VI. Μονῳδία εἰς τὸν τῶν Ἀϑηνῶν μητροπολίτην Μιχαὴλ τὸν Χωνιάτην, στίχοι εἰς τὴν Θεοτόκον Μιχαὴλ Ἀκομινάτου τοῦ Χωνιάτου καὶ ἐπιστολὴ τοῦ Μακρεμβολίτου πρὸς τὸν ὑπέρτιμον1263
1
1. Ἥλιε καὶ Σελήνη, Αἰϑήρ τε καὶ ϑρέπτειρα Γῆ (ὑμᾶς γὰρ πρὸς ϑρῆνον ξυλλαμβάνομαι συνεργούς), ἡλίκος μοί ἀδόκητος λόγος αἴφνης βέβληκε τὴν ἀκοήν, πηλίπη1264 μοι ἀγγελία ἄελπτος καταπτᾶσα τὴν καρδίαν συνέστρεψε καὶ ἐτάραξεν. εἶτα σὺ μὲν, «ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν καὶ δίφροις χρυσοκολλήτοισι βεβηκὼς1265» καὶ πάντ’ ἐφορῶν καὶ πάντ’ ἐπακούων1266, πῶς τοιάνδε ζημίαν ἰδεῖν ἐκαρτέρησας καὶ οὐ συνέσχες τὰς ἀκτῖνας αὐτίκα καὶ γνόφον ὑποδέδυκας, τὸ τῆς ἡμέρας φῶς εἰς νύκτα μεταβαλών; Σελήνη δέ, συγγενεστέρα οὖσα τῇ ἀνϑρωπίνῃ φύσει, ἅτε δὴ καὶ προσγειοτέρα καὶ μόνοις τοῖς σοῖς σχηματισμοῖς τἀνϑρώπινα προϋπογράφουσά τε καὶ τούτοις ἐναπομένουσα, πῶς οὐκ εἰς ἀλλόκοτον ἠλλοιώϑης σχῆμα καὶ παρὰ τὰ ὁρώμενα, τῇ δὲ παρὰ σοῦ ἐξουσιαζομένη νυκτὶ νεκρὸν ἰδέσϑαι τὸν τοσοῦτον ἐκαρτέρησας ἄνϑρωπον; Αἰϑήρ τε, πῶς ἀντὶ δρόσου ἑωϑινῆς ϑρόμβους οὐκ ἀφῆκας αἰματόεντας; καὶ σὺ δέ, Γῆ, τίποτε οὐ κραδαινομένη καὶ σειομένη διά τινος βαρὺ βρομέοντος1267 μυκητίου1268 ὑπε |1269| σημήνω τὴν συμφοράν, ἀλλὰ χανοῦσα μέγα ὡς ἕνα τῶν πολλῶν τὸν οἰκουμενικὸν ϑησαυρὸν καταπέπωκας; ὦ ἀμείλικτα στοιχεῖα καὶ ταῖς ἐμαῖς ὀδύναις μὴ ἐπικλώμενα, οἴμοι, οἴμοι, πῶς ἐνέγκω τὸν λόγον, πῶς τῶν χειλέων προήσομαι; τέϑνηκεν (ἀλλὰ πῶς ἐπιϑήσω τῷ λόγῳ τὸ ὄνομα; τέτλαϑι, κραδίη1270, καὶ καρτέρησον τὴν διάρρηξιν), τέϑνηκεν ὁ τῶν ᾈϑηνῶν ἀρχιποίμην, ὁ τὴν κλῆσιν καὶ τὸ εἰδος ἀγγελικὸς καὶ τὸν βίον ἀξύμβλητος, τὸ γοργὸν ὄμμα καὶ προσηνές, ἡ ἡλιῶσα ὄψις καὶ ἥμερος, ὁ τοῖς οἱοισδήτισι πρακτέοις νοῦν πεπλουτηκὼς ἐπιστατοῦντα ϑεοῦ.
2. Ὦ ἄνερ ϑειότατε καὶ τῆς καϑ’ ἡμᾶς ἱερωσύνης φανότατε πυρσέ, ἢ οὐκ οἶδα τί σε ὀνομάσας καὶ προσειπὼν μᾶλλον ἂν τύχοιμι τοῦ προσήκοντος· ἐν σοὶ γὰρ δήπου τῆς ἀνϑρωπικῆς τελειότητος κατὰ ϑεῖον τὸ πέρας ἀρχή τις γίγνεται καὶ προκάταρξις· οὗ γὰρ καταλήγουσιν ἄλλοι κατεπαρϑέντες καὶ ὑψωϑέντες καί τινες ἴσως εἶναι ἀναφανέντες, ἐντεῦϑεν αὐτὸς προοιμιάζῃ καὶ λαμβάνεις ἀρχήν· τὴν γὰρ πνευματικὴν ἀεικινησίαν τῇ τῆς σαρκὸς καϑάρσει προσϑέμενος1271, ὅπουπερ ἂν ὀκλάσαντες ἔτεροι γούνατ’ ἔκαμψαν1272 1273, αὐτὸς ὡς μηδὲ τὴν ἀρχὴν κεκμηκὼς ἢ ἐκκακήσας τῷ δυσέργῳ τοῦ ἐγχειρήματος ἢ τῷ ἐπιπόνῳ τῆς ἀρετῆς ἀκάμας τοῖς πρόσω ἐχώρεις καὶ τὴν τῶν ἀρετῶν ἀνέβαινες κλίμακα, τὸ τῆς ἀναβάσεως τέλος ἑτέραν ὑποβάϑραν ποιούμένος καὶ προκάταρξιν, οὐκ ὀλισϑαίνων ἀλλ’ ὀρϑοπηδυτῶν1274 καὶ διόλου τῆς ἀκρότητος ἐφιέμενος. μέλεος ἐγὼ1275 καὶ ταλαίπωρος ἄνϑρωπος καὶ τοῖς κακοῖς ἀεὶ πλουτιζόμενος, ποίαν λάβω φωνὴν; πόϑεν τὰ τοῦ στεναγμοῦ πορίσομαι, ὅϑεν ἂν σχοίην ἰσομεγέϑη τὸν ὀδυρμὸν καὶ δάκρυα ἰσοτάλαντα; οἵων δὲ πρῶτον κατορϑωμάτων, τίνων δὲ μέσον καὶ ποίων τελευταῖον ἐφάψομαι; ὡς γὰρ ἐπὶ πελάγους ἀχανοῦς, ὡς ἄλλα μοι ἐπ’ ἄλλοις ἐπεγείρονται κύματα· εἰ γὰρ ἀπίδοιμι πρὸς τὰ τῆς πρώτης ἀγωγῆς καὶ βίου τοῦ λιποπάτριδος1276 καὶ ὅσα ἐν Λευίταις1277 ταττόμενος καὶ τὸν μέγαν τῆς ἀρχιερωσύνης ϑρόνον ἀμφιπονῶν καὶ ἱερωσύνης ἐπιβὰς διετέλεσεν, ἄλλην ἂν Ἰλιάδα δόξαιμι γράφειν ἢ καὶ τῶν ϑρυλουμένων ἡρώων μεμνῄμην1278 ἂν· πολλοὶ γὰρ καὶ μεγάλοι οἱ ὑπὲρ ἀρετῆς καὶ λόγου ἱδρῶτες τοῦ μεγάλου καὶ κατορϑώματα καὶ ἐξ αὐτῆς φασι τῆς πρώτης τριχὸς ἀσύγκριτοί τε καὶ ἀπαράμιλλοι καὶ μεγάλων καὶ λαμπρῶν καὶ γενναίων τῶν λόγων καὶ μακρᾶς σχολῆς προσδεόμενοι καὶ παντοίας μαϑημάτων καταλήψεως1279· ἐμοὶ δὲ καὶ ὁ νοῦς συγκέχυται ὑπὸ πάϑους καὶ εἰς στήλην ἁλὸς1280 παγεὶς διαπεφώνηκα ἄντικρυς καὶ οὐδέν τοι ἄλλο κατάγεται ἢ ποταμηδόν1281 μοι τὰ δάκρυα· ἄλλως τε δὲ οὐδ’ ἐγχωμιάζειν ἢ ἐπιτάφια γράφειν πλατυκώτερον1282 κατὰ νόμους ῥητορικοὺς1283 ἐνδίδωσιν ὁ καιρὸς οὐδὲ ἐν ὄνυχι ἢ καὶ σημείῳ, οὗπερ μέρος οὐϑέν1284, περιγράφειν ἢ περιηγεῖσϑαι τὸ πᾶν, μονῳδεῖν δὲ καὶ κωκύειν καὶ ἀπολύτως κατὰ τὰς μονωϑείσας τρυγόνας περιτρύζειν ἐπίκλαυτα· τοιαῦτα γὰρ καὶ ποιοῦσι καὶ πάσχουσιν οἱ ἅπαξ ἐμπεσόντες εἰς βάϑος τῶν ϑλίψεων, ποῦ γὰρ ἂν ἐφίκοιτο λόγος εἰς τόσων καὶ τοιῶνδε κατορϑωμάτων τὸ μέγεϑος; μὴ ὅτι γε (ὁ) ἐμὸς κατὰ στράγγα ῥέων1285 ἀπροσδοκήτῳ τοῦ πάϑους παγεὶς καὶ κρυσταλλωϑείς, ἀλλ’ οὐδὲ τῶν λίαν εὐδοκιμούντων καὶ εὐστομούντων αὐτῶν; καὶ ταῦτα κἀκεῖνος· ἔδει γάρ, ἔδει τὸν τὰ ἐκείνου διεξιέναι βουλόμενον τὴν τούτου μεγαλοφωνίαν λαβεῖν, εἴτουν ἄνϑρακι προκαϑαρϑῆναι Σεραφικῷ1286 καὶ ἀγνισϑῆναι τῷ πνεύματι· τὸ γὰρ ὡς εἰς ἄλλο Σίναιον ἀνιέναι τῶν αὐτοῦ ἀρετῶν, ἐν ᾧ Μωσέως καὶ ϑεοῦ πόδες ἐπάτησαν1287, δέδοικα μὴ καὶ τοῖς πετροβόλοις βληϑήσομαι1288· τῷ γὰρ καπνῷ τῷ ἐκ τῆς καμίνου τῶν ϑλίψεων ἀναϑρωσκομένῳ τὰς ὄψεις μου δριμυχϑεὶς1289 καὶ ὅσα ἔτι1290 δριμύξομαι, ἔστ’ ἂν μοι καρδία στένουσά ἐστι κἀκ τῶν ἐγκάτων ἀνασκάλλεται πῦρ.
3. Ὤ, πῶς τὸ ἀπὸ τοῦδε τὸ τῆς ἱερωσύνης ἀπηχρείωται πρόσωπον, |1291| πόση ἀχλὺς ἢ σκότος ψηλαφητὸν κατεσκέδασται τοῦ τῆς Ἐκκλησίας πληρώματος ἢ μέγα χαιρήσεται τοῦ λοιποῦ, καὶ οἱ μὴ ἐκ τῆς ἡμετέρας αὐλῆς καὶ νῦν εἴπερ ποτὲ τοὺς σφῶν αὐτῶν αὐχένας ἐπορϑιάσουσι, τοῦ προβόλου καὶ προμάχου τῶν ὀρϑῶν δογμάτων πεπτωκότος εἰς γῆν· τίς γὰρ ἀμφισβητουμένων ζητημάτων ἐπιλύτης ἔσεται καὶ ὀρϑῶν δογμάτων ὑφηγητὴς καὶ ὑπανέξει μὲν τὸ καταπῖπτον, ἐπικρατύνει1292 δὲ καὶ τὸ ἰσχυρόν; οἴχεται πᾶν ἀγαϑὸν, ἀπῄει1293 πᾶσα ἐπιστήμη καὶ μάϑησις· ἔφϑαρται ῥητορικὴ καὶ κατὰ Πλάτωνα1294 νῦν καὶ μᾶλλον «πολιτικῆς μορίου» λογισϑήσεται «εἴδωλον» κεῖται γὰρ ὁ τεχνῶν καὶ ἐπιστημῶν καὶ πάντων καϑηγητὴς καὶ διδάσκαλος. τίς συμβουλεύσει ἢ κατηχήσει καὶ ἐπιστρέψει δήπουϑεν τὸ πλανώμενον; εἰ δέ τις ξενολογεῖν με δοκεῖ, μετερχέσϑω τὴν πονηϑεῖσαν βίβλον ἐκείνῳ καὶ οἷος ἀείσεται1295· «ἄειδε» μὲν γὰρ «κλέα ἀνδρῶν1296» καὶ βασιλέας ἐξύμνει μεγαλουργοὺς ὑπὲρ τοῦ ποιμνίου δεόμενος, ὅτι μηδὲ μονόγλωσσος ἦν ὁ ἀνὴρ ἀσυντελής, ἀλλὰ τοῖς πᾶσι τὰ πάντα κατὰ Παῦλον1297 ἐγίνετο καὶ ἄρχουσι μὲν διελέγετο ὡς ἀρχῆς τοὺς νόμους ἐξασκησάμενος καὶ ὡς ὁ Σταγειρόϑεν τὰς τῶν ἠϑῶν διαφορὰς ἠκριβωκώς τε καὶ ῥυϑμισάμενος, πολιτικοῖς δὲ τὰ πολιτικά, ὡς οὐδὲ πάλαι Σόλων ἢ Δράκων καὶ ὁ ξυγκυκῶν τὴν Ἑλλάδα καὶ δημηγορῶν Περικλῆς1298· τούτου γὰρ καὶ ὁ περὶ τὴν σκαπάνην κυπτάζων ὑπήκουε, καὶ βουζύγης1299 καὶ ἀγρότης καὶ σιδηρεὺς καὶ οὐ μόνον ὁπόσοι τοῦ σπουδαίου κόμματος, ἀλλὰ καὶ ὅσοί τοῦ συρφετώδους καὶ ξύγκλυδος1300 καὶ εἷχον ἂν ἐκ τῆς ἐκείνου γλώσσης ὅ τι κομίσαιντο ἐπαναστρέψαντες οἴκαδε· μίαν γὰρ λαχὼν καὶ αὐτὸς γλῶσσαν τῶν ὡς ἐν εἴδει πυρὸς διαμερισϑεισῶν πάλαι τοῖς Χριστοκήρυξιν1301 ἔσχε καταμεριζομένην ἐφ’ ἅπασι καὶ κατὰ τὸ τῶν ἁλιέων ἀμφίβληστρον1302 ἀποτεινομένην ἐκ παντὸς γένους καὶ ἐπιτηδεύματος ἐσαγήνευσεν.
4. Ὢ γλώσσης οὐκ ἀπὸ ῥινός φασιν, ἀλλ’ ἐκ τῶν ὤτων ἐπισυρομένης τοὺς ξύμπαντας. τί ποτ’ ἂν εἴη ἡ τοῦ Πέτρου δημηγορία, ὡς ἐν ταῖς Πράξεσι1303 διδασκόμεϑα, πρὸς τὴν ἐκείνου διδασκαλίαν ὅλας καϑ’ ὥραν μυριάδας ζωγροῦντος καὶ ἐπιστρέφοντος; ταύτης ἔργον γέγονα καὶ αὐτός· εἰ καὶ μὴ χανδὸν ἐξέπιον τῆς σοφίας, ἀλλὰ κατ’ ἐκείνους τοὺς τῇ ἱστορίᾳ ἐκπεριειλημμένους τοῦ Γεδεὼν ἀκροϑιγῶς ἔλαψα1304 ὅσα καὶ ἀνϑολκῆς μοι ἐπιγενομένων τοῦ ἀδελφικοῦ ϑανάτου καὶ τῶν ἐκείνου παναφηλίκων παίδων τῆς κομίδῆς καὶ οὐκ ἀπὸ γνώμης τῷ μεγάλῳ κειμένης, ἀλλ’ ἐπιπεσόντι (καὶ γὰρ προσῆκε) δριμύτερόν τε καὶ ἀρχικώτερον. καὶ τὸν ἐκείνου φόρτον, ὡς μὴ ὤφελε, καὶ γράμμασι καὶ αὐτογλώσσως ἐμοὶ ἀντεπέσαξεν, ὃν ὁ ἀδελφὸς ἐπὶ γραμματίῳ τεϑνηκὼς ἐκείνῳ ἐπέϑετο, οὐ μόνον οὐσίαν καὶ τέκνα, ἀλλὰ καὶ αὐτὴν ψυχὴν αὐτῷ παραϑέμενος. εἰ γὰρ μὴ τοῦτο, τάχ’ ἂν καὶ ἐνεφορήϑη, ὅσον ἠβούλετο, τὸ ἐπιϑυμοῦν κἀκ τῆς ἐναλλαγῆς μου τῆς γλώττης καὶ τῶν ἐκ τῆς καρδίας περισσευμάτων ξένην τινὰ μέϑην ἴσως ἔχειν ἐδόκουν, ὡς οἱ ξυνοπαδοὶ τοῦ Χριστοῦ, καὶ ἑτέραις γλώσσαις καινοτέραις ἐλάλουν1305, χαϑώς μοι ἡ τῆς διδασκαλίας χάρις ἐπεχορήγησεν. ἀλλ’ ἐγὼ νωϑρός τις πρὸς παιδείαν ἔφυν, ὡς ἔοικε, καὶ δυσμαϑὴς καὶ (τὸ τοῦ Σολομῶντος1306) κακότεκνος. ταύτῃ τοι καὶ σοφία ϑεοῦ μοι οὐκ εἰσελήλυϑε· σκληρίας γάρ, ὡς ἔφην, ἀλλοπροσάλλων ἐπεγερϑέντων κυμάτων, οὐ ξυνετάκη μοι ἐς τὸ τηλαυγὲς καὶ τὸ ἐκμαγεῖον πρὸς τὰ μαϑήματα κύμασι φϑεγγομένῳ καὶ ἀγορανομοῦντι καὶ τὸ τῆς παροιμίας1307 γράφοντι καϑ’ ὑγρῶν οὐδὲ ὅλην τὴν τοῦ Ἑρμοῦ εἰκόνα καὶ τὴν τῶν Μουσῶν ἐννεάδα εἰς κάλλος ἀποξεσάμενος ἀνεμόρφωσα παράκτια τὴν1308 τῆς σοφίας διανηξάμενος ϑάλασσαν καὶ βραχυτάτην ῥανίδα ἢ καὶ τὰ παρὰ τὸ ταύτης χεῖλος ἀποπτυόμενα φυκία ἀναλεξάμενος, καίτοι τοῦ διδασκάλου πεζεύειν κατὰ κυμάτων καὶ τὸν διὰ τούτων περίπατον ἐσκελεύοντος. |1309| ἀλλὰ γὰρ ἐμνήσϑην διδασκάλου καὶ ἡ φωνὴ ἀνακόπτεται καί με λεπτὸς ἀμφικέχυται ἱδρὼς καὶ βιβλίον πάλιν ὑπὸ μάλην1310 φέρειν δοκῶ καὶ ἀψόφῳ εἰσιέναι ποδὶ καὶ τὸ δεσποτικὸν περιπαπταίνειν οἰκίδιον, εἴτουν (προσφυῶς εἰπεῖν) ψυχῶν φροντιστήριον, καὶ ἀναπυνϑάνεσϑαι τὸν ϑεράποντα περίπου τὸν οὐδὸν τῆς κέλλης παρερριμμένον1311, τί ἂν ἄρα πράττει ὁ μέγας καὶ εἰ καϑεύδει ἢ καὶ δέλτον διερευνᾷ καὶ εἰ διερευνῶν ἐστι διαναστῆναι καὶ ὑπανοῖξαι, μὴ καὶ τὰ τῆς ἑρμηνείας καϑυστερήσαιμι. ὁρᾶτε, ὦ περιεστηκότες καὶ συλλήπτορές μου τῶν ὀδυρμῶν, πῇ παρεξέβην ὑπὸ τῆς ἐμπεσούσης μοι συμφορᾶς καὶ ὥσπερ τὰς φρένας παρακοπείς, ὡς τὸν τρυγίαν ὅλον τῆς ὀργῆς κυρίου πιών, οἷα ἐφαντασάμην κατὰ ἐνέργειαν, καὶ τοῦ οὐρανίου χώρου τῆς ἐλευϑέρας πάλαι ἀποκυλισϑείς, ὡς τὰ παιδαρίων σφαιρίδια διαπεμπόμενα ταῦτ’ ἐκεῖνα καὶ πάλιν τὰ παλαιὰ καὶ τὰ σαπρὰ ἀναπεμπάζω, καὶ ξυλλαμβάνω φρενὶ καὶ οἶδ’ ὅτι σύγγνωσεσϑέ μοι τῆς συμφορᾶς· εἰμὶ γὰρ ἤδη τοῦ πάϑους ὑπέραντλος.
5. Ἀλλὰ γὰρ ῥυέσϑω μοι ὁ λόγος τὸν καϑ’ ὁδὸν ὀχετὸν καὶ εἰ καὶ βραχύ τι παρένευσεν, ὥς τινος ψηφῖδος ἀφαιρεϑείσης ἢ καὶ πεπονηκότος τοῦ διαφράγματος, οὐκ ἔφερε τὸν πολὺν ὄλβον ὁ φϑόνος καὶ ὁ τούτου σπορεὺς πονηρὸς καὶ τὸν ὄγκον τῶν τοιούτων κατορϑωμάτων οὐδὲ τὸ δίκαιον καὶ ἅμεμπτον ἠνέγκατο καὶ ἀληϑινόν, καιρίαν δὲ πληγὴν δεχόμενος ταῦτα καὶ τὴν ἐπὶ τούτοις τοῦ καλοῦ παντὸς προκοπὴν ἐπὶ λαμπρῷ ϑεάτρῳ τῷ βίψ τούτῳ, καὶ ὡς εἰς πένταϑλον πειρασμῶν καταβιβάζει τὸν ἀϑλητὴν πρὸς καρτερὰν καὶ φανερὰν μάχην ἀποδυσάμενος καὶ τοῦ καιροῦ λαβόμενος συνεργοῦ τῶν περὶ σῶμα πάντων καὶ περιϑέτων ἐψίλωσε. τίνα ταῦτα; πόλεώς φημι λαμπρᾶς τε καὶ ἀοιδίμου (κἂν νῦν μέγα καὶ λαμπρὸν ἐρείπιον ἢ σκιὰ πόλεως καὶ ὀδύνης οἰκόπεδον καὶ μόνοις ἀνέμοις περιπνεόμενον καὶ τούτοις πολλάκις λυμαντῆρσι καὶ βλαβεροῖς), ναοῦ περὶκλύτου καὶ οὐρανίου ϑαλάμου καὶ παρϑενῶνος τῆς Θεομήτορος, κλήρου κρατίστου, ἑορτῶν συνεχῶν, συνόδων καὶ πανηγύρεων παμπληϑῶν, ἀγρῶν, βοσκημάτων καὶ λοιπῆς ἀπάσης παραψυχῆς καὶ συλληπτικῶς εἰπεῖν τὰ τ’ ἐντὸς τὰ τε ϑύραϑεν· τῆς γὰρ αὐτοῦ ψυχῆς οὐχ ἥψατο. ἕρρε, βάσκανε Τελχὶν1312 καὶ μισόκαλε, ὡς δὲ τὸν αὐτὸν εἶδεν εἶναι καὶ πάλιν ἀκλόνητόν τε καὶ ἀπερίτρεπτον (προείλετο γὰρ καὶ ταῦτα τῷ τοῦ ϑεοῦ παραρριπτεῖσϑαι ναῷ ἢ τοῖς πονηρευομένοις καὶ τοῦ καιροῦ γενομένοις συμπονηρεύεσϑαί τε καὶ παρεκκλίνεσϑαι), βαρὺς ἦν αὐτῷ καὶ τοῖς αὐτοῦ συνεργάταις καὶ μόνον βλεπόμενος τοῦτο μὲν καὶ μὴ δυνάμενος κατεμβλέπειν, τοῦτο δὲ καὶ πλείονα πραγματευόμενος τὴν ἀπώλειαν ὡς τάχα γε τούτου φρούδου γενομένου ἀνυποστόλως ληΐζεσϑαι.
6. Τοίνυν καὶ δευτεραν πεῖραν εἰσβάλλει καὶ ἐξορίαν αὐτῷ καὶ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν ἐψηφίσατο· καὶ τί ἂν λέγοιμι τοὺς ἐντεῦϑεν πόνους καὶ κόπους, τῶν ἀναγκαίων τὴν ἔνδειαν καὶ τὴν στένωσιν τῆς γαστρὸς καὶ τἆλλα πάντα, ἄ δὴ τῶν ἐγκωμιαζόντων, ὡς εἶπον, οὐχὶ τῶν μονῳδούντων καϑέστηκε; πλὴν οὐχ ὑπεκλάσϑη τοῖς χαλεποῖς οὐδ’ ὑπεκλίϑη γοῦν1313 πρὸς τόσας κυμάτων καὶ πνευμάτων ἐπεμβολάς, οὐδ’ ἐχωρίσϑη κατὰ Παῦλον1314 τῆς ἀγάπης Χριστοῦ, κἂν καὶ ἡ ϑάλασσα τῶν κακῶν ἀγριαινομένη ἐφύβριζε καὶ ἡ ἔχιδνα, ἥτις ποτέ ἐστι αὕτη, ἐπιλαβομένη τῆς χειρὸς ἐξεκρέματο. καίτοι φρυγανιζομένῳ πολλάκις καὶ πειρωμένῳ ϑάλπεὶν τὸ ψῦχος κατὰ Παῦλον1315 τῶν πειρασμῶν, ἀλλὰ καὶ οὕτως οὐ προὔδωκέ σε, μῆτερ εὐσέβεια, οὐ μὰ τὸν μέγαν ἀρχιερέα καὶ τοῦ ἁγνοῦ ἀμνοῦ ϑύτην καὶ προσαγωγέα ἐπάξιον· ὑπὲρ δὲ τοῦ ὀρϑοῦ λόγου μέχρι καὶ ϑανάτου προσεκαρτέρησεν, εἰ καὶ ἐν τούτοις οὐκ ἔσχασεν ὁ πειράσαι τοῦτον ἐξαιτησάμενο; κατὰ τὸν Ἰώβ1316. μετὰ δὲ τὸ ἀκταῖς καὶ |1317| νήσοις καὶ τόποις δυσεμβόλοις καὶ δυσχειμέροις καὶ σκοπέλοις ἀγρίοις καὶ ἀπροόπτοις ἐπιρρίψασϑαι πάντων ἔρημόν τε καὶ διάχυτὸν οὐκ ἴσχυσε παρατρίψασϑαι. καὶ τρίτην ἄλλην πεῖραν ἐπάγει ὁ σοφιστής, ἐπεὶ καὶ πλέον αὐτῷ τὰ τῆς ἀρετῆς ἐπετείνετο καὶ τοὺς στεφάνους προσεπλέκετο μείζονας, καὶ τὸ τῆς συμπαϑείας δάκρυον κατὰ Νειλῴας ἀναβάσεις ἢ βαϑμιδώσεις ἐκχεόμενον τῶν βλεφάρων ὑπερεπλήμμυρε, καὶ τέλος ὡς μίαν τῶν ἀφρόνων γυναικαρίων τὴν κάκιστ’ ἀπολουμένην τῆς ἡμιπληξίας νόσον ἐπήγειρε, δεινὴν μὲν καὶ ἄκρου μυελοῦ ψυχῆς ἅψασϑαι καὶ τὸ ἡγεμονικὸν σογχέασαν ἐπιϑολώσασϑαι καὶ τῆς ἡγιασμένης εὐαρμοστίας καὶ ὁλομελείας τοῦ σώματος τὸ μὲν ἀκίνητον ἐνδείξασϑαι καὶ νεκρόν, τὸ δὲ, εἰ καὶ ζωὸν ἐδόκει, ἀλλ’ ἐκ μέροος κἀκεῖνο νενεκρῶσϑαἰ κατὰ συμπάϑειαν καὶ ἦν ἰδεῖν ὥς τινα δᾳλὸν ἐξεσπασμένον ἡμίφλεκτον καὶ σῶμα ἡμίνεκρον καὶ ἡμίτομον.
7. Ὅμως καὶ οὕτως ἔχων καὶ τοιοῦτος ὁρώμενος οὐ κατεστέναξε τῆς προνοίας ἢ καὶ ῥυτὸν τούτοῒ περικείμενος σῶμα καὶ τὴν τούτου ἀσϑένειαν παρεφϑέγξατο, ἢ καὶ ὡς Παῦλος ὑπὲρ τοῦ σκόλοπος ἅπαξ γοῦν παρεκάλεσεν. οὔκουν οὐδὲ(ν) ἐγένετο, πλείονος δὲ καὶ μᾶλλον φιλοσοφίας ἐλάμβανεν ἀφορμὴν καὶ συχνοτέρων καὶ ὀξυτέρων τῶν ὀδυνῶν ὑπαισϑόμενος πρὸς τὸ ὑγιαῖνον μέρος τοῦ σώματος ἠρέμα πως τὸν λόγον ποιούμενος ὑπεφϑέγγετο· «μέλος ἐμόν, μένε ἀτρεμοῦν καὶ συνάλγει τῷ κἀμνοντι μέρει ὡς συμφυεῖ· φέρε παιδείαν Κυρίου, ὅτι πρὸς τὰς ὁδοὺς αὐτοῦ ἐπλαγίασας». πρὸς δὲ καὶ τὴν ἐπισχεϑεῖσαν1318 δεξιτερὴν χεῖρα ὑπελάλει μεταφερόμενος· «στέργε τὸν δεσμόν, ὦ χείρ· δικαίως γὰρ καὶ συνέσταλσαι, ὅτι ἀκρατῶς καὶ ἀπερισκέπτως τοῖς προσιοῦσι μετεδίδως τοῦ ϑύματος· ἐχρῆν γὰρ, ἐχρῆν κατὰ Παῦλον1319 δοκιμάζειν τὰ πρῶτα καὶ ἀκριβοῦν εἶτα κἀκ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου μεταδιδόναι τοῖς χρῄζουσι· πολλοὶ γάρ εἰσιν ἐν ἡμῖν ἄρρωστοι, φησὶν ὁ αὐτός, καὶ κοιμῶνται ἱκανοί». τί ταῦτα, ὦ ἄνϑρωπε τοῦ ϑεοῦ καὶ τῆς ἄνω ἐπίσκοπε Ἱερουσαλήμ; ῥήγνυται γάρ μου τὸ σῶμα καὶ ἀναζέει τὸ περικάρδιον. συστέλλεταί σοι διὰ βάσανον χεὶρ ἡ πάντα τὰ προσόντα τοῖς πένησι χέουσα, ἣν ἄχραντον ταῖς χειροϑεσίαις τῷ πνεύματι δέδωκας, ἥτις οὐδ’ ἐπεγίνωσκέ1320 ποτε τὴν Καίσαρος εἰκόνα καὶ τὴν ἐπιγραφήν, ἀλλ’ ἀπένειμε πάντα τὰ τοῦ ϑεοῦ τῷ ϑεῷ καὶ τοῖς καϑ’ ἡντιναούντινα χρῆαιν δεομένοις τὰ τοῦ κοσμοκράτορος; ὢ οἷον ἄκουσμά τε καὶ λάλημα· εἰ ἐκεῖνος τοιαῦτα, ποίαν αὐτοὶ τὴν δίκην ὑφέξομεν; εἰ δίκαιοι τοιαῖσδε δοκιμαῖς ὑποβέβληνται, οἱ καϑ’ ἡμᾶς κατεγνωσμένοι καὶ διὰ πάσης ἁμαρτίας ἐλάσαντες τί ἂν ἄρα δράσοιμεν ἢ πάϑοιμεν; εἰ τὸ φῶς ἐν τοιοῖσδε, τὸ σκότος ἐν τίσιν ἔσεται; εἰ τοιαῦτα πάσχουσι τὰ ἔμπρακτα τοῦ Εὐαγγελίου καὶ ἐνεργὰ διδασκάλια, ποίας ἀποτίσουσι δίκας οἱ μηδ’ ὁσονοῦν τῶν ἐντολῶν ϑεοῦ ἐπαΐοντες1321; οὐ βάσανος δὲ ἧν ταῦτα, ἀλλὰ δοκιμή, ὅπως καὶ αὐτὸς ἀναφανῇς δίκαιος καὶ πολλὰς κατὰ κόρρης ἐπιτρίψῃς τῷ δυσμενεῖ.
8. Ἀλλ’ ὦ πάτερ, πάτερ καὶ ϑεῖε ἐμὲ καὶ σῶτερ καὶ δέσποτα (μήτηρ μὲν ἐμὴ ἀδελφὴ δὲ σὴ γεγεννηκε σαρκικῶς, σὺ δὲ καὶ σὸς ἀδελφός, ὃν ὕστερον ὄντα σου πρῶτον ἐϑρήνησα, ἀναγεννησάμενοι λογικῶς ἐξ τόδε μέτρον ἡγάγετε), δέχοιο τὴν παροῦσαν χοὴν καὶ δρέπου τῶν μακρῶν σου καμάτων βραχυτάτην τὴν ἀπαρχήν, πενιχρὰν καὶ τῶν σῶν κατορϑωμάτων ἐκπίπτουσαν· πολλὰ γὰρ μεγάλα παρὰ σοῦ λαβών τε καὶ δανεισάμενος καὶ νῦν ὧνπερ εἴληφα βραχύ τι ἀποδιδούς, οὐχ ὧν ἔσχον διαλύομαι παρ’ ἀληϑέσι κριταῖς καὶ ἰσηχορηγουμένοις τοῦ δικαίου τὴν πλάστιγγα, ἀλλ’ εὐϑύνομαι καὶ μᾶλλον τῷ ἀπαραποιήτῳ κριτηρίῳ τῆς συνειδήσεως καὶ κατακέκριμαι ὑπὲρ ὧν σοι τῆς ἀξίας ἐνδέω καὶ μάλιστα. τί γὰρ τῶν σῶν ἰσόμετρον, οὗ καὶ ὁ «κόσμος ὅλος οὐκ ἔστιν ἄξιος; τέως δ’ οὖν ὅμως τὴν κατὰ |1322| δύναμίν τε καὶ σὴν καὶ ὡς τὸν Δία φησὶν αὐτὸν ἐξ αὑτοῦ1323 κυίσκειν τὴν Ἀϑηνᾶν, κατὰ ταῦτὰ καὶ αὐτὸς τὰ σὰ ἐναγίζω σοι· τὸ γὰρ διὰ τὴν ἀξίαν σιγὴν φέρειν τελείαν καὶ τοῦ παντὸς ἀπολείπεσϑαι ἄτεγκτον καὶ ἀνάλγητον καὶ τὰ τοιάδε εἰς ἀναίσϑητον φύσιν ἀποκρημνίζουσι καὶ ἀχάριστον. ἀλλ’ ὡς φιλόστοργος ὤν μοι καὶ τοῦ φιλανϑρώπου ϑεοῦ ζηλωτὴς καὶ πεσὼν ἐπανόρϑου1324 καὶ πάλιν. ἂν τοῦ προσήκοντος παρασφάλλοιμι, κἂν ταῖς καϑ’ ὕπνον φαντασίαις διύπνιζε ἐπιπλήττων ἐμβριϑέστερόν τε καὶ πατρικώτερον· πέποιϑα γὰρ ὡς τόδε γέρας ἔχεις λαβὼν ἐκ ϑεοῦ διὰ τὸ τῆς ἱερωσύνης παναγές τε καὶ ἀνεπίληπτον καὶ τὸ τοῦ βίου εἰλικρινὲς καὶ καϑάρειον. καὶ λιτάζομαί σε, ὦ ἱερὰ κεφαλή, ὡς καὶ τοῖς ἐνταῦϑα παρὼν οὐκ ἀφίστασο τῆς ἡμετέρας ὅλως κηδεμονίας, κἀκεῖϑεν μεταστὰς καὶ τοῖς ἱσαποστόλοις πατράσι καὶ συνάϑλοις σοῖς καὶ τὸν ὅμοιον στειλαμένοις δρόμον ὑπὲρ τοῦ ὀρϑοῦ λόγου μέχρι καὶ ἐσχατης ἀναπνοῆς γενόμενος συνόμίλός τε καὶ σύνϑρονος ἴϑυνε καὶ αὖϑις τὰ καϑ’ ἡμᾶς καὶ ἐν οἷς δεῖ καὶ ὅπως δεῖ ἐμβίβαζε ἀναστρέφεσϑαι· οὐ γὰρ δεήσει1325 τινὸς τοῦ μεσεύοντος ἀμέσως τῇ τριάδι καὶ ἀπαρακαλύπτως ἑνούμενος καὶ συνδοξαζόμενος, ὑπὲρ ἧς καὶ δι’ ἣν τῆς σὲ λαχούσης τὴν χρόνιαν ὑπερορίαν καὶ τὸν ἀπάνϑρωπον καὶ ἄφιλον προείλου ἐκτοπισμόν· σοῦ γὰρ μὴ ὄντος οἰακοστρόφου, οὐκ οἴδαμεν ὅπως τὸ τοῦ βίου διαπλευσούμεϑα πέλαγος καὶ πῇ ποτ’ ἂν καταντήσαιμεν ὄντος παντὸς παρηγορήματος ἔξωϑεν. πλήν, οὐχὶ καὶ τῶν ἐλπίδων ἀπογυμνωϑέντες ϑεοῦ διὰ τῆς πρὸς αὐτὸν παρρησίας σου, ἀλλὰ φϑάσαιμεν εἰς τὸν ἄκλυστον λιμένα τῆς σωτηρίας ἡμῶν διὰ τῆς πρὸς αὐτὸν ἐντυχίας σου, ἔνϑα «αἴϑρη πέπταται» καϑαρὰ καὶ «ἀνέφελος1326».
9. Ὣ πάϑους ἀκαρτερήτου, ὢ πολυστενάκτου ἀκούσματος καὶ ϑεάματος καὶ оὗ τὴν μνήμην τῆς πικρίας οὐδ’ ὁ ξύμπας ἀμαυρώσει αἰών· άλλὰ κἂν εἰς λιϑώδη φύσιν κατὰ μῦϑον μεταμειφϑείημεν, καὶ αὖϑις ἐκ τῆς τῶν δακρύων καταρροῆς τὰ τῆς συμφορᾶς μηνυϑήσεται. φεῦ λόγῳ καὶ ἀρετῇ τοῖς καϑ’ ἡμᾶς ἀπαρείκαστε καὶ ἀσύγκριτε· ἅπαντα γὰρ συλλαβὼν ἀπεπτης τὰ ἀγαϑά, μηδέν τι τοῖς ὀψιγόνοις ἐκλελοιπὼς καὶ τοῖς ὄπισϑεν· εἰ γὰρ καὶ ἄλλοτε ἄλλοι ἄξιον δῆϑεν σπουδῆς παραδείκνυνται, εἴ τι1327 δήπου καὶ ἔχοιεν, ὅμως σκιαὶ ἀΐσσουσι καὶ φάσματα ἀμαυρὰ καὶ οἷα τὰ τῆς Ἑκάτης μυϑεύονται καὶ εἴδωλα μόνον ἀμενηνἀ τὰς τῶν ὁρωμένων ὄψεις πλανῶντά τε καὶ παραφαινόμενα, εἴπερ τέως πρὸς σὲ καὶ τὰ σά παραλληλίζοιντο1328 καὶ συγκρίνοιντο· σὺ γὰρ ὥσπερ ἐκ πάντων τῶν ἀγαϑῶν συλλεγεὶς καὶ ἀναφυραϑεὶς τε καὶ ζυμωϑεὶς εἰς μέγα ὑπερήρϑης πάσης τῆς ἀρετῆς, καὶ ὅπερ φασὶν Ἑλλήνων παῖδες τὴν Ἀφροδίτην ταῖς χάρισι τοῦ κεστοῦ πάντας (ἐξαρτᾶν1329) ϑνητούς τε ἀϑανάτους1330 τε, τοῦτο ἐπὶ σοὶ καὶ λίαν ἐπαληϑίζεσϑαι. ναὶ γὰρ ἐξήρτησας ἅπαντας οὐ δόγμασι μόνον καὶ λόγοις, ἀλλὰ καὶ πράγμασι καὶ οἷς ἂν ὁ ϑεῖος καὶ ϑεοῦ γνωρίζοιτο ἄνϑρωπος.
10. Ὣ κοινῆς ζημίας, ὢ ἀνατροπῆς σχεδὸν τοῦ παντός, ὢ δεινοῦ δυσπραγήματος· ἀλλὰ γὰρ ὑμεῖς ὁ κράτιστος κλῆρος καὶ λάχος τοῦ μεγάλου, τὸ ἐμοὶ περιεστηκός, οἶδ’1331 ὅτι πεπλήρωκεν ἡ λύπη τὴν καρδίαν ὑμῶν καὶ τῇ τοῦ καλοῦ ποιμένος διαστάσει ἐκόψασϑε παϑηνάμενοι καὶ δεινοτέραν μακρῷ τῆς νῦν ἐπικειμένης αἰχμαλωσίας ἡγήσασϑε τὴν διάζευξιν, ὅπως μὴ λέγοιμι, ὡς κοινῶς ἄρτι πάντες ἀπωρφανίσϑημεν, ὡς ἔστιν ἐκ τῶν δακρύων καὶ τῶν σκυϑρωπαζόντων προσώπων τεκμαίρεσϑαι, καὶ ἄλλοι1332 ἄλλο τι τῶν ἐκείνου χαρίτων ἀπομνημόνευμα φέροντες ἀνεκλαύσατε, οἱ ποιμένες τὸν ποιμένα ἢ ἀρχιποίμενα καὶ τοῦ πρώτου καὶ μεγάλου ἀντίμιμον, οἱ περὶ τὸ ϑεῖον ἀνάκτορον τὸν κοσμήτορα καὶ ὄντως Ἅγια Ἁγίων τὸ ἱερὸν ἐργασάμενον ἄδυτον ἢ καὶ ἀληϑινὴν σκηνήν, ἣν αὐτὸς ἐπήξατο κύριος καὶ οὐκ ἄνϑρωπος, ὀπόσοι περὶ τὸν ϑεωρητὴν βίον ἐσχολάκατε καὶ μονότροπον καὶ οὐδὲ τῆς πράξεως αὐτῆς ἀφιστάμενοι, ἵνα μὴ τὸ τῶν λοξοβλεπούντων πάσχητε καὶ ἀκούητε τὸν ἔμπνουν καὶ ἀμφοτέρων καὶ κινούμενον γενόμενον πίνακα κἂν τῷ κοινῷ τὴν ἄκοινον καὶ ὑψηλὴν |1333| διαγωγὴν ἀσκησάμενον. καὶ πολλοὺς συνϑεμένους ἢ συνταξαμένους ὑπερηλάσατο1334, καϑότι μηδ’ ἦν ἐν ἐκείνῳ εὑρέσϑαι ἀνϑρωπίνης ζωῆς ἀποσκίασμα· εἴ τι καὶ γὰρ τοῖς ἐνταῦϑα συνέζη, ϑεῷ τοῦτο συνέζη καὶ πνεύματι· ἤρα γὰρ μᾶλλον τοῦ ἐρᾶσϑαι καὶ τοῦ διψᾶσϑαι πλέον κατὰ Παῦλον1335 ὑπερεδίψησε (τοιοῦτον γὰρ τοι χρῆμα ψυχὴ ἡ ἅπαξ εἰς τὸν ϑεῖον κατολισϑήσασα ἔρωτα καὶ τῶν γηΐνων ἀπαναστᾶσα μακράν), ὁ πολὺς δὲ καὶ λοιπὸς ὅμιλος τὸν εἴ τι χρηστὸν αὐτοῖς καὶ πρᾶγμα καὶ ὄνομα χρηματίσαντα· οὐ γὰρ τοῖς μὲν προσέκειτο πατρικῶς, τοῖς δ’ οὐ, ἐπίσης δὲ πᾶσι καὶ διδασκαλίας κρουνὸν καὶ οὑτινσοῦν καύσωνος δροσισμὸν καὶ ἀντιληπτικωτάτην χεῖρα ἐπώρεγεν ἐλέγχων, ἐπιτιμῶν, παρακαλῶν, νουϑετῶν, διδάσκων καὶ οἰκονομῶν τὰ συνοίσοντα, ὅτι μηδ’ ἀντίξους ἦν τῇ τῶν ἠϑῶν ἑτερότητι κατὰ τοὺς ἀποξύλους τῶν ἰατρῶν ἐπιβάλλων εὐϑὺς καὶ ἀπερισκέπτως τὸν μεσέα σίδηρον ὠμοσαρκοῦσι τοῖς πράγμασιν, ὡς αἴρεσϑαι μὲν μειζόνως τὴν ἀπὸ φλεγμονῆς τοῦ σώματος ὄγκωσιν, δριμυτέρας δὲ τὰς ὀδύνας ἐγγίνεσϑαι, ἀλλὰ καὶ λόγος ἔμπρακτος ἦν καὶ πρᾶξις ἔννους καὶ ἔλλογος· εἰς ἴσον γὰρ ἀτοπίας συνηλϑέτην καὶ ἄμφω, καὶ πρᾶξις ἄλογος καὶ λόγος ἄνους καὶ ἄπρακτος. ἐπ’ ἐκείνῳ δὲ οὐκ ἂν εὕροι τις παρεκκλῖνον ϑάτερον παρὰ ϑάτερον, ἀλλ’ ἐξ ἄκρου εἰς ἄκρον ὁμοτίμως τὰς τῆς ἰσότητος ῥυϊσκομένας γραμμάς· ἄμεινον γὰρ αὐτῷ κατὰ τὸν στοιχειωτὴν1336 Εὐκλείδην τὸν Μεγαρέα πάρ κεφαλὰν ἑωρᾶσϑαι ἢ πράγματι παντὶ εἰπεῖν τι δράσειν ἀσύμφωνον ἐβύοντο μὲν γὰρ αὐτῷ τὰ χείλη κατὰ καιρόν, καὶ ἀνοιγνυμένων δὲ ἐξεφέρετο τούτων εἴ τι σεμνὸν καὶ τοῖς ἁγίοις ἐπιπρεπέστατον· οὐδὲ γὰρ βωμολοχικαῖς γλωσσαλγίαις τὸν λόγον ἐπέχραινεν, ὥς τινες τῶν ταύτην ἀσκησαμένων καὶ τὸ τῆς ἀστειοσύνης ψευδεπιπλάστως ἐπιτιϑέμενοι ὄνομα, ταὐτόν τι ποιοῦντες ὡς εἰ Ξενοκράτην πορνείας ἐ(νέ)γραφον1337, οὗ καὶ εἶδος μόνον ἐσωφρονίσατο καὶ ἀδικίας Ἀριστείδην τὸν δίκαιον.
11. Ταῦτα τὴν μνήμην κεντρίζει καὶ τῶν ὀφϑαλμῶν ἐξακοντίζειν παραβιάζει τὰ δάκρυα καὶ οὐχ οἷός τέ εἰμι κατέχειν ἐμαυτὸν καὶ ταῦτα καὶ ἄλλους παραμυϑεῖσϑαι πειρώμενον· κατὰ γὰρ τὴν ἀλληλουχουμένην σειρὰν ἢ καὶ κλίμακα ἐξαπτομένων πρὸς ἄλληλα τῶν ἐκείνου κατορϑωμάτων τὸ προσληφϑὲν μᾶλλον εἰς μεῖζον ὕψος ἀνέλκει καὶ ἀνωφορεῖ1338, ἐς τὸ ἄκρον διόλου μεϑέλκον καὶ προκαλούμενον. καὶ ὡς ἐπὶ τῆς ϑείας φύσεως οὐκ εἶδε κόρον τὰ ἐλλαμπόμενα τῆς ἐλλάμψεως, οὕτω δὴ καὶ ἐπὶ τῷ μεγάλῳ τῷδε πατρὶ ὅσον ἂν λάβῃς, πλέον προσεπαυξήσει καὶ κατ’ ὀλίγον προβαίνων ἐκπέσεις εἰς τὸ ἀόριστον· καὶ ὥς φασιν ἀριϑμητικοί, εἰς ὅσα τὸν τέλειον πολυπλασιάσεις ἀριϑμόν, εἰς πλέον καὶ πλέον αὐτὸς κεκορύφωται. ἐλλιμενιστέον τοιγαροῦν τὸν λόγον σιγῇ καὶ ταύτῃ προσαπτέον τοῦ λόγου τὰ πείσματα, μὴ καὶ λάϑοιμεν ἔξω τῶν ὅρων τῆς μονῳδίας ἐκπίπτοντες ὡς εἰς σύρτιν1339 τινὰ ἢ ἄμπωτιν καταγόμενοι, ἐν πένϑει γεωμετροῦντες καὶ τοῖς ὁρωμένοις ἀορισταίνοντες στηρίζοντας τοῦ ϑεοῦ καὶ τὸ ἡμέτερον ἀσϑενὲς ταῖς τοῦ κειμένου εὐχαῖς καὶ τοῖς αὐτοῦ ϑελήμασιν ἐκβιβάζοντος, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις αἰώνιος. ἀμήν.
2. Μιχαηλ Ακομινατου του Χωνιατου ανεπιγραφοι προς την ϑεοτοκον στιχοι1340
Πολλὰ προσῆξα σὺν πόϑῳ τε καὶ πόνῳ
τῷ σῳ λάχει, πάναγνε, καὶ τῷ ποιμνίῳ.
ἐκάλλυνά σου τὸν ναόν, πρῶτος πόνος·
ἔπιπλα τιμήεντα καὶ σκεύη φέρω·
ἀγροὺς προσάγω, προξενῶ κτήσεις νέας,
ποίμνια, βουκόλια, πᾶν ζῴων γένος
οἴκους ἀνιστῶ τοὺς πεσόντας τῷ χρόνῳ,
ἄλλους νεουργῶ (μαρτυρεῖ πᾶς ὁ βλέπων),
τὸν κλῆρον αὔξω, τοὺς φόρους ἐλαφρύνω
ἢ μᾶλλον εἰπεῖν ἐξανασπῶ ῥιζόϑεν.
τοιαῦτα τἀμά, τὰ δὲ σὰ πρὸς με πλέω
καὶ μείζονα, δέσποινα, καὶ κρείττω λόγου.
λύπας ἀφαιρεῖς, συμφορὰς ἀποτρέπεις,
νόσους διώκεις, ἐκ πυλῶν ᾍδου ῥύῃ.
ἐχϑρῶν πανουργεύματα καὶ πλοκὰς δόλων
ὡς νῆμα σαϑρὸν τῆς ἀράχνης ἐκλύεις.
ἓν λείπεταί μοι τῶν καλῶν τῶν ἐν βίῳ,
ϑανεῖν ὅπου βέλτιον. οὐ γὰρ ἐνϑάδε,
ὅπου τελωνῶν ἐστι τὸ κράτος μέγα,
ϑνῄσκοντας ἔνϑα τοὺς ϑεοῦ παραστάτας.
γυμνοῦσι, λακτίζουσι (ὢ ϑεία δίκη)
καὶ δεύτερον κιρνῶσι ϑανάτου σκύφον.
ἐχεῖ ϑανοίμην, ἔνϑα τὸν πλείω δρόμον
ζωῆς ἐμῆς ἤνυσα μοχϑῶν ἐν λόγοις.
ἐνταυϑα ταῦτα καὶ μετὰ ζήως τέλος.
ῥύου με πυρός, εὐμένιζε σὸν τόκον
καὶ τοῖς χοροῖς σόνταττε τῶν σεσωσμένων.
3. 1341 Του Μακρεμβολίτου προς τον υπερτιμον (μητροπολιτην αϑηνων Νικολαον τον Αγιοϑεοδωριτην)
Ἦν ἄρα καὶ χάρτῃ μαργαρίτης ἐγχυμονούμενος, ἁγιώτατε δέσποτα, καὶ σῆς γλώττης ὑπερτίμου πολυχεύμονος ποταμοῦ Σολομώντειος λίϑος ὑπέρτιμος1342 καὶ χαρίτων ὄμβρος ὑποκρυπτόμενος τῇ γραφῇ καὶ μοι καὶ τοῦτο τῶν ἀπ’ αἰῶνος τερατουργημάτων τῆς Θεομήτορος· ἐν Ἀϑήναις γὰρ καὶ πάλιν ἐγὼ σῶστρα ϑύσω1343 τῇ Θεομήτορι χϑές που καὶ πρότριτα ῥυσαμένῃ τῶν ᾍδου πυλῶν, καὶ μοι ταῖς χερσὶ γράμμα τῆς σῆς ἁγιωσύνης ἐντίϑεται· πρὸς ὃ δὴ γράμμα, νὴ τὴν τοῦ γράμματος ἡδονήν, ἔνϑους ἐγεγόνειν εὐϑὺς καὶ σὺν τοῖς ὀφϑαλμοῖς τὴν καρδίαν ἐνεπήγην τῷ γράμματι. ἦν γὰρ σου τὸ γράμμα χαρίτων λειμών, λωτὸς ἡδονῆς, νέκταρ ἀποστάζον σοφίαν καὶ σου ταῖς ἀρεταῖς περιχαρακούμενον κύκλωϑεν καὶ μόνοις τοῖς περὶ σὲ τὴν σοφίαν τηροῦσιν ἀνόϑευτον εἰσιτητὸν καὶ βατόν, ὡς διὰ τῆς ϑύρας εἰσερχομένοις καὶ μὴ διακλεπτομένοις τὴν εἴσοδον. ὄντως χρυσᾶς τὰς Ἀϑήνας εὑρίσκω τῆς σῆς ἁγιωσύνης, ἐν ταύταις γράμμα μεταλλευσάμενος1344 χρυσοῦ τιμιώτερον1345, λίϑων σαπφείρων πολὺ τιμιώτερον, αὐτοῦ πολυχρυσώτερον Πακτωλοῦ1346. ὑγείαν σοι καϑαρὰν ἐμήνυσέ μοι τὸ γράμμα, διάβασιν ὑγιᾶ περί μου τὴν ψυχὴν διεβίβασεν, ὅλον εἶχε σῶον τὸν ἐν ἀρεταῖς τελειότατον. ἠσπασάμητν τὸ γράμμα καὶ γε γλῶσσαν τὴν σὴν ἐδόκουν ἀσπάζεσϑαι, τὴν οὕτω σοφήν, τὴν οὕτως ἡδεῖαν, τὴν ὑπὲρ μέλι καὶ κηρίον γλυκαίνουσαν1347. ὢ πότε σε καὶ τοῖς ὀφϑαλμοῖς εἴδω τὸν ἐμοὶ τὰ πάντα καὶ ἄλλον αὑτόν; εἰ δ’ οὐχ ὑπὲρ αὑτόν σε γράφω τῷ γράμματι, ὃν ἔχω πάντως ὑπὲρ αὑτόν, δέδοικα μὴ τῷ μέλιτι τῆς φιλίας ὑποκεκρύφϑαι δόξῃ κεντρίον κολακικόν, ὃ φιλίας λειμῶσιν οὐκ ἐβλάστησε πάντοτε. τὴν δὲ περὶ τῆς σῆς πρεσβείας (γνῶσιν)1348 καὶ ὅσα μοι τὸ γράμμα διεμήνυσεν ἀγαϑά, γέγηϑα μὲν καὶ αὐτὸς καὶ συγγέγηϑα1349 τῷ παντὶ καὶ τῇ πανδήμῳ καὶ κοσμοσωτηρίῳ πανηγύρει συμπανηγυρίζω καὶ αὐτὸς εὐχαριστήριον ὕμνον τῇ Θεομήτορι. ἐμοὶ δ’ οὐ νῦν γέγονε ταῦτα μαϑεῖν, ἀλλ’ ἅμα σὺ περὶ τὴν πρεσβείαν καμοὶ κατὰ νοῦν ὡς πέρας αἴσιον εὑρήσει τὰ πράγματα· εἰ μὲν γὰρ βουλὴ τοῦ κρατίστου ἡμῶν αὐτοκράτορος, οὗ καρδία ἐν τῇ χειρὶ τοῦ ϑεοῦ καὶ ἡ βουλὴ τοῦ ϑεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, εἰ γοῦν ἐκεῖνος ἔτεκε τὴν βουλήν, τοῦ ϑεοῦ ταύτην ἐμβαλόντος ἐν τῇ καρδίᾳ αὐτοῦ; σὺ δὲ τῆς μεγάλης βουλῆς τῆς τοιαύτης ὑπηρέτης, τίς ἄρα μὴ ταῦτα βλέπων καὶ προφητεύῃ1350 καὶ ὡς πέρας αἴσιον εἴπῃ τοῖς πράγμασιν; οὐδεὶς ἄρα διστάσει1351 τῷ πράγματι, εἰ μὴ καὶ πρὸς τὴν ἡμέραν βλέπων αὐτὴν διψήσειν λέγων 1352τὸν ἥλιον ὑπὲρ γῆς. κἂν γοῦν προνενοήκαμεν, κἂν προμεμαϑήκαμεν, κἂν προβλεπτικῶς προορῶμεν τὰ μέλλοντα, εὖγέ σοι καὶ τῆς εὐβουλίας1353, χάρις σοι τῶν ὑπὲρ ἡμῶν κόπων. κοινούμεϑά σοι τὰς ἡδονάς, κἂν μὴ καὶ τοὺς κινδύνους ἐκοινωσάμεϑα, συμπνέομέν σοι τὸν ζέφυρον, κἂν μὴ καταιγίδι τῆς ϑαλάσσης συνεφυσῶμέν σοι τὴν ψυχήν. γένοιτο δέ μοι κοινώσασϑαι καὶ λόγου καὶ χάριτος δι’ ἐπῶν ὑμετέρων γλωσσῶν, σου τε τοῦ πρεσβευτοῦ τῆς μεγάλης βουλῆς καὶ τοῦ κυρίου μου, τὰ πάντα καλοῦ λογοϑέτου καὶ ἔργοις καὶ πράγμασιν· ὃν ὁ ϑεὸς ἀφορίσας ἐκ κοιλίας μητρὸς |1354| αὐτοῦ, κατὰ τὸν μέγαν ἀπόστολον, εἰς σωτηρίαν ἡμῶν ἐξαπέστειλε τῶν ἀγαπησάντων αὐτὸν.
* * *
Κῶδ. Πετρουπ. 250, φ. 113β–116β.
κῶδ. πηλήκη.
ὦ τὴν ἐν ... βεβηκῶς] Εὐρ. Φοιν. 1–2.
πάντ’ ἐφορῶν κ. π. ἐπακούων] πρβλ. Ὀϑ. μ. 312 «Ἡελίου, ὃς πάντ’ ἐφορᾶ καὶ πάντ’ ἐπακούει».
βαρύ βρομέοντος] κῶδ. βαρυβρυχέοντος.
βαρύ βρομέοντος μυκητίου] πρβλ. Ἀριστοτέλους περὶ κόσμου, σ. 396а 11 «γίνονται καὶ μυκητίαι σεισμοὶ σείοντες τἠν γῆν μετὰ βρόμου».
114α.
τέτλαϑι, κραδίη] πρβλ. Ὀδ. υ, 18.
προσϑέμενος] κῶδ. προϑέμενος.
γούνατ’ ἔκαμψαν] πρβλ. Ὀδ. ε. 453.
ἔκαμψαν] κῶδ. ἔκαψαν.
ὀρϑοπηδυτῶν] κῶδ. ὀρϑοποδυτῶν.
μέλεος ἐγὼ] πρβλ. Σοφοκλ. Τρ. 972 «πάτερ, οἴμοι ἐγὼ σου μέλεος».
λιποπάτριδος] κῶδ. λειποπάτριδος.
Λευίταις] κῶδ. λεβίταις.
μεμνῄμην] κῶδ. μεμνοίμην.
μαϑ. καταλήψεως] κῶδ. μαϑ. καὶ καταλ.
στήλην ἁλὸς] πρβλ. Γεν. ιϑ´, 26.
ποταμηδόν] κῶδ. ποταμιδόν.
πλατυκώτερον] κῶδ. πλατικώτερον.
ῥητορικοὺς] κῶδ. ῥητορικοῦ.
σημείῳ, οὗπερ μέρος οὐϑέν] πρβλ. Εὐκλείδου τ. 1, σ. 10 Heib.
κατὰ στράγγα ῥέων] πρβλ. Ἀριστ. 829α, 6.
ἄνϑρακι ... Σεραφικῷ] πρβλ. Ἡσαῖου ς´, 6–7.
Σίναιον ... ἐπάτησαν] πρβλ. Ἐξόδ. ιϑ´, 3 κέ.
πετροβ. βληϑήσομαι] πρβλ. Ἰεζ. ιγ´, 11, 13.
τὰς ὄψεις μου δριμυχϑεὶς] κῶδ. δριμυϑείς· πρβλ. Γρηγ. Νύσσης ἐν σ. 1012 Migne Ρ. Gr. τ. 46, σ. 1019 «δριμυχϑῆναι τὰς ὄψεις».
ἔτι] κῶδ. ἔτη.
114 β.
ἐπικρατύνει] κῶδ. ἐπικρατύνει.
ἀπῄει] κῶδ. ἀπείη.
Πλάτωνα] πρβλ. Πλάτ. 463 C.
ἀείσεται] κῶδ. ἔσεται.
ἄειδε ... ἀνδρῶν] Ἰλ. I, 189.
Παῦλον] πρβλ. Κορ. 1, ϑ´, 22.
ξυγκυκῶν ... Περικλῆς] πρβλ. Ἀριστοφ. Ἀχαρ. 530 «Περικλέης οὐλύμπιος ἤστραπτ’ ἐβρόντα, ξενεκύκα τὴν Ἑλλάδα».
βουζύγης] κῶδ. κουζύγρης.
ξύγκλυδος] κῶδ. ξύγκλιδος.
ἐν εἴδει πυρὸς ... Χριστοκήρυξιν] πρβλ. Πράξ. β´, 2–4.
ἁλιέων ἀμφίβληστρον] πρβλ. Ματϑ. δ´, 18. Μαρκ. α´, 16.
Πράξεσι] Πράξ. ι´, 34–48.
Γεδεὼν ... ἔλαψα] πρβλ. Κριτ. ζ´, 5–7.
ξυνοπαδοὶ ... ἐλάλουν] πρβλ. Πράς. β´, 1–12.
Σολομῶντος] πρβλ. Σοφ. α´, 4 «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύιεται σοφία».
παροιμίας] πρβλ. παρ. «Καϑ’ ὕδατος γράφεις». Corp. par. gr. 2, σ. 27.
τὴν] κῶδ. τὰ.
115α.
ὑπὸ μάλην]. ὑπ’ ἀμάλην.
παρερριμμένον] κῶδ. παρερυμμένον.
βάσκανε Τελχὶν] πρβλ. Διοδώρου ε´, 55.
ὑπεκλίϑη γοῦν] κῶδ. ὑπεκλῖγοῦν (ἄνωϑεν τοῦ ΐ χεὶρ νεωτ. ἔγραψεν εί).
Παῦλον] πρβλ. Ῥωμ.. η´, 39.
Παῦλον] πρβλ. Κορ. 2, ιβ´, 7.
ὁ πειράσαι ... Ἰώβ] πρβλ. Ἰὼβ α´, 5–12.
115 β.
ἐπισχεϑεῖσαν] κῶδ. ἐπεσχεϑεῖσαν.
Παῦλον] πρβλ. Ἐφ. ε´, 10–11. Κορ. 1, ια´, 28–29.
ἐπεγίνωσκέ] κῶδ. ἐπιγινώσκει.
ἐπαΐοντες] κῶδ. ἐπαΐοντα.
116α.
αὑτοῦ] κῶδ. αὐτοῦ.
ἐπανόρϑου] κῶδ. ἐπανώρϑου.
δεήσει] κῶδ. δεήση.
αἴϑρη ... ἀνέφελος] Ὀδ. ζ´, 43.
εἴ τι] κῶδ. εἴτε.
κῶδ. παραλληρίζοιντο.
(ἐξαρτᾶν)] προσϑ. ήριετέρα εἰς συριπλήρωσιν κενοῦ χώρου ἐν τῷ κώδικι.
Ἀφροδίτην ... ἀϑανάτους] πρβλ. Ἰλ. Ξ, 214 κέ.
οἶδ’] κῶδ. εἰδ’.
ἄλλοι] κῶδ. ἄλλος.
116β.
ὑπερηλάσατο] κῶδ. ὑπερελάσατο.
Παῦλον] πρβλ. Κορ. 1, δ´, 11.
στοιχειωτὴν] κῶδ. στοιχϊωτὴν.
ἐ(νέ)γραφον] συαπλ. ἡμετ. βραχέος τόπου διατρήτου.
ἀνωφορεῖ] κῶδ. ἀνωφερεῖ.
σύρ.
Κῶδ. φ. 113β.
Κῶδ. φ. 131α–131β.
Σολ. λίϑος ὑπέρτιμος] πρβλ. Σοφ. ζ´, 9.
ϑύσω] κῶδ. ϑύσων.
κῶδ. μεταλευσάμενος.
τιμιότερον.
πακτολοῦ.
ὑπὲρ μέλι ... γλυκαίνουσαν] πρβλ. Ψαλμ.. ριη´, 103.
γνῶσιν] προσϑήκη ἡμετέρα.
συνγέγηϑα.
προφητεύῃ] κῶδ. προφητεύει.
δυστάσει.
διψήσειν λέγων] τόπος οὕτω δύαληπτος ἐν τῷ κώδικί πιϑανῶς ἐκ παραναγνώσεως.
ἐυουλίας.
131β.