τοῦ βασιλέως τὴν σοφίαν ϑαυμάζουσα· ἀλλ’ ἱδοὺ πλέον Σολομῶντος ὧδε (τὰ γὰρ ἐξῆς ἀρπάζω τοῦ γράμματος) ὅσῳ καὶ γυναικὸς ἀνὴρ πλέον τῆς Σολομῶντα ζητούσης ὁ τὸν ἐμὸν ζητῶν αὐτοκράτωρ· τὰ γὰρ τῆς ἀρχῆς ἀμφοτέροις ἴσα διδόσϑωσαν καὶ οὐ σοφίαν816 μόνον ἀλλὰ καὶ ἀνδρείαν817 καὶ τὴν δικαιοσύνην καὶ τὰς λοιπὰς τῶν ἀρετῶν προσιστορῆσαι πάντως ἐλήλυϑε. τί μὴ λέγω τὸ μεῖζον; τῷ Σολομῶντι μὲν ἡ βασίλισσα πλέον οὐδὲν ἀφῆκε τοῦ ϑαύματος καὶ ἀκοῦσαι τὴν σοφίαν ἐλϑοῦσα μόνον ἀπῆλϑε ϑαυμάζουσα, ὁ δὲ Περσῶν οὗτος φύλαρχος818 καὶ ϑαυμάσαι μὲν ἦκεν, ἀλλὰ καὶ τὴν δουλείαν τῷ βασιλεῖ μου πιστώσασϑαι καὶ μέγας ἐνταῦϑα παραγενόμενος ἔϑναρχος εἶτα δοῦλος ἀναχωρεῖ καὶ δουλείας ὁμολογίαν ἀφῆκεν ὧδε μετὰ τοῦ ϑαύματος. ὢ βασιλέως τοσούτου, βασιλέως καὶ χειρὶ τοὺς ἐχϑροὺς καὶ φήμῃ τοὺς βασιλέας καὶ δωρεῶν μεγαλοπρεπείᾳ πάντας ἀνϑρώπους ὑπάγοντος· ὢ βασιλέως, ᾧ προσκυνοῦσιν οἱ βασιλεῖς τῆς γῆς ἅπαντες, οἱ μὲν πόρρωϑεν διὰ τὸν φόβον, οἱ δὲ καὶ προσιόντες διὰ τὸ μείλιχον καὶ γαλήνιον· ὢ βασιλέως μέχρι μὲν νῦν Αὐσόνων, νῦν δὲ καὶ βασιλέων καὶ τῶν ἐκασταχῇ κρατούντων τῆς γῆς· ὢ βασιλέως καὶ ὑποκλίνειν εἰδότος τοὺς δυνατοὺς τῆς γῆς ἅπαντας καὶ βασιλικῶς δεξιοῦσϑαι καὶ ταῖς ὑπὲρ αὐτοὺς κυδαίνειν τιμαῖς.

6. Ἀλέξανδρος μὲν γὰρ πρῶτον ἀναμένει πυϑέσϑαι τοῦ εἰς χεῖρας ἐλϑόντος, πῶς ἂν αὐτῷ ποτε χρήσαιτο· ὅϑεν καὶ φάναι λέγεται πρὸς τὸν Πώρον (μέγας δὲ οὗτος ἦν Ἰνδῶν βασιλεὺς καὶ τέως γέγονεν ὑπὸ τὸν Ἀλέξανδρον)· «Λέγε, ὦ Πῶρε, ὅ τί σοι ϑέλει γενέσϑαι». τοῦ δὲ εἰπόντος «Βασιλικῶς μοι χρῆσαι, ὦ819 βασιλεῦ», τότε ὁ Μακεδὼν ἀναμνησϑεὶς ἐξ ὧν ὁ Πῶρος εἶπεν, ὡς ἔοικεν, ὡς ἄρα εἴη γε βασιλεύς, βασιλικῆς ϑεραπείας τὸν βασιλέα ἠξίωσεν820. ὁ δ’ ἐμὸς βασιλεύς, τὸ τῆς σοφίας ταμεῖον, τὸ τῆς φρονήσεως ἄγαλμα, φϑάνει τοῖς ἔργοις τὰς ἀποκρίσεις, μᾶλλον δὲ οὔτε πυνϑάνεται τοῦ Περσάρχου, πῶς ἂν αὐτῷ χαριεῖται· οῖδε γὰρ ὅ τι δεῖ τοὺς βασιλέας ποιεῖν καὶ πολλῷ μείζονας ἢ κατὰ τὰς αὐτοῦ ἐλπίδας καὶ τὴν ἀξίαν τὰς εὐεργεσίας ἀπονέμει καὶ τὰς τιμάς· ὁ μὲν γὰρ δοῦλον ἑαυτὸν καλεῖ καὶ τὰ τῶν δούλων ϑέλει ποιεῖν καὶ προσκυνήσας εἶτα παρίσταται, ὁ δὲ καὶ παῖδα ποιεῖται καὶ τοῖς οἰκείοις ἐγγράφει821 καὶ ἀξιοῖ καὶ τῆς παρ’ αὐτῷ καϑέδρας, ἧς καὶ μεγάλοι βασιλεῖς ἐπεϑύμησαν. πάλαι μὲν οὖν Δημάρατος ὁ Κορίνϑιος, Ἀλεξάνδρου τὸ πρῶτον ὑπὸ τὸν χρυσοῦν οὐρανίσκον ἐν τῷ Δαρείου ϑρόνῳ καϑίσαντος, μεγάλης εἶπεν ἡδονῆς στερηϑῆναι τῶν Ἑλληνων τοὺς τεϑνηκότας πρὶν ἢ ϑεάσασϑαι τὸν Ἀλέξανδρον ἐν τῷ Δαρείου ϑρόνῳ καϑήμενον822· ἐγὼ δ’ ἂν καὶ αὐτὸς οἰκειωσαίμην ἄρτι τοῦτο τὸ Δημαράτειον καὶ πολλῆς ἂν φαίην ἐστερῆσϑαι τῆς ἡδονῆς τῶν ὑπό τινας Ῥωμαίων ἐκείνους, ὅσοί ϑανόντες οὐ πάρεισί γε νῦν ἰδεῖν τὸν ἑαυτῶν βασιλέα λαμπρὸν λαμπρῶς ἐνϑάδε προϑρονιζόμενον καὶ τὸν μέγαν τὸν Περσῶν ἀρχηγέτην αὐτῷ καλῶς ὑποποδιζόμενον. ϑέαμα τερπνὸν οὕτω καὶ ξένον καὶ οἷον οὐδέπω τοὺς ὀφϑαλμοὺς Ῥωμαίων εἰστίασεν· ἄρχοντας μὲν γὰρ ἐϑνῶν καὶ δυνάστας (πάλαι τε ἦν ἡ καϑ’ ἡμᾶς ἀρχὴ μεγάλη καὶ πολυδύναμος) καὶ πολλούς τε πολλάκις προσερχομένους ἐδέξατο, καϑαρὰν δὲ τὴν τῆς δουλείας ὁμολογίαν καὶ τὸν ζῆλον τῶν παρ’ ἡμῖν σεμνοτήτων, ὅϑεν καὶ οἱ τῆς ϑέας ἔρωτες ἑξανήφϑησαν, μόνος ὁ Περσάναξ οὗτος ἐμφαίνει δίχα πολέμων ἐνεστηκότων ἀνάγκης (ἢν μή τις λέγῃ τοὺς προλαβόντας τε καὶ τοὺς μέλλοντας, οὓς ἀπὸ τῶν γενναιοτέρων οἱ ἀσϑενεῖς ὑποπτεύουσι) καὶ δίχα τῆς ὑποκαϑημένης ἐν τοῖς κουφογνώμοσι δολιότητος αὐτομολήσας εἰς τὸν αὐτάνακτα. ὅϑεν καὶ τοὺς βασιλικοὺς μὲν ϑησαυροὺς οὐκ εἶδεν, ὡς τοὺς παρ’ Ἐζεκίᾳ823 πάλαι τῷ βασιλεῖ Βαβυλῶνος, ἀλλ’ ἐξ αὐτῶν ἀφϑόνως ἐρρύσατο καὶ ἣν ἐν πολέμοις ἔγνω πάλαι χεῖρα τοῦ βασιλέως πλήκτριαν, ταύτην νῦν γνωρίζει πλουτίστριαν.

7. Αἰσϑάνομαί σου, βασιλεῦ φιλοπάτορ καὶ μετριόφρον, αἰϑάνομαί σου προβαλλομένου τὰ πάτρια καὶ μοι ἀντίϑης τὸν πατέρα τούτου, τὸν πάλαι τῶν Περσῶν ἄρχοντα, πρὸς τὸν σὸν πατέρα καὶ βασιλέα δουλοπρεπῶς ἐνϑάδε παραγενόμενον καὶ τιμῶν τὸν πατέρα λέγεις τὰ ἔργα παρόμοια; πολλοῦ γε καὶ δεῖ δουρὸς ἀκωκῇ824 καὶ λογισμῷ κρίσιν ἐς ταὐτὸν ἔρχεσϑαι. ὁ μὲν γὰρ κρίνει τὸ τῆς σῆς ἀρχῆς ὕψος, ὅτι ξυμπάσας ἀληϑῶς βασιλείας κατὰ τὰ τῶν μεγεϑῶν ἢ ἀριϑμῶν Ἀσία μέτρα ὑπερπέπαικεν, ὅϑεν καὶ τὴν ὑπεροχὴν αἰδεῖται καὶ τὸ κράτος φοβεῖται καὶ προσελϑεῖν προαιρεῖται καὶ τὴν δουλείαν ὁμολογῆσαί σοι· ἐκεῖνον δὲ ἄρα ἐχϑρὸς ἐλαύνων ἐδίωκε καὶ πέτραν ὁ λαγῳὸς ἐζήτει καταφυγὴν καὶ τὴν τοῦ ὄρους λόχμην τὸ κνώδαλον. δεῖγμα μὲν γάρ σοι καὶ τοῦτο τῆς πατρικῆς γενναιότητος, ὅτι τῶν καταπονουμένων προΐσταται καὶ τοὺς τῶν οἰκείων ἐλαυνομένους φέρων αὐτοῖς ἐγκαϑίστησι. σοῦ δὲ ἧν ὄντως πολλῷ μεῖζον τὸ κράτος, ὅτι σοὶ ἄρα καὶ ἐν καλῷ καϑεστῶτες οἱ τῆς γῆς δυνάσται προσπίπτουσιν825, ἧκέ σοι πάλαι καὶ ὁ τὴν Ἀντιόχου διέπων μετὰ τοῦ ἴσου τούτου φρονήματος, ἀλλ’ ὣσπερ οἶδα μίαν τὴν Ἀντιόχου πόλιν, οὕτω πολλὰς τὰς τῆς περιόδου πόλεις ἐπίσταμαι καὶ συγκρίνειν ἐνταῦϑα πόσην διάστασιν ἄλογον. εἶδεν ἡ καϑ’ ἡμᾶς αὕτη πόλις καὶ βασιλέας μεγάλους ἐκ τῆς Ἑσπέρας κἀτωϑεν ἥκοντας καὶ φοβεροὶ μὲν ἦσαν, ὅσῳ κατὰ τὰς ἄμμους ἔμβριϑον τοῖς στρατεύμασι, καὶ προσεκύνησάν σοι βασιλεῖς ἐκεῖνοι καὶ τὸ σὸν ἀνύψωσαν κλέος περιφανῶς ὑποϑρονιζόμενοι, ἀλλ’ ἐγὼ ξυνἐννοοῦμαι τὰ πρῶτα καὶ τῆς ὁδοῦ τὸν σκοπὸν ἐκείνοις ἀναμοχλεύω καὶ γνωρίζω τὴν ἀνάγκην αὐτοὺς ὀψὲ ταπεινώσασαν.

8. Εὖγέ σοι, ὦ Πέρσα, τῆς εὐβουλίας, ὅτι παλαιῶν Περσῶν ἔϑος πεμπείν τοὺς παῖδας ἐς τὰ κοινὰ τῆς δικαιοσύνης διδασκαλεία826 τῷ πολλῷ χρόνῳ κατημελημένον ἀνακαινίζεις αὐτὸς προστρεχων εἰς τὸν μόνον δικαιότατον βασιλέα, ἀλλὰ καὶ πάσης ἀρετῆς κατακώχιμον. εὖγε, ὅτι τὸν ἀληϑινὸν τῆς γῆς βασιλέα κατὰ τοὺς πρότριτα Πέρσας ἀναζητεῖς καὶ προπέμψας ἐκείνους, ὡς ἔοικεν, ἀνερευνῆσαι τὴν φάτνην αὐτὸς ἐπέστης ἄρτι παριορδάνιος827, ἵν’ ἰδῇς828, ὁποίους οἶδε καὶ σχεδιάζειν ὁ βασιλεύς μου τοὺς ποταμοῦς. μή τίς σοι καὶ λουτροῦ χρεία; δεῦρο τοῦ ποταμοῦ τοῖς νάμασιν ἐμβαπτίσϑητι καὶ σου τῶν ὀφϑαλμῶν ἐκπλυνϑέντων ὄψει καὶ τὸν ἐν οὐρανῷ βασιλεύοντα. ἀλλ’ οὔ σοι δοκεῖ τοῦτο τῷ τέως καὶ πυρὶ λατρεύειν ἐϑέλεις καὶ τῷ Ἡλίῳ τὸν ποιητὴν παρωϑούμενος· οὐκοῦν σεβάζου τὸν βασιλέα, τῆς οἰκουμένης τὸν ἥλιον. ἔστι σοι καὶ πῦρ οὗτος ξύμπαν ἀποτεφρῶν τὸν πολέμιον· τούτῳ χαρίζου καὶ τὴν προσκύνησιν. ἀλλ’ ἀποτρέχεις οὕτω ταχέως· ἀπάγγειλόν μοι τοὺς λόγους, οὕς σοι καϑ’ ἑαυτὸν ἐπῆλϑε λέγειν τὴν καϑ’ ἡμᾶς ἀρχὴν διοδεύοντι. ἆρα τὰς πόλεις ἠρίϑμεις; ἆρα κατέλεγες τὰ στρατεύματα; ἆρα γῆν ἀροσίμην ἐσκόπεις; ἆρα παρώδευες τὴν ἀοίκητον; ἀγωνιῶ μὴ παρέδραμόν σε τοῦ βασιλέως αἱ πόλεις, ἃς ἀνακόπτων τῶν σῶν βαρβάρων τὰς ὁρμὰς ἀνεστήσατο. ἀλλ’ εἶδες πόλεις ἐπὶ τῶν πεδιάδων; εἶδες ἀκρονεφῆ παρὰ τοῖς ὄρεσι φρούρια; εἶδες ἐπὶ τούτοις βασιλικὰς εἰκόνας προβεβλημένος; ἐκεῖναι πᾶσαι τὸν ἐμὸν γνωρίζουσι βασιλέα αὐϑημερὸν ἐγείραντα τὰ πολίσματα. ἀπάγγειλόν829 μοι τοίνυν πρὸς τοὺς γειτονοῦντας βαρβάρους, ὅτι πλείους τῶν βαρβαρικῶν στρατευμάτων ἔχει τὰς πόλεις ὁ βασιλεύς. τὰ δέ σοι κατὰ τὸν Ἑλλήσποντον830 ποία; ἔχαιρες τὸν πορϑμὸν διαβαίνων καὶ τὰς καινοτομίας Ξέρξου συνεννοούμενος ἢ ἐσκυϑρώπαζες μᾶλλον τὴν τότε χλεύην ἀνανεούμενος καὶ ἐδειλίας μή σοι ἀποτίσῃ831 τὴν ὕβριν τὴν τῶν προγόνων ἡ ϑάλαττα; ὅταν εἶδες τὴν πόλιν, πῶς ἐμερίσϑης τῷ ϑαύματι; πότερον τὸ κάλλος ἠγάσϑης ἢ ἐξεπλάγης τὸ μέγεϑος; μᾶλλον δὲ πόλιν βλέπειν ἐδόκεις ἢ κόσμον ὅλον ἀναμετρεῖν; μή τίς σοι πόλις τοιαύτη; μή σοι τοιαῦτα βασίλεια καὶ λαμπρὸν ἐν τούτοις τὸ βῆμα καὶ ῥήτορες ἐν μέσῳ τὰς ἀριστείας ἀνακηρύττοντες; σοί μὲν οὖν ἐπὶ τούτοις ἐκεῖνο λέγειν πάντως ἐπέρχεται, ὅ καὶ Δαρεῖος εἶπεν ὁ Περσῶν βασιλεὺς τὴν Ἀλεξάνδρου βασιλείαν ἀποδεχόμενος· ἐκεῖνός τε γὰρ ἀνασχὼν τὰς χείρας εἰς οὐρανόν, μάλιστα μὲν αὐτῷ φυλαχϑῆναι τὴν ἀρχὴν ηὔξατο εἰ δ’ ἄλλον χρὴ βασιλέα τῆς Ἀσίας γενέσϑαι, μὴ ἄλλον εἷναι τοῦτον ἢ τὸν Ἀλέξανδρον832. καὶ σὺ ἂν ἡδέως κατεύχοιό σου τῆς ἐξουσίας, μή ποτ’ ἂν αὐτῆς ἄλλον ἢ Μανουὴλ ἐπιβῆναι, τῶν πάντων βασιλέων τὸν μεγαλοπρεπέστατον.

9. Σὺ μὲν οὖν οὕτω ταῦτα καὶ πολλοὺς ἐντεῦϑεν ἀπὸ τοῦ καϑ’ ἡμᾶς ἀρχετύπου τῶν ἀρετῶν τοὺς τύπους ἀναλεξάμενος σπεύδεις τοῖς ὑπὸ σὲ παραδοῦναι καὶ σου διακοσμήσασϑαι τὴν ἀρχήν· ἐγὼ δέ σου λαβοίμην ἔτι καὶ ἀξιώσω περιμεῖναι τῷ λόγῳ τὰ βασιλέως ἔργα κηρύττοντι, ἵν’ εἰδῇς, ὡς οὐ παράγει χρόνος τούτου τὰς ἀριστείας οὐδὲ καλύπτει λήϑη τὰ τρόπαια, καὶ μάϑης οἷόν ἐστι δεινὸν βασιλεῖ τοιούτῳ συμβάλλειν ἀϑανατοῦντι τῶν ἐχϑρῶν τὰ πτώματα. εἶδες βασιλέα τηλίκον; εἰστίασάς σου τὴν ὄψιν τοῖς ὑπερσέμνοις ϑεάμασί; μεῖνόν σου καὶ τὴν ἀκοὴν ἑστιᾶσαι τοῖς παραδόξοις ἀκούσμασι. μὴ μοι τὰ σὰ μόνον φαντάζου, μὴ τὰ τῶν ἐκ γειτόνων βαρβάρων, ἐφ’ οἷς ὁ βασιλεύς μου πολλάκις τρισαριστεὺς ἀνηγόρευται. ἀλλὰ γὰρ εἰσιν ἄλλαι πόλεις, εἰσὶν ἐϑνῶν ἄλλὰ γένη τῆς Ἑῴας καὶ τῆς Ἑσπέρας μέχρι περάτων γῆς παρατείνοντα καὶ μυρίον ἐκεῖϑεν τὸν ἀριϑμὸν τῶν τροπαίων ἐπισωρεύσαντες ἔχομεν· ἀλλὰ γὰρ ἐπὶ τούτοις ἔδει καὶ σοι ῥητόρων, ἔδει γλώττης ἐστομωμένης, ἵνα ταῦτα τοῖς833 Πέρσαις ἀνακηρύξῃ τρανότερον. ὡς ἐγὼ ξυνεννοοῦμαι, πῶς ἡ Περσίς σε ξύμπασα περιστήσεται τὰ σεμνὰ τοῦ βασιλέως ἀναμαϑεῖν ἱκετεύοντες, καὶ οὐ φέρῳ τὸν τηλικοῦτον ὄγκον βραχείᾳ γλώττῃ κατασμικρύνεσϑαι. τουτὶ μὲν ἴσως ἐρεῖς οὕτω ῥᾳδίως, ὡς «ὃν ἐξήτουν εὕρηκα βασιλέα καὶ προσελϑὼν αὐτῷ προσεκύνησα», ὅπερ ἦν ποτε λέγειν ἐπανελϑοῦσι καὶ τοῖς Πέρσαις ἐκείνοις, οἳ τὸν Χριστὸν προσεκύνησαν· τὰ δ’ ἄλλα ὥσπερ ἐκείνοις τῶν κατὰ Χριστὸν μυστηρίων ἀπόρρητα, οὕτω δῆτα καὶ σοὶ τὰ λαμπρὰ τοῦ βασιλέως ἀριστεῖα λέγειν ἀνέφικτα. ἀλλὰ σοὶ μὲν οὔτε λαμπρῶν, ὡς ἔοικε, πάρεστι τῶν τροπαίων, οὔϑ’ οἱ κηρύσσοντες πάρεισι καὶ πυκνὰς οὐκ ἀνεγείρων τὰς νίκας οὐδὲ τοὺς ἐπαινέτας κεκλήρωσαι· ἐγὼ δὲ ἀλλὰ νικητὴν οὕτω καὶ τροπαιοῦχον ἔχων τὸν βασιλέα ῥήτωρ αὐτῷ παρὰ τῆς τέχνης προβέβλημαι καὶ ϑαρρῶ σου τὰς ἀκοὰς κατακλύσαι τῷ πλήϑει καὶ καταπλῆξαι τοῖς ϑαύμασι.

10. Βασιλέα γὰρ ἐνταῦϑα περιϊστάμεϑα οὐ χϑὲς καὶ πρώην ἐπὶ τῆς (οὕ)τω834 τέχνης ἱστάμενον οὐδὲν αὐτῷ πρὸς βασιλείαν μετόν οὐδ’ ἐκ προγόνων τοῦ σκήπτρου καὶ ἐπ’ αὐτὸν καταβαίνοντος, εἶτα τὸ κράτος ἁρπάσαντα καὶ μηδὲν ἀρχαιότερον ἑαυτῷ διήγημα παρεχόμενον, οὐδ’ ἀρετῆς ἄνδρα καὶ παιδείας ἀνεπιστήμονα, πόνων τε καὶ καμάτων καὶ τῶν ἐν ταῖς μάχαις ἀπείρητον, ἵν ἢ λοιπὸν βραχυλογῶμεν διὰ τὴν ἔνδειαν ἢ καὶ μακρηγοροῦντες ψευδώμεϑα· οὐ τοιαύτην δυστυχοῦμεν δυστυχίαν ἀγεννοῦς ῥήτορος, ἀλλὰ μακρὰν μὲν ἡμῖν τὸ τῆς βασιλείας ἕλκει σχοινίον καὶ (ὅ φησι Σολομὼν) ὡς ἀληϑῶς τρίπλοκον, ὅϑεν ἂν τις καὶ ἀδιάρρηκτον ἐσεῖσϑαι τάχα τοῦτο κατεμαντεύσατο· χρυσῆν δὲ τὴν σειρὰν ὅλην στρέφει καὶ βασιλικοῖς ἐμπρέπουσαν ἄνϑεσι, δεσπότης μὲν εἰρηνικὸς κατὰ Σολομῶντα835 καὶ πολιοῦχος, ἐν πολέμοις κατὰ τὸν Δαυὶδ ἀντίμαχος ἄμαχος, πραῢς καὶ χαρίεις πρὸς τὸ ὑπήκοον, βαρὺς καὶ σύννους πρὸς τὸ πολέμιον, ἐν ἀλκῇ καὶ τόνῳ νεανικώτατος, ἐν σκέμμασι καὶ βουλευτηρίοις γεραίτατος, νοῦς ὅλος ὢν καὶ ταλαντεύων λογισμοῦ τὰ πρακτέα καὶ κατὰ νοῦν ἐρευνῶν εὐεπηβολώτατα καὶ ἀπρόσκοπα ὅσα ϑυμὸς ὑποβάλλει καὶ παράλογος ὄρεξις (ταῦτα δὲ οὐδὲ βασιλέως, ἀλλὰ τυράννου) καὶ πρὸς ἐκεὶνον ἀποπεμπόμενος. ἔνϑεν τοι καὶ ὡς ϑεὸς ἡμῶν ἄρχει κατὰ τὸν Σταγειρόϑεν σοφόν, καὶ οὐκ ἄνϑρωπος· παρ’ οἷς γάρ φησι νοῦς κυβερνήτης καὶ πολιοῦχος, οὗτοι ϑεὸν ἔχουσι καὶ νόμους τοὺς ἄγοντας· οὐδὲν γὰρ ἢ νοῦς ἢ λόγος ἄνευ ὀρέξεως836· νοῦς δὲ ὁ ϑεὸς ἢ ϑεῖον τοῖς ϑεηγόροις ἠγόρευται· ἀνϑρώπου δὲ κρατεῖν ταὐτόν ἐστι καὶ ϑηρίου· ϑηριῶδες γὰρ ἡ ἐπιϑυμία καὶ ὁ ϑυμός, οῖσπερ ὁ ἄνϑρωπος συγκατέζευκται· καὶ τοὺς ἀρίστους δ’ ἔστιν οὗ ταῦτα διέφϑειρε. περιζώννυται καὶ ῥομφαίαν ὁ βασιλεὺς ἐπὶ τῷ μηρῷ καὶ πῦρ ἀνάπτει ϑυμοῦ, ἀλλὰ νοῦς καὶ τὸ ξίφος ἀκονᾷ καὶ τὸ πῦρ ἀναφλέγει καὶ πολλάκις αὐτὸ κατὰ τῆς ἀσεβείας καὶ τῶν αὐτῆς υἱῶν ἀνερρίπισεν, οἷς καὶ τὰ βέλη αὐτοῦ ὡς καιομένοις (κατὰ τὸν ψαλμωδὸν837) ἐξειργάσατο. τοιαῦτα ὁ ἐμὸς βασιλεύς, ὃν ὁλκῇ μικρᾷ λόγου καὶ βραχεῖ μεγέϑει τῶν ἐγκωμίων σήμερον ταλαντεύομεν.

11. Σὺ δέ μοι λέγε τὸν Ξέρξην ὁ Πέρσης καὶ τῇ χρυσῇ διαγλαΐζου πλατάνῳ καὶ τοῖς σοβαροῖς ἐκείνοις ὑπενϑρονίσμασιν, ἃ βασιλείαν μὲν ἴσως ἐμφαίνει, βασιλέα δὲ οὐ πάντως χαρακτηρίζουσιν, ἵνα μὴ τὰ κατὰ τὸν Ἑλλήσποντον838 λέγω καὶ τὰς τῶν στοιχείων καινοτομίας καὶ τὰ λοιπὰ τῆς ἀπονοίας χαρίσματα· καὶ σύ μοι λέγε Μακεδὼν τὸν Ἀλέξανδρον εὐσϑενῆ νεανίσκον ἀγαϑῇ τύχῃ φερόμενον. καίτοι πίνακα μόνον ἐνεστησάμην τῷ βασιλεῖ μου καὶ τὰ πρῶτα διεχάραξα χρώματα καὶ σκιὰν βασιλικήν σοι μόνον ὑπἐδειξα· εἰ δὲ μοι μείνῃς ἀνϑολογῆσαι καὶ τὴν λοιπὴν χρωματουργίαν ἐπισκευάσασϑαι, τάχ’ ἂν ὁλοτελές σοι δείξω τὸ τοῦ βασιλέως ἀνδρείκελον καὶ ϑαρρῶ σου τῷ κάλλει τὴν ψυχὴν ὅλην ϑηράσασϑαι. πλὴν ἀλλ’ ἐν Ὀλυμπίᾳ μὲν εἰκόνες πάλαι τοῖς νικῶσιν ἀνεστηλοῦντο καὶ τοῖς ἀναστηλοῦσιν ἤρτητο φόβος τὰ σοφῶν ἔργα καϑαιρεῖσϑαι καὶ ἀνατρέπεσϑαι τὰς εἰκόνας, ἢν839 ἐν τῷ μέτρῳ ψεύδοιντο τὴν ἀλήϑειαν καὶ ὁ ἀνδριὰς ὑπερβάλλοι τὸν ἀϑλητὴν ἐν τῷ μεγέϑει τοῦ σώματος· ἐγὼ δὲ νῦν εἰκόνα ταύτην ἀναστηλῶν ἀϑλητῇ γενναίῳ μάλα καὶ σοφῷ βασιλεῖ οὐκ Ὀλύμπιον ἀγῶνα κρατήσαντι πάλαι ἢ δρόμον ἢ τι τῶν ὅσα παίζουσι τὰ μειράκια, οὐδ’ ἐνϑάδε μόνον ἢ ἐνϑάδε στεφανωσομένῳ τὰ νικητήρια, ἀλλ’ ἀπονταχῇ τῆς οἰκουμένης ἀνδρικὰ στησομένῳ καὶ ἀληϑῶς βασιλικά τρόπαια, οὐκ ἐπὶ τοῖς αὐτοῖς μὲν ἔχω τὸν φόβον οὐδὲ δεδίττει840 με τὸ τῆς εἰκόνος ὑπέρμετρον (οὐ γὰρ χαλκὸς ἐμοὶ τὰ τῆς ὕλης, ἵνα εἶέν πως οὐ δυσπόριστο, οὐδὲ μικρὰ τὰ τοῦ πρωτοτύπου, ἵν’ ὑπερβάλῃ841 ταῦτα τὸ μίμημα), δέδοίκα δὲ μοι καϑαιρεϑῆναι τὸν ἀνδριάντα πολλᾧ τοῦ πρωτοτύπου πάντως λειπόμενον. οὕτω μέγα τὸ τοῦ ἐμοῦ νικητοῦ σῶμα καὶ ἀληϑῶς ὑπέρτατον, οὕτω καὶ τὰ τῆς ὕλης τίμια καὶ πόνῳ περιττῷ κομιζόμενα· εἰ δ’ ἄρα ἦν καὶ μεῖζον ἀποξέσαι ὧδε τὸ ἄγαλμα, πολλοῦ ἂν ἔδει τοῦτο καϑαιρεϑῆναι, καὶ τοῦ νόμου τῶν Ὀλυμπίων ὑπερφρονῶν ὑψοῦ842 τὸ ἄγαλμα τοὐμὸν ἀνεστήλωσα· ὁ γάρ τοι νόμος τῶν ἐγκωμίων χαίρει μάλιστα ταῖς ὑπερβολαῖς καὶ ἀγαπητόν, ἤν τις τὸν αἰνετήριον ῥητορεύων μεγαλύνει τὸν λόγον καὶ μείζονα τῶν πραγμάτων ὄγκον αὐτῷ περιτίϑησι.

12. Ταῦτ· ἄρα καὶ Στησικράτην843 τὸν λαξευτὴν ἐγὼ πολλάκις ἐπῄνεσα προϑυμούμενον Ἀλεξάνδρῳ λαξεῦσαι τὸν Ἄϑων ὄρος τὸ Θρᾴκιον καὶ ἀνδριάντα ἐπιξέσαντα Μακεδόνων μέγαν οἷον καὶ ἀτεχνῶς τὸν Ἄϑων ἐμφαίνοντα· καὶ ἐπηγγέλλετό γε ποιήσειν ὁ Στησικράτης οὗτος τὸ ξόανον τῇ λαιᾷ844 μὲν Εὐρώπην πᾶσαν περιλαμβάνοντα τὸν Ἀλέξανδρον καὶ ὅσα τῶν Εὐρωπαίων ἐϑνῶν ἁπάντων κατηυμεγέϑησε, ϑατέρᾳ δὲ τῶν χειρῶν845 τὴν Ἕω καὶ πάντα τὰ ἐν Ἀσίᾳ φέροντα τρόπαια. ἀλλὰ Στησικράτης εἰκόνων ἦν λαξευτὴς καὶ λίϑον εἶχε τὴν ὕλην καὶ ἐξήτει τὴν φιλοτεχνίαν τάχα κομψεύεσϑαι· εἰ δὲ καὶ εἰς ἔργον ἤγαγε τὴν ὑπόσχεσιν, αὐτὸ κατερεῖ846 τὸ ὅρος εἰς ὄψιν πᾶσιν ἐγκείμενον. ἐμοὶ δὲ νῦν ὁ λόγος, ὦ βασιλεῦ, ὁ καλὸς τῶν ἀριστέων ἔργων χαλκοτύπος ἢ καὶ γλυφεύς, ὁ καὶ μόνοις τοῖς ἀνδραγαϑοῦσιν εἰδὼς ἀποτορνεύειν τὰ ξόανα, μηδὲ μέχρις ἐπαγγελίας μόνης ἱστάμενος, εἰκόνα σοι ἀναστηλῶσαι μεγάλην καὶ ϑαυμασίαν οἵαν ἐπαγγειλάμενος λίϑῳ μὲν καὶ χαλκῷ χαίρειν εἶπεν, οὐδὲ παρενοχλεῖν ἐϑέλει τοῖς ὄρεσιν· αὐτὰ δὲ σοι τὰ ἔργα τῆς οἰκείας τέχνης ὕλην ποιούμενος αὐτείκελον ὄντως καὶ πολυχρόνιον ἀνεγερεῖ σοι πάντως τὸ μόρφωμα. ἀλλ’ ἐλαϑόμην ἐνταῦϑα καὶ μίαν εἶπον εἰκόνα τοῦ πανταχοῦ τῆς γῆς ἀνεστηλωμένου καὶ πᾶσαν οἰκουμένην μερισαμένου ταῖς διὰ τῶν ἔργων στήλαις καὶ τοῖς μορφώμασι· τοῖς μὲν γὰρ Ἕλλησιν ὡς ἐδόκει πάλαι καὶ τοὺς σφῶν ϑεοὺς καὶ τὰς ἑορτὰς ταῖς πόλεσιν ἐμερίσαντο, Νέμεα τελοῦντες Ὀλύμπιά τε καὶ Πύϑια καὶ τὰ λοιπά τῶν κακοδαιμόνων ὡς ἀληϑῶς παίγνια καὶ ϑεὸν ἄλλον ἄλλῃ τοῖς τελουμένοις ἐπωνύμως ἐπιφημήσαντες. ἐντεῦϑεν ὁ Ζεὺς ὁ Πύϑιος ὁ (Ὀ)λύμπιος847 καὶ τὴν Δῆλον εἶχεν Ἀπόλλων καὶ τὸν Ἀλφειὸν ποταμὸν καὶ ἄλλος ἀλλαχοῦ τῆς γῆς ἀνεστήλωται. αἱ δὲ καϑ’ ἡμᾶς ἄρτι πόλεις, μᾶλλον δὲ τῆς οἰκουμένης ξύμπαντα τὰ πληρώματα; ἀλλὰ μία μὲν ἐν ἁπάσῃ πόλει περικροτεῖται πανήγυρις, τὰ λαμπρὰ τοῦ βασιλέως ἀνδραγαϑήματα, μιαν δὲ εἰκόνα ψέρουσι ξύμπασαι,τῆς βασιλικῆς τροπαιουχίας τὸν πίνακα χρώμασι διαφόροις ἐγκεχρωσμένον καὶ ἄλλως ἀλλαχοῦ ποικιλλόμενου.

13. Μᾶλλον δέ, ἵνα τῶν ψευδωνύμων ϑεῶν ἀφέμενος ἀπὸ τοῦ ἀληϑινοῦ καὶ ἀγαϑοῦ ϑεοῦ παραδειγματίσω τὸν ἀγαϑὸν αὐτοκράτορα οἰκεῖον μάλα καὶ προσφυὲς ἀποδιδοὺς τὸ παράδειγμα, ὣσπερ ὁ κοσμοσώστης Χριστὸς εἷς ὢν αὐτὸς τῆς οἰκουμένης πάσης ὁ λυτρωτὴς ἐκασταχοῦ τῶν πόλεων εἰκονίζεται καὶ λαμπραῖς ὅτι μάλα ϑεοπρεπῶς κυδαί (νε)τ(αι)848 πανηγύρεσιν, ἄλλης τῶν εἰκόνων ἄλλο τι παρεμφαινούσης τῶν τεραστίων οἷσπερ σεσώσμεϑα, τῆς μὲν τὸν καινὸν τόκον, τῆς δὲ τὸ φρικτὸν πάϑος, τῆς δὲ τὴν ὑπὲρ λόγον ἀνάστασιν καὶ τὰ λοιπὰ τῆς ἡμετέρας σωτηρίας μυστήρια, οὕτω δὴ καὶ ὁ ἐμὸς βασιλεύς, τὸ τοῦ ἐμοῦ Χριστοῦ μίμημα, εἶς τέ ἐστι καὶ πανταχοῦ τῆς γῆς μεμέρισται· καὶ φέρουσι τούτου τὰς εἰκόνας αἱ πόλεις τῶν ἀρετῶν διδασκάλους, αἷς διεσώσατο τὸ περίγειου, καὶ ἴδοι τις ἂν αὐτὸν πολιοῦχον μὲν ἐνταῦϑα, ἐκεῖσε δὲ πολιορκητὴν ἀνεστηλωμένου καὶ τελευτῶντα πρὸς λαμπρὰ τρόπαια, πῇ μὲν τοὺς ἀλλοφύλους αἰχμαλωτίζοντα, πῇ δὲ τοὺς ὑπὸ χεῖρα λυτρούμενον, ᾗ μὲν τῶν πόλεων τὰ πρῶτα βάϑρα πηγνύντα καὶ τοὔνομα τῶν πόλεων χαριζόμενον, ἧ δὲ στεφάνοις τειχέων περιτιϑέντα καὶ πεσόντων πυργωμάτων ὕψος ἐγείροντα καὶ τὴν κλῆσιν τῇ πόλει παροιχομένην ἀνακομίζοντα καὶ πανηγύρεις ἐπὶ τούτοις καὶ σκιρτῶσιν αἱ πόλεις καὶ τῷ βασιλεῖ τὰ γέρα παγκόσμια. τί μοι πρὸς ταῦτα Ἡρακλέους αἱ στῆλαι καὶ τὸ κενὸν ἐπὶ ταῖς στήλαις φύσημα849, ἃς ἐφ’ ἑνὸς τόπου πηξάμενος λέγει μὲν τὴν οἰκουμένην περιϊὼν αὐτοῦ τῶν πόνων καὶ τῶν ἄϑλων παύεσϑαι; ἐγὼ δ’ οὐκ ἔχω πάνυ πιστεύειν κενὰς ὁρῶν τὰς πόλεις εἰκόνων, αἵ μοι τηλικοῦτον τὸν ἀϑλητὴν γνωρίσουσι. τί δ’ οἱ πύργοι τοῦ Μακεδόνος, οὕς εἰς μνήμην ἐκεῖνος τῶν ἑαυτοῦ τροπαίων ἀνέστησεν εἰς ὕψος ἀείρας αὐτοὺς ὑπέρτατον καὶ τῇ πλίνϑῳ πιστεύσας τῶν ἑαυτοῦ κατορϑωμάτων τὴν φυλακήν πολλῶν σοι τοίνυν, ὦ βασιλεῦ, ἀνεστηλωμένων ἀπανταχοῦ τῆς γῆς εἰκόνων καὶ πόλεως οὔσης οὐδὲ μιᾶς, ἥτις οὐχὶ τοῖς σοῖς τροπαίοις ἐνωραΐζεται, ποῖ δὴ τρεπτέον ἡμᾶς τὸν λόγον, πρὸς ποίαν δὲ τῶν πόλεων βαδιούμεϑα; τάχα γὰρ νῦν ἄνϑρώποις φιλιστοροῦσιν ἐοίκαμεν καὶ παρακεκίνηκε μὲν ἡμᾶς τὰ τερπνὰ τῶν πόλεων ἀγλαΐσματα, εἶτα τῇ προϑυμίᾳ ταλαντευόμεϑα καὶ πάσας ἀμηχανοῦντες ἀναμετρεῖν ἐν ἀπόρῳ τῆς ἐκλογῆς καϑεστήκαμεν.

14. Τὰς μὲν δὴ τῶν Παιόνων πόλεις παρελατέον850 καὶ τὰ Δακῶν, εἰ δοκεῖ, καὶ τῶν Γετῶν πεδία παροδευτέον, ἅ τε Τριβαλλοῖ851 καὶ Δαλμάται τῶν βασιλκῶν τροπαίων φέρουσιν εἰκονίσματα καὶ ξύμπαν ἔϑνος Παρίστριον· ἀλλὰ μηδ’ αὐτοῖς τὰς ὄψεις ἐπιβλητέον οὐκ ὅτι χάριεν οὐδὲν οὐδὲ τερπνὸν ἔχουσι καὶ φιλοκάλων ὀφϑαλμῶν ἄξιον, ἀλλ’ ἐννοοῦμαι τὸν περὶ Γοργόνος λόγον ἐντεῦϑεν, μὴ τἆλλα μῦϑος ὢ τουτί γε μὴν εἰκόνιζε πρὸς ἀλήϑειαν, ὡς ἄρ’ οἱ τοῖς καινοῖς ἐνατενίζοντες ϑεάμασι καὶ φρικώδεσιν αὐτοῦ πεπηγότες ὑπὸ τοῦ ϑαμβοῦς ἐναπομένουσι καινὰ καὶ ὑποπτεύω διὰ ταῦτα καινὰ καὶ ξένα ϑεάματα, μὴ τῷ κάλλει τούτων ἐναπομείνας τῶν ἑξῆς οὕτω λελείψομαι. ἢ τί σοι τῶν κατορϑωμάτων ἐκείνων, ὦ βασιλεῦ, μεγαλοπρεπέστερον, ἃ Δακῶν μὲν καὶ Τριβαλλῶν αἱ λεῖαι βοῶσι παρ’ ἡμῖν ἔτι μένουσαι καὶ μηδὲ τόσῳ χρόνῳ δαπανηϑεῖσαι καὶ ὅσα τῆς κατ’ ἐκείνων νίκης ἔχομεν σύμβολα; μαρτυρεῖ δὲ Δαλμάτης τῇ καϑ’ ἡμᾶς δουλεύων ἀρχῇ καὶ πρὸ τῶν σῶν ποδῶν κυλινδούμενος ἔτι καὶ δοῦλον ἐχω τῆς τῶν Παιόνων μάρτυρα συμφορᾶς καὶ ἀνακαινίζω τὴν μνήμην τῆς μυριοπληϑοῦς ἐκείνης αἰχμαλωσίας, ἀφ’ ἧς μικροῦ τὴν καϑ’ ἡμᾶς μεγάλην πόλιν ἑστενοχώρησας, καὶ μέχρι τούτων ἱστῶ τὸ ϑαῦμα τῶν τοῦ Δαρείου μυριάδων, αἳ Μακεδόσιν ἐδούλευσαν.

15. Βάλλει μοι τὰς ἀκοὰς ἔτι καὶ τὸ ῥεῖϑρον Ἴστρου τοῦ ποταμοῦ, οὐκ ὀξὺ ῥέον οὐδὲ προρρέον852 οὐδὲ μορμῦρον γενικῷ τῷ ῥεύματι· ἀλλ’ εἴ μοί τις ἐπὶ μικρὸν ποιητικὴν αὐτονομίαν χαρίσεται, γείτονα ποταμὸν ὁ Ἴστρος καλεῖ καὶ ζητεῖ συμμαχίαν αὐτὸς ἀμηχανῶν σου τὴν ὁρμὴν ἐπισχεῖν, καϑὰ καὶ παρ’ Ὁμήρῳ Ξάνϑος ὁ προρρέων τῆς Πριάμου πόλεως ποταμὸς πρὸς τὰς Ἀχιλλέως οὐκ ἀντέχων φορὰς ποταμὸν καλεῖ τὸν Σιμόεντα καὶ «δεῦρο» λέγει, «φίλε κασίγνητε, σϑένος ἀνέρος σχῶμεν ἀμφότεροι»853. ἀλλὰ Ξάνϑος μὲν ἐκεῖ πλημμύρει τὸ ῥεῦμα καὶ ὑποσύρει τὸν ἀριστέα, «Πηλείδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν854"855, τὸ ἔπος φησί. σὲ δὲ μόνον βλέπων ὁ Ἴστρος ἀναστέλλει τὸ ῥεῦμα καὶ σοι τὰ νῶτα παρέχει βάσιμα καὶ διαπλωΐζει τῷ ἴππῳ καὶ και(ν)ὸν (ἐ)μπίπτεις ἐξαιφνηδὸν856 τοῖς ἐχϑροῖς ϑέαμα καὶ καταφρύγεις τὸν ποταμόρρουν857 οὐχ ὑπὸ ταῖς Ἡφαίστου φλοξίν, ἃς ἐπαφῆκεν Ἥρα τῷ Ξάνϑῳ τὸν ποταμὸν κατακαίουσα858 (οὐ γὰρ ἐϑέλεις ἀλλοτρίῳ καὶ ἀσϑενεῖ πυρὶ πρὸς τὸ τῆς μάχης ἔργον ὑπερϑερμαίνεσϑαι, ὅπερ ἐν Ἡφαίστῳ παραδηλοῦται τῷ χωλῷ κατὰ τὴν ποίησιν καὶ κυλλοποδίονι859), ἀλλ’ οἴκοϑεν ὑπανῆψας τὴν φλόγα καὶ τῷ πυρὶ τῆς προϑυμίας τὸν ποταμὸν ἀπηνϑράκωσας· καὶ σπένδεταί σοι λοιπὸν καὶ τὴν ἐπὶ τοὺς ἐχϑροὺς παρέχει διαπεραίωσιν. ἔφριξέ σου καὶ τὴν καινὴν ναυστολίαν οὗτος ὁ ποταμὸς καὶ μετὰ μίαν λέμβον ἢ καὶ δευτέραν ὡς τὰ πολλὰ παρεπλέετο· πλῆϑός τε νεῶν αὐτομάτων καὶ ὡς ἂν ἐρεῖ τις ἀκαριαίων860 ἐπὶ τῶν νώτων δεξάμενος τάχα μὲν τῷ παραδόξῳ καταπλαγεὶς ὑπεπόδισε, τάχα δὲ καὶ ταῖς ὀλκάσιν ἀπογεφυρωϑεὶς τὸ ποταμὸς δοκεῖν ἐντεύϑεν ἀπώλεσεν, ἵνα μὴ μόνον Ξέρξης μεγαλαυχοίη πορϑμὸν ἀπογαιῶν Ἐλλησπόντιον861.

16. Ἀλλὰ νεῶν ἐπεμνήσϑην καὶ Σικελίαν φαντάζομαι, Ἑλλήσποντον862 εἶπον καὶ τὰ πελάγη κατὰ νοῦν βάλλομαι καὶ τὸν πορϑμὸν Ἰταλίας ἀναμετρῶ τῷ τοῦ νοὸς ἀκατίῳ τὴν ἐξ αὐτὸν στελλόμενος κέλευϑον. βαβαὶ πηλίκων καὶ πόσων τῶν ναυαγίων, βασιλεῦ, ἐπλήρωσας τὸν Ἰόνιον, ὅσας τριήρεις Σικελικὰς τὰς μὲν αὐτάνδρους αὐτοῦ κατέδυσας, τὰς δὲ ἁρπάσας ἡμῖν ἀπέδωκας καὶ νεῶν μὲν τὰ τῆς παρ’ ἡμῖν ϑαλάττης ἐπίνεια, δεσμωτῶν δὲ τὰ καϑ’ ἡμᾶς ἐπλήρωσας δεσμωτήρια· ἐδόκει γὰρ σοι καὶ τὴν γῆν πληρώσας τροπαίων ἐπὶ τὴν ϑάλατταν μεταβέβηκας, ἵνα Δαρείου μὲν τὰς συμφορὰς ἀπαγγέλλῃ γῆ τε καὶ ϑάλαττα, ναυαγοῦντος ἐν Μαραϑῶνι καὶ ἐν Ἀσίᾳ φεύγοντος τὸν Ἀλέξανδρον, σοῦ δὲ τὰς ἀνδραγαϑίας τῇ γῇ συμμαρτυροίη καὶ ϑάλαττα καὶ σου «τὰς ἀρετὰς καὶ ἐν ταῖς νήσοις ἀναγγελοῦσι», καϑώς φησιν ἡ προφητεία863 περὶ ϑεοῦ. καὶ ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ ϑαλάττῃ, ὃν ὁ Ἡσαΐας864 λέγειν δοκεῖ, ἐπισεί(σαντά τε)865 τὸ οὐραῖον καὶ τὰς σκολιότητας ὑποδείξαντα, μόνον ἠπείλεις866 ἐπάξαι τὴν μάχαιράν σου τὴν μεγάλην, τὴν ἱσχυράν, καὶ ϑανατοῖς τῷ φόβῳ καὶ τῷ φωλεῷ πείϑεις ἐν ὕλῃ ϑνῄσκειν τῆς ἀπειλῆς χειμαινόμενον ὡς γὰρ αἰσϑόμενος ἀδικίας κατάρξαντά σοι τὸν νησιώτην τύραννον, ἐκεῖνα εἶπας τῶν τοῦ προφήτου867· «ἀποδώσω νήσοις ἀπόδομα καὶ ἰδοὺ ἀρῶ ἐπὶ τὰ ἔϑνη τὴν χεῖρά μου καὶ εἰς νήσους ἀρῶ σύσσημόν μου». τὰς μὲν ἐν τῷ μέσῳ ναυμαχίας Θουκυδίδης καταλεγέτω τάχα Λακώνων ἀριστέων οὐδὲ παρ’ ἡμῖν ἀμοιρῶν, οἳ τὰ λαμπρὰ περὶ Σικελίαν ἤγειραν τρόπαια, ὅτε καὶ τὰ τοῦ Ἰεζεκιὴλ868 καιρὸν εἶχε λέγεσϑαι πρὸς τὸν τύραννον· «ἐν καρδίᾳ ϑαλάττης ἦσαν δυνάμεις σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ πάντες οἱ ἄρχοντες οἱ πολεμισταί σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ ϑαλάττης». ἐγὼ δὲ ἀριϑμοῦμαι τὰς πόλεις, ἃς περὶ τὸν πορϑμὸν Ἰταλίας αὐτοβοεὶ παρεστήσω μοι· ἐν αἷς δὴ πόλεσι ταύταις καὶ τῇ προκαϑήμενῃ τούτων νήσῳ ϑεωρούμενης τῆς ἀρχῆς τῷ τυράννῳ, ὡς ᾔσϑετο τούτων ἤδη λαμβανομένων, τὴν κεφαλὴν λοιπὸν ἔσπευσε περισώσασϑαι, ὥσπερ ἀμέλει ποιεῖ καὶ τὸ ϑηρίον ὁ δράκων, οὗ τὴν εἰκόνα τούτῳ δεδώκαμεν, τὸν λοιπὸν ὁλκὸν τοῦ σώματος προδιδοὺς ἐξ ἀνάγκης, ἵν’ ἑαυτῷ τὴν κεφαλὴν περισώσηται· καὶ ὡς ἑώρα ξύμπαν αὐτῷ τῆς ἀρχῆς τὸ σῶμα ταῖς σαῖς χερσὶν ἐνσφιγγόμενον, τὴν κεφαλὴν Σικελίαν μυχῷ ϑαλάττης ὑποκρυψάμενος ἡγάπα μόνην ἑαυτῷ περισῴζεσϑαι. ἀλλ’ εἰ μὴ ταῖς τοῦ χηραμοῦ στενότησιν ἐντριβόμενος ϑερμαῖς δυσωπείαις ἐξεκαλέσατό σου τὸν ἔλεον, τάχ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἐδυστύχει καὶ Σικελίαν εἶχες μικρὸν ὅσον καὶ τοῖς Αἰτναίοις κρατῆρσιν αὐτοῦ κατενεπίμπρας τὸν δράκοντα.

17. Ἀλλα τί μοι ϑάλαττα ἔτι, τί δὲ μὴ παρανήχομαι τὰ πελάγη καὶ ταῖς ἠπείροις ἐναγλαΐζομαί; τί δὲ χρὴ παραπλέειν τὸν ἀπὸ γῆς εὐϑηνούμενον; πάλαι γὰρ ἡμᾶς αἰ τῶν Κιλίκων πόλεις παρακαλοῦσι, πάλαι βοῶσιν ἐπάνω τῶν ἀκρονεφῶν ὀρέων ἱστάμεναι κατὰ τὸν τοῦ Εὐαγγελίου869 λόγον, μὴ συγχωρούμεναι πόλεις ὡς μὲν πόλεις ὡς δὲ μεγάλαι καὶ ζηλωταὶ καὶ οἷα μέρος εἶναι τῆς ὑπὸ σὲ μεγάλης ἀρχῆς· ἃς τέως μὲν ὑποφυγούσας καὶ χρόνῳ πολλῷ καὶ καμάτῳ γενομένας ὑπὸ τὸν ἐκεῖ τύραννον φϑάνεις ἐλὼν καὶ μιᾷ πεντάδι μόνῃ τῶν ἡμερῶν ἀναιμωτὶ ξυμπάσας παραστησάμενος ὣσπερ μητρὶ ϑυγατέρας αἰχμαλωτισϑείσας τῇ τῶν Ῥωμαίων φέρων ἀποδί(δ)ως ἀρχῇ· βάϑρα δὲ ταύταις οὐκ ἀνασπᾷς οὐδ’ ἀποκείρεις τὸν βό(στρυ)χον870, όποῖα δὴ τοὺς δραπέτας ἄνϑρωποι τιμωρούμεϑα, ἀλλὰ καὶ δεξιὰν ἐπιβάλλεις λαμπρότερον, ἅττα πολλοὶ ποιοῦσι τοῖς871 ἐκ πλάνης ἐπιστρέφουσιν. οὕτω ῥᾳδίως, οὕτως ἀπόνως, οὕτως ἐν ἀκαρεὶ οὐδὲ ποιμὴν ἀρνίον ἀποπλανηϑὲν ἐπανήγαγεν, ὅτι μὴ καὶ τὴν ῥάβδον ἔστιν οὗ περιέκλασε καὶ ϑηρίῳ δήπου περιτυχὼν πήραν αὐτὴν καὶ καλαύροπα872 καὶ σκεῦος ἅπαν ἄλλο ποιμαντικὸν αὐτοῦ που ῥίψας ᾤχετο φεύγων τῆς μάνδρας ὅλης ἐπιλαϑόμενος873. οὐδ’ ἐν χορῷ παιδαρίων, ἃ παιδιαῖς προσησχόληται, χωρὶς πληγῶν ὑπεξῆλϑον δίχα δακρύων οἱ ξύμπαντες, ἀλλ’ ἔστιν οἷς τὸ βρασματῶδες καὶ παφλάζον874 τοῦ γέλωτος εἰς ἀγενεῖς κλαυϑμυρισμοὺς ἑτελεύτησε. μὴ γὰρ ἔχει τις εἰπεῖν ἕνα σοι γοῦν στρατιώτην ἐκ τῶν τοσούτων μυριάδων πεσόντα μηδὲ πληγέντα μηδὲ δακρύσαντα; σὺ ἄρα μόνος ἐν ἀνϑρώποις ὥσπερ τἆλλα ἔχεις ὑπὲρ ἀνϑρώπους οὕτω δὴ καὶ τὸ νικᾶν ἀκμηὶ καὶ τρόπαιον ὡς μὲν λαμπρὸν ἀνεγείρειν ὡς δὲ καὶ λύϑρων, ἵνα μὴ λέγω δακρύων, παντελῶς ἀνεπίδεκτον. καὶ σὲ μὲν σῴζει ϑεὸς ἔξω βελῶν καὶ τραυμάτων πρὸ τοῦ πολέμου τῶν ἐχϑρῶν κλινομένων σοι, σὺ δὲ τοὺς ὑποπτήσσοντας τραυματίζεις ἢ ἐν μαχαίρᾳ καὶ φόνῳ περιγράφῃ τὸ τρόπαιον; οὔμενουν ἀλλ’ ἀνϑρωπίνων αἱμάτων ἄγευστός σοι καϑάπαξ ἡ τῶν Κιλίκων γῆ διετέλεσε. τῇ ϑείᾳ γοῦν προνοίᾳ τὴν συμμαχίαν ἀριστείαν ταύτην ἐπιγραφόμενος κἀντεῦϑεν ᾄδων εὐχαρίστως μετὰ τοῦ προφήτου875 πρὸς τὸν ϑεόν, «σὺ εἶ ὁ ἀποκαϑιστῶν ἐμοὶ τὴν κληρονομιάν μου» , ἔτι κἀκεῖνο λέγειν ἤϑελες τὸ προφητικόν876· «οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων» , καὶ μὴν οὐδ’ ἐν ἀνδροκτασίᾳ ταύτας συνήγαγες· ὥστε μοι ἄντικρυς ἐκεῖνο δίδως διανοεῖσϑαι, ὡς εἴ τις (μονον)οὺκ (τῶν)877 πόλεων ἄγρα ὥσπερ δὴ καὶ τῶν ἰχϑύων ἐστίν, καὶ δίκτυά τινα καὶ πόλεσι περιπλέκονται, δι’ ὧν ἁλώσιμοι γίνονται, τοιοῦτόν τι καὶ σὺ ταῖς ἀμφὶ Κιλικίαν πόλεσι περιβαλὼν οὕτως ἠρέμα ταύτας καὶ δίχα πόνου ξυνήγαγες.

18. Τὰ δὲ περὶ τὸν ἀνδραποδιστὴν τῶν πόλεων οἷα· ὡς πρῶτα μὲν τὰς λόχμας εἰσέδυ καὶ τὰς νάπας περιεβάλετο καὶ τοῖς βουνοῖς εἶπε «καλύψατέ με» καὶ τοῖς ὄρεσι «πέσετε ἐπ’ ἐμέ»878, τάχα μὲν ἐφ’ οἷς κακῶς ἐφρόνησεν αἰσχυνόμενος, τάχα δὲ ἐφ’ οἷς ἠνόμησε879 δειλαινόμενος. εἶτα τὸ σὸν φιλάνϑρωπον, ὦ βασιλεῦ, ταχὺ βαλλόμενος κατὰ νοῦν, ἐντῦϑα880 πρῶτον (τῶν) ἀγαϑῶν ἑαυτοῦ βουλευμάτων ἀπάρχεται καὶ ὁ καρπὸς ἀγαϑὸς τεραστίως ἐκ τῶν πετρῶν ἀναδίδοται μεταμαϑεῖν τὸ συμφέρον καὶ λιταῖς καὶ δάκρυσι τὴν σωτηρίαν ἑαυτοῦ πραγματεύσασϑαι. οὕτω φρονήσας, οὕτω καὶ σῴζεται· οὐ γὰρ οἰκτείρεις μόνον τὸν ἀποστάτην ἱκέτην ἄρτι γενόμενον καὶ ἣν ἀπέγνω χαρίζῃ τούτῳ ζωήν, ἀλλὰ καὶ προσευεργετεῖς τὸν ἀγνώμονα καὶ ᾧ πρὶν τὴν ῥομφαίαν ἐστίλβους μὴ ἐπιστρέφοντι καὶ ἐν κημῷ τὰς σιαγόνας ἄγξειν ἠπείλεις ἅτε πρός σε μὴ ἐγγίζοντι881 882, τούτῳ μειλίχιον οἷον προσβλέπεις νῦν καὶ φιλάνϑρωπον καὶ ἡ χϑὲς ἐστιλβωμένη ῥομφαία κατὰ τὴν στρεφομένην ἐκείνην τὰ νῶτα δίδωσι καὶ ὁ μισούμενος ἐλεεῖται καὶ ὁ διωκόμενος προσλαμβάνεται καὶ οὐδὲ ἡ φλὸξ τῆς ῥομφαίας φλὸξ ἔτι ἔμεινε καίουσα, ἀλλὰ τὸ πῦρ αὐτῇ τὸ πρηστήριον εἰς λαμπαδοῦχον πῦρ μετεσκεύασται καὶ ὁ χϑὲς κατὰ σκότον ἠλάσκων καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐντριβόμενος νῦν ταῖς τῆς σῆς δόξης ἀκτῖσι περιφανῶς ἐναστράπτεται. τί μὴ λέγω τὸ πᾶν; ὁ πένης χϑὲς καὶ ἀνέστιος πλούτῳ πολλῷ περιρρεῖται καὶ ἀτεχνῶς εὐδαιμονίζεται σήμερον καὶ σεβαστὸς ὁ πλανήτης ἀντὶ τοῦ ἀποστάτου σεμνολογεῖταί σοι. οὕτω κολάζειν οἶδας τοὺς ἁμαρτάνοντας· μόνον ἐκτείνεις τὸ τόξον, μόνον κραδαίνεις τὸ δόρυ καὶ ἀποξῦνεις δῆϑεν εἰς μορμολύκειον καὶ τελευτᾷ σοι τὰ τῶν ἀπειλῶν εἰς εὐποιίας ὑπόϑεσιν.

19. Τί μοι πρὸς ταῦτα Κωνσταντίνου τοῦ μεγάλου τὰ ἐπὶ τῇ φιλανϑρωπίᾳ σεμνολογήματα, ὃς ὑβριστοῦ τινος δήμου ταῖς ἑαυτοῦ εἰκόσιν ἐμπαροινήσαντος ἐνεγκεῖν λέγεται πράως καὶ τὸν ἀτάσϑαλον ὄχλον ἐκεῖνον διατηρῆσαι τιμωρίας ἀνώτερον; καλὸν μὲν γὰρ τὸ συγχωρεῖν τοῖς προσκεκρουκόσι883, τὸ δὲ προσευεργετεῖν τὸν ἁμαρτόντα κἀλλιον· καὶ πῦρ ϑυμοῦ διανάπτειν ἑτοίμως βασιλικὸν ὄντως, ἀλλὰ τὸ φλόγα τοιαῦτην ἐκ πολλοῦ δικαίως ἀναπτομένην καὶ μυρίαις τρεφομένην ταῖς ὕλαις, ὡς ἀναβῆναι γοῦν καὶ πρὸς κάμινον, οὕτως ἀκαρει884 (κ)ἀτασβέσαι καὶ εἰς εὐεργεσίαν διαμεῖψαι ῥύακας, ἀλλὰ τοῦτο ἤ ...885 βασιλέας καὶ μοι φαντασίαν ἀγγέλων παρέχει καὶ τὸ ϑαῦμα διανοοῦμαι τῆς Βαβυλωνίας ὧδε καμίνου, ἧς ὁ φλογμὸς εἰς δροσισμὸν ἐτελεύτησε886. καὶ Κωνσταντίνου μὲν φιλανϑρωπίας δεῖγμα καὶ ἡμερότητος ἓν ᾄδεται τοῦτο· καίπερ γὰρ ἄλλων μυρίων προσόντων τῷ πανευφήμῳ τῶν χαρακτήρων, ὣσπερ ἄλλης ἀρετῆς ἀπάσης, οὕτω δῆτα καὶ τῆς πραότητος, ἀλλὰ τοῦτό γε οἶμαι τὸ πάντων εἶναι μεγακλεέστερον, τοῦ δ’ ἐμοῦ βασιλέως ἐγὼ προσηγορήσω ὁμόχρονὸν τε ὂν τῷ προτέρῳ καὶ ἀληϑῶς ὁμοιότροπον.

20. Τίς οὐκ οἶδε τὰ τῶν Ἀντιοχέων κατὰ Κυπρίων ἐμπαροινήματα, ἃ κακότης μὲν ἡγεμόνος καὶ στρατιωτῶν ἀφροσύνη καὶ χρημάτων ἔρως εἰργάσαντο, βασιλέως δὲ γενναιότης καὶ στρατηγῶν εὐτολμία καὶ ὁ τοῦ δικαίου λόγος ἐξήτουν τίσασϑαι; ἀλλὰ νίκᾷ κἀνταῦϑα χρηστότης καὶ ὁ τολμητῆς ἱκετεύει καὶ ὁ βασιλικὸς τῆς συμπαϑείας ῥέει κρουνὸς καὶ τῷ ἁμαρτωλῷ πρὸς εὐεργεσίαν ἡ δίκη στρέφεται. ὢ κρουνὸς οὗτος χαρίτων ὄμβρον μιμούμενος τὸν οὐράνιον, ὃς τοῖς ἁμαρτωλοῖς ϑεόϑεν καὶ τοῖς δικαίοις ἐξίσου πᾶσιν ὀμβρίζεται887. ϑέλεις ἰδεῖν ἐπὶ τοῦ ἱκετείας888 σχήματος τὸν ἀλαζόνα πρὸ μικροῦ τὸν ἅρπαγα; τοῦτό οἱ μόνον εὐμήχανον, κἂν εἰ μὴ περιττῶς δόξω λέγων, καὶ τῆς Ὁμηρικῆς τάχα σοφίας ἦν ἄρα περὶ τὰς λιτὰς περισσότερος, ἀποτίλλει τὴν κόμην. εὖγε, ὦ οὗτος· δικαίως ἀκοσμίαν κατεψηφίσω τῆς ἀσυνέτου σου κεφαλῆς, ἢ περὶ τὴν κοινὴν ἠσέβησε κεφαλήν. γυμνοῖ τὰς χεῖρας (ταῦτα τῆς ἁρπαγῆς αὐταῖς ἐπιτίμιον), γυμνοῖ καὶ τοὺς πόδας· τί γὰρ τὴν ἀλλοτρίαν ἐπάτησαν; κάλων ἐξαρτᾷ τοῦ τραχήλου καὶ ζητεῖ τὴν ἀγχόνην ἀγχόνης ἔργα διαπραξάμενος. «Ἰδού, φησιν, ὦ βασιλεῦ, καὶ τῶν δεινῶν ἐγὼ τολμητής· κἂν ἐϑέλῃς889 αἰχμάλωτον ἄγειν, ἵνα με τοῖς ἀδικηϑεῖσι (π)ἀρα(δῴς)890 παίγνιον, ὃ δὴ μέ τις ἀγέτω τῆς καλῳδίας λαβόμενος· φέρῳ καὶ σπάϑην ἐχϑροῖς καὶ ἐμαυτῷ τὸ ξίφος ἠκόνησα. δεῦρό μέ τις εὐεργέτει νεκρὸν ποιήσας ἐλεύϑερον· ἡ δ’ Ἀντιόχου μεγάλη πόλις μέγαν ζητεῖ βασιλέα καὶ σοι τὸ χρῆμα, βασιλεῦ, οἰκειότερον. ἔχεις ταύτην· ἰδού σοι παρ’ ἡμῶν ὑπανέῳγε. καὶ τῇ νήσῳ Κυπρίων μεγάλαι κείπονται891 χάριτες, παρ’ ἐμοῦ μὲν ὅτι ξυνῆκε μὴ λακτίζειν πρὸς κέντρα892 μηδ’ ἐντρανὲς ὀρᾶν πρὸς τὸν ἥλιον, παρὰ δὲ τῆς ἐμῆς μέχρι καὶ ἔτι δεῦρο μεγάλης πό(λε)ως893, ὅτι βασιλέα μέγιστον ἐκληρώσατο καὶ τὴν πάλαι κληρουχίαν ἀπολαβοῦσα τῇ μεγάλῃ Ῥωμαίων ἀρχῇ καὶ πάλιν ἐντέτακται».

21. Ταῦτα τοῦ χϑὲς ἀδιχοῦντος καὶ νῦν παρακαλοῦντος τὰ ῥήματα. τούτοις χϑὲς λῃστὴς καὶ σήμερον δραπέτης ἐκκαλεῖται τὸν ἔλεον, μᾶλλον δ’ ὁ μὲν λέγει μὲν ἅττα δεῖ λέγειν τὸν χρησάμενον συμφοραῖς, ἀναμένει δέ οἱ τὴν ἐσχάτην ψῆφον ἐπενεχϑῆναι καὶ τὴν ἀκμὴν τοῦ ξίφους φαντάζεται. τί δ’ ὁ συμπαϑὴς βασιλεὺς καὶ πλήττειν μὲν εἰδὼς τὸν μαχόμενον, ἐλεεῖν δὲ τὸν ἱκετεύοντα καὶ ἀπὸ τῆς πολεμικῆς αὐϑαδείας ἐπὶ τὸ ταπεινὸν τῶν παρακλήσεων καταντήσαντα; τοῦ ϑυμοῦ τὸ βέλος ἀμβλύνει καὶ τῆς ὀργῆς σβεννύει τὰς φλόγας, αἷς τὸ πολεμικὸν ξίφος ἐχάλκευσε, καὶ ἀλλοιοῖ τὸν τῶν πραγμάτων χειμῶνα καὶ διαλύει τὰ νέφη καὶ ὑπομειδιᾷ τὸ φιλάνϑρωπον καὶ σχεδιάζει ϑυμηδίας ἔαρ αὐτίκα, διττὰς πλουτοῦν καὶ πραείας τὰς αὔρας, τὸ συμπαϑὲς καὶ τὸ μεγαλόδωρον· καὶ ἀναζῇ μὲν ὁ παρ’ ἑαυτῷ νεκρὸς τῷ δόγματι τῆς ἀφέσεως, ἐνδύεται δὲ ὁ γυμνὸς τὸ λαμπρὸν καὶ παμφαῖνον τῆς εὐφροσύνης ἱμάτιον καὶ ἐπανήκει πρὸς πόλιν ταῖς βασιλικαῖς χάρισι καὶ τὰς χϑὲς ἐναλλομένας χεῖρας καὶ εὐσταλεῖς χρυσίῳ καταβαρεῖται καὶ κροτεῖ τοὺς πόδας, οὓς πρὶν ὑπέτρεμε, καὶ μηνύει χαρμονὴν τοῖς πολίταις τῶν χϑὲς δακρύων ἱσόρροπον. τὰ δὲ ἑξῆς σοι, βασιλεῦ, οἷα; ἔχεις τὴν Ἀντιόχου πόλιν οὕτω καλὴν καὶ μεγάλην μηδὲ τῶν ὅπλων ἁψάμενος, ἔχεις ἔϑνος τοσοῦτον εὔιππον εὔοπλον μηδὲ πεζὸν ζημιωϑεὶς μαχητήν. οὕτω μάχην ὠδίνεις καὶ γεννᾷς τρόπαιον, οὕτω πόλεμον διώκεις καὶ νίκη σοι συναντᾷ· μόνῳ γὰρ τῷ δούπῳ τῶν ὅπλων τοὺς πολεμίους καταβροντῶν πρὸ τῶν ποδῶν ἔχεις προκυλινδουμένους καὶ σοι παραχωροῦντας τῶν πόλεων.

22. Ὢ τρόπαιον τοῦτο ϑεῖον, ὅταν οὐ λύϑρῳ μο(λύ)νεται· ὢ φιλάνϑρωπος νίκη συντηροῦσα τοὺς στρατιώτας μηδὲ τὰς πόλεις ἐκτρίβουσα· ὢ νίκη τῆς ποιητιχῆς ὑπερτέρα δόξης καὶ τὸ ἑτεραλκὲς οὐκ ἔχουσα. εἰ δὲ καὶ ὁ μέχρι σοῦ γενναῖος καὶ περιώνυμος Μαχεδὼν νικᾶν οὕτως ἠπίστατο, οὐκ ἂν τὰ λαμπρὰ Θηβαίων τείχη κατέπιπτε καὶ μεγάλη πόλις οὕτω κατέσκαπτο· νῦν δὲ καὶ Ξέρξης τὰς λαμπρὰς Ἀϑήνας ἐπίμπρα, τὰς τῶν τριακοσίων ἀριστείας μὴ φέρων καὶ τοὺς πεσόντας αὐτῷ στρατιώτας ἐκ τῆς πυρκαϊᾶς τάχα παραμυϑούμενος. καὶ Ἀλέξανδρος ἐμίσει Θηβαίους, ὅτι μαχόμενον ἔβαλλον, ἵνα μὴ Τροίαν λέγω πόλιν ἐκείνην, τῆς Ὁμηρικῆς δέλτου τὸ περιλάλημα, ᾗ κατάρχει μὲν πολέμου τὸ Πανελλήνιον Ἑλένην894 οὐκ ἀποδιδοῦσῃ μηδὲ παραιτουμένῃ τὸν πόλεμον, εἶτα ἐπὶ τοῖς πεσοῦσιν ἀριστεῦσιν ἀγανακτεῖ καὶ μετὰ τὴν νίκην κατασκάπτει τὴν πόλιν καὶ κατασφάττει τοὺς ὄχλους τῶν ἀριστέων ἀντίποινα· εἰ δὲ φοβεροὶ τοῖς πολέμοις καὶ πρὸ τῶν ἔργων ἐδόκουν, ἦν ἂν ἔτι Τροία καὶ τῇ ἐμῇ πατρίδι τὰ ϑαυμαστὰ τείχη παρέμεινε καὶ χρυσὸς τοῖς Ἀϑηναίοις περιεμάρμαιρε τὴν ἀκρόπολιν.

23. Τοῦτο μὲν οὖν σοι τοιοῦτον, ὦ βασιλεῦ, ὁ δὲ λόγος εἰ μὴ τὸν κόρον ὑπώπτευε (μᾶλλον δὲ κόρος μὲν τῶν σῶν τροπαίων ὣσπερ οὐκ αὐτὸν ἔχει τὸν λόγον, οὕτως οὐδ’ αὖ τοὺς ἀκούοντας· δέος δὲ μὴ τῆς ἡμέρας ἐπιλιπούσης τὰ νεώτερα τῶν ἀριστευμάτων ἢ καὶ καινότερα ἔξω μείνῃ τοῦ καταλόγου), εἶχεν ἂν ἔτι περὶ τὴν Ἀντιόχου καὶ τῷ λαμπρῷ ϑεάτρῳ σου συνεπόμπευεν, ὅ895 ἐτέλεις εἰσελαύνων ἐπὶ τὴν πόλιν παντὸς τοῦ πλήϑους πρὸ τῶν τειχέων καὶ τῶν πυλῶν ἐκχυϑέντων σοι, ὁπότε πᾶσαν ὑπερβάλλων λαμπρότητα ἐνὸς ἐξείχου τοῦ παραδείγματος. τὰ σεμνά σου συνάπτων τοῖς τοῦ Χριστοῦ, ὣσπερ ἐκεῖνος νικητής τε εἰσῄει τὴν Παλαιστίνην ἐπὶ τῆς ὄνου μηδὲ πολέμου γευσάμενος καὶ οἱ χιτῶνας ὑποστρωννύντες τὰ πλήϑη καὶ κλάδους τῶν φυτῶν ἐπισείοντες τὸ «Ὡσαννὰ τῷ σωτῆρι» ϑεοπρεπῶς ἀνεκραύγαζον896, οὕτως ἄρα δὴ καὶ σε ἔφερέ τε μόνος ὁ ἵππος τὸ τῶν τροπαίων ὕψος ὑποτυπουμένης τῆς ἀναβάσεως, καὶ κατὰ γένος καὶ φρήτρας897 Ἀντιοχεῖς προπομπεύοντες ἐν χερσὶ τοὺς κλάδους καὶ τοὺς ὕμνους εἶχον ἐν στόμασι καὶ ὁ ϑαυμαστὸς ἐπὶ τούτοις ὕμνος τῶν παίδων898 ὁ πάλαι τῷ Χριστῷ προσᾳδόμενος. οἷον δὲ ἄρα ἦν σοι τῆς ὁδοῦ καὶ τὸ πάρεργον; δέχεταί σου τὴν φήμην ἐκεῖϑεν ἡ Δαμασκός, φρίττει σε μακρόϑεν τὸ Χάλεπ, ὥσπερ ἀμέλει πάλαι καὶ τὸν Ἰσραὴλ στρατηγὸν899 ἠρέμα τῶν τῆς Παλαιστίνης ὅρων δρασσόμενον900 καὶ διὰ λαμπρῶν ἐρχόμενον τῶν τροπαίων901. πόρρωϑεν αἰ τῶν Χαναναίων πόλεις ὑπέφριττον. δῶρά σοι τοίνυν ἐκεῖϑεν συμπεφυρμένα τοῖς δάκρυσι καὶ μακραὶ παρακλήσεις καὶ τὰ ἐϑελοδουλείας χειρόγραφα καὶ ἵνα σοι μέχρι καὶ ἐπὶ τούτους ἡ τοῦ Χριστοῦ εἰκὼν παραμείνῃ, ἥν σοι δεδώκαμεν ἄνωϑεν, τέως μὲν σοι δῶρα τῷ ἡμετέρῳ βασιλεῖ καὶ βασιλεῖς Ἀράβων902 προσάγουσι, τέως δὲ καὶ τοὺς πάλαι παρ’ αὐτοῖς κατόχους πεπεδημένους χριστιανούς, οὓς ἐκ μακροῦ τοῖς τάφοις ζῶντας ὑπέχωσαν, τῶν δεσμῶν ὑπεκλύεις καὶ ὑπεξάγεις τῶν τάφων καὶ ὑποζωγραφεῖς τὴν ἀνάστασιν.

24. Ὢ πηλίκοις τεραστίοις οὐκ ἐγχορεύειν δύναμαι πομπικώτερον, οὐδ’ ἐπικοσμεῖν μου τοὺς λόγους ἐς ὅσον ἄρα καὶ βούλομαι· ἀλλ’ ὁ καιρὸς τυραννεῖ μου τὸν πόϑον ἐπιτροχάζειν ὥσπερ ἐγκελευόμενος. ὡς γοῦν καλῶς εἰχέ σοι ταῦτα καὶ ἐπανήκειν ἔδει τὸν ἀϑλητήν, τὰς μὲν πομπὰς καὶ τὰς τελετὰς καὶ τοὺς κρότους, οὓς ἡ ἐνεγκαμένη πόλις καὶ ἐπὶ τοὺς ἄϑλου; τούτους προηκαμένη νικητὴν ὑποδεχομένη φιλοτίμως ἐστεφανώσατο. ἀλλὰ τί δεῖ περὶ ταῦτα τρίβειν τὸν λόγον ἑτέροις ὅσοις ἀνϑυφελκόμενον; τέως δ’ αὖ ἀλλ’ ἐπανήκων τῇ σῇ πόλει τὴν ἐπιτιμωτέραν ἐζήτεις ποϑῶν ὁμοῦ καὶ ποϑούμενος καὶ ταχὺς ἐπιστῆναι ϑέλων τοῖς ἐρασταῖς· καὶ ὡς ἐδόκει σοι χωρεῖν διὰ τῆς Περσίδος, Πέρσαις μὲν οὐκ ἦν τὸ πρᾶγμα πρὸς τρόπου καὶ σοι συχνὰ τῷ τότε διεπρεσβεύοντο τὴν γῆν αὐτῶν μὴ πατεῖν, μὴ παρασύρῃ καὶ τὸν χοῦν τὰ στρατεύματα, ὥσπερ ἀμέλει καὶ οἱ παρὰ τῷ Εὐαγγελίῳ903 Γεργεσηνοὶ πέμψαντές φησι τὸν Ἰησοῦν παρεκάλουν πόρρω τῆς γῆς γενέσϑαι τῆς κατ’ αὐτούς, τὰ τῶν ϑαυμάτων πλήϑη μὴ στέγοντες. βάρβαροι μὲν οὖν σου καὶ τὰ πλήϑη μὴ904 χωροῦντες καὶ δ(εδ)ιττόμενοι905 τὰ τεράστια παρῃτοῦντο τὴν ὄψιν καὶ ἀποφράττειν τ(ὰς) ὁ(δ)οὺς ἤϑελον, σὺ δὲ (το)ύτοις906 προσχωρεῖς καὶ μὴ βουλομένοις καὶ διὰ μέσων βαίνεις αὐτῶν, ἀστραπαῖος ἐπιπίπτων καὶ καταπλήττων ἐκ μόνης ὄψεως, μᾶλλον δὲ τὸ μὲν τῆς ἀστραπῆς ἀναβεβλήσϑω τέως παράδειγμα καὶ ὅσα φοβερὰ τὸν τοῦ πολέμου χρόνον ἀνεμενέτωσαν.

25. Σοὶ δὲ τότε τὰ πρὸς τοὺς Πέρσας ἦσαν εἰρηνικὰ καὶ γ’ ἐμιμήϑης907 τὸν ποταμὸν Ἀλφειὸν γαληνῷ τῷ ῥοϑίῳ καὶ διειδεῖ καὶ γλυκάζοντι διὰ τῶν ἁλμυρῶν ἐξ ἀπιστίας ἐϑνῶν ἐπὶ τὴν φίλην ῥέων πηγήν, τὴν καϑ’ ἡμᾶς λέγω πόλιν, ἣν καὶ πηγὴν908 τῶν ἀγαϑῶν ϑαρρούντως καλῶ. εἰ γὰρ καὶ τοῖς βαρβάροις τὰ πρῶτα πρὸς συμφορὰν ἐτελεύτησεν, ὅτι τὰς σφῶν ἀμπέλους κομώσας καὶ κὐπριζούσας ἤδη τοῖς βότρυσι καὶ τὰς χώρας λευκανϑιζούσας καὶ τοὺς καρποὺς διδούσας ταῖς ἅλωσιν ἡ πολλή σου τῶν στρατευμάτων ἵππος συνεπάτησε καὶ κατενεμήσατο, (ὡς)909 λιμὸν τοῖς ταλαιπώροις σχεδιασϑῆναι δίχα χαλάζης καὶ βρούχου910 καὶ τῶν λοιπῶν φοβερωτέρων ϑεοῦ. ἀλλὰ τὸ μὲν τῆς ἀνάγκης ἦν· οὐ γὰρ Βελερεφόντας εἶχες τοὺς στρατιώτας, ἵνα ὑπὲρ γῆν πτερωτοῖς τοῖς ἵπποις ἐλαφριζόμενοι φέρωνται, καὶ δέον γῆν πατεῖν τὰ λοιπὰ τῷ ἱππέων δοτέον πλήϑει, ὃ καὶ αὐτὸ μεγάλῳ κατὰ σὲ βασιλεῖ πάντως ἀκόλουϑον· καὶ γὰρ οὐδ’ ὑπὲρ τὴν χρείαν ἦσαν τῶν ἵππων. καίπερ πολλὰ τῶν Περσῶν ὄντα γεώργια ἵν’ ἐξ τὴν τῆς τρυφῆς ὕβριν ταῦτα κατακενώσωμεν, ἀλλὰ τοσαύταις μυριάσι τῶν ἵππων μόλις πρὸς χρείαν ἐξήρκεσαν. σοὶ δ’ ἐξὸν καὶ ποίμνας καταϑοινῆσϑαι911 καὶ ἀγέλας ἐλαύνειν καὶ τὰ λοιπὰ προστιϑέναι, ἃ καὶ γῆν παριόντες οἰκείαν οἱ στρατιῶται νεανιεύονται, ἀλλὰ μικροῦ καὶ πεινῶντας ἐξάγεις τοὺς στρατιώτας καὶ σοι διαγογγύζοντας, οὐχ ὅτι κατὰ τοὺς Ἰσραηλίτας τῶν ἀναγκαίων ἐλείποντο, ἀλλ’ ὅτι γε πολλῶν καὶ ὑπὲρ τὰ ἀναγκαῖα παρόντων αὐτοὶ κατατρυφᾶν ἐκωλύοντο. οὕτως ἐκήδου τῶν Βαρβάρων, οὕτως ἀψοφητὶ τούτους ἤϑελες (ὃ δη λέγεται) παρελϑεῖν.

26. Πλὴν ἀλλὰ μέγα σοι κἀνταῦϑα τῆς ὁδοῦ ταύτης τὸ πάρεργον. ὁρᾷς τὰ πρόβατα τῆς μάνδρας κυρίου, ὧν οἱ βαρεῖς λύκοι912 κατεκυρίευσαν, καὶ σποδοειδῆ μὲν ἦσαν καὶ ῥαντὰ καὶ ποικίλα καὶ ὅλως τὴν ποιμαντικὴν Ἰακὼβ τοῦ πατριάρχου φιλοτεκνίαν913 ἐμφαίνοντα, ταῖς γε μὴν τοῦ Λάβαν μάνδραις914 τέως ἐνεσηκάζοντο· καὶ σοι μὲν πάλαι τῶν τοιούτων προβάτων ἔμελεν, ἵνα μὴ τοῖς κακίστοις λύκοις ἐπαναφύρωνται· αὐτὰ δέ σε τὸν ποιμένα τὸν μέγαν ἰδόντα μετὰ915 τῆς ποιμαντικῆς παροδεύοντα βακτηρίας, ἥν σοι ϑεὸς αὐτὸς ἐνεχείρισε916, τέως μέντοι τῶν τοῦ Δαυὶδ917 ἐκεῖνα βοῶσιν· «ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἐπταπλασίως εἰς τὸν κόλπον αὐτῶν· ἡμεῖς λαός σου καὶ πρόβατα νομῆς σου· καὶ πρόσσχες918 ὁ ποιμαίνων τὸν Ἰσραήλ, ὁ ὁδηγῶν τὸν Ἰωσὶφ ὡσεὶ πρόβατον». τέως δὲ καὶ τὴν τοῦ Ἰακὼβ ζητοῦσι ποιμαντικὴν τὰ Ἰακὼβ ἐπίσημα πρόβατα καὶ τοὺς φύλακας κύνας ἐπιποϑοῦσιν ἱκετικὸν προσβληχόμενα· μύϑοις μὲν γὰρ ἐδόκει πάλαι καὶ ποιοῦσι τοὺς λύκους κατασοφιζομένους τὰ πρόβατα καὶ ἀπελαύνουσιν οἱ λύκοι τοὺς κύνας919 καὶ ἐν ήρεμίᾳ διασπαράττουσί γε τὰ πρόβατα· τὸν δὲ μῦϑον οἱ Πέρσαι τοῦτον ἤγαγον εἰς ἀλήϑειαν καὶ τοὺς πνευματικοὺς κύνας, τοὺς ἀγρύπνους τῆς τῶν χριστιανῶν ποίμνης φύλακας, ἐκ τῶν κατ’ αὐτοὺς ποιμνίων κακομηχάνως ἐλάσαντες κατορχούνται τῆς ἐρημίας καὶ τὰ Χριστοῦ σπαράττουσι πρόβατα. τότε μὲν οὖν τοῦ πυρός σοι τῆς εὐσεβείας αὐϑις ἀνακαχλάσαντος καὶ ὑπερεκχεῖσϑαι ζητοῦντος920, ἵνα τοὺς ἀσεβεῖς καταφάγηται, τέως μὲν ἐπέχεις τὰς φλόγας καὶ ζητῶν ἐπιτήδειον, πείϑεις δὲ τοὺς Βαρβάρους χριστιανοῖς ἀνεῖναι τὰς βίας καὶ χώραν σφίσι921 δοῦναι πλατεῖαν εἰς τὸ παρρησιάζεσϑαι τὴν εὐσέβειαν καὶ τοὺς πνευματικοὺς πολιούχους ἑκάστης δέξασϑαι πόλεως. ἐδόκει ταῦτα καὶ νυμφοστολεῖς τὰς Ἐκκλησίας πάλιν ϑεοῦ καὶ φιλοκρινεῖς τοὺς νυμφίους, ἵνα μὴ τὰ τῶν γάμων ὑβρίσωσι· καὶ χήρας γαμίζεις οὐ νέας, ὡς ἡ τοῦ ἀποστόλου ϑέλει διάταξις922, ἀλλ’ ἐκ μακροῦ χηρευούσας καὶ τῶν νυμφίων τρυχομένας923 τοῖς ἔρωσι. καὶ νῦν αἱ τῆς Ἑῴας Ἐκκλησίαι πάλιν λευχειμονοῦσι924, τῶν χηρικῶν ἀμφίων ἀπεκδυσάμεναι τὴν σκοτόμαιναν, καὶ περιβάλλουσι τοὺς νυμφίους καὶ ᾄδουσι τοὺς ἐπιγαμίους καὶ τὰ τέκνα παραμυϑοῦνται καὶ (πάν)τας αὗ(ται)925 ἔχουσι πάλιν καὶ τῶν ἐπιγαμίων ᾀσμάτων ὁ βασιλεὺς πάντως ὑπόϑε(σις)926.

27. Ἀλλ ὢ τοῦ τάχους τῶν ἐξ ἀεὶ δρόμων (καὶ)927 τῆς ἀπαύστου καὶ φορᾶς καὶ κινήσεως· ὑπὲρ τὰς ἵππους Εὐμήλου928 καὶ οἱ ἴπποι σου καὶ οἱ δρόμοι σου καὶ τὸν πτερωτὸν ὑπερφαίνεις Περσέα, πλὴν ὅσον οὐκ εἰς αἰϑέρα ϑέλεις μετεωρίζεσϑαι οὐδὲ πτερῶν προσϑήκῃ τὸν ἄνϑρωπον παραψεύδεσϑαι, ἀλλὰ φύσεως τάχει καὶ προϑυμίᾳ γνώμης ὑπελαφρίζεσϑαι. ϑᾶττόν τις ἵδῃ τὸν ἥλιον ἤ σε τοῦ δρόμου παυσάμενον· οὕτως ἀεικίνητος εἶ, εἰ μὲν βούλοιτό τις λέγειν, ὡς αὐτὸς ἥλιος, εἰ δέ τις αἰροῖτο, καὶ ὡς πάντων ὑπερηρμένος καὶ ἀληϑῶς αἰϑέριος ἢ ἐμπύριος· οὕτω γὰρ που καὶ ὁ δαιμόνιος Ἀριστοτέλης929 τὸ τοῦ αἰϑέρος ἔτυμον παραδίδωσιν. ἄρτι γὰρ ἐν καλῷ μένειν οὕτω τὴν καϑ’ ἡμᾶς Ἀσίαν κατασπαζόμενος ταχὺς ἐπὶ τὰ Θρᾳκικὰ πεδία πάλιν ἀπέπτης καὶ τῆς Εὐρώπης ἔχει σε τὸ μεσαίτατον καὶ κειμένων σοι καὶ ταῦτα τῶν ὅπλων ξύμπας ἐχϑρὸς ὑπεκλίνετο930 καὶ κατατάττεις ἐν βραχεῖ καὶ πόνων ἄτερ τὴν οἰκουμένην τὸ κατὰ πάντων κράτος ἀναδησάμενος. ὢ πηλίκον ἐν τῇ Εὐρώπῃ καὶ οἷόν μοι τὸν κύκλον ἐγύρωσας ἀφ’ ἑνός που τῶν τρόπων ὡς ἀπὸ κέντρου τείνας τὰ διαστήματα καὶ σύμπαν ἔϑνος διαγράψας ἑσπέριον καὶ τέως εἰς βουλὴν περιαγαγὼν πάντας μίαν, ἵνα σοι πάντες δουλεύσωσιν. οὐκ εἶχες τάχα κέντρα ὁ κύκλος· οὐδὲ γὰρ ὅπλον ἐκίνησας, ἀλλ’ ἀψοφητὶ καὶ ἠρέμα πᾶσαν ἑσπέραν ἐδουλαγώγησας.

28. Ὢ καινὸς κύκλος οὗτος, ὃν οὐ τετραγωνίζοντες ματαιοπονοῦσι Περικλεῖς καὶ Ἀντιφῶντες καὶ Βρύσωνες· ἔχει γὰρ, ἔχει πάντως καὶ τὸ ετράγωνον, ὅσον931 καὶ ψόγων πάμπαν ἔστιν ἀνώτερον. ἢ πῶς οὐ λίαν ἐπαινετόν, ἂν ἐγὼ μὲν ἐδόκουν ὅτι σοι ϑήρας μέλει μόνον, σὺ δὲ καὶ τῶν ἐϑνῶν ἐκυρίευες, ἂν ἐγὼ μὲν πάταγον932 ὅπλων καὶ ἀκοντίων δοῦπον ἀνέμενον, ἵν’ ἐννοοίμην933 οὕτω καὶ πόλεμον, σὺ (δὲ)934 τῇ φήμῃ μόνῃ καταπλήττων εἶχες τὰ ἔϑνη χειρούμενος; οἱ μὲν γάρ σοι πυκνὰ περὶ τῆς εἰρήνης ἄλλοϑεν ἄλλος ἧκον935 διαπρεσβεύοντες καὶ δουλείαν ὁμολογοῦντες καὶ σου τὸν ἔλεον ἐκκαλούμενοι, οἱ δέ σοι καὶ ὡς ἠδικημένοι περὶ τὴν ἀρχὴν προσίασι καὶ κατηγοροῦσι μὲν τῶν ἠδικηκότων936 καὶ προκαλοῦνταί σου τὴν ῥάβδον ἐπὶ τοὺς ἁμαρτόντας937 τὴν σωφρονίστριαν· σὺ δὲ διαιτᾷς αὐτοῖς τὰς δίκας πανσόφως καὶ τοὺς τῶν βαρβαρικῶν φρονημάτων ὄχϑους διαλεαίνεις καὶ τὰ περὶ τὴν ἀρχὴν αὐτοῖς κατατάττεις νομοϑετήσας τὸ ἀστασίαστον ἢ καὶ ὡς οἰκεταις δεσπότης ἐγκελευόμενος ἀρχικώτερον, ἵνα σου μὴ τὴν ἀριστουργὸν χεῖρα μόνον εἰδεῖεν, ἀλλὰ καὶ τὴν γλῶτταν μάϑωσι τὴν ἐμπύριον, μηδὲ βασιλέα σε μόνον γενναῖον, ἀλλά γε καὶ σοφὸν γνωρίσωσιν αὐτοκράτορα, μηδὲ στρατηγὸν δεξιὸν μόνον, ἀλλὰ καὶ δικαστὴν ἀκριβέστατον.

29. Ἀλλ ὢ ῥεῦμα σοφίας, ὢ ποταμὸς ἀνυπόστατος μόνον ἐπεμνήσϑην ταῦτα καὶ περικλύζομαι, μόνον εἰς νοῦν ἑβαλόμην καὶ παρασύρουσί με τὰ ῥεύματα. ἐπίστασϑε οἱ τὸν ποταμὸν περιπλέοντες τοῦτον καὶ τῶν ναμάτων πίνοντες ἀφϑονώτερον· ἐπίστασϑε τὴν τοῦ βασιλέως σοφίαν οἱ τὸν περὶ αὐτὸν συμπληροῦντες κύκλον καὶ τῆς ἡδίστης γλώττης κατεμφορούμενοι, πὥς μὲν περὶ τὰς διαλέξεις ὑπὲρ τοὺς πάλαι Σέξτους938 καὶ Πύρρωνας (πλουτεῖ δὲ οἱ τὴν πειϑανάγκην939 ὁ λόγος), ὑπὲρ τοὺς ἐκ τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, καὶ πῶς τὸ παρατυχὸν ἅπαν ποιεῖται λαμπρὰν φιλοσοφίας ὑπόϑεσιν, ἂν ψυχῆς ἐπιμνησϑῇ, πρῶτα μὲν τὰ Φαίδωνος ἀνακινῶν καὶ Καλλίου καὶ ὅσα οἱ περὶ Σωκράτην περὶ ψυχῆς καὶ τἀγαϑοῦ διεξέρχονται, εἶτα δὲ κύιταλήγων ἐς Μωσέως καὶ τὸ ϑεοῦ δοξάζων ἐμφύσημα καὶ ἀναβαίνων μὲν εἰς οὐρανὸν μετὰ τοῦ πάλαι κύκλου τῶν φιλοσόφιον καὶ διαβαίνων τὰς ζώνας καὶ περιϑέων τοὺς ἄξονας, ἀλλὰ δὴ καὶ μετὰ τῶν καϑ’ ἡμᾶς φιλοσόφων τοῦτον διασκεπτόμενος καὶ ϑεοῦ τιϑέμενος ποίημα. γέμει δέ οἱ τὰ πάντα τῶν ϑείων λόγων καὶ τῶν ϑειοτέρων δογμάτων καὶ τὸ δικαστικὸν βῆμα καὶ ἡ τράπεζα καὶ ἡ κλίνη καὶ καιρὸς ἅπας καὶ ζωὴ ξύμπασα· καὶ πολυπραγμονεῖ τῆς ἐν Εὐαγγελίοις σοφίας τὰ μυστικώτερα καὶ κρυφίωδέστερα καὶ ἐπὶ γλώττης αὐτῷ τὰ καινὰ τοῦ ϑείου Παύλου νοήματα καὶ φϑάνει τοὺς περὶ λόγους ἀεὶ στρεφόμενους λύων αὐτὸς τὸ ἄπορον εὐστοχώτερον καὶ ἀπαυγάζει τὴν ἐγκεκρυμμένην τούτοις σοφίαν καὶ γίνεται κατὰ τοῦτο τὸ μέρος εὐεργετῶν τὸ ὑπήκοον. ὢ βασιλέως καὶ ψυχῆς κηδομένου καὶ χειρὶ μαχομένου καὶ πληττομένου τοὺς πόδας καὶ τῇ γλώττῃ σοφίζοντος940, (διὰ)941 πάσης τῆς διαρτίας τοὺς ὑπηκόους ὁλβίζοντος.

30. Ἀλλὰ τί μοι κα ... πολέμους ἀνανοῇ καὶ πάλιν; μὴ βαρβάρων ἐμνήσϑης καὶ διασκέπτῃ τὴν συμβολὴν καὶ τὴν ἐκδρομην κατὰ (νοῦν)942 βάλλεις καὶ φαντάζῃ τὴν συμπλοκήν; ποῖ ποτε ἄρα γε943 προβήσῃ; τί δέ σοι πέρας944 ἔσται τῶν δρόμων; ἢ καὶ ὑψοῦ ϑέλεις ἀνερειφϑῆναι945, ἵνα μὴ ὀφϑαλμούς τις αἴρειν ἔχῃ πρός σε, μηδ’ ἴκταρ (ὅ φασι) βάλλειν946 δύναιτο, μικρὸν ὅσον καὶ τὰ πάντα κατεργασάμενον; ἐπιλείψει σε τὸ ἔργον, ὦ βασιλεῦ, καὶ ὁ πόλεμος καὶ ἐν εἰρήνῃ βαϑείᾳ καϑίσεις πᾶσαν ἑλὼν τὴν ὑφήλιον947, πράγματά τε σχοῖεν οἱ948 σιδηρέες καὶ οἱ χαλκεῖς, οἳ περὶ τοὺς ῥαιστῆρας ἔχουσι καὶ τοὺς ἄκμονας, (τοῦτ’ ἐκεῖνο τὸ τοῦ προφήτου949) εἰς δρεπάνας τὰ ὅπλα μεταχαλκεύοντες καὶ μεταποιοῦντες τὰς ζιβύνας εἰς ἄροτρα, τί γὰρ δεῖ καὶ ὅπλων, ὅταν οὐ πάρεισι πόλεμοι; τί δὲ καὶ δεῖ καὶ πολέμων, ὅταν οὐδεὶς ὁ μαχόμενος; εἶεν, ἀλλ’ ἐπὶ τούτοις οὐδὲ κομπάζεις, οὐδὲ τὸ τηλικοῦτον τῆς μοναρχίας χρῆμα τὸ σὸν ἐτύφωσε φρόνημα. Βαρβάρων ταῦτα καὶ Μακεδόνων· αἰνίττομαί σοι τὸν Φίλιππον, ὃς πολλοῦ ἂν ἄξιος ἧν, ἐὰν ἐπὶ πολλοῖς καὶ γενναίοις ἐμεγαλαύχει τοῖς κατορϑώμασι, νῦν δὲ ἀλλὰ μίαν τὴν ἐν Χαιρωνείᾳ κατ’ Ἀϑηναίων μάχην κρατήσας καὶ τῷ τροπαίῳ καταστρατηγηϑεὶς ἔξω γέγονεν ἑαυτοῦ καὶ οὐκέτι γε εἶναι ἄνϑρωπος ᾤετο. ἀμέλει τοι καὶ παῖδα ἑαυτῷ ἐπιστήσας ἑκάστης ἕω ἐπιλέγειν ἐκέλευε· «Φίλιππε, φρόνει ϑνητὸς ὤν», καὶ οὕτως ἐσωφρονίζετο ἀτεχνῶς οὕτως φάναι παιδαγωγούμενος· «Ἐπὶ τίνι καταστέλλεις τὸν τῦφον, Φίλιππε; ἐπὶ τίνι δέδιας; μὴ λάϑοιο σεαυτοῦ καὶ νομίσεις μένειν ἀϑάνατος, ὅτι τοῖς Ἀϑηναίοις πονήρως ἔχουσι καὶ ἀρρώστως καὶ γνώ(μ)ῃ δεινοῦ σοφιστοῦ μᾶλλον ἢ ῥώμῃ καὶ ϑάρσει κατὰ σοῦ κινηϑεῖσι γέγονας δυσαντίβλεπτος. ἀλλ’ ὁ ἐμὸς βασιλεὺς πάλαι μὲν ἔχει τὰ σὰ καὶ ὅσα ἐν μέρει παιδιᾶς αὐτοῖς κέχρηται, ἔχει δὲ σοι καὶ τὰ τοῦ σοῦ παιδὸς Ἀλεξάνδρου, ὃς ὃλοις ὑπερβέβη(κε) μέτροις τὰ σά, προσελάβετο δὲ καὶ ὅσα οῦδ’ ὄναρ ὑμῖν ἐφαντάσϑησαν. τί γὰρ ὑμῖν τῶν ὑπὲρ τὸν Ἰόνιον ὑπὸ χεῖρας ἧλϑε; τί δὲ τῶν ἀνὰ Λιβύην; καὶ ὅμως οἶδε μετριοφρονεῖν εἴπερ τις τῶν πώποτε βασιλέων. καὶ ὁ μνήμων ἀπέστη παῖς».

31. Ἀλλ’ ἐπὶ τούτοις αὐτοῖς (ὢ δίκη καὶ νόμοι καὶ ἀρετὴ βασιλέως) ζητῶ καὶ τὸν σκύμνον ἰδεῖν τῷ λέοντι παρασκαίροντα· ζηλοτυπῶ καὶ τὸν καλὸν ἀετὸν ἔχειν καὶ τὸν ἀετιδέα950 προσιπτάμενον· ἀλλ’ οἴεσϑε λέοντός μοι μέλον εἶναι καὶ ἀετοῦ; ἄρρενα παῖδα τοῦ βασιλέως ζ(ήτει)951, ὀξὺν ἀπὸ τοῦ ταχέος οὕτω καὶ ἀπὸ τοῦ γενναίου γεννάδα, διάδοχον τοῦ τοσούτου κράτους, εἰκόνα τῶν ἀρετῶν τῶν τοσούτων. μή μοι μέλλε περὶ τὸν γάμον, ὦ βασιλεῦ· κοινὸς ἐγώ σοι πρέσβυς952 τῆς οἰκουμένης ὅλης παρίσταμαι· παγκόσμιόν σοι τοῦτον τὸν ικετήριον ὑπὲρ κοινῆς εὐεργεσίας προβάλλομαι. ἄγε μοι τὴν βασιλίδα, γίνου νυμφίος, ἐγὼ σκευάσομαι τὸν ἐπιϑαλάμιον· τίκτε μοι τὸν βασιλέα, ἐγώ σοι καὶ τῶν γενεϑλίων λόγων ἐπιμελήσομαι. τάχα μὲν οὖν ὁ παῖς αὐξηϑείς σοι καὶ τὰ ὑπερφυῆ σου βλέπων ἀνδραγαϑήματα ἐκεῖνο τοῦτο τοῦ Ἀλεξάνδρου πείσεταί τε καὶ φϑέγξεται· ἀνιάσεται μὲν ὡς εἰκός, ἐρεῖ δὲ πρὸς τοὺς ἥλικας «πάντα προλήψεται ὁ πατήρ, ἐμοῖ δ’ οὐδὲν ἀπολείψεται μέγα καὶ λαμπρὸν ἔργον μεϑ’ ὑμῶν ἐπιδείξασϑαι». κλαύσονται δὲ πικρὸν καὶ οἱ Βάρβαροι καὶ τοὺς μυϑικοὺς βατράχους τάχα μιμήσονται· ὣσπερ ἐκεῖνοι γοερὸν ἀνωδύραντο μέλλειν ἤδη τεκεῖν ἀκηκοότες τὸν ἥλιον, ὃς καὶ δίχα τῶν παίδων καλῶς αὐτοῖς τὰ τενάγη καὶ τὰς λίμνας κατέφρυγεν, οὕτω δὴ μόνον ἐπὶ τῶν ὅπλων βλέποντες ἔστεξαν. ἀλλ’ ἐμοὶ Βαρβάρων μὲν οὔτι μέλον, ὑπὸ πλειόνων τῶν ἡλίων καταφρυγέσϑωσαν, τῷ δὲ σῷ παιδὶ καὶ ἡμετέρῳ μετὰ σὲ βασιλεῖ ἀρκέσει πρὸς παραμυϑίαν τὸ τοῦ πατρὸς μόνον φέρειν τὰ δευτερεῖα τοὺς λοιποὺς τῶν βασιλέων ὑπερελαύνοντι.

32. Ταυτὶ μὲν οὖν οὕτως εἴη καὶ ἀποτέκοις ἡμῖν καὶ χρίσειες τὸν βασιλέα καὶ εἰκόνα λίποις τῶν ἀρετῶν σου χαρίεσσαν, ὁ δ’ ἐμὸς οὗτος λόγος, εἰ καὶ αὐχμηρὸς παρέστηκέ σοι καὶ ἀκαλλής, μὴ διεσκευασμένος πρὸς τὸ ἀβρότερον μηδὲ λαμπρὸν ἀπὸ τοῦ τῆς σοφίας λειμῶνος ἐξηρτυμένος τὸν στέφανον, καὶ ὑποπτήσειν ἔδει μάλιστα τοῦτον βασιλεῖ λαμπροτάτῳ ... γχρ ...953 οὕτω προσιόντα καὶ ὡς εἰπεῖν ἀστεφάνωτον, ἀλλὰ παρρησιάσε(ταί) σοι καὶ τοῦτο. (διὸ καὶ)954 ἡμῖν, ὦ βασιλεῦ, ἄνες τὸ σὸν βῆμα καὶ ἀναπέτασον ἡμῖν τὰ βασίλεια, δὸς χώραν τοῦ λέγειν ἀμίσϑῳ ῥήτορι, μὴ ἀποκλείσῃς γλῶσσαν εὐγνώμονα· ἕως ἐπιστοιβάζεις τὰ τρόπαια, προστίϑει καὶ τοὺς συγγράφοντας· ἕως οὐ λήγεις τροπαιουχῶν, μηδ’ ἀποπέμῃ τοὺς ῥήτορας. ἔχεις σὺ χεῖρας, ἔχομεν καὶ ἡμεῖς γλῶτταν· ϑέλεις αὐτὸς ἀριστεύειν, ζητοῦσι καὶ οἱ ῥήτορες φϑέγγεσϑαι. πρόσϑες καὶ ἡμᾶς τῷ περὶ σὲ τούτῷ κύκλῳ, τοὺς καὶ πρὸ τῆς προσϑήκης ἀνακηρύττοντας. καὶ προστεϑείης μοι καὶ σὺ, βασιλεῦ, τῷ περὶ τὸν ἄνω βασιλέα συντάγματι μετὰ τὴν ὧδε πολυχρόνιον βίωσιν.

* * *

384

 Κῶδ. Πετρουπ. 250, φ. 81β–85β.

385

 πρβλ. Συνεσίου ἐπιστ. α´ ἐκδ. Hercher, σ. 638; «ἀπὸ τῆς σεμνοτάτης φιλοσοφίας καὶ τῆς συννάκου ταύτης ποιητικῆς, τοὺς δὲ ἀπὸ τῆς πανδήμου ῥητορικῆς» κτλ.

386

 κῶδ. καὶ τοῖς.

387

 σοφίας, Kurtz σοφίᾳ.

388

 πραγματειοδέστερος.

389

 Ἀλέξανδρον] πρβλ. Σουΐδαν ἐν λ.

390

 Τιμόϑεος] πρβλ. Σουΐδον ἐν ὀν. Τιμ. Θερσάνδρου.

391

 κῶδ. ἀγαϑοῖς αὐτοκράτορ.

392

 μέχρη.

393

 κῶδ. ὅρκων.

394

 (τῶν) προσϑ. Kurtz.

395

 ποῖον κόσμον ἀείσω;] πρβλ. Hom. Od. Η, 492.

396

 Δαυὶδ] πρβλ. Ψαλμ. ρλα´, 1.

397

 Σολομὼν] Βασιλ. 3, η´.

398

 ϑυμόστροφον, Kurtz ϑυμόσοφον.

399

 ἐπιλείψειαν] ἐπιλείψαν.

400

 ἐναπαστράπτων] ἐναποστράπτων.

401

 Παρ. ζ´, 14. Σειρ. μζ´.

402

 κῶδ. παρέσυρρε.

403

 φώταυγον.

404

 Пαρ. κδ´, 54.

405

 μεγαλοπτέρυγος] πρβλ. Ἰεζ. ιζ´, 3.

406

 ὡραῖοι τ. πόδες] πρβλ. Σειρ. κς´, 18.

407

 ἐπήρϑη γὰρ ὁ ἀσεβὴς] πρβλ. Ψαλμ. λς´, 35.

408

 μέγα νήπιος] Ἡσ. ἔργ. 130.

409

 ἔνϑ. ἐν τ. κ. αὐτοῦ δόλον] πρβλ. Μαλ. β´, 16.

410

 ἐν τῷ στ. α. ἐλάλ. ὑπερηφανίαν] πρβλ. Ψαλμ. ις´, 10.

411

 ὀμβροφόροι νεφέλαι] πρβλ. Ἀριστοφ. Νεφ. 298.

412

 ὑπερηφανεύετο ... ἐνεπυρίζετο] πρβλ. Ψαλμ. ϑ´, 23.

413

 Παῦλον] πρβλ. Ἐβρ. ιγ´, 3.

414

 σκεῦος τ. ἐκλογῆς] πρβλ. Πράξ. ϑ´, 15.

415

 κεκάϑηκε.

416

 βαϑείᾳ φρενὶ ... βουλεύματα] Αἰσχύλος ἐν Ἑπτὰ ἐπὶ Θἡβαις 593 Dind.

417

 κῶδ. πεσάρχα.

418

 Ἄρην ... πολεμόκλονον] πρβλ. Βατραχομ. 275 Pigre. Μανέϑ. ς´, 47.

419

 φιλαίματον] πρβλ. Ἀνακρ. ἐν Anth. Pal. VII, 226.

420

 ἰδοὺ ... κύριός] πρβλ. Ἱερ. κζ´, 31.

421

 κύριος ... ταπεινὸν] πρβλ. Παρ. γ´, 34.

422

 Ἰσμαήλ] κῶδ. Ἰσραήλ· πρβλ σ. 108,11.

423

 ἐλογίσατο ... γλώττης σου] πρβλ. Ὠσηὲ ζ´, 16.

424

 καϑήσω.

425

 καϑ. σε εἰς παράδειγμα] πρβλ. Ναούμ, γ´, 6.

426

 εἴδετε = οὕτω καὶ ἑξῆς.

427

 τούτου = αὐτοῦ.

428

 ἔϑετο ... φαρέτρᾳ αὐτοῦ] πρβλ. Ἡσ. μϑ´, 2.

429

 τόξον ... βραχ. αὐτοῦ] πρβλ. Βασιλ. 2, κβ´, 35.

430

 ἀπαγγείλατε ... δυναστείαν αὐτοῦ] πρβλ, Ψαλμ. οζ´, 4. ρδ´, 1–10.

431

 ἐπιστράφητε ... καταφάγεται] πρβλ. Ἡσ. λα´, 6, 8.

432

 χριστὸς σὺ κυρίου] πρβλ. Βασ. κδ´, 7.

433

 εἰρήνην εὐαγγελιζομέναις] πρβλ. Ῥωμ. ι´, 15. Ἐφ. β´, 17.

434

 νεομηνίαις ἑσάλπ. ... Ἰουδ. γένος] πρβλ. Λευιτ, κε´, 9. Ψαλμ. π´, 3.

435

 ἐς κόρακας] Corpus par. 2, σ. 421.

436

 Βορέης μὲν αἰϑρηγενέτης] Ὀδ. ε´, 296.

437

 λαῖτμα τῆς ϑαλάσσης] Ὀδ. δ´, 504. ε´, 174. ι´, 260.

438

 σὺν δ’ Εὖρός τε Νότος τε] Ὀδ. ε´, 295.

439

 Μάρκ. δ´, 39.

440

 κῶδ. εἴδεις.

441

 Ἰεζ. κζ´, 26, 27.

442

 τοῖς ἀνέμοις] κῶδ. τοὺς ἀνέμους.

443

 Χριστῷ] πρβλ. Ματϑ. η´, 26. Μάρκ. δ´, 39. Λουκ, η´, 24.

444

 λαὸν ... περιούσιον] πρβλ. Ἐξ. ιϑ´, 5. κγ´, 22. Δευτ. ζ´, 6. ιϑ´, 2. κς´, 18.

445

 Ξέρξου ... ἐδραζόμενος] πρβλ. Ἡροδ, ζ´, 33–36.

446

 ἐπάξῃς] τὸ ͞η ἐκ δίορϑ. τοῦ ͞ει.

447

 Ὁμ. κυβιστῆρα] πρβλ. Ἰλ. Λ, 727.

448

 ἐπί. α. ἐν ῥάβδῳ] πρβλ. Ψαλμ. πη´, 32.

449

 αἴ κέν τοι φ. ... γένηαι] πρβλ. Ἰλ. Θ, 282.

450

 πρβλ. Φιλ. γ´, 19.

451

 παροιμίαν] Corp. paroem. 2, σ. 202, 614.

452

 φαγῶν ... ἀπέστη ἀπ’ αὐτοῦ] πρβλ. Δευτ. λβ´, 15.

453

 ὡς Ἱερ. ἄλλος δοῦλος] πρβλ. Βασ. 3, ιβ´.

454

 χάλκεα ... ἀνταλλασσόμενος] πρβλ. Ἰλ. Ζ, 235–236.

455

 ἐτώσιον τ. ἄχϑος] πρβλ. Ἰλ. Σ, 104.

456

 ἐξεγέλας ... κατοικῶν] πρβλ. Ψαλμ. ϑ´, 23.

457

 τὸν δρόνον ... αἰσχύνην] πρβλ. Ψαλμ. πη´, 45, 46.

458

 ἐπέστρεψεν ... ἀδικία αὐτοῦ] πρβλ. Ψαλμ. ζ´, 17.

459

 κῶδ. πεφυσσημένος.

460

 ἐξεφύσσησε.

461

 ἔφαγεν ... ἐμεϑύσκετο] πρβλ. Δευτ. λβ´, 42.

462

 τοῦ καὶ φϑεγ. ... ἐμίχϑη] Ἰλ. Κ, 457. Ὀδ. χ´, 239.

463

 ἐν ἐκστάσει ... διεκόπτετο] πρβλ. Ἀββ. γ´, 14.

464

 Ἐμπεδόκλεια] πρβλ. Ἀριστοτ. περὶ ψυχῆς, σ. 430α 29 Bek. Mullach, Fragm. τ. 1, σ. 9. στ. 308.

465

 ἠύν τε μέγαν τε] Ἰλ,. Ε, 628. Ζ, 8. Υ, 457.

466

 κατερ. ... πάχος] πρβλ. Ψαλμ. ρμ´, 7.

467

 τοῖς πετ. εἰς κατάβρωμα] πρβλ. Ἰερ. ζ´, 33.

468

 ἐπισκόπτων.

469

 φυσσῶσιν.

470

 ἀποϑήκας ... τῇ νυκτί] πρβλ. Λουκ. ιβ´, 18–20.

471

 κῶδ. γενήσεται.

472

 διὰ στενῆς ... ὁδοῦ] πρβλ. Ματϑ. ζ´, 14.

473

 αἱ ἀνομίαι ... κεφαλήν σου] πρβλ. Ψαλμ. λζ´, 5. λϑ´, 13.

474

 ἐπλάτυνας ... ἐμπιπλάμενος ἦς] πρβλ. Ἀββ. β´, 5.

475

 φϑέγξομαι.

476

 ὡσεὶ ... ἀφροσύνης σου] πρβλ. Ψαλμ. λζ´, 5–6.

477

 Γεν. λζ´, 20.

478

 Ἡσ. α´, 3.

479

 τερατ. βούπρωρον] πρβλ. Σοφ. Τραχ. 13.

480

 κῶδ. ἀναισϑητίσας.

481

 παροιμίαν] Corp. paroem. τ. 1, σ. 148, 301.

482

 ἧς ὁ κόσμος οὐκ ἔστιν ἀντάξιος] πρβλ. Ἐβρ. ια´, 33.

483

 Σιρ. λη´, 16.

484

 ἀναληφϑείς] μετὰ τοῦτο κενός ἐν τῷ κώδικι χῶρος 22–27 στοιχείων.

485

 Ὠς. ι´, 12.

486

 φῶς ... ποσὶν ἡμῶν] πρβλ. Ψαλμ. ριη´, 105.

487

 σταδαίοις ... Μωσῆς] πρβλ. Ἐξοδ. ζ´, 19.

488

 Ἐλισσαιέ] Βασ. 4, β´, 20–21.

489

 ὕδωρ ζῶν καὶ ἁλλόμενον] πρβλ. Ἰω, δ´, 14.

490

 ὁμώνυμος] νοητέος ὁ οἰκουμενικὸς πατριάρχης Ἰωάννης ὁ Καματηρός, παραβαλλόμενος ὧδε τῷ βαπτιστῇ Ἰωάννῃ.

491

 Ἡσ. νε´, 1.

492

 κῶδ. περιραντισϑῆ.

493

 Ὠκεανοῦ λουόμενος] πρβλ. Ἰλ. Ε. 6.

494

 ὠκεανίων.

495

 ἀπαρρυσάμενοι.

496

 κῶδ. φ. 85β–88β.

497

 Νέων Πατρῶν] νοητέος Εὐϑύμιος ὁ Μαλάκης.

498

 κηδεμόνα] κἡδεμα.

499

 οὐδ’ ὁ κόσμος ἦν ὅλος ἀντάξίος] Ἑβρ. ια´, 38.

500

 κῶδ. μεταιωρήσας.

501

 τοῖς] γοῖς.

502

 δακρυροῶν.

503

 πτερόεντας λόγους] πρβλ,.Ἰλ. Α, 201.

504

 ἀβαϑους.

505

 προσηκότως.

506

 εἶς] κῶδ. ἧς.

507

 χρυσοδίνῃ ... Πακτωλῷ] πρβλ. Σοφοκλ. Φοιν. 393. Λυκ. 272.

508

 κελαρίζον.

509

 κῶδ. ἀνάρω.

510

 ἀναβλυσϑείσης] ἀναβληϑείσης.

511

 ἐγκύψαιοι.

512

 ἐσόπτροις] Ἀντιαττικιστὴς παρὰ τῷ Cramer, Anecd. gr. 1, σ, 102,10.

513

 ἀριπρεπεῖς] πρβλ. Ἰλ. Θ, 555–556. Ὀδ. ϑ´, 176.

514

 ἀριπεπεῖς.

515

 περικυκλούμεϑα.

516

 ἐπιδεδράχμεϑα.

517

 οἴεσϑαι.

518

 ἐμβοβοῦσί.

519

 βροντῆς ...υἱόν πρβλ. Μάρκ. γ´, 17.

520

 πρβλ. Ἰω. κ´, 4.

521

 πρβλ. Ματϑ. κς´, 12. Μάρκ. ιδ´, 8. Ἰω. ιβ´, 7.

522

 κῶδ. ἀλλ’ ἄγε.

523

 καϑαρτήριον] καϑαρώτερον.

524

 ῥαντιζομένην] πρβλ. Ἐβρ. ϑ´, 13.

525

 ἀριπάντου.

526

 παρεστὸς.

527

 τῷ χρ. τὴν γλῶτταν = Χρυσοστόμῳ.

528

 ϑεολόγον γλῶτταν = Γρηγόριον τὸν Θεολόγον.

529

 βασίλειον = Βασίλειον τὸν Μέγαν.

530

 κῶδ. ἐπίγειρον.

531

 πρβλ. Βασιλ. 1, α´, 12.

532

 φωνοῦντα] πρβλ. Πράξ. ις´, 28.

533

 καταρτήσας.

534

 εἰς τέλεον ... ἄνϑρωπον] Ἐφεσ. δ´, 13.

535

 κῶδ. περιεδάλω.

536

 δικαιοσύνης ... ἥλιος] Μαλαχ. δ´, 2.

537

 Ψαλμωδὸν] πρβλ. Ψαλμ. πδ´, 11.

538

 γεωμετρικούς] γεωμετρικαί.

539

 κῶδ. ἐγκαλώπισμα.

540

 ὢ πλούτου σοφίας, ὢ βάϑους γνώσεως] Ἐφεσ. ια´, 33.

541

 ὠκύρρον.

542

 γραμματέως κάλαμος] πρβλ. Ψαλμ. μδ´, 2.

543

 τῶν] κῶδ. τοῦ.

544

 φακέλλους.

545

 οἶ(μαι γά)ρ] συμπλ. ἡμετέρα.

546

 βρεφώϑεν.

547

 τ(ὸ ῥ)ἡμα] συμπλ. ἡμετ.

548

 ειρκει.

549

 κῶδ. λίγοις.

550

 τραγῳδίας] Εὐριπ. Ἑκάβης 29 Dind.

551

 κῶδ. φ. 88β–94α.

552

 κῶδ. ἐπιλελοιπάναι.

553

 δακρυρόεις.

554

 ἐπαρ’ εταῖς.

555

 ἐνσεμνυνομένου] ἐνσεμνύνετο.

556

 κῶδ. πόλεις.

557

 περιφανεῖς.

558

 φυσσωμένοις.

559

 κῶδ. ἐπεῖδε.

560

 ὑπερηγάσϑησα.

561

 ἀπὸ δόξης εἰς δόξαν] Κορ. 2, γ´, 18.

562

 ἀναβάσεις ... τιϑέμενοι] πρβλ. Ψαλμ., πγ´, 6.

563

 Σολομῶντος] Σιρ, α´, 1–3.

564

 ὡς ἱστὸν ἀράχνης] Corp. paroem. 2, σ. 465.

565

 στρεπτὰς τὰς φρένας] πρβλ. Ἰλ. ΙΕ, 203.

566

 Παροιμ. α´, 2, 3.

567

 βαϑείᾳ ... βουλεύματα] Αὶσχύλου Ἑπτὰ ἐπὶ Θήβαις 593–594 Dind.

568

 ϑησαυροῦ ... ἄνϑρακας] Corpus paroem. τ. 1, σ. 32, ἀριϑ. 1.

569

 Δαυὶδ] πρβλ. Ψαλμ. ρλα´, 1.

570

 Σολομὼν] πρβλ. Ψαλμ. οα´, 3, 7. Σειρ. μς´, 13.

571

 τὸ] κῶδ. τὸν.

572

 ὅλην ... δανείζων] πρβλ. Ψαλμ. λς´, 26.

573

 εὐεργέτιν ... ϑεῷ] πρβλ. Παρ. ιϑ´, 17.

574

 Ἰωήλ β´, 28.

575

 κῶδ. βερόης ὑπερεκβλήσαντος.

576

 πενϑικοὺς.

577

 ποίησιν λειριόεσσα] πρβλ. Ἰλ. Γ, 152.

578

 λόγοι πτερόεντες] πρβλ. Ἰλ. Α, 201.

579

 κῶδ. ἀλλ’ ἐπαλλήλω.

580

 πτερόης.

581

 γλυκυρὰ.

582

 πτερόεντες λόγοι] πρβλ. Ἰλ. Α, 201.

583

 ὁμηρικὰς δέκα γλώσσας] πρβλ. Ἰλ. 13, 489.

584

 οὗ τὰ ῥεύματα] πρβλ. Ψαλμ. με´, 5.

585

 νοστίμῳ ... ἅλατι] πρβλ. Γεωπ. β´, 16, α´.

586

 εὐπρέπειαν ... ὑπερηγάπησεν] πρβλ. Ψαλμ. κε´, 8.

587

 δώσει.

588

 καρδίαν ... τεταπεινωμένην] πρβλ. Ψαλμ. ν´, 17.

589

 ὅλην τὴν ... πορευόμενον] πρβλ. Ψαλμ. λζ´, 6.

590

 τὸν ... κύριος] πρβλ. Ματϑ. ε´, 43–47. κβ´, 39. Μάρκ. ιβ´, 31. Λουκ. ι´, 27.

591

 ϑεράποντας ... τάλαντον] πρβλ. Ματϑ. κ´, 14–19.

592

 ἐξέχεσϑαι] κῶδ. ἐξέρχεσϑαι. ἐν τῷ κώδικι διττογραφία: ἡμετέρων ὀφϑαλμῶν τῶν ἡμετέρων.

593

 πατὴρ ... χηρῶν] Ψαλμ. ξζ´, 6.

594

 ὑπέκαυμα.

595

 κῶδ. στρεφουμένης.

596

 ἄτεκτε καὶ ἀτίϑασσε.

597

 ὄφις ... προσωμίλησεν] πρβλ. Γεν. γ´, 1 κέ.

598

 Ψαλμ. μδ´, 17.

599

 λύχνον ὑπὸ τὸν μόδιον] πρβλ. Ματϑ. ε´, 15.

600

 Δαυίδ] πρβλ. Ψαλμ. ριη´, 105.

601

 κῶδ. ἐνοπτριζόμην.

602

 ἀπὸ προσώπου ... δόξης σου] πρβλ. Ἰερεμ. κγ´, 9.

603

 ἐξεχύϑη ... δόξα μου] Θρ. β´, 11.

604

 Ψαλμ. οβ´, 26.

605

 συνετρίβη ... ἐμοὶ] Ἰερεμ. κγ´, 9.

606

 ἐγενήϑην τεταραγμένος] πρβλ. Ψαλμ. κϑ´, 8.

607

 ἑστράφη ... ἡ χαρὰ] πρβλ. Θρ. ε´, 15.

608

 παμφλάζον.

609

 πριστήριον.

610

 Ψαλμ. οβ´, 23.

611

 Ψαλμ. οβ´, 24.

612

 ἐν ὁδοῖς ... ἀνάστρεφε] πρβλ. Пар. η´, 20.

613

 ἐμῶν ... ἐπιλανϑάνου] πρβλ. Παρ. δ´, 2.

614

 χρυσέας σειρᾶς] πρβλ. Ἰλ. Θ, 19.

615

 Σολ. δυσπόριστος] πρβλ. Παρ. λα´, 10.

616

 ϑαλερὸν ... χέουσα]-- πρβλ. Εὐρ. Ἰφιγ. ἐν Αὐλίδι στ. 39.

617

 Ἱερεμίας] πρβλ. Ἱερ. ζ´, 34. ις´, 9. κε´, 10.

618

 σιγῆς κόσμον] πρβλ. Σερ. κς´, 14.

619

 Ἁσμα β´, 14.

620

 Ἡσαΐου φωναῖς] πρβλ. Ἰερ. ζ´, 14.

621

 κείρουσι ... ἀναλαμβάνουσι] Ἰερ. ζ´, 29.

622

 Ἱερεμίου] Ἱερ. λη´, 16.

623

 ἐπένϑησεν ... παράκλησιν] πρβλ. Ἱερ. ις´, 7.

624

 ϑήσεις ... ἡμέρας] Ψαλμ. ιβ´, 3.

625

 ἀπομόρξῃ τὰ δάκρυα] πρβλ. Ὀδ. ρ. 304.

626

 Παρ. ιδ´, 29.

627

 Οἴμοι ... γῆς] Μιχ. ζ´, 2.

628

 εὐϑύτητα ... ἐμίσησε] πρβλ. Ψαλμ. μδ´, 7–8.

629

 ἀνομίαν ... χειλέων αὐτοῦ] Ἡσ. πρβλ. νγ´, 9.

630

 οὐ μετ’ ἐγκ. ἡ μνήμη] πρβλ. Παρ. ι´, 7.

631

 οὗ τελ. ἐλπίς οὐκ ἀπόλλυται] Παρ. ια´, 7.

632

 κῶδ. λοτροῦ.

633

 Σολομὼν] Ἐκκλ. γ´, 4.

634

 κῶδ. ἀποβλύζονται.

635

 λειποδρανήσασαν.

636

 κλαίω μετὰ κλαιόντων] πρβλ. Ῥωμ. ιβ´, 15.

637

 πηλείονα.

638

 μετ’ ἀμύμ. μ. Πηλείωνα] Ὀδ. ω, 18.

639

 Ἀβρ. φιλόξενος] πρβλ. Γεν. ιη´, 1–8.

640

 Ἰώβ] πρβλ. Ἰώβ. α´, 1. κϑ´, 12.

641

 πραοτ. Δαυίδ, ... πρᾶον] πρβλ. Ψαλμ. ρλα´, 1.

642

 δικαιοσύνη ... συνήντησαν] πρβλ. Ψαλμ. πδ´, 11.

643

 εἰς ὁδὸν δικαίων] πρβλ. Ψαλμ. α´, 6.

644

 ᾀσματογράφον] πρβλ. ᾍσμα δ´, 11.

645

 κῶδ. σταλασσόμενα.

646

 Ὅμηρικὰ] πρβλ. Ἰλ. Δ, 127.

647

 ᾗ] κῶδ. ἢ.

648

 καταβαλεῖται.

649

 Ἀμαλήκ] πρβλ. Ἐξόδ. ιζ´, 10–13.

650

 ἐν συντετριμμένῃ ... ταπεινώσεως] Δαν. γ´, 39.

651

 ἀρχαῖα κ. ἐλέη] πρβλ. Ψαλμ. πη´, 50.

652

 ϑαυμ. ϑεοῦ ... διηγήσασϑαι] πρβλ. Ψαλμ. ϑ´, 1. κε´, 7. οδ´, 1.

653

 παραγγέλει.

654

 ἐστέναξαν ... ἠσϑένησαν] πρβλ. Μακ. 1, α´, 26.

655

 ἐγένετο ... ἔϑνεσιν] πρβλ. Μακ. 1, α´, 25.

656

 Ψαλμ. ξς´, 5.

657

 ἔϑνη ... ἀπολωλεκότα βουλὴν αὐτῶν] πρβλ. Δευτ. λβ´, 28.

658

 ἐταράχϑησαν] πρβλ. Ψαλμ. με´, 6.

659

 ἐμακάριζον] πρβλ. Ψαλμ. οα´, 17.

660

 ὑψώϑη ... ἔϑνεσιν] πρβλ, Ἡσ. ιβ´, 4.

661

 Ἡλιάδες ... Φαέϑοντα] πρβλ. Etym. Μ. 425 ἐν λ. ἤλεκτρον.

662

 Νέστωρ ... Πύλιος] πρβλ. Ἰλ. Α, 247–249.

663

 παροιμιάζοντα ... βασιλέα] πρβλ. Παρ. ιδ´, 35.

664

 βουλὰς ... ἐϑνῶν] πρβλ. Ψαλμ. λβ´, 10.

665

 ἀπὸ προσώπου ... σύνεσις] πρβλ. Παρ. β´, 6.

666

 φωνὴ ... τεϑεσπιῴδηται] πρβλ. Ἱερ. λη´, 15.

667

 καιρὸν] μετὰ τοῦτο κενὸς χῶρος ἄχρις στοιχείων 20.

668

 Ξενοφῶντι ... συνδιαπρέψαντα] πρβλ. Διογ. Λαέρτ. β´, 6.

669

 χρυσοῦς τὴν γλῶτταν = Ἰωάννης ὁ Χρυσόστομος.

670

 ϑεολόγος γλῶττα καὶ γρήγορος = Γρηγόριος ὁ Θεολόγος.

671

 κοσ(μικ) ὰ] συμπλήρωσίς ἡμετ.

672

 κῶδ. φ, 94α–97β. Ὁ λόγος οὗτος ἀνεπίγραφος ἐν τῷ κώδίκι.

673

 κῶδ. ἀπαγγέλειν.

674

 ὅσοι] ἄσοι.

675

 ἐννεὸν] νεὸν.

676

 ὄψομαι.

677

 ἄνϑος ... νεοτήσιον] Καλλιστρ. ἔκφρ. ς´, σ. 56 Schenkl-Reisch.

678

 τόπῳ] τόπου.

679

 ὢ] ὦ οὕτω καὶ ἑξῆς.

680

 τρέποντα] κῶδ. πρέποντα.

681

 κεῖσαι] κεῖσϑαί.

682

 βέλος ἅλιον] πρβλ, Ἰλ. Δ, 495.

683

 ἀπέρευσεν.

684

 κῶδ. ὠφέλιτο.

685

 κροτήσωσιν] τὸ ὦ ἐκ διορϑ.

686

 в квадратных скобках] συμπληρώσεις ἡμέτεραι.

687

 ὁδοιδόκοι] οἱδοίδόκοι.

688

 Γραφῆς] πρβλ. Βασ. 2, α´, 21.

689

 ἀφῆκας] κῶδ. ἀφῆκε.

690

 κατορχήσατο.

691

 ἀπωλέσαντες.

692

 ἐπὶ τὸν ποταμὸν ... ᾔσαμεν] πρβλ. Ψαλμ. ρλς´, 1–4.

693

 (τῶν)] προσϑ. ἡμετ.

694

 Γραφῆς] πρβλ. Μακ. 1, α´, 26.

695

 Ἡλιάδες] πρβλ. Et. М. σ. 427,8.

696

 κῶδ. ἔριψαν.

697

 Γραφὴ] πρβλ. Θρ. β´, 10.

698

 ἀπὸ τοῦ κράζειν ὅλην τὴν ἡμέραν] πρβλ. Ψαλμ. λα´, 3.

699

 Λαζάρου] πρβλ. ια´, 32–33.

700

 κδ. λειποψυχοῦντα.

701

 в квадратных скобках] συμπλ. ἡμετ.

702

 κῶδ. ῥοδονιᾶς.

703

 τοσούτου.

704

 ἃ δὴ] ἃδη.

705

 φάρετραν.

706

 ἀποστόλου] πρβλ Ἐφ. ς´, 14.

707

 περικεφαλαίαν ... μάχαιραν] πρβλ, Ἐφεσ. ς´, 17.

708

 κῶδ. αναβαίνη.

709

 (τὰ)] προσϑήκη ήμετέρα.

710

 Δαυὶδ] πρβλ. Βασ. 1, ις´, 12.

711

 ᾀσματιζούσης] πρβλ. ᾍσμ. α´, 5.

712

 τ(αῖς τῆς)] συμπλήρωσις ἡμετ. τόπου διατρήτου.

713

 κῶδ. κατερύπαινεν.

714

 σοφός τις] Δημοσϑ. σ. 1455,15.

715

 Γραφῇ] πρβλ. Ἡσ. γ´, 12.

716

 ηὔξατο] κῶδ. ἤρξατο.

717

 Αἴγυπτος ... Ἰωσὴφ] πρβλ. Γεν. ν´, 26.

718

 τοιχῆσαι.

719

 (εἰς)] προσϑ. ἡμετ.

720

 οἱ τὸν περὶ τὸν.

721

 κῶδ. συνόμιλλον.

722

 προφητικὸν] πρβλ. Θρ. α´, 21.

723

 Δαυίδ] πρβλ. Βασ. 2, α´, 20.

724

 σαουὴλ.

725

 τὴν τῆς] τὰ τῆς.

726

 Γραφή] πρβλ. Θρ. α´, 2.

727

 Ἀνδρομάχης] πρβλ. Εὐρ. Ἀνδρ. 71.

728

 (δὲ)] ἡμετ. προσϑ.

729

 κῶδ. μιρμηδόνες.

730

 διαλιπέτω ... δακρύων] Ἰερεμ. λη´, 16.

731

 νηπενϑὲς ... φάρμακον] πρβλ. Ὀδ. δ, 221.

732

 Ὃμ(ηρος π)ρολαβὼν] τόπος ἐφϑ. πέντε στοιχείων.

733

 νιρέα.

734

 κα(ὶ τοῖς)] συμπλ. τόπου εφϑαρμ.

735

 κῶδ. ἐλάμψεων.

736

 κῶδ. φ. 97α–100β.

737

 φιλαδελφίᾳ] κῶδ. ἡ φιλαδελφία· πρβλ. Πλουτ. Ἠϑ. 483 с.

738

 κῶδ. οἰακοστροφος.

739

 στέλη.

740

 ἀϑήνα.

741

 (σὲ καὶ)] προσϑήκη στηριζοριένη ἐπὶ τῶν ἄνω ἰχνῶν γραμμάτων τόπου βραχεος δίατρήτου.

742

 (τι ν)ῦν συμπλ. ἐφϑ. τόπου.

743

 τοῦτ’ ἦν] κῶδ. τοῦτὴν.

744

 ταμιεῖον ... συγκλείσασαι] πρβλ. Σειρ. κϑ´, 12.

745

 χρυσέαν ... σειρὰν] πρβλ. Ἰλ. Θ, 19.

746

 κῶδ. πρέσβϊς.

747

 καταπραξάμενος.

748

 ἀποδημίᾳ ... ἀνυπόστροφος] πρβλ. Ὀρφ. ὕμν. 56.

749

 ὑπείγου.

750

 μόνος] κῶδ. μόνον.

751

 ὅτι ... γῆς] πρβλ. Μιχ. ζ´, 2.

752

 σοφίαν ... κατευϑῦναι] Παρ. α´, 2–3.

753

 εἰς ϑεὸν ... νόημα] πρβλ. Ῥωμ. 2, ι´, 5.

754

 σεμνὰ ... ὀρϑά] πρβλ. Παρ. η´, 6.

755

 (οἷς) ὁ (τῷ)] δύο τόποι διάτρητοι.

756

 (διὰ)] προσϑετέον τοῦτο ὦδε, ἵνα συμφωνῇ τῷ κατόπιν δι’ ἑαυτοῦ.

757

 κῶδ. ἐνδύσασϑαι.

758

 ἀπήγγειλες.

759

 κλειόμενα] κῶδ. λεγόμενα.

760

 μὲν τινας.

761

 κῶδ. ἐρύσω.

762

 φονοῦντα.

763

 κάλλιον В, κῶδ. καλλὸν.

764

 (ἐκ)] ἡμ. προσϑήκη, В ἀπὸ· ἀλλ’ ἴδε αὐτόϑι: τὸ (ἐκ) ... καὶ μὴ ἐκ τῆς ἀξίας.

765

 ὑπὲρ λίαν.

766

 μις. ἠγάπησεν] πρβλ. Ματϑ. ε´, 44.

767

 κατεμάλϑασε.

768

 πλέον] κῶδ. πλεῖν.

769

 ἐξηπίστατο] κῶδ. ἐξεπίστατο.

770

 ταπεινώ(σεως)] τόπος ἐφϑαρμένος.

771

 τὸν] κῶδ. τῶν. ἀϑ.

772

 ἠπίστατο] κῶδ. ὑπίστατο.

773

 Ματϑ. κε´, 42.

774

 ὑπερελαφρίζοιτο] κῶδ. ὑπερλαφρίζοιτο.

775

 κατεμελίτους] κῶδ. κατεμελίττας.

776

 Παύλου] πρβλ. Πράξ. ϑ´, 15.

777

 κυρίου λόγον] πρβλ. Ματϑ. ιζ´, 20, κα´, 21. Μάρκ. ια´, 23.

778

 ἠλάφρυνος] κῶδ. ἐλάφρυνας.

779

 κῶδ. κεῖρας.

780

 λυϑεῖσαν] κῶδ. λιϑεῖσαν.

781

 πόλιν] κῶδ. πάλιν.

782

 ἐλευϑεροῦν τὰς] κῶδ. ἐλευϑεροῦντας.

783

 πάλαι] κῶδ. πάλα.

784

 πάλαι] κῶδ. πάλιν.

785

 ἀνήγειρας] κῶδ. ἀνέγειρας.

786

 ἀρυπάροις.

787

 καλεῖσϑε] κῶδ. καλεῖσϑαι.

788

 Ὑμητοῦ μεγαλαυχεῖτε] κῶδ. ὑμμητοῦ μεγαλαυχεῖται.

789

 τὸν πρὸς] κῶδ. τῶν πρὸς.

790

 τὸν δρόμον] κῶδ. τὸν δρόμων.

791

 ἐπέβη] κῶδ. ὑπέβη.

792

 ϑρήνων] κῶδ. ϑρῆνον.

793

 δύεται] κῶδ. λύεται.

794

 Κώδ. φ. 100α–106β καὶ 108.

795

 προσβλέψωμέν] κῶδ. προβλέψωμέν.

796

 (πε) ριδεραίοις] συμπλ. διατρ. τόπου.

797

 (ᾗ)] ἡμετ. ποσϑήκη.

798

 ἀριστουργοὺς] κῶδ. ἀριστρουργούς.

799

 λόγους ... πτερόεντας] πρβλ. Ἰλ. X, 377. Ψ, 535. Ὀδ. δ, 189. 349.

800

 μεταπίπτοντα] κῶδ. μεταπίπτοντας.

801

 τὸν] κῶδ. τὸ.

802

 κῶδ. γεγονότερον.

803

 ἐκεῖνό σοι] κῶδ. ἐκεῖνος σοι.

804

 τωτέως.

805

 ἂν ὁ πηλὸς τῷ κεραμεῖ] πρβλ. Σειρ. κζ´, 5. Ἡσ. μα´, 25. με´, 9. Ἱερ. ιη´, 6.

806

 τὸ πλάσμα τῷ πλάσαντι] πρβλ. Ἡσ. κϑ´, 16.

807

 πρ(οσ)ιόντων] συμπλ. τόπου ἐφϑαρμ.

808

 (ἂν οὕτω)] συμπλ. τόπου ἡμιεφϑαρμένων στοιχείων.

809

 κῶδ. κατάσχόντος.

810

 καταράκτας.

811

 Πομπαῖος] Αἰσχύλος ἐν Εὐμ. 91. Σοψοκλ. ἐν Αἴαντι 832. Εὐριπ. ἐν Μηδ. 759.

812

 σκοτεινὰ χωρία τοῦ Πλούτωνος] πρβλ. Σουῖδαν λέγοντα «Πλούτων ᾍδης». πρβλ. καὶ Πλάτωνα ἐν Κρατύλῳ. σ. 403 Α. «τὸ δὲ Πλούτωνος τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κἀτωϑεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσϑη ὁ δὲ ᾍδης, οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀειδὲς προσειρῆσϑαι τῷ ὀνόματι τούτῳ καὶ φοβούμενοι τὸ ὄνομα Πλούτωνα καλοῦσιν αὐτόν».

813

 πέδιλα τὰ πτερόεντα] πρβλ. Ἡσιόδου Ἀσπὶς Ἡρακλ. 220.

814

 οὗ(τος)] τόπος τριῶν στοιχ. διάτρητος.

815

 γράμμα τὸ ἱερόν] Ματϑ. ιβ´, 41–42. Λουκ. ια´, 31.

816

 σοφίαν] κῶδ. σοφία.

817

 ἀνδρείαν] κῶδ. ἀνδρείας.

818

 κῶδ. φίλαρχος.

819

 ὦ] κῶδ. ὁ.

820

 Λέγε, ὦ Πῶρε, ... ἠξίωσεν] πρβλ. Ἀρριαν. ε´, ις´, 2.

821

 κῶδ. ἐγγράφοι.

822

 Δημάρατος ... καϑήμενον] πρβλ. Πλουτάρχου Ἀλεξ. § 56. Σημειωτέα ὤδε ἡ τοῦ Τορνίκη σχεδὸν ταῦτόλεκτος χρῆσις τῆς πλουταρχείου φράσεως· «εἶπε μεγάλης ἡδονῆς ἐστερῆσϑαι τοὺς Ἔλληνας, ὅσοι τεϑνήκασι πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου ϑρόνῳ καϑήμενον».

823

 Ἐζεκίᾳ] πρβλ. Παραλ 2, λβ´, 28.

824

 δουρὸς ἀκωκῇ] πρβλ. Ἰλ. Κ, 373. Λ, 253. Π, 323. Ρ, 295. Υ, 260.

825

 προσπίπτουσιν] κῶδ. προπίπτουσιν.

826

 ἔϑος ... διδασκαλεία] πρβλ. Ξενοφῶντος Κύρου παιδ. α´, 2,2.

827

 Πέρσας ... παριορδάνιος] πρβλ. Ματϑ. β´, 1–12. Λουκ. β´, 7 κε´.

828

 ἰδῇς] κῶδ. εἰδῆς.

829

 ἀπάγγειλόν] κῶδ. ἀπάγγειλέ.

830

 κῶδ. ἑλήσποντον.

831

 ἀποτίσῃ] ὁ κῶδιξ τὸ ͞η ἔχει ἐκ διορϑώσεως τοῦ ͞οι.

832

 Δαρεῖος εἶπεν ... ἢ τὸν Ἀλέξανδρον] πρβλ. Ψευδο-Καλλισϑένην, β´, 20, ἔκδ. С. Müller (Paris, Didot, 1846) σ. 77.

833

 τοῖς] κῶδ. ταῖς.

834

 (οὕ)τω] συμπλ. διατρ. τόπου.

835

 εἰρηνικὸς κατὰ Σολομῶντα] πρβλ. Βασ. γ´, 15. η´, 63, 64. ϑ´, 25 (A).

836

 Σταγειρόϑεν ... ὀρέξεως] πρβλ. Ἀριστοτ. Ἠϑ. Εὐδ. σ. 1249b, 14 «οὐ γὰρ ἐπιτακτικῶς ἄρχων ὁ ϑεός, ἀλλ’ οὗ ἕνεκα ἡ φρόνησις ἐπιτάττει». Περὶ ψυχῆς, σ. 433а «ὁ μὲν νοῦς οῦ φαίνεται κανῶν ἄνευ ὀρέξεως». Πολιτ. α´, σ. 1256b, 5 «ὁ νοῦς (ἄρχει) τῆς ὀρέξεως πολιτικὴν καὶ βασιλικὴν (ἀρχήν).

837

 ψαλμωδὸν] πρβλ. Ψαλμ. ζ´, 14.

838

 κῶδ. ἑλήσποντον.

839

 ἢν] ἥν.

840

 δεδοίττει.

841

 ὑπερβάλλη.

842

 ὑψοῦ] κῶδ. ὑψοῖ.

843

 Στησικράτην] κῶδ. στησικράτω.

844

 ἐπηγγέλλετό ... λαιᾷ] κῶδ. ἐπηγγέλετό ... λεᾶ.

845

 κατηυμεγέϑησε ... χειρῶν] κῶδ. κατευμεγεϑησε ... χερῶν.

846

 κατερεῖ] κῶδ. κατερρεῖ.

847

 ὁ (Ὀ)λύμπιος] κῶδ. ὁλύμπιος.

848

 κυδαί (νε)τ(αι)] συμπλήρ. διατρ. τόπων.

849

 φύσημα] κῶδ. φύσσημα.

850

 παρελατέον] κῶδ. παρελαττέϊ.

851

 τριβαλλοὶ.

852

 προρρέον] κῶδ. προρέσον.

853

 πρβλ. Ἰλ. Φ, 302–309.

854

 ἐουρανὸν.

855

 Ἰλ. Γ, 363.

856

 ἐξαιφνιδὸν.

857

 ποταμόρουν.

858

 ταῖς Ἡφαίστου ... κατακαίουσα] πρβλ. Ἰλ. Φ, 328–355.

859

 κυλλοποδίονι] Ἰλ. Σ, 371. Φ, 331.

860

 ἀκαριαίων] κῶδ. ἀκαρίων.

861

 κῶδ. ἀπὸγαιῶν ἑλησπόντειον.

862

 ἑλήσποντο.

863

 προφητεία] Ἡσαῖου μβ´, 12.

864

 Ἡσαΐας] πρβλ. Ἡσ. κζ´, 1.

865

 ἐπισεί(σαντά τε)] συμπλ. τόπων διατρήτων.

866

 ἡπήλεις.

867

 προφήτου] πρβλ. Ἡσ. μϑ´, 22.

868

 Ἰεζεκιὴλ] Ἰεζ. κζ´, 26–27.

869

 Εὐαγγελίου] πρβλ. Ματϑ. ε´, 14.

870

 βό(στρυ)χον] συμπλ. τόπου διατρ., τὸ δὲ ἄρϑρον τὸν ὁ κῶδιξ ἔχει ἄνευ τοῦ ν.

871

 τοῖς] κῶδ. τῆς.

872

 κῶδ. καλἀβροπα.

873

 ἐπιλαϑομενος] κῶδ. ἐπιλανϑόμενος.

874

 παφλάζον] κῶδ. παμφλάζον.

875

 προφήτου] Ψαλμ. ιε´, 5.

876

 προφητικόν] Ψαλμ. ιε´, 4.

877

 (μονον)οὺκ (τῶν)] τόποι διάτρητοι.

878

 καλύψατέ ... ἐμέ] πρβλ. Λουκ. κγ´, 30.

879

 ἠνόμησε] κῶδ. ἐνόμησε.

880

 {рукописная правка ἐνLῦϑα}

881

 ἐγγίζοντι] κῶδ. ἐγγίζοντα.

882

 τὴν ῥομφαίαν ... ἐγγίζοντι] Ψαλμ. ζ´, 13. λα´, 9.

883

 προσκεκρουκόσι] κῶδ. προκεκρουκόσι.

884

 οὕτως ἀκαρει] κωδικος φύλλον 108 μετατεϑειμένον μετὰ τὸ 107-ον.

885

 τόπος ἐφϑαρμένος εἴκοσί που στοιχείων.

886

 Βαβυλωνίας ... ἑτελεύτησε] Δανιὴλ γ´, 1–33.

887

 ὄμβρον ... ὀμβρίζεται] πρβλ. Ματϑ. ε´, 45.

888

 ἱκετείας κῶδ. ἱκετείαν.

889

 ἐϑέλῃς] κῶδ. ἐϑέλεις.

890

 (π)ἀρα(δῴς) ] συμπλ. τόπου τεσσάρων στοιχ. διατρήτου.

891

 κείπονται] Kurtz, κῶδ. κείττονται.

892

 λακτίζειν πρὸς κέντρα] πρβλ. Corpus paroem. graec., τ. 1, σ. 148, 301. τ. 2, σ. 100.379, 628.

893

 πό(λε)ως] συμπλ. λέξεως ἐφϑορμένης.

894

 κῶδ. ἐλλένην

895

 ὅ κῶδ. ὅν.

896

 συνάπτων ... ἀνεκραύγαζον] Ματϑ. κα´, 1–11. Μάρκ. ια´, 1–11. Ἰωάν. ιβ´, 1–15.

897

 φρήτρας] Kurtz, κῶδ. φήτρας.

898

 ὕμνος τῶν παίδων] πρβλ. Ματϑ. κα´, 15–16.

899

 στρατηγών.

900

 δρασόμενον.

901

 τὸν Ἰσραὴλ ... τροπαίων] πρβλ. Κριτ. ζ´, 15 κε´.

902

 βασιλεῖ καὶ βασιλεῖ, βασιλεῖς ἀρράβων.

903

 Εὐαγγελίῳ] πρβλ. Ματϑ. η´, 28–29. Μάρκ. ε´, 1–10.

904

 τὰ πλήϑη μὴ] ὧδε λήγει τὸ 108-ον φύλλον, τὸ δὲ λοιπὸν κείμενον ἐπαναλαμβάνεται ἀπὸ φ. 105α.

905

 δ(εδ)ιττόμενοι] τόπος διάτρητος δύο στοιχείων.

906

 τ(ὰς) ὁ(δ)οὺς ἤϑελον, σὺ δὲ (το)ύτοις] σομπλ. τόπων διατρήτων.

907

 γ’ ἐμιμήϑης?] ἐν τῷ κώδικι καίγεμισϑή!

908

 πηγὴν] κῶδ. πογὴν.

909

 (ὡς)] προσϑήκη ἡμετερα.

910

 βρούχου] κῶδ. βροῦχον.

911

 καταϑοινῆσϑαι] κῶδ. καταϑοινεῖσϑαι.

912

 τὰ πρόβατα ... λύκοι] πρβλ. Πράξ. κ´, 29.

913

 φιλοτεκνίαν] κῶδ. φιλοτεκνίας.

914

 Λάβαν μάνδραις] πρβλ. Γεν. κδ´, 35.

915

 μέγα.

916

 ἐνεχείρησε.

917

 Δαυὶδ] πρβλ. Ψαλμ. οη´, 12–13. οϑ´, 2.

918

 πρόσχες.

919

 πρόβατα ... κύνας] πρβλ. Αἰσώπ. μῦϑ. 298 Halm.

920

 ζητοῦντος] κῶδ. ζητοῦντας.

921

 σφῆσι.

922

 ἀποστόλου ... διάταξις] πρβλ. Τιμ. 1, ε´, 11.

923

 τριχομένας.

924

 λευχημονοῦσι.

925

 (πάν)τας αὗ(ται)] τόποι διάτρητοι.

926

 ὑπόϑε(σις)] τριῶν οτοιχ. διατρ. τόπος.

927

 (καὶ)] συμπ. τόπου διατρ.

928

 Εὐμήλου] Kurtz (σὺν Ἰλ. В 765), κῶδ. εὐομήλου.

929

 Ἀριστοτέλης] πρβλ. περὶ οὐρ. σ. 270а 20–25.

930

 ὑπεκλίνετο] κῶδ. ὑποκλίνετο.

931

 ὅσον] κῶδ. ὅσω.

932

 πάτταγον.

933

 ἐννοοίμην] Kurtz, κῶδ. εὐνοοίμην.

934

 (δὲ)] τόπος διάτρ.

935

 ἧκον] κῶδ. ἤ καὶ.

936

 κῶδ. ἠδικικότων.

937

 ἁμαρτόντας] οὕτοως ἐν τῷ κῶδ. ἴσως ἀπὸ τῆς Ὁμηρου Ἰλ. (Ψ 857) καὶ Αἰοχύλου μετοχῆς ἁμαρτὼν (Ἰκέτ. 915. Λγαμ. 213).

938

 σέκστους.

939

 πιϑανάγζην.

940

 τὸ σοφίζοντος ἄρχεται ἀπο τοῦ φ. 106α, τὸ δὲ μετὰ τὴν συλλαβὴν κα τόπος ἐφϑαρμένος 20–22 στοιχείων, ὦν τὸ κείμενον ἐκ συγκολλήσεως ἀποτετύπωται ἀντιστρόφως ἐπὶ τοῦ φ. 105β, νῦν δ’ ὅμως ἐμοὶ δυσανάγνωστον.

941

 (διὰ)] συμπλ. τόπου διατρ. τριῶν στοιχ.

942

 (νοῦν)] συμπλήρωσις τόπου 4 στοιχ. δἰατρήτου, ὦν τοῦ πρώτοῦ, τοῦ ν, τὸ εὐϑὺ σκέλος διακρίνεται.

943

 γε] κῶδ. τι.

944

 πέρας] κῶδ. τέρας.

945

 ἀνερειφϑῆναι] Kurtz, κῶδ. ἀναρειφϑῆναι.

946

 ἴκταρ ... βάλλειν] πρβλ. Αἰσχύλου Εὐμ. 998.

947

 ὑφήλιον] κῶδ. ὑφ’ ἥλιον.

948

 οἱ] κῶδ. οἱ.

949

 προφήτου] πρβλ. Ἡσ. β´, 4.

950

 ἀετιδέα] κῶδ. ἀετιδὴν.

951

 ζ(ήτει) συμπλ. Kurtz.

952

 πρέσβϊς.

953

 τόπος εἱκοσί που στοιχείων ἐφϑαρμένος ύφ’ ὕδατος καὶ προστριβῆς.

954

 παρρησιάσε(ταί) ... (διὸ καὶ)] συμπληρώσεις τόπων διατρήτων.


Источник: Noctes Petropolitanae / Papadopoulos-Kerameus A. Petersburg : V.F. Kirshbaum, 1913. - 302 p.

Комментарии для сайта Cackle