преподобный Иоанн Дамаскин

«Точное изложение православной веры» на греческом языке
Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως

Βιβλίο Γ'

ΚΕΦΑΛΑΙΟN 45. Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι᾿ ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

Ταύτῃ τοίνυν τῇ προσβολῇ τοῦ ἀρχεκάκου δαίμονος δελεασθέντα τὸν ἄνθρωπον καὶ τὴν τοῦ Δημιουργοῦ ἐντολὴν οὐ φυλάξαντα καὶ γυμνωθέντα τῆς χάριτος καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀπεκδυσάμενον καὶ σκεπασθέντα τῇ τοῦ μοχθηροῦ βίου τραχύτητι –τοῦτο γὰρ τὰ φύλλα τῆς συκῆς– καὶ περιβληθέντα τὴν νέκρωσιν, ἤτοι τὴν θνητότητα καὶ παχύτητα τῆς σαρκός –τοῦτο γὰρ ἡ τῶν νεκρῶν δερμάτων ἀμφίασις– καὶ τοῦ παραδείσου κατὰ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν γεγονότα ἐξόριστον καὶ θανάτῳ κατάκριτον καὶ φθορᾷ ὑποχείριον, οὐ παρεῖδεν ὁ συμπαθής, ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρισάμενος, ἀλλὰ πολλοῖς πρότερον παιδαγωγήσας καὶ πρὸς ἐπιστροφὴν καλέσας στόνῳ καὶ τρόμῳ, ὕδατος κατακλυσμῷ καὶ παντὸς τοῦ γένους μικροῦ δεῖν πανωλεθρίᾳ, συγχύσει καὶ διαιρέσει γλωσσῶν, ἀγγέλων ἐπιστασίᾳ, πόλεων ἐμπρησμῷ, τυπικαῖς θεοφανείαις, πολέμοις, νίκαις, ἥτταις, σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, νόμῳ, προφήταις, δι᾿ ὧν τὸ σπουδαζόμενον ἦν ἡ τῆς ἁμαρτίας ἀναίρεσις, πολυσχεδῶς χεθείσης καὶ καταδουλωσαμένης τὸν ἄνθρωπον καὶ πᾶν εἶδος κακίας ἐπισωρευσάσης τῷ βίῳ καὶ ἡ πρὸς τὸ εὖ εἶναι τοῦ ἀνθρώπου ἐπάνοδος. Ἐπειδὴ δι᾿ ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον, ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον, ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγουσαν, πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ Δημιουργός τε καὶ Κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται· καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν, τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ Θεοῦ· τὸ μὲν ἀγαθόν, ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν, ἀλλ᾿ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῷ πεσόντι καὶ χεῖρα ὤρεξε· τὸ δέ δίκαιον, ὅτι ἀνθρώπου ἡττηθέντος, οὐχ ἕτερον ποιεῖ νικῆσαι τὸν τύραννον, οὐδὲ βίᾳ ἐξαρπάζει τοῦ θανάτου τὸν ἄνθρωπον, ἀλλ᾿ ὃν πάλαι διὰ τῆς ἁμαρτίας καταδουλοῦται ὁ θάνατος, τοῦτον ὁ ἀγαθὸς καὶ δίκαιος νικητὴν πάλιν πεποίηκε καὶ τῷ ὁμοίῳ τὸν ὅμοιον ἀνεσώσατο, ὅπερ ἄπορον ἦν· τὸ δὲ σοφόν, ὅτι εὗρε τοῦ ἀπόρου λύσιν εὐπρεπεστάτην· εὐδοκίᾳ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὢν καὶ Θεὸς ὤν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων κλίνας οὐρανοὺς κατέρχεται, τουτέστιν, τὸ ἀταπείνωτον αὐτοῦ ὕψος ἀταπεινώτως ταπεινώσας συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστόν τε καὶ ἀκατάληπτον –τοῦτο γὰρ δηλοῖ ἡ κατάβασις– καὶ Θεὸς ὢν τέλειος ἄνθρωπος τέλειος γίνεται καὶ ἐπιτελεῖται τὸ πάντων καινῶν καινότατον, τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, δι᾿ οὗ ἡ ἄπειρος τοῦ Θεοῦ ἐμφανίζεται δύναμις. Τί γὰρ μεῖζον τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον; Καὶ ὁ Λόγος σὰρξ ἀτρέπτως ἐγένετο ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Ἁγίας Ἀειπαρθένου καὶ Θεοτόκου, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος, οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἢ γεννήσεως ἐνηδόνου ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ᾿ ἐκ Πνεύματος Ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γενέσεως· καὶ γίνεται ὑπήκοος τῷ Πατρὶ τῷ καθ᾿ ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος καὶ ὑπογραμμὸς ἡμῖν ὑπακοῆς γινόμενος, ἧς ἐκτὸς οὐκ ἔστι σωτηρίας τυχεῖν.

ΚΕΦΑΛΑΙΟN 46. Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ Θεοῦ Λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως

Ἄγγελος γὰρ Κυρίου ἀπεστάλη πρὸς τὴν Ἁγίαν Παρθένον, ἐκ δαυιτικοῦ φύλου καταγομένην· «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», «ἐξ ἧς φυλῆς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ», ὡς ὁ θεῖος ἔφη ἀπόστολος, περὶ οὗ ὕστερον ἐροῦμεν ἀκριβέστερον, ἥν εὐαγγελιζόμενος ἔλεγε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ διεταράχθη ἐπὶ τῷ λόγῳ» καί φησι πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ Κυρίῳ καὶ τέξῃ Υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ὅθεν καὶ τὸ «Ἰησοῦς» σωτὴρ ἑρμηνεύεται. Τῆς δὲ διαπορούσης· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;», πάλιν φησὶ πρὸς αὐτὴν ὁ ἄγγελος· «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ». Ἡ δὲ πρὸς αὐτόν· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Μετὰ οὖν τὴν συγκατάθεσιν τῆς Ἁγίας Παρθένου Πνεῦμα Ἅγιον ἐπῆλθεν ἐπ᾿ αὐτὴν κατὰ τὸν τοῦ Κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ Λόγου θεότητος παρέχον, ἅμα δὲ καὶ γεννητικήν. Καὶ τότε ἐπεσκίασεν ἐπ᾿ αὐτὴν ἡ τοῦ Θεοῦ τοῦ Ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ τῷ Πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς ἀλλὰ δημιουργικῶς διὰ τοῦ Ἁγίου Πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ᾿ ὑφ᾿ ἓν τελειωθέντος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις· οὐ γὰρ προϋποστάσῃ καθ᾿ ἑαυτὴν σαρκὶ ἡνώθη ὁ θεῖος Λόγος, ἀλλ᾿ ἐνοικήσας τῇ γαστρὶ τῆς Ἁγίας Παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἁγνῶν τῆς Ἀειπαρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπίνου φυράματος, αὐτὸς ὁ Λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις. Ὥστε ἅμα σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική τε καὶ νοερά, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά. Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα· ὢν γὰρ φύσει τέλειος Θεὸς, γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτὸς, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς Ἁγίας Παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ ἑνωθεὶς καθ᾿ ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως, μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν, μήτε τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν φύσιν τῆς αὐτοῦ θεότητος οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καί, ἧς προσελάβετο ἀνθρωπίνης φύσεως, μίαν φύσιν ἀποτελέσας σύνθετον.

ΚΕΦΑΛΑΙΟN 47. Περὶ τῶν δύο φύσεων

Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις, μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος, μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης, μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως· ἡ γὰρ σύνθετος φύσις οὐδ᾿ ὁποτέρας τῶν, ἐξ ὧν συνετέθη, φύσεων ὁμοούσιος ὑπάρχειν δύναται, ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον· οἷον τὸ σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον οὐδὲ τῷ πυρὶ λέγεται ὁμοούσιον, οὔτε πῦρ ὀνομάζεται, οὔτε ἀὴρ λέγεται οὔτε ὕδωρ, οὔτε γῆ, οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικοὺς μιᾶς συνθέτου φύσεως ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθεσιν καὶ οὔτε τῷ Πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος, οὔτε τῇ μητρί (οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται), οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι, οὔτε δὲ Θεὸς ὀνομασθήσεται οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον. Καὶ ἔσται τὸ Χριστὸς οὐ τῆς ὑποστάσεως αὐτοῦ ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ᾿ αὐτοὺς φύσεως. Ἡμεῖς δὲ οὐ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν, οὐδὲ ἐξ ἑτέρων ἕτερον, ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ᾿ ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι ἐκ δύο τε καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν· αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς Θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς ὁμοούσιός ἐστι τῷ Πατρί, ἔσται ἄρα καὶ ὁ Πατὴρ σύνθετος καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον καὶ πάσης βλασφημίας ἀνάπλεον. Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον; Εἰ δὲ καὶ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν Θεὸν ὁμολογήσουσι καὶ φαντασίαν εἰσάξουσιν τὴν ἐνανθρώπησιν ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Καὶ ποῦ τὸ ἐν θεότητι τέλειον καὶ τὸ ἐν ἀνθρωπότητι τέλειον; Πότε δὲ καὶ δύο τὸν Χριστὸν λέξουσι φύσεων, μιᾶς συνθέτου φύσεως αὐτὸν μετὰ τὴν ἕνωσιν λέγοντες; Ὅτι γὰρ μιᾶς ὁ Χριστὸς φύσεως πρὸ τῆς ἑνώσεως, παντί που δῆλον. Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸν λέγειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμέν, ἰστέον, ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον τοῦτο λέγομεν· ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ᾿ ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσί, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως, πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι καὶ σώματος, καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται, καὶ τὸ κοινὸν εἶδος τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων, μίαν φύσιν φαμέν· ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω καὶ σώματος. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν· οὔτε γὰρ ἐγένετο, οὐδὲ ἔστιν, οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι Θεὸς τέλειος ὁ αὐτὸς καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὥσπερ ἐπί τοῦ ἀτόμου ἐκ ψυχῆς καί σώματος συγκειμένου, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐκ θεότητος καί ἀνθρωπότητος. Ἐκεῖ μέν γάρ ἄτομον, ὁ δέ Χριστός οὐκ ἄτομον· οὐδέ γάρ ἔχει κατηγορούμενον εἶδος χρηστότητος. Διὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν, οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος, Εὐτυχής τε καὶ Σευῆρος καὶ ἡ τούτων ἐναγὴς συμμορία· οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ᾿ ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, Διόδωρός τε καὶ ὁ Μοψουεστίας Θεόδωρος, καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν, ἤτοι καθ᾿ ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ᾿ ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν. Οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ᾿ ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον· τὸ θνητὸν ἔμεινε θνητὸν καὶ τό ἀθάνατον ἀθάνατον· τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον· τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον· τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ Λόγος· αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα, καὶ μεταδίδωσι τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας. Διὸ δὴ καὶ ὁ Κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ Κύριος ἔφησεν· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς Κύριος τῆς δόξης, ὁ φύσει καὶ ἀληθείᾳ Υἱὸς ἀνθρώπου, ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ᾿ ἄλλο ἐθαυματούργει καὶ κατ᾿ ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν. Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ, μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ, τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις· κατὰ μὲν τὴν θεότητα τῷ τε Πατρὶ καὶ τῷ Πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. ᾯ δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει, μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ᾿ ἣν διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν.

Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον· καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς ὡς ὢν ΄Νῄ εἰς τὸν οὐρανὸν οὔτε φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρί, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν. Οὕτω καὶ τὴν σάρκωσιν τοῦ κυρίου ἐν μιᾷ ὑποστάσει τῶν τῆς θεότητος ὑποστάσεων οὐ νόμῳ φύσεως, ἀλλ᾿ ὑπερφυεῖ οἰκονομίᾳ τὴν ἕνωσιν τῶν φύσεων γεγενῆσθαί φαμεν καὶ οὔτε ὑπὸ φύσεως ὅρον, ὥστε ἀπὸ Χριστοῦ Χριστὸν γεννᾶσθαι καὶ εἶδος ἀποτελεῖσθαι Χριστῶν περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι καὶ δύο φύσεις, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἕνωσιν φυλαττούσης τὸν οἰκεῖον ὅρον τε καὶ νόμον καὶ τὴν πρὸς ἄλληλα διαφοράν. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου, καθὸ μὲν θεωρεῖται πρὸς ἄλληλα διαφορὰ ψυχῆς τε καὶ σώματος, δύο φύσεις φαμέν· καθὸ δὲ οὐ θεωρεῖται φυσικὴ διαφορὰ ὑποστάσεων ἐξ ὑποστάσεως μιᾶς, καὶ μιᾶς μὲν φύσεως λέγονται τὰ καθ᾿ ὑπόστασιν διαφέροντα ὁμοειδῆ, μιᾶς δὲ ὑποστάσεως τὰ κατ᾿ οὐσίαν διαφέροντα καὶ καθ᾿ ὑπόστασιν ἡνωμένα. Αἱ οὖν ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατικῶς συγκρίνονται ἢ διακρίνονται, ἀλλὰ φυσικῶς· καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῶς συγκρίνονται ἢ διακρίνονται. Καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορᾷ διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορᾷ φυσικὰ διάφορα ΄Νῄ διαφέροντα μιᾶς εἶναι φύσεως.

ΚΕΦΑΛΑΙΟN 48. Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως

Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων σημαίνει, οἷον Θεός, ἄνθρωπος, ἡ δὲ ὑπόστασις ἄτομον δηλοῖ, ἤτοι Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον, Πέτρον, Παῦλον. Ἰστέον τοίνυν, ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν, ἤτοι φύσεών ἐστι παραστατικόν, τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται, ὥσπερ ὅταν λέγωμεν· Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα, ὡς ὅταν φησὶν ἡ Γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου» (ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε), καὶ ὡς ὅταν λέγῃ· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι» (τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν). Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον, ὅτε μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν, ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν καὶ Θεὸν καὶ ἄνθρωπον κατά ταὐτὸ καὶ Θεὸν σεσαρκωμένον, ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ καὶ ἄνθρωπον μόνον καὶ Υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον· εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων, τὸ μὲν ὢν ἀεὶ ἀναιτίως ἐκ Πατρός, τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν. Θεότητα μὲν οὖν λέγοντες οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα· οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρκὸς, ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα· οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστός, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, καὶ κτιστὸς καὶ ἄκτιστος καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκός, Θεὸς παθητὸς ὀνομαζόμενος καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος, οὐ καθὸ Θεὸς ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός· καὶ ὅταν ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα, παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος γέγονεν ἐπ᾿ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως· ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη», καί· «Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος».

ΚΕΦΑΛΑΙΟN 49. Περὶ ἀριθμοῦ τῶν φύσεων

Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν, καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν, ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως –τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται–, διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ᾿ ἑαυτὴν ὑφέστηκεν, ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ᾿ ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι, μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως, καὶ εἷς Θεός εἰσί τε καὶ λέγονται. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου, Κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ, δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ᾿ ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον. Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει, ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ, καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς Ἁγίας Τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαιρέτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ Θεὸν ἐπιγινώσκομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον). Τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ᾿ ἀσυγχύτως ἥνωνται· καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὡς ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, τὰς καθ᾿ ὑπόστασιν ἡνωμένας, ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα.

ΚΕΦΑΛΑΙΟN 50. Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει

Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, ὡς εἶδος, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ, ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. Διὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ᾿ οὐσίαν, ἀλλὰ κατὰ τά συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις καί τό καθ’ ἑαυτὴν ὑπάρξαι· ἡ οὐσία δέ, καθ᾿ ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ᾿ ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ οὐσία, καθ᾿ ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων· οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει. Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν Πατρί, πᾶσαν ἐν Υἱῷ, πᾶσαν ἐν Ἁγίῳ Πνεύματι. Διὸ καὶ τέλειος Θεὸς ὁ Πατήρ, τέλειος Θεὸς ὁ Υἱός, τέλειος Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς Διονύσιος· «Ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων». Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος, ἤτοι τὰς τρεῖς, πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ᾿ ὑπόστασιν ἡνῶσθαι· κατ᾿ οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον τῇ σαρκώσει τοῦ Θεοῦ Λόγου, εἰ μὴ κατ᾿ εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ Θεὸς Λόγος, ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα· τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον, οὐκ ἄνθρωπος. Ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ Λόγος τοῦ Θεοῦ, μεσιτεύοντος Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ Θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς τοῦ Χριστοῦ ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις. Χωρίον ὁ νοῦς γέγονε τῆς καθ᾿ ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος, ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον», σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε Πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως; Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ Πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ Πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ». Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ᾿ αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν, ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν Ἁγίαν Τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν. Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ Λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. Διὸ δέ οὐ δυνάμεθα εἰπεῖν· ἡ φύσις τοῦ Λόγου ἔπαθεν –οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ–, λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐπεμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει ὁμολογοῦμεν τὸν Χριστόν πεπονθέναι. Ὥστε φύσιν τοῦ Λόγου λέγοντες αὐτὸν τὸν Λόγον σημαίνομεν· ὁ δὲ Λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως.

ΚΕΦΑΛΑΙΟN 51. Περὶ τῆς μιᾶς τοῦ Θεοῦ Λόγου συνθέτου ὑποστάσεως

Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀϊδίως φαμὲν τὴν θείαν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ Πατὴρ, ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν Λόγον ἀπεριγράπτως γάρ ἐνῳκηκέναι τῇ γαστρὶ τῆς Ἁγίας Παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς Ἁγίας Παρθένου. Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς Ἁγίας Θεοτόκου, ἀλλ᾿ ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως· σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν, τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ Λόγου ὑπόστασιν –σύνθετον δὲ ἐκ δύο τελείων φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος– καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ Θεοῦ Λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ᾿ ὃ διακέκριται τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ᾿ ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων. Φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ᾿ ἃ ἥνωται τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ᾿ ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν. Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα Υἱὸν τοῦ Θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ Υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα Κύριον, τὸν μόνον μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, Ἰησοῦν, τὸν Κύριον ἡμῶν, δύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ Πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ᾿ ἐσχάτων δι᾿ ἡμᾶς, καθ᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς· «δι᾿ ἡμᾶς», ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ᾿ ἡμᾶς», ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς», ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ᾿ ἐξ Ἁγίου Πνεύματος καὶ τῆς Ἁγίας Παρθένου ὑπὲρ νόμον κυήσεως· οὐ Θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ᾿ ἡμᾶς ἀνθρωπότητος, οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ Θεόν τε καὶ ἄνθρωπον, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον Θεόν, καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον Θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος· διὰ τοῦ εἰπεῖν «τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον», τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον Θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως. Καὶ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» ὁμολογοῦμεν· διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ Λόγος καὶ τῆς οἰκείας ἀϋλότητος οὐκ ἐξέστηκε, καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος. Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος, οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι. Ὅλος μὲν οὖν ἐστι Θεὸς τέλειος, οὐχ ὅλον δὲ Θεός· οὐ γὰρ μόνον Θεός, ἀλλὰ καὶ ἄνθρωπος· καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος· οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ Θεός. Τὸ μὲν γάρ «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως. Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ Κυρίου φύσεις φαμέν, ἀλλ᾿ οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι᾿ αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος. Εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ Κύριος!

Οὐ γὰρ πέπονθεν σαρκωθείς· πῶς γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές; οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ᾿ ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας. Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν. Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ᾿ ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ᾿ αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρὸς καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός οὐ γὰρ ὑπέστη καθ᾿ αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ᾿ αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός. Λέγεται δὲ καὶ καθ᾿ ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ, θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ᾿ ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ᾿ οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα. Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ᾿ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ᾿ ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν.

ΚΕΦΑΛΑΙΟN 52. Πρὸς τοὺς λέγοντας· ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ Κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον

Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ Κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ Κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα, καθ᾿ ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ᾿ ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ᾿ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ᾿ ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ᾿ ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ· ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται· δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνωμέναι γὰρ καθ᾿ ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν Πατρὶ καὶ Πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες –προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ Λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν–, οὐ τῇ κτίσει λατρεύοντες –οὐ γὰρ ὡς ψιλήν σάρκα προσκυνοῦμεν ἀλλ᾿ ὡς ἡνωμένην θεότητα καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων. Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα. Οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ Τριάδι –μὴ γένοιτο–, ἀλλ᾿ ἓν πρόσωπον ὁμολογῶ τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ· Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν τοῦ Λόγου σάρκωσιν.

ΚΕΦΑΛΑΙΟN 53. Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησις

Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος –ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται–, ἀλλ᾿ οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἑνωθείσας φύσεις καθ᾿ ὑπόστασιν ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν μήτε ἀνυπόστατοι εἶναι μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι. Ἡ αὐτὴ γὰρ τοῦ Λόγου ὑπόστασις ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα οὔτε ἀνυπόστατον μίαν αὐτῶν εἶναι συγχωρεῖ, οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ ποτε μὲν τῆσδε, ποτὲ δὲ ἐκείνης, ἀλλ᾿ ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις, οὐ μεριζομένη καὶ διαιρουμένη καὶ μέρος μὲν, ἑαυτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα. Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ Θεοῦ Λόγου σὰρξ οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἀλλ᾿ ἐν αὐτῇ ὑποστᾶσα ἐνυπόστατος μᾶλλον καὶ οὐ καθ᾿ ἑαυτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. Διὸ οὐδὲ ἀνυπόστατός ἐστιν οὐδὲ ἑτέραν ἐν τῇ Τριάδι παρεισφέρει ὑπόστασιν.

ΚΕΦΑΛΑΙΟN 54. Περὶ τοῦ τρισαγίου

Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ Θεοῦ Υἱόν, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν καὶ ἀναμέρος τὸν ἐσταυρωμένον, ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρόν, ἢ παθητὴν τὴν Ἁγίαν Τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἄπαγε ταύτην τὴν βλάσφημον καὶ παρέγγραπτον φλυαρίαν. Ἡμεῖς γὰρ τὸ «Ἅγιος ὁ Θεὸς» ἐπὶ τοῦ Πατρὸς ἐκλαμβάνομεν, οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν Υἱὸν Θεὸν εἰδότες καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ «Ἅγιος ἰσχυρὸς», ἐπὶ τοῦ Υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ «Ἅγιος ἀθάνατος» ἐπὶ τοῦ Ἁγίου Πνεύματος τάττομεν, οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τὸν Πατέρα καὶ τὸν Υἱόν, ἀλλ᾿ ἐφ᾿ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπολύτως ἐκλαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς Θεὸς, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ καί ἕν Πνεῦμα Ἅγιον, ἐν ᾧ τά πάντα καί ἡμεῖς ἐν αὐτῷ». Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· «Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα», τοῦ «ἐξ οὗ» καὶ «δι᾿ οὗ» καὶ «ἐν ᾧ» μὴ φύσεις τεμνόντων –οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις ἢ αἱ τάξεις τῶν ὀνομάτων–, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον· ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ «ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ὅτι γὰρ οὐκ εἰς τὸν Υἱὸν μόνον λέλεκται τὸ τρισάγιον, ἀλλ᾿ εἰς τὴν Ἁγίαν Τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος, Βασίλειός τε καὶ Γρηγόριος καὶ πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός· ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι, διὰ δὲ τῆς μιᾶς κυριότητος τὴν μίαν τῆς θεαρχικῆς Τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ Θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα». Φασὶ μὲν οὖν οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες ὅτι λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, συνέβη ἁρπαγῆναι παιδίον τοῦ λαοῦ καὶ οὕτω μυηθῆναι ὑπ᾿ ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς» καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου καὶ τὸ μυηθὲν ἀπαγγείλαντος ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ Ἁγίᾳ δὲ καὶ μεγάλῃ τῇ Οἰκουμενικῇ τετάρτῃ Συνόδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισάγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς πεπραγμένοις τῆς αὐτῆς ἁγίας Συνόδου ἐμφέρεται. Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι᾿ ἀγγέλων μυηθεῖσαν καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τοσῶνδε ἁγίων πατέρων Συνόδῳ κυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τὴν τρισάγιον ᾠδὴν ὡς τῆς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ Κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει καὶ δῆθεν διορθωθῆναι, ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ᾿ ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας! Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς».

ΚΕΦΑΛΑΙΟN 55. Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην»

Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται καθ᾿ ἑαυτὴν γὰρ οὐχ ὑφέστηκεν, ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴδει θεωρουμένη φύσις, ἢ ὁλικῶς ἡ αὐτὴ ἐν προσλήψει συμβεβηκότων ἐν μιᾷ ὑποστάσει καὶ λέγεται ἐν ἀτόμῳ θεωρουμένη φύσις ἡ αὐτή οὖσα τῇ ἐν τῷ εἴδει θεωρημένῃ. Ὁ οὖν Θεὸς Λόγος σαρκωθεὶς, οὔτε τὴν ἐν ψιλῇ θεωρίᾳ κατανοουμένην φύσιν ἀνέλαβεν –οὐ γὰρ σάρκωσις τοῦτο, ἀλλ᾿ ἀπάτη καὶ πλάσμα σαρκώσεως– οὔτε τὴν ἐν τῷ εἴδει θεωρουμένην –οὐ γὰρ πάσας τὰς ὑποστάσεις ἀνέλαβεν–, ἀλλὰ τὴν ἐν ἀτόμῳ, τὴν αὐτὴν οὖσαν τήν ἐν τῷ εἴδει –ἀπαρχὴν γὰρ ἀνέλαβε τοῦ ἡμετέρου φυράματος–, οὐ καθ᾿ ἑαυτὴν ὑποστᾶσαν καὶ ἄτομον χρηματίσασαν πρότερον καὶ οὕτως ὑπ᾿ αὐτοῦ προσληφθεῖσαν, ἀλλ᾿ ἐν τῇ αὐτοῦ ὑποστάσει ὑπάρξασαν. Αὐτὴ γὰρ ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου ἐγένετο τῇ σαρκὶ ὑπόστασις, καὶ κατὰ τοῦτο «ὁ Λόγος σὰρξ ἐγένετο», ἀτρέπτως δηλαδή, καὶ ἡ σὰρξ Λόγος ἀμεταβλήτως, καὶ ὁ Θεὸς ἄνθρωπος· Θεὸς γὰρ ὁ Λόγος, καὶ ὁ ἄνθρωπος Θεὸς διὰ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν φύσιν τοῦ Λόγου καὶ τὴν ἐν ἀτόμῳ φύσιν· οὔτε γὰρ τὸ ἄτομον, ἤγουν τὴν ὑπόστασιν κυρίως καὶ μόνως δηλοῖ, οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν μιᾷ τῶν ὑποστάσεων θεωρουμένην καὶ ἐξεταζομένην. Ἄλλο μὲν οὖν ἐστιν ἕνωσις, καὶ ἕτερον σάρκωσις· ἡ μὲν γὰρ ἕνωσις μόνην δηλοῖ τὴν συνάφειαν, πρὸς τί δὲ γέγονεν ἡ συνάφεια, οὐκέτι· ἡ δὲ σάρκωσις, ταὐτὸν δ᾿ ἐστὶν εἰπεῖν καὶ ἐνανθρώπησις, τὴν πρὸς σάρκα, ἤτοι πρὸς ἄνθρωπον συνάφειαν δηλοῖ· καθάπερ καὶ ἡ πύρωσις τοῦ σιδήρου τὴν πρὸς τὸ πῦρ ἕνωσιν. Αὐτὸς μὲν οὖν ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ ἑρμηνεύων τὸ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» οὕτω φησίν· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ᾿ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἢ πῶς ὑφέστηκεν ἡ καθ᾿ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ᾿ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες». Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ Λόγου ἐπὶ τῆς φύσεως ἔταξεν. Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ «σεσαρκωμένην» τοῦτο εἰπεῖν· μίαν γὰρ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα. Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως. Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος· «Ἡ φύσις τοῦ Λόγου, ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ Λόγος». Ὥστε τὸ εἰπεῖν «φύσιν τοῦ Λόγου» οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ Λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην. Ὅτι μὲν οὖν ἡ φύσις τοῦ Λόγου ἐσαρκώθη, ἤτοι ἡνώθη σαρκί, εἴρηται· φύσιν δὲ τοῦ Λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν· ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν «φύσιν τοῦ Λόγου». Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν Λόγον αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ Θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος Θεός, εἴρηται. Θεὸς γὰρ ὁ Λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος. Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν. Καὶ ὅτι ὁ Θεὸς μορφοῦται, ἤτοι οὐσιοῦται τὸ ἀλλότριον, ἤτοι τὸ καθ᾿ ἡμᾶς, εἴρηται. Ἐφ᾿ ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ Θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν Πατέρα μόνον ἢ τὸν Υἱὸν μόνον ἢ μόνον τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἀκηκόαμεν· θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ᾿ ἑκάστης τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος· Θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην. Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατ᾿ οὐδένα λόγον τῇ σαρκώσει τοῦ Λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ᾿ εὐδοκίαν καὶ βούλησιν.

ΚΕΦΑΛΑΙΟN 56. Ὅτι Θεοτόκος ἡ ἁγία παρθένος

Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν Ἁγίαν Παρθένον κηρύττομεν· ὡς γὰρ Θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς Θεοτόκος ἡ τὸν ἀληθινὸν Θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα· Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ Λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ᾿ ὡς αὐτοῦ τοῦ Θεοῦ Λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ Πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ Ἁγία Παρθένος, ἀλλὰ Θεὸν ἀληθινόν· οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι᾿ αὐτῆς παρελθόντα, ἀλλ᾿ ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ᾿ ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ Θεοῦ Λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Ἐπειδὴ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν»· εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγει· «Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δεύτερος Ἀδάμ, ὁ Κύριος, ἐξ οὐρανοῦ», οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ Κύριον τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον, ὅτι ἐστίν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα· τό Κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν. Πάλιν δέ φησιν ὁ ἀπόστολος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικός». Οὐκ εἶπε διὰ γυναικός, ἀλλ᾿ «ἐκ γυναικός». Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ὁ ἐκ τῆς Παρθένου γενόμενος ἄνθρωπος, καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός· γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας, ὡς ἐν προφήτῃ, ἀλλ᾿ αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος, ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις· τοῦτο γὰρ σημαίνει τὸ «γενόμενον ἐκ γυναικός». Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν; Ὅθεν δικαίως καὶ ἀληθῶς Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ Θεοτόκος ἡ γεννήσασα, πάντως Θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη Θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ Υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς Θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἐκ τῆς Παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν, ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοτόκον δὲ οὔ φαμεν τὴν Ἁγίαν Παρθένον, διότι ἐπ᾿ ἀναιρέσει τῆς Θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν Θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ Σατανᾷ, ταύτην τήν προσηγορίαν ἐξηύρατο, ὡς ἐπηρεαζομένην· Χριστὸς γὰρ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς –ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη– καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ᾿ οὐ Θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ Παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο· ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ Θεὸν σεσαρκωμένον. Αὐτὸς γὰρ ὁ Λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ᾿ αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ Λόγου· καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι Θεοτόκον τὴν ἁγίαν Παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ Λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ Λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ Λόγῳ ὕπαρξις, αὐτῆς τῆς Θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ Θεῷ καὶ ποιητῇ τοῦ παντὸς, θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ᾿ ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ᾿ ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ᾿ ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ Λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι· ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, Θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ Λόγος οἰκονομίας λόγῳ φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα.

ΚΕΦΑΛΑΙΟN 57. Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων

Τέλειον δὲ Θεὸν ὁμολογοῦντες τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ Πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης τῆς ἁμαρτίας, ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.

ΚΕΦΑΛΑΙΟN 58. Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἕνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ᾿ ἄμφω, ἐξ ὧν καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· θέλειν δὲ καὶ ἐνεργεῖν οὐ διῃρημένως, ἀλλ᾿ ἡνωμένως· θέλει γὰρ καὶ ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας. Ὧν γὰρ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή· ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή· ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος. Διὸ δὴ ἐπὶ μὲν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν. Ἐπὶ δὲ τῆς θείας οἰκονομίας ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν καὶ τῶν θελημάτων καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογοῦμεν καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον. Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ καί ἑνὸς Χριστοῦ φύσεων ὁ ἀριθμὸς εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος οὐ διαιρεῖ τὸν ἕνα Χριστόν, ἀλλὰ σῳζομένην καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν –κατ᾿ ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας– οὐ διαίρεσιν εἰσάγει –μὴ γένοιτο–, ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν· φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ᾿ ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτά, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς Ἁγίας Τριάδος εἰπεῖν ἀναγκασθησόμεθα. Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν· τὸ μὲν γὰρ θέλειν φύσεως, ὥσπερ καὶ τὸ ὁρᾶν –πᾶσι γὰρ ἀνθρώποις πρόσεστι–, τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης, ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς –οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ᾿ ὁμοίως ὁρῶσι. Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν· τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, ἤ πῶς ἐνεργεῖν, τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον. Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις, ἤτοι ἡ θελητικὴ δύναμις, λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν· τὸ δὲ πῶς θέλειν, ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον, θελητὸν καὶ θέλημα γνωμικόν· θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη· θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, ἤτοι ἡ ὑπόστασις, οἷον ὁ Πέτρος. Ἐπειδὴ τοίνυν εἷς μέν ἐστιν ὁ Χριστὸς καὶ μία αὐτοῦ ἡ ὑπόστασις, εἷς καὶ ὁ αὐτός ἐστιν ὁ θέλων καὶ ἐνεργῶν θεϊκῶς τε καὶ ἀνθρωπίνως. Ἐπειδὴ δὲ δύο φύσεις ἔχει θελητικὰς ὡς λογικάς –πᾶν γὰρ λογικὸν θελητικόν τε καὶ αὐτεξούσιον–, δύο θελήσεις, ἤτοι θελήματα φυσικὰ ἐπ᾿ αὐτοῦ ἐροῦμεν. Θελητικὸς γάρ ἐστιν ὁ αὐτὸς κατ᾿ ἄμφω τάς αὐτοῦ φύσεις· τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε. Καὶ ἐπειδὴ εἷς ἐστιν ὁ Χριστὸς καὶ ὁ αὐτὸς ὁ θέλων καθ᾿ ἑκατέραν φύσιν, τὸ αὐτὸ θελητὸν λέξομεν ἐπ᾿ αὐτοῦ οὐχ ὡς μόνα θέλοντος, ἃ φυσικῶς ὡς Θεὸς ἤθελεν –οὐ γὰρ θεότητος τὸ θέλειν φαγεῖν, πιεῖν καὶ τὰ τοιαῦτα–, ἀλλὰ καὶ τὰ συστατικὰ τῶν τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐναντιότητι γνώμης, ἀλλ᾿ ἐν ἰδιότητι φύσεων· τότε γὰρ ταῦτα φυσικῶς ἤθελεν, ὅτε ἡ θεία αὐτοῦ θέλησις ἤθελε καὶ παρεχώρει τῇ σαρκὶ πάσχειν καὶ πράττειν τὰ ἴδια. Ὅτι δὲ φυσικῶς πρόσεστι τῷ ἀνθρώπῳ ἡ θέλησις, ἐντεῦθεν δῆλον. Ὑπεξαιρουμένης τῆς θείας τρία εἴδη ζωῆς εἰσιν· ἡ φυτική, ἡ αἰσθητική, ἡ νοερά. Τῆς μὲν οὖν φυτικῆς ἴδιον ἡ θρεπτική, ἡ αὐξητική, ἡ γεννητικὴ κίνησις· τῆς δὲ αἰσθητικῆς ἡ καθ᾿ ὁρμὴν κίνησις, τῆς δὲ λογικῆς καὶ νοερᾶς ἡ αὐτεξούσιος. Εἰ οὖν κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ καὶ τῇ αἰσθητικῇ ἡ καθ᾿ ὁρμὴν κίνησις, κατὰ φύσιν ἄρα πρόσεστι καὶ τῇ λογικῇ καὶ νοερᾷ ἡ αὐτεξούσιος· αὐτεξουσιότης δὲ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἡ θέλησις· γεγονὼς τοίνυν ὁ Λόγος σὰρξ ἔμψυχος, νοερὰ καὶ αὐτεξούσιος, γέγονε καὶ θελητικός. Ἔτι δὲ καὶ ἀδίδακτά εἰσι τὰ φυσικά· οὐδεὶς γὰρ λογίζεσθαι ἢ ζῆν ἢ πεινῆν ἢ διψῆν ἢ ὑπνοῦν μανθάνει. Οὔτε δὲ θέλειν μανθάνομεν· ὥστε φυσικὸν τὸ θέλειν. Καὶ πάλιν· εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις, ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν· εἰ κατ᾿ εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θεότητος ὁ ἄνθρωπος γεγένηται, αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος, ὡς αὐτῆς εἰκὼν, αὐτεξούσιος φύσει καὶ θελητικός· τὸ γὰρ αὐτεξούσιον θέλησιν ὡρίσαντο οἱ πατέρες. Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν ἐνυπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει, τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ᾿ αὐτὸ ἀτόμοις, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ αὖθις· εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος· ὥστε, εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ Κύριος, οὐ μόνον καθὸ Θεός, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν. Ὥσπερ γὰρ τὴν ἡμετέραν φύσιν ἀνέλαβεν, οὕτω καὶ τὸ ἡμέτερον θέλημα φύσει ἀνείληφεν· καὶ κατὰ τοῦτο οἱ πατέρες τὸ ἡμέτερον ἐν ἑαυτῷ τυπῶσαι αὐτὸν ἔφησαν θέλημα. Εἰ φυσικὸν οὐκ ἔστι τὸ θέλημα, ἢ ὑποστατικὸν ἔσται ἢ παρὰ φύσιν· ἀλλ᾿ εἰ μὲν ὑποστατικόν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ Υἱὸς τῷ Πατρί· μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν· εἰ δὲ παρὰ φύσιν, ἔκπτωσις τῆς φύσεως ἔσται τὸ θέλημα· φθαρτικὰ γὰρ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν. Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ ἤ καθὸ Πατὴρ θέλει ἢ καθὸ Θεός. Ἀλλ᾿ εἰ μὲν καθὸ Πατήρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεός, Θεὸς δὲ ὁ Υἱός, Θεὸς δὲ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυσικόν. Ἔτι, εἰ κατὰ τοὺς πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἓν δὲ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· εἰ κατὰ τοὺς πατέρας ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν ἓν θέλημα μὴ λέγειν. Καὶ αὖθις· εἰ, καθώς φησι τὸ θεῖον Εὐαγγέλιον, ἐλθὼν ὁ Κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος «καὶ εἰσελθὼν εἰς οἶκον οὐδένα ἠθέλησε γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν», εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται, ἄρα καθὸ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Καὶ πάλιν· «Ἐλθών», φησίν, «εἰς τὸν τόπον» «εἶπε· Διψῶ». «Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν». Εἰ μὲν οὖν καθὸ Θεὸς ἐδίψησε, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν, ἐμπαθὴς ἄρα καθὸ Θεός· πάθος γὰρ ἥ τε δίψα καὶ ἡ γεῦσις. Εἰ δὲ οὐ καθὸ Θεός, πάντως καθὸ ἄνθρωπος ἐδίψησε καί θελητικὸς ἦν καί καθό ἄνθρωπος. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ ἀπόστολος· «Γενόμενος», φησίν, «ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Ἡ ὑπακοὴ τοῦ ὄντος θελήματός ἐστιν ὑποταγή, ἤ τοῦ μὴ ὄντος· οὐ γὰρ τὸ ἄλογον ὑπήκοον ἢ παρήκοον λέξομεν· ὑπήκοος δὲ γενόμενος τῷ Πατρὶ ὁ Κύριος οὐ καθὸ Θεὸς γέγονεν, ἀλλὰ καθὸ ἄνθρωπος. «Καθὸ γὰρ Θεὸς οὔτε ὑπήκοος οὔτε παρήκοος· τῶν ὑπὸ χεῖρα γὰρ ταῦτα», καθὼς ὁ θεηγόρος ἔφη Γρηγόριος. Θελητικὸς ἄρα καὶ καθὸ ἄνθρωπος ὁ Χριστός. Φυσικὸν δὲ τὸ θέλημα λέγοντες, οὐκ ἠναγκασμένον τοῦτό φαμεν, ἀλλ᾿ αὐτεξούσιον· εἰ γὰρ λογικόν, πάντως καὶ αὐτεξούσιον. Οὐ μόνον γὰρ ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει, ἀλλ᾿ οὐδὲ ἡ νοερὰ καὶ κτιστή. Τοῦτο δὲ δῆλον· φύσει γὰρ ὢν ἀγαθὸς ὁ Θεὸς καὶ φύσει δημιουργὸς καὶ φύσει Θεὸς οὐκ ἀνάγκῃ ταῦτά ἐστι· τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; Δεῖ δὲ εἰδέναι, ὡς αὐτεξουσιότης ὁμωνύμως λέγεται, ἄλλως μὲν ἐπὶ Θεοῦ, ἄλλως δὲ ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ Θεοῦ μὲν γὰρ ὑπερουσίως, ἐπὶ δὲ ἀγγέλων ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης· ἔχων γὰρ φυσικῶς τὸ αὐτεξούσιον ἀπαρεμποδίστως τούτῳ κέχρηται, μηδὲ τὴν ἐκ σώματος ἀντιπάθειαν ἔχων μηδὲ τὸν προσβάλλοντα. Ἐπὶ δὲ ἀνθρώπων ὡς χρονικῶς τῆς ἕξεως προεπινοουμένης τῆς ἐγχειρήσεως· αὐτεξούσιος μὲν γάρ ἐστιν ὁ ἄνθρωπος καὶ φυσικῶς ἔχει τὸ αὐτεξούσιον, ἔχει δὲ καὶ τὴν ἐκ τοῦ Διαβόλου προσβολὴν καὶ τὴν τοῦ σώματος κίνησιν. Διὰ οὖν τὴν προσβολὴν καὶ τὸ βάρος τοῦ σώματος ἐφυστερίζει ἡ προχείρησις τῆς ἕξεως. Εἰ οὖν θέλων ὁ Ἀδὰμ ὑπήκουσε καὶ θελήσας ἔφαγεν, ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις· εἰ δὲ πρωτοπαθὴς ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως ὁ Λόγος σαρκωθεὶς οὐκ ἀνέλαβεν, οὐκ ἄρα ἔξω τῆς ἁμαρτίας γεγόναμεν. Ἔτι δὲ εἰ ἔργον αὐτοῦ ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ οὐκ ἀνέλαβεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας ὡς οὐ καλῆς ἢ φθονήσας ἡμῖν τῆς κατ᾿ αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς παντελοῦς ἀποστερῶν θεραπείας, ἑαυτὸν δὲ ὑπὸ πάθος ὄντα δεικνὺς τῷ μὴ θέλειν ἢ τῷ μὴ δύνασθαι τελείως σῴζειν. Ἀδύνατον δὲ ἕν τι σύνθετον ἐκ τῶν δύο θελημάτων λέγειν, ὥσπερ ἐκ τῶν φύσεων σύνθετον τὴν ὑπόστασιν. Πρῶτον μὲν ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἑτέρῳ λόγῳ καὶ οὐκ ἰδίῳ θεωρουμένων εἰσί· δεύτερον δέ, ὅτι, εἰ τῶν θελημάτων καὶ ἐνεργειῶν σύνθεσιν λέξομεν, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων σύνθεσιν εἰπεῖν ἀναγκασθησόμεθα, τοῦ ἀκτίστου καὶ τοῦ κτιστοῦ, τοῦ ἀοράτου καὶ ὁρατοῦ καὶ τῶν τοιούτων. Πῶς δὲ καὶ τὸ ἐκ τῶν θελημάτων σύνθετον θέλημα προσαγορευθήσεται; Ἀδύνατον γὰρ τὸ σύνθετον τῇ τῶν συντεθέντων ὀνομάζεσθαι προσηγορίᾳ, ἐπεὶ καὶ τὸ ἐκ τῶν φύσεων σύνθετον φύσιν προσαγορεύσομεν καὶ οὐχ ὑπόστασιν; Ἔτι δὲ καὶ εἰ ἓν σύνθετον θέλημα ἐπὶ Χριστοῦ λέξομεν, θελήματι τοῦ Πατρὸς αὐτὸν χωρίζομεν· οὐ γὰρ σύνθετον τὸ τοῦ Πατρὸς θέλημα. Λείπεται τοίνυν εἰπεῖν μόνην τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον καὶ κοινὴν, ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν φυσικῶν αὐτοῦ. Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ Κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλόμεθα. Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν, ἤτοι βουλὴν καὶ κρίσιν πρὸς τὸ κριθέν ἐστι διάθεσις· μεθ᾿ ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ Κύριος οὐ ψιλὸς ὢν ἄνθρωπος ἀλλὰ καὶ Θεὸς καὶ πάντα εἰδὼς ἀνενδεὴς σκέψεως καὶ ζητήσεως καὶ βουλῆς ὑπῆρχε καὶ κρίσεως καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν. Οὕτω γοῦν καὶ Ἡσαΐας φησίν, ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». Τὸ γὰρ «πρὶν» δηλοῖ, ὅτι οὐ καθ᾿ ἡμᾶς ζητήσας καὶ βουλευσάμενος, ἀλλὰ Θεὸς ὢν καὶ θεϊκῶς καὶ τὸ κατὰ σάρκα ὑποστάς, τουτέστι καθ᾿ ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι καὶ τὸ πάντα εἰδέναι τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν· φυσικαὶ γάρ εἰσιν αἱ ἀρεταὶ καὶ φυσικῶς καὶ ἐπίσης πᾶσιν ἐνυπάρχουσιν, εἰ καὶ μὴ πάντες ἐπίσης ἐνεργοῦμεν τὰ τῆς φύσεως· ἐκ τοῦ κατὰ φύσιν γὰρ εἰς τὸ παρὰ φύσιν διὰ τῆς παραβάσεως ἠλάσαμεν. Ὁ δὲ Κύριος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἡμᾶς ἐπανήγαγε· τοῦτο γάρ ἐστι τὸ «κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν». Καὶ ἡ ἄσκησις δὲ καὶ οἱ ταύτης πόνοι οὐ πρὸς τὸ ἐπικτήσασθαι τὴν ἀρετὴν ἔξωθεν ἐπείσακτον οὖσαν ἐπενοήθησαν, ἀλλὰ πρὸς τὸ τὴν ἐπείσακτον καὶ παρὰ φύσιν κακίαν ἀποβαλέσθαι, ὥσπερ καὶ τὸν τοῦ σιδήρου ἰὸν οὐ φυσικὸν ὄντα, ἀλλ᾿ ἐξ ἀμελείας ἐπιγενόμενον, διὰ μόχθου ἀποβάλλοντες τὴν φυσικὴν τοῦ σιδήρου λαμπρότητα ἐμφανίζομεν. Ἰστέον δέ, ὡς τὸ τῆς γνώμης ὄνομα πολύτροπον καὶ πολυσήμαντόν ἐστι. Ποτὲ μὲν γὰρ δηλοῖ τὴν παραίνεσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι·» ποτὲ δὲ βουλήν, ὡς ὅταν φησὶν ὁ προφήτης Δαυίδ· «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην», ποτὲ δὲ ψῆφον, ὡς ὁ Δανιήλ· «Περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη;»· ποτὲ δὲ ἐπὶ πίστεως ἢ δόξης ἢ φρονήματος, καὶ ἁπλῶς εἰπεῖν, κατὰ εἴκοσιν ὀκτὼ σημαινόμενα λαμβάνεται τὸ τῆς γνώμης ὄνομα.

ΚΕΦΑΛΑΙΟN 59. Περὶ ἐνεργειῶν τῶν ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ

Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἶχε γὰρ, ὡς μὲν Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος, τὴν θείαν ἐνέργειαν, καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν. Ἰστέον δέ, ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα καὶ ἄλλο ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις. Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα, καὶ τὸ ἐνέργημα ἐνέργεια, ὡς καὶ τὸ κτίσμα κτίσις· οὕτω γάρ φαμέν· πᾶσα ἡ κτίσις, τὰ κτίσματα δηλοῦντες. Ἰστέον, ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεηγόρος Γρηγόριος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ· «Εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται». Δεῖ δὲ γινώσκειν, ὅτι αὐτὴ ἡ ζωὴ ἐνέργειά ἐστι καὶ ἡ τροπὴ τοῦ ζῴου ἐνέργεια, καὶ πᾶσα ἡ τοῦ ζῴου οἰκονομία, ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ, ἤγουν φυτικὴ, καὶ ἡ καθ᾿ ὁρμὴν κίνησις, ἤγουν αἰσθητικὴ καὶ ἡ νοερὰ καὶ αὐτεξούσιος κίνησις. Δυνάμεως δὲ ἀποτέλεσμα ἡ ἐνέργεια. Εἰ οὖν ταῦτα πάντα θεωροῦμεν ἐν τῷ Χριστῷ, ἄρα καὶ ἀνθρωπίνην ἐνέργειαν ἐπ᾿ αὐτοῦ φήσομεν. Ἐνέργεια λέγεται τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα· καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ᾿ αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως. Λέγεται δὲ πάλιν ἐνέργεια καὶ ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων. Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ᾿ ἐν σχέσει θεωρουμένη ἐκ νοήματος καὶ λόγου συντεθειμένη. Καὶ αὐτὴ δὲ ἡ σχέσις, ἣν ἔχει ὁ ποιῶν πρὸς τὸ γινόμενον, ἐνέργειά ἐστι· καὶ αὐτὸ τὸ ἀποτελούμενον ἐνέργεια λέγεται. Καὶ τὸ μέν ἐστι ψυχῆς μόνης, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, τὸ δὲ ἀποτέλεσμα· ὁ νοῦς γὰρ προθεωρήσας τὸ ἐσόμενον οὕτω διὰ τοῦ σώματος ἐργάζεται. Τῆς ψυχῆς τοίνυν ἐστὶν ἡ ἡγεμονία· κέχρηται γὰρ ὡς ὀργάνῳ τῷ σώματι, ἄγουσα τοῦτο καὶ ἰθύνουσα. Ἑτέρα δέ ἐστιν ἡ τοῦ σώματος ἐνέργεια, ἀγομένου ὑπὸ τῆς ψυχῆς καὶ κινουμένου. Τὸ δὲ ἀποτέλεσμα τοῦ μὲν σώματος ἡ ἁφὴ καὶ ἡ κράτησις καὶ ἡ τοῦ ποιουμένου οἱονεὶ περιένεξις, τῆς δὲ ψυχῆς ἡ τοῦ γινομένου οἱονεὶ μόρφωσις καὶ σχηματισμός. Οὕτω καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ μὲν τῶν θαυμάτων δύναμις τῆς θεότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια, ἡ δὲ χειρουργία καὶ τὸ θελῆσαι καὶ τὸ εἰπεῖν «θέλω, καθαρίσθητι», τῆς ἀνθρωπότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης ἡ τῶν ἄρτων κλάσις, τὸ ἀκοῦσαι τὸν λεπρόν, τὸ «θέλω», τῆς δὲ θείας ὁ τῶν ἄρτων πληθυσμὸς καὶ ἡ τοῦ λεπροῦ κάθαρσις. Δι᾿ ἀμφοτέρων γάρ, διά τε τῆς ψυχικῆς ἐνεργείας καὶ τοῦ σώματος, μίαν καὶ τὴν αὐτὴν συγγενῆ καὶ ἴσην ἐνεδείκνυτο αὐτοῦ τὴν θείαν ἐνέργειαν. Ὥσπερ γὰρ τὰς φύσεις ἡνωμένας γινώσκομεν καὶ τὴν ἐν ἀλλήλαις ἐχούσας περιχώρησιν καὶ τὴν τούτων διαφορὰν οὐκ ἀρνούμεθα, ἀλλὰ καὶ ἀριθμοῦμεν καὶ ἀδιαιρέτους ταύτας γινώσκομεν, οὕτω καὶ τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν καὶ τὸ συναφὲς γινώσκομεν καὶ τὸ διάφορον ἐπιγινώσκομεν καὶ ἀριθμοῦμεν καὶ διαίρεσιν οὐκ εἰσάγομεν· ὃν τρόπον γὰρ ἡ σὰρξ καὶ τεθέωται καὶ μεταβολὴν τῆς οἰκείας οὐ πέπονθε φύσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια καὶ τεθέωνται καὶ τῶν οἰκείων οὐκ ἐξίστανται ὅρων· εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο ὤν, καὶ οὕτως κἀκείνως, ἤτοι θεϊκῶς τε καὶ ἀνθρωπίνως θέλων καὶ ἐνεργῶν. Δύο τοίνυν τὰς ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν ἀναγκαῖον διὰ τὸ διττὸν τῆς φύσεως· ὧν γὰρ ἡ φύσις παρηλλαγμένη, τούτων διάφορος ἡ ἐνέργεια, καὶ ὧν ἡ ἐνέργεια παρηλλαγμένη, τούτων ἡ φύσις διάφορος. Καὶ τὸ ἀνάπαλιν· ὧν ἡ φύσις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, καὶ ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς θεηγόρους πατέρας. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγοντας μίαν λέγειν καὶ τὴν οὐσίαν ἤ, εἴπερ τῆς ἀληθείας ἐχόμεθα καὶ δύο τὰς οὐσίας εὐαγγελικῶς τε καὶ πατρικῶς ὁμολογοῦμεν, δύο καὶ τὰς ἐνεργείας καταλλήλως αὐτοῖς ἑπομένους συνομολογεῖν· ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν· ὁμοούσιος δὲ ὢν ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Φησὶ γοῦν ὁ μακάριος Γρηγόριος, ὁ Νυσαέων ἐπίσκοπος· «Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ δύναμις ἡ αὐτή· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα». Ἀδύνατον δὲ ἀκτίστου καὶ κτιστῆς φύσεως μίαν φύσιν ἢ δύναμιν ἢ ἐνέργειαν εἶναι. Εἰ δὲ μίαν Χριστοῦ τὴν ἐνέργειαν εἴποιμεν, τῇ τοῦ Λόγου θεότητι προσάψομεν τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν. Εἰ δὲ λέγοιεν, ὡς περὶ τῆς Ἁγίας Τριάδος διαλεγόμενοι οἱ πατέρες οἱ ἅγιοι ἔφασαν· «ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια, καὶ ὧν διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ ἐνέργεια», καὶ ὡς οὐ χρὴ τὰ τῆς «θεολογίας» ἐπὶ τὴν «οἰκονομίαν» μετάγειν, ἐροῦμεν· εἰ ἐπὶ τῆς «θεολογίας» μόνον εἴρηται τοῖς πατράσι, καὶ οὐκ ἔτι μετὰ τὴν σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ὁ Υἱὸς τῷ Πατρὶ οὐδὲ τῆς αὐτῆς ἔσται οὐσίας. Τίνι δὲ ἀπονεμοῦμεν τὸ «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ· «ἃ βλέπει τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ», καὶ· «εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε», καὶ· «τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ», καὶ· «ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός, οὓς θέλει, ζωοποιεῖ»; Ταῦτα γὰρ πάντα οὐ μόνον ὁμοούσιον καὶ μετὰ σάρκωσιν τῷ Πατρὶ δείκνυσιν αὐτόν, ἀλλὰ καὶ τῆς αὐτῆς ἐνεργείας. Καὶ πάλιν· Εἰ ἡ περὶ τὰ ὄντα πρόνοια οὐ μόνον Πατρὸς καὶ Ἁγίου Πνεύματος, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἐστι καὶ μετὰ σάρκωσιν, ἐνέργεια δὲ τοῦτό ἐστιν· ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐστιν ἐνεργείας τῷ Πατρί. Εἰ δέ ἐκ τῶν θαυμάτων τῆς αὐτῆς οὐσίας ὄντα τῷ Πατρὶ τὸν Χριστὸν ἔγνωμεν, ἐνέργεια δὲ Θεοῦ τυγχάνει τὰ θαύματα, ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ἐστὶ τῷ Πατρί. Εἰ δὲ μία ἐνέργεια τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, σύνθετος ἔσται, καὶ ἔσται ἢ ἑτέρας ἐνεργείας παρὰ τὸν Πατέρα ἢ καὶ ὁ Πατὴρ συνθέτου ἐνεργείας ἔσται. Εἰ δὲ συνθέτου ἐνεργείας, δῆλον ὅτι καὶ φύσεως. Εἰ δὲ εἴποιεν, ὅτι τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, ἐροῦμεν, ὅτι, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ τῷ προσώπῳ ἐνέργεια συνεισαχθήσεται, καὶ ἔσονται, ὥσπερ τρία πρόσωπα, ἤτοι ὑποστάσεις, τῆς Ἁγίας Τριάδος, οὕτω καὶ τρεῖς ἐνέργειαι, ἢ ὥσπερ μία ἐνέργεια, οὕτω καὶ ἓν πρόσωπον καὶ μία ὑπόστασις. Οἱ δὲ ἅγιοι πατέρες συμφώνως εἰρήκασι τὰ τῆς αὐτῆς οὐσίας καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. Ἔτι δέ, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, οἱ μήτε μίαν μήτε δύο Χριστοῦ τὰς ἐνεργείας λέγειν θεσπίσαντες, οὔτε ἓν πρόσωπον αὐτοῦ λέγειν οὔτε δύο προσέταξαν. Καὶ ἐπὶ τῆς πεπυρακτωμένης δέ μαχαίρας, ὥσπερ αἱ φύσεις σῴζονται τοῦ τε πυρὸς καὶ τοῦ σιδήρου, οὕτω καὶ αἱ δύο ἐνέργειαι καὶ τὰ τούτων ἀποτελέσματα. Ἔχει γὰρ ὁ μὲν σίδηρος τὸ τμητικόν, τὸ δὲ πῦρ τὸ καυστικόν, καὶ ἡ τομὴ μὲν τῆς τοῦ σιδήρου ἐνεργείας ἐστὶν ἀποτέλεσμα, ἡ δὲ καῦσις τοῦ πυρός· καὶ σῴζεται τὸ τούτων διάφορον ἐν τῇ κεκαυμένῃ τομῇ καὶ ἐν τῇ τετμημένῃ καύσει, εἰ καὶ μήτε ἡ καῦσις τῆς τομῆς δίχα γίγνοιτο μετὰ τὴν ἕνωσιν μήτε ἡ τομὴ δίχα τῆς καύσεως· καὶ οὔτε διὰ τὸ διττὸν τῆς φυσικῆς ἐνεργείας δύο πεπυρακτωμένας μαχαίρας φαμὲν οὔτε διὰ τὸ μοναδικὸν τῆς πεπυρακτωμένης μαχαίρας σύγχυσιν τῆς οὐσιώδους αὐτῶν διαφορᾶς ἐργαζόμεθα. Οὕτω καὶ ἐν τῷ Χριστῷ τῆς μὲν θεότητος αὐτοῦ ἡ θεία καὶ παντοδύναμος ἐνέργεια, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ ἡ καθ᾿ ἡμᾶς. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης τὸ κρατηθῆναι τὴν χεῖρα τοῦ παιδὸς καὶ ἑλκυσθῆναι, τῆς δὲ θείας ἡ ζωοποίησις. Ἄλλο γὰρ τοῦτο, κἀκεῖνο ἕτερον, εἰ καὶ ἀλλήλων ἀχώριστοι ὑπάρχουσιν ἐν τῇ θεανδρικῇ ἐνεργείᾳ. Εἰ διὰ τὸ μίαν εἶναι τὴν τοῦ Κυρίου ὑπόστασιν μία ἔσται καὶ ἡ ἐνέργεια, διὰ τὴν μίαν ὑπόστασιν μία ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· εἰ μίαν ἐνέργειαν ἐπὶ τοῦ Κυρίου εἴποιμεν, ἢ θείαν ταύτην λέξομεν ἢ ἀνθρωπίνην ἢ οὐδετέραν. Ἀλλ᾿ εἰ μὲν θείαν, Θεὸν αὐτὸν μόνον γυμνὸν τῆς καθ᾿ ἡμᾶς ἀνθρωπότητος λέξομεν. Εἰ δὲ ἀνθρωπίνην, ψιλὸν αὐτὸν ἄνθρωπον βλασφημήσομεν. Εἰ δὲ οὐδὲ θείαν οὐδὲ ἀνθρωπίνην, οὐδὲ Θεὸν οὐδὲ ἄνθρωπον, οὐδὲ τῷ Πατρὶ οὐδὲ ἡμῖν ὁμοούσιον· ἐκ γὰρ τῆς ἑνώσεως ἡ καθ᾿ ὑπόστασιν ταυτότης γέγονεν, οὐ μὴν δὲ καὶ ἡ διαφορὰ τῶν φύσεων ἀνῄρηται. Τῆς δὲ διαφορᾶς σῳζομένης τῶν φύσεων, σωθήσονται δηλαδὴ καὶ αἱ τούτων ἐνέργειαι· οὐ γάρ ἐστι φύσις ἀνενέργητος. Εἰ μία τοῦ Δεσπότου Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια, ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν μόνην δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν. Δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά· ἀδύνατον γὰρ ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι. Ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον, ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἄνευ τῆς κατά φύσιν ἐνεργείας· δι᾿ ὧν γὰρ ἐνεργεῖ ἕκαστον, τὴν οἰκείαν φύσιν πιστοῦται, ὅπερ ἐστὶ μὴ τρεπόμενον. Εἰ μία Χριστοῦ ἡ ἐνέργεια, ἡ αὐτὴ τῶν θείων καὶ τῶν ἀνθρωπίνων ποιητική. Οὐδὲν δὲ τῶν ὄντων ἐν τοῖς κατὰ φύσιν μένον τὰ ἐναντία ποιεῖν δύναται· οὐ γὰρ τὸ πῦρ ψύχει καὶ θερμαίνει, οὐδὲ ξηραίνει καὶ ὑγραίνει τὸ ὕδωρ. Πῶς οὖν ὁ φύσει ὢν Θεὸς καὶ φύσει γενόμενος ἄνθρωπος τά τε θαύματα καὶ τὰ πάθη μιᾷ ἐνεργείᾳ ἐπετέλεσεν; Εἰ οὖν ἔλαβεν ὁ Χριστὸς νοῦν ἀνθρώπινον, ἤγουν ψυχὴν νοεράν τε καὶ λογικήν, διανοηθήσεται πάντως καὶ ἀεὶ διανοηθήσεται· ἐνέργεια δὲ νοῦ ἡ διάνοια. Ἄρα καὶ καθὸ ἄνθρωπος ἐνεργὴς ὁ Χριστὸς καὶ ἀεὶ ἐνεργής. Ὁ δὲ μέγας ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῶν Πράξεων, δευτέρῳ λόγῳ, οὕτω φησίν· «Οὐκ ἂν τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ τὰ πάντα παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον τὸν θάνατον καταλύσας καὶ τὰ ἄλλα πάντα ἐργασάμενος». Εἰ πᾶσα ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ ταῦτα δεινοὶ διειλήφασι, ποῦ φύσιν τις εἶδεν ἀκίνητον ἢ παντελῶς ἀνενέργητον ἢ ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν; Μίαν δὲ φυσικὴν τὴν ἐνέργειαν Θεοῦ καὶ ποιήματος οὐκ ἄν τις εὖ φρονῶν δοίη κατὰ τὸν μακάριον Κύριλλον· οὐδὲ ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὐδὲ δακρύει ἡ θεϊκὴ ἐξουσία· τὸ μὲν γὰρ δάκρυον τῆς ἀνθρωπότητος ἴδιον, ἡ δὲ ζωὴ τῆς ἐνυποστάτου ζωῆς. Ἀλλ᾿ ὅμως κοινῶς ἀμφοτέρων ἑκάτερα διὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως. Εἷς μὲν γάρ ἐστιν ὁ Χριστὸς καὶ ἓν αὐτοῦ τὸ πρόσωπον, ἤτοι ἡ ὑπόστασις, ἀλλ᾿ ὅμως ἔχει δύο φύσεις, τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Ἐκ μὲν οὖν τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα ἑκατέρου κοινὴ διὰ τὴν τῆς ὑποστάσεως ἐγένετο ταυτότητα, ἐκ δὲ τῆς σαρκὸς τὰ ταπεινὰ ἑκατέρῳ κοινά· εἷς γάρ ἐστι καὶ ὁ αὐτὸς ὁ τοῦτό τε κἀκεῖνο ὤν, ἤτοι Θεὸς καὶ ἄνθρωπος, καὶ τοῦ αὐτοῦ, τά τε τῆς θεότητος καὶ τὰ τῆς ἀνθρωπότητος· τὰς μὲν γὰρ θεοσημίας ἡ θεότης εἰργάζετο, ἀλλ᾿ οὐ δίχα τῆς σαρκός, τὰ δὲ ταπεινὰ ἡ σάρξ, ἀλλ᾿ οὐ χωρὶς τῆς θεότητος. Καὶ πασχούσῃ γὰρ τῇ σαρκὶ συνημμένη ἦν ἡ θεότης ἀπαθὴς διαμένουσα καὶ τὰ πάθη ἐκτελοῦσα σωτήρια, καὶ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι συνημμένος ἦν ὁ ἅγιος νοῦς νοῶν καὶ εἰδὼς τὰ τελούμενα. Τῶν μὲν οὖν οἰκείων αὐχημάτων ἡ θεότης τῷ σώματι μεταδίδωσιν, αὐτὴ δὲ τῶν τῆς σαρκὸς παθῶν διαμένει ἀμέτοχος. Οὐ γάρ, ὥσπερ διὰ τῆς σαρκὸς ἡ θεότης τοῦ Λόγου ἐνήργει, οὕτω καὶ διὰ τῆς θεότητος ἡ σὰρξ αὐτοῦ ἔπασχεν· ὄργανον γὰρ ἡ σὰρξ τῆς θεότητος ἐχρημάτισεν. Εἰ καὶ τοίνυν ἐξ ἄκρας συλλήψεως οὐδ᾿ ὁτιοῦν διῃρημένον ἦν τῆς ἑκατέρας μορφῆς, ἀλλ᾿ ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις ἑκατέρας μορφῆς γεγόνασιν, ὅμως αὐτά, ἅπερ ἀχωρίστως γεγένηνται, κατ᾿ οὐδένα τρόπον συγχέομεν, ἀλλά, τί ποίας εἴη μορφῆς, ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα. Ἐνεργεῖ τοίνυν ὁ Χριστὸς καθ᾿ ἑκατέραν αὐτοῦ τῶν φύσεων, καὶ «ἐνεργεῖ ἑκατέρα φύσις ἐν αὐτῷ μετὰ τῆς θατέρου κοινωνίας», τοῦ μὲν Λόγου κατεργαζομένου, ἅπερ ἐστὶ τοῦ Λόγου, διὰ τὴν αὐθεντίαν καὶ ἐξουσίαν τῆς θεότητος, ὅσα ἐστὶν ἀρχικὰ καὶ βασιλικά, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅσα ἐστὶ τοῦ σώματος, πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ Λόγου, οὗ καὶ γέγονεν ἴδιον. Οὐ γὰρ ἀφ᾿ ἑαυτοῦ πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο οὐδ᾿ αὐτὴν ἐκ τῶν λυπηρῶν ἀφορμὴν καὶ παραίτησιν ἢ τὰ ἔξωθεν προσπίπτοντα ἔπασχεν, ἀλλ᾿ ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, τοῦ Λόγου θέλοντος καὶ παραχωροῦντος οἰκονομικῶς πάσχειν αὐτὸ καὶ πράττειν τὰ ἴδια, ἵνα διὰ τῶν ἔργων τῆς φύσεως πιστωθῇ ἡ ἀλήθεια. Ὥσπερ δὲ ὑπὲρ οὐσίαν οὐσιώθη ἐκ Παρθένου κυηθείς, οὕτω καὶ ὑπὲρ ἄνθρωπον τὰ ἀνθρώπων ἐνήργει ἐπὶ ἀστάτου ὕδατος γηΐνοις ποσὶ πορευόμενος οὐ γεωθέντος τοῦ ὕδατος, ἀλλὰ τῆς θεότητος ὑπερφυεῖ δυνάμει συνισταμένου πρὸς τὸ ἀδιάχυτον καὶ βάρει ὑλικῶν ποδῶν μὴ ὑπείκοντος. Οὐκ ἀνθρωπίνως γὰρ ἔπραττε τὰ ἀνθρώπινα (οὐ γὰρ ἄνθρωπος μόνον, ἀλλὰ καὶ Θεός· ὅθεν καὶ τὰ τούτου πάθη ζωοποιὰ καὶ σωτήρια), οὐδὲ θεϊκῶς ἐνήργει τὰ θεῖα (οὐ γὰρ Θεὸς μόνον, ἀλλὰ καὶ ἄνθρωπος· ὅθεν δι᾿ ἁφῆς καὶ λόγου καὶ τῶν τοιούτων τὰς θεοσημίας εἰργάζετο). Εἰ δὲ λέγοι τις, ὡς «οὐκ ἐπ᾿ ἀναιρέσει τῆς ἀνθρωπίνης ἐνεργείας μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἀλλ᾿ ἐπειδὴ ἀντιδιαστελλομένη τῇ θείᾳ ἐνεργείᾳ πάθος λέγεται ἡ ἀνθρωπίνη ἐνέργεια, κατὰ τοῦτο μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἐροῦμεν· κατὰ τοῦτον τὸν λόγον καὶ οἱ μίαν φύσιν λέγοντες οὐκ ἐπ᾿ ἀναιρέσει τῆς ἀνθρωπίνης ταύτην λέγουσιν, ἀλλ᾿ ἐπειδὴ ἀντιδιαστελλομένη ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν θείαν φύσιν παθητικὴ λέγεται. Ἡμᾶς δὲ μὴ γένοιτο τῇ πρὸς τὴν θείαν ἐνέργειαν διαστολῇ πάθος τὴν ἀνθρωπίνην προσαγορεῦσαι κίνησιν· οὐδενὸς γάρ, καθόλου φάναι, ὕπαρξις ἐκ παραθέσεως ἢ ἐκ συγκρίσεως γινώσκεται ἢ ὁρίζεται. Οὕτω γὰρ ὑπαλληλαίτια εὑρεθήσονται τὰ ὄντα πράγματα· εἰ γὰρ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θείαν κίνησιν ἡ ἀνθρωπίνη πάθος ἐστί, πάντως καὶ διὰ τὸ ἀγαθὴν εἶναι τὴν θείαν φύσιν πονηρὰ ἔσται ἡ ἀνθρωπίνη· καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν, διὰ τὸ πάθος λέγεσθαι τὴν ἀνθρωπίνην κίνησιν ἡ θεία κίνησις ἐνέργεια λέγεται, καὶ διὰ τὸ πονηρὰν εἶναι τὴν ἀνθρωπίνην φύσιν ἀγαθὴ ἔσται ἡ θεία». Καὶ πάντα δὲ τὰ κτίσματα οὕτως ἔσται πονηρά, καὶ ψεύσεται ὁ εἰπών· «Καὶ εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Ἡμεῖς δέ φαμεν, ὅτι οἱ ἅγιοι πατέρες πολυτρόπως τὴν ἀνθρωπίνην ὠνόμασαν κίνησιν πρὸς τὰς ὑποκειμένας ἐννοίας· προσηγόρευσαν γὰρ αὐτὴν καὶ δύναμιν καὶ ἐνέργειαν καὶ διαφορὰν καὶ κίνησιν καὶ ἰδιότητα καὶ ποιότητα καὶ πάθος, οὐ κατὰ ἀντιδιαστολὴν τῆς θείας, ἀλλ᾿ ὡς συνεκτικὴν μὲν καὶ ἀναλλοίωτον δύναμιν, ἐνέργειαν δὲ ὡς χαρακτηριστικὴν καὶ τὴν ἐν πᾶσι τοῖς ὁμοειδέσιν ἀπαραλλαξίαν ἐμφαίνουσαν, διαφορὰν δὲ ὡς ἀφοριστικήν, κίνησιν δὲ ὡς ἐνδεικτικήν, ἰδιότητα δὲ ὡς συστατικὴν καὶ μόνῃ αὐτῇ καὶ οὐκ ἄλλῃ προσοῦσαν, ποιότητα δὲ ὡς εἰδοποιόν, πάθος δὲ ὡς κινουμένην· πάντα γὰρ τὰ ἐκ Θεοῦ καὶ μετὰ Θεὸν πάσχει τῷ κινεῖσθαι ὡς μὴ ὄντα αὐτοκίνησις ἢ αὐτοδύναμις· οὐ κατὰ ἀντιδιαστολὴν οὖν, ὡς εἴρηται, ἀλλὰ κατά τὸν δημιουργικῶς αὐτοῖς ἐντεθέντα παρὰ τῆς τὸ πᾶν συστησαμένης αἰτίας λόγον· ὅθεν καὶ μετὰ τῆς θείας συνεκφωνοῦντες αὐτὴν ἐνέργειαν προσηγόρευσαν. Ὁ γὰρ εἰπών· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», τί ἕτερον πεποίηκεν ἢ ὁ εἰπών· «Καὶ γὰρ τεσσαράκοντα ἡμέρας ἀπόσιτος μείνας, ὕστερον ἐπείνασεν»· ἔδωκε γὰρ τῇ φύσει, ὅτε ἤθελε, τὰ ἴδια ἐνεργεῖν· ἢ οἱ διάφορον ἐν αὐτῷ φήσαντες ἐνέργειαν ἢ οἱ διπλῆν ἢ οἱ ἄλλην καὶ ἄλλην; Ταῦτα γὰρ δι᾿ ἀντωνυμίας δύο τὰς ἐνεργείας σημαίνουσι· καὶ δι᾿ ἀντωνυμίας γὰρ πολλάκις ὁ ἀριθμὸς ἐνδείκνυται καὶ διὰ τοῦ εἰπεῖν θεῖόν τε καὶ ἀνθρώπινον. Ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά· τὰ δὲ μὴ ὄντα, πῶς διοίσουσιν;

ΚΕΦΑΛΑΙΟN 60. Πρὸς τοὺς λέγοντας· εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις καὶ τοσαύτας λέγειν τὰς ἐνεργείας

Ὁ μὲν καθ᾿ ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται· σῴζει γὰρ ἑκατέρων καὶ μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν ἰδιότητα. Οὔτε γὰρ τὸ σῶμα ἀθάνατον ἀλλὰ φθαρτόν, οὔτε ἡ ψυχὴ θνητὴ ἀλλ᾿ ἀθάνατος, οὔτε τὸ σῶμα ἀόρατον, οὔτε ἡ ψυχὴ σωματικοῖς ὀφθαλμοῖς ὁρατή, ἀλλ᾿ ἡ μὲν λογικὴ καὶ νοερὰ καὶ ἀσώματος, τὸ δὲ παχύ τε καὶ ὁρατὸν καὶ ἄλογον. Οὐ μιᾶς δὲ φύσεως τὰ κατ᾿ οὐσίαν ἀντιδιαιρούμενα· οὐ μιᾶς ἄρα οὐσίας ψυχή τε καὶ σῶμα. Καὶ πάλιν· εἰ ζῷον λογικὸν θνητὸν ὁ ἄνθρωπος, πᾶς δὲ ὅρος τῶν ὑποκειμένων φύσεών ἐστι δηλωτικός, οὐ ταὐτὸν δὲ κατὰ τόν τῆς φύσεως λόγον τὸ λογικὸν τῷ θνητῷ, οὐκ ἄρα μιᾶς φύσεως εἴη ὁ ἄνθρωπος κατὰ τὸν τοῦ οἰκείου ὁρισμοῦ κανόνα. Εἰ δὲ λέγοιτό ποτε μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ τῆς φύσεως παραλαμβάνεται ὄνομα λεγόντων ἡμῶν, ὅτι οὐ διαλλάττει ἄνθρωπος ἀνθρώπου κατά τινα φύσεως διαφοράν, ἀλλὰ τὴν αὐτὴν σύστασιν ἔχοντες πάντες οἱ ἄνθρωποι καὶ ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος καὶ δύο ἕκαστος φύσεις τελοῦντες ὑφ᾿ ἕνα πάντες ὁρισμὸν ἀνάγονται. Καὶ οὐ παράλογον τοῦτο, ὁπότε καὶ πάντων τῶν κτιστῶν, ὡς γενητῶν, μίαν φύσιν ὁ ἱερὸς Ἀθανάσιος ἔφησεν ἐν τῷ κατὰ τῶν βλασφημούντων τὸ Πνεῦμα τὸ Ἅγιον οὑτωσὶ λέγων· «Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι πάλιν συνιδεῖν». Πᾶν γάρ, ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν πᾶς ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος, κατὰ τοῦτο μία φύσις τῶν ἀνθρώπων λέγεται. Ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Κυρίου οὐ λέγειν δυνάμεθα μίαν φύσιν· αἵ τε γὰρ φύσεις σῴζουσι καὶ μετὰ τὴν ἕνωσιν ἑκάστη τὴν φυσικὴν ἰδιότητα, καὶ εἶδος Χριστῶν οὐκ ἔστι εὑρεῖν. Οὐ γὰρ ἐγένετο ἄλλος Χριστὸς ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, Θεός τε καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ πάλιν· Οὐ ταὐτόν ἐστι τὸ κατ᾿ εἶδος τοῦ ἀνθρώπου ἓν καὶ τὸ κατ᾿ οὐσίαν ψυχῆς καὶ σώματος ἕν. Τὸ μὲν γὰρ κατ᾿ εἶδος τοῦ ἀνθρώπου ἓν τὴν ἐν πᾶσι τοῖς ἀνθρώποις ἀπαραλλαξίαν ἐνδείκνυται· τὸ δὲ κατ᾿ οὐσίαν ψυχῆς καὶ σώματος ἓν αὐτὸ τὸ εἶναι αὐτῶν λυμαίνεται εἰς ἀνυπαρξίαν αὐτὰ παντελῆ ἄγον· ἢ γὰρ τὸ ἓν εἰς τὴν τοῦ ἑτέρου μεταποιηθήσεται οὐσίαν ἢ ἐξ ἑτέρων ἕτερον γενήσεται καὶ ἀμφότερα τραπήσονται, ἢ ἐπὶ τῶν ἰδίων ὅρων μένοντα δύο φύσεις ἔσονται· οὐ γὰρ ταὐτὸν κατ᾿ οὐσίας λόγον τὸ σῶμα τῷ ἀσωμάτῳ. Οὐκ ἀνάγκη τοίνυν ἐπὶ τοῦ ἀνθρώπου μίαν φύσιν λέγοντας, οὐ διὰ τὸ ταὐτὸν τῆς οὐσιώδους ποιότητος ψυχῆς τε καὶ σώματος, ἀλλὰ διὰ τὸ ἀπαράλλακτον τῶν ὑπὸ τὸ εἶδος ἀναγομένων ἀτόμων μίαν καὶ ἐπὶ Χριστοῦ φύσιν λέγειν, ἔνθα εἶδος περιεκτικὸν πολλῶν ὑποστάσεων οὐκ ἔστιν. Ἔτι δὲ πᾶσα σύνθεσις ἐκ τῶν προσεχῶς συντεθέντων συντεθεῖσθαι λέγεται· οὐ γὰρ λέγομεν τὸν οἶκον ἐκ γῆς καὶ ὕδατος συντεθεῖσθαι, ἀλλ᾿ ἐκ πλίνθου καὶ ξύλων. Ἐπεὶ ἀνάγκη καὶ τὸν ἄνθρωπον λέγειν ἐκ πέντε τοὐλάχιστον συγκεῖσθαι φύσεων, ἔκ τε τῶν τεσσάρων στοιχείων καὶ ψυχῆς. Οὕτω καὶ ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐ τὰ μέρη τῶν μερῶν σκοποῦμεν, ἀλλὰ τὰ προσεχῶς συντεθέντα, θεότητά τε καὶ ἀνθρωπότητα. Ἔτι δὲ εἰ δύο φύσεις τὸν ἄνθρωπον λέγοντες τρεῖς φύσεις ἐπί Χριστοῦ λέγειν ἀναγκασθησόμεθα, καί ὑμεῖς ἐκ δύο φύσεων τόν ἄνθρωπον λέγοντες ἐκ τριῶν τόν Χριστόν δογματίζετε φύσεων· ὁμοίως καί περί ἐνεργειῶν· κατάλληλον γάρ ἀνάγκη τῇ φύσει τήν ἐνέργειαν εἶναι. Ὅτι δέ δύο φύσεων ὁ ἄνθρωπος λέγεταί τε καί ἔστι, μάρτυς ὁ θεολόγος Γρηγόριος· «Φύσεις μέν γάρ δύο», φάσκων, «Θεός καί ἄνθρωπος· ἐπεί καί ψυχή καί σῶμα». Καί ἐν τῷ περί βαπτίσματος δέ λόγῳ τοιάδε φησί· «Διττῶν δέ ὄντων ἡμῶν ἐκ ψυχῆς καί σώματος, καί τῆς μέν ὁρατῆς τῆς δέ ἀοράτου φύσεως, διττή καί ἡ κάθαρσις δι’ ὕδατος καί Πνεύματος».

ΚΕΦΑΛΑΙΟN 61. Περί τοῦ τεθεῶσθαι τήν φύσιν τῆς τοῦ Κυρίου σαρκός καί τό θέλημα

Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ Κυρίου τεθεῶσθαι λέγεται καὶ «ὁμόθεος» καὶ Θεὸς γενέσθαι, ὥς φησιν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «θαρρῶ λέγειν ὁμόθεον», καὶ «ἄνθρωπον γενέσθαι τὸ χρῖσαν καὶ Θεὸν τὸ χριόμενον». Ταῦτα γὰρ οὐ κατὰ μεταβολὴν φύσεως, ἀλλὰ κατὰ τὴν οἰκονομικὴν ἕνωσιν, τὴν καθ᾿ ὑπόστασιν λέγω, καθ᾿ ἣν ἀδιασπάστως τῷ Θεῷ Λόγῳ ἥνωται, καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων περιχώρησιν, ὥς φαμεν καὶ τὴν τοῦ σιδήρου πύρωσιν· ὥσπερ γὰρ τὴν ἐνανθρώπησιν χωρὶς μεταβολῆς καὶ τροπῆς ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. Οὔτε γὰρ διότι ὁ Λόγος σὰρξ ἐγένετο, τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῆς οἰκείας ἐτράπη φύσεως ἢ τῶν αὐτῆς φυσικῶν ἰδιωμάτων. Μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις ἀσύμφυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι. Ἡ δὲ τοῦ Κυρίου σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην ἕνωσιν, ἤτοι τὴν καθ᾿ ὑπόστασιν, οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίων ὑποστᾶσα ἔκπτωσιν· οὐ γὰρ κατ᾿ οἰκείαν ἐνέργειαν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ Λόγον τὰ θεῖα ἐνήργει, τοῦ Λόγου δι᾿ αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. Καίει μὲν γὰρ ὁ πεπυρακτωμένος σίδηρος, οὐ φυσικῷ δὲ λόγῳ τὴν καυστικὴν κεκτημένος ἐνέργειαν, ἀλλ᾿ ἐκ τῆς πρὸς τὸ πῦρ ἑνώσεως τοῦτο κεκτημένος. Ἡ αὐτὴ τοιγαροῦν θνητή τε ἦν δι᾿ ἑαυτὴν καὶ ζωοποιὸς διὰ τὴν πρὸς τὸν Λόγον καθ᾿ ὑπόστασιν ἕνωσιν. Ὁμοίως καὶ τὴν τοῦ θελήματος θέωσιν οὐχ ὡς μεταβληθείσης τῆς φυσικῆς κινήσεως λέγομεν, ἀλλ᾿ ὡς ἡνωμένης τῷ θείῳ αὐτοῦ καὶ παντοδυνάμῳ θελήματι, καὶ γεγονότος Θεοῦ ἐνανθρωπήσαντος θέλημα· ὅθεν θέλων μὲν λαθεῖν οὐκ ἠδυνήθη δι᾿ ἑαυτοῦ εὐδοκήσαντος τοῦ Θεοῦ Λόγου δειχθῆναι ἐν αὐτῷ ἀληθῶς ὑπάρχον τὸ ἀσθενὲς τοῦ ἀνθρωπίνου θελήματος, θέλων δὲ τὴν τοῦ λεπροῦ ἐνήργησε κάθαρσιν διὰ τὴν πρὸς τὸ θεῖον θέλημα ἕνωσιν. Ἰστέον δέ, ὡς ἡ θέωσις τῆς φύσεως καὶ τοῦ θελήματος ἐμφαντικώτατον καὶ δεικτικώτατόν ἐστι τῶν τε δύο φύσεων καὶ τῶν δύο θελημάτων· ὥσπερ γὰρ ἡ πύρωσις οὐ μεταβάλλει τὴν τοῦ πυρωθέντος φύσιν εἰς τὴν τοῦ πυρός, ἀλλὰ δηλοῖ τό τε πυρωθὲν καὶ τὸ πυρῶσαν, καὶ οὐχ ἑνός, ἀλλὰ δύο ἐστὶ δηλωτικόν, οὕτω καὶ ἡ θέωσις οὐ μίαν φύσιν ἀποτελεῖ σύνθετον, ἀλλὰ τὰς δύο καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη·» «ὧν» γὰρ εἰπὼν, καὶ «τὸ μὲν» καὶ «τὸ δὲ» δύο ἔδειξεν.

ΚΕΦΑΛΑΙΟN 62. Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν

Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν, τά τε τοῦ Πατρὸς φυσικὰ τά τε τῆς μητρός· γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον, ἀλλ᾿ ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις ἄνθρωπον νικήσαντι καὶ ὑπὸ Θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος. Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῷον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ. Πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἀνέλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον καὶ τὸ τούτου κάλλιστον ὑπὸ ἀρρωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται. Νοῦς δὲ ἄσοφος ἐστερημένος τε γνώσεως οὐκ ἂν εἴη ποτέ· εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ κατ᾿ εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ Θεὸς Λόγος γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ᾿ εἰκόνα εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ Θεοῦ καὶ σαρκός, τῆς μὲν ὡς σύνοικος, τοῦ Θεοῦ δὲ ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει νοῦς Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι· εἰ γὰρ ψυχὴν ἄνουν ὁ Κύριος ἀνέλαβεν, ἀλόγου ζῴου ψυχὴν ἀνέλαβεν. Εἰ δέ, ὅτι σάρκα γενέσθαι τὸν Λόγον, ἔφη ὁ Εὐαγγελιστής, ἰστέον ὡς παρὰ τῇ Ἁγίᾳ Γραφῇ ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος ὡς τὸ «ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», ποτὲ δὲ σὰρξ ὡς τὸ» ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ». Οὐ σὰρξ τοίνυν ἄψυχος οὐδὲ ἄνους, ἀλλ᾿ ἄνθρωπος γέγονεν ὁ Κύριος. Φησὶ γοῦν αὐτός· «Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ Λόγου θεότητος. Εἶχε μὲν οὖν φυσικῶς καὶ ὡς Θεὸς καὶ ὡς ἄνθρωπος τὸ θέλειν, εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι τό ἀνθρώπινον μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλον, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε. Καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγίνετο· οὐ γὰρ καθὸ Θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος· ὅθεν τὴν κατὰ τοῦ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο. Οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο»· δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν, οὐ γὰρ ὡς Θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν· ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα. «Πλὴν μὴ τὸ ἐμὸν γινέσθω θέλημα», ἤτοι καθ᾿ ὅ σοῦ ἑτεροούσιός εἰμι, «ἀλλὰ τὸ σὸν» ἤτοι, τὸ ἐμὸν καὶ σόν, καθ᾿ ὅ σοί πέφυκα ὁμοούσιος· ταῦτα τῆς εὐτολμίας τὰ ῥήματα. Πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας πειραθεῖσα κατ᾿ αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ Κυρίου ψυχὴ ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ᾿ εὐδοκίαν αὐτοῦ, αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν Θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ Θεῷ καὶ Πατρὶ τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς καὶ ὑπήκοος τῷ Πατρὶ γέγονεν. Αὐτεξουσίως δὲ ἤθελε τῷ τε θείῳ καὶ τῷ ἀνθρωπίνῳ θελήματι· πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικὸν μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζῴοις ὁ Δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως αὐτὰ ἄγουσαν· λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ᾿ ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται καὶ μακαρίζεται οὔτε ὡς κακίαν πράττοντα κολάζεται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην ἐπὶ τῶν φυλασσόντων τὸ κατὰ φύσιν· τοῦ γὰρ λόγου τὸ προτέρημα τοῦτό ἐστιν, ἡ αὐτεξούσιος θέλησις, ἥντινα φυσικὴν ἐν τῷ λογικῷ φαμεν κίνησιν. Διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Ὥστε ἤθελε μὲν αὐτεξουσίως κινουμένη ἡ τοῦ Κυρίου ψυχή, ἀλλ᾿ ἐκεῖνα αὐτεξουσίως ἤθελεν, ἃ ἡ θεία αὐτοῦ θέλησις ἤθελε θέλειν αὐτήν· οὐ γὰρ νεύματι τοῦ Λόγου ἡ σὰρξ ἐκινεῖτο (καὶ Μωσῆς γὰρ καὶ πάντες οἱ ἅγιοι νεύματι θείῳ ἐκινοῦντο), ἀλλ᾿ ὁ αὐτὸς εἷς ὢν Θεός τε καὶ ἄνθρωπος κατά τε τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ἤθελε θέλησιν. Διὸ οὐ γνώμῃ, φυσικῇ δὲ μᾶλλον δυνάμει αἱ δύο τοῦ Κυρίου θελήσεις διέφερον ἀλλήλων. Ἡ μὲν γὰρ θεία αὐτοῦ θέλησις ἄναρχός τε ἦν καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν καὶ ἀπαθής, ἡ δὲ ἀνθρωπίνη αὐτοῦ θέλησις ἀπὸ χρόνου τε ἤρξατο καὶ αὐτὴ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπέμεινε καὶ φυσικῶς οὐ παντοδύναμος ἦν, ὡς δὲ τοῦ Θεοῦ Λόγου ἀληθῶς καὶ κατὰ φύσιν γενομένη καὶ παντοδύναμος.

ΚΕΦΑΛΑΙΟN 63. Περὶ τῆς θεανδρικῆς ἐνεργείας

Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τε τῆς ἀνθρωπίνης καὶ τῆς θείας γεγενημένην φησίν –οὕτω γὰρ ἂν καὶ μίαν φύσιν εἴποιμεν καινήν, ἐκ θείας τε καὶ ἀνθρωπίνης φύσεως γεγενημένην· «ὧν γὰρ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία» κατὰ τοὺς ἁγίους πατέρας–, ἀλλὰ θέλων δεῖξαι τὸν καινὸν καὶ ἀπόρρητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως τῷ ἀπορρήτῳ τρόπῳ τῆς εἰς ἄλληλα τῶν Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν ξένην καὶ παράδοξον καὶ τῇ φύσει τῶν ὄντων ἄγνωστον καὶ τὸν τρόπον τῆς κατὰ τὴν ἀπόρρητον ἕνωσιν ἀντιδόσεως· οὐ διῃρημένας γάρ φαμεν τὰς ἐνεργείας οὐδὲ διῃρημένως ἐνεργούσας τὰς φύσεις, ἀλλ᾿ ἡνωμένας, ἑκάστην μετὰ τῆς θατέρου κοινωνίας ἐνεργοῦσαν τοῦθ᾿ ὅπερ ἴδιον ἔσχηκεν. Οὔτε γὰρ τὰ ἀνθρώπινα ἀνθρωπίνως ἐνήργησεν –οὐ γὰρ ψιλὸς ἦν ἄνθρωπος– οὐδὲ τὰ θεῖα κατὰ Θεὸν μόνον –οὐ γὰρ ἦν γυμνὸς Θεός–, ἀλλὰ Θεὸς ὁμοῦ ὑπάρχων καὶ ἄνθρωπος. Ὥσπερ γὰρ τῶν φύσεων τὴν ἕνωσιν καὶ τὴν φυσικὴν διαφορὰν ἐπιστάμεθα, οὕτω καὶ τῶν φυσικῶν θελημάτων τε καὶ ἐνεργειῶν. Ἰστέον τοιγαροῦν, ὡς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν ὡς ἐπὶ δύο φύσεων τὸν λόγον ποιούμεθα, ποτὲ δὲ ὡς ἐφ᾿ ἑνὸς προσώπου, καὶ τοῦτο δὲ κἀκεῖνο εἰς μίαν ἀναφέρεται ἔννοιαν· αἱ γὰρ δύο φύσεις εἷς ἐστι Χριστός, καὶ ὁ εἷς Χριστὸς δύο φύσεις ἐστί. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν· ἐνεργεῖ ὁ Χριστὸς καθ᾿ ἑκατέραν τῶν αὐτοῦ δύο φύσεων, καὶ ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ μετὰ τῆς θατέρου κοινωνίας. Κοινωνεῖ τοίνυν ἡ μὲν θεία φύσις τῇ σαρκὶ ἐνεργούσῃ διὰ τὸ εὐδοκίᾳ τῆς θείας θελήσεως παραχωρεῖσθαι πάσχειν καὶ πράττειν τὰ ἴδια καὶ διὰ τὸ τὴν ἐνέργειαν τῆς σαρκὸς πάντως εἶναι σωτήριον, ὅπερ οὐ τῆς ἀνθρωπίνης ἐνεργείας ἐστίν, ἀλλὰ τῆς θείας. Ἡ δὲ σὰρξ τῇ θεότητι τοῦ Λόγου ἐνεργούσῃ διά τε τὸ ὡς δι᾿ ὀργάνου τοῦ σώματος τὰς θείας ἐκτελεῖσθαι ἐνεργείας καὶ διὰ τὸ ἕνα εἶναι τὸν ἐνεργοῦντα θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως. Εἰδέναι γὰρ χρή, ὡς ὁ ἅγιος αὐτοῦ νοῦς καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργεῖ ἐνεργείας, νοῶν καὶ γινώσκων, ὅτι ἐστὶ Θεοῦ νοῦς καὶ ὅτι ὑπὸ πάσης προσκυνεῖται τῆς κτίσεως, καὶ μεμνημένος τῶν ἐπὶ τῆς γῆς αὐτοῦ διατριβῶν τε καὶ παθῶν, κοινωνεῖ δὲ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι καὶ διεπούσῃ καὶ κυβερνώσῃ τὸ πᾶν, νοῶν καὶ γινώσκων καὶ διέπων οὐχ ὡς ψιλὸς ἀνθρώπου νοῦς, ἀλλ᾿ ὡς Θεῷ καθ᾿ ὑπόστασιν ἡνωμένος καὶ Θεοῦ νοῦς χρηματίσας. Τοῦτο οὖν δηλοῖ ἡ θεανδρικὴ ἐνέργεια, ὅτι ἀνδρωθέντος Θεοῦ, ἤγουν ἐνανθρωπήσαντος, καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ἐνέργεια θεία ἦν, ἤγουν τεθεωμένη καὶ οὐκ ἄμοιρος τῆς θείας αὐτοῦ ἐνεργείας καὶ ἡ θεία αὐτοῦ ἐνέργεια οὐκ ἄμοιρος τῆς ἀνθρωπίνης αὐτοῦ ἐνεργείας, ἀλλ᾿ ἑκατέρα σὺν τῇ ἑτέρᾳ θεωρουμένη. Λέγεται δὲ ὁ τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως. Ὥσπερ γὰρ μίαν τὴν τετμημένην καῦσιν λέγομεν καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας, ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν καὶ ἄλλην τὴν καῦσιν, καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν, οὕτω καί μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ τὴν θείαν, τῆς δέ ἀνθρωπότητος αὐτοῦ τὴν ἀνθρωπίνην ἐνέργειαν.

ΚΕΦΑΛΑΙΟN 64. Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν

Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ Δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ᾿ ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ᾿ ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι. Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ὅπως ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι᾿ ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα. Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν, ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ Κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται. Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, ὅτε οὐ προηγεῖτο ἐν τῷ Κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ᾿ αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν.

ΚΕΦΑΛΑΙΟN 65. Περὶ ἀγνοίας καὶ δουλείας

Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν· καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν Θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. «Ἐὰν οὖν» κατὰ τὸν θεολόγον Γρηγόριον «χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου», δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ, διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν κατεπλούτησεν ἡ τοῦ Κυρίου ψυχὴ τὴν τῶν μελλόντων γνῶσιν ὡς καὶ τὰς λοιπὰς θεοσημίας. Ὥσπερ γὰρ ἡ σὰρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός, ἡ δὲ τοῦ Κυρίου σὰρξ ἑνωθεῖσα καθ᾿ ὑπόστασιν αὐτῷ τῷ Θεῷ Λόγῳ τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν Λόγον καθ᾿ ὑπόστασιν ἕνωσιν καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός· οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν, ἡ δὲ τοῦ Κυρίου ψυχὴ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον ἕνωσιν καὶ τὴν ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημιῶν καὶ τὴν τῶν μελλόντων γνῶσιν. Ἰστέον δέ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα· τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, ἀλλὰ τῶν πρός τι, ὥσπερ τὸ τῆς πατρότητος καὶ τῆς υἱότητος. Ταῦτα γὰρ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά. Ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ὅτι, ἐὰν ἰσχναῖς ἐπινοίαις, ἤτοι νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σάρξ, εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ· ἅπαξ δὲ ἑνωθεῖσα καθ᾿ ὑπόστασιν πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς, οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι καί Κύριος· ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων εἰσίν, ἀλλὰ πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ Πατρός; Οὐκοῦν οὐ πάντα, ὅσα ἔχει ὁ Πατήρ, καὶ τοῦ Υἱοῦ εἰσιν, εἴπερ τοῦ Πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός», δι᾿ αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος οὐκ αὐτὸς ὢν τοῦτο, δι᾿ ἡμᾶς δὲ δούλου μορφὴν εἰληφὼς καὶ δοῦλος μεθ᾿ ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν δι᾿ ἡμᾶς ἐδούλευσε πάθεσι καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο καθάπερ Νεστόριος. Ἡμεῖς δὲ Δεσπότην αὐτόν φαμεν καὶ Κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι· «ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι».

ΚΕΦΑΛΑΙΟN 66. Περὶ προκοπῆς

Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων· ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπὴν καὶ τὴν τελείωσιν τῆς τοῦ Πατρὸς εὐδοκίας, ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν οἰκείαν προκοπὴν ποιούμενος καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ καὶ χάριτι, ὡς προσθήκην τούτων δεχόμενον, οὐκ ἐξ ἄκρας ὑπάρξεως τῆς σαρκὸς γεγενῆσθαι τὴν ἕνωσιν λέγουσιν, οὐδὲ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν πρεσβεύουσι, Νεστορίῳ δὲ τῷ ματαιόφρονι πειθόμενοι, σχετικὴν ἕνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, «μὴ γινώσκοντες, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ Θεῷ Λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν; Οὐκ αὐτὴ τῆς χάριτος μεταλαμβάνουσα, οὐδὲ κατὰ χάριν τῶν τοῦ Λόγου μετέχουσα, ἀλλὰ μᾶλλον διὰ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν τῶν τε ἀνθρωπίνων τῶν τε θείων τοῦ ἑνὸς Χριστοῦ γεγονότων, ἐπειδὴ ὁ αὐτὸς ἦν Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, τὴν χάριν καὶ τὴν σοφίαν καὶ πάντων τῶν ἀγαθῶν τὴν πληρότητα τῷ κόσμῳ πηγάζουσα.

ΚΕΦΑΛΑΙΟN 67. Περὶ δειλίας

Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ Δημιουργοῦ ἐντεθεῖσαν αὐτῇ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα, δι᾿ ἣν φυσικῶς φοβεῖται καὶ ἀγωνιᾷ καὶ παραιτεῖται τὸν θάνατον. Ἧς ὅρος· «Κατὰ φύσιν δειλία ἐστὶ δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική». Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὑπὸ τοῦ Δημιουργοῦ τὰ πάντα, τοῦ εἶναι καὶ οὐ τοῦ μὴ εἶναι τὴν ἔφεσιν ἔχει φυσικῶς. Τούτων δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ ὁρμή. Καὶ ὁ Θεὸς Λόγος τοίνυν ἄνθρωπος γενόμενος ἔσχε ταύτην τὴν ἔφεσιν ἐν μὲν τοῖς συστατικοῖς τῆς φύσεως τὴν ὁρμὴν ἐνδειξάμενος βρώσεώς τε καὶ πόσεως, ὕπνου τε ἐφιέμενος καὶ φυσικῶς ἐν πείρᾳ τούτων γενόμενος, ἐν δὲ τοῖς φθαρτικοῖς τὴν ὁρμὴν, ὡς τῷ καιρῷ τοῦ πάθους ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Εἰ γὰρ καὶ νόμῳ φύσεως ἐγίνετο τὰ γινόμενα, ἀλλ᾿ οὐ καθ᾿ ἡμᾶς ἠναγκασμένως· ἑκουσίως γὰρ τὰ φυσικὰ θέλων κατεδέξατο. Ὥστε αὕτη ἡ δειλία καὶ ὁ φόβος καὶ ἀγωνία τῶν φυσικῶν ἐστι καὶ ἀδιαβλήτων παθῶν καὶ μὴ ὑποκειμένων ἁμαρτίᾳ. Ἔστι πάλιν δειλία ἡ ἐκ προδοσίας λογισμῶν συνισταμένη καὶ ἀπιστίας καὶ τοῦ ἀγνοεῖν τὴν τοῦ θανάτου ὥραν, ὡς ὅταν νυκτὸς δειλιῶμεν ψόφου τινὸς γινομένου· ἥτις παρὰ φύσιν ἐστίν, ἣν καὶ ὁριζόμενοι λέγομεν· «Παρὰ φύσιν δειλία ἐστὶ παράλογος συστολή». Ταύτην ὁ Κύριος οὐ προσήκατο· διὸ οὐδὲ ἐδειλίασέ ποτε, εἰ μὴ ἐν τῷ τοῦ πάθους καιρῷ, εἰ καὶ οἰκονομικῶς ἑαυτὸν συνέστελλε πολλάκις· οὐ γὰρ ἠγνόει τὸν καιρόν. Ὅτι δὲ ἀληθῶς ἐδειλίασε, φησὶν ὁ ἱερὸς Ἀθανάσιος ἐν τῷ κατὰ τοῦ Ἀπολιναρίου λόγῳ· «Διὰ τοῦτο ὁ Κύριος ἔλεγεν· «Νῦν ἡ ψυχή μου τετάρακται». Τὸ δὲ «νῦν» τοῦτό ἐστιν, ὅτε ἠθέλησεν, ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν ὡς δοκήσει γινομένων τῶν λεγομένων. Φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο». Καὶ μεθ᾿ ἕτερα· «Οὐδαμῶς δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος, οὐδὲ ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης, οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ γινόμενα, ἀλλ᾿ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα». Τὸ δὲ «ἡττήματι φύσεως μὴ συμβαίνειν τὰ γινόμενα» τὸ μὴ ἀκουσίως ταῦτα ὑπομένειν δηλοῖ.

ΚΕΦΑΛΑΙΟN 68. Περὶ τῆς τοῦ Κυρίου προσευχῆς

Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ Θεοῦ. Πῶς οὖν ὁ Κύριος ἐπὶ Λαζάρου καὶ ἐν τῷ καιρῷ τοῦ πάθους προσηύχετο; Οὔτε γὰρ ἀναβάσεως τῆς πρὸς τὸν Θεὸν ἐδεῖτο ὁ ἅγιος αὐτοῦ νοῦς ἅπαξ καθ᾿ ὑπόστασιν τῷ Θεῷ Λόγῳ ἡνωμένος, οὔτε τῆς παρὰ Θεοῦ αἰτήσεως –εἷς γάρ ἐστιν ὁ Χριστός– ἀλλὰ τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον καὶ τυπῶν ἐν ἑαυτῷ τὸ ἡμέτερον καὶ ὑπογραμμὸς ἡμῖν γενόμενος καὶ διδάσκων ἡμᾶς παρὰ Θεοῦ αἰτεῖν καὶ πρὸς αὐτὸν ἀνατείνεσθαι καὶ διὰ τοῦ ἁγίου αὐτοῦ νοῦ ὁδοποιῶν ἡμῖν τὴν πρὸς Θεὸν ἀνάβασιν. Ὥσπερ γὰρ τὰ πάθη ὑπέμεινεν ἡμῖν τὴν κατ᾿ αὐτῶν νίκην βραβεύων, οὕτω καὶ προσεύχεται ἡμῖν ὁδοποιῶν, ὡς ἔφην, τὴν πρὸς Θεὸν ἀνάβασιν καὶ ὑπὲρ ἡμῶν πᾶσαν δικαιοσύνην πληρῶν, ὡς ἔφη πρός Ἰωάννην, καί καταλλάττων ἡμῖν τὸν ἑαυτοῦ Πατέρα καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τοῦτον τιμῶν καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος. Ὅτε μὲν γὰρ ἔλεγεν ἐπὶ Λαζάρου· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστηκότα ὄχλον εἶπον, ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας», οὐ πᾶσι σαφέστατον πέφυκεν, ὅτι ὡς ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν τιμῶν τὸν ἑαυτοῦ Πατέρα καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος ταῦτα ἔφησεν; Ὅτε δὲ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ», οὐ παντί που δῆλόν ἐστιν, ὡς διδάσκων ἡμᾶς ἐν τοῖς πειρασμοῖς παρὰ μόνου τοῦ Θεοῦ αἰτεῖν τὴν βοήθειαν καὶ τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος καὶ δεικνύς, ὡς ἀληθῶς τὰ τῆς ἡμετέρας ᾠκειώσατο φύσεως, ὅτι τε κατὰ ἀλήθειαν δύο θελήματα φυσικὰ μὲν καὶ τῶν αὐτοῦ κατάλληλα φύσεων, ἀλλ᾿ οὐχ ὑπεναντία κέκτηται; «Πάτερ», φησὶν ὡς ὁμοούσιος, «εἰ δυνατόν», οὐκ ἀγνοῶν –τί δὲ καὶ τῷ Θεῷ ἀδύνατον;–, ἀλλὰ παιδαγωγῶν ἡμᾶς τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος· τοῦτο γὰρ μόνον ἀδύνατον, ὃ Θεὸς οὐ βούλεται, οὐδὲ παραχωρεῖ. «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ»· ὡς μὲν Θεὸς ταυτοτελὴς ὢν τῷ Πατρί, ὡς δὲ ἄνθρωπος τὸ τῆς ἀνθρωπότητος φυσικῶς ἐνδείκνυται θέλημα· τοῦτο γὰρ φυσικῶς παραιτεῖται τὸν θάνατον. Τὸ δὲ «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;» τὸ ἡμέτερον οἰκειούμενος ἔφησε πρόσωπον. Οὔτε γὰρ Θεὸς αὐτοῦ ὁ Πατήρ, εἰ μή γε, διαιρεθέντος ἰσχναῖς τοῦ νοῦ φαντασίαις τοῦ ὁρωμένου ἐκ τοῦ νοουμένου, τάσσοιτο μεθ᾿ ἡμῶν, οὔτε κατελείφθη ὑπὸ τῆς οἰκείας θεότητος, ἀλλ᾿ ἡμεῖς ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι. Ὥστε τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον ταῦτα προσηύξατο.

ΚΕΦΑΛΑΙΟN 69. Περὶ οἰκειώσεως

Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις εἰσί· μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ᾿ ἣν διὰ φιλανθρωπίαν ὁ Κύριος τήν τε φύσιν ἡμῶν καὶ τὰ φυσικὰ πάντα ἀνέλαβε φύσει καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος καὶ τῶν φυσικῶν ἐν πείρᾳ γενόμενος· προσωπικὴ δέ καί σχετική, ὅτε τις τὸ ἑτέρου ὑποδύεται πρόσωπον διὰ σχέσιν, οἶκτόν φημι ἢ ἀγάπην, καὶ ἀντ᾿ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους μηδὲν αὐτῷ προσήκοντας, καθ᾿ ἣν τήν τε κατάραν καὶ τὴν ἐγκατάλειψιν ἡμῶν καὶ τὰ τοιαῦτα, οὐκ ὄντα φυσικά, οὐκ αὐτὸς ταῦτα ὢν ἢ γενόμενος ᾠκειώσατο, ἀλλὰ τὸ ἡμέτερον ἀναδεχόμενος πρόσωπον καὶ μεθ᾿ ἡμῶν τασσόμενος. Τοιοῦτον δέ ἐστι καί τό «γενόμενος ὑπὲρ ἡμῶν κατάρα».

ΚΕΦΑΛΑΙΟN 70. Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ Κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητος

Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος πάντα ὑπέμεινε σαρκὶ, τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος συντεθειμένου, ἐν θεότητί τε καὶ ἀνθρωπότητι ὄντος, πάσχοντος τὸ μὲν παθητὸν ὡς πεφυκὸς πάσχειν, ἔπασχεν, οὐ συνέπασχε δὲ τὸ ἀπαθές. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου αὐτὴ μὴ τεμνομένη συναλγεῖ καὶ συμπάσχει τῷ σώματι· ἡ δὲ θεότης ἀπαθὴς οὖσα, οὐ συνέπασχε τῷ σώματι. Ἰστέον δέ, ὅτι Θεὸν μὲν σαρκὶ παθόντα φαμέν, θεότητα δὲ σαρκὶ παθοῦσαν ἢ Θεὸν διὰ σαρκὸς παθόντα οὐδαμῶς. Ὥσπερ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος, εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθὴς διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ Λόγου θεότης καθ᾿ ὑπόστασιν ἡνωμένη τῇ σαρκὶ τῆς σαρκὸς πασχούσης διαμένει ἀπαθής. Καὶ ὥσπερ, εἴ τις πεπυρακτωμένῳ σιδήρῳ ἐπιχέοι ὕδωρ, ὅ μὲν πέφυκε πάσχειν ὑπὸ τοῦ ὕδατος (τὸ πῦρ λέγω, σβέννυται γάρ), ἀβλαβὴς δὲ διαμένει ὁ σίδηρος (οὐ πέφυκε γὰρ ὑπὸ τοῦ ὕδατος διαφθείρεσθαι), πολλῷ πλέον τῆς σαρκὸς πασχούσης ἡ μόνη ἀπαθὴς θεότης τὸ πάθος οὐ προσήκατο καὶ ἀχώριστος αὐτῆς διαμένουσα· οὐκ ἀνάγκη γὰρ παντελῶς καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα. Ἀνάγκη γὰρ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι καὶ τὸ παρηλλαγμένον, ἐπεὶ οὐ παράδειγμα· τὸ γὰρ ἐν πᾶσιν ὅμοιον ταὐτὸν ἂν εἴη καὶ οὐ παράδειγμα, καὶ μάλιστα ἐπὶ τῶν θείων. Ἀδύνατον γὰρ ἐν πᾶσιν ὅμοιον εὑρεῖν παράδειγμα, ἐπί τε τῆς θεολογίας, ἐπί τε τῆς οἰκονομίας.

ΚΕΦΑΛΑΙΟN 71. Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ Λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ Κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν

Ἀναμάρτητος ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός –«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»– οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεχόμενος καὶ ἑαυτὸν τῷ Πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν· αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως· μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ Δεσπότου προσενεχθῆναι αἷμα. Πρόσεισι τοίνυν ὁ θάνατος καὶ καταπιὼν τὸ τοῦ σώματος δέλεαρ τῷ τῆς θεότητος ἀγκίστρῳ περιπείρεται, καὶ ἀναμαρτήτου καὶ ζωοποιοῦ γευσάμενος σώματος διαφθείρεται καὶ πάντας ἀνάγει, οὓς πάλαι κατέπιεν. Ὥσπερ γὰρ τὸ σκότος τῇ τοῦ φωτὸς ἐπεισαγωγῇ ἐξαφανίζεται, οὕτως ἡ φθορὰ τῇ τῆς ζωῆς προσβολῇ ἀπελαύνεται, καὶ γίνεται πᾶσι ζωή, φθορὰ δὲ τῷ φθείροντι. Εἰ καὶ τέθνηκε τοιγαροῦν ὡς ἄνθρωπος καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ τοῦ ἀχράντου διῃρέθη σώματος, ἀλλ᾿ ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, καὶ οὐδὲ οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῃρέθη· τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ Λόγου ὑποστάσει ἔσχον τὴν ὕπαρξιν καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἕκαστον αὐτῶν ἔμεινε τὴν μίαν ὑπόστασιν τοῦ Λόγου ἔχοντα. Ὥστε ἡ μία τοῦ Λόγου ὑπόστασις τοῦ τε Λόγου καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπῆρχεν ὑπόστασις· οὐδέποτε γὰρ οὔτε ἡ ψυχή, οὐδὲ τὸ σῶμα ἰδίαν ἔσχον ὑπόστασιν παρὰ τὴν τοῦ Λόγου ὑπόστασιν· μία δὲ ἀεὶ ἡ τοῦ Λόγου ὑπόστασις καὶ οὐδέποτε δύο. Ὥστε μία ἀεὶ τοῦ Χριστοῦ ἡ ὑπόστασις. Εἰ γάρ καὶ τοπικῶς ἡ ψυχὴ τοῦ σώματος κεχώριστο, ἀλλ᾿ ὑποστατικῶς διὰ τοῦ Λόγου ἥνωτο.

ΚΕΦΑΛΑΙΟN 72. Περὶ φθορᾶς καὶ διαφθορᾶς Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει

Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη· πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον, ἤτοι χωρισμὸν τῆς ψυχῆς ἐκ τοῦ σώματος καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ Κυρίου σῶμά φαμεν· πάντα γὰρ ταῦτα ἑκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τά, ἐξ ὧν συνετέθη, στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν· ἥτις μᾶλλον ὑπὸ πολλῶν διαφθορὰ λέγεταί τε καὶ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ Κυρίου σῶμα οὐκ ἔσχεν, ὥς φησιν ὁ προφήτης Δαυίδ· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». Ἄφθαρτον μὲν οὖν τό τοῦ Κυρίου σῶμα λέγειν κατὰ τὸν ἄφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν, ἀλλὰ καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν, ἃ γεγονέναι φησὶ τὸ Εὐαγγέλιον, τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τὴν τῆς πλευρᾶς νύξιν, τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνὴ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ᾿ ἄπαγε, καὶ οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν. Ἡμεῖς δὲ τῆς ἀληθοῦς σωτηρίας ἐτύχομεν καὶ τευξόμεθα. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον ἄφθαρτον, ἤτοι ἀδιάφθορον, ὁμολογοῦμεν τὸ τοῦ Κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Σωτῆρος καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ Κυρίου σῶμά φαμεν· καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ Κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχὴ τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν», φησὶν ὁ θεῖος ἀπόστολος.

ΚΕΦΑΛΑΙΟN 73. Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου

Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιλάμψῃ τὸ φῶς· ἵνα, ὥσπερ τοῖς ἐν γῇ εὐηγγελίσατο εἰρήνην, αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ τοῖς πιστεύσασι γέγονεν αἴτιος σωτηρίας αἰωνίου, τοῖς δὲ ἀπειθήσασιν ἔλεγχος ἀπιστίας, οὕτω καὶ τοῖς ἐν ᾅδου· «ἵνα αὐτῷ κάμψῃ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω τοὺς ἀπ᾿ αἰῶνος λύσας πεπεδημένους αὖθις ἐκ νεκρῶν ἀνεφοίτησεν ὁδοποιήσας ἡμῖν τὴν ἀνάστασιν.


Комментарии для сайта Cackle