преподобный Иоанн Дамаскин

Βιβλίο Δ'

ΚΕΦΑΛΑΙΟN 74. Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντα μὲν τὰ πάθη ἀπέθετο, φθορὰν λέγω, πεῖνάν τε καὶ δίψαν, ὕπνον καὶ κάματον καὶ τὰ τοιαῦτα. Εἰ γὰρ καὶ ἐγεύσατο βρώσεως μετὰ τὴν ἀνάστασιν, ἀλλ᾿ οὐ νόμῳ φύσεως –οὐ γὰρ ἐπείνασεν–, οἰκονομίας δὲ τρόπῳ τὸ ἀληθὲς πιστούμενος τῆς ἀναστάσεως, ὡς αὐτή ἐστιν ἡ σὰρξ ἡ παθοῦσα καὶ ἀναστᾶσα· οὐδὲν δὲ τῶν τῆς φύσεως μερῶν ἀπέθετο, οὐ σῶμα, οὐ ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν λογικήν τε καὶ νοεράν, θελητικήν τε καὶ ἐνεργητικὴν κέκτηται, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρός καθέζεται, θέλων θεϊκῶς τε καὶ ἀνθρωπίνως τὴν ἡμῶν σωτηρίαν καὶ ἐνεργῶν, θεϊκῶς μὲν τὴν τῶν ὅλων πρόνοιάν τε καὶ συντήρησιν καὶ κυβέρνησιν, ἀνθρωπίνως δὲ μεμνημένος τῶν ἐπὶ γῆς διατριβῶν, ὁρῶν τε καὶ γινώσκων, ὡς ὑπὸ πάσης προσκυνεῖται τῆς λογικῆς κτίσεως. Γινώσκει γὰρ ἡ ἁγία αὐτοῦ ψυχή, ὅτι τε καθ᾿ ὑπόστασιν ἥνωται τῷ Θεῷ Λόγῳ, καὶ συμπροσκυνεῖται ὡς Θεοῦ ψυχὴ καὶ οὐχ ὡς ἁπλῶς ψυχή. Καὶ τὸ ἀναβῆναι δὲ ἐκ γῆς εἰς οὐρανοὺς καὶ τὸ καταβῆναι πάλιν ἐνέργειαί εἰσι περιγραφομένου σώματος· «Οὕτως γὰρ πάλιν ἐλεύσεται», φησί, «πρὸς ὑμᾶς, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν».

ΚΕΦΑΛΑΙΟN 75. Περὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας

Ἐκ δεξιῶν δὲ τοῦ Θεοῦ καὶ Πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ Πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοίη δεξιάν; Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων εἰσί. Δεξιὰν δὲ τοῦ Πατρὸς λέγομεν τὴν δόξαν καὶ τιμὴν τῆς θεότητος, ἐν ᾗ ὁ τοῦ Θεοῦ Υἱὸς πρὸ αἰώνων ὑπάρχων, ὡς Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος, ἐπ᾿ ἐσχάτων σαρκωθεὶς καὶ σωματικῶς κάθηται συνδοξασθείσης τῆς σαρκὸς αὐτοῦ· προσκυνεῖται γὰρ μιᾷ προσκυνήσει μετὰ τῆς σαρκὸς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως.

ΚΕΦΑΛΑΙΟN 76. Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες, ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον

Τὸν Υἱὸν τοῦ Θεοῦ σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι προσκυνοῦμεν· ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι Θεόν. Ἡ τοίνυν σὰρξ αὐτοῦ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν ὡς κτιστή, ἑνωθεῖσα δὲ τῷ Θεῷ Λόγῳ δι᾿ αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἁλουργὶς, ὡς μὲν ψιλὴ ἁλουργὶς πατεῖται καὶ περιρρίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα τιμᾶται καὶ δοξάζεται καί, εἴ τις αὐτὴν παροικτρώσειε, θανάτῳ ὡς τὰ πολλὰ κατακρίνεται, ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον οὐ δι᾿ ἑαυτό, διὰ δὲ τὸ συνημμένον πῦρ ἀπρόσιτον γίνεται, καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ᾿ ὁ ἄνθραξ, ἤτοι τὸ πεπυρωμένον ξύλον, οὕτως ἡ σὰρξ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ Θεῷ Λόγῳ οὐ δι᾿ ἑαυτήν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ καθ᾿ ὑπόστασιν Θεὸν Λόγον· καὶ οὔ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα Θεοῦ, ἤτοι σεσαρκωμένον Θεόν.

ΚΕΦΑΛΑΙΟN 77. Διὰ τί ὁ Υἱὸς τοῦ Θεοῦ ἐνηνθρώπησε καὶ οὐχ ὁ Πατὴρ οὐδὲ τὸ Πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν

Πατὴρ ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς ὁ Υἱὸς καὶ οὐ Πατήρ· Πνεῦμα Ἅγιον τὸ Πνεῦμα καὶ οὐ Πατὴρ οὐδὲ Υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινουμένη καὶ μεταπίπτουσα; Διὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, ἵνα μείνῃ ἡ ἰδιότης ἀκίνητος· Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γέγονεν σαρκωθεὶς ἐκ τῆς Ἁγίας Παρθένου, καὶ οὐκ ἐξέστη τῆς οἰκείας ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα, ἐφ᾿ ὅπερ ἐποίησε τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται· ἐποίησε γὰρ αὐτὸν κατ᾿ εἰκόνα ἑαυτοῦ, νοερὸν καὶ αὐτεξούσιον καὶ καθ᾿ ὁμοιότητα, ἤτοι ἐν ἀρεταῖς τέλειον, ὡς ἐφικτὸν ἀνθρώπου φύσει· αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως· τὸ ἀμέριμνον καὶ ἀπερίσπαστον καὶ ἀκέραιον, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ πάσης κακίας ἐλεύθερον. Ἐν κοινωνίᾳ μὲν οὖν ἑαυτοῦ καταστήσας τὸν ἄνθρωπον –«ἐπ᾿ ἀφθαρσίᾳ γὰρ τοῦτον ἐποίησε»–, διὰ δὲ τῆς ἑαυτοῦ κοινωνίας ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄφθαρτον. Ἐπειδὴ δὲ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν καὶ ἐν κακίᾳ γενόμενοι τῆς θείας κοινωνίας ἐγυμνώθημεν –«τίς γὰρ μετουσία πρὸς σκότος φωτί;»– καὶ ἔξω τῆς ζωῆς γενόμενοι τῇ τοῦ θανάτου φθορᾷ ὑπεπέσαμεν, καί ἐπειδὴ μετέδωκε τοῦ κρείττονος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει τοῦ χείρονος, τῆς ἡμετέρας λέγω φύσεως, ἵνα δι᾿ ἑαυτοῦ ἐν ἑαυτῷ ἀνακαινίσῃ μὲν τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν, διδάξῃ δὲ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν καὶ ταύτην δι᾿ ἑαυτοῦ ποιήσῃ ἡμῖν εὐεπίβατον καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως καὶ τὸ ἀχρειωθὲν καὶ συντριβὲν σκεῦος ἀνακαινίσῃ, ἵνα τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται πρὸς θεογνωσίαν ἡμᾶς καλέσας καὶ νευρώσῃ καὶ παιδεύσῃ δι᾿ ὑπομονῆς καὶ ταπεινώσεως καταπαλαίειν τὸν τύραννον. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ἡ ἄκτιστος θεότης λατρεύεται, εἷς Θεὸς ἀληθής, δημιουργὸς τῶν ἁπάντων καὶ Κύριος· ἀρεταὶ πολιτεύονται, ἀναστάσεως ἐλπὶς διὰ τῆς Χριστοῦ δεδώρηται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες, καὶ τό γε θαυμαστόν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ καὶ παθῶν καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ᾿ ὀλίγοι πτωχοί, ἀγράμματοι, διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες τῶν σοφῶν καὶ δυνατῶν κατεκράτησαν· εἵπετο γὰρ αὐτοῖς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ θάνατος ὁ πάλαι φοβερώτατος ἥττηται, καὶ τῆς ζωῆς νῦν ὁ παλαιστύγητος καὶ μισητὸς προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς Φαραὼ δουλείας θάλασσαν διαστήσας διέσωσε, πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου, τῆς ἁμαρτίας, ἐρρύσατο, οὐ βίᾳ ἄγων πρὸς ἀρετήν, οὐ γῇ καταχωννὺς καὶ πυρὶ φλέγων καὶ λιθοβολεῖσθαι προστάττων τοὺς ἁμαρτάνοντας, ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ, πείθων τοὺς ἀνθρώπους αἱρεῖσθαι τὴν ἀρετὴν καὶ τοῖς ὑπὲρ ταύτης ἐναμιλλᾶσθαι πόνοις καὶ ἐνηδύνεσθαι· πάλαι μὲν γὰρ ἁμαρτάνοντες ᾐκίζοντο καὶ ἔτι τῆς ἁμαρτίας ἀντείχοντο, καὶ θεὸς αὐτοῖς ἡ ἁμαρτία λελόγιστο· νῦν δὲ ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς αἰκισμοὺς αἱροῦνται καὶ στρεβλώσεις καὶ θάνατον. Εὖγε, ὦ Χριστέ, Θεοῦ Λόγε καὶ σοφία καὶ δύναμις καὶ Θεὲ παντοκράτορ. Τί σοι τούτων ἁπάντων οἱ ἄποροι ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα, καὶ αἰτεῖς παρ᾿ ἡμῶν οὐδὲν ἢ τὸ σῴζεσθαι, αὐτὸς καὶ τοῦτο διδοὺς καὶ λαμβάνουσι χάριν εἰδὼς δι᾿ ἄφατον ἀγαθότητα· σοὶ χάρις τῷ τὸ εἶναι δεδωκότι καὶ τὸ εὖ εἶναι χαρισαμένῳ, κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγὼν πρὸς τοῦτο διὰ τῆς ἀφάτου συγκαταβάσεως.

ΚΕΦΑΛΑΙΟN 78. Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χριστοῦ κτιστή ἐστιν ἢ ἄκτιστος

Ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγονε σύνθετος ἐκ θεότητος, ἧς ἀεὶ εἶχε, καὶ ἐξ ἧς προσείληφε σαρκός· καὶ φέρει τῶν δύο φύσεων τὰ ἰδιώματα ἐν δυσὶ γνωριζομένη ταῖς φύσεσιν· ὥστε ἡ αὐτὴ μία ὑπόστασις ἄκτιστός τέ ἐστι τῇ θεότητι καὶ κτιστὴ τῇ ἀνθρωπότητι, ὁρατὴ καὶ ἀόρατος· ἐπεὶ ἀναγκαζόμεθα ἢ διαιρεῖν τὸν ἕνα Χριστὸν δύο τὰς ὑποστάσεις λέγοντες, ἢ τὴν τῶν φύσεων ἀρνεῖσθαι διαφορὰν καὶ τροπὴν εἰσάγειν καὶ σύγχυσιν.

ΚΕΦΑΛΑΙΟN 79. Περὶ τοῦ πότε ἐκλήθη Χριστός

Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ Παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ Θεῷ Λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός· τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀτόπημα προΰπαρξιν τῶν ψυχῶν δογματίσαντος. Ἡμεῖς δὲ Χριστὸν γεγενῆσθαί τε καὶ κεκλῆσθαί φαμεν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἀφ᾿ οὗ ἐν τῇ γαστρὶ τῆς Ἁγίας Ἀειπαρθένου ἐσκήνωσε καὶ σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐχρίσθη ἡ σὰρξ τῇ θεότητι· «χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος», ὥς φησιν ὁ θεολόγος Γρηγόριος. Καὶ ὁ ἱερώτατος δὲ τῆς Ἀλεξανδρέων Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον γράφων τάδε φησίν· «Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητι γὰρ καθ᾿ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός». Καὶ πρὸς τὰς βασιλίδας οὕτως· «Τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ καὶ ἰδίᾳ καθ᾿ αὑτὸν νοουμένῳ καὶ ὑπάρχοντι, τῷ ἐκ Θεοῦ Πατρὸς γεννηθέντι Λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτω δεδιδάγμεθα φρονεῖν ἢ λέγειν· ὅτε γὰρ γέγονε σὰρξ ὁ Λόγος, τότε καὶ ὠνομάσθαι λέγομεν αὐτόν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ Ἁγίῳ Πνεύματι παρὰ τοῦ Θεοῦ καὶ Πατρός, ταύτῃ τοι Χριστὸς ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδυάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων». Καὶ Ἀθανάσιος δὲ ὁ παναοίδιμος ἐν τῷ περὶ τῆς σωτηριώδους ἐπιφανείας λόγῳ ὧδέ πῃ λέγει· «Ὁ προϋπάρχων Θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεόν, ἀόρατος καὶ ἀπαθὴς ὤν· ὅτε τε δέ γέγονεν ἄνθρωπος, τὸ Χριστὸς ὄνομα διά τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος». Εἰ δὲ ἡ θεία Γραφή φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως», ἰστέον ὡς πολλάκις ἡ θεία Γραφὴ κέχρηται τῷ παρῳχηκότι χρόνῳ ἀντὶ τοῦ μέλλοντος, ὡς τὸ «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη»· οὔπω γὰρ ὤφθη οὐδὲ συνανεστράφη Θεὸς ἀνθρώποις, ὅτε ταῦτα ἐλέγετο· καὶ τὸ «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν»· οὔπω δὲ ταῦτα ἐγεγόνει.

ΚΕΦΑΛΑΙΟN 80. Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ Ἁγία Θεοτόκος, καί εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο

Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι᾿ ἑνὸς τοῦ ν γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ᾿ ὑποστάσεως, ἤτοι τὸ γεννηθῆναι καὶ τὸ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο ν ἐκφέρεται. Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος, ἤτοι ἄκτιστος, πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητὰ ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν μὲν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ Πατρί –οὐ γὰρ ἐγεννήθη–, τὸ δὲ γεννητὸν ἐν τῷ Υἱῷ –ἐκ Πατρὸς γὰρ ἀιδίως γεγέννηται–, τὸ δὲ ἐκπορευτὸν ἐν τῷ Ἁγίῳ Πνεύματι. Ἑκάστου δὲ εἴδους ζῴων τὰ μὲν πρῶτα ἀγέννητα, ἀλλ᾿ οὐκ ἀγένητα· γεγόνασι μὲν γὰρ ὑπὸ τοῦ Δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν κτιστή ἐστι, γέννησις δὲ ἐπὶ μὲν Θεοῦ ἐκ μόνου Πατρὸς ὁμοουσίου Υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄρρενός τε καὶ θηλείας ὁμοουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ᾿ ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ Ἁγία Θεοτόκος ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ Πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ᾿ ἐσχάτων δὲ ἐν χρόνῳ ἐξ αὐτῆς σαρκωθεῖσαν καὶ σαρκὶ τικτομένην. Εἰ δὲ οἱ ἐρωτῶντες αἰνίττοιντο, ὅτι ὁ γεννηθεὶς ἐκ τῆς Ἁγίας Θεοτόκου δύο φύσεις ἐστί, φαμέν· ναί, δύο φύσεις ἐστί· «Θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος». Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως, ἀναστάσεώς τε καὶ ἀναλήψεως· οὐ φύσεως γάρ ταῦτά ἐστιν, ἀλλ᾿ ὑποστάσεως. Ἔπαθεν οὖν ὁ Χριστὸς ὁ ἐν δύο φύσεσιν ὢν τῇ παθητῇ φύσει ἐσταυρώθη τε· σαρκὶ γὰρ ἐπὶ σταυροῦ ἐκρέματο καὶ οὐ θεότητι. Ἐπεὶ ἂν εἴπωσιν ἡμῖν ἐρωτῶσιν· Δύο φύσεις ἀπέθανον; Οὐχί, ἐροῦμεν. Οὐκοῦν οὐδὲ δύο φύσεις ἐσταυρώθησαν, ἀλλ᾿ ἐγεννήθη ὁ Χριστὸς, ἤτοι ὁ Θεὸς Λόγος ἐνανθρωπήσας, ἐγεννήθη σαρκί, ἐσταυρώθη σαρκί, ἔπαθε σαρκί, ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος.

ΚΕΦΑΛΑΙΟN 81. Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ

Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς, εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἂν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον ὡς κτίσμα ὑπάρχοντα. Ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἀμφότερα τηρῆσαι ἐπ᾿ αὐτοῦ. «Πρωτότοκον» μὲν αὐτόν φαμεν «πάσης κτίσεως», ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ, ἀλλ᾿ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς μόνος ἀχρόνως γεγεννημένος εἰκότως Υἱὸς μονογενὴς πρωτότοκος καὶ οὐ πρωτόκτιστος λεχθήσεται· ἡ γὰρ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. «Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς»· μονογενὴς γὰρ ὢν καὶ ἐκ μητρὸς, ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν καὶ ἄνθρωπος γέγονε. Γεγόναμεν δὲ καὶ ἡμεῖς δι᾿ αὐτοῦ υἱοὶ Θεοῦ υἱοθετηθέντες διὰ τοῦ βαπτίσματος· αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γενομένοις καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. Ὅθεν ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.» Οὐκ εἶπε· «Πατέρα ἡμῶν», ἀλλὰ «πατέρα μου», φύσει δῆλον, καὶ «Πατέρα ὑμῶν» χάριτι, καὶ «Θεόν μου καὶ Θεὸν ὑμῶν». Καὶ οὐκ εἶπε «Θεὸν ἡμῶν», ἀλλὰ «Θεόν μου», –ἂν διέλῃς λεπταῖς ταῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου–, καὶ «Θεὸν ὑμῶν» ὡς δημιουργὸν καὶ Κύριον.

Πρὸς τοὺς ἐρωτῶντας, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον αἱ δύο φύσεις1 Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἥνωνται δὲ αἱ τοῦ κυρίου φύσεις ἀσυγχύτως καθ᾿ ὑπόστασιν καὶ διῄρηνται ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται οὐ γὰρ λέγομεν δύο ὑποστάσεις εἶναι τὰς φύσεις τοῦ Χριστοῦ ἢ δύο κατὰ τὴν ὑπόστασιν, ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται δύο γάρ εἰσι φύσεις λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς· ἡνωμέναι γὰρ καθ᾿ ὑπόστασιν καὶ ἐν ἀλλήλαις περιχωροῦσαι ἀσυγχύτως ἥνωνται τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ δεξάμεναι, τὴν οἰκείαν ἑκάστῃ φυσικὴν διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν διασῴζουσα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστόν, καὶ τὸ ἄκτιστον ἄκτιστον. Τῷ τρόπῳ τοίνυν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Ἀδύνατον γὰρ τὰ κατὰ μηδὲν διαφέροντα ἀριθμεῖσθαι· καθὸ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται, οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθὸ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐδὲ εἰσὶν οὐδὲ λέγονται, καθ᾿ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ἡ διαφορὰ αἰτία τοῦ ἀριθμοῦ.ῄ

ΚΕΦΑΛΑΙΟN 82. Περὶ πίστεως καὶ βαπτίσματος

Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· τὸ γὰρ βάπτισμα τὸν τοῦ Κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ Κυρίῳ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Ὥσπερ οὖν ἅπαξ ἐτελέσθη ὁ τοῦ Κυρίου θάνατος, οὕτω καὶ ἅπαξ δεῖ βαπτίζεσθαι, βαπτίζεσθαι δὲ κατὰ τὸν τοῦ Κυρίου λόγον «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», διδασκομένους τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα ὁμολογίαν. Ὅσοι τοίνυν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα βαπτισθέντες, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι τῆς θεότητος διδαχθέντες αὖθις ἀναβαπτίζονται, οὗτοι ἀνασταυροῦσι τὸν Χριστόν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας» καὶ τὰ ἑξῆς, «αὖθις ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστὸν καὶ παραδειγματίζοντας». Ὅσοι δὲ μὴ εἰς τὴν Ἁγίαν Τριάδα ἐβαπτίσθησαν, τούτους δεῖ ἀναβαπτίζεσθαι. Εἰ γὰρ καί φησιν ὁ ἀπόστολος, ὅτι «εἰς Χριστὸν» καὶ «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν», οὐχ οὕτω δεῖν γίνεσθαί φησι τὴν ἐπίκλησιν τοῦ βαπτίσματος, ἀλλ᾿ ὅτι τύπος τοῦ θανάτου τοῦ Χριστοῦ ἐστι τὸ βάπτισμα· διὰ γὰρ τῶν τριῶν καταδύσεων τὰς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς σημαίνει τὸ βάπτισμα. Τὸ οὖν εἰς Χριστὸν βαπτισθῆναι δηλοῖ τὸ πιστεύοντας εἰς αὐτὸν βαπτίζεσθαι. Ἀδύνατον δὲ εἰς Χριστὸν πιστεῦσαι μὴ διδαχθέντας τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα ὁμολογίαν. Χριστὸς γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὃν ἔχρισεν ὁ Πατὴρ τῷ Ἁγίῳ Πνεύματι, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυρίου· «Πνεῦμα Ἅγιον ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με». Τὴν μέντοι ἐπίκλησιν τοὺς οἰκείους μαθητὰς ὁ Κύριος διδάσκων ἔλεγε· «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος». Ἐπειδὴ γὰρ ἐπ᾿ ἀφθαρσίᾳ πεποίηκεν ἡμᾶς ὁ Θεός, παραβάντας δὲ τὴν σωτήριον αὐτοῦ ἐντολὴν φθορᾷ θανάτου κατεδίκασεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, συγκαταβὰς τοῖς δούλοις ὡς εὔσπλαγχνος καὶ καθ᾿ ἡμᾶς γενόμενος τῆς φθορᾶς διὰ τοῦ ἰδίου πάθους ἐλυτρώσατο, ἐπήγασεν ἡμῖν ἐκ τῆς ἁγίας καὶ ἀχράντου αὐτοῦ πλευρᾶς πηγὴν ἀφέσεως· ὕδωρ μὲν εἰς ἀναγέννησιν καὶ ἔκπλυσιν τῆς τε ἁμαρτίας καὶ τῆς φθορᾶς, αἷμα δὲ ποτὸν ζωῆς ἀιδίου πρόξενον. Ἐντολάς δέ ἡμῖν δέδωκε δι᾿ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος δι᾿ ἐντεύξεως καὶ ἐπικλήσεως τῷ ὕδατι ἐπιφοιτῶντος τοῦ Ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλῆν ἡμῖν ἔδωκε καὶ τὴν κάθαρσιν, δι᾿ ὕδατός τε καὶ Πνεύματος· τοῦ μὲν Πνεύματος τὸ «κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν» ἐν ἡμῖν ἀνακαινίζοντος, τοῦ δὲ ὕδατος διὰ τῆς τοῦ Πνεύματος χάριτος καθαίροντος τὸ σῶμα τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς ἀπαλλάττοντος, καὶ τὴν μὲν τοῦ θανάτου εἰκόνα ἐκπληροῦντος τοῦ ὕδατος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ Πνεύματος. Ἀπ᾿ ἀρχῆς γὰρ «Πνεῦμα Θεοῦ τοῖς ὕδασιν ἐπεφέρετο». Καὶ ἄνωθεν ἡ Γραφὴ μαρτυρεῖ τῷ ὕδατι, ὡς ἔστι καθαρτήριον. Ἐπὶ Νῶε δι᾿ ὕδατος ὁ Θεὸς τὴν κοσμικὴν ἁμαρτίαν κατέκλυσε. Δι᾿ ὕδατος πᾶς ἀκάθαρτος κατὰ τὸν νόμον καθαίρεται, καὶ αὐτῶν τῶν ἱματίων πλυνομένων τῷ ὕδατι. Ἔδειξεν Ἡλίας τὴν χάριν τοῦ Πνεύματος συμμεμιγμένην τῷ ὕδατι, ὕδατι φλέξας τὴν ὁλοκαύτωσιν. Καὶ σχεδὸν ἅπαντα κατὰ τὸν νόμον ὕδατι καθαρίζονται –τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσίν–, ἡ μέντοι ἀναγέννησις κατὰ ψυχὴν γίνεται· πίστις γὰρ υἱοθετεῖν οἶδε καίτοι ὄντας κτίσματα διὰ τοῦ Πνεύματος καὶ εἰς τὴν ἀρχαίαν ἀνάγειν μακαριότητα. Ἡ μὲν οὖν τῶν ἁμαρτιῶν ἄφεσις πᾶσιν ὁμοίως διὰ τοῦ βαπτίσματος δίδοται, ἡ δὲ χάρις τοῦ Πνεύματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς προκαθάρσεως. Νῦν μὲν οὖν διὰ τοῦ βαπτίσματος τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος λαμβάνομεν, καὶ ἀρχὴ ἑτέρου βίου γίνεται ἡμῖν ἡ παλιγγενεσία καὶ σφραγὶς καὶ φυλακτήριον καὶ φωτισμός. Χρὴ δὲ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων, ἵνα μὴ πάλιν ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψαντες δούλους πάλιν ἑαυτοὺς τῆς ἁμαρτίας ποιήσωμεν. «Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν», ὁμοίως καὶ ἔργα χωρὶς πίστεως· ἡ γὰρ ἀληθὴς πίστις διὰ τῶν ἔργων δοκιμάζεται. Βαπτιζόμεθα δὲ εἰς τὴν Ἁγίαν Τριάδα, ὅτι αὐτὰ τὰ βαπτιζόμενα χρῄζει τῆς Ἁγίας Τριάδος εἰς τὴν αὐτῶν σύστασίν τε καὶ διαμονήν, καὶ ἀδύνατον μὴ συμπαρεῖναι ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις· ἀχώριστος γὰρ ἡ Ἁγία Τριάς. Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας. Δεύτερον τὸ διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης· σύμβολον γὰρ ἡ μὲν νεφέλη τοῦ Πνεύματος, ἡ θάλασσα δὲ τοῦ ὕδατος. Τρίτον τὸ νομικόν· πᾶς γὰρ ἀκάθαρτος ἀπελούετο ὕδατι, ἔπλυνέ τε τὰ ἱμάτια καὶ οὕτως εἰσῄει εἰς τὴν παρεμβολήν. Τέταρτον τὸ Ἰωάννου εἰσαγωγικὸν ὑπάρχον καὶ εἰς μετάνοιαν ἄγον τοὺς βαπτιζομένους, ἵνα εἰς Χριστὸν πιστεύσωσιν· «ἐγὼ γὰρ ὑμᾶς», φησί, «βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί». Προκαθαίρει οὖν ὁ Ἰωάννης ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος. Πέμπτον τὸ τοῦ Κυρίου βάπτισμα, ὃ αὐτὸς ἐβαπτίσατο. Βαπτίζεται δὲ οὐχ ὡς αὐτὸς χρῄζων καθάρσεως, ἀλλὰ τὴν ἐμὴν οἰκειούμενος κάθαρσιν, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἵνα κλύσῃ τὴν ἁμαρτίαν καὶ πάντα τὸν παλαιὸν Ἀδὰμ ἐνθάψῃ τῷ ὕδατι, ἵνα ἁγιάσῃ τὸν βαπτιστήν, ἵνα πληρώσῃ τὸν νόμον, ἵνα τὸ τῆς Τριάδος ἀποκαλύψῃ μυστήριον, ἵνα τύπος καὶ ὑπογραμμὸς ἡμῖν πρὸς τὸ βαπτίζεσθαι γένηται. Βαπτιζόμεθα δὲ ἡμεῖς τὸ τέλειον τοῦ Κυρίου βάπτισμα, τὸ δι᾿ ὕδατός τε καὶ Πνεύματος. Πυρὶ δὲ λέγεται βαπτίζειν Χριστός· ἐν εἴδει γὰρ πυρίνων γλωσσῶν ἐπὶ τοὺς ἁγίους ἀποστόλους τὴν τοῦ Πνεύματος χάριν ἐξέχεεν, ὥς φησιν αὐτὸς ὁ Κύριος· «Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ καὶ πυρὶ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας», ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικὸν βάπτισμα. Ἕκτον τὸ διὰ μετανοίας καὶ δακρύων ὄντως ἐπίπονον. Ἕβδομον τὸ δι᾿ αἵματος καὶ μαρτυρίου, ὃ καὶ αὐτὸς Χριστὸς ὑπὲρ ἡμῶν ἐβαπτίσατο ὡς λίαν αἰδέσιμον καὶ μακάριον, ὅσον δευτέροις οὐ μολύνεται ῥύποις. Ὄγδοον τὸ τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν –οὐκ ἔτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται–, κολάζον δὲ ἀτελεύτητα. Σωματικῷ δέ εἴδει, ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κύριον τὴν ἀπαρχὴν τοῦ ἡμετέρου ὑποδεικνύον βαπτίσματος καὶ τιμῶν τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο, ἤγουν τὸ σῶμα, τῇ θεώσει Θεὸς καὶ ἅμα που ἄνωθεν εἴθισται περιστερὰ λύσιν κατακλυσμοῦ εὐαγγελίζεσθαι. Ἐπὶ δὲ τοὺς ἁγίους ἀποστόλους πυροειδῶς κάτεισι· Θεὸς γάρ ἐστιν, «ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί». Τὸ ἔλαιον ἐν τῷ βαπτίσματι παραλαμβάνεται μηνύον τὴν χρίσιν καὶ χριστοὺς ἡμᾶς ἐργαζόμενον καὶ τὸν τοῦ Θεοῦ ἡμῖν ἐπαγγελλόμενον διὰ τοῦ Ἁγίου Πνεύματος ἔλεον, ἐπεὶ καὶ κάρφος ἐλαίας τοῖς ἐκ τοῦ κατακλυσμοῦ περισωθεῖσιν ἡ περιστερὰ κεκόμικεν. Ἐβαπτίσθη Ἰωάννης τὴν χεῖρα ἐπιθεὶς ἐπὶ τὴν θείαν τοῦ Δεσπότου κορυφὴν καὶ τῷ ἰδίῳ αἵματι. Οὐ χρὴ ὑπερτίθεσθαι τὸ βάπτισμα, ὅτε δι᾿ ἔργων ἡ πίστις τῶν προσιόντων μαρτυρηθῇ. Ὁ ἐν δόλῳ προσιὼν τῷ βαπτίσματι κατακριθήσεται μᾶλλον ἢ ὠφεληθήσεται.

ΚΕΦΑΛΑΙΟN 83. Περὶ πίστεως

Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων Γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσι τοῖς νομοθετηθεῖσιν ὑπὸ Χριστοῦ, ἔργῳ πιστεύουσα, εὐσεβοῦσα καὶ τὰς ἐντολὰς πράττουσα τοῦ ἀνακαινίσαντος ἡμᾶς. Ὁ γὰρ μὴ κατὰ τὴν παράδοσιν τῆς καθολικῆς Ἐκκλησίας πιστεύων ἢ κοινωνῶν διὰ τῶν ἀτόπων ἔργων τῷ Διαβόλῳ ἄπιστός ἐστιν. «Ἔστι δὲ» πάλιν «πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» ἢ ἀδίστακτος καὶ ἀδιάκριτος ἐλπὶς τῶν τε ὑπὸ Θεοῦ ἡμῖν ἐπηγγελμένων καὶ τῆς τῶν αἰτήσεων ἡμῶν ἐπιτυχίας. Ἡ μὲν οὖν πρώτη τῆς ἡμετέρας γνώμης ἐστίν, ἡ δὲ δευτέρα τῶν χαρισμάτων τοῦ Πνεύματος. Ἰστέον, ὅτι διὰ τοῦ βαπτίσματος περιτεμνόμεθα ἅπαν τὸ ἀπὸ γενέσεως κάλυμμα, ἤτοι τὴν ἁμαρτίαν καὶ Ἰσραηλῖται πνευματικοὶ καὶ Θεοῦ λαὸς χρηματίζομεν.

ΚΕΦΑΛΑΙΟN 84. Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως

«Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος». Μωρία γάρ ἐστι τοῖς μὴ πίστει δεχομένοις καὶ τὸ ἀγαθὸν καὶ παντοδύναμον τοῦ Θεοῦ λογιζομένοις, ἀλλ᾿ ἀνθρωπίνοις καὶ φυσικοῖς λογισμοῖς ἐρευνῶσι τὰ θεῖα· πάντα γὰρ τὰ τοῦ Θεοῦ ὑπὲρ φύσιν εἰσὶ καὶ λόγον καὶ ἔννοιαν. Εἰ γάρ τις λογίσηται, ὅπως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τίνος τε ἕνεκεν παρήγαγεν ὁ Θεὸς τὰ πάντα, καὶ φυσικοῖς λογισμοῖς φθάσαι βουληθῇ, οὐ καταλαμβάνει· ψυχικὴ γάρ ἐστιν ἡ γνῶσις αὕτη καὶ δαιμονιώδης. Εἰ δέ τις πίστει χειραγωγούμενος ἀγαθὸν καὶ παντοδύναμον καὶ ἀληθὲς καὶ σοφὸν καὶ δίκαιον τὸ θεῖον λογίσηται, εὑρήσει πάντα λεῖα καὶ ὁμαλὰ καὶ ὁδὸν εὐθεῖαν. Ἐκτὸς γὰρ πίστεως ἀδύνατον σωθῆναι· πίστει γὰρ πάντα, τά τε ἀνθρώπινα τά τε πνευματικά, συνίστανται. Οὔτε γὰρ γεωργὸς ἐκτὸς πίστεως τέμνει γῆς αὔλακα, οὐκ ἔμπορος μικρῷ ξύλῳ τὴν ἑαυτοῦ ψυχὴν τῷ μαινομένῳ τῆς θαλάσσης πελάγει παραδίδωσιν, οὐ γάμοι συνίστανται, οὐκ ἄλλο τι τῶν ἐν τῷ βίῳ. Πίστει νοοῦμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα τῇ τοῦ Θεοῦ δυνάμει παρῆχθαι· πάντα, τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, πίστει κατορθοῦμεν. Πίστις δέ ἐστιν ἀπολυπραγμόνητος συγκατάθεσις. Πᾶσα μὲν οὖν πρᾶξις καὶ θαυματουργία Χριστοῦ μεγίστη καὶ θεία καὶ θαυμαστή, ἀλλὰ πάντων ἐστὶ θαυμαστότερον ὁ τίμιος αὐτοῦ σταυρός. Δι᾿ οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται, ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἀνάστασις δεδώρηται, δύναμις ἡμῖν τοῦ καταφρονεῖν τῶν παρόντων καὶ αὐτοῦ τοῦ θανάτου δέδοται, ἡ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται, πύλαι παραδείσου ἠνοίγησαν, ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ Θεοῦ κεκάθικε, τέκνα Θεοῦ καὶ κληρονόμοι γεγόναμεν, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ σταυροῦ γὰρ ταῦτα πάντα κατώρθωται. » Ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν», φησὶν ὁ ἀπόστολος, «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν». Ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα. Χριστὸς δέ ἐστι «Θεοῦ δύναμις καὶ σοφία». Ἰδοὺ ὁ θάνατος τοῦ Χριστοῦ, ἤτοι ὁ σταυρὸς τὴν ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἡμᾶς περιέβαλε. Δύναμις δὲ Θεοῦ ἐστιν ὁ λόγος ὁ τοῦ σταυροῦ, ἢ ὅτι τὸ δυνατὸν τοῦ Θεοῦ, ἤτοι ἡ κατὰ τοῦ θανάτου νίκη δι᾿ αὐτοῦ ἡμῖν πεφανέρωται, ἢ ὅτι, ὥσπερ τὰ τέσσαρα ἄκρα τοῦ σταυροῦ διὰ τοῦ μέσου κέντρου κρατοῦνται καὶ συσφίγγονται, οὕτω διὰ τῆς τοῦ Θεοῦ δυνάμεως τό τε ὕψος καὶ τὸ βάθος, μῆκός τε καὶ πλάτος, ἤτοι πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις συνέχεται. Οὗτος ἡμῖν σημεῖον δέδοται ἐπὶ τοῦ μετώπου, ὃν τρόπον τῷ Ἰσραὴλ ἡ περιτομή· δι᾿ αὐτοῦ γὰρ οἱ πιστοὶ τῶν ἀπίστων ἀποδιιστάμεθά τε καὶ γνωριζόμεθα. Οὗτος θυρεὸς καὶ ὅπλον καὶ τρόπαιον κατὰ τοῦ Διαβόλου. Οὗτος σφραγίς, ἵνα μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρεύων, ὥς φησιν ἡ Γραφή. Οὗτος τῶν κειμένων ἀνάστασις, τῶν ἑστώτων στήριγμα, ἀσθενῶν βακτηρία, ποιμαινομένων ῥάβδος, ἐπιστρεφόντων χειραγωγία, προκοπτόντων τελείωσις, ψυχῆς σωτηρία καὶ σώματος, πάντων τῶν κακῶν ἀποτρόπαιον, πάντων ἀγαθῶν πρόξενος, ἁμαρτίας ἀναίρεσις, φυτὸν ἀναστάσεως, ξύλον ζωῆς αἰωνίου. Αὐτὸ μὲν οὖν τὸ τίμιον ξύλον ὡς ἀληθῶς καὶ σεβάσμιον, ἐν ᾧ ἑαυτὸν εἰς θυσίαν ὑπὲρ ἡμῶν Χριστὸς προσενήνοχεν, ὡς ἁγιασθὲν τῇ ἁφῇ τοῦ ἁγίου σώματος καὶ αἵματος εἰκότως προσκυνητέον, τοὺς ἥλους, τὴν λόγχην, τὰ ἐνδύματα καὶ τὰ ἱερὰ αὐτοῦ σκηνώματα, ἅτινά εἰσιν ἡ φάτνη, τὸ σπήλαιον, ὁ Γολγοθᾶς ὁ σωτήριος, ὁ ζωοποιὸς τάφος, ἡ Σιὼν τῶν ἐκκλησιῶν ἡ ἀκρόπολις, καὶ τὰ ὅμοια· ὥς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». Ὅτι δὲ τὸν σταυρὸν λέγει, δηλοῖ τὸ ἑπόμενον· «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου»· ἕπεται γὰρ τῷ σταυρῷ ἡ ἀνάστασις. Εἰ γὰρ τῶν ἐρωμένων ποθητὸν οἶκος καὶ κλίνη καὶ περιβόλαιον, πόσῳ μᾶλλον τὰ τοῦ Θεοῦ καὶ Σωτῆρος, δι᾿ ὧν καὶ σεσῴσμεθα; Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου καί ζωοποιοῦ σταυροῦ, εἰ καὶ ἐξ ἑτέρας ὕλης γένηται, οὐ τὴν ὕλην τιμῶντες –μὴ γένοιτο, ἀλλὰ τὸν τύπον ὡς Χριστοῦ σύμβολον. Ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος· «Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ», τὸν σταυρὸν λέγων. Διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος· «Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον;»· καὶ ὁ ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον». Πολλοὶ μὲν γὰρ Χριστοὶ καὶ Ἰησοῖ, ἀλλ᾿ εἷς ὁ ἐσταυρωμένος. Οὐκ εἶπε λελογχευμένον, ἀλλ᾿ «ἐσταυρωμένον». Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Χριστοῦ. Ἔνθα γὰρ ἂν ᾖ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται. Τὴν δὲ ὕλην, ἐξ ἧς ὁ τύπος τοῦ σταυροῦ συνίσταται, εἰ καὶ χρυσὸς ἢ λίθοι εἶεν τίμιοι, μετὰ τὴν τοῦ τύπου, εἰ τύχοι, διάλυσιν οὐ προσκυνητέον. Πάντα τοίνυν τὰ Θεῷ ἀνακείμενα προσκυνοῦμεν αὐτῷ τὸ σέβας προσάγοντες. Τοῦτον τὸν τίμιον σταυρὸν προετύπωσε τὸ ξύλον τῆς ζωῆς τὸ ἐν παραδείσῳ ὑπὸ Θεοῦ πεφυτευμένον· ἐπεὶ γὰρ διὰ ξύλου ὁ θάνατος, ἔδει διὰ ξύλου δωρηθῆναι τὴν ζωὴν καὶ τὴν ἀνάστασιν· Ἰακὼβ πρῶτος προσκυνήσας τὸ ἄκρον τῆς ῥάβδου Ἰωσήφ τόν σταυρόν εἰκόνισε καί ἐνηλλαγμέναις ταῖς χερσὶ τοὺς υἱοὺς Ἰωσὴφ εὐλογήσας, καὶ τὸ σημεῖον τοῦ σταυροῦ διέγραψε σαφέστατα ῥάβδος Μωσαϊκὴ σταυροτύπως τὴν θάλασσαν πλήξασα καὶ σώσασα μὲν τὸν Ἰσραήλ, Φαραὼ δὲ βυθίσασα, χεῖρες σταυροειδῶς ἐκτεινόμεναι καὶ τὸν Ἀμαλὴκ τροπούμεναι, ξύλῳ τὸ πικρὸν ὕδωρ γλυκαινόμενον καὶ πέτρα ῥηγνυμένη καὶ προχέουσα νάματα, ῥάβδος τῷ Ἀαρὼν τὸ τῆς ἱεραρχίας ἀξίωμα χρηματίζουσα, ὄφις ἐπὶ ξύλου θριαμβευόμενος ὡς νενέκρωται τοῦ ξύλου τοὺς νεκρὸν ὁρῶντας τὸν ἐχθρὸν διασῴζοντος τοὺς πιστεύοντας, ὡς Χριστὸς ἐν σαρκὶ ἁμαρτίας ἁμαρτίαν οὐκ εἰδυίᾳ προσήλωται. Μωσῆς ὁ μέγας· «Ὄψεσθε», βοῶν, «τὴν ζωὴν ὑμῶν ἐπὶ ξύλου κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν», Ἡσαΐας· «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Οἱ τοῦτο προσκυνοῦντες τῆς μερίδος τύχοιμεν Χριστοῦ τοῦ ἐσταυρωμένου. Ἀμήν.

ΚΕΦΑΛΑΙΟN 85. Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς

Οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχε, κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ᾿ ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου, ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν προσκύνησιν τῷ Δημιουργῷ προσάγομεν, ὥσπερ καὶ τῷ νῷ ψάλλομεν καὶ τοῖς σωματικοῖς χείλεσι, καὶ βαπτιζόμεθα ὕδατί τε καὶ Πνεύματι, καὶ διπλῶς τῷ Κυρίῳ ἑνούμεθα τῶν μυστηρίων μετέχοντες καὶ τῆς τοῦ Πνεύματος χάριτος. Ἐπεὶ τοίνυν «ὁ Θεὸς φῶς ἐστι» νοητόν, καὶ «ἥλιος δικαιοσύνης» καὶ «ἀνατολὴ» ἐν ταῖς Γραφαῖς ὠνόμασται ὁ Χριστός, ἀναθετέον αὐτῷ τὴν ἀνατολὴν εἰς προσκύνησιν· πᾶν γὰρ καλὸν τῷ Θεῷ ἀναθετέον, ἐξ οὗ πᾶν ἀγαθὸν ἀγαθύνεται. Φησὶ δὲ καὶ ὁ θεῖος Δαυίδ· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς». Ἔτι δέ φησιν ἡ Γραφή· «Ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, ἔνθα τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ἔθετο», ὃν παραβάντα ἐξώρισεν τοῦ παραδείσου «ἀπέναντί τε τοῦ παραδείσου τῆς τρυφῆς» κατῴκισεν, ἐκ δυσμῶν δηλαδή. Τὴν οὖν ἀρχαίαν πατρίδα ἐπιζητοῦντες καὶ πρὸς αὐτὴν ἀτενίζοντες τῷ Θεῷ προσκυνοῦμεν. Καὶ ἡ σκηνὴ δὲ ἡ Μωσαϊκὴ κατὰ ἀνατολὰς εἶχε τὸ καταπέτασμα καὶ τὸ ἱλαστήριον. Καὶ ἡ φυλὴ τοῦ Ἰούδα ὡς τιμιωτέρα, ἐξ ἀνατολῶν παρενέβαλε. Καὶ ἐν τῷ περιωνύμῳ δὲ τοῦ Σολομῶντος ναῷ ἡ τοῦ Κυρίου πύλη κατὰ ἀνατολὰς διέκειτο. Ἀλλὰ μὴν καὶ ὁ Κύριος σταυρούμενος ἐπὶ δυσμὰς ἑώρα, καὶ οὕτω προσκυνοῦμεν πρὸς αὐτὸν ἀτενίζοντες. Καὶ ἀναλαμβανόμενος πρὸς ἀνατολὰς ἀνεφέρετο, καὶ οὕτως αὐτῷ οἱ ἀπόστολοι προσεκύνησαν, καὶ οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, ὡς αὐτὸς ὁ Κύριος ἔφησεν· «Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φθάνει ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου». Αὐτὸν οὖν ἐκδεχόμενοι ἐπὶ ἀνατολὰς προσκυνοῦμεν. Ἄγραφος δέ ἐστιν ἡ παράδοσις αὕτη τῶν ἀποστόλων· πολλὰ γὰρ ἀγράφως ἡμῖν παρέδωκαν.

ΚΕΦΑΛΑΙΟN 86. Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ Κυρίου μυστηρίων

Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος Θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθόν, ἤτοι τὴν ἑαυτοῦ φύσιν ὑπὸ μηδενὸς μετεχόμενον. Τούτου χάριν ἐποίησε πρῶτον μὲν τὰς νοερὰς καὶ οὐρανίους δυνάμεις, εἶτα τὸν ὁρατὸν καὶ αἰσθητὸν κόσμον, εἶτα ἐκ νοεροῦ καὶ αἰσθητοῦ τὸν ἄνθρωπον. Πάντα μὲν οὖν τὰ ὑπ᾿ αὐτοῦ γενόμενα κοινωνοῦσι τῆς αὐτοῦ ἀγαθότητος κατὰ τὸ εἶναι· αὐτὸς γάρ ἐστι τοῖς πᾶσι τὸ εἶναι, ἐπειδὴ «ἐν αὐτῷ εἰσι τὰ ὄντα», οὐ μόνον ὅτι αὐτὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παρήγαγεν, ἀλλ᾿ ὅτι ἡ αὐτοῦ ἐνέργεια τὰ ὑπ᾿ αὐτοῦ γενόμενα συντηρεῖ καὶ συνέχει· ἐκ περισσοῦ δὲ τὰ ζῷα· κατά τε γὰρ τὸ εἶναι καὶ κατὰ τὸ ζωῆς μετέχειν κοινωνοῦσι τοῦ ἀγαθοῦ. Τὰ δὲ λογικὰ καὶ κατὰ τὰ προειρημένα μέν, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ λογικόν, καὶ ταῦτα μᾶλλον· οἰκειότερα γάρ πώς εἰσι πρὸς αὐτόν, εἰ καὶ πάντων οὗτος ὑπέρκειται ἀσυγκρίτως. Ὁ μέντοι ἄνθρωπος λογικὸς καὶ αὐτεξούσιος γενόμενος, ἐξουσίαν εἴληφεν ἀδιαλείπτως διὰ τῆς οἰκείας προαιρέσεως ἑνοῦσθαι τῷ Θεῷ, εἴ γε διαμένει ἐν τῷ ἀγαθῷ, τουτέστι τῇ τοῦ κτίσαντος ὑπακοῇ. Ἐπειδὴ τοίνυν ἐν παραβάσει τῆς τοῦ πεποιηκότος αὐτὸν ἐντολῆς γέγονε καὶ θανάτῳ καὶ φθορᾷ ὑποπέπτωκεν, ὁ Ποιητὴς καὶ Δημιουργὸς τοῦ γένους ἡμῶν διὰ σπλάγχνα ἐλέους αὐτοῦ ὡμοιώθη ἡμῖν κατὰ πάντα γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας καὶ ἡνώθη τῇ ἡμετέρᾳ φύσει. Ἐπειδὴ γὰρ μετέδωκεν ἡμῖν τῆς ἰδίας εἰκόνος καὶ τοῦ ἰδίου πνεύματος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει αὐτὸς τῆς πτωχῆς καὶ ἀσθενοῦς ἡμῶν φύσεως, ἵνα ἡμᾶς καθάρῃ καὶ ἀφθαρτίσῃ καὶ μετόχους πάλιν τῆς αὑτοῦ καταστήσῃ θεότητος. Ἔδει δὲ μὴ μόνον τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἐν μετοχῇ γενέσθαι τοῦ κρείττονος, ἀλλὰ καὶ πάντα τὸν βουλόμενον ἄνθρωπον καὶ δευτέραν γέννησιν γεννηθῆναι καὶ τραφῆναι τροφὴν ξένην καὶ τῇ γεννήσει πρόσφορον καὶ οὕτω φθάσαι τὸ μέτρον τῆς τελειότητος. Διὰ μὲν τῆς αὑτοῦ γεννήσεως, ἤτοι σαρκώσεως καὶ τοῦ βαπτίσματος καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἠλευθέρωσε τὴν φύσιν τῆς ἁμαρτίας τοῦ προπάτορος, τοῦ θανάτου, τῆς φθορᾶς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ γέγονε καὶ ὁδὸν καὶ τύπον ἑαυτὸν καὶ ὑπογραμμὸν τέθεικεν, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσαντες ἴχνεσι γενώμεθα θέσει, ὅπερ αὐτός ἐστι φύσει, υἱοὶ καὶ κληρονόμοι Θεοῦ καὶ αὐτοῦ συγκληρονόμοι. Ἔδωκεν οὖν ἡμῖν, ὡς ἔφην, γέννησιν δευτέραν, ἵνα ὥσπερ γεννηθέντες ἐκ τοῦ Ἀδὰμ ὡμοιώθημεν αὐτῷ, κληρονομήσαντες τὴν κατάραν καὶ τὴν φθοράν, οὕτω καὶ ἐξ αὐτοῦ γεννηθέντες, ὁμοιωθῶμεν αὐτῷ καὶ κληρονομήσωμεν τήν τε ἀφθαρσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν δόξαν αὐτοῦ. Ἐπειδὴ δὲ πνευματικός ἐστιν οὗτος ὁ Ἀδάμ, ἔδει καὶ τὴν γέννησιν πνευματικὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν· ἀλλ᾿ ἐπειδὴ διπλοῖ τινές ἐσμεν καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλῆν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν σύνθετον. Ἡ μὲν οὖν γέννησις ἡμῖν δι᾿ ὕδατος καὶ Πνεύματος δέδοται, φημὶ δὴ τοῦ ἁγίου βαπτίσματος, ἡ δὲ βρῶσις αὐτὸς ὁ ἄρτος τῆς ζωῆς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μέλλων γὰρ τὸν ἑκούσιον ὑπὲρ ἡμῶν καταδέχεσθαι θάνατον ἐν τῇ νυκτί, ἐν ᾗ ἑαυτὸν παρεδίδου, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ δι᾿ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν. Ἐν τῷ ὑπερῴῳ τοίνυν τῆς ἁγίας καὶ ἐνδόξου Σιὼν τὸ παλαιὸν πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ φαγὼν καὶ πληρώσας τὴν παλαιὰν διαθήκην νίπτει τῶν μαθητῶν τοὺς πόδας, σύμβολον τοῦ ἁγίου βαπτίσματος παρεχόμενος. Εἶτα κλάσας ἄρτον ἐπεδίδου αὐτοῖς λέγων· «Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Ὁμοίως δὲ λαβὼν τὸ ποτήριον ἐξ οἴνου καὶ ὕδατος μετέδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστι τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε καὶ τὴν ἀνάστασιν αὐτοῦ ὁμολογεῖτε, ἕως ἂν ἔλθῃ». Εἰ τοίνυν «ὁ λόγος τοῦ Θεοῦ ζῶν ἐστι καὶ ἐνεργὴς» καὶ «πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν»· εἰ εἶπε· «Γενηθήτω φῶς, καὶ ἐγένετο· γενηθήτω στερέωμα, καὶ ἐγένετο»· εἰ «τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» εἰ οὐρανὸς καὶ ἡ γῆ ὕδωρ τε καὶ πῦρ καὶ ἀὴρ καὶ πᾶς ὁ κόσμος αὐτῶν τῷ λόγῳ Κυρίου συνετελέσθησαν καὶ τοῦτο δὴ τὸ πολυθρύλλητον ζῷον ὁ ἄνθρωπος· εἰ θελήσας αὐτὸς ὁ Θεὸς Λόγος ἐγένετο ἄνθρωπος καὶ τὰ τῆς Ἁγίας Ἀειπαρθένου καθαρὰ καὶ ἀμώμητα αἵματα ἑαυτῷ ἀσπόρως σάρκα ὑπεστήσατο, οὐ δύναται τὸν ἄρτον ἑαυτοῦ σῶμα ποιῆσαι καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ αἷμα; Εἶπεν ἐν ἀρχῇ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου», καὶ μέχρι τοῦ νῦν τοῦ ὑετοῦ γινομένου ἐξάγει τὰ ἴδια βλαστήματα τῷ θείῳ συνελαυνομένη καὶ δυναμουμένη προστάγματι. Εἶπεν ὁ Θεός· «Τοῦτό μού ἐστι τὸ σῶμα», καί· «Τοῦτό μου ἐστι τὸ αἷμα», καί· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν» καὶ τῷ παντοδυνάμῳ αὐτοῦ προστάγματι, ἕως ἂν ἔλθῃ, γίνεται· οὕτω γὰρ εἶπεν· «Ἕως ἂν ἔλθῃ». Καὶ γίνεται ὑετὸς τῇ καινῇ ταύτῃ γεωργίᾳ διὰ τῆς ἐπικλήσεως ἡ τοῦ Ἁγίου Πνεύματος ἐπισκιάζουσα δύναμις· ὥσπερ γὰρ πάντα, ὅσα ἐποίησεν, ὁ Θεὸς τῇ τοῦ Ἁγίου Πνεύματος ἐνεργείᾳ ἐποίησεν, οὕτω καὶ νῦν ἡ τοῦ Πνεύματος ἐνέργεια τὰ ὑπὲρ φύσιν ἐργάζεται, ἃ οὐ δύναται χωρῆσαι, εἰ μὴ μόνη πίστις. «Πῶς ἔσται μοι τοῦτο», φησὶν ἡ ἁγία Παρθένος, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἀποκρίνεται Γαβριὴλ ὁ ἀρχάγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». Καὶ νῦν ἐρωτᾷς· Πῶς ὁ ἄρτος γίνεται σῶμα Χριστοῦ καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ αἷμα Χριστοῦ; Λέγω σοι κἀγώ· Πνεῦμα ἅγιον ἐπιφοιτᾷ καὶ ταῦτα ποιεῖ τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἄρτος δὲ καὶ οἶνος παραλαμβάνεται· οἶδε γὰρ ὁ Θεὸς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὡς τὰ πολλὰ γὰρ τὰ μὴ κατὰ τὴν συνήθειαν τετριμμένα ἀποστρέφεται δυσχεραίνουσα· τῇ οὖν συνήθει συγκαταβάσει κεχρημένος διὰ τῶν συνήθων τῆς φύσεως ποιεῖ τὰ ὑπὲρ φύσιν· καὶ ὥσπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ Πνεύματος καὶ ἐποίησεν αὐτὸ λουτρὸν ἀναγεννήσεως, οὕτως, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ἄρτον ἐσθίειν ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. Σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς ἁγίας Παρθένου σῶμα, οὐχ ὅτι αὐτὸ τὸ σῶμα τὸ ἀναληφθὲν ἐξ οὐρανῶν κατέρχεται, ἀλλ᾿ ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιεῖται εἰς σῶμα καὶ αἷμα Θεοῦ. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι, ὅτι διὰ Πνεύματος Ἁγίου, ὥσπερ καὶ ἐκ τῆς ἁγίας Θεοτόκου διὰ Πνεύματος Ἁγίου ἑαυτῷ καὶ ἐν ἑαυτῷ ὁ Κύριος σάρκα ὑπεστήσατο· καὶ πλέον οὐδὲν γινώσκομεν, ἀλλ᾿ ὅτι ὁ Λόγος τοῦ Θεοῦ ἀληθὴς καὶ ἐνεργής ἐστι καὶ παντοδύναμος, ὁ δὲ τρόπος ἀνεξερεύνητος. Οὐ χεῖρον δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι, ὥσπερ φυσικῶς διὰ τῆς βρώσεως ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς πόσεως εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐ γίνεται ἕτερον σῶμα παρὰ τὸ πρότερον αὐτοῦ σῶμα, οὕτως ὁ τῆς προθέσεως ἄρτος, οἶνός τε καὶ ὕδωρ διὰ τῆς ἐπικλήσεως καὶ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ὑπερφυῶς μεταποιεῖται εἰς τὸ σῶμα τοῦ Χριστοῦ καὶ αἷμα, καὶ οὔκ εἰσι δύο, ἀλλ᾿ ἓν καὶ τὸ αὐτό. Γίνεται τοίνυν τοῖς πίστει ἀξίως μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος, τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν εἰς κόλασιν καὶ τιμωρίαν, καθάπερ καὶ ὁ τοῦ Κυρίου θάνατος τοῖς μὲν πιστεύουσι γέγονε ζωὴ καὶ ἀφθαρσία εἰς ἀπόλαυσιν τῆς αἰωνίου μακαριότητος, τοῖς δὲ ἀπειθοῦσι καὶ τοῖς κυριοκτόνοις εἰς κόλασιν καὶ τιμωρίαν αἰώνιον. Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ –μὴ γένοιτο–, ἀλλ᾿ αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τεθεωμένον, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τοῦτό μού ἐστι» οὐ τύπος τοῦ σώματος ἀλλὰ «τὸ σῶμα», καὶ οὐ τύπος τοῦ αἵματος ἀλλὰ «τὸ αἷμα», καὶ πρὸ τούτου τοῖς Ἰουδαίοις, ὅτι, «εἰ μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, οὐκ ἔχετε ζωὴν αἰώνιον. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις», καὶ πάλιν· «Ὁ τρώγων με ζήσεται». Διὸ μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς καὶ ἀδιστάκτου πίστεως προσέλθωμεν, καὶ πάντως ἔσται ἡμῖν, καθὼς πιστεύομεν, μὴ διστάζοντες. Τιμήσωμεν δὲ αὐτὸ πάσῃ καθαρότητι, ψυχικῇ τε καὶ σωματικῇ· διπλοῦν γάρ ἐστι. Προσέλθωμεν αὐτῷ πόθῳ διακαεῖ καὶ σταυροειδῶς τὰς παλάμας τυπώσαντες τοῦ ἐσταυρωμένου τὸ σῶμα ὑποδεξώμεθα· καὶ ἐπιθέντες ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα τοῦ θείου ἄνθρακος μεταλάβωμεν, ἵνα τὸ πῦρ τοῦ ἐν ἡμῖν πόθου προσλαβὸν τὴν ἐκ τοῦ ἄνθρακος πύρωσιν καταφλέξῃ ἡμῶν τὰς ἁμαρτίας καὶ φωτίσῃ ἡμῶν τὰς καρδίας καὶ τῇ μετουσίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν καὶ θεωθῶμεν. Ἄνθρακα εἶδεν Ἡσαΐας· ἄνθραξ δὲ ξύλον λιτὸν οὐκ ἔστιν, ἀλλ᾿ ἡνωμένον πυρί· οὕτως καὶ ὁ ἄρτος τῆς κοινωνίας οὐκ ἄρτος λιτός ἐστιν, ἀλλ᾿ ἡνωμένος θεότητι· σῶμα δὲ ἡνωμένον θεότητι οὐ μία φύσις ἐστίν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης αὐτῷ θεότητος ἑτέρα· ὥστε τὸ συναμφότερον οὐ μία φύσις, ἀλλὰ δύο. Ἄρτῳ καὶ οἴνῳ ἐδεξιοῦτο Μελχισεδὲκ τὸν Ἀβραὰμ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς ὑποστρέφοντα, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Ἐκείνη ἡ τράπεζα ταύτην τὴν μυστικὴν προεικόνιζε τράπεζαν, ὃν τρόπον ἐκεῖνος ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τύπος ἦν καὶ εἰκόνισμα· «Σὺ» γάρ, φησίν, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Τοῦτον τὸν ἄρτον οἱ ἄρτοι εἰκόνιζον τῆς προθέσεως. Αὕτη γάρ ἐστιν ἡ καθαρὰ θυσία, δηλαδὴ καὶ ἀναίμακτος, ἣν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αὐτῷ προσφέρεσθαι διὰ τοῦ προφήτου ὁ Κύριος ἔφησε. Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν –μὴ γένοιτο–, ἀλλ᾿ εἰς τὴν ἡμῶν οὐσίαν τε καὶ συντήρησιν, βλάβης παντοδαποῦς ἀμυντήριον, ῥύπου παντὸς καθαρτήριον· ἂν μὲν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει, ἵνα μὴ ἐν τῷ μέλλοντι σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καθαίρει γὰρ νόσους καὶ παντοίας ἐπιφοράς, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Καὶ τοῦτό ἐστιν, ὃ λέγει· «Ὥστε ὁ μετέχων τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει». Δι᾿ αὐτοῦ καθαιρόμενοι ἑνούμεθα τῷ σώματι τοῦ Κυρίου καὶ τῷ Πνεύματι αὐτοῦ καὶ γινόμεθα σῶμα Χριστοῦ. Οὗτος ὁ ἄρτος ἐστὶν ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ «ἐπιούσιον» δηλοῖ ἢ τὸν μέλλοντα, τοὐτέστιν τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον. Εἴτε οὖν οὕτως, εἴτε οὕτως, τὸ τοῦ Κυρίου σῶμα προσφυῶς λεχθήσεται· πνεῦμα γὰρ ζωοποιοῦν ἐστιν ἡ σὰρξ τοῦ Κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ Πνεύματος συνελήφθη· «τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι». Τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος. Εἰ δὲ καί τινες «ἀντίτυπα» τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος ἔφη Βασίλειος, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες. Μετάληψις λέγεται· δι᾿ αὐτῆς γὰρ τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία λέγεταί τε καὶ ἔστιν ἀληθῶς διὰ τὸ κοινωνεῖν ἡμᾶς δι᾿ αὐτῆς τῷ Χριστῷ καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ τῆς θεότητος· κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι᾿ αὐτῆς· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες. Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα, μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν, μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν», φησὶν ὁ Κύριος, «μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων», ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης. «Πάντες γάρ ἕν σῶμά ἐσμεν, ὅτι ἐκ τοῦ ἑνός ἄρτου μεταλαμβάνομεν» καθώς φησιν ὁ θεῖος ἀπόστολος. «Ἀντίτυπα» δὲ τῶν μελλόντων λέγονται οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ᾿ ὅτι νῦν μὲν δι᾿ αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας.

ΚΕΦΑΛΑΙΟN 87. Περὶ τῆς γενεαλογίας τοῦ Κυρίου καὶ περὶ τῆς ἁγίας Θεοτόκου

Περὶ τῆς ἁγίας ὑπερυμνήτου Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθῶς Θεοτόκος ἔστι τε καὶ ὀνομάζεται, νῦν τὰ λείποντα προσαναπληρώσωμεν. Αὕτη γὰρ τῇ προαιωνίῳ προγνωστικῇ βουλῇ τοῦ Θεοῦ προορισθεῖσα καὶ διαφόροις εἰκόσι καὶ λόγοις προφητῶν διὰ Πνεύματος Ἁγίου εἰκονισθεῖσά τε καὶ προκηρυχθεῖσα ἐν τῷ προωρισμένῳ καιρῷ ἐκ Δαυιδικῆς ῥίζης ἐβλάστησε διὰ τὰς πρὸς αὐτὸν γενομένας ἐπαγγελίας. «Ὤμοσε γὰρ Κύριος», φησί, «τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός». Καὶ Ἡσαΐας· «Ἐξανατελεῖ ῥάβδος ἐξ Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται». Ὅτι μὲν οὖν ὁ Ἰωσὴφ ἐκ Δαυιδικῆς φυλῆς κατάγεται, Ματθαῖος καὶ Λουκᾶς, οἱ ἱερώτατοι εὐαγγελισταί, διαρρήδην ὑπέδειξαν· ἀλλ᾿ ὁ μὲν Ματθαῖος ἐκ Δαυὶδ διὰ Σολομῶντος κατάγει τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς διὰ Νάθαν. Τῆς δὲ ἁγίας Παρθένου τὴν γέννησιν καὶ ἀμφότεροι παρεσιώπησαν. Χρὴ οὖν εἰδέναι, ὡς οὐκ ἦν ἔθος Ἑβραίοις, οὐδὲ τῇ θείᾳ Γραφῇ γενεαλογεῖσθαι γυναῖκας. Νόμος δὲ ἦν μὴ μνηστεύεσθαι φυλὴν ἐξ ἑτέρας φυλῆς. Ὁ δὲ Ἰωσὴφ ἐκ Δαυιδικοῦ καταγόμενος φύλου, δίκαιος ὑπάρχων (τοῦτο γὰρ αὐτῷ μαρτυρεῖ τὸ θεῖον Εὐαγγέλιον), οὐκ ἂν παρανόμως τὴν ἁγίαν Παρθένον πρὸς μνηστείαν ἠγάγετο, εἰ μὴ ἐκ τοῦ αὐτοῦ σκήπτρου κατήγετο. Δείξας τοίνυν τὸ τοῦ Ἰωσὴφ καταγώγιον ἠρκέσθη. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς νόμος ἦν ἀγόνου ἀνδρὸς τελευτῶντος τὸν τούτου ἀδελφὸν τὴν τοῦ τετελευτηκότος γαμετὴν πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ. Τὸ οὖν τικτόμενον κατὰ φύσιν μὲν τοῦ δευτέρου, ἤτοι τοῦ γεγεννηκότος ἦν, κατὰ δὲ νόμον τοῦ τελευτήσαντος. Ἐκ τῆς σειρᾶς τοίνυν τοῦ Νάθαν τοῦ υἱοῦ Δαυὶδ Λευὶ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα· ὁ Πάνθηρ ἐγέννησε τὸν Βαρπάνθηρα οὕτως ἐπικληθέντα. Οὗτος ὁ Βαρπάνθηρ ἐγέννησε τὸν Ἰωακείμ· Ἰωακεὶμ ἐγέννησε τὴν ἁγίαν Θεοτόκον. Ἐκ δὲ τῆς σειρᾶς Σολομῶντος, τοῦ υἱοῦ Δαυὶδ Ματθὰν ἔσχε γυναῖκα, ἐξ ἧς ἐγέννησε τὸν Ἰακώβ. Τελευτήσαντος δὲ τοῦ Ματθάν, Μελχὶ ἐκ τῆς φυλῆς τοῦ Νάθαν, ὁ υἱὸς Λευί, ἀδελφὸς δὲ τοῦ Πάνθηρος, ἔγημε τὴν γυναῖκα τοῦ Ματθάν, μητέρα δὲ τοῦ Ἰακώβ, καὶ ἐξ αὐτῆς ἔσχε τὸν Ἡλεί. Ἐγένοντο οὖν ἀδελφοὶ ὁμομήτριοι Ἰακὼβ καὶ Ἡλεί, ὁ μὲν Ἰακὼβ ἐκ τῆς φυλῆς Σολομῶντος, ὁ δὲ Ἡλεὶ ἐκ φυλῆς Νάθαν. Ἐτελεύτησε δὲ ὁ Ἡλεί, ὁ ἐκ τῆς φυλῆς τοῦ Νάθαν ἄπαις· καὶ ἔλαβεν Ἰακώβ, ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐκ τῆς φυλῆς Σολομῶντος, τὴν γυναῖκα αὐτοῦ καὶ ἀνέστησε σπέρμα τῷ ἀδελφῷ αὐτοῦ καί ἐγέννησε τὸν Ἰωσήφ. Ὁ οὖν Ἰωσὴφ φύσει μέν ἐστιν υἱὸς Ἰακὼβ ἐκ τοῦ καταγωγίου τοῦ Σολομῶντος, κατὰ δὲ νόμον Ἡλεὶ τοῦ ἐκ Νάθαν. Ἰωακεὶμ τοίνυν τὴν σεμνήν τε καὶ ἀξιέπαινον Ἄνναν πρὸς γάμον ἠγάγετο. Ἀλλ᾿ ὥσπερ ἡ πάλαι Ἄννα στειρεύσασα δι᾿ εὐχῆς καὶ ἐπαγγελίας τὸν Σαμουὴλ ἐγέννησεν, οὕτω καὶ αὕτη διὰ λιτῆς καὶ ἐπαγγελίας πρὸς Θεοῦ τὴν Θεοτόκον κομίζεται, ἵνα κἂν τούτῳ μηδενὸς τῶν περιφανῶν καθυστερίζοιτο· τίκτει τοιγαροῦν ἡ χάρις (τοῦτο γὰρ ἡ Ἄννα ἑρμηνεύεται) τὴν Κυρίαν (τοῦτο γὰρ τῆς Μαρίας σημαίνει τὸ ὄνομα· Κυρία γὰρ ὄντως γέγονε πάντων τῶν ποιημάτων τοῦ Δημιουργοῦ χρηματίσασα μήτηρ). Τίκτεται δὲ ἐν τῷ τῆς προβατικῆς τοῦ Ἰωακεὶμ οἴκῳ καὶ τῷ ἱερῷ προσάγεται. Εἶτα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτευθεῖσά τε καὶ πιανθεῖσα τῷ Πνεύματι, ὡσεὶ ἐλαία κατάκαρπος, πάσης ἀρετῆς καταγώγιον γέγονε, πάσης βιωτικῆς καὶ σαρκικῆς ἐπιθυμίας τὸν νοῦν ἀποστήσασα καὶ οὕτω παρθένον τὴν ψυχὴν τηρήσασα σὺν τῷ σώματι, ὡς ἔπρεπε, τόν Θεὸν ἐγκόλπιον ὑποδέχεσθαι μέλλουσαν· ἅγιος γὰρ ὢν ἐν ἁγίοις ἀναπαύεται. Οὕτω τοίνυν ἁγιωσύνην μετέρχεται καὶ ναὸς ἅγιος καὶ θαυμαστὸς τοῦ ὑψίστου Θεοῦ ἀναδείκνυται ἄξιος. Ἐπειδὴ δὲ ἐπετήρει τὰς παρθένους ὁ τῆς ἡμῶν σωτηρίας ἐχθρὸς διὰ τὴν Ἡσαΐου πρόρρησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει», φήσαντος, «καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός», ὡς ἂν δελεάσῃ τὸν ἐν σοφίᾳ ἀεὶ ἁβρυνόμενον «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», πρὸς μνηστείαν ἡ νεᾶνις τῷ Ἰωσὴφ ὑπὸ τῶν ἱερέων δίδοται, ὁ καινὸς τόμος τῷ γράμματα εἰδότι· ἡ δὲ μνηστεία φυλακή τε τῆς Παρθένου ὑπῆρχε καὶ τοῦ τὰς παρθένους ἐπιτηροῦντος ἀποβουκόλημα. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου», ἀπεστάλη ἄγγελος Κυρίου πρὸς αὐτὴν τὴν τοῦ Κυρίου εὐαγγελιζόμενος σύλληψιν· οὕτως τε συνείληφε τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, «οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς», ἤτοι συναφείας καὶ σπορᾶς, ἀλλ᾿ ἐκ τῆς τοῦ Πατρὸς εὐδοκίας καὶ συνεργίας τοῦ Ἁγίου Πνεύματος· ἐχορήγησέ τε τῷ κτίστῃ τὸ κτισθῆναι καὶ τῷ πλάστῃ τὸ πλασθῆναι καὶ τῷ Υἱῷ τοῦ Θεοῦ καὶ Θεῷ τὸ σαρκωθῆναι καὶ ἀνθρωπισθῆναι ἐκ τῶν ἁγνῶν καὶ ἀμολύντων αὐτῆς σαρκῶν καὶ αἱμάτων, τὸ τῆς προμήτορος ἀποπληροῦσα χρέος· ὥσπερ γὰρ ἐκείνη συναφείας ἐκτὸς ἐξ Ἀδὰμ πεπλαστούργηται, οὕτω καὶ αὕτη τὸν νέον Ἀδὰμ ἀπεκύησε νόμῳ κυήσεως τικτόμενον καὶ ὑπὲρ φύσιν γεννήσεως. Τίκτεται γὰρ ἀπάτωρ ἐκ γυναικὸς ὁ ἐκ Πατρὸς ἀμήτωρ· καὶ ὅτι μὲν ἐκ γυναικὸς νόμῳ κυήσεως, ὅτι δὲ ἄνευ πατρός, ὑπὲρ φύσιν γεννήσεως· καὶ ὅτι μὲν τῷ εἰθισμένῳ χρόνῳ (τὸν γὰρ ἐννεαμηνιαῖον τελέσας καὶ τῷ δεκάτῳ ἐπιβὰς γεννᾶται), νόμῳ κυήσεως, ὅτι δὲ ἀνωδίνως, ὑπὲρ θεσμὸν γεννήσεως· ἧς γὰρ ἡδονὴ οὐ προηγήσατο, οὐδὲ ὠδὶν ἐπηκολούθησε, κατὰ τὸν προφήτην τὸν λέγοντα· «Πρὶν ὠδίνησεν, ἔτεκε», καὶ πάλιν· «Πρὶν ἐλθεῖν τὸν καιρὸν τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν». Γεγέννηται τοίνυν ἐξ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς σεσαρκωμένος, οὐ θεοφόρος ἄνθρωπος, ἀλλὰ Θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον μὲν γενέσθαι τὸ χρῖσαν καὶ Θεὸν τὸ χριόμενον, οὐ μεταβολῇ φύσεως, ἀλλ᾿ ἑνώσει τῇ καθ᾿ ὑπόστασιν. Ὁ αὐτὸς γὰρ ἦν, ὅ τε χρίων καὶ ὁ χριόμενος· χρίων ὡς Θεὸς ἑαυτὸν ὡς ἄνθρωπον. Πῶς οὖν οὐ Θεοτόκος ἡ Θεὸν σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα; Ὄντως κυρίως καὶ ἀληθῶς Θεοτόκος καὶ Κυρία, καὶ πάντων κτισμάτων δεσπόζουσα, δούλη καὶ μήτηρ τοῦ Δημιουργοῦ χρηματίσασα. Ὥσπερ δὲ συλληφθεὶς παρθένον τὴν συλλαβοῦσαν ἐτήρησεν, οὕτω καὶ τεχθεὶς τὴν αὐτῆς παρθενίαν ἐφύλαξεν ἄτρωτον μόνος διελθὼν δι᾿ αὐτῆς καὶ κεκλεισμένην τηρήσας αὐτήν· δι᾿ ἀκοῆς μὲν ἡ σύλληψις, ἡ δὲ γέννησις διὰ τῆς συνήθους τῶν τικτομένων ἐξόδου, εἰ καί τινες μυθολογοῦσι διὰ τῆς πλευρᾶς αὐτὸν τεχθῆναι τῆς Θεομήτορος. Οὐ γὰρ ἀδύνατος ἦν καὶ διὰ τῆς πύλης διελθεῖν καὶ ταύτης μὴ παραβλάψαι τὰ σήμαντρα. Μένει τοίνυν καὶ μετὰ τόκον παρθένος ἡ Ἀειπάρθενος οὐδαμῶς ἀνδρὶ μέχρι θανάτου προσομιλήσασα. Εἰ γὰρ καὶ γέγραπται· «Καὶ οὐκ ἔγνω αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον», ἰστέον ὅτι πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθείς, εἰ καὶ μονογενὴς εἴη. Τὸ μὲν γὰρ «πρωτότοκον» πρῶτον γεννηθῆναι δηλοῖ, οὐ πάντως δὲ καὶ ἑτέρων συνεμφαίνει γέννησιν. Τὸ δὲ «ἕως» τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει, οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα· φησὶ γὰρ ὁ Κύριος· «Καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», μετὰ τὴν κοινὴν ἀνάστασιν λέγων. Πῶς γὰρ ἂν Θεὸν γεννήσασα καὶ ἐκ τῆς τῶν παρηκολουθηκότων πείρας τὸ θαῦμα γνωρίσασα ἀνδρὸς συνάφειαν κατεδέξατο; Ἄπαγε. Οὐ σωφρονοῦντος λογισμοῦ τὰ τοιαῦτα νοεῖν, μὴ ὅτι καὶ πράττειν. Ἀλλ᾿ αὕτη ἡ μακαρία καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἀξιωθεῖσα τὰς ὠδῖνας, ἃς διέφυγε τίκτουσα, ταύτας ἐν τῷ τοῦ πάθους καιρῷ ὑπέμεινε ὑπὸ τῆς μητρικῆς συμπαθείας τῶν σπλάγχνων τὸν σπαραγμὸν ἀνατλᾶσα καί, ὃν Θεὸν ἔγνω διὰ γεννήσεως, τοῦτον ὡς κακοῦργον ἀναιρούμενον βλέπουσα ὡς ῥομφαίᾳ τοῖς λογισμοῖς ἐσπαράττετο· καὶ τοῦτό ἐστι· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Ἀλλὰ μεταβάλλει τὴν λύπην ἡ χαρὰ τῆς ἀναστάσεως Θεὸν τὸν σαρκὶ θανόντα κηρύττουσα.

ΚΕΦΑΛΑΙΟN 88. Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆς

Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους Θεοῦ, ὥς φησιν Ἰωάννης ὁ θεολόγος εὐαγγελιστής· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». «Ὥστε οὐκέτι εἰσὶν δοῦλοι, ἀλλ᾿ υἱοί· εἰ δὲ υἱοί, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ». Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἀποστόλοις φησίν· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι ὑμᾶς καλῶ δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε, τί ποιεῖ αὐτοῦ ὁ Κύριος». Εἰ δὲ καὶ «Βασιλεὺς βασιλέων καὶ Κύριος κυριευόντων» καὶ «Θεὸς θεῶν» ὁ Δημιουργὸς τῶν ἁπάντων καὶ Κύριος λέγεται, πάντως οἱ ἅγιοι θεοί τε καὶ κύριοι καὶ βασιλεῖς. Τούτων Θεὸς ὁ Θεὸς καὶ Κύριος καὶ βασιλεύς ἐστι καὶ λέγεται. «Ἐγὼ γάρ εἰμι», φησὶ τῷ Μωσεῖ, «Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ». Καὶ Θεὸν Φαραὼ τὸν Μωσῆν ὁ Θεὸς ἐποίησεν. Θεοὺς δὲ λέγω καὶ βασιλεῖς καὶ κυρίους οὐ φύσει, ἀλλ᾿ ὡς τῶν παθῶν βασιλεύσαντας καὶ κυριεύσαντας καὶ τὴν τῆς θείας εἰκόνος ὁμοίωσιν, καθ᾿ ἣν καὶ γεγένηνται, ἀπαραχάρακτον φυλάξαντας –βασιλεὺς γὰρ λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών– καὶ ὡς ἑνωθέντας Θεῷ κατὰ προαίρεσιν καὶ τοῦτον δεξαμένους ἔνοικον καὶ τῇ τούτου μεθέξει γεγονότας χάριτι, ὅπερ αὐτός ἐστι φύσει. Πῶς οὖν οὐ τιμητέον τοὺς θεράποντας καὶ φίλους καὶ υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας; Ἡ γὰρ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Οὗτοι ταμιεῖα Θεοῦ καὶ καθαρὰ γεγόνασι καταγώγια· «Ἐνοικήσω γὰρ ἐν αὐτοῖς», ὁ Θεός φησι, «καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεός». Ὅτι μὲν οὖν «ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν θάνατος», φησὶν ἡ θεία Γραφή· ὁ θάνατος γὰρ τῶν ἁγίων ὕπνος μᾶλλόν ἐστι ἢ θάνατος. «Ἐκοπίασαν γὰρ εἰς τὸν αἰῶνα καὶ ζήσονται εἰς τέλος», καί· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». Τί οὖν τιμιώτερον τοῦ ἐν χειρὶ εἶναι Θεοῦ; Ζωὴ γάρ ἐστιν ὁ Θεὸς καὶ φῶς καὶ οἱ ἐν χειρὶ Θεοῦ ὄντες ἐν ζωῇ καὶ φωτὶ ὑπάρχουσιν. Ὅτι δὲ διὰ τοῦ νοῦ τοῖς σώμασιν αὐτῶν ἐνῴκησεν ὁ Θεός, φησὶν ὁ ἀπόστολος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Πνεύματος Ἁγίου ἐστίν;» «Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι», καί· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός». Πῶς οὖν οὐ τιμητέον τοὺς ἐμψύχους ναοὺς τοῦ Θεοῦ, τὰ ἔμψυχα τοῦ Θεοῦ σκηνώματα; Οὗτοι ζῶντες ἐν παρρησίᾳ τῷ Θεῷ παρεστήκασι. Πηγὰς ἡμῖν σωτηρίους ὁ Δεσπότης Χριστὸς τὰ τῶν ἁγίων παρέσχετο λείψανα, πολυτρόπως τὰς εὐεργεσίας πηγάζοντα, μύρον εὐωδίας βρύοντα. Καὶ μηδεὶς ἀπιστείτω. Εἰ γὰρ ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐν ἐρήμῳ, ἐπήγασε βουλομένου Θεοῦ καὶ ἐκ σιαγόνος ὄνου τῷ Σαμψὼν διψῶντι, ἐκ μαρτυρικῶν λειψάνων μύρον εὐῶδες ἀναβλύζειν ἄπιστον; Οὐδαμῶς, τοῖς γε εἰδόσι τὴν τοῦ Θεοῦ δύναμιν καὶ τὴν τῶν ἁγίων παρ᾿ αὐτοῦ τιμήν. Ἐν τῷ νόμῳ πᾶς ὁ νεκροῦ ἁπτόμενος ἀκάθαρτος ἐχρημάτιζεν, ἀλλ᾿ οὐχ οὗτοι νεκροί. Ἀφ᾿ οὗ γὰρ ἡ αὐτοζωή, ὁ τῆς ζωῆς αἴτιος, ἐν νεκροῖς ἐλογίσθη, τοὺς ἐπ᾿ ἐλπίδι ἀναστάσεως καὶ τῇ εἰς αὐτὸν πίστει κοιμηθέντας οὐ νεκροὺς προσαγορεύομεν. Νεκρὸν γὰρ σῶμα πῶς θαυματουργεῖν δύναται; Πῶς οὖν δι᾿ αὐτῶν δαίμονες ἀπελαύνονται, ἀσθενεῖς θεραπεύονται, τυφλοὶ ἀναβλέπουσι, λεπροὶ καθαίρονται, πειρασμοὶ καὶ ἀνίαι λύονται, πᾶσα δόσις ἀγαθὴ ἐκ τοῦ Πατρὸς τῶν φώτων δι᾿ αὐτῶν τοῖς ἀδιστάκτῳ πίστει αἰτοῦσι κάτεισι; Πόσα ἂν ἔκαμες, ἵνα προστάτην εὕρῃς θνητῷ σε βασιλεῖ προσάγοντα καὶ ὑπὲρ σοῦ πρὸς αὐτὸν τοὺς λόγους ποιούμενον; Τοὺς οὖν προστάτας τοῦ γένους παντὸς τοὺς τῷ Θεῷ ὑπὲρ ἡμῶν τὰς ἐντεύξεις ποιουμένους οὐ τιμητέον; Ναὶ μὴν τιμητέον, ναοὺς ἐγείροντας τῷ Θεῷ ἐπὶ τῷ τούτων ὀνόματι, καρποφορίας προσάγοντας, τὰς τούτων μνήμας γεραίροντας καὶ ἐν αὐταῖς εὐφραινομένους πνευματικῶς, ἵνα οἰκεία τῶν συγκαλούντων ἡ εὐφροσύνη γένηται, ἵνα μὴ θεραπεύειν πειρώμενοι τοὔμπαλιν αὐτοὺς παροργίσωμεν. Οἷς μὲν γὰρ Θεὸς θεραπεύεται, καὶ οἱ τούτου θεράποντες εὐφρανθήσονται· οἷς δὲ προσοχθίζει Θεός, καὶ οἱ τούτου προσοχθιοῦσιν ὑπασπισταί. «Ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ κατανύξει καὶ τῶν δεομένων ἐλέῳ τοὺς ἁγίους πιστοὶ θεραπεύσωμεν, οἷς μάλιστα καὶ Θεὸς θεραπεύεται. Στήλας αὐτοῖς ἐγείρωμεν ὁρωμένας τε εἰκόνας καὶ αὐτοὶ ἔμψυχοι στῆλαι καὶ εἰκόνες αὐτῶν τῇ τῶν ἀρετῶν μιμήσει γενώμεθα. Τὴν Θεοτόκον ὡς κυρίως καὶ ἀληθῶς Θεοῦ μητέρα τιμήσωμεν· τὸν προφήτην Ἰωάννην ὡς πρόδρομον καὶ βαπτιστὴν ἀπόστολόν τε καὶ μάρτυρα· «οὔτε γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου ἐγήγερται», ὡς ὁ Κύριος ἔφησε, καὶ τῆς βασιλείας αὐτὸς πρῶτος κῆρυξ γεγένηται. Τοὺς ἀποστόλους ὡς ἀδελφοὺς τοῦ Κυρίου καὶ αὐτόπτας καὶ ὑπηρέτας τῶν αὐτοῦ παθημάτων, οὓς «προγνοὺς προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ ὁ Θεὸς καὶ Πατήρ· πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους». Τούς τε τοῦ Κυρίου μάρτυρας ἐκ παντὸς τάγματος ἐκλελεγμένους ὡς στρατιώτας Χριστοῦ καὶ τὸ αὐτοῦ πεπωκότας ποτήριον τό τε τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου βαπτισθέντας βάπτισμα ὡς κοινωνοὺς τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης, ὧν ταξίαρχος ὁ πρωτοδιάκονος Χριστοῦ καὶ ἀπόστολος καὶ πρωτομάρτυς Στέφανος· καὶ τοὺς ὁσίους πατέρας ἡμῶν τοὺς θεοφόρους ἀσκητὰς, τοὺς τὸ χρονιώτερον καὶ ἐπιπονώτερον μαρτύριον τῆς συνειδήσεως διαθλήσαντας, «οἵ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Τοὺς πρὸ τῆς χάριτος προφήτας, πατριάρχας, δικαίους τοὺς προκατηγγελκότας τὴν τοῦ Κυρίου παρουσίαν. Τούτων πάντων ἀναθεωροῦντες τὴν πολιτείαν ζηλώσωμεν τὴν πίστιν, τὴν ἀγάπην, τὴν ἐλπίδα, τὸν ζῆλον, τὸν βίον, τὴν καρτερίαν τῶν παθημάτων, τὴν ὑπομονὴν μέχρις αἵματος, ἵνα καὶ τῶν τῆς δόξης στεφάνων αὐτοῖς κοινωνήσωμεν.

ΚΕΦΑΛΑΙΟN 89. Περὶ εἰκόνων

Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ Σωτῆρος καὶ τῆς Δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόντων Χριστοῦ, ἀκουέτωσαν, ὡς ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον κατ᾿ οἰκείαν εἰκόνα ἐποίησε. Τίνος οὖν ἕνεκεν ἀλλήλους προσκυνοῦμεν, εἰ μὴ ὡς κατ᾿ εἰκόνα Θεοῦ πεποιημένους; Ὡς γάρ φησιν ὁ θεοφόρος καὶ πολὺς τὰ θεῖα Βασίλειος, «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. Τίνος ἕνεκεν ὁ Μωσαϊκὸς λαὸς τῇ σκηνῇ κυκλόθεν προσεκύνει, εἰκόνα καὶ τύπον φερούσῃ τῶν ἐπουρανίων, μᾶλλον δὲ τῆς ὅλης κτίσεως; Φησὶ γοῦν ὁ Θεὸς τῷ Μωσεῖ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». Καὶ τὰ Χερουβὶμ δὲ τὰ σκιάζοντα τὸ ἱλαστήριον οὐχὶ ἔργα χειρῶν ἀνθρώπων ἦν; Τί δὲ ὁ ἐν Ἱεροσολύμοις περιώνυμος ναός; Οὐχὶ χειροποίητος καὶ ἀνθρώπων τέχνῃ κατεσκευασμένος; Ἡ δὲ θεία Γραφὴ κατηγορεῖ τῶν προσκυνούντων τοῖς γλυπτοῖς, ἀλλὰ καὶ τῶν θυόντων τοῖς δαιμονίοις. Ἔθυον μὲν καὶ Ἕλληνες, ἔθυον δὲ καὶ Ἰουδαῖοι· ἀλλ᾿ Ἕλληνες μὲν δαίμοσιν, Ἰουδαῖοι δὲ τῷ Θεῷ. Καὶ ἀπόβλητος μὲν ἡ τῶν Ἑλλήνων θυσία ἦν καὶ κατάκριτος, ἡ δὲ τῶν δικαίων τῷ Θεῷ εὐαπόδεκτος. «Ἔθυσε γὰρ Νῶε, καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας», τῆς ἀγαθῆς προαιρέσεως καὶ τῆς πρὸς αὐτὸν εὐνοίας τὸ εὐῶδες ἀποδεχόμενος. Οὕτω τὰ μὲν τῶν Ἑλλήνων γλυπτά, ἐπεὶ δαιμόνων ἦσαν ἐξεικονίσματα ἀπόβλητά τε καὶ ἀπηγορευμένα τυγχάνουσι. Πρὸς δὲ τούτοις τοῦ ἀοράτου καὶ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου Θεοῦ τίς δύναται ποιήσασθαι μίμημα; Παραφροσύνης τοίνυν ἄκρας καὶ ἀσεβείας τὸ σχηματίζειν τὸ θεῖον. Ἐντεῦθεν ἐν τῇ Παλαιᾷ οὐκ ἦν τετριμμένη ἡ τῶν εἰκόνων χρῆσις. Ἐπεὶ δὲ ὁ Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος διὰ τὴν ἡμετέραν σωτηρίαν, οὐχ ὡς τῷ Ἀβραὰμ ὤφθη ἐν εἴδει ἀνθρώπου, οὐχ ὡς τοῖς προφήταις, ἀλλὰ κατ᾿ οὐσίαν ἀληθῶς γέγονεν ἄνθρωπος διέτριψέ τε ἐπὶ τῆς γῆς «καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐθαυματούργησεν, ἔπαθεν, ἐσταυρώθη, ἀνέστη, ἀνελήφθη, καὶ πάντα ταῦτα κατὰ ἀλήθειαν γέγονε, καὶ ὡράθη ὑπὸ τῶν ἀνθρώπων, ἐγράφη μὲν εἰς ὑπόμνησιν ἡμῶν καὶ διδαχὴν τῶν τηνικαῦτα μὴ παρόντων, ἵνα μὴ ἑωρακότες, ἀκούσαντες δὲ καὶ πιστεύσαντες τύχωμεν τοῦ μακαρισμοῦ τοῦ Κυρίου. Ἐπεὶ δὲ οὐ πάντες ἴσασι γράμματα οὐδὲ τῇ ἀναγνώσει σχολάζουσιν, οἱ πατέρες συνεῖδον ὥσπερ τινὰς ἀριστείας ἐν εἰκόσι ταῦτα γράφεσθαι εἰς ὑπόμνησιν σύντομον. Ἀμέλει πολλάκις μὴ κατὰ νοῦν ἔχοντες τὸ τοῦ Κυρίου πάθος, τὴν εἰκόνα τῆς Χριστοῦ σταυρώσεως ἰδόντες, τοῦ σωτηρίου πάθους εἰς ἀνάμνησιν ἐλθόντες, πεσόντες προσκυνοῦμεν οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἰκονιζομένῳ, ὥσπερ οὐ τῇ ὕλῃ τοῦ Εὐαγγελίου οὐδὲ τῇ τοῦ σταυροῦ ὕλῃ προσκυνοῦμεν, ἀλλὰ τῷ ἐκτυπώματι. Τί γὰρ διαφέρει σταυρὸς μὴ ἔχων τὸ τοῦ Κυρίου ἐκτύπωμα τοῦ ἔχοντος; Ὡσαύτως καὶ τῆς Θεομήτορος· ἡ γὰρ εἰς αὐτὴν τιμὴ εἰς τὸν ἐξ αὐτῆς σαρκωθέντα ἀνάγεται. Ὁμοίως καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα ἐπαλείφοντα ἡμᾶς πρὸς ἀνδρείαν καὶ ζῆλον καὶ μίμησιν τῆς αὐτῶν ἀρετῆς καὶ δόξαν Θεοῦ. Ὡς γὰρ ἔφημεν, ἡ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας, καὶ ἡ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει. Ἔστι δὲ ἄγραφος ἡ παράδοσις ὥσπερ τὸ κατὰ ἀνατολὰς προσκυνεῖν, τὸ προσκυνεῖν σταυρὸν καὶ ἕτερα πλεῖστα τούτοις ὅμοια. Φέρεται δὲ καί τις ἱστορία, ὡς ὁ Κύριος τῷ Αὐγάρῳ τῆς Ἐδεσσηνῶν πόλεως βασιλεύοντι ζωγράφον ἀποστείλαντι τὴν τοῦ Κυρίου ὁμοιογραφῆσαι εἰκόνα μὴ δυνηθέντος τοῦ ζωγράφου διὰ τὴν ἀποστίλβουσαν τοῦ προσώπου λαμπρότητα, αὐτὸς ἱμάτιον τῷ οἰκείῳ καὶ καί θείῳ καί ζωοποιῷ προσώπῳ ἐπιθεὶς ἐναπομάξασθαι τῷ ἱματίῳ τὸ ἑαυτοῦ ἀπεικόνισμα καὶ οὕτως ἀπέστειλε τοῦτο ποθοῦντι τῷ Αὐγάρῳ. Ὅτι δὲ καὶ πλεῖστα οἱ ἀπόστολοι ἀγράφως παραδεδώκασι, γράφει Παῦλος, ὁ τῶν ἐθνῶν ἀπόστολος· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἡμῶν, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν». Καὶ πρὸς Κορινθίους· «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καί, καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε».

ΚΕΦΑΛΑΙΟN 90. Περὶ γραφῆς

Εἷς ἐστιν ὁ Θεὸς ὑπό τε Παλαιᾶς Διαθήκης καὶ Καινῆς κηρυττόμενος, ὁ ἐν Τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ Κυρίου φήσαντος· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». Αὐτὸς γὰρ τὴν ἡμῶν σωτηρίαν εἰργάσατο, ὑπὲρ ἧς πᾶσα Γραφὴ καὶ ἅπαν μυστήριον. Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφάς· αὗται γὰρ μαρτυροῦσι περὶ ἐμοῦ». Καὶ τοῦ ἀποστόλου εἰπόντος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ». Διὰ Πνεύματος τοίνυν Ἁγίου ὅ τε νόμος καὶ οἱ προφῆται, εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ ποιμένες ἐλάλησαν καὶ διδάσκαλοι. «Πᾶσα τοίνυν Γραφὴ θεόπνευστος πάντως ὠφέλιμος». Ὥστε κάλλιστον καὶ ψυχωφελέστατον ἐρευνᾶν τὰς θείας Γραφάς. Ὥσπερ γὰρ δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, οὕτω καὶ ψυχὴ τῇ θείᾳ ἀρδευομένη Γραφῇ πιαίνεται καὶ καρπὸν ὥριμον δίδωσι, πίστιν ὀρθόδοξον, καὶ ἀειθαλέσι τοῖς φύλλοις, ταῖς θεαρέστοις, φημὶ, ὡραΐζεται πράξεσι· πρός τε γὰρ πρᾶξιν ἐνάρετον καὶ θεωρίαν ἀθόλωτον ἐκ τῶν ἁγίων Γραφῶν ῥυθμιζόμεθα. Πάσης γὰρ ἀρετῆς παράκλησιν καὶ κακίας ἁπάσης ἀποτροπὴν ἐν ταύταις εὑρίσκομεν. Ἐὰν οὖν ἐσόμεθα φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἐπιμελείᾳ γὰρ καὶ πόνῳ καὶ τῇ τοῦ διδόντος χάριτι κατορθοῦνται ἅπαντα. «Ὁ γὰρ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Κρούσωμεν τοίνυν εἰς τὸν κάλλιστον παράδεισον τῶν Γραφῶν, τὸν εὐώδη, τὸν γλυκύτατον, τὸν ὡραιότατον, τὸν παντοίοις νοερῶν θεοφόρων ὀρνέων κελαδήμασι περιηχοῦντα ἡμῶν τὰ ὦτα, τὸν ἁπτόμενον ἡμῶν τῆς καρδίας, καὶ λυπουμένην μὲν παρακαλοῦντα, θυμουμένην δὲ κατευνάζοντα καὶ χαρᾶς ἀιδίου ἐμπιπλῶντα, τὸν ἐπιβιβάζοντα ἡμῶν τὴν διάνοιαν ἐπὶ τὰ χρυσαυγῆ μετάφρενα τῆς θείας περιστερᾶς καὶ ὑπέρλαμπρα καὶ ταῖς φανωτάταις αὐτῆς πτέρυξι πρὸς τὸν μονογενῆ Υἱὸν καὶ κληρονόμον τοῦ φυτουργοῦ τοῦ νοητοῦ ἀμπελῶνος ἀνάγοντα καὶ δι᾿ αὐτοῦ τῷ Πατρὶ τῶν φώτων προσάγοντα. Ἀλλὰ μὴ παρέργως κρούσωμεν, προθύμως δὲ μᾶλλον καὶ ἐπιμόνως· μὴ ἐκκακήσωμεν κρούοντες· οὕτω γὰρ ἡμῖν ἀνοιγήσεται. Ἐὰν ἀναγνῶμεν ἅπαξ καὶ δὶς καὶ μὴ διαγνῶμεν, ἃ ἀναγινώσκομεν, μὴ ἐκκακήσωμεν, ἀλλ᾿ ἐπιμείνωμεν, ἀδολεσχήσωμεν, ἐρωτήσωμεν· «ἐπερώτησον» γάρ, φησίν, «τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι». Οὐ γὰρ πάντων ἡ γνῶσις. Ἀρυσώμεθα ἐκ τῆς τούτου τοῦ παραδείσου πηγῆς ἀένναα καὶ καθαρώτατα νάματα ἁλλόμενα εἰς ζωὴν αἰώνιον, ἐντρυφήσωμεν, ἀπλήστως κατατρυφήσωμεν· τὴν γὰρ χάριν ἀδάπανον κέκτηνται. Εἰ δέ τι καὶ παρὰ τῶν ἔξωθεν χρήσιμον καρπώσασθαι δυνηθείημεν, οὐ τῶν ἀπηγορευμένων ἐστί. Γενώμεθα δόκιμοι τραπεζῖται τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραιτούμενοι. Λάβωμεν λόγους καλλίστους, θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀπορρίψωμεν· πλείστην γὰρ ἐξ αὐτῶν κατ᾿ αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν. Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς Διαθήκης κατὰ τὰ στοιχεῖα τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧν πέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸ Χὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ᾿ Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, Δανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ. Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶ δὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός· ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ᾿ οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ. Τῆς δὲ Νέας Διαθήκης εὐαγγέλια τέσσαρα· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, τὸ κατὰ Ἰωάννην· Πράξεις τῶν ἁγίων ἀποστόλων διὰ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· καθολικαὶ ἐπιστολαὶ ἑπτά· Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Παύλου ἀποστόλου ἐπιστολαὶ δεκατέσσαρες, Ἀποκάλυψις Ἰωάννου εὐαγγελιστοῦ, κανόνες τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος.

ΚΕΦΑΛΑΙΟN 91. Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων

Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες· Α΄ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Β΄ τὰ δὲ ἐν τῇ ἑνώσει, Γ΄ τὰ δὲ μετὰ τὴν ἕνωσιν, Δ΄ τὰ δὲ μετὰ τὴν ἀνάστασιν. Α΄ Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν τρόποι εἰσὶν ἕξ. α΄ Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ ὡς τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα» καὶ τὸ «Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων» καὶ τὰ τοιαῦτα. β΄ Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως ὡς τὸ «Υἱὸς τοῦ Θεοῦ» καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» καὶ τὸ «μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος» καὶ τὰ ὅμοια. γ΄ Τὰ δὲ τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν ὡς τὸ «ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν ὡς «λόγος», «σοφία καὶ δύναμις» καὶ «ἀπαύγασμα». Ὅ τε γὰρ λόγος ἐν τῷ νῷ -λόγον δέ φημι τὸν οὐσιώδη-, καὶ ἡ σοφία ὁμοίως, καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται, ἐξ αὐτῶν πηγαζόμενα. δ΄ Τὰ δὲ ὡς ἐξ αἰτίου τοῦ Πατρὸς ὡς τὸ «ὁ Πατήρ μου μείζων μού ἐστιν»· ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα, ὅσα ἔχει, τὸ μὲν εἶναι γεννητῶς καὶ οὐ δημιουργητικῶς ὡς τὸ «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον», «κἀγὼ ζῶ διὰ τὸν Πατέρα», πάντα δέ, ὅσα ἔχει, οὐ μεταδοτικῶς οὔτε διδακτικῶς, ἀλλ᾿ ὡς ἐξ αἰτίου ὡς τὸ «οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα οὕτω ποιοῦντα». Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστιν, οὐδὲ ὁ Υἱός· ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς καὶ ἐν τῷ Πατρὶ καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καί, ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ· μία γὰρ καὶ ἡ αὐτή, οὐχ ὁμοία, ἀλλ᾿ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος θέλησις ἐνέργειά τε καὶ δύναμις. έ Τὰ δὲ ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης οὐχ ὡς δι᾿ ὀργάνου ἢ δούλου, ἀλλ᾿ ὡς δι᾿ οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν, ὡς τὸ «Πάντα δι᾿ αὐτοῦ ἐγένετο», καὶ τὸ «ἀπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ τὸ «ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας». στ΄ Τὰ δὲ προφητικῶς· καὶ τούτων τὰ μὲν ὡς μέλλοντα, οἷον «ἐμφανῶς ἥξει», καὶ τὸ τοῦ Ζαχαρίου «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι», καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον «ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς»· τὰ δὲ μέλλοντα ὡς παρῳχηκότα· «Οὗτος ὁ Θεὸς ἡμῶν μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ τὸ «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», καὶ «διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως καὶ μετὰ τὴν ἕνωσιν ἐπ᾿ αὐτῷ λεχθήσεται, τὰ δὲ μετὰ τὴν ἕνωσιν πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτιγε προφητικῶς, ὡς ἔφημεν. Β΄ Τῶν δὲ ἐν τῇ ἑνώσει τρόποι εἰσὶ τρεῖς. ά Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν καὶ τὰ τοιαῦτα, τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. β΄ Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ. γ΄ Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται, τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως· διὰ γὰρ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ἡ σὰρξ τεθεῶσθαι λέγεται καὶ Θεὸς γενέσθαι καὶ ὁμόθεος τῷ Λόγῳ· καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι καὶ ἄνθρωπος γενέσθαι καὶ κτίσμα λέγεσθαι καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον –ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι–, ἀλλ᾿ ὡς τῶν δύο φύσεων καθ᾿ ὑπόστασιν ἑνωθεισῶν καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκός, ἀλλ᾿ ἐκ τῆς θεότητος γέγονεν· ἀμήχανον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος, ἀλλ᾿ ἡ θεία φύσις ἅπαξ περιχωροῦσα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄρρητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. Ἰστέον δέ, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τῶν ἐν τῇ ἑνώσει τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν· ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν καὶ τὰ τοιαῦτα, ἅτινα, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ· αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἑκών. Γ΄ Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ «ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ πάντα, ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται πλὴν τοῦ μὴ εἰληφέναι σάρκα καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης ὡς τὸ «τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ «οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ λεγομένων καί γεγραμμένων, εἴτε ἐν ῥήμασιν εἴτε ἐν πράγμασιν, τρόποι εἰσὶ ἕξ. ά Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακταί τε καὶ λέλεκται, οἷον ὁ ἐκ Παρθένου τόκος, ἡ καθ᾿ ἡλικίαν αὔξησίς τε καὶ προκοπή, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος καὶ τὰ τοιαῦτα, ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν· ἐν τούτοις γὰρ ἅπασι μίξις μέν ἐστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος ἀληθῶς εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι᾿ αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. β΄ Τὰ δὲ κατὰ προσποίησιν, οἶον τὸ ἐρωτᾶν «ποῦ τεθείκατε Λάζαρον;», ὁ ὑπὸ τὴν συκῆν δρόμος, τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν, ἡ προσευχή, τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι». Τούτων γὰρ καὶ τῶν παραπλησίων οὔτε ὡς Θεὸς οὔτε ὡς ἄνθρωπος ἔχρῃζε, πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει, οἷον τὴν μὲν προσευχὴν διὰ τὸ δεῖξαι, ὡς οὐκ ἔστιν ἀντίθεος καὶ ὡς αἰτίαν αὐτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾶν οὐκ ἀγνοῶν, ἀλλ᾿ ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι μηδ᾿ ἑαυτοὺς προδιδόναι. γ΄ Τὰ δὲ κατ᾿ οἰκείωσιν καὶ ἀναφορὰν ὡς τὸ «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες»; καὶ τὸ «μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», καὶ τὸ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τὸ «αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὔτε γὰρ ὡς Θεὸς οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς ἴσος ἐστὶ τῷ Πατρὶ καὶ οὐδὲ ἐναντίος οὐδὲ ὑποτεταγμένος, καθὸ δὲ ἄνθρωπος οὐδέπω ἀνήκοος γέγονε τοῦ γεννήτορος, ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον καὶ μεθ᾿ ἡμῶν τάσσων ἑαυτὸν ταῦτα ἔλεγεν· ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι ὡς ἀπειθεῖς καὶ παρήκοοι καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. δ΄ Τὰ δὲ διὰ τὴν κατ᾿ ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν· καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν καί, εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σάρξ, δούλη ἦν καὶ ἀγνοοῦσα, ἀλλὰ διὰ τὴν πρὸς Θεὸν Λόγον καθ᾿ ὑπόστασιν ἕνωσιν οὔτε δούλη ἦν οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλεσεν. έ Τὰ δὲ διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν ὡς τὸ «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί» –αὐτὸς μὲν γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν, ἀλλ᾿ ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ–, καὶ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον «τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν» –διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ–, καὶ τὸ «προέκοπτε σοφίᾳ καὶ χάριτι». στ΄ Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαίων προσώπου οἰκείωσιν μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτόν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». Τρίτος τρόπος ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς καὶ τοῦ συναμφοτέρου παραστατικός, οἷον τὸ «ἐγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾿ ἐμέ», καὶ τὸ «ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκέτι θεωρεῖτέ με», καὶ τὸ «οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ τὸ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ» καὶ τὰ τοιαῦτα. Δ΄ Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μέν εἰσι θεοπρεπῆ, ὡς τὸ «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», ὡς Θεοῦ δηλονότι, καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος» καὶ τὰ τοιαῦτα –ὡς γὰρ Θεός ἐστι μεθ᾿ ἡμῶν–, τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ «ἐκράτησαν αὐτοῦ τοὺς πόδας», καὶ τὸ «κἀκεῖ με ὄψονται» καὶ τὰ τοιαῦτα. Τῶν δὲ μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ᾿ οὐ κατὰ φύσιν, ἀλλὰ κατ᾿ οἰκονομίαν πρὸς τὸ πιστώσασθαι, ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν, τὰ δὲ ἀληθῶς κατὰ φύσιν ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν, τὰ δὲ κατὰ προσποίησιν ὡς τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι», τὰ δὲ τοῦ συναμφοτέρου, ὡς τὸ «ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν», καὶ τὸ «εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», καὶ τὸ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», τὰ δὲ ὡς μεθ᾿ ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως ὡς τὸ «Θεόν μου καὶ Θεὸν ὑμῶν». Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπίνῃ, τὰ δὲ κοινὰ τῷ συνθέτῳ, ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος, καὶ εἰδέναι ἀμφότερα ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύομεν καὶ οὐ πλανηθησόμεθα. Ἐξ ὧν ἁπάντων τῶν μὲν ἑνωθεισῶν φύσεων ἡ διαφορὰ γινώσκεται καὶ «ὅτι μὴ ταὐτόν», ὥς φησιν ὁ θειότατος Κύριλλος, «ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης». Εἷς γε μὴν Υἱὸς καὶ Χριστὸς καὶ Κύριος, καὶ ὡς ἑνὸς ὄντος ἓν αὐτοῦ καὶ τὸ πρόσωπον κατ᾿ οὐδένα τρόπον διὰ τὴν ἐπίγνωσιν τῆς φυσικῆς διαφορᾶς μεριζομένης τῆς καθ᾿ ὑπόστασιν ἑνώσεως.

ΚΕΦΑΛΑΙΟN 92. Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός

Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ Γραφῇ τὴν παραχώρησιν τοῦ Θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· «Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Ὅτι μὲν γὰρ αὐτὸς ποιεῖ καὶ ταῦτα κἀκεῖνα· μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων Δημιουργός, ἀλλ᾿ οὐκ αὐτὸς τίμια κατασκευάζει ἢ ἄτιμα, ἀλλ᾿ ἡ οἰκεία ἑκάστου προαίρεσις. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ φησιν· «Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Δῆλον δέ, ὡς ἑκουσίως ἡ κάθαρσις γίνεται· «Ἐὰν γάρ τις», φησίν, «ἐκκαθάρῃ ἑαυτόν», ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ· ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ Δεσπότῃ, συντριβῆς ἄξιον. Τὸ οὖν προκείμενον ῥητὸν καὶ τὸ «συνέκλεισεν ὁ Θεὸς πάντας εἰς ἀπείθειαν», καὶ τὸ «ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν»· ταῦτα πάντα οὐχ ὡς τοῦ Θεοῦ ἐνεργήσαντος ἐκληπτέον, ἀλλ᾿ ὡς τοῦ Θεοῦ παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. Τὴν οὖν παραχώρησιν αὐτοῦ ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ λέγειν σύνηθες τῇ θείᾳ Γραφῇ. Ἀλλὰ μὴν καὶ ὅτε φησὶ «τὸν Θεὸν κτίζειν κακὰ καὶ μὴ εἶναι ἐν πόλει κακίαν, ἣν ὁ Κύριος οὐκ ἐποίησεν», οὐ κακῶν αἴτιον τὸν Θεὸν δείκνυσιν, ἀλλ᾿, ἐπειδὴ δισέμφατον τὸ τῆς κακίας ὄνομα, δύο σημαῖνον· ποτὲ μὲν γὰρ τὸ τῇ φύσει κακὸν δηλοῖ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ Θεοῦ θελήσει, ποτὲ δὲ τὸ πρὸς τὴν ἡμετέραν αἴσθησιν κακὸν καὶ ἐπίπονον, ἤγουν τὰς θλίψεις καὶ ἐπαγωγάς. Αὗται δὲ τῷ μὲν δοκεῖν κακαί εἰσιν ἀλγειναὶ τυγχάνουσαι, τῇ δὲ ἀληθείᾳ ἀγαθαί· ἐπιστροφῆς γὰρ καὶ σωτηρίας γίνονται τοῖς συνιοῦσι πρόξενοι· ταύτας διὰ Θεοῦ γίνεσθαί φησιν ἡ Γραφή. Ἰστέον δέ, ὡς καὶ τούτων ἡμεῖς ἐσμεν αἴτιοι· τῶν γὰρ ἑκουσίων κακῶν τὰ ἀκούσιά εἰσιν ἔκγονα. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἔθος τῇ Γραφῇ τινα ἐκβατικῶς ὀφείλοντα λέγεσθαι αἰτιολογικῶς λέγειν, ὡς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε»· οὐ γὰρ ὁ ἁμαρτήσας, ἵνα νικήσῃ ὁ Θεός, ἥμαρτεν, οὔτε δὲ ὁ Θεὸς ἐδεῖτο τῆς ἡμῶν ἁμαρτίας, ἵνα ἐκ ταύτης νικητὴς ἀναφανῇ· φέρει γὰρ ἀσυγκρίτως κατὰ πάντων καὶ μὴ ἁμαρτανόντων τὰ νικητήρια δημιουργὸς ὢν καὶ ἀκατάληπτος καὶ ἄκτιστος καὶ φυσικὴν ἔχων τὴν δόξαν καὶ οὐκ ἐπίκτητον· ἀλλ᾿ ὅτι ἡμῶν ἁμαρτανόντων οὐκ ἄδικός ἐστιν ἐπιφέρων τὴν ὀργὴν καὶ μετανοοῦσι συγχωρῶν, νικητὴς τῆς ἡμετέρας κακίας ἀναδείκνυται. Οὐκ ἐπὶ τούτῳ δὲ ἡμεῖς ἁμαρτάνομεν, ἀλλ᾿ ὅτι οὕτως ἀποβαίνει τὸ πρᾶγμα, ὥσπερ, ἐὰν κάθηταί τις ἐργαζόμενος, φίλος δέ τις ἐπιστῇ, φησίν, ὅτι, ἵνα μηδὲ σήμερον ἐργάσωμαι, παρεγένετο ὁ φίλος. Ὁ μὲν οὖν φίλος οὐχ, ἵνα μὴ ἐργάσηται, παρεγένετο, οὕτω δὲ ἀπέβη· ἀσχολούμενος γὰρ περὶ τὴν τοῦ φίλου ὑποδοχὴν οὐκ ἐργάζεται. Λέγεται δὲ ταῦτα ἐκβατικά, ὅτι οὕτως ἀποβαίνουσι τὰ πράγματα. Οὐ θέλει δὲ ὁ Θεὸς μόνος εἶναι δίκαιος, ἀλλὰ πάντας ὁμοιοῦσθαι αὐτῷ κατὰ δύναμιν.

ΚΕΦΑΛΑΙΟN 93. Ὅτι οὐ δύο ἀρχαί

Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον, ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον. Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν, ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον, οὐδ᾿ ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος ὁ τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν, ἐκεῖνος μᾶλλον ἔσται Θεός. Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον, ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται, ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται. Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν, ὅπερ τὸ κακὸν οὐ δύναται –τὸ γὰρ εἰρηνεῦον οὐ κακόν–, ἢ μάχεσθαι, ὅπερ τὸ ἀγαθὸν οὐ δύναται –τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν–, ἢ τὸ μὲν κακὸν μάχεσθαι, τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι, ἀλλ᾿ ὑπὸ τοῦ κακοῦ φθείρεσθαι, ἢ ἀεί λυπεῖσθαι καὶ κακοῦσθαι, ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη. Ἀλλ᾿ εἰ τοῦτο, φασί, πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν, ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ, ὅσα ἐποίησεν ὁ Θεός, καλὰ λίαν, καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα, καθὼς ἔκτισται, «καλὰ λίαν εἰσίν», ἑκουσίως δὲ ἀνεκφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα, ἐν τῷ κακῷ γίνονται. Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ Δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται, ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν, οὐδὲ οὐσίας ἰδίωμα, ἀλλὰ συμβεβηκὸς, ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή, ὅπερ ἐστὶν ἡ ἁμαρτία. Πόθεν οὖν ἡ ἁμαρτία; Τῆς αὐτεξουσίου γνώμης τοῦ Διαβόλου εὕρημα. Κακὸς οὖν ὁ Διάβολος; Καθὸ μὲν γέγονεν, οὐ κακός, ἀλλ᾿ ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ Δημιουργοῦ ἔκτισται, αὐτεξούσιος ὡς λογικός, ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε, Θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται, καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ), ἐν τῷ κακῷ γέγονεν.

ΚΕΦΑΛΑΙΟN 94. Τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν

Ὁ Θεὸς δι᾿ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ᾿ ἂν κακοὶ ἔμελλον ἔσεσθαι, οὐδ᾿ ἂν προεγινώσκοντο. Τῶν γὰρ ὄντων αἱ γνώσεις, καὶ τῶν πάντως ἐσομένων αἱ προγνώσεις· πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ καλὸν ἢ κακὸν εἶναι. Εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι ἐκώλυσεν αὐτοὺς γενέσθαι, τὸ κακὸν ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ποιεῖ τοιγαροῦν ὁ Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ· ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως καλός τε καὶ κακὸς γίνεται. Εἰ καὶ τοίνυν ἔφη ὁ Κύριος· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη», οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. Ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ Δημιουργοῦ εὐεργεσίαν ἐποίησεν, ὥσπερ ἄν, εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς τυραννήσει τὸν εὐεργέτην, ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι κατίδοι τοῦτον ἐναπομένοντα.

ΚΕΦΑΛΑΙΟN 95. Περὶ νόμου Θεοῦ καὶ νόμου ἁμαρτίας

Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα· τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ Θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν᾿ ἐν αὐτῷ μένοντες ἐν φωτὶ ὦμεν. Ἧς ἐντολῆς ἡ παράβασις ἁμαρτία ἐστίν. Αὕτη δὲ διὰ τῆς τοῦ Διαβόλου προσβολῆς καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται· λέγεται δὲ καὶ αὕτη νόμος. Ἐπιβαίνων οὖν ὁ τοῦ Θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸς ἑαυτὸν καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. Λέγεται δὲ καὶ ἡ ἡμετέρα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. Καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας, ἐπιβαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν δι᾿ αὐτῆς ἡμῖν προσβάλλει. Ἅπαξ γὰρ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ καὶ τὴν προσβολὴν τοῦ πονηροῦ παραδεξάμενοι ἐδώκαμεν αὐτῇ εἴσοδον, πραθέντες ὑφ᾿ ἑαυτῶν τῇ ἁμαρτίᾳ. Ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. Λέγεται οὖν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας, ἤτοι ἐπιθυμία καὶ ἡδονὴ τοῦ σώματος, νόμος ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. Ὁ μὲν οὖν νόμος τοῦ νοός μου, ἤτοι ἡ συνείδησις, συνήδεται τῷ νόμῳ τοῦ Θεοῦ, ἤτοι τῇ ἐντολῇ καὶ ταύτην θέλει. Ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἤτοι ἡ προσβολὴ, διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν, ἤτοι τῆς τοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου, τουτέστι τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με καὶ θέλοντα τὸν τοῦ Θεοῦ νόμον καὶ ἀγαπῶντα καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν κατὰ ἀνάκρασιν διὰ τε τοῦ λείου τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ὡς ἔφην, πλανᾷ καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ· ἀλλ᾿ «ὁ Θεὸς τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκός, πέμψας τὸν Υἱὸν αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» –σάρκα μὲν γὰρ ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐδαμῶς–, «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα. Τὸ γὰρ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν» καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. Τὸ γὰρ «τί προσευξώμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾿ αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», τουτέστι διδάσκει ἡμᾶς, τί προσευξόμεθα. Ὥστε ἀδύνατον, εἰ μὴ δι᾿ ὑπομονῆς καὶ προσευχῆς, τὰς ἐντολὰς τοῦ Κυρίου κατεργάσασθαι.

ΚΕΦΑΛΑΙΟN 96. Κατὰ Ἰουδαίων περὶ τοῦ Σαββάτου

Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν· ἐν αὐτῇ γὰρ «κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ», ὥς φησιν ἡ Γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ τῶν ἡμερῶν ἀριθμὸς προβαίνων πάλιν ἀνακυκλοῦται καὶ ἀπὸ τῆς πρώτης ἄρχεται. Οὗτος ὁ ἀριθμὸς τίμιος παρὰ Ἰουδαίοις τοῦ Θεοῦ προστάξαντος τιμᾶσθαι αὐτὸν –οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ μετὰ βαρυτάτων τῶν ἐπὶ τῇ παραβάσει ἐπιτιμίων. Οὐχ ἁπλῶς δὲ τοῦτο προσέταξεν, ἀλλὰ διά τινας μυστικῶς τοῖς πνευματικοῖς τε καὶ διορατικοῖς κατανοουμένας αἰτίας. Ὡς ἐμὲ γοῦν γνῶναι τὸν ἀμαθῆ, ἵν᾿ ἐκ τῶν κατωτέρων καὶ παχυτέρων ἄρξωμαι· Εἰδὼς ὁ Θεὸς τὸ παχύ τε καὶ φιλόσαρκον καὶ πρὸς τὴν ὕλην ὅλως ἐπιρρεπὲς τοῦ Ἰσραηλίτου λαοῦ, ἅμα δὲ καὶ τὸ ἀδιάκριτον· πρῶτον μέν, «ἵνα ὁ δοῦλος καὶ τὸ ὑποζύγιον ἀναπαύσηται», ὡς γέγραπται· ἐπειδὴ ἀνὴρ «δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», ἅμα δὲ ἵνα καὶ σχολὴν ἄγοντες ἐκ τοῦ περὶ τὴν ὕλην περισπασμοῦ πρὸς Θεὸν συνάγωνται «ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ μελέτῃ τῶν θείων Γραφῶν ἅπασαν τὴν ἑβδόμην ἀναλίσκοντες καὶ ἐν τῷ Θεῷ καταπαύοντες. Ὅτε μὲν γὰρ οὐκ ἦν νόμος, οὐ Γραφὴ θεόπνευστος, οὐδὲ τὸ Σάββατον Θεῷ ἀφιέρωτο. Ὅτε δὲ ἡ θεόπνευστος Γραφὴ διὰ Μωσέως ἐδόθη, ἀφιερώθη τῷ Θεῷ τὸ Σάββατον, ὡς ἂν περὶ τὴν ταύτης μελέτην ἐν αὐτῷ ἀδολεσχήσωσιν οἱ μὴ πάντα τὸν βίον τῷ Θεῷ ἀφιεροῦντες, οἱ μὴ πόθῳ τῷ Δεσπότῃ ὡς Πατρὶ δουλεύοντες, ἀλλ᾿ ὡς δοῦλοι ἀγνώμονες, κἂν μικρὸν καὶ ἐλάχιστον μέρος τῆς ἑαυτῶν ζωῆς τῷ Θεῷ ἀποτέμωνται, καὶ τοῦτο φόβῳ τῶν ἐπὶ τῇ παραβάσει εὐθυνῶν καὶ ἐπιτιμήσεων· «δικαίῳ γὰρ νόμος οὐ κεῖται», ἀλλ᾿ ἀδίκοις. Ἐπεὶ πρῶτος Μωσῆς τεσσαράκοντα ἡμερῶν καὶ αὖθις ἑτέρων τεσσαράκοντα νηστείᾳ προσεδρεύσας τῷ Θεῷ, πάντως καὶ τοῖς Σάββασι διὰ τῆς νηστείας ἐκάκου ἑαυτόν, τοῦ νόμου μὴ κακοῦν ἑαυτοὺς ἐν τῇ τοῦ Σαββάτου ἡμέρᾳ προστάσσοντος. Εἰ δὲ φαῖεν, ὅτι πρὸ τοῦ νόμου τοῦτο, τί φήσουσι περὶ τοῦ Θεσβίτου Ἡλιοῦ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀνύσαντος ἐν βρώσει μιᾷ; Οὗτος γὰρ οὐ μόνον διὰ τῆς νηστείας, ἀλλὰ καὶ διὰ τῆς ὁδοιπορίας ἐν τοῖς Σάββασι τῶν τεσσαράκοντα ἡμερῶν ἑαυτὸν κακώσας ἔλυσε τὸ Σάββατον· καὶ οὐκ ὠργίσθη τούτῳ ὁ τὸν νόμον δεδωκώς, ἀλλὰ καὶ ὡς ἀρετῆς ἔπαθλον ἐν Χωρὴβ ἑαυτὸν ἐνεφάνισε. Τί δὲ περὶ Δανιὴλ φήσουσιν; Οὐχὶ τρεῖς ἑβδομάδας διετέλεσεν ἄσιτος; Τί δὲ πᾶς Ἰσραήλ; Οὐ περιτέμνει τὸ παιδίον ἐν Σαββάτῳ, εἰ τύχοι, ὀκταήμερον; Οὐχὶ δὲ καὶ τὴν μεγάλην νηστείαν, ἣν νενομοθέτηνται, εἰ ἐν Σαββάτῳ καταντήσοι, νηστεύουσι; Οὐχὶ δὲ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν τοῖς τῆς σκηνῆς ἔργοις βεβηλοῦσι τὸ Σάββατον καὶ ἀναίτιοί εἰσιν; Ἀλλὰ καὶ κτῆνος, ἂν εἰς βόθρον ἐμπέσοι ἐν Σαββάτῳ, ὁ μὲν ἀνασπάσας ἀναίτιος, ὁ δὲ παριδὼν κατάκριτος. Τί δὲ πᾶς Ἰσραήλ; Οὐχὶ ἑπτὰ ἡμέρας τὴν τοῦ Θεοῦ κιβωτὸν περιφέροντες τὰ Ἱεριχούντια τείχη περιῄεσαν, ἐν αἷς πάντως ἦν καὶ τὸ σάββατον; Ὡς οὖν ἔφην, σχολῆς ἕνεκα τῆς πρὸς Θεόν, ἵνα κἂν σμικροτάτην ἀπόμοιραν αὐτῷ ἀπονέμωσι καὶ ἀναπαύσωνται ὅ τε δοῦλος καὶ τὸ ὑποζύγιον, ἡ τοῦ Σαββάτου τήρησις ἐπινενόητο τοῖς νηπίοις ἔτι καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένοις, τοῖς σαρκικοῖς καὶ μηδὲν ὑπὲρ τὸ σῶμα καὶ τὸ γράμμα ἐννοῆσαι δυναμένοις. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Ὅσοι γὰρ ἐλάβομεν αὐτόν, ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥστε οὐκέτι ἐσμὲν δοῦλοι ἀλλ᾿ υἱοί, οὐκέτι ὑπὸ νόμον ἀλλ᾿ ὑπὸ χάριν· οὐκέτι μερικῶς τῷ Κυρίῳ δουλεύοντες ἐκ φόβου, ἀλλὰ πάντα τὸν τῆς ζωῆς χρόνον αὐτῷ ἀνατιθέναι ὀφείλοντες καὶ ἀεὶ τὸν δοῦλον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, ἀπὸ τῆς ἁμαρτίας καταπαύοντες καὶ τῷ Θεῷ σχολάζειν ἐπιτρέποντες· τὴν μὲν ἐπιθυμίαν ἅπασαν ἀεὶ πρὸς Θεὸν ἀνατείνοντες, τὸν δὲ θυμὸν κατὰ τῶν τοῦ Θεοῦ δυσμενῶν καθοπλίζοντες· καὶ τὸ ὑποζύγιον, ἤτοι τὸ σῶμα, ὁμοίως τῆς μὲν δουλείας τῆς ἁμαρτίας ἀναπαύοντες, ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετεῖσθαι προτρέποντες. Ταῦτα ὁ πνευματικὸς ἡμῖν ἐντέλλεται τοῦ Κυρίου νόμος, καὶ οἱ τοῦτον φυλάσσοντες ὑπέρτεροι τοῦ Μωσαϊκοῦ νόμου γεγόνασιν· ἐλθόντος γὰρ τοῦ τελείου τὸ ἐκ μέρους κατήργηται, καὶ τοῦ καλύμματος τοῦ νόμου, ἤτοι τοῦ καταπετάσματος, διὰ τῆς τοῦ Σωτῆρος διαρραγέντος σταυρώσεως καὶ τοῦ Πνεύματος πυρίναις γλώσσαις ἐκλάμψαντος τὸ γράμμα κατήργηται, τὰ σωματικὰ πέπαυται καὶ ὁ τῆς δουλείας νόμος πεπλήρωται καὶ νόμος ἐλευθερίας ἡμῖν δεδώρηται. Καὶ ἑορτάζομεν τὴν τελείαν τῆς ἀνθρωπίνης φύσεως κατάπαυσιν, φημὶ δὴ τὴν τῆς ἀναστάσεως ἡμέραν, ἐν ᾗ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ὁ τῆς ζωῆς ἀρχηγὸς καὶ Σωτήρ, εἰς τὴν ἐπηγγελμένην τοῖς πνευματικῶς τῷ Θεῷ λατρεύουσι κληρουχίαν εἰσήγαγεν, εἰς ἣν αὐτὸς πρόδρομος ἡμῶν εἰσῆλθεν, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνοιγέντων αὐτῷ τῶν οὐρανίων πυλῶν ἐν δεξιᾷ τοῦ Πατρὸς κεκάθικε σωματικῶς, ἔνθα καὶ οἱ τὸν πνευματικὸν τηροῦντες νόμον εἰσελεύσονται. Ἡμῖν τοίνυν τοῖς τῷ πνεύματι στοιχοῦσι καὶ οὐ τῷ γράμματι πᾶσα ἡ τῶν σαρκικῶν ἐστιν ἀπόθεσις καὶ ἡ πνευματικὴ λατρεία καὶ πρὸς Θεὸν συνάφεια. Περιτομὴ μὲν γάρ ἐστιν ἡ τῆς σωματικῆς ἡδονῆς καὶ τῶν περιττῶν καὶ οὐκ ἀναγκαίων ἀπόθεσις· ἀκροβυστία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ δέρμα, ἡδονικοῦ μορίου περίττωμα. Πᾶσα δὲ ἡδονὴ μὴ ἐκ Θεοῦ καὶ ἐν Θεῷ γινομένη περίττωμα ἡδονῆς ἐστιν· ἧς τύπος ἡ ἀκροβυστία. Σάββατον δὲ ἡ ἐκ τῆς ἁμαρτίας κατάπαυσις. Ὥστε ἀμφότερα ἓν τυγχάνουσι καὶ οὕτως ἀμφότερα ἅμα ὑπὸ τῶν πνευματικῶν τελούμενα, οὐδὲ τὴν τυχοῦσαν παρανομίαν ἐργάζονται. Ἔτι δὲ ἰστέον, ὅτι ὁ ἑπτὰ ἀριθμὸς πάντα τὸν παρόντα χρόνον δηλοῖ, ὥς φησιν ὁ σοφώτατος Σολομῶν· «Δοῦναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». Καὶ ὁ θεηγόρος Δαυὶδ περὶ τῆς ὀγδόης ψάλλων περὶ τῆς μελλούσης μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καταστάσεως ἔψαλλε. Τὴν ἑβδόμην οὖν ἡμέραν ἀργίαν ἄγειν ἐκ τῶν σωματικῶν, τοῖς δὲ πνευματικοῖς ἐνασχολεῖσθαι προστάσσων ὁ νόμος μυστικῶς πάντα τὸν χρόνον τῷ ἀληθινῷ Ἰσραὴλ καὶ νοῦν ὁρῶντα Θεὸν ἔχοντι ὑπέφηνε, τῷ Θεῷ ἑαυτὸν προσάγειν καὶ ὑπεράνω τῶν σωματικῶν γίνεσθαι.

ΚΕΦΑΛΑΙΟN 97. Περὶ παρθενίας

Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ φαμεν τῷ ἐκ Παρθένου σαρκωθέντι Θεῷ Λόγῳ θαρρήσαντες, ὡς ἡ παρθενία ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐφυτεύθη τῇ φύσει τῶν ἀνθρώπων· ἐκ παρθένου γὰρ γῆς ὁ ἄνθρωπος πεπλαστούργηται, ἐκ μόνου Ἀδὰμ ἡ Εὔα ἔκτισται, ἐν παραδείσῳ παρθενία ἐπολιτεύετο. Φησὶ γοῦν ἡ θεία Γραφή, ὅτι «γυμνοὶ ἦσαν, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο». Ἡνίκα δὲ παρέβησαν, «ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν», καὶ αἰσχυνθέντες ἔρραψαν ἑαυτοῖς περιζώματα. Καὶ μετὰ τὴν παράβασιν, ὅτε ἤκουσε «ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ὅτε διὰ τῆς παραβάσεως θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, τότε «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβε καὶ ἐγέννησεν». Ὥστε διὰ τὸ μὴ ἐκτριβῆναι καὶ ἀναλωθῆναι τὸ γένος ὑπὸ τοῦ θανάτου ὁ γάμος ἐπινενόηται, ὡς ἂν διὰ τῆς παιδοποιίας τὸ γένος τῶν ἀνθρώπων διασῴζηται. Ἀλλ᾿ ἐροῦσι τυχόν· Τί οὖν τὸ «ἄρρεν καὶ θῆλυ» βούλεται καὶ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε»; Πρὸς ὃ λέξομεν, ὅτι τὸ μὲν «αὐξάνεσθε καὶ πληθύνεσθε» οὐ πάντως τὸν διὰ γαμικῆς συναφείας πληθυσμὸν δηλοῖ. Ἐδύνατο γὰρ ὁ Θεὸς καὶ ἑτέρῳ τρόπῳ τὸ γένος πληθῦναι, εἰ τὴν ἐντολὴν μέχρι τέλους ἐτήρησαν ἀπαραχάρακτον. Ἀλλ᾿ εἰδὼς ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ, «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ὡς μέλλουσιν ἐν παραβάσει γίνεσθαι καὶ θανάτῳ κατακρίνεσθαι, προλαβὼν ἐποίησε τὸ ἄρρεν καὶ θῆλυ καὶ αὐξάνεσθαι καὶ πληθύνεσθαι προσέταξεν. Ὁδῷ τοίνυν κατέλθωμεν καὶ ἴδωμεν τὰ τῆς παρθενίας αὐχήματα· ταὐτὸν δὲ καὶ ἁγνείας εἰπεῖν. Νῶε εἰς τὴν κιβωτὸν εἰσελθεῖν προστασσόμενος καὶ κόσμου σπέρμα φυλάττειν ἐγχειριζόμενος οὕτω προστάττεται· «Εἴσελθε σύ», φησί, «καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Διεῖλεν αὐτοὺς ἐκ τῶν γυναικῶν, ὡς ἂν μετὰ τῆς ἁγνείας τὸ πέλαγος καὶ τὸ παγκόσμιον ἐκεῖνο ναυάγιον διαδράσαιεν. Μετὰ μέντοι τὴν τοῦ κατακλυσμοῦ κατάπαυσιν· «Ἔξελθε σύ», φησί, «καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Ἰδοὺ πάλιν διὰ τὸν πληθυσμὸν ὁ γάμος συγκεχώρηται. Εἶτα Ἡλίας, ὁ πυρίπνους ἁμαρτηλάτης καὶ οὐρανοφοίτης, οὐκ ἀγαμίαν ἠσπάζετο καὶ τῷ ὑπὲρ ἀνθρώπους ἐμαρτυρήθη μετεωρίσματι; Τίς οὐρανοὺς ἔκλεισε; Τίς νεκροὺς ἤγειρε; Τίς Ἰορδάνην ἔτεμεν; Οὐχ ὁ παρθένος Ἡλίας; Ἐλισσαῖος δέ, ὁ τούτου φοιτητής, οὐ τὴν ἴσην ἀρετὴν ἐπιδειξάμενος ἐν διπλασίῳ τὴν χάριν τοῦ Πνεύματος αἰτήσας ἐκληρονόμησε; Τί δὲ οἱ τρεῖς παῖδες; Οὐ παρθενίαν ἀσκήσαντες πυρὸς κρείττους γεγόνασι διὰ τῆς παρθενίας τῶν σωμάτων ἀναλώτων τῷ πυρὶ γεγονότων; Οὐ Δανιήλ, οὗ τῷ σώματι παρθενίᾳ στομωθέντι θηρῶν ὀδόντες ἐμπαρεῖναι οὐκ ἴσχυσαν; Οὐ μέλλων τοῖς Ἰσραηλίταις ὁ Θεὸς ὀπτάνεσθαι ἁγνίζειν τὸ σῶμα προσέταττεν; Οὐχὶ οἱ ἱερεῖς ἑαυτοὺς ἁγνίζοντες οὕτω τῶν ἀδύτων ἐπέβαινον καὶ τὰς θυσίας προσῆγον; Οὐχ ὁ νόμος μεγάλην εὐχὴν τὴν ἁγνείαν ἀνηγόρευσε; Χρὴ τοιγαροῦν ἐπὶ τὸ πνευματικώτερον λαμβάνειν τὸ νομικὸν πρόσταγμα. Ἔστι γὰρ σπέρμα πνευματικὸν δι᾿ ἀγάπης καὶ φόβου Θεοῦ συλλαμβανόμενον ἐν τῇ ψυχικῇ γαστρὶ ὠδινούσῃ καὶ τικτούσῃ πνεῦμα σωτηρίας. Οὕτω δὲ ἐκληπτέον καὶ τὸ «μακάριος, ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ». Τί γάρ, κἂν πόρνος ᾖ, κἂν μέθυσος καὶ εἰδωλολάτρης, μακάριός ἐστιν, εἰ μόνον ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ; Οὐδεὶς εὖ φρονῶν τοῦτο ἐρεῖ. Παρθενία τὸ τῶν ἀγγέλων πολίτευμα, τὸ πάσης ἀσωμάτου φύσεως ἰδίωμα. Ταῦτα λέγομεν οὐ τὸν γάμον κακίζοντες –μὴ γένοιτο– οἴδαμεν γὰρ τὸν Κύριον ἐν τῇ παρουσίᾳ αὐτοῦ τὸν γάμον εὐλογήσαντα καὶ τὸν εἰπόντα· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος»· ἀλλὰ καλοῦ κρείττονα τὴν παρθενίαν γινώσκοντες. Ἔν τε γὰρ ταῖς ἀρεταῖς εἰσιν ἐπιτάσεις καὶ ὑφέσεις, ὁμοίως καὶ ἐν ταῖς κακίαις. Γινώσκομεν, ὅτι γάμου ἔκγονοι πάντες βροτοὶ μετὰ τοὺς τοῦ γένους ἀρχηγέτας. Ἐκεῖνοι γὰρ παρθενίας εἰσὶ καὶ οὐ γάμου πλαστούργημα· ἀλλ᾿ ἡ ἀγαμία ἀγγέλων ἐστιν, ὡς ἔφημεν, μίμημα. Ὅσῳ τοιγαροῦν ἄγγελος ἀνθρώπου ὑπέρτερος, τοσούτῳ παρθενία γάμου τιμιωτέρα. Τί δὲ λέγω ἄγγελος; Αὐτὸς ὁ Χριστὸς τῆς παρθενίας τὸ κλέος, οὐ μόνον ἐκ Πατρὸς ἀνάρχως, ἀρρεύστως καὶ ἀσυνδυάστως γεγεννημένος, ἀλλ᾿ ὅτι καὶ ἄνθρωπος καθ᾿ ἡμᾶς γενόμενος ὑπὲρ ἡμᾶς ἐκ Παρθένου συναφείας ἄνευ σεσαρκωμένος καὶ αὐτὸς παρθενίαν τὴν ἀληθῆ καὶ παντελῆ δεικνὺς ἐν ἑαυτῷ. Ὅθεν καὶ ταύτην ἡμῖν οὐκ ἐνομοθέτησε μέν· «οὐ γὰρ πάντες χωροῦσι τὸν λόγον», ὡς αὐτὸς ἔφησεν· ἔργῳ δὲ ἡμᾶς ἐξεπαίδευσεν καὶ πρὸς ταύτην ἡμᾶς ἐνεδυνάμωσε. Τίνι γὰρ οὐκ ἔστι σαφές, ὅτι παρθενία ἐν ἀνθρώποις νῦν πολιτεύεται; Καλὴ μὲν ἡ τεκνογονία, ἣν ὁ γάμος συνέστησε, καὶ καλὸς ὁ γάμος διὰ τὰς πορνείας, ταύτας περικόπτων καὶ τὸ λυσσῶδες τῆς ἐπιθυμίας διὰ τῆς ἐννόμου μίξεως οὐκ ἐῶν πρὸς ἀνόμους ἐκμαίνεσθαι πράξεις. Καλὸς ὁ γάμος, οἷς οὐ πάρεστιν ἐγκράτεια· κρείττων δὲ ἡ παρθενία, ψυχῆς τεκνογονίαν αὔξουσα καὶ Θεῷ καρπὸν ὥριμον, τὴν προσευχήν, προσάγουσα. «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός».

ΚΕΦΑΛΑΙΟN 98. Περὶ τῆς περιτομῆς

Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ᾿ ὧν συνανεστρέφετο. Καὶ δῆλον· ὅτε γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ὁ Ἰσραὴλ μόνος καθ᾿ ἑαυτὸν διέτριψεν οὐ συναναμεμιγμένος ἑτέρῳ ἔθνει, ὅσοι ἐν τῇ ἐρήμῳ ἐγεννήθησαν, οὐ περιετμήθησαν· ἡνίκα δὲ Ἰησοῦς διεβίβαζεν αὐτοὺς τὸν Ἰορδάνην, περιετμήθησαν, καὶ γέγονε δεύτερος νόμος περιτομῆς. Ἐπὶ Ἀβραὰμ γὰρ ἐδόθη νόμος περιτομῆς, εἶτα ἐπαύσατο ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη. Καὶ πάλιν ἐκ δευτέρου ἔδωκεν ὁ Θεὸς τῷ Ἰησοῦ νόμον περιτομῆς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, καθὼς ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ γέγραπται· «Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν Κύριος τῷ Ἰησοῦ· Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου», καὶ μετ᾿ ὀλίγα· «Ἐπὶ τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Βατταρίτιδι, καὶ διὰ τοῦτο ἀπερίτμητοι αὐτῶν ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων, τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες ταῖς ἐντολαῖς τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι. Ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ γεγενῆσθαι αὐτοὺς ἀπεριτμήτους κατὰ τὴν ὁδόν». Ὥστε σημεῖον ἦν ἡ περιτομὴ ἀφορίζον τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οἷς συνανεστρέφετο. Τύπος δὲ ἦν τοῦ βαπτίσματος. Καθάπερ γὰρ ἡ περιτομὴ οὐ χρειῶδες μέλος ἀποτέμνει τοῦ σώματος, ἀλλὰ περίττωμα ἄχρηστον, οὕτω διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἁμαρτίαν περιτεμνόμεθα· ἡ δὲ ἁμαρτία δῆλον ὡς περίττωμα ἐπιθυμίας ἐστὶ καὶ οὐ χρειώδης ἐπιθυμία· ἀδύνατον γάρ τινα μηδ᾿ ὅλως ἐπιθυμεῖν ἢ τέλεον ἄγευστον ἡδονῆς εἶναι, ἀλλὰ τὸ ἄχρηστον τῆς ἡδονῆς ἤτοι ἡ ἄχρηστος ἐπιθυμία τε καὶ ἡδονή, τουτέστιν ἡ ἁμαρτία, ἣν περιτέμνει τὸ ἅγιον βάπτισμα παρέχον ἡμῖν σημεῖον τὸν τίμιον σταυρὸν ἐπὶ τοῦ μετώπου, οὐκ ἐξ ἐθνῶν ἀφορίζον ἡμᾶς –πάντα γὰρ τὰ ἔθνη τοῦ βαπτίσματος ἔτυχον καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἐσφραγίσθησαν–, ἀλλ᾿ ἐν ἑκάστῳ ἔθνει τὸν πιστὸν ἀποδιαστέλλον τοῦ ἀπίστου. Τῆς τοίνυν ἀληθείας ἐμφανισθείσης ἀνόνητος ὁ τύπος καὶ ἡ σκιά. Ὥστε περιττὸν νῦν τὸ περιτέμνεσθαι καὶ ἐναντίον τοῦ ἁγίου βαπτίσματος. «Ὁ γὰρ περιτεμνόμενος χρεωστεῖ ὅλον τὸν νόμον τηρῆσαι»· ὁ δὲ Κύριος, ἵνα πληρώσῃ τὸν νόμον, περιετμήθη· καὶ πάντα δὲ τὸν νόμον καὶ τὸ Σάββατον ἐτήρησεν, ἵνα πληρώσῃ καὶ στήσῃ τὸν νόμον. Ἀφ᾿ οὗ δὲ ἐβαπτίσθη καὶ τὸ Ἅγιον Πνεῦμα τοῖς ἀνθρώποις ἐνεφανίσθη ἐν εἴδει περιστερᾶς καταβαῖνον ἐπ᾿ αὐτόν, ἔκτοτε ἡ πνευματικὴ λατρεία καὶ πολιτεία καὶ ἡ τῶν οὐρανῶν βασιλεία κεκήρυκται.

ΚΕΦΑΛΑΙΟN 99. Περὶ τοῦ ἀντιχρίστου

Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι Θεὸν τέλειον καὶ γενέσθαι ἄνθρωπον τέλειον μετὰ τοῦ μεῖναι Θεὸν ἀντίχριστός ἐστιν. Ὅμως ἰδιοτρόπως καὶ ἐξαιρέτως Ἀντίχριστος λέγεται ὁ ἐπὶ τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενος. Χρὴ τοιγαροῦν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, καθὼς ἔφη ὁ Κύριος, καὶ τότε ἐλεύσεται εἰς ἔλεγχον τῶν ἀντιθέων Ἰουδαίων. Ἔφη γὰρ αὐτοῖς ὁ Κύριος· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε». Καὶ ὁ ἀπόστολος· «Ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ». Οἱ οὖν Ἰουδαῖοι Υἱὸν Θεοῦ ὄντα τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ Θεὸν οὐκ ἐδέξαντο, τὸν δὲ πλάνον Θεὸν ἑαυτὸν λέγοντα δέξονται. Ὅτι γὰρ Θεὸν ἑαυτὸν ἀποκαλέσει, ὁ ἄγγελος τῷ Δανιὴλ διδάσκων οὕτω φησίν· «Ἐπὶ θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει». Καὶ ὁ ἀπόστολος· «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτόν, ὅτι ἔστι θεός». Εἰς τὸν ναὸν δὲ τοῦ Θεοῦ οὐ τὸν ἡμέτερον, ἀλλὰ τὸν παλαιόν, τὸν Ἰουδαϊκόν. Οὐ γὰρ ἡμῖν, ἀλλὰ τοῖς Ἰουδαίοις εἰσελεύσεται· οὐχ ὑπὲρ Χριστοῦ ἀλλὰ κατὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ, διὸ καὶ Ἀντίχριστος λέγεται. Δεῖ τοίνυν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ὃν ὁ Κύριος ἀνελεῖ τῷ ῥήματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ παρουσίᾳ τῆς ἐπιφανείας αὐτοῦ». Οὐκ αὐτὸς τοίνυν ὁ Διάβολος γίνεται ἄνθρωπος κατὰ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν –μὴ γένοιτο–, ἀλλ᾿ ἄνθρωπος ἐκ πορνείας τίκτεται καὶ ὑποδέχεται πᾶσαν τὴν ἐνέργειαν τοῦ Σατανᾶ. Προειδὼς γὰρ ὁ Θεὸς τὸ ἄτοπον τῆς μελλούσης αὐτοῦ προαιρέσεως παραχωρεῖ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Διάβολον. Τίκτεται τοίνυν ἐκ πορνείας, ὡς ἔφημεν, καὶ ἀνατρέφεται λεληθότως καὶ αἰφνίδιον ἐπανίσταται καὶ ἀνταίρει καὶ βασιλεύει. Καὶ ἐν τοῖς προοιμίοις μὲν τῆς βασιλείας αὐτοῦ, μᾶλλον δὲ τυραννίδος, ὑποκρίνεται ἁγιοσύνην· ἡνίκα δὲ ἐπικρατὴς γένηται, διώκει τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐκφαίνει πᾶσαν τὴν πονηρίαν αὐτοῦ. Ἐλεύσεται δὲ «ἐν σημείοις καὶ τέρασι ψεύδους» πεπλασμένοις καὶ οὐκ ἀληθέσι καὶ τοὺς σαθρὰν καὶ ἀστήρικτον τὴν βάσιν τῆς διανοίας ἔχοντας ἀπατήσει καὶ ἀποστήσει ἀπὸ Θεοῦ ζῶντος, ὥστε σκανδαλισθῆναι, «εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς». Ἀποσταλήσεται δὲ Ἑνὼχ καὶ Ἡλίας ὁ Θεσβίτης καὶ ἐπιστρέψουσι καρδίας πατέρων ἐπὶ τέκνα, τουτέστι τὴν συναγωγὴν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, καὶ ὑπ᾿ αὐτοῦ ἀναιρεθήσονται. Καὶ ἐλεύσεται ὁ Κύριος ἐξ οὐρανοῦ, ὃν τρόπον οἱ ἅγιοι ἀπόστολοι ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, μετὰ δόξης καὶ δυνάμεως καὶ ἀνελεῖ τὸν ἄνθρωπον τῆς ἀνομίας, τὸν υἱὸν τῆς ἀπωλείας, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Μηδεὶς τοίνυν ἀπὸ γῆς ἐκδεχέσθω τὸν Κύριον, ἀλλ᾿ ἐξ οὐρανοῦ, ὡς αὐτὸς ἡμᾶς ἠσφαλίσατο.

ΚΕΦΑΛΑΙΟN 100. Περὶ ἀναστάσεως

Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευτέρα τοῦ πεπτωκότος στάσις· αἱ γὰρ ψυχαὶ ἀθάνατοι οὖσαι πῶς ἀναστήσονται; Εἰ γὰρ θάνατον ὁρίζονται χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀνάστασίς ἐστι πάντως συνάφεια πάλιν ψυχῆς καὶ σώματος καὶ δευτέρα τοῦ διαλυθέντος καὶ πεσόντος ζῴου στάσις. Αὐτὸ οὖν τὸ σῶμα τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον· οὐκ ἀδυνατεῖ γὰρ ὁ ἐν ἀρχῇ ἐκ τοῦ χοὸς τῆς γῆς αὐτὸ συστησάμενος πάλιν ἀναλυθὲν καὶ ἀποστραφὲν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, πάλιν ἀναστῆσαι αὐτό. Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, «φάγωμεν καὶ πίωμεν», τὸν ἐνήδονον καὶ ἀπολαυστικὸν βίον μετέλθωμεν. Εἰ οὐκ ἔστιν ἀνάστασις, ἐν τίνι τῶν ἀλόγων διαφέρομεν; Εἰ οὐκ ἔστιν ἀνάστασις, μακαρίσωμεν τὰ θηρία τοῦ ἀγροῦ τὸν ἄλυπον ἔχοντα βίον. Εἰ οὐκ ἔστιν ἀνάστασις, οὐδὲ Θεός ἐστιν οὐδὲ πρόνοια, αὐτομάτως δὲ πάντα ἄγονταί τε καὶ φέρονται. Ἰδοὺ γὰρ ὁρῶμεν πλείστους δικαίους μὲν πενομένους καὶ ἀδικουμένους καὶ μηδεμιᾶς ἐν τῷ παρόντι βίῳ τυγχάνοντας ἀντιλήψεως, ἁμαρτωλοὺς δὲ καὶ ἀδίκους ἐν πλούτῳ καὶ πάσῃ τρυφῇ εὐθηνοῦντας. Καὶ τίς ἂν τοῦτο δικαιοκρισίας ἢ σοφῆς προνοίας ἔργον εὖ φρονῶν ὑπολάβοι; Ἔσται οὖν, ἔσται ἀνάστασις. Δίκαιος γὰρ ὁ Θεὸς καὶ τοῖς ὑπομένουσιν αὐτὸν μισθαποδότης γίνεται. Εἰ μὲν οὖν ἡ ψυχὴ μόνη τοῖς τῆς ἀρετῆς ἀγῶσιν ἐνήθλησε, μόνη καὶ στεφανωθήσεται. Καὶ εἰ μόνη ταῖς ἡδοναῖς ἐνεκυλίσθη, μόνη δικαίως ἂν ἐκολάζετο· ἀλλ᾿ ἐπεὶ μήτε τὴν ὕπαρξιν κεχωρισμένην ἔσχον μήτε τὴν ἀρετὴν μήτε τὴν κακίαν ἡ ψυχὴ μετῆλθε δίχα τοῦ σώματος, δικαίως ἄμφω ἅμα καὶ τῶν ἀμοιβῶν τεύξονται. Μαρτυρεῖ δὲ καὶ ἡ θεία Γραφή, ὅτι ἔσται σωμάτων ἀνάστασις. Φησὶ γοῦν ὁ Θεὸς πρὸς Νῶε μετὰ τὸν κατακλυσμόν· «Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς παντὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Πῶς ἐκζητήσει τὸ αἷμα τοῦ ἀνθρώπου ἐκ χειρὸς πάντων τῶν θηρίων, ἢ ὅτι ἀναστήσει τὰ σώματα τῶν ἀνθρώπων τῶν ἀποθνῃσκόντων; Οὐ γὰρ ἀντὶ τοῦ ἀνθρώπου ἀποθανεῖται τὰ θηρία. Καὶ πάλιν τῷ Μωσεῖ· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν Θεὸς» τῶν ἀποθανόντων καὶ οὐκέτι ἐσομένων, ἀλλὰ ζώντων, ὧν αἱ ψυχαὶ μὲν ἐν χειρὶ αὐτοῦ ζῶσι, τὰ δὲ σώματα πάλιν διὰ τῆς ἀναστάσεως ζήσεται. Καὶ ὁ θεοπάτωρ Δαυίδ φησι πρὸς τὸν Θεόν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν». Ἰδοὺ περὶ τῶν σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». Καὶ Ἡσαΐας δέ· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις». Δῆλον δέ, ὡς οὐχ αἱ ψυχαὶ ἐν τοῖς μνημείοις τίθενται, ἀλλὰ τὰ σώματα. Καὶ ὁ μακάριος δὲ Ἰεζεκιήλ· «Καὶ ἐγένετο», φησίν, «ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ καὶ περιετάθη αὐτοῖς δέρματα ἐπάνωθεν». Εἶτα διδάσκει, πῶς κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα. Καὶ ὁ θεῖος Δανιήλ φησι· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις, οἵα οὐ γέγονεν, ἀφ᾿ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ οἱ συνιόντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι ἐκλάμψουσι». «Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι», λέγων, «ἐξεγερθήσονται», δῆλον, ὡς ἀνάστασιν ἐμφαίνει σωμάτων· οὐ γὰρ δήπου τις φήσειε τὰς ψυχὰς ἐν γῆς χώματι καθεύδειν. Ἀλλὰ μὴν καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τὴν τῶν σωμάτων ἀριδήλως ἀνάστασιν παραδέδωκεν. «Ἀκούσονται» γάρ, φησίν, «οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἐν τοῖς μνημείοις δὲ τὰς ψυχάς ποτε τῶν εὖ φρονούντων εἴποι τις οὐκ ἄν; Οὐ λόγῳ δὲ μόνον, ἀλλὰ καὶ ἔργῳ τὴν τῶν σωμάτων ὁ Κύριος ἀνάστασιν ἐφανέρωσε. Πρῶτον μὲν τεταρταῖον καὶ ἤδη φθαρέντα καὶ ὀδωδότα ἐγείρας τὸν Λάζαρον· οὐ ψυχὴν γὰρ ἐστερημένην σώματος, ἀλλὰ καὶ σῶμα σὺν τῇ ψυχῇ, καὶ οὐχ ἕτερον, ἀλλ᾿ αὐτὸ τὸ φθαρὲν ἤγειρε. Πῶς γὰρ ἂν ἐγινώσκετο ἢ ἐπιστεύετο ἡ τοῦ τεθνεῶτος ἀνάστασις μὴ τῶν χαρακτηριστικῶν τῆς ὑποστάσεως ἰδιωμάτων ταύτην συνιστώντων; Ἀλλὰ Λάζαρον μὲν πρὸς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτοῦ τε καὶ ἡμῶν ἀναστάσεως ἤγειρε, πάλιν ὑποστρέφειν μέλλοντα εἰς θάνατον. Αὐτὸς δὲ ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ἔλεγεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Ἄρα οὖν ματαία ἡ πίστις ἡμῶν· ἄρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν». Καὶ ὅτι «Χριστὸς ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων». Καί· «Πρωτότοκος ἐκ νεκρῶν». Καὶ πάλιν· «Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καί ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ». «Οὕτως» ἔφη, ὡς ὁ Κύριος ἀνέστη. Ὅτι δὲ ἡ τοῦ Κυρίου ἀνάστασις σώματος ἀφθαρτισθέντος καὶ ψυχῆς ἕνωσις ἦν (ταῦτα γὰρ τὰ διαιρεθέντα), δῆλον· ἔφη γάρ· «Λύσατε τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομήσω αὐτόν». Μάρτυς δὲ ἀξιόπιστος τὸ ἱερὸν Εὐαγγέλιον, ὡς περὶ τοῦ ἰδίου ἔλεγε σώματος. «Ψηλαφήσατέ με καὶ ἴδετε», φησὶ, τοῖς οἰκείοις μαθηταῖς ὁ Κύριος πνεῦμα δοκοῦσιν ὁρᾶν, «ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν» καὶ τῷ Θωμᾷ προτείνει πρὸς ψηλάφησιν. Ἆρα οὐχ ἱκανὰ ταῦτα τὴν τῶν σωμάτων πιστώσασθαι ἀνάστασιν; Πάλιν φησὶν ὁ θεῖος ἀπόστολος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». Καὶ πάλιν· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν», ἤτοι παχύ τε καὶ θνητόν, «ἐγείρεται σῶμα πνευματικόν», ἄτρεπτον, ἀπαθές, λεπτόν· τοῦτο γὰρ σημαίνει τὸ «πνευματικόν», οἷον τὸ τοῦ Κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν κεκλεισμένων τῶν θυρῶν διερχόμενον, ἀκοπίατον, τροφῆς, ὕπνου καὶ πόσεως ἀνενδεές. «Ἔσονται γάρ», φησὶν ὁ Κύριος, «ὡς οἱ ἄγγελοι τοῦ Θεοῦ»· οὐ γάμος ἔτι, οὐ τεκνογονία. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ»· οὐ τὴν εἰς ἑτέραν μορφὴν μεταποίησιν λέγων –ἄπαγε–, τὴν ἐκ φθορᾶς δὲ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν. «Ἀλλ᾿ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί;» Ὢ τῆς ἀπιστίας! Ὢ τῆς ἀφροσύνης! Ὁ χοῦν εἰς σῶμα βουλήσει μόνῃ μεταβαλών, ὁ μικρὰν ὕλης ῥανίδα τοῦ σπέρματος ἐν μήτρᾳ αὔξειν προστάξας καὶ τὸ πολυειδὲς τοῦτο καὶ πολύμορφον ἀποτελεῖν τοῦ σώματος ὄργανον, οὐχὶ μᾶλλον τὸ γεγονὸς καὶ διαρρυὲν ἀναστήσει πάλιν βουληθείς; «Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον»· εἰ τοῖς τοῦ Θεοῦ λόγοις οὐ πιστεύειν ἡ πώρωσις συγχωρεῖ, κἂν τοῖς ἔργοις πίστευε. «Σὺ γάρ, ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα». Θέασαι τοίνυν ὡς ἐν τάφοις ταῖς αὔλαξι τὰ σπέρματα καταχωννύμενα. Τίς ὁ τούτοις ῥίζας ἐντιθείς, καλάμην καὶ φύλλα, καὶ ἀστάχυας καὶ τοὺς λεπτοτάτους ἀνθέρικας; Οὐχ ὁ τῶν ὅλων Δημιουργός; Οὐ τοῦ τὰ πάντα τεκτηναμένου τὸ πρόσταγμα; Οὕτω τοίνυν πίστευε καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν ἔσεσθαι θείᾳ βουλήσει καὶ νεύματι· σύνδρομον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν. Ἀναστησόμεθα τοιγαροῦν τῶν ψυχῶν πάλιν ἑνουμένων τοῖς σώμασιν ἀφθαρτιζομένοις καὶ ἀποδυομένοις τὴν φθορὰν καὶ παραστησόμεθα τῷ φοβερῷ τοῦ Χριστοῦ βήματι· καὶ παραδοθήσεται ὁ Διάβολος καὶ οἱ δαίμονες αὐτοῦ καὶ ὁ ἄνθρωπος αὐτοῦ, ἤγουν ὁ Ἀντίχριστος, καὶ οἱ ἀσεβεῖς καὶ οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐχ ὑλικόν, οἷον τὸ παρ᾿ ἡμῖν, ἀλλ᾿ οἷον εἰδείη Θεός. Οἱ δὲ τὰ ἀγαθὰ πράξαντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος σὺν ἀγγέλοις εἰς ζωὴν αἰώνιον σὺν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὁρῶντες αὐτὸν ἀεί, καὶ ὁρώμενοι καὶ ἄληκτον τὴν ἀπ᾿ αὐτοῦ εὐφροσύνην καρπούμενοι, αἰνοῦντες αὐτόν σύν τῷ Πατρί καί Ἁγίῳ Πνεύματι, εἰς τοὺς ἀπείρους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Вам может быть интересно:

1. «Точное изложение православной веры» на греческом языке – Βιβλίο B' преподобный Иоанн Дамаскин

2. The Gospels епископ Александр (Милеант)

3. Опыт издания греческих церковных писателей древнейшего времени в русской патрологической литературе – IV. Variationes профессор Алексей Афанасьевич Дмитриевский

4. Addenda к изданию А. Васильева: "Anecdota graeco-byzantina" профессор Николай Фомич Красносельцев

5. The Second Epistle of Clement to the Corinthians Климент Римский, священномученик

6. Блаженный Диадох, епископ Фотики древнего Эпира, и его творения – Толкование, которое есть и введение, об имени преподобного отца нашего и премудрого Диадоха, равно и о прозвании «Марк» профессор Константин Дмитриевич Попов

7. Святые южных славян – Указатель святых по алфавиту святитель Филарет Черниговский (Гумилевский)

8. Луч Света. Учение в защиту Православной веры, в обличение атеизма и в опровержение доктрин неверия – Сочинения Н. Д. Тальберга. Святая Русь. архимандрит Пантелеимон (Нижник)

9. Лекции по введению в круг богословских наук – III. О ТВОРЕНИИ МИРА епископ Михаил (Грибановский)

10. Похвальное слово святому Иоанну Предтече святитель Софроний, патриарх Иерусалимский

Комментарии для сайта Cackle