Архиерейский чиновник на греческом языке
Ἀρχιερατικόν
Περιεχόμενα
ΕΓΚΡΙΣΙΣ ΕΠΑΝΕΚΔΟΣΕΩΣ ΠΡΟΛΟΓΟΣ ΤΗΣ Β´ ΕΚΔΟΣΕΩΣ ΠΡΟΛΟΓΟΣ ΤΗΣ Α´ ΕΚΔΟΣΕΩΣ Η ΥΛΗ ΤΟΥ «ΑΡΧΙΕΡΑΤΙΚΟΥ» ΤΟ ΑΓΡΑΦΟΝ ΤΥΠΙΚΟΝ ΤΑΞΙΣ ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΧΟΡΟΣΤΑΣΙΑΣ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΕΣΠΕΡΙΝΟΥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ ΔΙΑΤΑΞΙΣ ΤΗΣ ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΙΣΟΔΙΚΑ ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ ΑΠΟΛΥΣΕΙΣ ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΧΕΙΡΟΤΟΝΙΑΙ ΚΑΙ ΧΕΙΡΟΘΕΣΙΑΙ ΑΚΟΛΟΥΘΙΑΙ ΑΡΡΑΒΩΝΟΣ καὶ ΓΑΜΟΥ ΝΕΚΡΩΣΙΜΟΙ ΚΑΙ ΕΠΙΜΝΗΜΟΣΥΝΟΙ ΑΚΟΛΟΥΘΙΑΙ ΕΥΧΑΙ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙΜΕΤΡΟΝ. ΕΥΧΑΙ ΠΡΟ ΚΑΙ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ. ΤΑΞΙΣ ΤΗΣ ΑΡΤΟΚΛΑΣΙΑΣ ΕΥΧΑΙ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΠΕΡΙΣΤΑΣΕΙΣ ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΤΑ ΒΑΪΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΥΧΗ ΤΩΝ ΚΟΛΛΥΒΩΝ ΕΥΧΗ ΕΠΙ ΜΕΤΑΝΟΟΥΝΤΩΝ ΕΥΧΗ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΣΧΟΛΕΙΟΥ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΚΑΙ ΛΗΞΕΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΕΝ ΤΟΙΣ ΣΧΟΛΕΙΟΙΣ ΕΥΧΗ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΠΑΝΤΟΣ ΚΤΙΣΜΑΤΟΣ ΕΥΧΗ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΙΔΙΩΤΙΚΟΥ ΕΡΓΟΥ ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΤΑΣΤΑΣΕΙ ΔΗΜΟΤΙΚΗΣ ἢ ΚΟΙΝΟΤΙΚΗΣ ΑΡΧΗΣ ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΑΡΔΕΥΤΙΚΩΝ ΕΡΓΩΝ ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΠΛΟΙΟΥ ΕΥΧΗ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΚΟΙΝΩΦΕΛΟΥΣ ΕΡΓΟΥ ΕΥΧΗ ΕΠΙ ΕΥΛΟΓΗΣΕΙ ΝΕΟΥ ΟΧΗΜΑΤΟΣ – ΑΥΤΟΚΙΝΗΤΟΥ κ.λπ. ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΝΟΣΗΛΕΥΤΙΚΟΥ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΙΚΟΥ ΚΑΤΑΣΤΗΜΑΤΟΣ ΕΥΧΗ ΕΙΣ ΜΕΤΑΛΗΨΙΝ ΣΤΑΦΥΛΗΣ Τῌ ΣΤ´ ΑΥΓΟΥΣΤΟΥ ΔΟΞΟΛΟΓΙΑΙ ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΠΡΩΤῌ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ ΤΕΛΕΤΗ ΚΟΠΗΣ ΒΑΣΙΛΟΠΙΤΤΑΣ ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΟΡΤῌ ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΠΕΤΕΙῼ ΤΩΝ ΝΙΚΗΤΗΡΙΩΝ ΤΕΛΕΤΑΙ. Η ΤΑΞΙΣ ΤΗΣ ΛΙΤΑΝΕΥΣΕΩΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Τῌ ΚΥΡΙΑΚῌ Α´ ΝΗΣΤΕΙΩΝ (ΟΡΘΟΔΟΞΙΑΣ) ΕΥΧΑΙ ΕΠΙ ΕΙΔΙΚΑΙΣ ΕΟΡΤΑΙΣ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΣΤΡΑΤΟΥ ΞΗΡΑΣ (ΠΕΖΙΚΟΥ κ.λπ.) ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΝΑΥΤΙΚΟΥ (6 Δεκεμβρίου) ΚΑΙ ΤΗΝ ΝΑΥΤΙΚΗΝ ΕΒΔΟΜΑΔΑ ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΑΕΡΟΠΟΡΙΑΣ ΕΠΙ Τῌ ΗΜΕΡᾼ ΤΩΝ ΕΝΟΠΛΩΝ ΔΥΝΑΜΕΩΝ ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΠΥΡΟΣΒΕΣΤΙΚΟΥ ΣΩΜΑΤΟΣ ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΤΕΛΩΝΕΙΑΚΩΝ ΕΥΧΗ ΕΙΣ ΛΥΣΙΝ ΑΡΑΣ ΚΑΙ ΑΦΟΡΙΣΜΟΥ ΕΙΣ ΑΡΧΙΕΡΑΤΙΚΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ Η ΕΚΤΟΣ ΤΟΥ ΑΓΙΟΥ ΒΗΜΑΤΟΣ ΕΝΔΥΣΙΣ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ ΔΙΠΤΥΧΑ ΤΩΝ ΠΡΟΚΑΘΗΜΕΝΩΝ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΚΚΛΗΣΙΩΝ
ΕΓΚΡΙΣΙΣ ΕΠΑΝΕΚΔΟΣΕΩΣ
Ἀθήνῃσι τῇ 19ῃ Μαρτίου 1998 Ἀριθμ. Πρωτ. 959 Ἀριθμ. Διεκπ. 359
Πρὸς τὸν Σεβασμιώτατον Μητροπολίτην Πατρῶν κ. Νικόδημον
Εἰς Πάτρας
Σεβασμιώτατε ἐν Χριστῷ ἀδελφέ,
Συνοδικῇ ἀποφάσει, ληφθείσῃ ἐν τῇ Συνεδρίᾳ τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου τῆς 11ης ὑπερμεσοῦντος μηνὸς Μαρτίου ἐ.ἔ., ἐξαντληθείσης τῆς α´ ἐκδόσεως τοῦ ΑΡΧΙΕΡΑΤΙΚΟΥ (τύποις τῆς παρ᾿ ἡμῖν Ἀποστολικῆς Διακονίας), ἀσμένως ἀνακοινούμεθα ὑμῖν ὅτι ἐκρίθη ἀναγκαία ἡ ἐπανέκδοσις τούτου καὶ ἀνατίθεται τῇ ὑμετέρᾳ πεπνυμένῃ Σεβασμιότητι ἡ ἐν γένει ἐπιστασία τῆς νέας ἐκδόσεως καὶ ἡ ἐπιμέλεια τῆς σχετικῆς ἀναθεωρήσεως καὶ διορθώσεως τῶν ἡμαρτημένων τῆς πρώτης τοιαύτης, προσεπευχόμενοι τῷ Θείῳ τῆς Ἐκκλησίας Δομήτορι ἀξιοῦν τὴν ὑμετέραν Σεβασμιότητα ἐν ἀγαθοῖς ἐργάζεσθαι καὶ ἐν τῇ ἐκπληρώσει τῶν ἁγίων Αὐτοῦ ἐντολῶν εὐοδοῦσθαι.
Ἐπὶ δὲ τούτοις, κατασπαζόμενοι τὴν ὑμετέραν Σεβασμιότητα ἐν Κυρίῳ, διατελοῦμεν μετ᾿ ἀγάπης.
+ Ὁ Αἰτωλίας καὶ Ἀκαρνανίας ΘΕΟΚΛΗΤΟΣ, Προεδρεύων
Ὁ Ἀρχιγραμματεὺς + Ὁ Διαυλείας ΔΑΜΑΣΚΗΝΟΣ
Κοινοποίησις· Γενικὴν Διεύθυνσιν Ἀποστολικῆς Διακονίας. Παρ᾿ ἡμῖν.
ΠΡΟΛΟΓΟΣ ΤΗΣ Β´ ΕΚΔΟΣΕΩΣ
Ἡ παροῦσα, δευτέρα ἔκδοσις, τοῦ «Ἀρχιερατικοῦ» προϋποθέτει τὴν πρώτην τοιαύτην, γενομένην ἐν ἔτει 1971, ὑπὸ τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐπιμελείᾳ τοῦ μακαριστοῦ Μητροπολίτου Σερβίων καὶ Κοζάνης Διονυσίου καὶ τεχνικῇ ἐπιστασίᾳ τοῦ Σεβ. Μητροπολίτου Ἀλεξανδρουπόλεως κ. Ἀνθίμου.
Ἐχρησιμοποιήθη, κατὰ βάσιν, τὸ κείμενον τῆς α´ ἐκδόσεως, ἐπενεχθεισῶν ἱκανῶν συμπληρώσεων, παρατηρήσεων καὶ ἐν γένει ἐπεξεργασίας ὑπὸ τοῦ Σεβ. Μητροπολίτου Πατρῶν κ. Νικοδήμου, κατ᾿ ἀνάθεσιν τῆς Ἱερᾶς Συνόδου (βλ. ἔγγραφον Αὐτῆς ὑπ᾿ ἀριθ. 959/359/19.3.1998, καταχωριζόμενον ἀκολούθως).
Δὲν θεωροῦμεν ὅτι ἐκ τῆς ἀναθεωρήσεως ταύτης προέκυψεν εἰσέτι ὁ ὥριμος καρπός, τ.ἐ. ἡ ὁριστικὴ μορφὴ τοῦ «Ἀρχιερατικοῦ», φέροντος τὰ ἐχέγγυα τῆς κριτικῆς ἀκριβείας καὶ τῆς χρηστικῆς ἀρτιότητος. Διότι τοῦτο δὲν δύναται νὰ εἶναι ἔργον ἑνὸς μόνον ἐπιμελητοῦ. Ἐγένετο, οὐχ ἧττον, ἓν περαιτέρω βῆμα πρὸς τὸ δέον.
Καὶ ἡ μὲν κριτικὴ ἔρευνα τῆς χειρογράφου παραδόσεως ἐλλείπει εἰσέτι. Ἀπετολμήθη ὅμως –ἐν τῇ α´ καὶ ἐν τῇ β´ ταύτῃ ἐκδόσει– σαφεστέρα ἀπόδοσις τῶν λειτουργικῶν ὁδηγιῶν τοῦ ἐν χρήσει κειμένου· καὶ ἐπεδιώχθη ἤδη ἡ διατύπωσις τῆς κατὰ περίπτωσιν ὀρθῆς «τάξεως» καὶ πράξεως ἐν ταῖς ἀρχιερατικαῖς ἱερουργίαις, ἐπὶ τῷ τέλει ὅπως παγιωθῇ ἑνιαία καὶ ὁμοιόμορφος τελετουργικὴ πρακτική, ἐρειδομένη ἐπὶ τῶν καλῶς διατεταγμένων καὶ ὑπὸ τῆς πατρῴας παραδόσεως μαρτυρουμένων, τῆς δυνατῆς τεκμηριώσεως τῶν ἀμφιβαλλομένων καὶ στασιαζομένων, δὸς δ᾿ εἰπεῖν καὶ τῆς εἰδημοσύνης τῶν ἐπαϊόντων, ἀποφευχθῶσι δ᾿ αἱ προσωποπαγεῖς ἰδιορρυθμίαι καὶ καινοτομίαι τινῶν.
Ἱκαναὶ «σημειώσεις» ἐκρίθησαν χρήσιμοι, μᾶλλον δ᾿ ἀπαραίτητοι καὶ διαφωτιστικαί. Διὸ καὶ καταχωρίζονται ἐν τέλει, ἠριθμημέναι, κατ᾿ ἀντίστοιχον παραπομπὴν ἐκ τοῦ οἰκείου σημείου τοῦ λειτουργικοῦ κειμένου, εἰς τὸ ὁποῖον ἀφορῶσιν.
Ἐλάχιστα δὲ «καινὰ καὶ παλαιὰ» ἀντιλεγόμενα σημεῖα δὲν ἐθίγησαν, ἐφ᾿ ὅσον οὕτως ἢ ἄλλως ἔχουσιν εἰσαχθῆ, ἢ καὶ παγιωθῆ, καὶ εἶναι δεκτικὰ «οἰκονομίας» τινός. Εἴθε ἡ ἔκδοσις αὕτη νὰ εὐλογηθῇ παρὰ Κυρίου καὶ νὰ συμβάλῃ εἰς «λατρείαν ζῶσαν εὐάρεστον τῷ Θεῷ».
Η ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΚΟΝΙΑ
ΠΡΟΛΟΓΟΣ ΤΗΣ Α´ ΕΚΔΟΣΕΩΣ
Ἐκ τῆς σειρᾶς τῶν λειτουργικῶν βιβλίων, τῶν ὑπὸ τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐκτυπωθέντων καὶ χρησιμοποιουμένων κατὰ τὴν θείαν λατρείαν ἀπὸ πολλῶν ἤδη ἐτῶν, ἦτο αἰσθητὴ ἡ ἔλλειψις τοῦ «Ἀρχιερατικοῦ». Τὸ βιβλίον τοῦτο χρησιμοποιεῖται παλαιόθεν ὑπὸ τῶν Ἀρχιερέων τῆς Ὀρθοδόξου Ἐκκλησίας καὶ περιλαμβάνει τὰς Θείας Λειτουργίας τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, τοῦ Μεγάλου Βασιλείου, τῶν Προηγιασμένων, τὰ ἱερὰ μυστήρια τῆς Ἱερωσύνης καὶ τοῦ Γάμου, πλείστας ἄλλας Ἀκολουθίας καὶ Εὐχὰς Περιστατικάς. Ἦτο εἰς τὰς προθέσεις τῆς «Ἀποστολικῆς Διακονίας» ἡ ἔκδοσις τοῦ «Ἀρχιερατικοῦ», ἡ ὁποία εἶναι ἀληθὲς ὅτι ἐβράδυνε νὰ πραγματοποιηθῇ, ἐπειδὴ πολλαὶ πολλαχόθεν ἀνεφύοντο δυσχέρειαι, τόσον ἐξ ἐπόψεως ἐπιμελείας τοῦ περιεχομένου τοῦ βιβλίου, ὅσον καὶ ἐξ ἐπόψεως ἐξασφαλίσεως τῶν προϋποθέσεων διὰ τὴν ἀρτίαν καλλιτεχνικὴν ἐμφάνισιν αὐτοῦ.
Ἀποφάσει τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ὁ Σεβασμιώτατος Μητροπολίτης Σερβίων καὶ Κοζάνης Διονύσιος ἀνέλαβε τὴν εὐθύνην τῆς γενικῆς ἐπιμελείας τοῦ «Ἀρχιερατικοῦ», ἤτοι τὴν βάσει τῆς χειρογράφου παραδόσεως καὶ τῶν παλαιοτέρων ἐκδόσεων τούτου κατάταξιν τῆς ὕλης, τὴν συμπλήρωσιν, τὴν ἀφαίρεσιν καὶ τὸν τυπικολογικὸν ὑπομνηματισμὸν τοῦ ἱεροῦ κειμένου.
Ἡ Ἱερὰ Σύνοδος διὰ τῆς ὑπ᾿ ἀριθμὸν 7658/17.12.1968 ἀποφάσεως ἐνέκρινε τὴν ὑπὸ τοῦ Σεβασμιωτάτου Μητροπολίτου Σερβίων καὶ Κοζάνης Διονυσίου γενομένην μετὰ πάσης ἐπιμελείας καὶ κριτικῆς ἀκριβείας ἐπεξεργασίαν τοῦ μετὰ χεῖρας λειτουργικοῦ βιβλίου, εἰσηγηθέντος αὐτῇ ἁρμοδίως τοῦ ἀοιδίμου Μητροπολίτου Τρίκκης καὶ Σταγῶν κυροῦ Διονυσίου. Τὴν φιλολογικὴν ἐπιμέλειαν τῶν κατὰ τὴν προεργασίαν τῆς ἐκτυπώσεως ἀλλεπαλλήλων δοκιμίων, ὡς καὶ τὴν καλλιτεχνικήν, βάσει τῶν τελευταίων ἐπιτεύξεων τῆς τυπογραφίας, ἐμφάνισιν τοῦ «Ἀρχιερατικοῦ» ἀνέλαβεν ὁ Πανοσ. Ἀρχιμανδρίτης Ἄνθιμος Ρούσσας.
Ἤδη τὸ «Ἀρχιερατικὸν» παραδίδεται εἰς τὰς τιμίας χεῖρας τῶν Σεβασμιωτάτων Ἀρχιερέων τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἵνα τῇ βοηθείᾳ τούτου τελῶσι τὸ ὑπερφυὲς μυστήριον τῆς Θείας Εὐχαριστίας καὶ ποιῶσι πάσας τὰς λοιπὰς ἐπ᾿ ἐκκλησίας εὐλαβεῖς πρὸς τὸν ἐν Τριάδι Θεὸν ἡμῶν ἐντεύξεις των.
Ἡ Ἀποστολικὴ Διακονία τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἔχουσα τὴν ἐσωτερικὴν μαρτυρίαν ὅτι, τόσον διὰ τῶν ἐκκλησιαστικῶν ἐκδόσεων ὅσον καὶ διὰ τῆς ἄλλης πολυπλεύρου ἱεραποστολικῆς δραστηριότητος αὐτῆς, ὑπηρετεῖ εἰς τὸ ἔργον τῆς σωτηρίας τοῦ Ὀρθοδόξου Χριστιανικοῦ πληρώματος πρὸς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παρακαλεῖ τοὺς Σεβασμιωτάτους Ἀρχιερεῖς, ἐπὶ τῇ ἐκδόσει ταύτῃ, ὅπως δέωνται τοῦ ἐν Τριάδι Θεοῦ ἡμῶν διὰ τὴν ἀπρόσκοπτον συνέχισιν τοῦ θεοφιλοῦς ἔργου αὐτῆς.
Η ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΚΟΝΙΑ
Η ΥΛΗ ΤΟΥ «ΑΡΧΙΕΡΑΤΙΚΟΥ»
Ἐν σχέσει πρὸς τὰ «περιεχόμενα» τοῦ «Ἀρχιερατικοῦ», ὑπῆρξεν ἀνέκαθεν προβληματισμὸς τῶν ἐκδοτῶν, διαπορουμένων ἵνα προσδιορίσωσι ποίας χρηστικὰς ἀνάγκας τῶν Ἀρχιερέων δέον νὰ ἐξυπηρετῇ τοῦτο.
Ἐὰν μὲν πρέπει νὰ περιέχῃ μόνον ὅσα προσιδιάζουν εἰς τὴν ἀρχιερατικὴν πρᾶξιν, τότε ἐκτὸς τῶν χειροτονιῶν καὶ χειροθεσιῶν θὰ ὤφειλε νὰ συμπεριλάβῃ καὶ τὰ ἐγκαίνια τοῦ ναοῦ καὶ ἄλλα τινὰ συναφῆ, ἀνήκοντα εἰς τὴν ἀποκλειστικὴν ἁρμοδιότητα τοῦ Ἀρχιερέως. Ἐὰν δ᾿ ἐξ ἄλλου, εἶναι ἀνάγκη νὰ ἐπεκταθῇ καὶ εἰς ὅσα ἄλλα συμμετέχει –πέραν τῆς Θ. Λειτουργίας– ὁ Ἐπίσκοπος, θὰ ἐπεβάλλετο νὰ προστεθῇ καὶ τὸ Βάπτισμα καὶ ὁ Ἁγιασμὸς (ὁ μέγας καὶ ὁ μικρὸς) καὶ πολλὰ ἄλλα ἐκ τοῦ Μεγάλου Εὐχολογίου.
Διὰ τοὺς λόγους τούτους, ὡς μέση ὁδὸς καὶ χρυσῆ τομή, προεκρίθη, ὅπως ἐξασφαλισθῇ ἡ χρηστικὴ λειτουργικότης τοῦ βιβλίου τούτου εἰς χεῖρας τῶν Ἀρχιερέων. Αὕτη δὲ ἐπιβάλλει ἀφ᾿ ἑνὸς μὲν μέτριον τὸν ὄγκον τοῦ «Ἀρχιερατικοῦ», ἀφ᾿ ἑτέρου δὲ πρόχειρον ἐν αὐτῷ καὶ ἀμέσως προσιτὸν εἰς τὸν ἱερουργοῦντα Ἀρχιερέα τὸ κείμενον τῶν συνηθεστέρων ἱερῶν Ἀκολουθιῶν καὶ Εὐχῶν, τῶν διὰ τῆς συμμετοχῆς αὐτοῦ τελουμένων καὶ διὰ στόματος αὐτοῦ ἀναπεμπομένων.
Ὅθεν, ἐν τῷ μέτρῳ τούτῳ, περιελάβομεν εἰς τὴν παροῦσαν ἔκδοσιν, παρεκτὸς τῶν Θ. Λειτουργιῶν, χειροτονιῶν καὶ χειροθεσιῶν –ὑπαρχουσῶν εἰς πάσας ἀνεξαιρέτως τὰς ἐκδόσεις τοῦ «Ἀρχιερατικοῦ»– καὶ τὰ ἑξῆς ἀπαραίτητα·
–Τὴν διάταξιν τοῦ «καιροῦ»,
–Τὴν ἔνδυσιν τοῦ Ἀρχιερέως,
–Τὴν χοροστασίαν αὐτοῦ ἐν τῷ Ἑσπερινῷ, τῷ Ὄρθρῳ καὶ τῇ Θ. Λειτουργίᾳ,
–Τὰ Δίπτυχα
–Τὰς πρὸ τῆς Θείας Μεταλήψεως εὐχὰς καὶ τροπάρια, καὶ τὴν μετ᾿ αὐτὴν Εὐχαριστίαν,
–Τὰς Δοξολογίας Νέου Ἔτους καὶ ἐθνικῶν ἑορτῶν,
–Τὴν τελετὴν τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας,
–Τὴν ἀκολουθίαν τοῦ μικροῦ Ἁγιασμοῦ· Καὶ
–Εὐχάς τινας Περιστατικάς, ἐκ τοῦ μικροῦ Εὐχολογίου τῆς Ἀποστολικῆς Διακονίας.
Ἐκρίναμεν δ᾿ ὅτι δὲν ἐνδείκνυται νὰ περιληφθῶσιν αἱ ἱεραὶ Ἀκολουθίαι τῶν ἐγκαινίων ναοῦ, τοῦ Μεγάλου Ἁγιασμοῦ, τῆς Γονυκλισίας τῆς Πεντηκοστῆς καὶ τοῦ Βαπτίσματος, ἵνα μὴ καταστῇ δύσχρηστον τὸ «Ἀρχιερατικόν». Ὑπάρχουσιν ἄλλωστε δι᾿ αὐτὰς ἄλλα προσιτὰ καὶ εὔχρηστα λειτουργικὰ βιβλία.
+ ὁ Π.Ν.
ΤΟ ΑΓΡΑΦΟΝ ΤΥΠΙΚΟΝ
Α. ΛΕΙΤΟΥΡΓΙΚΑΙ ΥΠΟΜΝΗΣΕΙΣ
Πρὸς τοὺς «οἰκονόμους μυστηρίων Θεοῦ» (Α´ Κορ. α´ 4).
Κατ᾿ ἀπόφασιν τῆς Ἱερᾶς Συνόδου ἐφιστᾶται ἡ προσοχὴ τῶν τελετουργούντων εἰς τὰς καθιερωμένας καὶ ἰσχυούσας, ἀγράφους ἐν πολλοῖς, τυπικὰς διατάξεις, καὶ τὴν τήρησιν ἑνιαίας καὶ ὁμοιομόρφου «τάξεως» ἐν ταῖς ἱερουργίαις, χωρὶς παρεκκλίσεις καὶ ἀλλοιώσεις τῶν παραδεδομένων.
Πρὸς τοῦτο σημειοῦνται, ἐνδεικτικῶς, ἐνταῦθα ἐλάχιστά τινα, ἐπιφυλασσομένης τῆς γενικωτέρας καὶ κατὰ περίπτωσιν ρητῆς διατυπώσεως τῆς ὀρθῆς καὶ ἀκριβοῦς «τάξεως» εἰς τὰ οἰκεῖα λειτουργικὰ βιβλία.
1. Ἀρχιερατικαὶ λειτουργίαι καὶ χοροστασίαι
Κατὰ τὰς χοροστασίας ἡ ἁρμόζουσα παρουσία τοῦ Ἀρχιερέως εἶναι ἡ μετὰ Μανδύου. Μόνον δὲ κατὰ τὴν Μεγ. Τεσσαρακοστὴν (Κατανυκτικοὺς Ἑσπερινοὺς καὶ Προηγιασμένας) καὶ κατὰ τὴν Μ. Ἑβδομάδα (Ἀκολουθίας Νυμφίου καὶ Ὡρῶν Μ. Παρασκευῆς) ὁ Ἀρχιερεύς χοροστατεῖ ἄνευ Μανδύου, καὶ κατ᾿ ἀκρίβειαν ἀπὸ τοῦ Παραθρονίου, φέρων μόνον Ἐγκόλπιον (ἢ μόνον Σταυρόν), κατὰ προτίμησιν ἀπέριττον (συνήθως λευκόν, ἐξ ἐλεφαντοστοῦ ἢ «μαργάρου») καὶ κρατῶν «χαζράνιον». Ἀλλὰ κατὰ τὰς ἀκολουθίας τῶν ἁγίων Παθῶν, τῆς Ἀποκαθηλώσεως καὶ τοῦ Ἐπιταφίου ἡ χοροστασία τελεῖται ἐπισημότατα (μετὰ Μανδύου κ.λπ.).
Ὁ χοροστατῶν Ἀρχιερεὺς ἵσταται ἐπὶ τοῦ Ἀρχιερατικοῦ Θρόνου. Κατ᾿ ἐξαίρεσιν (ἐν Δοξολογίαις, Κηδείαις, Μνημοσύνοις) γίνεται ἐνίοτε χοροστασία ἀπὸ τῆς Ὡραίας Πύλης, ὁσάκις ὁ χῶρος τοῦ Ναοῦ ἢ τῆς Σωλέας δὲν προσφέρεται ἐπαρκῶς διὰ τὴν ἄνετον ἀπὸ τοῦ Θρόνου χοροστασίαν.
Εὐλογεῖ δ᾿ ὁ χοροστατῶν κυρίως διὰ τῆς χειρός. Μόνον δὲ κατὰ τὴν Ἀπόλυσιν εὐλογεῖ διὰ σταυροῦ. Κατὰ δὲ τὴν Θ. Λειτουργίαν εὐλογεῖ διὰ σταυροῦ καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ ἱεροῦ Εὐαγγελίου, ἐὰν εἶναι ἁπλῶς χοροστατῶν.
Ὁ δὲ λειτουργῶν Ἀρχιερεὺς εὐλογεῖ οὕτω· ψαλλομένης τῆς «φήμης» αὐτοῦ, διὰ τῶν δύο χειρῶν, μὴ κρατῶν «πατερίτσαν» οὐδὲ σταυρόν. Ὁμοίως εὐλογεῖ καὶ πρὸ τῆς Μεγ. Εἰσόδου, κατὰ τὴν «συγχώρησιν». Μετὰ δὲ τὸ Εὐαγγέλιον εὐλογεῖ διὰ τοῦ δικηρίου (σημαίνοντος τὴν «χάριν καὶ τὴν ἀλήθειαν», ὡς καὶ τὰς δύο φύσεις, τοῦ λαλοῦντος διὰ τοῦ Εὐαγγελίου Σωτῆρος Χριστοῦ). Καὶ μετὰ τὴν Μεγ. Εἴσοδον ὁμοίως διὰ τοῦ δικηρίου –οὐχὶ δὲ τοῦ τρικηρίου– παραδιδομένου ἀκολούθως εἰς τὸν διάκονον ἀπαγγέλλοντα τὸ «Πληρώσωμεν...». Εἰς τὸ «Εἰρήνη πᾶσι» πάντοτε διά τῆς χειρός. Εἰς τὸ «Ἡ χάρις τοῦ Κ. ἡ. Ι. Χ.» διὰ σταυροῦ. Καὶ εἰς τὸ «Καὶ ἔσται τὰ ἐλέη» ὁμοίως (οὐχὶ δὲ διὰ δικηρίου, μὴ παραδοτέου ἐνταῦθα εἰς τὸν διάκονον, ἵνα οὗτος ἔχῃ ἐλευθέρας τὰς χεῖρας, διὰ νὰ ἀναδιπλώσῃ τὸ ὁράριον, κατὰ τὴν ἀπαγγελίαν τοῦ «Πάτερ ἡμῶν»). Τέλος εἰς τὴν Ἀπόλυσιν εὐλογεῖ διὰ τοῦ τρικηρίου.
2. Συλλείτουργον
Περὶ τῆς συλλειτουργίας Ἀρχιερέων, διασαφεῖται ὅτι τὸ προβάδισμα κανονικῶς ἀνήκει εἰς τὸν «οἰκεῖον Ἱεράρχην», ὅστις εἶναι ὁ μόνος δικαιούμενος νὰ προκαθεσθῇ ἐπὶ τοῦ ἱεροῦ Συνθρόνου, καὶ οὐδεὶς ἄλλος. Λόγοι δὲ μόνον ἁβρότητος (ἐπιτρεπτῆς;) εἰσήγαγον τὴν παραχώρησιν εἰς φιλοξενουμένους Ἱεράρχας (πρεσβειούχους ἢ μὴ) τῆς πρωτοκαθεδρίας ἐν τῇ Θ. Λειτουργίᾳ, ὅπου ἂν κληθῶσιν. Ἐν προκειμένῳ ἐπαφίεται εἰς τὴν διάκρισιν τοῦ οἰκείου ἱεράρχου τὸ μέτρον τῆς «τιμῆς» πρὸς τοὺς φιλοξενουμένους.
– Ἐν σχέσει πρὸς τὰς ψαλλομένας «φήμας» τῶν Μητροπολιτῶν, προεξάρχοντος μὲν τοῦ Μακ. Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος οὐδεμία ἄλλη φήμη ψάλλεται. Ἐν συλλειτουργίᾳ δὲ ἄλλων Ἱεραρχῶν, ἐὰν μάλιστα οἱ συλλειτουργοῦντες εἶναι πολλοί, θὰ ἐνεδείκνυτο αἱ φῆμαι αὐτῶν ν᾿ ἀπαγγέλλωνται ἀλληλοδιαδόχως ὑπὸ τῶν διακόνων, νὰ ψάλλεται δ᾿ ἐν τέλει μόνον ἡ φήμη τοῦ οἰκείου Μητροπολίτου. Εἰσηγούμεθα τὴν σολομώντειον ταύτην λύσιν ὡς τὴν μᾶλλον ἁρμόζουσαν καὶ ἀποδεκτήν, καὶ οἰκονομοῦσαν τὸ πρᾶγμα ἔναντι τοῦ Τυπικοῦ, προβλέποντος μίαν ἢ δύο μόνον «φήμας».
– Θὰ διατυπώσωμεν τὸ δέον καὶ ἐν σχέσει πρὸς τὰς μνημονεύσεις εἰς τὸ «Ἐν πρώτοις μνήσθητι...».
«Κανονικῶς» ἡ Θ. Εὐχαριστία τῆς τοπικῆς περὶ τὸν ἐπίσκοπον Ἐκκλησίας τελεῖται ἐν ὀνόματι τοῦ οἰκείου ἐπισκόπου. Καὶ ἄνευ τοῦ μνημοσύνου τοῦ ὀνόματος αὐτοῦ δὲν εἶναι κανονικῶς ἰσχυρά. Πέραν δὲ τῆς κανονικότητος προσαπαιτεῖται ἡ ἑνότης ἐν τῇ τελεσιουργίᾳ τῆς Εὐχαριστίας. Προφανῶς δὲ ταύτην λυμαίνεται ἡ μνημόνευσις ἐν τῇ Ἀναφορᾷ πλειόνων Προκαθημένων, ἥτις ἔχει τὴν θέσιν της μόνον εἰς τὴν ἐκφώνησιν τῶν «Διπτύχων». Ἐν δὲ τῇ Ἀναφορᾷ δέον ἅπαντες οἱ συλλειτουργοῦντες Ἀρχιερεῖς νὰ μνημονεύωσι μόνον τῆς οἰκείας Ἀνωτάτης (Πατριαρχικῆς κυρίως) Ἐκκλησιαστικῆς Ἀρχῆς τοῦ Τόπου, (οἱ δὲ πρεσβύτεροι τοῦ οἰκείου αὐτῶν Ἱεράρχου, ἢ τοῦ προεξάρχοντος). Ἡ ἑνιαία δὲ αὕτη μνημόνευσις τοῦ «Πρώτου» δύναται νὰ γίνῃ ἐν χορῷ ὑπὸ πάντων, ὁπότε καὶ παρέλκει ἡ ὑφ᾿ ἑνὸς ἑκάστου ἐπανάληψις αὐτῆς. Τὰ τελευταῖα ταῦτα ἐκτίθενται ὡς πρότασις (ᾐτιολογημένη δεόντως). Τῇ Ἱεραρχίᾳ δὲ τῆς Ἐκκλησίας –ἐν συνόδῳ– ἀπόκειται ἡ ἀπόφασις.
Κατὰ τὸ αὐτὸ μέτρον, καὶ οἱ μεμονωμένως λειτουργοῦντες Ἀρχιερεῖς, ἐξ ἄλλου «κλίματος» προερχόμενοι, ὀφείλουσι νὰ μνημονεύωσι τῆς Ἀνωτάτης Ἐκκλησιαστικῆς Ἀρχῆς τοῦ Τόπου, καὶ οὐχί τοῦ ἰδίου αὐτῶν πρωθιεράρχου.
– Προκειμένου ἁπλῶς περὶ «ἱερατικοῦ συλλειτούργου» παραπέμπομεν εἰς τὰ καθοριζόμενα ἐν τῷ «Ἱερατικῷ» (ἐκδόσεως τῆς Ἀποστολικῆς Διακονίας) πρὸς γνῶσιν καὶ ἀκριβῆ ἐφαρμογήν.
3. Εἰδικαὶ δεοντολογικαὶ διατάξεις
Κατά τήν ἄφιξιν τοῦ ἀρχιερέως εἰς τὸν Ἱ. Ναὸν α) σημαίνουν οἱ κώδωνες τοῦ Ναοῦ· β) οἱ ἱερεῖς καὶ διάκονοι ὑποδέχονται αὐτὸν εἰς τὰ προπύλαια τοῦ Ναοῦ· γ) ὁ πρῶτος τῇ τάξει τῶν ἱερέων ἐπιδίδει εἰς αὐτὸν τὴν «πατερίτσαν» καὶ λαμβάνει ἐκ χειρὸς αὐτοῦ τὴν συνήθη ράβδον (βακτηρίαν)· δ) μετὰ τὴν ἀρχιερατικὴν εὐλογίαν πρὸς τὸ ἐκκλησίασμα καὶ τὴν ἄνοδον τοῦ ἀρχιερέως εἰς τὸν Δεσποτικὸν θρόνον, ἱερεῖς καὶ διάκονοι, προσερχόμενοι κατὰ ζεύγη (ἀνὰ εἷς ἱερεὺς καὶ εἷς διάκονος), κατὰ τὴν τάξιν τῶν πρεσβείων αὐτῶν, λαμβάνουσι παρ᾿ αὐτοῦ «καιρόν», ὑποκλινόμενοι ἐδαφιαίως («βάλλοντες μετάνοιαν») καὶ ἀσπαζόμενοι τὴν χεῖρα αὐτοῦ. Τελευταῖοι λαμβάνουσιν ὁμοίως «καιρὸν» οἱ ψάλται. Πρὸ δὲ τῆς «Εἰσόδου» τοῦ Ἑσπερινοῦ –ἢ ἐν εὐκαίρῳ στιγμῇ ἄλλης Ἀκολουθίας– λαμβάνουσι «καιρόν», ὁπωσδήποτε, ὅσοι ἂν ἐνδεχομένως θὰ λάβωσι μέρος εἰς τὴν ἱερουργίαν.
– Ἐξ ἄλλου, οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ὑπόκεινται εἰς τὰς ἑξῆς διατυπώσεις· α) ἐνδύονται τὰ ἄμφια αὐτῶν, πάντοτε, πρὸ τῆς ἀντιστοίχου περιβολῆς ἀμφίων τοῦ ἀρχιερέως· ἐκδύονται δὲ ταῦτα μετὰ τὴν ἔκδυσιν τῶν ἀμφίων τοῦ ἀρχιερέως· β) ὅταν ὁ ἀρχιερεὺς φέρῃ μανδύαν, οἱ πρεσβύτεροι φέρουσιν ἀπαραιτήτως φαιλόνιον καὶ οἱ διάκονοι στιχάριον· ἐὰν δ᾿ ἐκεῖνος φέρῃ μόνον ἐπιτραχήλιον καὶ ὠμοφόριον, δύναται νὰ τοῖς ἐπιτρέψῃ νὰ φέρωσι καὶ οὗτοι μόνον ἐπιτραχήλιον ἢ ὁράριον· γ) ἀκολουθιῶν τινων ἡ ἔναρξις γίνεται ὑπὸ τοῦ ἱερέως μόνον δι᾿ ἐπιτραχηλίου (π.χ. εἰς τὸν Ἑσπερινόν)· φέρων δὲ οὗτος ἐνδιαμέσως καὶ φαιλόνιον (διὰ τὴν «Εἴσοδον»), διατηρεῖ αὐτὸ μέχρι καὶ τῆς Ἀπολύσεως· δ) οἱ πρεσβειοῦχοι καὶ οἱ ὀφφικιοῦχοι εἰς μὲν τὰς «Εἰσόδους» προηγοῦνται τῶν λοιπῶν συλλειτουργῶν, εἰς δὲ τὰς λιτανείας προηγοῦνται οἱ νεώτεροι καὶ ἕπονται οἱ ἀρχαιότεροι καὶ οἱ ὀφφικιοῦχοι· οἱ δὲ διάκονοι πλαισιοῦσι πάντοτε τὸν ἀρχιερέα· μὴ παρόντος δ᾿ ἀρχιερέως λαμβάνουσι θέσιν μετὰ τοὺς νεωτέρους ἱερεῖς· Ἐν τῇ Θ. Λειτουργίᾳ ἵστανται πάντοτε ἑκατέρωθεν τοῦ προεστῶτος (ἐπισκόπου ἢ πρεσβυτέρου). Καὶ ἐν ταῖς Εἰσόδοις ὁ πρῶτος τῶν διακόνων λαμβάνει τὸ Εὐαγγέλιον ἢ τὸ ἅγιον Δισκάριον, οἱ δὲ λοιποὶ προηγοῦνται κατ᾿ ἀντίστροφον σειρὰν πρεσβείων. (Ἐν τῷ Ἑσπερινῷ, παρόντος ἀρχιερέως, δύνανται νὰ φέρωσι θυμιατήρια δύο διάκονοι· ἐκ τούτων ὁ πρῶτος ἐκφωνεῖ τὸ «Σοφία. Ὀρθοί»· καὶ ὁ δεύτερος τὸ «ἑσπέρας· προκείμενον»).
– Ἡ θυμίασις τοῦ ἀρχιερέως ὑπὸ τοῦ διακόνου –ἀκριβέστερον ὑπὸ δύο διακόνων φερόντων δικηροτρίκηρα– γίνεται ὡς ἑξῆς· Ἐξέρχονται οἱ διάκονοι (ἐκ τῆς Ὡραίας Πύλης) πρὸς τὸν ἐπὶ τοῦ θρόνου χοροστατοῦντα ἀρχιερέα. Αἰτήσαντες δὲ καὶ λαβόντες τὴν εὐλογίαν τοῦ θυμιάματος, θυμιῶσιν ὁμοῦ τοῦτον τρίς. Εἶτα ἔρχονται πρὸ τοῦ τέμπλου καὶ θυμιῶσιν ἀμφότεροι, ἀνὰ τρεῖς φοράς, τὰς εἰκόνας τοῦ Κυρίου, τῆς Θεοτόκου, τοῦ Προδρόμου καὶ τοῦ ἁγίου τοῦ ναοῦ. Ἐπανερχόμενοι πρὸς τὸν ἀρχιερέα θυμιῶσι τοῦτον ἐννέα φορὰς (τρὶς ἀνὰ τρεῖς). Ἀκολούθως δὲ διαχωρίζονται ἀπ᾿ ἀλλήλων οἱ διάκονοι, τοῦ μὲν θυμιῶντος τὸν δεξιὸν χορὸν καὶ ἐν συνεχείᾳ ὅλον τὸ δεξιὸν κλῖτος (τῶν ἀνδρῶν), τοῦ δὲ τὸν ἀριστερὸν χορὸν καὶ ἅπαν τὸ ἀριστερὸν κλῖτος (τῶν γυναικῶν). Ἐπιστρέφοντες πρὸ τοῦ θρόνου θυμιῶσι πάλιν τὸν ἀρχιερέα ἐννεάκις, καὶ ἐν συνεχείᾳ τὰς ἐν τῷ τέμπλῳ εἰκόνας, ὡς προελέχθη. Εἰσερχόμενοι δέ, διὰ τῆς Ὡραίας Πύλης, εἰς τὸ ἅγιον Βῆμα θυμιῶσι σταυροειδῶς τὴν ἁγίαν Τράπεζαν, τοῦ πρώτου ἱσταμένου πρὸ αὐτῆς καὶ τοῦ δευτέρου ὄπισθεν ταύτης, καὶ μετακινουμένων πάντοτε πρὸς τὰ δεξιά, ἵνα ὁ πρῶτος δεξιόθεν καὶ ὁ δεύτερος ἀριστερόθεν κυκλώσωσι θυμιῶντες τὴν ἁγίαν Τράπεζαν. Εἶτα ὁ μὲν θυμιᾷ τοὺς ἐν τοῖς δεξιοῖς τοῦ ἁγίου Βήματος, ὁ δὲ τὴν Πρόθεσιν καὶ τοὺς ἀριστερὰ ἱσταμένους κληρικούς. Τέλος, συναντώμενοι ὁ εἷς ἔναντι τοῦ ἄλλου, ἀλληλοθυμιῶνται· καὶ παραδίδουσι τὰ θυμιατήρια.
– Μὴ παρόντος ἀρχιερέως, τὸ θυμίαμα εὐλογεῖ ὁ (πρῶτος τῇ τάξει) ἱερεύς. Ἡ δὲ θυμίασις ἄρχεται ἀπὸ τῆς ἁγίας Τραπέζης, κυκλουμένης ὑπὸ τοῦ θυμιῶντος διακόνου. Ἐξέρχεται δὲ οὗτος (ἐκ τῆς βορείας πύλης), θυμιᾷ τὸ τέμπλον, τὸν ἀρχιερατικὸν θρόνον (τρίς), τοὺς χοροὺς καὶ τὸν λαὸν (περιερχόμενος τὸν ναόν), εἶτα πάλιν τὸ τέμπλον (ὡς προελέχθη) καὶ εἰσέρχεται εἰς τὸ ἅγιον Βῆμα (ἐκ τῆς νοτίας πύλης), ἵνα καὶ αὖθις κυκλώσῃ τὴν ἁγίαν Τράπεζαν καὶ θυμιάσῃ τέλος τοὺς ἐν τῷ Βήματι.
– Πάντες δὲ οἱ συλλειτουργοί ὀφείλουσι νὰ προσέχωσιν εἰς τὸ νεῦμα τοῦ ἑκάστοτε προεξάρχοντος, καὶ μόνον ἐπὶ τῷ νεύματι αὐτοῦ νὰ ἀπαγγέλωσι τὴν ἀντιστοιχοῦσαν ἐκφώνησιν. Ὁ προεξάρχων, ἐξ ἄλλου, κατανέμει –κατὰ σειρὰν πρεσβείων– τοῖς συλλειτουργοῖς τὰς ἐκφωνήσεις, οὐχὶ ὅμως καὶ τὰς κυριωτέρας τῆς θείας ἱερουργίας, αἵτινες ἀπαγγέλλονται ἅπασαι ὑπὸ μόνου τοῦ προεστῶτος, διότι οὗτος εἶναι ὁ κυρίως λειτουργὸς τοῦ Μυστηρίου, οἱ δὲ λοιποὶ συμπράττουσιν αὐτῷ δευτερευόντως.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν καὶ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων.
(Θεία Λειτουργία τοῦ Μ. Βασιλείου)
ΤΑΞΙΣ ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΧΟΡΟΣΤΑΣΙΑΣ ΚΑΙ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
κατὰ τὴν παράδοσιν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΕΣΠΕΡΙΝΟΥ
Ἐὰν μέλλῃ νὰ χοροστατήσῃ Ἀρχιερεύς, ἡ ἐνάτη Ὥρα ἀναγινώσκεται ἢ ἐν τῷ ἐπισκοπείῳ (μεθ᾿ ἥν, προηγουμένων τῶν Ἱερέων καὶ ἑπομένων τῶν Διακόνων, κατέρχεται εἰς τὸν Ναόν, ἐνδεδυμένος Ράσον καὶ φορῶν Ἐγκόλπιον καὶ Ἐπικαλύμμαυχον), ἢ ἐν τῷ Νάρθηκι τοῦ Ναοῦ· μεθ᾿ ἥν, ἐνδυσάμενος τὸν Ἀρχιερατικὸν Μανδύαν καὶ λαβὼν ἐκ τῆς χειρὸς τοῦ πρώτου τῇ τάξει Ἱερέως τὴν ποιμαντικὴν ράβδον, εἰσέρχεται οὕτως ἐν τῷ Ναῷ, καὶ στὰς ἐν τῷ μέσῳ αὐτοῦ πρὸ τοῦ Θρόνου, καὶ προσκυνήσας τρίς, εὐλογεῖ τὸν λαόν, ἀμφοτέρων τῶν χορῶν ψαλλόντων ἀργῶς καὶ μετὰ μέλους τό· Εἰς πολλὰ ἔτη, Δέσποτα· καὶ ἀνέρχεται εἰς τὸν Θρόνον ἀσπαζόμενος τὴν ἐν αὐτῷ Δεσποτικὴν εἰκόνα. Τότε, προσελθὼν ὁ πρῶτος τῇ τάξει Ἱερεὺς μετὰ τοῦ Διακόνου, ποιοῦσιν αὐτῷ μετάνοιαν, καὶ τὴν δεξιὰν αὐτοῦ ἀσπασάμενοι, καὶ εὐλογίαν λαβόντες, εἰσέρχονται εἰς τὸ Ἱερόν, λέγοντες ἕκαστος καθ᾿ ἑαυτόν· Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους Σου εἰσελεύσομαι εἰς τὸν οἶκόν Σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν Σου ἐν φόβῳ Σου· καὶ ἐλθόντες, ἀσπάζονται ὁ μὲν Ἱερεὺς τὸ ἅγιον Εὐαγγέλιον καὶ τὴν ἁγίαν Τράπεζαν, ὁ δὲ Διάκονος μόνον τὴν ἁγίαν Τράπεζαν. Εἶτα ὁ Ἱερεύς, λαβὼν τὸ Ἐπιτραχήλιον καὶ εὐλογήσας αὐτό, λέγει· Τοῦ Κυρίου δεηθῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν χάριν αὐτοῦ ἐπὶ τοὺς Ἱερεῖς αὐτοῦ, ὡς μῦρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών· τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· καὶ περιτιθεὶς αὐτὸ ἐκφωνεῖ·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀρχιερεύς· Ἀμήν. Δεῦτε προσκυνήσωμεν... (ἐκ γ´)· καὶ ἀναγινώσκει τὸν Προοιμιακὸν ψαλμόν, ἤτοι ὅλον, ἢ ἐὰν μέλλωσι νὰ ψαλῶσι τὰ Ἀνοιξαντάρια, μέχρι τοῦ· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον· δόντος σου αὐτοῖς συλλέξουσιν.
Τοῦ Προοιμιακοῦ ψαλμοῦ δὲ ἀναγινωσκομένου, ὁ Ἱερεύς, ἱστάμενος εἰς τὰ πλάγια τῆς ἁγίας Τραπέζης, ἀναγινώσκει μυστικῶς τὰς εὐχὰς τοῦ Λυχνικοῦ.
Μετὰ δὲ τὴν Μεγάλην Συναπτὴν ὑπὸ τοῦ Διακόνου,
Ὁ Ἱερεὺς ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Εἶτα, εἰ μέν ἐστιν ἑσπέρα Σαββάτου, ὁ ἀναγνώστης, στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἐστραμμένος πρὸς τὸν Ἀρχιερέα, ἀναγινώσκει τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, τό· Μακάριος ἀνήρ· εἰ δὲ τῇ ἐπαύριόν ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἡμέρα ἑορταζομένου ἁγίου, ἀναγινώσκει τοὺς τρεῖς πρώτους Ψαλμοὺς τοῦ Καθίσματος τούτου. Τῇ δὲ Κυριακῇ ἑσπέρας Ψαλτήριον οὐκ ἀναγινώσκεται, ὡς καὶ τῇ Παρασκευῇ ἑσπέρας.
Μετὰ τὴν ἀνάγνωσιν τοῦ Ψαλτηρίου ὁ Διάκονος λέγει τὴν Μικρὰν Συναπτήν.
ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ
Ὁ Διάκονος·
Ἔτι, καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς ἐκφώνως·
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ἀκολούθως δύο κανονάρχαι ρασοφοροῦντες προσέρχονται κατέναντι τοῦ Ἀρχιερατικοῦ θρόνου· καὶ ἀφοῦ βάλωσι μετάνοιαν τῷ Ἀρχιερεῖ, ὁ πρῶτος αὐτῶν ἐκφωνεῖ· Κέλευσον, Δέσποτα ἅγιε· Ἦχος (δεῖνα). Ἄρχεται δὲ ὁ δεξιὸς χορὸς ψάλλων τό· Κύριε, ἐκέκραξα πρὸς σέ... εἰς τὸν συγκεκριμένον ἦχον. Ἐνδιαμέσως, κατὰ τὴν ἐπανάληψιν τῆς φράσεως· Κύριε, ἐκέκραξα..., βάλλουσι πάλιν μετάνοιαν οἱ κανονάρχαι καὶ ἀσπασάμενοι τὴν χεῖρα τοῦ Ἀρχιερέως ἐπανέρχονται εἰς τὰς θέσεις των.
Ἐν δὲ τῷ· Κατευθυνθήτω ἡ προσευχή μου, ὁ Διάκονος, ἐξελθὼν μετὰ θυμιατηρίου, θυμιᾷ τόν τε Ἀρχιερέα, τὰς ἱερὰς εἰκόνας καὶ σύμπαντας τοὺς πιστούς, περινοστῶν ἅπαντα τὸν Ναόν, καὶ εἰσελθὼν ἐν τῷ Βήματι θυμιᾷ τὴν ἁγίαν Τράπεζαν καὶ τοὺς ἐν τῷ Βήματι, κατὰ τὴν τάξιν.
Μετὰ τά· Δόξα... Καὶ νῦν... γίνεται ἡ Εἴσοδος, προηγουμένων τῶν λαμπαδούχων καὶ ἑπομένων τοῦ ἢ τῶν Διακόνων, μετὰ θυμιατοῦ, καὶ τοῦ ἢ τῶν Ἱερέων. Φθάσαντες δὲ ἐν τῷ μέσῳ τοῦ ναοῦ κατέναντι τοῦ Θρόνου, ὑποκλίνουσι τὰς κεφαλὰς αὑτῶν· καὶ τοῦ Διακόνου εἰπόντος· Τοῦ Κυρίου δεηθῶμεν, ὁ χοροστατῶν Ἀρχιερεὺς λέγει μυστικῶς τὴν ἑπομένην εὐχὴν τῆς Εἰσόδου·
ΕΥΧΗ ΕΙΣΟΔΟΥ
Ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν, καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος. Εὐλόγησον, Δέσποτα, τὴν ἁγίαν Εἴσοδον.
Ὁ Ἀρχιερεύς, εὐλογῶν, λέγει·
Εὐλογημένη ἡ Εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τότε ὁ Διάκονος θυμιάσας, ἐξ οὗ ἵσταται, τὸν Ἀρχιερέα καὶ τὰς ἁγίας εἰκόνας, ἐκφωνεῖ·
Σοφία, ὀρθοί.
Καὶ θυμιῶν εἰσέρχεται ἐν τῷ Ἱερῷ, θυμιᾷ δὲ καὶ τὸν Ἱερέα εἰσερχόμενον· ὡσαύτως καὶ ὁ Ἱερεύς, ὑποκλίνας τῷ Ἀρχιερεῖ τὴν κεφαλήν, εἰσέρχεται καὶ αὐτὸς ἐν τῷ Ἱερῷ διὰ τῆς Ὡραίας Πύλης· ὁ δὲ Ἀρχιερεὺς ἀναγινώσκει τὴν ἐπιλύχνιον εὐχαριστίαν, τό· Φῶς ἱλαρόν.
Εἰ δὲ μέλλουσιν εἰσοδεῦσαι πολλοὶ Ἱερεῖς, οὗτοι ὡς καὶ οἱ Διάκονοι, πρὸ τοῦ Δοξαστικοῦ λαμβάνουσι καιρὸν παρὰ τοῦ Ἀρχιερέως, καὶ εἰσελθόντες ἐν τῷ Βήματι καὶ ἀσπασάμενοι τὸ ἱερὸν Εὐαγγέλιον καὶ τὴν ἁγίαν Τράπεζαν, ἐνδύονται Ἐπιτραχήλιον καὶ Φαιλόνιον· λεγομένου δὲ τοῦ Θεοτοκίου Δοξαστικοῦ, ἐξέρχονται ἡμικυκλικῶς ἐν τῷ μέσῳ τοῦ Ναοῦ. Μετὰ δὲ τὸ εἰπεῖν τὸν α´ Διάκονον τό· Σοφία, ὀρθοί, αὐτὸς μὲν ἀπελθὼν μεθίστανται μετὰ τοῦ ἐνδεχομένως β´ Διακόνου ἀπέναντι τοῦ Θρόνου ἐν τῇ σειρᾷ τῶν Ἱερέων κατόπιν τοῦ τελευταίου αὐτῶν· ὁ δὲ χορὸς τῶν Ἱερέων ψάλλει τὴν Ἐπιλύχνιον Εὐχαριστίαν· καὶ ἀπὸ μὲν τῶν λέξεων· ἐλθόντες ἐπὶ τὴν Ἡλίου δύσιν, οἱ Διάκονοι, θυμιῶντες τὸν Ἀρχιερέα καὶ τὰς Δεσποτικὰς εἰκόνας, εἰσέρχονται εἰς τὸ Ἱερόν· ἀπὸ δὲ τῶν λέξεων· Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, οἱ Ἱερεῖς ἀνὰ δύο κλίνοντες τὰς κεφαλὰς πρὸ τοῦ Ἀρχιερέως, εἰσέρχονται, ἅμα ψάλλοντες, εἰς τὸ Ἱερὸν καί, ἔνθεν τῆς ἁγίας Τραπέζης ἱστάμενοι, ἀποπερατοῦσι τὴν ὑμνῳδίαν.
Τότε ὁ β´ Διάκονος, ἱστάμενος πρὸ τῶν Ὡραίων Πυλῶν καὶ βλέπων πρὸς τὸν χορόν, ἐκφωνεῖ·
Ἑσπέρας Προκείμενον.
Καὶ εἰ μὲν εἰσώδευσαν πολλοὶ Ἱερεῖς, τὸ Προκείμενον ψάλλεται ὑπὸ τῶν Ἱερέων ἅπαξ, καὶ ἅπαξ ἐξ ἑκατέρου τῶν χορῶν· εἰ δὲ μή, ψάλλουσιν αὐτὸ οἱ χοροὶ ἐναλλὰξ ἐκ γ´· τοῦ δὲ τρίτου τὸ μὲν πρῶτον κῶλον ψάλλει ὁ α´ χορός, τὸ δὲ δεύτερον, ὁ β´ χορός·
Ἕπονται (ἐνδεχομένως) τὰ Ἀναγνώσματα. Οἱ δὲ Διάκονοι ἀπαγγέλλουσι τὴν «Ἐκτενῆ» καὶ τὰ «πληρωτικά». Μετὰ τὴν Ἐκτενῆ· Ἐλέησον ἡμᾶς ὁ Θεός... καὶ τὴν Ἐκφώνησιν· «Ὅτι ἐλεήμων...», ὁ Ἀρχιερεὺς ἀπαγγέλλει ἀπὸ τοῦ θρόνου τό· Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ... Μετὰ δὲ τό· Πληρώσωμεν τὴν δέησιν... καὶ τὴν ὑπὸ τοῦ Ἱερέως ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ὁ Ἀρχιερεὺς εὐλογῶν· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Καὶ πάντων κλινάντων τὰς κεφαλάς, ὁ Ἀρχιερεὺς λέγει μυστικῶς τὴν εὐχὴν ταύτην.
ΕΥΧΗ ΚΕΦΑΛΟΚΛΙΣΙΑΣ
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γάρ, τῷ φοβερῷ καὶ φιλανθρώπῳ Κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὑτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Ὁ Ἱερεὺς ἐκφώνως·
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ἀρτοκλασίας μὴ οὔσης, ὁ Διάκονος, εἰσελθὼν ἐν τῷ Βήματι, ἀπεκδύεται τὴν ἱερατικὴν αὑτοῦ στολήν.
Τῶν Ἀποστίχων δὲ περατωθέντων, ὁ Ἀρχιερεὺς λέγει τό· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα· ὁ δὲ ἀναγνώστης, ἀπελθὼν ἐν τῷ μέσῳ τοῦ Ναοῦ, ἀπαγγέλλει τό· Εἰς πολλὰ ἔτη, Δέσποτα. Ἅγιος ὁ Θεός· τρίς. Δόξα, καὶ νῦν. Παναγία Τριάς. Δόξα, καὶ νῦν. Πάτερ ἡμῶν· καὶ βαλὼν μετάνοιαν, ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως· ὁ δὲ Ἱερεὺς ἔσωθεν ἐκφωνεῖ·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β´ χορός· Ἀμήν. Εἶτα ψάλλονται τὰ Ἀπολυτίκια.
Μετὰ ταῦτα ὁ Διάκονος, ἐὰν ὑπῆρχεν ἀρτοκλασία, ἐκφωνεῖ· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ α´ χορός· Κύριε ἐλέησον.
Ὁ Ἀρχιερεύς, ἀπὸ τοῦ Θρόνου, εὐλογεῖ τὸν λαὸν διὰ τοῦ Σταυροῦ ἐκφωνῶν·
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β´ χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ Ἀναγνώστης· Δόξα, καὶ νῦν. Κύριε ἐλέησον, τρίς. Δέσποτα Ἅγιε, εὐλόγησον.
Ὁ Ἱερεὺς ἀπὸ τῆς Ὡραίας Πύλης ποιεῖ τὴν Ἀπόλυσιν. Περὶ τὸ τέλος δ᾿ αὐτῆς ὁ α´ χορὸς ψάλλει· Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν, Κύριε φύλαττε· εἰς πολλὰ ἔτη, Δέσποτα (γ´).
Ὁ Ἀρχιερεύς, ἀπὸ τοῦ Θρόνου· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...
Ὁ δὲ Ἱερεύς, ἀπὸ τῆς Ὡραίας Πύλης· Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν...
Ὁ Χορός· Ἀμήν.
Ἐὰν δὲ οὐχ ὑπῆρχεν ἀρτοκλασία, τότε ὁ Διάκονος, μετὰ τὸ Θεοτοκίον Ἀπολυτίκιον, ἐκφωνεῖ·
Σοφία.
Ὁ Ἱερεύς· Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀρχιερεύς· Στερεώσαι Κύριος ὁ Θεὸς τὴν ἁγίαν καὶ ὀρθόδοξον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, σὺν τῇ ἁγίᾳ ἐκκλησίᾳ ταύτῃ εἰς αἰῶνας αἰώνων.
Ὁ β´ χορός· Ἀμήν.
Ὁ Ἱερεύς· Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι (κ.τ.λ. ὡς ἀνωτέρω προεγράφησαν).
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ
Ὅταν μέλῃ νὰ χοροστατήσῃ ἢ νὰ λειτουργήσῃ Ἀρχιερεύς, προσέρχεται εἰς τὸν Ναὸν πρὸ τῶν «Καταβασιῶν». Ἐν τῷ Νάρθηκι περιβάλλεται Μανδύαν· καὶ λαμβάνει Ποιμαντορικὴν Ράβδον. Καὶ εὐλογήσας τὸν λαόν, ὡς ἐν τῷ Ἑσπερινῷ, ἀνέρχεται εἰς τὸν Θρόνον. Λαμβάνουσι δὲ καιρὸν παρ᾿ αὐτοῦ οἱ μέλλοντες νὰ λειτουργήσωσιν Ἱερεῖς καὶ Διάκονοι. Καὶ εἰσελθόντες ἐν τῷ ἁγίῳ Βήματι ἐνδύονται τὰ ἄμφια αὐτῶν.
Ἐν Κυριακῇ
Μετὰ τὰς Καταβασίας ἀκολουθεῖ ἡ τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου, ὡς ἕπεται·
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς ἐκφώνως·
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β´ χορός· Ἀμήν.
Οἱ χοροὶ ἐκ γ´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Εἶτα ὁ Διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ α´ χορός· Κύριε, ἐλέησον· ἐκ γ´.
Ὁ Διάκονος· Σοφία· Ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἀρχιερεὺς εὐλογῶν· Εἰρήνη πᾶσι.
Ὁ β´ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ (Ματθαῖον, ἢ Μάρκον, ἢ Λουκᾶν, ἢ Ἰωάννην) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ α´ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Διάκονος· Πρόσχωμεν.
Καὶ ἀναγινώσκει ὁ Ἱερεὺς τὸ Ἑωθινὸν Εὐαγγέλιον τῆς σειρᾶς, ἱστάμενος ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης.
Ὁ χοροστατῶν Ἀρχιερεύς, μετὰ τὸ τέλος τοῦ Εὐαγγελίου καὶ τό· Δόξα σοι, Κύριε, δόξα σοι· λέγει τό, Ἀνάστασιν Χριστοῦ θεασάμενοι κ.τ.λ.
Εἶτα οἱ χοροὶ ψάλλουσι τὸν Ν´ ψαλμόν· Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός· ὅτε δὲ ὁ β´ χορὸς ψάλλει τὸν στίχον· Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· ὁ Ἱερεύς, βαστάζων τὸ ἱερὸν Εὐαγγέλιον, ἐξέρχεται τῆς Ὡραίας Πύλης καί, στὰς ἐν μέσῳ τοῦ Ναοῦ, προσφέρει αὐτὸ εἰς προσκύνησιν τῷ Ἀρχιερεῖ, καὶ ἐφεξῆς, προϊών, παντὶ τῷ λαῷ· πάντων δὲ προσκυνησάντων, ἀποτίθησιν αὐτὸ εἰς τὸ Προσκυνητάριον, καὶ εἰσέρχεται διὰ τῆς Ὡραίας Πύλης ἐν τῷ Βήματι.
Μετὰ τὸν ἀσπασμὸν τοῦ ἱεροῦ Εὐαγγελίου ὑπὸ τοῦ Ἀρχιερέως, ὁ μὲν α´ χορὸς ψάλλει τό· Εἰς πολλὰ ἔτη, Δέσποτα, ἐνῷ ὁ β´ συνεχίζει ψάλλων τὸν στίχον· Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, ἀργῶς· ὁ Ἀρχιερεὺς εὐλογήσας διὰ τῆς δεξιᾶς τὸν λαὸν ἀνέρχεται εἰς τὸν Θρόνον· οἱ δὲ χοροὶ ἐξακολουθοῦσι ψάλλοντες ἐναλλὰξ τοὺς ἐφεξῆς στίχους τοῦ ψαλμοῦ· τούτου δὲ πληρωθέντος, ὁ α´ χορὸς ψάλλει· Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον· ὁ δὲ β´, Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις· αὖθις ὁ α´, Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός· καὶ τό, Ἀναστὰς ὁ Ἰησοῦς.
Ὁ Ἱερεύς·
Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου...
Οἱ χοροί· Κύριε ἐλέησον· δωδεκάκις ἀνὰ τρίς.
Ὁ Ἱερεύς· Ἐλέει καὶ οἰκτιρμοῖς... Ὁ χορός· Ἀμήν.
Ὁ Διάκονος· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.
Καὶ λαβὼν τὸ θυμιατόν, θυμιᾷ, κατὰ τὴν τάξιν, τὸν Ἀρχιερέα καὶ ἅπαντα τὸν ναὸν καὶ λαόν, τήν τε ἁγίαν Τράπεζαν καὶ τὸ ἱερατεῖον.
Ἐκτὸς Κυριακῆς.
Μετὰ τὰς Καταβασίας ἕπεται εὐθὺς ἡ ἐκφώνησις· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Οἱ δὲ χοροὶ ψάλλουσιν τό, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον· ἐπισυνάπτοντες εἰς ἕκαστον στίχον τό, Τὴν τιμιωτέραν τῶν Χερουβίμ. Εἶτα ὁ α´ χορὸς λέγει τὴν Θ´ ᾠδὴν τῶν Καταβασιῶν.
Τὸν α´ χορὸν ἀντικαθιστᾷ συνήθως ὁ Ἀρχιερεὺς χοροστατῶν, ὅστις ψάλλει ἐφεξῆς καὶ τὸ Ἐξαποστειλάριον· ὁσάκις δὲ ψάλλει ὁ Ἀρχιερεύς, οἱ χοροὶ κατέρχονται τῶν στασιδίων αὑτῶν.
Μετὰ τὴν Θ´ ᾠδήν, ὁ Ἱερεὺς λέγει τὴν μικρὰν Συναπτήν·
Ἔτι, καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον...
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...
Ἐκφώνως·
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Εἶτα ψάλλουσι τό, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν, δίς, καὶ τό, Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, ἅπαξ, καὶ τὸ Ἀναστάσιμον Ἐξαποστειλάριον, ὡς καὶ τὸ Θεοτοκίον· εἰ δὲ ἑορτάζεται ὁ Ἅγιος, μετὰ τὸ Ἀναστάσιμον ψάλλεται τὸ τοῦ Ἁγίου, εἶτα τὸ τῆς Θεοτόκου ἐκ τοῦ Μηναίου.
Ὁ ἀναγνώστης ἀπελθὼν εἰς τὸ μέσον τοῦ Ναοῦ λέγει· Κέλευσον, Δέσποτα ἅγιε, ἦχος (δεῖνα).
Καὶ ἄρχονται οἱ χοροὶ ψάλλειν τὸ Πασαπνοάριον. Καὶ ὅτε ὁ β´ χορὸς ἄρξεται τοῦ, Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ, ὁ χοροστατῶν, ἀλλὰ μὴ λειτουργῶν Ἀρχιερεὺς καταβὰς προσκυνεῖ τὰς Δεσποτικὰς εἰκόνας, καὶ ἐλθὼν ἐν τῷ μέσῳ τοῦ ναοῦ, εὐλογεῖ τὸν λαόν, τοῦ α´ χοροῦ ψάλλοντος τό· Εἰς πολλὰ ἔτη, καὶ ἀνέρχεται εἰς τὸν Θρόνον· οἱ δὲ χοροὶ ψάλλουσι τὰ τροπάρια τῶν Αἴνων. Δόξα, τὸ Ἑωθινόν. Καὶ νῦν, Ὑπερευλογημένη· καὶ ἑξῆς ἡ Μεγάλη Δοξολογία.
Εἰ δὲ ὁ Ἀρχιερεὺς μέλλει λειτουργῆσαι καὶ ἐνδυθῆναι ἐντὸς τοῦ Βήματος, κατέρχεται τοῦ Θρόνου μετὰ τό, Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι· καὶ στὰς ἔμπροσθεν τῶν Ὡραίων Πυλῶν, ἔχων περὶ αὑτὸν Διακόνους κρατοῦντας δικηροτρίκηρα, λαμβάνει καιρόν· ὁ δὲ α´ χορὸς ψάλλει ἀργῶς τό, Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν. Μετὰ δὲ τὴν εὐχήν, Κύριε, ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ τὴν Ἀπόλυσιν, στραφείς, εὐλογεῖ τὸν λαὸν μετὰ τοῦ τρικηρίου, τοῦ β´ χοροῦ ψάλλοντος τό, Εἰς πολλὰ ἔτη· καὶ εἰσέρχεται ἐν τῷ Βήματι ἐνδυσόμενος· ἐν δὲ τῷ ἐνδύεσθαι αὐτὸν οἱ χοροὶ ψάλλουσι τὰ τροπάρια τῶν Αἴνων μετὰ καὶ τοῦ Δοξαστικοῦ καὶ τοῦ Ὑπερευλογημένη.
Ἀρχομένης δὲ τῆς Δοξολογίας, ἐξέρχεται τοῦ Βήματος ὁ Ἀρχιερεύς, προηγουμένων τῶν συλλειτουργούντων Ἱερέων καὶ τῶν Διακόνων, καὶ ἵσταται ἐπὶ τοῦ ἀρχιερατικοῦ θρόνου, ἢ ἐν τῷ μέσῳ τοῦ Ναοῦ, προευτρεπισθέντος θρόνου, καὶ ὑποστρωθέντος πευκίου· εἰ δὲ συλλειτουργοῦσι πολλοὶ Ἀρχιερεῖς, τίθενται καὶ δι᾿ αὐτοὺς ἔνθεν καὶ ἔνθεν τὰ ἀναγκαῖα καθίσματα· καὶ οἱ μὲν Διάκονοι μετὰ δικηροτρικήρων ἵστανται πέριξ τοῦ πρώτου τῶν Ἀρχιερέων· οἱ δὲ Ἱερεῖς μετὰ τοὺς ἄλλους Ἀρχιερεῖς ἔνθεν καὶ ἔνθεν.
Τότε ὁ πρῶτος τῶν Διακόνων λέγει τὴν Ἐκτενῆ χαμηλῇ τῇ φωνῇ· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου κ.τ.λ. Ὁ Ἀρχιερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος. Ὁ δὲ β´ Διάκονος· Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν. Ὁ Ἀρχιερεύς· Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν. Εἰρήνη πᾶσι. Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν. Ὁ Ἀρχιερεὺς τὴν Εὐχήν· Κύριε, ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν. Ὁ Διάκονος· Σοφία. Ὁ Ἀρχιερεύς· Ὁ ὢν εὐλογητός· καὶ ποιεῖ μεγάλην Ἀπόλυσιν· ὁ α´ τῶν Ἱερέων· Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν.
Εἰ δὲ μέλλει ὁ Ἀρχιερεὺς λειτουργῆσαι καὶ ἐνδύσασθαι ἐκτὸς τοῦ Βήματος, τότε λαμβάνει καιρὸν μετὰ τὸ τέλος τῆς Δοξολογίας, τοῦ α´ χοροῦ ψάλλοντος ἀργῶς τό, Τὸν Δεσπότην καὶ Ἀρχιερέα· ἐνδυομένου δὲ αὐτοῦ, οἱ μὲν Διάκονοι, κρατοῦντες δικηροτρίκηρα καὶ θυμιατήρια, θυμιῶσι τὸν Ἀρχιερέα καὶ ἐκφωνοῦσι τοὺς στίχους τῆς ἀρχιερατικῆς στολῆς, ἀπέναντι αὐτοῦ ἱστάμενοι, ὁ δὲ χορὸς ψάλλει τό, Ἄνωθεν οἱ Προφῆται, ἢ τό, Περίζωσαι τὴν ρομφαίαν σου κ.τ.λ. Μετὰ τὸ τέλος τῶν στίχων τούτων, ὁ α´ τῶν Διακόνων, κατέχων ἐν μὲν τῇ δεξιᾷ τρικήριον, ἐν δὲ τῇ ἀριστερᾷ δικήριον, ἵσταται ἀπέναντι τοῦ Ἀρχιερέως καὶ ἐκφωνεῖ· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν· ὁ δὲ β´ Διάκονος ἐκφωνεῖ· Πάντοτε, νῦν, καὶ ἀεί. Τότε ὁ α´ Διάκονος, πλησιάσας τῷ Ἀρχιερεῖ δίδωσιν αὐτῷ, σταυρώσας τὰς χεῖρας, τὰ δικηροτρίκηρα, ὅστις λαβὼν εὐλογεῖ δι᾿ αὐτῶν τὸν λαόν, τῶν χορῶν ψαλλόντων τό· Εἰς πολλὰ ἔτη, Δέσποτα.
Μετὰ ταῦτα εὐλογοῦνται οἱ ἄρτοι, ἐὰν ὑπάρχῃ ἀρτοκλασία· γίνεται δὲ καὶ ἡ χειροθεσία Ἀναγνώστου ἢ Ὑποδιακόνου.
Εἶτα ὁ β´ χορὸς τὸ Τροπάριον· Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· οὗ ψαλλομένου οἱ Ἱερεῖς καὶ οἱ Διάκονοι προσελθόντες ὑποκλίνουσι τὰς κεφαλὰς τῷ Ἀρχιερεῖ, ὁ δὲ α´ Διάκονος λέγει· Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ. Ὁ Ἀρχιερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν. Ὁ Διάκονος· Εὖξαι ὑπὲρ ἡμῶν. Ὁ Ἀρχιερεύς· Κατευθύναι Κύριος τὰ διαβήματα ὑμῶν. Ὁ Διάκονος· Μνήσθητι ἡμῶν. Ὁ Ἀρχιερεύς· Τῆς Ἱερωσύνης καὶ Ἱεροδιακονίας ὑμῶν. Ἀσπάζονται δὲ πάντες τὴν δεξιὰν τοῦ Ἀρχιερέως, λέγοντες· Τῆς Ἀρχιερωσύνης σου μνησθείη. Καὶ ὁ μὲν α´ τῶν Ἱερέων εἰσέρχεται ἐν τῷ Βήματι, ὁ δὲ α´ τῶν Διακόνων ἵσταται ἔξω, πρὸ τῶν Ὡραίων Πυλῶν, ὡς καὶ πάντες οἱ συλλειτουργοί, ἐπὶ τῇ ἐνάρξει τῆς Θ. Λειτουργίας.
ΔΙΑΤΑΞΙΣ ΤΗΣ ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
Ὁ Ἀρχιερεὺς εἰσέρχεται εἰς τὸν Ναόν, ἐνῷ ἀναγινώσκεται τὸ Κοντάκιον καὶ τὸ Συναξάριον τῆς ἡμέρας. Φέρει ἀπαραιτήτως Μανδύαν καὶ Ποιμαντορικὴν Ράβδον. Εὐλογεῖ τὸν λαόν· καὶ ἀνέρχεται εἰς τὸν Θρόνον. Ἱερεῖς, Διάκονοι καὶ Ψάλται λαμβάνουσι «καιρόν». Χοροστατῶν μέχρι τῶν Αἴνων, εἴθισται νὰ ψάλλῃ ὁ Ἀρχιερεὺς τὰς καταβασίας, τὴν Τιμιωτέραν καὶ τὰ Ἐξαποστειλάρια. Πρὸ τοῦ «Πᾶσα πνοὴ» οἱ Κανονάρχαι λέγουσι τὸ «Κέλευσον, Δέσποτα ἅγιε· ἦχος (δεῖνα)», ὡς ἐν τῷ Ἑσπερινῷ. Μετὰ τὸ «Αἰνεῖτε» κατέρχεται ἐκ τοῦ θρόνου, ἵνα λάβῃ «καιρόν». Προχωρεῖ πρὸς τὴν Ὡραίαν Πύλην (κεκλεισμένην), πλαισιούμενος ὑπὸ τῶν Διακόνων φερόντων δικηροτρίκηρα. Προσκυνοῦσι τρίς. Καὶ λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἀρχιερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι. Βασιλεῦ οὐράνιε κ.τ.λ.
Ὁ Διάκονος· Τὸ τρισάγιον κ.τ.λ.
Ὁ Ἀρχιερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία. Εἶτα αὐτὸς μὲν λέγει· Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον, ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Ὁ Διάκονος· Δόξα Πατρί. Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Ὁ β´ Διάκονος· Καὶ νῦν, καὶ ἀεί. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, (καὶ ἀνοίγεται τὸ καταπέτασμα τῶν Πυλῶν), εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Εἶτα ἀπερχόμενος προσκυνεῖ ὁ Ἀρχιερεὺς τὰς ἁγίας εἰκόνας, καὶ εἰς μὲν τὴν εἰκόνα τοῦ Χριστοῦ λέγουσιν οἱ Διάκονοι·
Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ρύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Εἰς δὲ τὴν εἰκόνα τῆς Θεοτόκου λέγουσιν·
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ χαῖρε βοῶμέν σοι, ὥς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων Ἀρχιστράτηγος.
Εἰς τὴν εἰκόνα τοῦ Προδρόμου, τό· Μνήμη δικαίου μετ᾿ ἐγκωμίων· καὶ εἰς τὴν εἰκόνα τοῦ Ἁγίου τῆς ἐκκλησίας, τὸ τοῦ Ἁγίου τροπάριον· καὶ ἔρχονται αὖθις πρὸ τῶν Ὡραίων Πυλῶν· τότε ὁ Διάκονος λέγει· Τοῦ Κυρίου δεηθῶμεν· καὶ ὁ Ἀρχιερεὺς κλίνας τὴν κεφαλὴν λέγει τὴν εὐχήν·
Κύριε ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους κατοικητηρίου σου, καὶ ἐνίσχυσόν με εἰς τὴν προκειμένην διακονίαν σου, ἵνα ἀκατακρίτως παραστὰς τῷ φοβερῷ σου βήματι, τὴν ἀναίμακτον ἱερουργίαν ἐπιτελέσω. Ὅτι σοῦ ἐστιν ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ποιεῖ μικρὰν Ἀπόλυσιν. Εὐλογῶν δὲ διὰ τοῦ τρικηρίου τὸν λαόν, τοῦ β´ χοροῦ ψάλλοντος· Εἰς πολλὰ ἔτη Δέσποτα, εἰσέρχεται εἰς τὸ Ἱερόν· καὶ οἱ Διάκονοι ἀκολουθοῦσι σὺν αὐτῷ.
ΣΗΜΕΙΩΣΙΣ· Τὰ ἐν τέλει τοῦ Ὄρθρου διαμειβόμενα ἀμοιβαδὸν ὑπὸ τῶν Διακόνων, Πρεσβυτέρων καὶ τοῦ Ἐπισκόπου, ὡς προεγράφησαν ἐν κατακλεῖδι τῆς Ἀκολουθίας ταύτης, βλ. πρόσθεν εἰς τὴν οἰκείαν θέσιν. Καὶ τὰς ἐν τῇ Θ. Λειτουργίᾳ συναφεῖς διατυπώσεις βλ. ἐνσωματωθείσας εἰς τὴν Ἀκολουθίαν αὐτῆς.
+ ὁ Π.Ν.
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Ὁ Διάκονος·
Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος, τὴν Μεγάλην Συναπτήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης... Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου... Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου... Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν... Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν... (εἰ δὲ λειτουργεῖ Βοηθὸς Ἐπίσκοπος, καὶ τοῦ Ἐπισκόπου ἡμῶν...). Ὑπὲρ τῆς πόλεως ταύτης... Ὑπὲρ εὐκρασίας ἀέρων... Ὑπὲρ πλεόντων, ὁδοιπορούντων... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας, ἀχράντου ὑπερευλογημένης...
Ὁ Χορός· Κύριε, ἐλέησον. Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως τὴν Εὐχὴν1 τοῦ Α´ Ἀντιφώνου·
Κύριε, ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον Οἶκον τοῦτον, καὶ ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
Ὁ Ἱερεὺς τὴν Ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Καὶ ψάλλεται τὸ Α´ Ἀντίφωνον ἢ τὰ Τυπικά.
Εἶτα ὁ Διάκονος τὴν μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας ἀχράντου,...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως2 τὴν Εὐχὴν τοῦ Β´ Ἀντιφώνου·
Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ Οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ὁ Ἱερεὺς τὴν Ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν· Καὶ ψάλλεται τὸ Β´ Ἀντίφωνον.
Εἶτα ὁ Διάκονος τὴν μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας ἀχράντου,...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως τὴν Εὐχὴν τοῦ Γ´ Ἀντιφώνου·
Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ὁ Ἱερεὺς τὴν Ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ψαλλομένου τοῦ Γ´ Ἀντιφώνου, γίνεται ἡ Μικρὰ Εἴσοδος, ὅταν δὲ ἔλθωσιν εἰς τὸ μέσον τοῦ Ναοῦ, λέγει ὁ Διάκονος, χαμηλοφώνως· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως τὴν Εὐχὴν τῆς Εἰσόδου·
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν Οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ Εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, χαμηλοφώνως· Εὐλόγησον, Δέσποτα, τὴν ἁγίαν Εἴσοδον.
Ὁ Ἀρχιερεύς, ἀσπασθεὶς τὸ ἱερὸν Εὐαγγέλιον καὶ εὐλογῶν, λέγει χαμηλοφώνως·
Εὐλογημένη ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, ὑψῶν τὸ ἱερὸν Εὐαγγέλιον·
Σοφία. Ὀρθοί.
Ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων ψάλλουσιν, εἰ μέν ἐστι Δεσποτικὴ ἑορτή, τὸ χαρακτηριστικὸν Εἰσοδικόν, εἰ δὲ μή, τὸ σύνηθες·
Δεῦτε προσκυνήσωμεν...
Ὁ Χορός· Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Ὁ Ἀρχιερεὺς ψάλλει μετὰ τῶν Ἱερέων τὸ τῆς ἡμέρας πρῶτον Ἀπολυτίκιον καὶ θυμιᾷ κύκλῳ τῆς ἁγίας Τραπέζης, τὴν ἱερὰν Πρόθεσιν, τὰς Δεσποτικὰς Εἰκόνας καὶ τὸν λαόν, τοῦ Χοροῦ ψάλλοντος τὰ λοιπὰ Ἀπολυτίκια. Εἶτα ψάλλει μετὰ τῶν Ἱερέων τὸ Κοντάκιον τῆς ἐκκλησιαστικῆς περιόδου.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἐκφωνεῖ· Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν [καὶ τὸν τρισάγιον ὕμνον] ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ [ὁ δὲ Διάκονος συνεχίζει] καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως τὴν Εὐχὴν3 τοῦ Τρισαγίου Ὕμνου·
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ Τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος, καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου Δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου Θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον Ὕμνον, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Ἅγιος ὁ Θεὸς (δίς). Ἐν Δεσποτικαῖς ἑορταῖς καὶ ὡς ὁρίζει τὸ Τυπικόν· Ὅσοι εἰς Χριστόν... ἢ Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα...
Ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων· Ἅγιος ὁ Θεός...
Ὁ Χορός· Ἅγιος ὁ Θεός...
Ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων· Ἅγιος ὁ Θεός...
Ὁ Χορός· Δόξα... Καὶ νῦν... Ἅγιος ἀθάνατος...
Οἱ Ἱερεῖς ἐκ τοῦ ἱεροῦ Βήματος εἰς τέσσαρας στάσεις· α´ Ἅγιος ὁ Θεός, β´ Ἅγιος ἰσχυρός, γ´ Ἅγιος ἀθάνατος, δ´ Ἐλέησον ἡμᾶς.
Ὁ δὲ Ἀρχιερεύς, τῶν Διακόνων ἐξερχομένων εἰς τὸν Σολέα καὶ τασσομένων ἔναντι αὐτοῦ, λαμβάνει τὰ Δικηροτρίκηρα καὶ μικρὸν προελθὼν πρὸ τῶν ἁγίων Πυλῶν καὶ βλέπων πρὸς τὸν λαόν, ἀπαγγέλλει ἐμμελῶς ἐφ᾿ ἑκάστῃ τῶν τριῶν πρώτων στάσεων τοῦ Τρισαγίου τό·
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Καὶ τὸ μὲν πρῶτον ἐκφωνεῖ, ἐστραμμένος πρὸς δυσμάς, τὸ δεύτερον πρὸς νότον καὶ τὸ τρίτον πρὸς βορρᾶν, καὶ εὐλογεῖ διὰ τῶν Δικηροτρικήρων μεθ᾿ ἑκάστην ἐκφώνησιν τὸν λαόν.
Ὁ Χορός, εἰς ἑκάστην δέησιν· Εἰς πολλὰ ἔτη, Δέσποτα.
Ὁ Ἀρχιερεύς, ἐπιδίδων τῷ Διακόνῳ τὰ Δικηροτρίκηρα, εἰσέρχεται εἰς τὸ ἱερὸν Βῆμα.
Ὁ Διάκονος, πρὸς τὸν λαόν· Δύναμις. Καὶ πρὸς τὸν Ἀρχιερέα, χαμηλοφώνως· Κέλευσον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, στρεφόμενος πρὸς τὴν ἁγίαν Πρόθεσιν·
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὁ Διάκονος, πρὸς τὸν Ἀρχιερέα·
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω Καθέδραν.
Ὁ Ἀρχιερεὺς ὑποκλινόμενος·
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἀπέρχονται ἐν τῇ Καθέδρᾳ. Ἰστέον δὲ ὅτι εἰς τὸ Σύνθρονον ἀνέρχεται μόνον ὁ κυριάρχης Ἀρχιερεύς.
Ὁ Διάκονος, πρὸς τὸν λαόν, ἐκφωνεῖ· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Ὁ Ἀρχιερεύς, μετὰ τῶν Ἱερέων, ψάλλει· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Ὁ Διάκονος, πρὸς τὸν λαόν· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Ὁ Χορός· Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Ὁ Διάκονος, πρὸς τὸν λαόν· Κύριε, σῶσον τοὺς Βασιλεῖς.
Ὁ Χορός· Κύριε, σῶσον τοὺς Βασιλεῖς.
[Εἰς μὴ βασιλευομένας Χώρας τρισσεύεται τό· Κύριε, σῶσον τοὺς εὐσεβεῖς_.
Ὁ Διάκονος, πρὸς τὸν λαόν· Καὶ ἐπάκουσον ἡμῶν.
Ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων· Καὶ ἐπάκουσον ἡμῶν.
Ὁ Διάκονος βλέπων πρὸς τὸν λαόν, ἐκφωνεῖ τὴν Φήμην τοῦ Ἀρχιερέως, ἣν ψάλλουσιν οἱ Ἱερεῖς ἀπὸ τοῦ ἱεροῦ Βήματος καὶ μετὰ τούτους οἱ Χοροί.
Ὁ δ᾿ Ἀρχιερεὺς εὐλογεῖ διὰ τῶν δύο χειρῶν τὸν λαὸν ἀπὸ τῆς Ὡραίας Πύλης, περιστοιχούμενος ἔξωθεν ὑπὸ τοῦ ἱερατείου.
Λειτουργοῦντος Ἀρχιερέως ἔχοντος τὴν «ἀναφορὰν» τῷ Πατριαρχείῳ, πρῶτον ἐκφωνεῖται ἡ Φήμη τοῦ Πατριάρχου καὶ ψάλλεται αὕτη ἐκ τοῦ ἱεροῦ Βήματος. Εἶτα ἡ Φήμη τοῦ ἱερουργοῦντος Ἀρχιερέως· (Δεῖνος) τοῦ Σεβασμιωτάτου καὶ θεοπροβλήτου Μητροπολίτου τῆς ἁγιωτάτης Μητροπόλεως... [Ὑπερτίμου καὶ Ἐξάρχου...] ἡμῶν δὲ πατρὸς καὶ ποιμενάρχου, πολλὰ τὰ ἔτη.
Εἰ δὲ ὁ ἱερουργῶν τυγχάνει Βοηθὸς Ἀρχιεπισκόπου ἢ Μητροπολίτου, ἐκφωνεῖται καὶ ψάλλεται ἡ Φήμη τοῦ Μητροπολίτου· εἰ δὲ σχολάζων, ἡ φήμη τοῦ οἰκείου Μητροπολίτου.
[Οἱ Χοροὶ εἶτα, ἐν ταῖς βασιλευομέναις Χώραις, ψάλλουσι τὸν Πολυχρονισμὸν τῶν Βασιλέων, πάντων κατερχομένων τοῦ ἱεροῦ Συνθρόνου καὶ τοῦ Ἀρχιερέως προελθόντος μικρὸν πρὸ τῆς ἁγίας Πύλης].
Ὁ Ἀρχιερεὺς εἰσέρχεται ἀκολούθως εἰς τὸ ἱερὸν Βῆμα καί, στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης, τοῦ Διακόνου ἐκφωνήσαντος ἠρέμα· Τοῦ Κυρίου δεηθῶμεν, λέγει χαμηλοφώνως τὴν Εὐχὴν τοῦ Εὐαγγελίου·
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον, εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος πρὸς τὸν λαόν· Πρόσχωμεν.
Ὁ Ἀναγνώστης, τὸ Προκείμενον, τὸν Στίχον καὶ τὴν Ἐπιγραφὴν τῆς ἀποστολικῆς περικοπῆς.
Ὁ Διάκονος· Σοφία. Πρόσχωμεν.
Εἶτα ἀποτίθησιν ὁ Ἀρχιερεὺς τὸ Ὠμοφόριον καὶ τὴν Μίτραν. Ἀρχομένης δὲ τῆς ἀναγνώσεως τοῦ Ἀποστόλου, ὁ Διάκονος, προσελθὼν μετὰ τοῦ Θυμιατηρίου, λέγει πρὸς τὸν Ἀρχιερέα χαμηλοφώνως· Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα. Ὁ δὲ Ἀρχιερεύς, εὐλογῶν, λέγει· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...
Καὶ θυμιᾷ ὁ Διάκονος ἠρέμα, πρὸς τὸ μὴ ἠχεῖν τοὺς κωδωνίσκους, μετὰ δὲ τὸ θυμιᾶσαι, κλίνας τὸ γόνυ ἐνώπιον τῆς ἁγίας Τραπέζης, λέγει μυστικῶς·
Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).
Ὁ Ἀρχιερεύς, μυστικῶς, ἐπιθεὶς αὐτῷ τὴν δεξιάν·
Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (τοῦ δεῖνος), δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ αὐτοῦ Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ Διάκονος, μυστικῶς·
Ἀμήν· Ἀμήν· Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ρῆμά σου.
[Ἀπόστολε ἅγιε καὶ Εὐαγγελιστά...]
Πληρωθέντος δὲ τοῦ Ἀποστόλου, ὁ Ἀρχιερεύς, λέγει·
Εἰρήνη σοι.
Ὁ Χορός, ψάλλει· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Ὁ Ἱερεὺς ἢ ἕτερος Διάκονος·
Σοφία· Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἀρχιερεὺς εὐλογεῖ, λέγων·
Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος·
Ἐκ τοῦ κατὰ (...) ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Ὁ Ἱερεὺς ἢ ἕτερος Διάκονος· Πρόσχωμεν.
Πληρωθείσης τῆς ἀναγνώσεως τοῦ Εὐαγγελίου, ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν Διάκονον, λέγει·
Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Ὁ Χορός, ψάλλει μετὰ μέλους· Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐνταῦθα ὁ Ἀρχιερεύς, κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν «διὰ λόγου τὴν νουθεσίαν... ποιεῖται», ἤτοι κηρύσσει τὸν θεῖον Λόγον. Ὁ δὲ Χορὸς ἀκολούθως ψάλλει· Εἰς πολλὰ ἔτη, Δέσποτα.
Ὁ Διάκονος, τὴν Ἐκτενῆ·
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς... Κύριε, Παντοκράτορ... Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου... Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου... Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν Ἱερέων... Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς... Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων... Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...
Ὁ Χορός· Κύριε, ἐλέησον (τρισσῶς εἰς ἑκάστην δέησιν).
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως, τὴν Εὐχὴν τῆς ἐκτενοῦς Ἱκεσίας.
Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Εὔξασθε οἱ Κατηχούμενοι, τῷ Κυρίῳ.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Διάκονος· Οἱ Πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν· Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ· Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης· Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ· Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Οἱ Κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως, τὴν Εὐχὴν τῶν Κατηχουμένων (πρὸ τοῦ ἁπλωθῆναι τὸ Εἱλητὸν)
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτούς, ἐν καιρῷ εὐθέτῳ, τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ Ἁγίᾳ σου, Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.
Ἐκφώνως·
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα λαμβάνων τὸ ἱερὸν Εὐαγγέλιον, καὶ σφραγίζων δι᾿ αὐτοῦ σταυροειδῶς τὸ Εἱλητόν, ἐξαπλοῖ αὐτὸ ἐπὶ τῆς ἁγίας Τραπέζης, τὸ δὲ ἱερὸν Εὐαγγέλιον ἀποτίθησιν ἐν τῷ ἄνω μέρει αὐτῆς.
Ὁ Διάκονος·
Ὅσοι Κατηχούμενοι, προέλθετε· Οἱ Κατηχούμενοι, προέλθετε· Ὅσοι Κατηχούμενοι, προέλθετε· Μή τις τῶν Κατηχουμένων. Ὅσοι Πιστοί. Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον... Σοφία.
Ὁ Ἀρχιερεύς, μετὰ τὸ ἁπλωθῆναι τὸ Εἱλητόν, δέεται χαμηλοφώνως·
Εὐχὴ Α´ τῶν Πιστῶν.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
Ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν4.
Ὁ Διάκονος· Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Σοφία.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως·
Εὐχὴ Β´ τῶν Πιστῶν.
Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου Θυσιαστηρίου. Χάρισαι δὲ ὁ Θεὸς καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου Μυστηρίων, καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.
Ἐκφώνως·
Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Καὶ ἄρχεται ψάλλων τὸν Χερουβικὸν Ὕμνον.
Ὁ Ἀρχιερεύς·
Εὐχή, ἀδομένου τοῦ Χερουβικοῦ.
Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις Δυνάμεσιν. Ἀλλ᾿ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ Ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου Θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων· Σὺ γὰρ μόνος, Κύριε, ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ Τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, καὶ δέομαί σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου· ἀλλ᾿ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ Δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὴν Εὐχήν, ὁ Ἀρχιερεύς, λέγει χαμηλοφώνως·
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὁ Διάκονος·
Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα· Ἀλληλούϊα· Ἀλληλούϊα.
Τὸ αὐτὸ ἐπαναλαμβάνεται δὶς ὑπὸ τῶν Ἱερέων, τοῦ Διακόνου ἐπιλέγοντος ἐν ἑκατέρῳ· Ὡς τὸν Βασιλέα...
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸ θυμίαμα καὶ θυμιῶν, κατὰ τὴν τάξιν, λέγει χαμηλοφώνως· Ἀνάστασιν Χριστοῦ θεασάμενοι (ἐὰν ᾖ Κυριακὴ ἢ ὁσάκις ἂν ἄλλοτε λέγηται). Δεῦτε προσκυνήσωμεν... καὶ τὸν Ν´ ψαλμὸν ἕως τοῦ στίχου· Καρδίαν συντετριμμένην... οὐκ ἐξουδενώσει. Εἶθ᾿ οὕτως, ὑποκλινόμενος τοῖς συλλειτουργοῖς, λέγει· Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί, ἀσπαζόμενος δὲ ἀκολούθως τὴν ἁγίαν Τράπεζαν, λέγει καθ᾿ ἑαυτόν· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. Εἶτα νίπτεται τὰς χεῖρας [κατενώπιον τοῦ λαοῦ], λέγοντος τοῦ Διακόνου τό· Νίψομαι ἐν ἀθώοις τὰς χεῖρας μου... κτλ. ἕως τέλους. Μετὰ τὸ νίψασθαι τὰς χεῖρας, ὑποκλινόμενος τῷ λαῷ πρὸς συγχώρησιν, λέγει· Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον. Καί, εὐλογῶν τὸν λαόν, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν, ἡτοιμασμένην ἤδη ὑπὸ τοῦ Ἱερέως. Ἐν δὲ τῷ μεταξὺ τούτῳ ψάλλεται ὁ Χερουβικὸς ὕμνος. Ἐλθόντων δ᾿ ἐν τῇ Προθέσει λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα, τὴν ἁγίαν ἕνωσιν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸ ἅγιον Ποτήριον·
Εὐλογημένη ἡ ἕνωσις τῶν Ἁγίων σου. Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἐξάγει μερίδας ἐν τῷ δισκαρίῳ, μνημονεύων ζώντων καὶ κεκοιμημένων. Εἶθ᾿ οὕτως·
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
Ὁ Ἀρχιερεύς·
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος.
Ὁ Διάκονος· Στερέωσον, Δέσποτα5.
Ὁ Ἀρχιερεύς, ἐπὶ τῷ Ἀστερίσκῳ·
Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
Ὁ Διάκονος· Εὐτρέπισον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, ἐπὶ τῷ α´ Καλύμματι, καλύπτων τὸ Δισκάριον·
Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο...
Ὁ Διάκονος· Κάλυψον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, ἐπὶ τῷ β´ Καλύμματι, καλύπτων τὸ ἅγιον Ποτήριον·
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετή σου, Χριστέ, καὶ τῆς αἰνέσεώς σου πλήρης πᾶσα ἡ γῆ.
Ὁ Διάκονος· Σκέπασον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, ἐπὶ τῷ Ἀέρι, σκέπων τό τε Δισκάριον καὶ τὸ Ποτήριον·
Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ᾿ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου· καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, θυμιῶν τὴν Πρόθεσιν·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας· δόξα σοι (ἐκ τρίτου), τοῦ Διακόνου ἐπιλέγοντος τό· Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος·
Ἐπὶ τῇ προθέσει τῶν Τιμίων Δώρων. Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, λέγει τὴν Εὐχὴν τῆς Προθέσεως·
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὸν οὐράνιον Ἄρτον, τὴν τροφὴν τοῦ παντὸς κόσμου, τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν ἐξαποστείλας, Σωτῆρα καὶ Λυτρωτήν, καὶ Εὐεργέτην, εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς· Αὐτὸς εὐλόγησον τὴν Πρόθεσιν ταύτην καὶ πρόσδεξαι αὐτὴν εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον. Μνημόνευσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, τῶν προσενεγκόντων καὶ δι᾿ οὓς προσήγαγον, καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου Μυστηρίων. Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Ἔπαρον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, αἴρων τὸν Ἀέρα ἐπιτίθησι τοῖς ὤμοις τοῦ Διακόνου, λέγων·
Ἐν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ Ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
Εἶτα, ἐπιδίδων τὸ Δισκάριον τῷ Διακόνῳ, τὸ δὲ Ποτήριον τῷ Ἱερεῖ, λέγει·
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Καὶ γίνεται ἡ Μεγάλη Εἴσοδος, προπορευομένου ὀπισθοφανῶς λαμπαδούχου μετὰ τοῦ θυμιατοῦ, ἑπομένων ἑνὸς τῶν Ἱερέων μετὰ τοῦ Μικροῦ Ὠμοφορίου, τοῦ Διακόνου καὶ τῶν Ἱερέων. Ἐκφωνεῖ δὲ ὁ Διάκονος· Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τῆς ἱερᾶς πομπῆς ἐλθούσης εἰς τὸ μέσον τοῦ Ναοῦ καὶ στάντων τῶν εἰσοδευόντων, ὁ Ἱερεύς, ὁ τὸ Μικρὸν Ὠμοφόριον κομίζων, ἐπιτίθησι τοῦτο τοῖς ὤμοις τοῦ Ἀρχιερέως, ἐκφωνεῖ δὲ ὁ Διάκονος·
Τῆς Ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ λαμπαδοῦχος ἐπιδίδωσι τὸ θυμιατὸν τῷ Ἀρχιερεῖ, ὅστις θυμιᾷ, τοῦ Διακόνου προσερχομένου. Παραλαμβάνων δὲ τὸ Δισκάριον, ὁ Ἀρχιερεὺς μνημονεύει ὡς εἴθισται τῶν ζώντων· καὶ ἐν τέλει ἐπιλέγει τό· Μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, πρὸς τοὺς Ἱερεῖς καὶ τὸν ἢ τοὺς Διακόνους πραείᾳ τῇ φωνῇ·
Τῆς ἱερωσύνης καὶ τῆς διακονίας ὑμῶν μνησθείη Κύριος ὁ Θεός...
Καὶ ἀποτίθησι τὸ Δισκάριον ἐπὶ τῆς ἁγίας Τραπέζης.
Ὁ Ἱερεύς, ὁ τὸ ἅγιον Ποτήριον κομίζων, λέγει ἐκφώνως·
Τῆς Ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, θυμιάσας παραλαμβάνει τὸ ἅγιον Ποτήριον καὶ μνημονεύει τῶν κεκοιμημένων ὡς οἶδεν, ἐπιλέγων·
Καὶ πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Ταῖς ἀγγελικαῖς ἀοράτως... κ.τ.λ. ἕως τέλους.
Ὁ Ἀρχιερεύς, ἀποτιθεὶς τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας Τραπέζης καὶ ἄρας τὸν Ἀέρα ἀπὸ τῶν ὤμων τοῦ Διακόνου, σκεπάζει τὰ τίμια Δῶρα.
Εἶτα λέγει ὁ Διάκονος· Ἀγάθυνον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, θυμιᾷ τὰ Ἅγια, λέγων·
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ Θυσιαστήριόν σου μόσχους. Εἶτα·
Μνήσθητέ μου, ἀδελφοὶ καὶ συλλειτουργοί.
Οἱ δὲ πρὸς αὐτόν·
Τῆς Ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Εὖξαι ὑπὲρ ἡμῶν, Δέσποτα ἅγιε.
Ὁ Ἀρχιερεὺς (πρὸς τοὺς Ἱερεῖς καὶ τοὺς Διακόνους)·
Πνεῦμα ἅγον ἐπελεύσεται ἐφ᾿ ὑμᾶς, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει ὑμῖν.
Ὁ Διάκονος·
Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Καὶ πάλιν ὁ Διάκονος· Μνήσθητι ἡμῶν, Δέσποτα ἅγιε.
Ὁ Ἀρχιερεὺς (πρὸς τοὺς Ἱερεῖς καὶ τοὺς Διακόνους, ἀσπαζομένους τὴν χεῖρα αὐτοῦ).
Τῆς Ἱερωσύνης ὑμῶν καὶ τῆς Διακονίας ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Ἀμήν.
Ἐξελθὼν δὲ καὶ στὰς ἐν τῷ οἰκείῳ τόπῳ (μετὰ δικηρίου ἐπιδιδομένου αὐτῷ ὑπὸ τοῦ ἀρχιερέως, εὐλογοῦντος), λέγει6·
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Τὴν ἡμέραν πᾶσαν... Ἄγγελον εἰρήνης... Συγγνώμην καὶ ἄφεσιν... Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν... Τὸν ὑπόλοιπον χρόνον... Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Χορός· Κύριε, ἐλέησον. Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως, τὴν Εὐχὴν τῆς Προσκομιδῆς·
Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσάγαγε τῷ ἁγίῳ σου Θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα, καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Ἐκφώνως·
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, πρὸς τὸν λαόν· Εἰρήνη πᾶσι 7.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ Χορός· Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ἐνταῦθα γίνεται, κατὰ τὴν τάξιν, ὁ ἀσπασμός. Ὁ Ἀρχιερεὺς ἀσπάζεται τὰ τίμια Δῶρα ὑπεράνω τοῦ Ἀέρος, λέγων καθ᾿ ἑαυτὸν τό· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου... (ὅπερ εἴθισται νὰ ψάλλῃ καὶ ὁ Χορὸς ἀντὶ τοῦ· Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα...). Οἱ δὲ Ἱερεῖς ὁμοίως προσερχόμενοι κατὰ σειρὰν ἀσπάζονται τὰ Δῶρα καὶ τὴν ἁγίαν Τράπεζαν καὶ εἶτα τοὺς πρὸς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ Ἀρχιερατικοῦ Ὠμοφορίου Σταυροὺς καὶ τὴν χεῖρα τοῦ Ἀρχιερέως, ὅστις καὶ ἀσπάζεται αὐτούς, λέγων ἠρέμα τό· Ὁ Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν..., καὶ οἱ Ἱερεῖς ἀπαντῶσι· Καὶ ἔστι καὶ ἔσται.
Ὁ Διάκονος· Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
Ὁ λαός· Τὸ Σύμβολον τῆς Πίστεως· Πιστεύω εἰς ἕνα Θεόν... Τοῦτ᾿ αὐτὸ λέγει καὶ ὁ Ἀρχιερεὺς χαμηλοφώνως, κύπτων πρὸ τῶν Τιμίων Δώρων, ἐν ᾧ οἱ ἱερεῖς αἴροντες σείουσι τὸν Ἀέρα ὕπερθεν αὐτῶν καὶ τῆς κεφαλῆς τοῦ Ἀρχιερέως, μέχρι τῆς φράσεως· Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς...
Ὁ Διάκονος· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου. Πρόσχωμεν, τὴν ἁγίαν Ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ὁ Χορός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ Ἀρχιερεύς σφραγίζει σταυροτύπως τὰ ἅγια διὰ τοῦ Ἀέρος, εἶτα δὲ ἐστραμμένος πρὸς τὸν λαὸν ἐκφωνεῖ·
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, (εὐλογῶν τὸν λαὸν) εἴη μετὰ πάντων ὑμῶν.
Ὁ Χορός· Καὶ μετὰ τοῦ Πνεύματός σου.
Ὁ Ἀρχιερεύς, αἴρων τὰς χεῖρας· Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ Χορός· Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ Ἀρχιερεύς, σταυρῶν τὰς χεῖρας καὶ στρέφων πρὸ τὸ ἱερὸν Βῆμα· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ Χορός· Ἄξιον καὶ δίκαιον.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν Βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν, καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς Λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.
Ἐκφώνως (εἷς ἱερεύς)·
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα·
[Ὁ Διάκονος αἴρει τὸν ἀστερίσκον, σταυροτύπως ἐγγίζων τὰ τέσσαρα ἄκρα αὐτοῦ ἐπὶ τοῦ Δισκαρίου].
Ὁ Χορός· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος, καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον· ὅς, ἐλθών, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών·
Ἐκφώνως·
Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Ὁμοίως καὶ τὸ Ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·
Ἐκφώνως·
Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν, καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, κλίνων ἐπεύχεται χαμηλοφώνως·
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ Σταυροῦ, τοῦ Τάφου, τῆς τριημέρου Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν Καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν Παρουσίας,
Ἐκφώνως (ὑψῶν τὸ Δισκάριον καὶ τὸ Ἅγιον Ποτήριον καὶ κινῶν σταυροειδῶς ταῦτα διὰ τῶν σταυροσχήμως συμπλεκομένων χειρῶν του)·
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Ὁ Χορός· Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε,...
Ὁ Ἀρχιερεύς, κλίνων ὡσαύτως, ἐπεύχεται χαμηλοφώνως·
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε, καὶ δεόμεθα, καὶ ἱκετεύομεν· Κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα.
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
Ὁ Ἀρχιερεὺς ἀνιστάμενος σφραγίζει τῷ τύπῳ τοῦ Σταυροῦ τὸν Ἅγιον Ἄρτον, λέγων·
Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
Ὁ Ἀρχιερεύς, σφραγίζων ὁμοίως τὸ Ἅγιον Ποτήριον, λέγει·
Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.
Ὁ Ἀρχιερεύς, σφραγίζων ἅμα τόν τε Ἅγιον Ἄρτον καὶ τὸ Ἅγιον Ποτήριον, λέγει·
Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.
Ὁ Διάκονος· Ἀμήν· Ἀμήν· Ἀμήν.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν, ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Ὁ Ἀρχιερεὺς θυμιᾷ καὶ ἀκολούθως ἐκφωνεῖ·
Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Καὶ δίδωσι τὸ θυμιατήριον τῷ Διακόνῳ, ὅστις, θυμιῶν κύκλῳ τὴν ἁγίαν Τράπεζαν, ἵσταται ὄπισθεν αὐτῆς μνημονεύων ζώντων καὶ τεθνεώτων.
Ὁ Χορὸς ψάλλει τό· Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον... ἢ ὅ,τι ἕτερον ὁρίζει τὸ Τυπικόν.
Ὁ Ἀρχιερεὺς ἐπεύχεται χαμηλοφώνως·
Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ Ἁγίου (τοῦ δεῖνος) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὀνομαστὶ ὧν βούλεται τεθνεώτων), καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· Μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Ἐκφώνως·
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τῆς Ἱερᾶς ἡμῶν Συνόδου, τῆς ὀρθοτομούσης τὸν λόγον τῆς σῆς ἀληθείας.
Εἰ δὲ ὁ ἱερουργῶν Ἀρχιερεὺς ἔχει τὴν «ἀναφορὰν» τῷ Πατριάρχῃ, λέγει·
Ἐν πρώτοις μνήσθητι, Κύριε τοῦ Οἰκουμενικοῦ Πατριάρχου ἡμῶν (τοῦ δεῖνος) καὶ τῆς Ἱερᾶς ἡμῶν Συνόδου, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας8.
Εἰ δέ ἐστι σχολάζων Ἀρχιερεὺς λέγει ὅ,τι καὶ ὁ ἐν ἐνεργῷ ὑπηρεσίᾳ.
Εἰ δὲ βοηθὸς Ἐπίσκοπος, ἐκφωνεῖ·
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Εἰ δέ ἐστιν ὁ ἱερουργῶν Πατριάρχης ἢ Ἀρχιεπίσκοπος, λέγει·
[Ἐν πρώτοις] μνήσθητι, Κύριε, πάσης Ἐπισκοπῆς Ὀρθοδόξων τῆς ὀρθοτομούσης τὸν λόγον τῆς σῆς ἀληθείας.
Οἱ Ἱερεῖς·
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Ὁ Διάκονος· Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει καὶ πάντων καὶ πασῶν.
Εἰ δὲ ἱερουργεῖ Πατριάρχης (καὶ ἐν γένει Προκαθήμενος Ἐκκλησίας – ἐνίοτε δὲ καὶ Μητροπολίτης, εἰς μεγάλας ἑορτὰς καὶ πανηγύρεις), ὁ Διάκονος ἐκφωνεῖ τὰ «Δίπτυχα». Βλ. εἰς τὸ Ἐπίμετρον.
Ὁ Χορός· Καὶ πάντων καὶ πασῶν.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Μνήσθητι, Κύριε, τῆς πόλεως (ἢ τῆς χώρας ἢ τῆς νήσου ἢ τῆς Μονῆς) ταύτης, ἐν ᾗ παροικοῦμεν, καὶ πάσης πόλεως καὶ χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
Ἐκφώνως (εἷς Ἱερεύς)·
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν λαόν, λέγει·
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ Χορός· Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ Διάκονος·9
Πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι... Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων... Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτά... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως... Ἀντιλαβοῦ, σῶσον... Τὴν ἡμέραν πᾶσαν... Ἄγγελον εἰρήνης... Συγγνώμην καὶ ἄφεσιν... Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν... Τὸν ὑπόλοιπον χρόνον... Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν... Τὴν ἑνότητα τῆς πίστεως...
Ὁ Χορός· Κύριε, ἐλέησον. Παράσχου, Κύριε. Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν Μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς Τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Ἐκφώνως (εἷς ἱερεύς)·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.
Ὁ λαός· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας, καὶ τῷ πλήθει τοῦ ἐλέους σου, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Ἐκφώνως (εἷς Ἱερεύς)·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Διάκονος, ἐκφωνεῖ· Πρόσχωμεν.
Ὁ Ἀρχιερεὺς ὑψῶν τὸν Ἅγιον Ἄρτον ἐκφωνεῖ·
Τὰ Ἅγια τοῖς ἁγίοις.
Ὁ Χορός·
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Εἶτα, ὁ Χορὸς ψάλλει τὸ Κοινωνικόν.
Ὁ Διάκονος· Μέλισον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
Μελίσας τὸν εἰς χεῖρας αὐτοῦ καθηγιασμένον Ἄρτον εἰς τεμάχια τέσσαρα, ἐναποθέτει αὐτὰ ἐν τῷ ἁγίῳ Δισκαρίῳ σταυροειδῶς, οὕτως·
Ὁ Διάκονος· Πλήρωσον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
Ὁ Ἀρχιερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα (ΙΣ), ποιεῖ σὺν αὐτῇ Σταυρὸν ἐπάνω τοῦ Ἁγίου Ποτηρίου καὶ ρίπτει ἐν αὐτῷ, λέγων·
Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
Ὁ Ἀρχιερεύς·
Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος (ἐγχέων τὸ Ζέον) λέγει·
Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν.
Καὶ (μετὰ τὴν ἀνάγνωσιν τῶν ἀκροτελευτίων εὐχῶν τῆς Θ. Μεταλήψεως· βλ. εἰς τὸ Ἐπίμετρον) λέγει ὁ Ἀρχιερεύς·
Ἀδελφοὶ καὶ συλλειτουργοί, συγχωρήσατέ μοι.
Ἀποκρίνονται δὲ οἱ Ἱερεῖς σὺν τῷ Διακόνῳ·
Τῆς Ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ...
Ὁ Ἀρχιερεύς· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.
Εἶτα·
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ Ἐπισκόπῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ μεταλαμβάνει τοῦ Ἁγίου Σώματος.
Εἶτα λαβὼν τῇ δεξιᾷ τὸ Ἅγιον Ποτήριον μετὰ τοῦ καλύμματος, λέγει·
Ἔτι μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ Ἐπισκόπῳ τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ μεταλαμβάνει τοῦ Τιμίου Αἵματος, ὑψῶν δὲ τὸ ἅγιον Ποτήριον, ἐπιλέγει·
Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.
Εἶθ᾿ οὕτω προσέρχονται οἱ Ἱερεῖς καὶ ὁ Διάκονος ἐκ δεξιῶν τοῦ Ἀρχιερέως, λέγοντες εἷς ἕκαστος· Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Μετάδος μοι, Δέσποτα, (τῷ δεῖνι) τῷ ἀναξίῳ (Πρεσβυτέρῳ ἢ Διακόνῳ), τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Ὁ Ἀρχιερεύς, κρατῶν τὴν μερίδα τοῦ Ἁγίου Ἄρτου, δίδωσιν ἑκάστῳ λέγων·
Μεταδίδοταί σοι (τῷ δεῖνι Πρεσβυτέρῳ ἢ Διακόνῳ), τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Οἱ δέ, ἀσπαζόμενοι εἷς ἕκαστος τὴν μεταδιδοῦσαν αὐτοῖς χεῖρα, λαμβάνουσι τὸν Ἅγιον Ἄρτον καὶ ἀπέρχονται ὄπισθεν τῆς ἁγίας Τραπέζης καί, κλίναντες τὴν κεφαλήν, μεταλαμβάνουσι τοῦ ἐν τῇ παλάμῃ αὐτῶν.
Ἐρχόμενοι δὲ κατὰ σειρὰν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, σπογγίζουσι διὰ τῆς Μούσης τὴν παλάμην αὐτοῦ εἷς ἕκαστος ἐν τῷ ἁγίῳ Δισκαρίῳ μετὰ προσοχῆς καὶ ἵστανται ἐξ εὐωνύμων τοῦ Ἀρχιερέως λέγοντες ἕκαστος·
Ἔτι προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ... Μετάδος μοι, Δέσποτα, τὸ Πανάγιον Αἷμα...
Ὁ Ἀρχιερεύς, μεταδιδοὺς αὐτοῖς ἐκ τοῦ Ἁγίου Ποτηρίου, λέγει·
Μεταδίδοταί σοι (τῷ δεῖνι Πρεσβυτέρῳ ἢ Διακόνῳ), τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Εἶθ᾿ οὕτως, ὑψῶν ὁ Ἀρχιερεὺς τὸ Ἅγιον Ποτήριον, λέγει·
Τοῦτο ἥψατο τῶν χειλέων ὑμῶν καὶ ἀφελεῖ τὰς ἀνομίας ὑμῶν, καὶ τὰς ἁμαρτίας ὑμῶν περικαθαριεῖ.
Καὶ ἀπερχομένου τοῦ Ἀρχιερέως ἐν τῷ νιπτῆρι, ὁ Διάκονος συστέλλει τὰ Ἅγια, λέγων·
Ἀνάστασιν Χριστοῦ... Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ... Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς... Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ...
Ἐν δὲ τῷ ἐνρίπτειν εἰς τὸ ἅγιον Ποτήριον τὰς «μερίδας» τῶν μνημονεύσεων10, λέγει·
Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Εἶτα ὁ Διάκονος ἐκφωνεῖ·
Μετὰ φόβου Θεοῦ, πίστεως, καὶ ἀγάπης προσέλθετε.
Ὁ Ἀρχιερεύς, μεταδιδοὺς τοῖς πιστοῖς, ἐπὶ ἑνὶ ἑκάστῳ λέγει·
Μεταδίδοταί σοι τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστούς, ὁ Χορὸς ψάλλει εἴτε ἀπὸ τῶν Ψαλμῶν (κατὰ τὴν ἀρχαίαν τάξιν), εἴτε· Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον... ἢ Σῶμα Χριστοῦ μεταλάβετε...
Καὶ μετὰ τὸ κοινωνῆσαι πάντας, ὁ Ἀρχιερεύς, ὑψῶν τὸ Ἅγιον Ποτήριον, λέγει·
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Ὁ Χορός· Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον... Ἤ, ἐν Δεσποτικῇ ἑορτῇ καὶ τῇ ἀποδόσει αὐτῆς, τὸ Ἀπολυτίκιον. Ἀπὸ δὲ τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι καὶ τῆς ἀποδόσεως, τὸ Χριστὸς ἀνέστη...
Ὁ Διάκονος, χαμηλοφώνως· Ὕψωσον, Δέσποτα.
Ὁ Ἀρχιερεὺς θυμιᾷ τρὶς τὰ Ἅγια, λέγων χαμηλοφώνως·
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου (ἐκ γ´).
Εἶτα ἐπιδίδωσι τὸ ἅγιον Δισκάριον σὺν τοῖς Καλύμμασι τῷ Διακόνῳ, οὗτος δὲ εἰς τὸ ὕψος τῆς κεφαλῆς ἀμφοτέραις ταῖς χερσὶ ταῦτα κρατῶν καὶ μικρὸν ὑποκλίνας τῷ λαῷ, κύκλῳ τῆς ἁγίας Τραπέζης διερχόμενος, μεταφέρει εἰς τὴν ἁγίαν Πρόθεσιν.
Ὁ Ἀρχιερεύς, μυστικῶς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.
Καὶ λαβὼν τὸ Ἅγιον Ποτήριον ἐπιδίδωσι τῷ Ἱερεῖ.
Ὁ Ἱερεὺς δεξάμενος τὸ Ἅγιον Ποτήριον καὶ ἐπιστραφεὶς πρὸς τὸν λαόν, λέγει ἐκφώνως·
Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος·
Ὀρθοί. Μεταλαβόντες τῶν θείων... Ἀντιλαβοῦ, σῶσον... Τὴν ἡμέραν πᾶσαν...
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως, τὴν Εὐχαριστήριον Εὐχήν.
Εὐχαριστοῦμέν σοι, Δέσποτα, φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου, τοὺς πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.
Ἐκφώνως·
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Ἐν εἰρήνῃ προέλθωμεν·
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεύς, ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ·
Ὀπισθάμβωνος Εὐχή.
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ Οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς Ἱερεῦσι, τοῖς Βασιλεῦσιν ἡμῶν, τῷ Στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (ἐκ γ´).
Εὐχὴ ἐν τῷ συστεῖλαι τὰ Ἅγια, ἣν λέγει ὁ Ἀρχιερεὺς ἐν τῇ ἁγίᾳ Προθέσει·
Τὸ πλήρωμα τοῦ Νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἀπὸ τῶν ἁγίων Θυρῶν, εὐλογῶν τὸν λαόν, λέγει·
Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὑτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ [ἀναστὰς ἐκ νεκρῶν (εἴπερ ἐστὶ Κυριακὴ ἢ τὸ χαρακτηριστικὸν τῆς Δεσποτικῆς ἑορτῆς· εἰ δ᾿ οὐ)] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ Χορός, τοῦ Ἀρχιερέως εὐλογοῦντος διὰ τοῦ Τρικηρίου·
Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν, Κύριε, φύλαττε. Εἰς πολλὰ ἔτη, Δέσποτα.
Ὁ Ἀρχιερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ πρῶτος τῇ τάξει Ἱερεύς, λέγει·
Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν λαόν, λέγει·
Διαφυλάξαι Κύριος ὁ Θεὸς πάντας ὑμᾶς, τῇ αὑτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ διανέμει τὸ Ἀντίδωρον, λέγων·
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς.
Πληρωθείσης δὲ τῆς διανομῆς κατακλείει· Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν δὲ τῷ διανέμειν τὸν Ἀρχιερέα τὸ Ἀντίδωρον, ὁ Χορὸς ψάλλει τὰς Καταβασίας καὶ εἴ τι ἕτερον ἐκ τῶν «Πολυελέων» ἢ τῶν ὕμνων τῆς λαχούσης ἑορτῆς.
ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Εἴτις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω ταύτης τῆς καλῆς καὶ φαιδρᾶς πανηγύρεως. Εἴτις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὑτοῦ. Εἴτις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον. Εἴτις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. Εἴτις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴτις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴτις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴτις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται· καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται· καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε. Πλούσιοι καὶ πένητες, μετ᾿ ἀλλήλων χορεύσατε. Ἐγκρατεῖς καὶ ράθυμοι τὴν ἡμέραν τιμήσατε. Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθῃ πεινῶν. Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ᾿ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τὸν ᾍδην, ὁ κατελθὼν εἰς τὸν ᾍδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ· καὶ τοῦτο προλαβὼν ἐβόησεν Ἡσαΐας· Ὁ ᾍδης, φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω. Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη. Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι. Ἀνέστη Χριστός, καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι. Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΑ ΕΙΣΟΔΙΚΑ ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
ΕΙΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται. Σὺ εἶ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ
Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς σαρκωθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑ·Ι·ΩΝ
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΑΠΟΔΟΣΕΩΣ ΑΥΤΟΥ
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν· Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ Ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΑΝΑΛΗΨΙΝ
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ· Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΚΑΙ Τῌ ΔΕΥΤΕΡᾼ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΕΙΣ ΤΗΝ ΥΨΩΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιός ἐστι. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
ΑΠΟΛΥΣΕΙΣ ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ
ΕΙΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Ὁ ἐν σπηλαίῳ γεννηθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΗΝ ΠΕΡΙΤΟΜΗΝ
Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ
Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ
Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑ·Ι·ΩΝ
Ὁ ἐπὶ πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ ΜΕΧΡΙ ΤΗΣ Μ. ΤΕΤΑΡΤΗΣ
Ἐρχόμενος ὁ Κύριος ἐπὶ τὸ ἑκούσιον Πάθος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν.
Τῌ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ – εἰς τὸν Ὄρθρον καὶ τὴν Θ. Λειτουργίαν
Ὁ δι᾿ ὑπερβάλλουσαν ἀγαθότητα ὁδὸν ἀρίστην τὴν ταπείνωσιν ὑποδείξας, ἐν τῷ νίψαι τοὺς πόδας τῶν Μαθητῶν, καὶ μέχρι Σταυροῦ καὶ ταφῆς συγκαταβὰς ἡμῖν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΗΝ ΑΠΟΛΥΣΙΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΘΩΝ
Ὁἐμπτυσμούς, καὶ μάστιγας, καὶ κολαφισμούς, καὶ Σταυρὸν καὶ θάνατον ὑπομείνας διὰ τὴν τοῦ Κόσμου σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ
Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τὰ φρικτὰ Πάθη, καὶ τὸν ζωοποιὸν Σταυρόν, καὶ τὴν ἑκούσιον Ταφὴν σαρκὶ καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ μέχρι τῆς ἀποδόσεως αὐτοῦ, ἐν πάσαις ταῖς ΚΥΡΙΑΚΑΙΣ ΤΟΥ ΕΝΙΑΥΤΟΥ, καὶ τῇ ΥΨΩΣΕΙ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
ΕΙΣ ΤΗΝ ΠΕΜΠΤΗΝ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ
Ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς Οὐρανούς, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τὸ Πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ Μαθητὰς καὶ Ἀποστόλους, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων κενώσας ἑαυτόν, καὶ ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς κατελθὼν καὶ τὴν ἡμετέραν ὅλην ἀνθρωπείαν προσλαβόμενος φύσιν, καὶ θεώσας αὐτήν, μετὰ δὲ ταῦτα εἰς οὐρανοὺς αὖθις ἀνελθών, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τοὺς ἁγίους αὐτοῦ Μαθητὰς καὶ Ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτούς, δι᾿ αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων, πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. Ἀμήν.
ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
Σημείωσαι ὅτι αὕτη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου, οὐ τελεῖται πάντοτε, ἀλλ᾿ ἐν καιροῖς τεταγμένοις, ἤγουν ταῖς Κυριακαῖς τῆς Μεγάλης Τεσσαρακοστῆς (πλὴν τῆς Κυριακῆς τῶν Βαΐων), τῇ ἁγίᾳ καὶ Μεγάλη Πέμπτῃ, τῷ Μεγάλῳ Σαββάτω, τῇ Παραμονῇ τῆς τοῦ Χριστοῦ ἡμῶν Γεννήσεως, καὶ τῶν Φώτων, καὶ τῇ ἡμέρᾳ τῇ ἑορτασίμῳ τοῦ Ἁγίου Βασιλείου. Ἡ ἑρμηνεία δὲ καὶ ἡ διάταξις ταύτης τῆς Ἱερουργίας, ἡ αὐτή ἐστιν, ὡς ἡ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος τὴν Μεγάλην Συναπτήν·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης... Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου... Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν... Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν... (Εἰ δὲ λειτουργεῖ Βοηθὸς Ἐπίσκοπος,... καὶ τοῦ Ἐπισκόπου ἡμῶν...). Ὑπὲρ τῆς πόλεως ταύτης... Ὑπὲρ εὐκρασίας ἀέρων... Ὑπὲρ πλεόντων, ὁδοιπορούντων... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...
Ὁ Χορός· Κύριε, ἐλέησον. Σοί, Κύριε.
Εὐχὴ Α´ Ἀντιφώνου.
Κύριε, ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
Ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Καὶ ψάλλεται τὸ Α´ Ἀντίφωνον ἢ τὰ Τυπικά.
Εἶτα ὁ Διάκονος τὴν μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Χορός· Κύριε, ἐλέησον. Σοί, Κύριε.
Εὐχὴ Β´ Ἀντιφώνου.
Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν· καὶ ψάλλεται τὸ Β´ Ἀντίφωνον ἢ τὰ Τυπικά.
Εἶτα ὁ Διάκονος τὴν μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Χορός· Κύριε, ἐλέησον, Σοί, Κύριε.
Εὐχὴ Γ´ Ἀντιφώνου.
Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ἐκφώνησις·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ψαλλομένων τῶν Μακαρισμῶν ἢ τοῦ Γ´ Ἀντιφώνου, γίνεται ἡ Μικρὰ Εἴσοδος, ὅταν δὲ ἔλθωσιν εἰς τὸ μέσον τοῦ Ναοῦ, λέγει
Ὁ Διάκονος, χαμηλοφώνως· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, τὴν Εὐχὴν τῆς Εἰσόδου.
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ Εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, χαμηλοφώνως· Εὐλόγησον, Δέσποτα, τὴν ἁγίαν Εἴσοδον.
Ὁ Ἀρχιερεύς, ἀσπασθεὶς τὸ ἱερὸν Εὐαγγέλιον, λέγει·
Εὐλογημένη ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, ὑψῶν τὸ ἱερὸν Εὐαγγέλιον· Σοφία· Ὀρθοί.
Ὁ Ἀρχιερεὺς ψάλλει μετὰ τῶν Ἱερέων, εἴ μέν ἐστι Δεσποτικὴ ἑορτή, τὸ χαρακτηριστικὸν Εἰσοδικόν, εἰ δὲ μή, ἐν Κυριακῇ, τὸ σύνηθες· Δεῦτε προσκυνήσωμεν...
Ὁ Χορός· Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Ὁ Ἀρχιερεὺς ψάλλει μετὰ τῶν Ἱερέων τὸ τῆς ἡμέρας πρῶτον Ἀπολυτίκιον, καὶ θυμιᾷ κύκλῳ τῆς ἁγίας Τραπέζης καὶ τὴν ἱερὰν Πρόθεσιν, τὰς Δεσποτικὰς Εἰκόνας καὶ τὸν λαόν, τοῦ Χοροῦ ψάλλοντος τὰ λοιπὰ Ἀπολυτίκια. Εἶτα ψάλλει μετὰ τῶν Ἱερέων τὸ Κοντάκιον τῆς Ἑορτῆς ἢ τὸ τοῦ Τριῳδίου.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἐκφώνως·
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ (Καὶ συνεχίζει ὁ Διάκονος·) καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀρχιερεὺς ἐν συνεχείᾳ μυστικῶς, τὴν Εὐχὴν τοῦ Τρισαγίου Ὕμνου.
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ Τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος, καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου Δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου Θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον Ὕμνον, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότησι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων.
Ὁ Ἀρχιερεὺς ἐκφώνως·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Χορός· Ἀμήν. Ἅγιος ὁ Θεός... (δίς).
Ἐν Δεσποτικῇ Ἑορτῇ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε...
Ἐν δὲ τῇ Γ´ Κυριακῇ τῶν Νηστειῶν· Τὸν Σταυρόν σου προσκυνοῦμεν...
Ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων· Ἅγιος ὁ Θεός... κτλ. κατὰ τὴν ἐν τῇ θείᾳ Λειτουργίᾳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου προδιαγραφεῖσαν τάξιν.
Ψαλείσης δὲ καὶ τῆς «Φήμης» αὐτοῦ ὁ Ἀρχιερεὺς εἰσέρχεται εἰς τὸ ἱερὸν Βῆμα καί, τοῦ Διακόνου εἰπόντος ἠρέμα· Τοῦ Κυρίου δεηθῶμεν, λέγει χαμηλοφώνως τὴν Εὐχὴν τοῦ Εὐαγγελίου·
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον, εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ καθ᾿ ἑξῆς, ὡς ἐν τῇ θείᾳ Λειτουργίᾳ Ἰωάννου τοῦ Χρυσοστόμου προδιατέτακται.
Πληρωθέντος δὲ τοῦ Ἀποστόλου, ὁ Ἀρχιερεύς, λέγει· Εἰρήνη σοι.
Ὁ Χορός, ψάλλει· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Ὁ Ἱερεὺς ἢ ὁ Διάκονος·
Σοφία· Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἀρχιερεὺς εὐλογεῖ, λέγων· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος·
Ἐκ τοῦ κατὰ (...) ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Ὁ Ἱερεὺς ἢ ἕτερος Διάκονος· Πρόσχωμεν.
Πληρωθείσης τῆς ἀναγνώσεως τοῦ Εὐαγγελίου, ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν Διάκονον, λέγει· Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Ὁ Χορός, ψάλλει μετὰ μέλους· Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐνταῦθα ὁ Ἀρχιερεύς, κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, «διὰ λόγου τὴν νουθεσίαν... ποιεῖται», ἤτοι κηρύσσει τὸν θεῖον λόγον. Ὁ δὲ Χορὸς ἅμα τῷ πέρατι τῆς ὁμιλίας ψάλλει· Εἰς πολλὰ ἔτη, Δέσποτα.
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς... Κύριε, Παντοκράτορ... Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου... Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου... Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν Ἱερέων... Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς... Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων... Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων...
Ὁ Χορός· Κύριε, ἐλέησον (τρισσῶς εἰς ἑκάστην δέησιν).
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως τὴν Εὐχὴν τῆς ἐκτενοῦς Ἱκεσίας·
Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος·
Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ. Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν. Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ... Σῶσον, ἐλέησον, ἀντιλαβοῦ... Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν...
Ὁ Ἀρχιερεὺς τὴν Εὐχὴν τῶν Κατηχουμένων (Πρὸ τοῦ ἁπλωθῆναι τὸ Εἱλητόν).
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν οὐρανοῖς κατοικῶν, καὶ ἐπιβλέπων ἐπὶ πάντα τὰ ἔργα σου, ἐπίβλεψον καὶ ἐπὶ τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας τοὺς ἑαυτῶν αὐχένας ἐνώπιόν σου, καὶ δὸς αὐτοῖς τὸν ἐλαφρὸν ζυγόν σου· ποίησον αὐτοὺς μέλη τίμια τῆς ἁγίας σου Ἐκκλησίας, καὶ καταξίωσον αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, εἰς ἐπίγνωσιν σοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.
Ἐκφώνως·
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα λαμβάνων τὸ ἱερὸν Εὐαγγέλιον, καὶ σφραγίζων δι᾿ αὐτοῦ σταυροειδῶς τὸ Εἱλητόν, ἐξαπλοῖ αὐτὸ ἐπὶ τῆς ἁγίας Τραπέζης, τὸ δὲ ἱερὸν Εὐαγγέλιον ἀποτίθησιν εἰς τὸ ἄνω μέρος αὐτῆς.
Ὁ Διάκονος·
Ὅσοι Κατηχούμενοι, προέλθετε· Οἱ Κατηχούμενοι, προέλθετε· Ὅσοι Κατηχούμενοι, προέλθετε· Μή τις τῶν Κατηχουμένων. Ὅσιοι Πιστοί. Ἔτι, καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον... Σοφία.
Ὁ Ἀρχιερεύς, μετὰ τὸ ἁπλωθῆναι τὸ Εἱλητόν, δέεται χαμηλοφώνως·
Εὐχὴ Α´ τῶν Πιστῶν.
Σύ, Κύριε, κατέδειξας ἡμῖν τὸ μέγα τοῦτο τῆς σωτηρίας Μυστήριον· σὺ κατηξίωσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, γενέσθαι λειτουργοὺς τοῦ ἁγίου σου Θυσιαστηρίου· σὺ ἱκάνωσον ἡμᾶς, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην· ἵνα, ἀκατακρίτως στάντες ἐνώπιον τῆς ἁγίας δόξης σου, προσάγωμέν σοι θυσίαν αἰνέσεως· Σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Δός, Κύριε, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, δεκτὴν γενέσθαι τὴν Θυσίαν ἡμῶν, καὶ εὐπρόσδεκτον ἐνώπιόν σου.
Ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος· Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Σοφία.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως·
Εὐχὴ Β´ τῶν Πιστῶν.
Ὁ Θεός, ὁ ἐπισκεψάμενος ἐν ἐλέει καὶ οἰκτιρμοῖς τὴν ταπείνωσιν ἡμῶν· ὁ στήσας ἡμᾶς τοὺς ταπεινούς, καὶ ἁμαρτωλούς, καὶ ἀναξίους δούλους σου, κατενώπιον τῆς ἁγίας δόξης σου, λειτουργεῖν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, σὺ ἐνίσχυσον ἡμᾶς τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, εἰς τὴν διακονίαν ταύτην· καὶ δὸς ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, εἰς τὸ ἐπικαλεῖσθαι τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἐπὶ τῶν μελλόντων προτίθεσθαι Δώρων.
Ἐκφώνως·
Ὅπως, ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Καὶ ἄρχεται ψάλλων τὸ Χερουβικὸν Ὕμνον.
Εὐχή, ᾀδομένου τοῦ Χερουβικοῦ.
Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις Δυνάμεσιν. Ἀλλ᾿ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ Ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου Θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων· Σὺ γὰρ μόνος, Κύριε, ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς Ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ Τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου· ἀλλ᾿ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὴν Εὐχήν, ὁ Ἀρχιερεύς, λέγει·
Οἱ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὁ Διάκονος·
Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα· Ἀλληλούϊα· Ἀλληλούϊα.
Τὸ αὐτὸ ἐπαναλαμβάνεται δὶς ὑπὸ τῶν Ἱερέων, τοῦ Διακόνου ἐπιλέγοντος ἐν ἑκατέρῳ· Ὡς τὸν Βασιλέα...
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτη ἀντὶ τοῦ «Οἱ τὰ Χερουβίμ», ὁ Ἀρχιερεὺς λέγει·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας.
Ὁ Διάκονος·
ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ·
Σιγησάτω πᾶσα σὰρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας.
Ὁ Διάκονος·
τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα· Ἀλληλούϊα· Ἀλληλούϊα.
Ὁ Ἀρχιερεὺς θυμιᾷ, νίπτεται τὰς χεῖρας, ἀποπληροῖ τὴν Πρόθεσιν καὶ γίνεται ἡ Μεγάλη Εἴσοδος ἀπαραλλάκτως, ὡς προδιεγράφη ἐν τῇ θείᾳ Λειτουργίᾳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Μετὰ τὴν Μεγάλην Εἴσοδον, ὡς προδιατέτακται, ἐξελθὼν καὶ στὰς ἐν τῷ οἰκείῳ τόπῳ, λέγει·
Ὁ Διάκονος·
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Τὴν ἡμέραν πᾶσαν... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Χορός· Κύριε, ἐλέησον. Σοί, Κύριε. Παράσχου, Κύριε.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως, τὴν Εὐχὴν τῆς Προσκομιδῆς.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου Διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου Μυστηρίων· πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην, καὶ ἀναίμακτον Θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· ἣν προσδεξάμενος εἰς τὸ ἅγιον, καὶ ὑπερουράνιον, καὶ νοερόν σου Θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην, καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου Ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου, Κύριε· ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν, καὶ φρονίμων οἰκονόμων, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.
Ἐκφώνως·
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ Πνεύματί σου.
Ὁ Διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ Χορός· Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ὁ Ἀρχιερεύς, τρισσῶς ἀσπαζόμενος τὰ τίμια δῶρα, λέγει μυστικῶς·
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Ἐνταῦθα γίνεται, κατὰ τὴν τάξιν, ὁ ἀσπασμός.
Ὁ Διάκονος· Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
Ὁ λαός. Τὸ Σύμβολον τῆς Πίστεως· Πιστεύω εἰς ἕνα Θεόν...
Ὁ Διάκονος·
Στῶμεν καλῶς. Στῶμεν μετὰ φόβου. Πρόσχωμεν. Τὴν ἁγίαν Ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ὁ Χορός· Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ Ἀρχιερεύς, ἐκφώνως κατενώπιον τοῦ λαοῦ·
Ἡ Χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ Ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ Κοινωνία τοῦ Ἁγίου Πνεύματος, (εὐλογῶν τὸν λαόν), εἴη μετὰ πάντων ὑμῶν.
Ὁ Χορός· Καὶ μετὰ τοῦ Πνεύματός σου.
Ὁ Ἀρχιερεύς, αἴρων τὰς χεῖρας· Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ Χορός· Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ Ἀρχιερεύς, σταυρῶν τὰς χεῖρας ἐπὶ τοῦ στήθους καὶ στρέφων πρὸς τὸ ἱερὸν Βῆμα·
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ Χορός· Ἄξιον καὶ δίκαιον.
Ὁ Ἀρχιερεὺς εὔχεται χαμηλοφώνως·
Ὁ Ὢν Δέσποτα, Κύριε Θεέ, Πάτερ παντοκράτορ προσκυνητέ, ἄξιον ὡς ἀληθῶς, καὶ δίκαιον καὶ πρέπον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν τὸν μόνον ὄντως ὄντα Θεὸν καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν· ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας. Καὶ τίς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου, ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις σου, ἢ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἐν παντὶ καιρῷ; Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ γῆς, καὶ πάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὁ καθήμενος ἐπὶ θρόνου δόξης, καὶ ἐπιβλέπων ἀβύσσους, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος τῆς ἐλπίδος ἡμῶν· ὅς ἐστιν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σὲ τὸν Πατέρα, Λόγος ζῶν, Θεὸς ἀληθινός, ἡ πρὸ αἰώνων σοφία, ζωή, ἁγιασμός, δύναμις, τὸ φῶς τὸ ἀληθινόν· παρ᾿ οὗ τὸ Πνεῦμα τὸ Ἅγιον ἐξεφάνη, τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀῤῥαβὼν τῆς μελλούσης κληρονομίας, ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ· παρ᾿ οὗ πᾶσα κτίσις λογική τε καὶ νοερά, δυναμουμένη σοὶ λατρεύει καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν, ὅτι τὰ σύμπαντα δοῦλα σά. Σὲ γὰρ αἰνοῦσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, καὶ τὰ πολυόμματα Χερουβίμ. Σοὶ παρίστανται κύκλῳ τὰ Σεραφίμ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας· καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον, ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.
Ἐκφώνως (εἷς Ἱερεύς)·
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.
Ὁ Χορός· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ...
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Μετὰ τούτων τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ, ὡς ἀληθῶς, καὶ πανάγιος, καὶ οὐκ ἔστι μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ καὶ κρίσει ἀληθινῇ πάντα ἐπήγαγες ἡμῖν· πλάσας γὰρ τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ εἰκόνι τῇ σῇ, ὁ Θεός, τιμήσας, τέθεικας αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἀθανασίαν ζωῆς, καὶ ἀπόλαυσιν αἰωνίων ἀγαθῶν, ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου, ἐπαγγειλάμενος αὐτῷ· ἀλλὰ παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος αὐτόν, καὶ τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξώρισας αὐτὸν ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ Παραδείσου εἰς τὸν κόσμον τοῦτον, καὶ ἀπέστρεψας εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, οἰκονομῶν αὐτῷ τὴν ἐκ παλιγγενεσίας σωτηρίαν, τὴν ἐν αὐτῷ τῷ Χριστῷ σου. Οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου εἰς τέλος, ὃ ἐποίησας, ἀγαθέ, οὐδὲ ἐπελάθου ἔργου χειρῶν σου, ἀλλ᾿ ἐπεσκέψω πολυτρόπως διὰ σπλάγχνα ἐλέους σου. Προφήτας ἐξαπέστειλας· ἐποίησας δυνάμεις διὰ τῶν Ἁγίων σου, τῶν καθ᾿ ἑκάστην γενεὰν εὐαρεστησάντων σοι· ἐλάλησας ἡμῖν διὰ στόματος τῶν δούλων σου τῶν Προφητῶν, προκαταγγέλλων ἡμῖν τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν· νόμον ἔδωκας εἰς βοήθειαν· Ἀγγέλους ἐπέστησας φύλακας. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας· ὅς, ὢν ἀπαύγασμα τῆς δόξης σου, καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί· ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνῄσκοντες, ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου· καὶ ἐμπολιτευσάμενος τῷ κόσμῳ τούτῳ, δοὺς προστάγματα σωτηρίας, ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· καὶ καθαρίσας ἐν ὕδατι, καὶ ἁγιάσας τῷ Πνεύματι τῷ Ἁγίῳ, ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθα πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν· καὶ κατελθὼν διὰ τοῦ Σταυροῦ εἰς τὸν ᾍδην, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ πάντα, ἔλυσε τὰς ὀδύνας τοῦ θανάτου· καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐγένετο ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ᾖ αὐτὸς τὰ πάντα ἐν πᾶσι πρωτεύων· καὶ ἀνελθὼν εἰς τοὺς οὐρανούς, ἐκάθισεν ἐν διεξιᾷ τῆς μεγαλωσύνης σου ἐν ὑψηλοῖς· ὃς καὶ ἥξει, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κατέλιπε δὲ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους ταῦτα ἃ προτεθείκαμεν ἐνώπιόν σου, κατὰ τὰς αὑτοῦ ἐντολάς. Μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἑκούσιον, καὶ ἀοίδιμον, καὶ ζωοποιὸν αὐτοῦ θάνατον, τῇ νυκτί, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν, καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας,
Ἐκφώνως·
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Ὁμοίως καὶ τὸ Ποτήριον ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου λαβών, κεράσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας,
Ἐκφώνως·
Ἔδωκε τοῖς ἁγίοις αὑτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, κλίνας, ἐπεύχεται χαμηλοφώνως·
Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν Ἄρτον τοῦτον, καὶ τὸ Ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε, τὴν ἐμὴν Ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ παθημάτων, τοῦ ζωοποιοῦ σταυροῦ, τῆς τριημέρου ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ παρουσίας,
Ἐκφώνως·
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
Ὁ Χορός· Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε,...
Ὁ Ἀρχιερεύς, κλίνων, ἐπεύχεται αὖθις χαμηλοφώνως·
Διὰ τοῦτο, Δέσποτα πανάγιε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ τὰ ἐλέη σου, καὶ τοὺς οἰκτιρμούς σου, οὓς ἐξέχεας πλουσίως ἐφ᾿ ἡμᾶς, θαῤῥοῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ· καὶ προθέντες τὰ ἀντίτυπα τοῦ Ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Ἅγιε Ἁγίων, εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα, καὶ εὐλογῆσαι αὐτά, καὶ ἁγιάσαι, καὶ ἀναδεῖξαι.
Ὁ Διάκονος, χαμηλοφώνως· Εὐλόγησον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
Ὁ Ἀρχιερεὺς ἀνιστάμενος καὶ σφραγίζων τῷ τύπῳ τοῦ Σταυροῦ τὸν Ἅγιον Ἄρτον, λέγει·
Τὸν μὲν Ἄρτον τοῦτον, αὐτὸ τὸ τίμιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
Ὁ Ἀρχιερεύς, σφραγίζων ὁμοίως τὸ Ἅγιον Ποτήριον, λέγει·
Τὸ δὲ Ποτήριον τοῦτο, αὐτὸ τὸ τίμον Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.
Ὁ Ἀρχιερεύς, σφραγίζων ἅμα τόν τε Ἅγιον Ἄρτον καὶ τὸ Ἅγιον Ποτήριον, λέγει·
Τὸ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας 13.
Ὁ Διάκονος· Ἀμήν· Ἀμήν· Ἀμήν·
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως.
Ἡμᾶς δὲ πάντας, τοὺς ἐκ τοῦ ἑνὸς Ἄρτου καὶ τοῦ Ποτηρίου μετέχοντας, ἑνώσαις ἀλλήλοις εἰς ἑνὸς Πνεύματος Ἁγίου κοινωνίαν, καὶ μηδένα ἡμῶν εἰς κρῖμα, ἢ εἰς κατάκριμα ποιήσαις μετασχεῖν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου· ἀλλ᾿ ἵνα εὕρωμεν ἔλεον καὶ χάριν μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Ὁ Ἀρχιερεὺς θυμιᾷ τὰ Ἅγια καὶ ἐκφωνεῖ·
Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ὁ Χορὸς ψάλλει· Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη,...
Ὁ Ἀρχιερεύς, δοὺς τὸ θυμιατὸν τῷ Διακόνῳ, ἐπεύχεται χαμηλοφώνως·
Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου (τοῦ δεῖνος) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ἐνταῦθα ὀνομαστὶ ὧν βούλεται τεθνεώτων) καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι σου δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι᾿ ὧν, καὶ ἐφ᾿ οἷς αὐτὰ προσεκόμισαν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτοὺς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι· χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ, καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, τῶν εὐσεβεστάτων καὶ πιστοτάτων ἡμῶν Βασιλέων, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς· ὅπλῳ ἀληθείας, ὅπλῳ εὐδοκίας στεφάνωσον αὐτούς· ἐπισκίασον ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐν ἡμέρᾳ πολέμου· ἐνίσχυσον αὐτῶν τὸν βραχίονα· ὕψωσον αὐτῶν τὴν δεξιάν· κράτυνον αὐτῶν τὴν βασιλείαν· ὑπόταξον αὐτοῖς πάντα τὰ βάρβαρα ἔθνη, τὰ τοὺς πολέμους θέλοντα· χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην· λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ Λαοῦ σου· ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Μνήσθητι, Κύριε, πάσης Ἀρχῆς καὶ Ἐξουσίας, καὶ τῶν ἐν τῷ Παλατίῳ ἀδελφῶν ἡμῶν, καὶ παντὸς τοῦ Στρατοπέδου. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου, διατήρησον· τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾿ εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Τὰ ταμιεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ· τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον· τὰ νήπια ἔκθρεψον· τὴν νεότητα παιδαγώγησον· τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησαι· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· χηρῶν πρόστηθι· ὀρφανῶν ὑπεράσπισον· αἰχμαλώτους ῥῦσαι· νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι καὶ μετάλλοις καὶ ἐξορίαις καὶ πικραῖς δουλείαις καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας· καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν, δι᾿ ἄγνοιαν ἢ λήθην ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον, καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον, καὶ τὴν χρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν (ἢ τὴν Μονὴν) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.
Ἐκφώνως·
Ἐν πρώτοις μνήσθητι, Κύριε, τῆς Ἱερᾶς ἡμῶν Συνόδου τῆς ὀρθοτομούσης τὸν λόγον τῆς σῆς ἀληθείας.
Ἢ ὡς προδιεγράφη.
Οἱ Ἱερεῖς·
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾷ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Ὁ Διάκονος [ἀπαγγέλλει ἐνδεχομένως τὰ «Δίπτυχα»· ἢ συνήθως λέγει μόνον]·
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει καὶ πάντων καὶ πασῶν.
Ὁ Χορός· Καὶ πάντων καὶ πασῶν.
Ὁ Ἀρχιερεὺς ἐπεύχεται χαμηλοφώνως·
Μνήσθητι, Κύριε πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, καὶ τῆς ἐμῆς ἀναξιότητος· συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων Δώρων. Μνήσθητι, Κύριε, τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε, ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς· εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι· ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου· παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱοὺς ἡμέρας ἀναδείξας. Τὴν σὴν εἰρήνην καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Ἐκφώνως (εἷς Ἱερεύς)
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν, καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν Λαόν, λέγει·
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ Χορός· Καὶ μετὰ τοῦ Πνεύματός σου.
Ὁ Διάκονος·
Πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι... Ὑπὲρ τῶν προσκομισθέτων καὶ ἁγιασθέντων τιμίων Δώρων... Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτά.. Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως... Ἀντιλαβοῦ, σῶσον... Τὴν ἡμέραν πᾶσαν... Ἄγγελον εἰρήνης... Συγγνώμην καὶ ἄφεσιν... Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν... Τὸν ὑπόλοιπον χρόνον... Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν... Τὴν ἑνότητα τῆς πίστεως...
Ὁ Χορός· Κύριε, ἐλέησον. Παράσχου, Κύριε. Σοί, Κύριε.
Ὁ Ἀρχιερεὺς ἐπεύχεται χαμηλοφώνως·
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας, καὶ ποιεῖς μεθ᾿ ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξάμενος τὰ Δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου· ἵνα, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καὶ ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστὸν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ Ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν· καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων Μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου· ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν Ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.
Ἐκφώνως·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.
Ὁ λαός· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ Πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος Ἁγίου κοινωνίαν.
Ἐκφώνως (εἷς Ἱερεύς)·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητός εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται·
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Διάκονος, ἐκφωνεῖ· Πρόσχωμεν.
Ὁ Ἀρχιερεύς, ὑψῶν τὸν Ἅγιον Ἄρτον, ἐκφωνεῖ· Τὰ ἅγια τοῖς ἁγίοις.
Ὁ Χορός· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Εἶτα, ὁ Χορὸς ψάλλει τὸ Κοινωνικόν.
Ὁ Διάκονος· Μέλισον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
ΙΣ | /td> |
ΝΙ | ΚΑ |
ΧΣ |
Μελίσας τὸν εἰς χεῖρας αὐτοῦ καθηγιασμένον Ἄρτον εἰς τεμάχια τέσσαρα, ἐναποθέτει αὐτὰ ἐν τῷ ἁγίῳ Δισκαρίῳ σταυροειδῶς, ὡς προδιαγέγραπται.
Ὁ Διάκονος· Πλήρωσον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
Ὁ Ἀρχιερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα (ΙΣ), ποιεῖ σὺν αὐτῇ Σταυρὸν ἐπάνω τοῦ Ἁγίου Ποτηρίου καὶ ρίπτει ἐντὸς αὐτοῦ, λέγων·
Πλήρωμα Ποτηρίου Πίστεως, Πνεύματος Ἁγίου.
Ὁ Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
Ὁ Ἀρχιερεύς·
Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος (ἐγχέων τὸ Ζέον) λέγει·
Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν.
Καὶ μεταλαμβάνουσιν ὅ τε Ἀρχιερεὺς καὶ οἱ Ἱερεῖς καὶ οἱ Διάκονοι καθ᾿ ὃν προδιατέτακται τρόπον. Μετὰ δὲ τὸ κοινωνῆσαι καὶ τοὺς πιστούς, ἐξελθὼν καὶ στὰς ἐν τῷ οἰκείῳ τόπῳ, λέγει·
Ὁ Διάκονος·
Ὀρθοί. Μεταλαβόντες τῶν θείων... Ἀντιλαβοῦ, σῶσον... Τὴν ἡμέραν πᾶσαν...
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως τὴν Εὐχαριστήριον Εὐχήν·
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων, καὶ ἐπουρανίων σου Μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπ᾿ εὐεργεσίᾳ, καὶ ἁγιασμῷ, καὶ ἰάσει τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.
Ἐκφώνως·
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ Διάκονος· τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεύς, ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ· Ὀπισθάμβωνος Εὐχή.
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ Οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς Ἱερεῦσι, τοῖς Βασιλεῦσιν ἡμῶν, τῷ Στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κατὰ τὴν α´ Ἰανουαρίου, ἀντὶ ταύτης, ὁρίζεται ὑπὸ τοῦ Τυπικοῦ ἡ ἀνάγνωσις τῆς ἑπομένης Εὐχῆς·
Ὁ θυσίαν αἰνέσεως καὶ λατρείαν εὐάρεστον, τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν προσδεχόμενος παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὁ Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴ δεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι᾿ ἡμᾶς ἑκών· ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲ ἐσθίοντας ἁγιάζων· ὁ εἰς ἀνάμνησιν τοῦ ἑκουσίου Πάθους σου, καὶ τῆς ζωοποιοῦ τριημέρου Ἐγέρσεώς σου, κοινωνοὺς ἡμᾶς ἀναδείξας τῶν ἀῤῥήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου Μυστηρίων· τοῦ ἁγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος· τήρησον ἡμᾶς τοὺς δούλους σου, τοὺς διακόνους, καὶ τοὺς πιστοὺς ἡμῶν Βασιλεῖς, καὶ τὸν φιλόχριστον στρατόν, καὶ τὸν περιεστῶτα λαόν, ἐν τῷ σῷ ἁγιασμῷ. Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶ καιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸς τὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστά σοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι ζῶντας καὶ νεκρούς. Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάῤῥυσαι, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσης κυβέρνησον, καὶ τὰς προαναπαυσαμένας ψυχὰς ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶ πάντων τῶν δεομένων τῆς σῆς βοηθείας ἐπάκουσον· ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχω σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (ἐκ γ´).
Εὐχὴ ἐν τῷ συστεῖλαι τὰ Ἅγια, ἣν λέγει ὁ Ἀρχιερεὺς ἐν τῇ Προθέσει.
Ἤνυσται καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον· ἔσχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην· εἴδομεν τῆς Ἀναστάσεώς σου τὸν τύπον· ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς· ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς· ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον, χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἀπὸ τῶν ἁγίων Θυρῶν εὐλογῶν τὸν λαὸν λέγει·
Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὑτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἴπερ ἐστὶ Κυριακή, ἢ τὸ χαρακτηριστικὸν τῆς Δεσποτικῆς ἑορτῆς· εἰ δι᾿ οὐ) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας, τοῦ Μεγάλου, (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ Χορός, τοῦ Ἀρχιερέως εὐλογοῦντος διὰ τοῦ Τρικηρίου·
Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν, Κύριε, φύλαττε. Εἰς πολλὰ ἔτη, Δέσποτα.
Ὁ Ἀρχιερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ πρῶτος τῇ τάξει Ἱερεύς, λέγει·
Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ Ἀρχιερεὺς εὐλογῶν τὸν λαόν, λέγει·
Διαφυλάξαι Κύριος ὁ Θεὸς πάντας ὑμᾶς, τῇ αὑτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ
«Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν Νηστειῶν ἡμέραις, παρεκτὸς Σαββάτου καὶ Κυριακῆς, καὶ τῆς ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ Λειτουργία». (Καν. ΝΒ´ τῆς ΣΤ´ Οἰκ. Συνόδου)
Τὸ πρωΐ τῆς τυχούσης ἑορτῆς, εἰς τὸν Ὄρθρον, ὁ Ἀρχιερεὺς κατέρχεται εἰς τὰς «Καταβασίας», μετὰ Μανδύου καὶ Πατερίτσας, καὶ ἵσταται εἰς τὸν θρόνον. Μετὰ τὴν μεγάλην Δοξολογίαν γίνεται ἡ συνήθης Εὐλόγησις τῶν Ἄρτων. Μετὰ τὸ Πλούσιοι ἐπτώχευσαν... κατέρχεται τοῦ θρόνου προσκυνήσας τὰς ἁγίας εἰκόνας τοῦ τέμπλου, μετὰ σχετικῶν μετανοιῶν καὶ τοῦ «Δι᾿ εὐχῶν...» καὶ εἰσέρχεται εἰς τὸ Ἱερόν14. Ἐν ᾧ δὲ ἀναγινώσκονται αἱ Ὧραι λιταί, ἐνδύεται τὴν Ἀρχιερατικὴν στολήν ἄνευ μεγάλου Ὠμοφορίου καὶ Μίτρας. Μετὰ δὲ τὴν Θ´ καὶ τό· Ἐν τῇ βασιλείᾳ σου... ἐξέρχεται τοῦ Ἱεροῦ καὶ ἵσταται εἰς τὸ μέσον. Μετὰ τό· Ὁ ἐν παντὶ καιρῷ... κ.λπ. ὁ Ἀρχιερεὺς λέγει· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς... Εἶτα ὁ Ἀναγνώστης τὸ Τρισάγιον, τὸ Κύριε, ἐλέησον (ιβ´) καὶ ὁ Ἀρχιερεὺς ἐπισυνάπτει τὴν Εὐχήν·
Παναγία Τριάς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διὰ παντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ, καὶ λέγω· Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν, ὁ δὲ Ἀρχιερεὺς εὐλογῶν τὸν λαὸν ἀνέρχεται εἰς τὸν θρόνον.
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ μὲν Ἀρχιερεὺς ἀναγινώσκει τὸν Προοιμιακόν, ὁ δὲ Ἱερεύς, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης, ἀναγινώσκει μυστικῶς τὰς τρεῖς τελευταίας Εὐχὰς τοῦ Λυχνικοῦ *15.
Ὁ Διάκονος τὴν Μεγάλην Συναπτήν·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης... Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου. Ὑπὲρ τοῦ Ἁγίου Οἴκου τούτου... Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν... Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν... (εἰ δὲ λειτουργεῖ Βοηθὸς Ἐπίσκοπος, καὶ τοῦ Ἐπισκόπου ἡμῶν...). Ὑπὲρ τῆς πόλεως ταύτης... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον,... Τῆς Παναγίας, ἀχράντου ὑπερευλογημένης...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ ἐπισφραγιστικὴ τῆς Μεγάλης Συναπτῆς.
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ᾿ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου, τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια. Σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν, καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.
Ὁ Ἱερεύς, ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν. Στὰς δὲ ἐν τῷ μέσῳ τοῦ Ναοῦ κατενώπιον τοῦ Ἀρχιερέως ἀναγινώσκει εὐκρινῶς καὶ μεγαλοφώνως τὰ «Πρὸς Κύριον», ἤτοι τὸ ΙΗ´ Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τρεῖς στάσεις. Ἀρξαμένης δὲ τῆς στιχολογίας, ὁ ἱερεὺς ποιεῖ τὴν «Προσκομιδήν16», κεκλεισμένης τῆς Ὡραίας Πύλης. Εἰς τὸ τέλος τῆς α´ στάσεως,
Ὁ Διάκονος τὴν Μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ τοῦ Α´ Ἀντιφώνου.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς· ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν, ὁδηγῶν ἡμᾶς ἐπὶ λιμένα θελήματός σου. Φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν ἁγίων σου.
Ὁ Ἱερεύς, ἐκφώνως·
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία, καὶ ἡ δύναμις...
Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ συνεχίζει τὴν ἀνάγνωσιν τῆς β´ στάσεως τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος τῆς β´ στάσεως·
Ὁ Διάκονος τὴν Μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ τοῦ Β´ Ἀντιφώνου.
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν, ὁ Θεός, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ὁ Ἱερεύς, ἐκφώνως·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν...
Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ συνεχίζει τὴν ἀνάγνωσιν τῆς γ´ στάσεως τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος τῆς γ´ στάσεως.
Ὁ Διάκονος τὴν Μικρὰν Συναπτήν·
Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ... Ἀντιλαβοῦ, σῶσον... Τῆς Παναγίας ἀχράντου...
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ τοῦ Γ´ Ἀντιφώνου *17.
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις, καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων Δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ Ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ, καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σου.
Ὁ Ἱερεύς, ἐκφώνως·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα οἱ Χοροὶ ψάλλουσι κατὰ τὴν τάξιν τὰ Ἑσπέρια, ὁ δὲ Διάκονος, λαβὼν εὐλογίαν παρὰ τοῦ Ἀρχιερέως, θυμιᾷ, κατὰ τὸν τύπον, τὰς Δεσποτικὰς εἰκόνας, τὸν Ἀρχιερέα καὶ ὅλον τὸν Ναόν.
Ψαλλομένου δὲ τοῦ Δοξαστικοῦ, ἐξέρχονται ἐκ τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεὺς μετὰ Θυμιατηρίου, ἢ ἐν μνήμῃ ἑορταζομένου Ἁγίου καὶ τῇ ἁγίᾳ καὶ Μεγάλῃ Ἑβδομάδι μετὰ τοῦ Εὐαγγελίου, καὶ γίνεται ἡ Μικρὰ Εἴσοδος.
Ἐλθόντων καὶ στάντων ἐν τῷ μέσῳ τοῦ Ναοῦ κατενώπιον τοῦ Ἀρχιερέως, λέγει ὁ Διάκονος χαμηλοφώνως· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως,
Εὐχὴ τῆς Εἰσόδου.
Ἑσπέρας, καὶ πρωΐ, καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου· καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, χαμηλοφώνως· Εὐλόγηστον, Δέσποτα, τὴν ἁγίαν Εἴσοδον.
Ὁ Ἀρχιερεύς, εὐλογῶν, λέγει·
Εὐλογημένη ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος, θυμιάσας κατὰ ἀνατολὰς σταυροειδῶς ἢ ἐν ἑορτῇ, ὑψῶν τὸ ἅγιον Εὐαγγέλιον, λέγει ἐκφώνως·
Σοφία. Ὀρθοί.
Ὁ Ἀρχιερεὺς ψάλλει ἐν χορῷ τὴν Ἐπιλύχνιον Εὐχαριστίαν·
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός...
Ἐν δὲ τῷ ψάλλειν τὸν β´ Χορὸν τὸ τέλος τοῦ ὕμνου, «διὸ ὁ κόσμος σὲ δοξάζει», προπορευομένου τοῦ Ἀρχιερέως εἰσέρχονται οἱ Ἱερεῖς καὶ ὁ Διάκονος εἰς τὸ ἱερὸν Βῆμα.
Ὁ Διάκονος, ἐκφώνως· Ἑσπέρας.
Ὁ Ἀναγνώστης τὸ Προκείμενον καὶ τὸ Α´ Ἀνάγνωσμα, τὸ Προκείμενον καὶ τὸν Στίχον τοῦ Β´ Ἀναγνώσματος, εἶτα δ᾿ ἐκφωνεῖ ἐντονώτερον.
Κέλευσον!
Ὁ Ἀρχιερεὺς κρατῶν ἐν τῇ δεξιᾷ λαμπάδα ἀνημμένην καὶ Θυμιατήριον ἐξηρτημένον, ἵσταται ἐνώπιον τῆς ἁγίας Τραπέζης καὶ φωτίζων, ἤτοι σφραγίζων διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπιφωνεῖ·
Σοφία. Ὀρθοί.
Εἶτα βλέπων πρὸς τὴν ἁγίαν Πρόθεσιν, ἐκφωνεῖ· Φῶς Χριστοῦ,
καὶ ἐν συνεχείᾳ στρεφόμενος πρὸς τὸν λαὸν ἐπιφωνεῖ· φαίνει πᾶσι,
εὐλογῶν ἅμα διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται δ᾿ ἀκολούθως ἐν τῷ Ἱερῷ.
Ὁ Ἀναγνώστης ἀναγινώσκει τὸ Β´ Ἀνάγνωσμα, μετὰ δὲ τὴν συμπλήρωσιν τούτου ὁ Ἀρχιερεὺς εὐλογῶν τὸν Ἀναγνώστην, λέγει·
Εἰρήνη σοι.
Ὁ Διάκονος· Σοφία.
Ὁ Ἀρχιερεύς, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν, ψάλλει·
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Εἶτα ἐπαναλαμβάνουσι τὸ αὐτὸ εἰς τὸν αὐτὸν ἦχον οἱ Χοροὶ ἐναλλὰξ τετράκις, κάτω τῶν στασιδίων ἱστάμενοι, ἐν ᾧ ὁ Ἀρχιερεὺς εἰς ἕκαστον Κατευθυνθήτω θυμιᾷ κύκλῳ ἑκάστην πλευρὰν τῆς ἁγίας Τραπέζης, λέγων ἐκφώνως·
Στίχ. α´. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῆ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Στίχ. β´. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Στίχ. γ´. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Στίχ. δ´. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ οὕτως ὁ Ἀρχιερεὺς ἐπὶ τῆς πρώτης ἐπανελθὼν πλευρᾶς, ἤτοι τῆς προσόψεως τῆς ἁγίας Τραπέζης ἐπαναλαμβάνει ψάλλων·
Κατευθυνθήτω ἡ προσευχή μου.
Ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾷ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ, ψάλλων·
ὡς θυμίαμα ἐνώπιόν σου·
Ἀκολούθως δὲ θυμιᾷ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐν ᾧ ὁ Χορὸς συμπληροῖ τὸ ὑπόλοιπον.
Εἶτα, εἴ ἐστι μνήμη ἑορταζομένου Ἁγίου*18, ἀναγινώσκεται πρὸ τῆς Ἐκτενοῦς ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον κατὰ τὴν συνήθη τάξιν, ἐν δὲ ταῖς τρισὶ πρώταις ἡμέραις τῆς Μ. Ἑβδομάδος ἀναγινώσκεται μόνον Εὐαγγέλιον. Ἐν ταῖς περιπτώσεσι ταύταις ὁ Ἀρχιερεὺς ἀναγινώσκει χαμηλοφώνως τὴν εὐχὴν τοῦ Εὐαγγελίου· Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν..., ὁ δὲ Διάκονος θυμιᾷ. Εἶτα λέγει· Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν... κτλ. ὡς καὶ ἐν τῇ Θείᾳ Λειτουργίᾳ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὁ Διάκονος, τὴν Ἐκτενῆ·
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς... Κύριε, Παντοκράτορ... Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου... Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου19.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ τῆς ἐκτενοῦς Ἱκεσίας.
Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σον, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως (ὁ Ἱερεύς)·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος·
Εὔξασθε, οἱ Κατηχούμενοι, τῷ Κυρίῳ. Οἱ Πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν. Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. Ἑνώσῃ αὐτοὺς τῇ Ἁγίᾳ αὐτοῦ Καθολικῆ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Οἱ Κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ τῶν Κατηχουμένων. (Πρὸ τοῦ ἁπλωθῆναι τὸ Εἱλητόν).
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς Κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου· καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ᾿ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.
Ἐκφώνως (ὁ Ἱερεύς)·
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ὁ Ἀρχιερεὺς λαμβάνων τὸ ἱερὸν Εὐαγγέλιον, καὶ σφραγίζων δι᾿ αὐτοῦ σταυροειδῶς τὸ Εἱλητόν, ἐξαπλοῖ αὐτὸ ἐπὶ τῆς ἁγίας Τραπέζης, τὸ δὲ ἱερὸν Εὐαγγέλιον ἀποτίθησιν εἰς τὸ ἄνω μέρος αὐτῆς.
Ὁ Διάκονος·
Ὅσοι Κατηχούμενοι, προέλθετε. Οἱ Κατηχούμενοι, προέλθετε. Ὅσοι Κατηχούμενοι, προέλθετε. Μή τις τῶν Κατηχουμένων. Ὅσοι Πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ταῦτα λέγονται μόνον μέχρι τῆς Τρίτης τῆς Δ´ ἑβδομάδος, καὶ εὐθὺς ὁ Ἀρχιερεὺς λέγει τὴν κατωτέρω Εὐχὴν τῶν Πιστῶν· Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός... Ἀπὸ δὲ τῆς Τετάρτης τῆς Δ´ ἑβδομάδος τῶν Νηστειῶν, τῆς καὶ «Μεσονηστίμου» καλουμένης, μετὰ τὸ εἰπεῖν τὸ «Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι...», λέγονται παρὰ τοῦ Διακόνου καὶ τὰ ἑπόμενα.
Ὁ Διάκονος·
Ὅσοι Κατηχούμενοι, προέλθετε. Οἱ Κατηχούμενοι προέλθετε. Ὅσοι πρὸς τὸ Φώτισμα, προσέλθετε. Εὔξασθε οἱ πρὸς τὸ Φώτισμα. Τοῦ Κυρίου δεηθῶμεν. Οἱ Πιστοί, ὑπὲρ τῶν πρὸς τὸ ἅγιον Φώτισμα εὐτρεπιζομένων ἀδελφῶν καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ, τοῦ Κυρίου δεηθῶμεν. Φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ εὐσεβείας, τοῦ Κυρίου δεηθῶμεν. Καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν. Ἀναγεννήσῃ αὐτοὺς δι᾿ ὕδατος καὶ Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Χαρίσηται αὐτοῖς τὴν τελειότητα τῆς πίστεως, τοῦ Κυρίου δεηθῶμεν. Συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καὶ ἐκλεκτῇ ποίμνῃ, τοῦ Κυρίου δεηθῶμεν. Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Οἱ πρὸς τὸ φώτισμα, τὰ κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων.
Ἐπίφανον, Δέσποτα, τὸ πρόσωπόν σου ἐπὶ τοὺς πρὸς τὸ ἅγιον Φώτισμα εὐτρεπιζομένους, καὶ ἐπιποθοῦντας τὸν τῆς ἁμαρτίας μολυσμὸν ἀποτινάξασθαι· καταύγασον αὐτῶν τὴν διάνοιαν· βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει· στήριξον ἐν ἐλπίδι· τελείωσον ἐν ἀγάπῃ· μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἐκφώνως (ὁ Ἱερεύς)·
Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Διάκονος·
Ὅσοι πρὸς τὸ Φώτισμα, προέλθετε. Οἱ πρὸς τὸ Φώτισμα, προέλθετε. Ὅσοι Κατηχούμενοι, προέλθετε· μή τις τῶν Κατηχουμένων. Ὅσοι πιστοί. Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία.
[Τὰ ἐνδιάμεσα ταῦτα ἀπὸ τῆς Τετάρτης τῆς Μεσονηστίμου καὶ ἐφεξῆς].
Ὁ Ἀρχιερεύς, μετὰ τὸ ἁπλωθῆναι τὸ Εἱλητόν, δέεται χαμηλοφώνως, λέγων·
Εὐχὴ Α´ τῶν Πιστῶν.
Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός· ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ, εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας· καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε· τὰ χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα· πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι.
Ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Ἔτι καὶ ἔτι... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Σοφία.
Εὐχὴ β´ τῶν Πιστῶν.
Δέσποτα Ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε, τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ Βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ Σῶμα, καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει Τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα, ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα δι᾿ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
Ὁ Ἀρχιερεὺς ἐκφώνως·
Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν. Καὶ ψάλλει ἀργῶς καὶ κατανυκτικῶς, ἀντὶ τοῦ Χερουβικοῦ, τὸ ἑπόμενον, ὅπερ λέγει καὶ ὁ Ἀρχιερεὺς μυστικῶς (ἐκ γ´) ἔμπροσθεν τῆς ἁγίας Τραπέζης·
Νῦν αἱ Δυνάμεις τῶν Οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσι. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης.
Ὁ Διάκονος·
Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα (γ´).
Τούτου ὑπὸ τοῦ Χοροῦ ψαλλομένου, ὁ Ἀρχιερεὺς θυμιᾷ, ὡς πάντοτε, λέγων καθ᾿ ἑαυτὸν τὸν Ν´ Ψαλμόν· μέχρι τοῦ· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ὁ Ἀρχιερεὺς ἐλθὼν παρὰ τὴν ἁγίαν Πρόθεσιν, δίδωσι τῷ Ἱερεῖ τὰ Ἅγια, λέγων· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ὁ Διάκονος φέρων λαμπάδα καὶ θυμιῶν τὰ Ἅγια, προπορεύεται ὀπισθοφανῶς τοῦ Ἱερέως, ἀμφότεροι δὲ εἰς τὸ Ἰδοὺ γὰρ εἰσπορεύεται... ἐξέρχονται τοῦ Ἱεροῦ Βήματος ἐν σιωπῇ.
Ἐγγιζόντων δὲ εἰς τὸ Ἱερόν, ὁ Ἀρχιερεὺς ἐπὶ τοῦ σολέα, θυμιῶν, λαμβάνει τὰ Ἅγια καὶ τίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης.
Ὁ Διάκονος· Ἀγάθυνον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, θυμιᾷ τὰ Ἅγια λέγων χαμηλοφώνως·
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα οἱ Πρεσβύτεροι καὶ οἱ Διάκονοι ἀσπάζονται τὴν χεῖρα τοῦ Ἀρχιερέως, λέγοντος· Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...20
Ὁ Διάκονος· Ἀμήν.
Ἐξελθὼν δὲ καὶ στὰς ἐν τῷ οἰκείῳ τόπῳ, λέγει·
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Ὑπὲρ τῶν προσκομισθέντων καὶ προαγιασθέντων τιμίων Δώρων... Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος... Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Τὴν ἡμέραν πᾶσαν... Ἄγγελον εἰρήνης... Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν... Τὰ καλὰ καὶ συμφέροντα... Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν... Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν... Τὴν ἑνότητα τῆς πίστεως.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ Ἅγια ἐν τῇ ἁγίᾳ Τραπέζῃ.
Ὁ τῶν ἀῥῤήτων καὶ ἀθεάτων Μυστηρίων Θεός, παρ᾿ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε Βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ᾿ ἡμᾶς τοὺς τῷ ἁγίῳ τούτῳ Θυσιαστηρίῳ, ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ᾿ ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν, διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται Μυστηρίων· καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτω· ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες Ἁγιασμάτων, καὶ ὑπ᾿ αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει ἢ λόγῳ ἢ κατὰ διάνοιαν ἐνεργουμένης· καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς Ἁγίοις σου, τοῖς ἀπ᾿ αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώνως·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.
Ὁ λαός· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Χορός· Καὶ τῷ Πνεύματί σου.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτόν· καὶ ἀξίωσον πάντας ἡμᾶς, ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων Μυστηρίων· Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως (εἷς Ἱερεύς)·
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται χαμηλοφώνως·
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου σου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Διάκονος· Πρόσχωμεν.
Ὁ Ἀρχιερεύς, ἐπικεκαλυμμένων ὄντων τῶν θείων Δώρων, εἰσάγων τὰς χεῖρας, ἅπτεται τοῦ ζωοποιοῦ Ἄρτου μετ᾿ εὐλαβείας καὶ φόβου πολλοῦ καὶ ἐκφωνεῖ·
Τὰ προηγιασμένα Ἅγια τοῖς ἁγίοις.
Ἀκολούθως δ᾿ ἀποκαλύπτει τὰ Ἅγια.
Ὁ Χορός·
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Εἶτα, ψάλλει τὸ Κοινωνικόν.
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα (γ´).
Ἐν μνήμῃ ἑορταζομένου Ἁγίου, Κοινωνικὸν ψάλλεται·
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Ὁ Διάκονος· Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
Μελίσας τὸν εἰς χεῖρας αὐτοῦ καθηγιασμένον Ἄρτον εἰς τεμάχια τέσσαρα, ἐναποθέτει αὐτὰ ἐν τῷ ἁγίῳ Δισκαρίῳ σταυροειδῶς.
ΙΣ | |
ΝΙ | ΚΑ |
ΧΣ |
Ὁ Διάκονος, χαμηλοφώνως· Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.
Ὁ Ἀρχιερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα (ΙΣ), ποιεῖ σὺν αὐτῇ Σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου καὶ ἐμβάλλει ταύτην εἰς αὐτό, λέγων χαμηλοφώνως· Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου.
Ὁ Διάκονος, χαμηλοφώνως· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
Ὁ Ἀρχιερεύς, χαμηλοφώνως·
Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος ἐγχέει τοῦ ζέοντος τὸ ἀρκοῦν, λέγων·
Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν.
Καὶ οὕτως ἐκπληροῦσι τὴν μετάληψιν λέγοντες, ἅπερ ἐν τῇ Ἰωάννου τοῦ Χρυσοστόμου Λειτουργίᾳ γέγραπται.
Εἶτα ὁ Διάκονος «συστέλλει» ἐν τῷ ἁγίῳ Ποτηρίῳ τὸν ἐπὶ τοῦ Δισκαρίου Ἅγιον Ἄρτον, ἀποσπογγίζων μέχρι τοῦ τελευταίου «μαργαρίτου»· καὶ ἀκολούθως ἐκφωνεῖ· Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε. Μετὰ δὲ τὸ κοινωνῆσαι καὶ τοὺς πιστοὺς πάντας, ὑψῶν τὸ ἅγιον Ποτήριον, λέγει ὁ Ἀρχιερεὺς ἐκφώνως·
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Ὁ Χορός·
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς, γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Ὁ Διάκονος, χαμηλοφώνως· Ὕψωσον, Δέσποτα.
Ὁ Ἀρχιερεὺς θυμιᾷ τρὶς τὰ Ἅγια, λέγων χαμηλοφώνως·
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου (ἐκ γ´).
Εἶτα ἐπιδίδωσι τὸ ἅγιον Δισκάριον σὺν τοῖς Καλύμμασι τῷ Διακόνῳ, οὗτος δέ, εἰς τὸ ὕψος τῆς κεφαλῆς ἀμφοτέραις ταῖς χερσὶ ταῦτα κρατῶν καὶ μικρὸν ὑποκλίνας τῷ λαῷ, κύκλῳ τῆς ἁγίας Τραπέζης διερχόμενος, μεταφέρει εἰς τὴν ἁγίαν Πρόθεσιν. Εἶθ᾿ οὕτως ὁ Ἀρχιερεὺς ἐπιδίδωσι τὸ ἅγιον Ποτήριον τῷ Ἱερεῖ, λέγων χαμηλοφώνως· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.
Δεξάμενος δὲ τὸ ἅγιον Ποτήριον καὶ ἐπιστραφεὶς πρὸς τὸν Λαόν, λέγει·
Ὁ Ἱερεύς, ἐκφώνως·
Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος·
Ὀρθοί. Μεταλαβόντες τῶν θείων... Ἀντιλαβοῦ, σῶσον... Τὴν ἑσπέραν πᾶσαν...
Ὁ Χορός· Σοί, Κύριε.
Ὁ Ἀρχιερεὺς χαμηλοφώνως τὴν Εὐχαριστήριον Εὐχήν·
Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου· καὶ δεόμεθά σου, Δέσποτα φιλάνθρωπε· Φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου· καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Ἐκφώνως·
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν·
Ὁ Ἀρχιερεύς, ἐκφώνως· Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεύς, τὴν Ὀπισθάμβωνον Εὐχήν·
Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας, τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰ κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τὴν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον, καὶ μεγαλοπρεπές ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (ἐκ γ´).
Εὐχὴ ἐν τῷ συστεῖλαι τὰ Ἅγια, ἥν λέγει ὁ Ἀρχιερεὺς ἐν τῇ ἁγίᾳ Προθέσει.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου Μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς Βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἀπὸ τῶν ἁγίων Θυρῶν εὐλογῶν τὸν λαὸν διὰ Τρικηρίου·
Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς·
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ Χορός· Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν...
Ὁ Ἀρχιερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ πρῶτος τῇ τάξει Ἱερεύς, λέγει·
Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸν λαόν, λέγει·
Διαφυλάξαι Κύριος ὁ Θεὸς πάντας ἡμᾶς, τῇ αὑτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ διανέμει τὸ Ἀντίδωρον, ᾧ τρόπῳ ἐν τῇ τοῦ ἁγίου Χρυσοστόμου Λειτουργίᾳ γέγραπται. Ὁ δὲ Χορός, ἐν τῷ διανέμειν τὸν Ἀρχιερέα τὸ Ἀντίδωρον, ψάλλει ἐνδεχομένως τοὺς Ψαλμούς· Εὐλογήσω τὸν Κύριον... καὶ Ὑψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου... Οὗτοι συνήθως ἀναγινώσκονται ὑπὸ τοῦ Ἀναγνώστου, πρὸ τοῦ «Δι᾿ εὐχῶν».
ΧΕΙΡΟΤΟΝΙΑΙ ΚΑΙ ΧΕΙΡΟΘΕΣΙΑΙ
ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΕΙΣΕΡΧΟΜΕΝΟΝ ΕΙΣ ΔΙΑΚΟΝΙΑΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΝ (Ἀναγινώσκεται ἔξω τοῦ Βήματος)
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος·
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πιστὸς ἐν ἐπαγγελίᾳ, καὶ ἀμεταμέλητος τοῖς χαρίσμασιν· ὁ καλέσας τὸ πλάσμα σου κλήσει ἁγίᾳ· Αὐτὸς συνεργὸς αὐτῷ γενόμενος, ἐνδυνάμωσον τὸν δοῦλόν σου τοῦτον εἰς τὸ διακονεῖν τῇ Ἁγίᾳ σου Ἐκκλησίᾳ, καὶ καταξίωσον αὐτὸν ἀμέμπτως καὶ ἀκατακρίτως ὑπηρετεῖν σοι, πρὸς εὐαρέστησιν τῆς σῆς ἀγαθότητος, καὶ τὸν μισθὸν λήψεσθαι τῶν ἀγαπώντων τὴν εὐπρέπειαν τοῦ οἴκου σου καὶ διακονούντων σοι ἐν ταπεινώσει ἀληθινῇ καὶ ἀνυποκρίτῳ, χαριζόμενος καὶ πᾶσιν ἡμῖν τὴν ἐπουράνιόν σου Βασιλείαν. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ εὐλογητός εἶ, σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΤΕΡΑ ΕΥΛΟΓΙΑ ΑΡΧΙΕΡΑΤΙΚΗ ΤΟΙΣ ΕΙΣΙΟΥΣΙΝ, ΥΠΗΡΕΤΟΥΣΙ ΚΑΙ ΕΥΤΡΕΠΙΖΟΥΣΙ ΤΟ ΑΓΙΟΝ ΒΗΜΑ
Κύριε ὁ Θεὸς ἡμῶν, Ὃς οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖς, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύει, προσδεόμενός τινος, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· Σύ, Κύριε, πρόσδεξαι τὸν (τὴν) δοῦλόν (δούλην) Σου ... εἰς ὑπηρεσίαν τοῦ ἁγίου Οἴκου Σου καὶ τόπου σκηνώματος δόξης Σου. Ἱκάνωσον δ᾿ αὐτὸν (αὐτὴν) ἀμέμπτως καὶ ἀκατακρίτως ὑπηρετεῖν Σοι, ἐν καθαρότητι ζωῆς καὶ καρδίας, καὶ τὸν μισθὸν λήψεσθαι τῶν ἀγαπώντων τὴν εὐπρέπειαν τοῦ Οἴκου Σου. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΑΞΙΣ ΕΠΙ ΧΕΙΡΟΘΕΣΙᾼ ΑΝΑΓΝΩΣΤΟΥ ἢ ΨΑΛΤΟΥ (Ἔξω τοῦ Βήματος)
Προσαγόμενος τῷ Ἀρχιερεῖ ὁ μέλλων χειροθετηθῆναι, εἰ μὲν κοσμικός ἐστι, μετὰ ἱματίου (ράσου), ἀσκεπής· εἰ δὲ μοναχός, μετὰ μανδύου· σφραγίζεται τὴν κεφαλὴν παρὰ τοῦ Ἀρχιερέως, καὶ κείρεται παρ᾿ αὐτοῦ σταυροειδῶς, λέγοντος·
Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
Εἶτα λαμβάνων ὁ Ἀρχιερεὺς Φελόνιον (Στιχάριον) ἐνδυδίσκει. Καὶ τρίτον τὴν τούτου κεφαλὴν σφραγίζων, ἐπιτίθησιν αὐτῷ τὴν χεῖρα.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, εὔχεται·
Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ἔκλεξαι τὸν δοῦλόν σου τοῦτον (τὸν δεῖνα), καὶ ἁγίασον αὐτόν· καὶ δὸς αὐτῷ μετὰ πάσης σοφίας καὶ συνέσεως, τῶν θείων σου λογίων τὴν μελέτην καὶ τὴν ἀνάγνωσιν ποιεῖσθαι, [καὶ ὕμνον σοι προσάγειν] διαφυλάττων αὐτὸν ἐν ἀμέμπτῳ πολιτείᾳ. Ἐλέει καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ μετὰ τὴν ἐκφώνησιν καὶ τὸ Ἀμήν, δίδοται τῷ Ἀναγνώστῃ Βιβλίον Ἀποστολικόν· καὶ ὀλίγον ἀναγινώσκων, λαμβάνει παρὰ τοῦ Ἀρχιερέως Εἰρήνην. Εἰ δὲ Ψάλτης ἐστί, λέγει τοῦ Ψαλτηρίου Προκείμενον.
Εἰ δέ εἰσι καὶ πλείονες οἱ χειροθετούμενοι Ἀναγνῶσται, χειροθετοῦνται ὁμοῦ, καὶ λέγεται ἡ Εὐχὴ πληθυντικῶς.
Ἰστέον δὲ ὅτι, ὅτε οὐκ ἔστι λειτουργία ποιεῖ ὁ Ἀρχιερεὺς Εὐλογητόν, καὶ λέγεται τό· Βασιλεῦ οὐράνιε..., Τρισάγιον. Δόξα..., Καὶ νῦν..., Παναγία Τριάς..., Κύριε, ἐλέησον (γ´). Δόξα..., Καὶ νῦν..., Πάτερ ἡμῶν..., Ὅτι σοῦ ἐστιν... καὶ τὸ Ἀπολυτίκιον τῆς ἡμέρας. Εἶτα γίνεται ἡ Ἀκολουθία, ὡς προεγράφη.
ΤΑΞΙΣ ΕΠΙ ΧΕΙΡΟΘΕΣΙᾼ ΥΠΟΔΙΑΚΟΝΟΥ (Ἔξω τοῦ Βήματος)
Τοῦ Ἀρχιερέως καθεζομένου ἐπὶ τῆς Ὡραίας Πύλης ἢ ἐπὶ τοῦ ἀρχιερατικοῦ Θρόνου, πρὸ τοῦ ἄρξασθαι τῆς Λειτουργίας, προσάγεται αὐτῷ ὁ μέλλων χειροτονεῖσθαι Ὑποδιάκονος· εἰ μὲν κοσμικός ἐστι, μετὰ Φελονίου (Στιχαρίου), εἰ δὲ μοναχός, μετὰ Μανδύου. Κελεύει δὲ ὁ Ἀρχιερεὺς ἀποδύσασθαι τοῦτον τὸ Φελόνιον, ἢ τὸν Μανδύαν, καὶ ἐνδύσασθαι καὶ ζώσασθαι Στιχάριον*21, κομισθῆναι δὲ χερνιβόξεστον καὶ μανδήλιον.
Εἶτα σφραγίζων τρὶς τὴν αὑτοῦ κεφαλὴν καὶ ἐπιθεὶς αὐτῷ τὴν χεῖρα, τοῦ Διακόνου λέγοντος· τοῦ Κυρίου δεηθῶμεν,
Ὁ Ἀρχιερεύς, λέγει τὴν Εὐχὴ ταύτην·
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Ἁγίου Πνεύματος, διαιρῶν ἑκάστῳ ὃν ἐξελέξω, τὰ σὰ χαρίσματα· ὁ τάγματα διάφορα τῇ Ἐκκλησίᾳ σου δωρησάμενος, καὶ βαθμοὺς λειτουργίας καταστησάμενος ἐν αὐτῇ πρὸς ὑπηρεσίαν τῶν ἁγίων σου καὶ ἀχράντων Μυστηρίων· ὁ τῇ σῇ ἀῤῥήτῳ προγνώσει ὁρίσας καὶ τοῦτον τὸν δοῦλόν σου ἄξιον εἶναι τοῦ ὑπηρετεῖν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ· αὐτὸς Δέσποτα, ἀκατάγνωστον αὐτὸν ἐν πᾶσι διαφύλαξον· καὶ δὸς αὐτῷ ἀγαπᾶν εὐπρέπειαν Οἴκου σου, παρεστάναι ταῖς θύραις τοῦ Ναοῦ τοῦ ἁγίου σου, ἀνάπτειν λύχνον σκηνώματος δόξης σου· καὶ φύτευσον αὐτὸν ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ὡς ἐλαίαν κατάκαρπον, καρποφοροῦντα καρπὸν δικαιοσύνης, καὶ τέλειον ἀνάδειξον δοῦλόν σου, ἐν καιρῷ τῆς Παρουσίας σου, τῆς τῶν εὐαρεστησάντων σοι ἀπολαῦσαι ἀμοιβῆς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὴν ἐκφώνησιν, δεχόμενος ὁ Ἀρχιερεὺς τὸ μανδήλιον, ἐπιτίθησι τῷ ἀριστερῷ ὤμῳ τοῦ χειροτονουμένου. Ὁμοίως δίδωσιν αὐτῷ καὶ τὸ χερνιβόξεστον. Ὁ δὲ λαβών, ἀσπάζεται τὴν χεῖρα αὐτοῦ, καὶ βάλλει ὕδωρ εἰς τὰς χεῖρας αὐτοῦ, καὶ νίπτεται ὁ Ἀρχιερεύς· ὁ δὲ χειροτονούμενος, λέγει ἐκφώνως, τρὶς Ὅσοι πιστοί. Καὶ καλυπτόμενος τὴν κεφαλὴν λαμβάνει εὐλογίαν, ἀπερχόμενος δὲ ἵσταται ἔμπροσθεν τῶν ἁγίων Θυρῶν ἐν τοῖς δεξιοῖς, καὶ λέγει τό· Τρισάγιον. Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν..., τό· Κύριε, ἐλέησον (ιβ´). Δόξα... Καὶ νῦν... Δεῦτε προσκυνήσωμεν... (γ´), τὸν Ν´ ψαλμόν· Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Δόξα... Καὶ νῦν... Πιστεύω εἰς ἕνα Θεόν... Ἄνες, ἄφες, συγχώρησον... Καὶ εἴ τι ἄλλο δόξει αὐτῷ εἰπεῖν μυστικῶς.
Πρὸ δὲ τῆς μεγάλης Εἰσόδου, ὅταν θυμιᾷ τὴν ἁγίαν Τράπεζαν, πάλιν νίπτεται ὁ Ἀρχιερεὺς εἰς τὸ λεκανίδιον, ὅπερ φέρει ὁ μέλλων χειροτονεῖσθαι. Εἰσοδεύει δὲ καὶ αὐτὸς εἰς τὴν μεγάλην Εἴσοδον, πάντων ἐξόπισθεν, κρατῶν καὶ τὸ χερνιβόξεστον, καὶ τὰ ἑξῆς. Καὶ μετὰ τὴν Εἴσοδον, εἰσέρχονται ὅλοι εἰς τὸ ἅγιον Θυσιαστήριον, πλὴν αὐτὸς μένει ἔξω, ἑστὼς ἔμπροσθεν τῶν ἁγίων Θυρῶν ἐν τοῖς εὐωνύμοις.
ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙᾼ ΔΙΑΚΟΝΟΥ
Μετὰ τὸ εἰπεῖν τὸν Ἀρχιερέα τὴν ἐκφώνησιν· Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν, ἐξελθόντες δύο Διάκονοι, ἐκ τοῦ ἁγίου Βήματος ἀπὸ τῆς βορείας Πύλης, λαμβάνουσι τὸν μέλλοντα χειροτονεῖσθαι Διάκονον ἐξ ἑκατέρου μέρους καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων θυρῶν. Καὶ τοῦ Ἀρχιερέως ἱσταμένου πρὸ τῆς ὡραίας Πύλης, ἐκφωνεῖ ὁ πρῶτος τῶν Διακόνων· Κέλευσον. Καὶ ὁ δεύτερος· Κελεύσατε. Καὶ πάλιν ὁ πρῶτος· Κέλευσον, Δέσποτα ἅγιε, τὸν νῦν προσφερόμενόν σοι. Καὶ ὁ Ἀρχιερεὺς ὑποδέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος (τρίς). Καὶ οἱ Διάκονοι εἰσάγουσιν αὐτὸν εἰς τὸ ἅγιον Βῆμα, κυκλοῦντες τὴν ἁγίαν Τράπεζαν τρὶς ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερὰ καὶ ψάλλοντες.
Ἦχος βαρύς
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα· Τριὰς ἡ ὁμοούσιος.
Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἰστέον ὅτι, ὅταν ψάλλωσι τὰ τροπάρια, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερεὺς εἰς θρονίον μικρὸν καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπάζεται ὁ χειροτονούμενος τὰ τέσσαρα κέρατα τῆς ἁγίας Τραπέζης· καὶ ὅταν ἔρχωνται πρὸ τοῦ Ἀρχιερέως ποιεῖ μετάνοιαν καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτοῦ· μετὰ δὲ τὴν τρίτην περιφορὰν ἐξέρχονται τοῦ Βήματος καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὰς ἁγίας εἰκόνας κατὰ τάξιν.
Εἶτα προσέρχεται ὁ χειροτονούμενος τῷ Ἀρχιερεῖ, καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ, καὶ ἐρείδει τὸ μέτωπον*22 αὐτοῦ τῇ ἁγίᾳ Τραπέζῃ, καὶ κλίνει τὸ γόνυ τὸ δεξιόν· καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος· Πρόσχωμεν. Ὁ δὲ Ἀρχιερεὺς θέτει τὸ ἄκρον τοῦ Ὠμοφορίου καὶ τὴν δεξιάν αὐτοῦ χεῖρα*23 ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐκφωνεῖ εἰς ἐπήκοον πάντων·
Ἡ θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν εὐλαβέστατον Ὑποδιάκονον εἰς Διάκονον· εὐξώμεθα οὖν ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾿ αὐτὸν ἡ χάρις τοῦ Παναγίου Πνεύματος.
Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῷ ἀκούεσθαι τό· Κύριε, ἐλέησον (γ´) παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρὰ τῶν ἐκτός.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ προγνώσει τῇ σῇ τὴν τοῦ Ἁγίου σου Πνεύματος χορηγίαν καταπέμπων ἐπὶ τοὺς ὡρισμένους ὑπὸ τῆς σῆς ἀνεξιχνιάστου δυνάμεως, λειτουργοὺς γενέσθαι, καὶ ἐξυπηρετεῖσθαι τοῖς ἀχράντοις σου Μυστηρίοις· αὐτός, Δέσποτα, καὶ τοῦτον, ὃν εὐδόκησας προχειρσθῆναι παρ᾿ ἐμοῦ εἰς τὴν τῆς Διακονίας λειτουργίαν, ἐν πάσῃ σεμνότητι διατήρησον, ἔχοντα τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Δώρησαι δὲ αὐτῷ τὴν χάριν, ἣν ἐδωρήσω Στεφάνῳ τῷ πρωτομάρτυρί σου, ὃν καὶ ἐκάλεσας πρῶτον εἰς τὸ ἔργον τῆς διακονίας σου· καὶ καταξίωσον αὐτόν, κατὰ τὸ σοὶ εὐάρεστον, οἰκονομῆσαι τὸν παρὰ τῆς σῆς ἀγαθότητος δεδωρημένον αὐτῷ βαθμόν· οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται· καὶ τέλειον ἀνάδειξον δοῦλόν σου. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὸ Ἀμήν, λέγει ὁ Διάκονος λεπτῇ τῇ φωνῇ, ὅσον ἀκούειν καὶ ἀποκρίνεσθαι τοὺς συμπαρόντας Διακόνους καὶ Ἱερεῖς τὸ Κύριε, ἐλέησον, τὰ διακονικὰ ταῦτα·
Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν...
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), τοῦ νυνὶ προχειριζομένου Διακόνου, καὶ τῆς σωτηρίας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Διακονίαν χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας...
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως...
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς...
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...
Καὶ τούτων ῥηθέντων, ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, ἐπεύχεται καὶ αὖθις οὕτως·
Ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ὁ τῇ ἀφθάρτῳ σου φωνῇ τοῖς Ἀποστόλοις σου θεσπίσας τὸν τῆς Διακονίας νόμον καὶ τὸν πρωτομάρτυρα Στέφανον τοιοῦτον ἀναδείξας, καὶ πρῶτον αὐτὸν κηρύξας τὸ τοῦ Διακόνου πληροῦντα ἔργον, καθὼς γέγραπται ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ σου· «Ὅστις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος»· Σὺ Δέσποτα τῶν ἁπάντων, καὶ τὸν δοῦλόν σου τοῦτον, ὃν κατηξίωσας τὴν τοῦ Διακόνου ὑπεισελθεῖν λειτουργίαν, πλήρωσον πάσης πίστεως, καὶ ἀγάπης, καὶ δυνάμεως, καὶ ἁγιασμοῦ, τῇ ἐπιφοιτήσει τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος· οὐ γὰρ ἐν τῇ ἐπιθέσει τῶν ἐμῶν χειρῶν, ἀλλ᾿ ἐν τῇ ἐπισκοπῇ τῶν πλουσίων σου οἰκτιρμῶν δίδοται χάρις τοῖς ἀξίοις σου· ἵνα καὶ οὗτος, πάσης ἁμαρτίας ἐκτὸς γενόμενος, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεώς σου ἀμέμπτως σοι παραστῇ, καὶ τὸν μισθὸν τὸν ἀδιάψευστον τῆς σῆς ἐπαγγελίας κομίσηται. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὸ Ἀμήν, ἀνισταμένου τοῦ χειροτονουμένου ἐμφανίζει τοῦτον ὁ Ἀρχιερεὺς τῷ λαῷ καὶ περιτίθησι τὸ Ὀράριον κατὰ τὸν ἀριστερὸν αὐτοῦ ὦμον, λέγων ἐκφώνως· Ἄξιος.
Καὶ ψάλλεται τὸ Ἄξιος τρὶς παρὰ τῶν τοῦ Βήματος. Εἶτα ἐπιτίθησιν ὁ Ἀρχιερεὺς ἑκατέρᾳ χειρὶ τοῦ χειροτονουμένου τὰ ἐπιμάνικα, λέγων ἐκφώνως· Ἄξιος.
Καὶ ψάλλεται τὸ Ἄξιος τρὶς παρὰ τοῦ α´ χοροῦ.
Εἶτα ἐπιδίδωσιν ὁ Ἀρχιερεὺς τῷ χειροτονουμένῳ τὸ ῥιπίδιον καὶ τὴν λειτουργικὴν Φυλλάδα (Διακονικόν), λέγων ἐκφώνως· Ἄξιος.
Καὶ ψάλλεται τὸ Ἄξιος τρὶς παρὰ τοῦ β´ χοροῦ*24.
Εἶτα ὁ Ἀρχιερεὺς δίδωσιν αὐτῷ ἀγάπην, ἤτοι ἀσπάζεται αὐτὸν εἰς τὸ μέτωπον, ὁ δὲ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως.
Εἶθ᾿ οὕτως συνεχίζεται ἡ θεία Λειτουργία.
Εἰς δὲ τὸν τῆς Μεταλήψεως καιρόν, πρῶτος τῶν ἄλλων Διακόνων ὁ χειροτονηθεὶς μετέχει τῶν θείων Μυστηρίων, καὶ λέγει τὰ διακονικὰ εἰς τὸν τόπον αὐτῶν, ἤγουν τό, Ὀρθοί· Μεταλαβόντες...
Ταῦτα δὲ γίνονται, ὅταν τελῆται Λειτουργία τελεία. Ἐπεὶ δὲ καὶ ἐν ταῖς Προηγιασμέναις γίνεται χειροτονία Διακόνου, ἰστέον ὅτι μετὰ τὸ ἀποτεθῆναι τὰ Προηγιασμένα ἐν τῇ ἁγίᾳ Τραπέζῃ, πρὶν εἰπεῖν τὸν Διάκονον· Πληρώσωμεν τὴν δέησιν..., προσάγεται ὁ μέλλων χειροτονεῖσθαι, καὶ γίνεται ἡ τάξις τῆς Χειροτονίας, ὡς ἀνωτέρω.
Αὕτη, ὡς γνωρίζομεν, δὲν εἶναι ἀμάρτυρος ὑπὸ τῆς Πατερικῆς παραδόσεως (φερομένη παρὰ Γρηγορίῳ Ναζιανζηνῷ). Καινοφανὴς δὲ καὶ ἀνιστόρητος εἶναι ἡ ὑπό τινων παράδοσις εἰς τὸν χειροτονηθέντα, μετὰ τοῦ «Ἄξιος», καὶ τοῦ καλυμμαυχίου! Ἡ παλαιὰ τάξις προβλέπει τὸ ῥιπίδιον (ἀντὶ τῆς Φυλλάδας).
ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙᾼ ΠΡΕΣΒΥΤΕΡΟΥ
Μετὰ τὸ πληρωθῆναι τὸν Χερουβικὸν ὕμνον, ἵσταται ἐν τῇ Σολέᾳ ὁ μέλλων χειροτονεῖσθαι Πρεσβύτερος· καὶ ἐξερχόμενοι δύο Διάκονοι λαμβάνουσιν αὐτὸν ἐξ ἑκατέρου μέρους, καὶ φέρουσιν αὐτὸν ἄχρι τῶν ἁγίων θυρῶν· ἐκεῖ δὲ ἀπολύουσιν αὐτὸν οἱ Διάκονοι καὶ λαμβάνουσιν αὐτὸν δύο Πρεσβύτεροι, ὁ πρῶτος καὶ ὁ δεύτερος. Καὶ τοῦ Ἀρχιερέως ἱσταμένου πρὸ τῆς ὡραίας Πύλης ἐκφωνεῖ ὁ πρῶτος τῶν Ἱερέων· Κέλευσον. Καὶ ὁ δεύτερος· Κελεύσατε. Καὶ πάλιν ὁ πρῶτος· Κέλευσον, Δέσποτα ἅγιε, τὸν νῦν προσφερόμενόν σοι. Καὶ ὁ Ἀρχιερεὺς ὑποδέχεται αὐτὸν καὶ σφραγίζων τρὶς τὴν κεφαλὴν αὐτοῦ, λέγει· Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Καὶ εἰσάγουσιν αὐτὸν οἱ Πρεσβύτεροι εἰς τὸ Θυσιαστήριον καὶ κυκλοῦσι τρὶς τὴν ἁγίαν Τράπεζαν ἀπὸ τῶν δεξιῶν πρὸς τὰ ἀριστερά, ψάλλοντες τά· Ἅγιοι Μάρτυρες..., Δόξα σοι Χριστὲ ὁ Θεός..., καὶ τὸ Ἡσαΐα χόρευε...
Ἰστέον δὲ ὅτι, ὅταν ψάλλωνται τὰ ἀνωτέρω, κάθηται ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ὁ Ἀρχιερεὺς εἰς θρονίον, καὶ ἐκεῖ ὅπου κυκλοῦσι γύρωθεν, ἀσπάζεται ὁ χειροτονούμενος τὰ τέσσαρα κέρατα τῆς ἁγίας Τραπέζης· καὶ ὅταν ἔρχωνται ἔμπροσθεν τοῦ Ἀρχιερέως, ποιεῖ μετάνοιαν ὁ χειροτονούμενος καὶ ἀσπάζεται τὴν χεῖρα καὶ τὸ ἐπιγονάτιον αὐτοῦ. Μετὰ δὲ τὴν τρίτην περιφορὰν ἐξέρχονται τοῦ Βήματος καὶ ἀσπάζεται ὁ χειροτονούμενος τὰς ἁγίας εἰκόνας κατὰ τάξιν.
Εἶτα ἀνισταμένου τοῦ Ἀρχιερέως, προσέρχεται αὐτῷ ὁ χειροτονούμενος καὶ ἵσταται κατὰ τὸ δεξιὸν μέρος αὐτοῦ καὶ ἐρείσας τὸ μέτωπον25 τῇ ἁγίᾳ Τραπέζῃ, κλίνει ἀμφότερα τὰ γόνατα. Καὶ ἐκφωνεῖ ὁ Ἀρχιδιάκονος· Πρόσχωμεν. Ὁ δὲ Ἀρχιερεὺς θέτει τὸ ἄκρον τοῦ Ὠμοφορίου ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου καὶ ἐπιθέτων τὴν δεξιὰν26 ἐκφωνεῖ εἰς ἐπήκοον πάντων·
Ἡ θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν εὐλαβέστατον Διάκονον εἰς Πρεσβύτερον· εὐξώμεθα οὖν ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾿ αὐτὸν ἡ χάρις τοῦ παναγίου Πνεύματος.
Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῷ ἀκούεσθαι τό· Κύριε, ἐλέησον (γ´) παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρὰ τῶν ἐκτός.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω χαμηλοφώνως·
Ὁ Θεὸς ὁ ἄναρχος καὶ ἀτελεύτητος, ὁ πάσης κτίσεως πρεσβύτατος ὑπάρχων, ὁ τῇ προσηγορίᾳ τοῦ πρεσβυτέρου τιμήσας τοὺς ἐν τῷ βαθμῷ τούτῳ ἀξιωθέντας ἱερουργεῖν τὸν λόγον τῆς σῆς ἀληθείας· Αὐτός, Δέσποτα τῶν ἁπάντων, καὶ τοῦτον, ὃν εὐδόκησας προχειρισθῆναι παρ᾿ ἐμοῦ, ἐν ἀμέμπτῳ πολιτείᾳ, καὶ ἀκλινεῖ τῇ πίστει, εὐδόκησον ὑποδέξασθαι τὴν μεγάλην ταύτην χάριν τοῦ Ἁγίου σου Πνεύματος, καὶ τέλειον ἀνάδειξον δοῦλόν σου, ἐν πᾶσιν εὐαρεστοῦντά σοι, καὶ ἀξίως πολιτευόμενον τῆς δωρηθείσης αὐτῷ ὑπὸ τῆς σῆς προγνωστικῆς δυνάμεως, μεγάλης ταύτης ἱερατικῆς τιμῆς. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὴν Εὐχὴν ταύτην λέγει ὁ Πρωτοπαπᾶς λεπτῇ τῇ φωνῇ, ὅσον ἀκούειν τοὺς συμπαρόντας καὶ ἀποκρίνεσθαι τὸ Κύριε, ἐλέησον, τὰ διακονικὰ ταῦτα·
Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης...
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δε), τοῦ νυνὶ προχειριζομένου Πρεσβυτέρου, καὶ τῆς σωτηρίας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Ἱερωσύνην χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως...
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης...
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον...
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης...
Ὁ δὲ Ἀρχιερεύς, ἔχων τὴν χεῖρα ἐπικειμένην τῇ τοῦ χειροτονουμένου κεφαλῇ καὶ τοῦ Πρεσβυτέρου εἰπόντος· Τοῦ Κυρίου δεηθῶμεν, καὶ πάντων ἀποκριθέντων τὸ Κύριε, ἐλέησον, ἐπεύχεται καὶ αὖθις οὕτως.
Ὁ Θεός, ὁ μέγας ἐν δυνάμει, καὶ ἀνεξιχνίαστος ἐν συνέσει, ὁ θαυμαστὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· Αὐτός, Κύριε, καὶ τοῦτον, ὃν εὐδόκησας τὸν τοῦ Πρεσβυτέρου ὑπεισελθεῖν βαθμόν, πλήρωσον τῆς τοῦ Ἁγίου σου Πνεύματος δωρεᾶς· ἵνα γένηται ἄξιος παρεστάναι ἀμέμπτως τῷ Θυσιαστηρίῳ σου, κηρύσσειν τὸ Εὐαγγέλιον τῆς βασιλείας σου, ἱερουργεῖν τὸν λόγον τῆς ἀληθείας σου, προσφέρειν σοι δῶρα καὶ θυσίας πνευματικάς, ἀνακαινίζειν τὸν λαόν σου διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ὅπως καὶ αὐτός, ὑπαντήσας ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς σου Υἱοῦ, δέξηται τὸν μισθὸν τῆς ἀγαθῆς οἰκονομίας τοῦ οἰκείου Τάγματος, ἐν τῷ πλήθει τῆς ἀγαθότητός σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὸ Ἀμήν, ἀνίστησιν αὐτόν, καὶ φέρει τὸ ὄπισθεν τοῦ Ὀραρίου αὐτοῦ ἐπὶ τὸ ἔμπροσθεν τοῦ δεξιοῦ μέρους (ἢ περιτίθησιν αὐτῷ Ἐπιτραχήλιον), λέγων· Ἄξιος. Καὶ ψάλλουσι τοῦτο οἱ τοῦ Βήματος τρίς. Εἶτα περιτίθησιν αὐτῷ τὴν ζώνην, λέγων· Ἄξιος. Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ α´ χοροῦ. Καὶ ἐνδύων αὐτὸν τὸ Φελόνιον, ἐκφωνεῖ καὶ αὖθις τό, Ἄξιος. Καὶ ψάλλουσιν αὐτὸ τρὶς οἱ Ψάλται τοῦ β´ χοροῦ.27
Καὶ δίδωσιν αὐτῷ ἀγάπην, ἤτοι ἀσπάζεται αὐτὸν εἰς τὸ μέτωπον, ὁ δὲ χειροτονούμενος ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως· καὶ ἀπερχόμενος ἵσταται εἰς τὸ δεξιὸν μέρος τῆς ἁγίας Τραπέζης μετὰ τῶν λοιπῶν Πρεσβυτέρων, μετέχων εἰς τὰς εὐχάς. Ὁ δὲ Διάκονος ἵσταται εἰς τὸν συνήθη τόπον, λέγων τό· Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ... Ὅταν δὲ τελειωθῶσι τὰ Ἅγια, καὶ μέλλῃ εἰπεῖν τὸ Ἐξαιρέτως..., προσέρχεται ὁ χειροτονηθείς, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ Ἀρχιερεὺς τὸν ἅγιον Ἄρτον λέγων οὕτω·
Λάβε τὴν παρακαταθήκην ταύτην, καὶ φύλαξον αὐτήν, ἕως τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτε παρ᾿ αὐτοῦ μέλλεις ἀπαιτεῖσθαι αὐτήν.
Ὁ δὲ λαβών, ἀσπάζεται τὴν χεῖρα τοῦ Ἀρχιερέως, καὶ μεθίσταται ἐν ᾧ πρότερον ἵστατο τόπῳ*28, τὰς μὲν χεῖρας θεὶς ἐπάνω τῆς ἁγίας Τραπέζης, καθ᾿ ἑαυτὸν δὲ λέγων τό· Κύριε, ἐλέησον, καὶ τό· Ἐλέησόν με, ὁ Θεός...
Ὅτε δὲ μέλλῃ εἰπεῖν· Τὰ Ἅγια τοῖς Ἁγίοις, τότε ὁ χειροτονηθεὶς ἀποδίδωσι τὸν ἅγιον Ἄρτον, καὶ παρὰ τοῦ Ἀρχιερέως μεταλαμβάνει πρῶτος τῶν ἄλλων. Λέγει δὲ αὐτὸς καὶ τὴν ὀπισθάμβωνον Εὐχήν.
ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΧΕΙΡΟΤΟΝΙᾼ ΕΠΙΣΚΟΠΟΥ
Οἱ Ἱερεῖς καὶ Διάκονοι, παρὰ τοῦ πρώτου τῶν Ἀρχιερέων εὐλογίαν λαβόντες, εἰσέρχονται ἐν τῷ Βήματι καὶ ἐνδύονται τὰς ἱερατικὰς αὐτῶν στολάς. Ἑνὸς δὲ τῶν Ἱερέων Προσκομιδὴν ποιουμένου, ἐξέρχονται οἱ Διάκονοι μετὰ τοῦ τρικηρίου, ποιοῦντες μετάνοιαν τῷ πρώτῳ τῇ τάξει Ἀρχιερεῖ. Ὁ δὲ Ἀρχιερεὺς κατερχόμενος τοῦ θρόνου, ἵσταται ἔμπροσθεν τῶν ἁγίων Πυλῶν, λαμβάνων καιρὸν ὡς σύνηθες. Ἐρχομένου δὲ ἐν τῷ μέσῳ τοῦ Ναοῦ, καὶ ἐν τῷ ἑτοιμασθέντι τόπῳ καθεζομένου, ἔρχονται οἱ δύο ἢ πλείονες συλλειτουργοὶ Ἀρχιερεῖς, ποιοῦντες ἔμπροσθεν αὐτοῦ σχῆμα μετανοίας· καὶ οὕτως εἰσέρχονται ἐν τῷ Βήματι καὶ ἐνδύονται τὰ Ἀρχιερατικὰ αὐτῶν ἄμφια. Ἔρχεται δὲ καὶ ὁ Ὑποψήφιος, λαμβάνων παρὰ τοῦ Ἀρχιερέως εὐλογίαν· καὶ εἰσερχόμενος ἐν τῷ Βήματι, ἐνδύεται καὶ αὐτὸς Ἐπιτραχήλιον καὶ Φελόνιον. Τότε ὁ α´ Ἀρχιερεὺς ἀνιστάμενος, ἐνδύεται ἅπασαν τὴν Ἀρχιερατικὴν στολήν. Εἶθ᾿ οὕτω προσκαλοῦνται οἱ Διάκονοι τοὺς Ἀρχιερεῖς καὶ Ἱερεῖς, ἐξελθεῖν τοῦ Βήματος, τρὶς ἐκφωνοῦντες ἀμοιβαδὸν τό· Ἀρχιερεῖς, ἐξέλθετε. Οὗτοι δὲ ἐξερχόμενοι, ἵστανται κατὰ τὴν τάξιν αὐτῶν ἔνθεν καὶ ἔνθεν, πλησίον τοῦ α´ Ἀρχιερέως. Τοῦ δὲ Ἐψηφισμένου ἐν τῷ Βήματι ὄντος, καὶ τοῦ Ἀετοῦ προετοιμασθέντος, καὶ ἔμπροσθεν τῶν ἁγίων Πυλῶν τεθέντος, εἰσέρχονται δύο Διάκονοι διὰ τῆς μέσης Πύλης, ποιοῦντες μετάνοιαν, καὶ ἐξάγοντες τὸν Ὑποψήφιον, τὸ Ἱερὸν Εὐαγγέλιον ἐν ταῖς χερσὶ κρατοῦντα, αὐτὸν μὲν ἱστῶσιν ἐπάνω τοῦ Ἀετοῦ, τῶν δὲ Διακόνων τό, Πρόσχωμεν ἐκφωνούντων, ὁ Ὑποψήφιος ἀνοίγων τὸ ἱερὸν Εὐαγγέλιον, λέγει, ἀπὸ χειρογράφου, μεγάλῃ τῇ φωνῇ.
Ὁ (δεῖνα) ἐλέῳ Θεοῦ, ἐψηφισμένος Μητροπολίτης (ἢ Ἐπίσκοπος) τῆς ἁγιωτάτης Μητροπόλεως (ἢ Ἐπισκοπῆς) (τῆς δεῖνος) οἰκείᾳ χειρὶ προέταξα.
Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ Γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς, Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς Βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τῷ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν, Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.29
Πρὸς δὲ τούτοις στέργω καὶ ἀποδέχομαι τὰς ἁγίας ἑπτὰ Οἰκουμενικὰς Συνόδους, καὶ τῶν Τοπικῶν, ἃς ἐκεῖναι ἀποδεξάμεναι ἐκύρωσαν, ἐπὶ φυλακῇ τῶν Ὀρθοδόξων τῆς Ἐκκλησίας δογμάτων ἀθροισθεῖσαι. Ὁμολογῶ πάντας τοὺς ὑπ᾿ αὐτῶν, ὡς ὑποφωτιστικῆς Χάριτος τοῦ Παναγίου Πνεύματος ὁδηγουμένων, ἐκτεθέντας ὅρους τῆς ὀρθῆς Πίστεως, καὶ τοὺς Ἱεροὺς Κανόνας, οὓς οἱ μακάριοι ἐκεῖνοι, πρὸς τὴν τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας διακόσμησιν καὶ τῶν ἠθῶν εὐταξίαν κατὰ τὰς Ἀποστολικὰς παραδόσεις καὶ τὴν διάνοιαν τῆς Εὐαγγελικῆς θείας διδασκαλίας συντάξαντες, παρέδωκαν τῇ Ἐκκλησίᾳ, ἐνστερνίζομαι, καὶ κατ᾿ αὐτούς, ἰθύνειν ἐπιμελήσομαι τὴν Θείῳ βουλήματι κληρωθεῖσάν μοι διακονίαν καὶ κατ᾿ αὐτοὺς διατελέσω διδάσκων πάντα τὸν τῇ πνευματικῇ μοι ποιμαντορίᾳ πεπιστευμένον Ἱερὸν Κλῆρον καὶ τὸν περιούσιον Λαὸν τοῦ Κυρίου.
Προὐργιαίτατα δέ μοι ὁμολογεῖται, ἵνα τηρῶ τὴν ἑνότητα τῆς Πίστεως ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πάντα μέν, ὅσα ἡ Μία, Ἁγία, Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία τῶν Ὀρθοδόξων πρεσβεύουσα δογματίζει, ταῦτα πρεσβεύων κἀγὼ καὶ πιστεύων, μηδὲν προστιθείς, μηδὲν ἀφαιρῶν, μηδὲν μεταβάλλων, μήτε τῶν δογμάτων, μήτε τῶν Παραδόσεων, ἀλλὰ τούτοις ἐμμένων καὶ ταῦτα μετὰ φόβου Θεοῦ καὶ ἀγαθῆς συνειδήσεως διδάσκων καὶ κηρύττων, πάντα δὲ ὅσα Ἐκείνη κατακρίνουσα ὡς ἑτεροδιδασκαλίας ἀποδοκιμάζει, ταῦτα κἀγὼ ἀποδοκιμάζων καὶ ἀποδιοπομπούμενος διὰ παντός.
Πείσομαι δ᾿ ἐσαεὶ προθύμως ἐν τοῖς Ἐκκλησιαστικοῖς καὶ τῇ Ἱερᾷ Συνόδῳ, ὡς Ἀνωτάτῃ Ἀρχῇ τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας (ἢ τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος), σεβόμενος καὶ τηρῶν τὰς δωρηθείσας Αὐτῇ προνομίας, πρὸς καταρτισμόν τε καὶ στηριγμὸν τῆς παρ᾿ ἡμῖν Ὀρθοδόξου Ἐκκλησίας καὶ ἐπιμελήσομαι ὅση μοι δύναμις περίεστι ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος τῆς Μιᾶς ὑπερουσίου καὶ ἀδιαιρέτου Τριάδος, τοῦ ἑνὸς καὶ Μόνου ἀληθινοῦ Θεοῦ, καὶ πρὸς σωτηρίαν τῶν πιστῶν.
Πιστεύω εἰς ἕνα Θεόν, ἐν τρισὶ Προσώποις μεριζόμενον, Πατέρα φημί, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα· μεριζόμενον λέγω, κατὰ τὸν τῆς ἰδιότητος λόγον· ἀμέριστον δέ, κατὰ τὴν οὐσίαν, καὶ ὅλη Τριὰς ἡ αὐτή, καὶ ὅλη Μονὰς ἡ αὐτή. Μονάς, κατὰ τὴν οὐσίαν, καὶ φύσιν, καὶ μορφήν· Τριὰς κατὰ τὴν ἰδιότητα, καὶ ὀνομασίαν· ὀνομάζεται γάρ, ὁ μέν, Πατήρ, ὁ δέ, Υιός, τὸ δέ, Ἅγιον Πνεῦμα. Ὁ Πατὴρ ἀγέννητος, καὶ ἄναρχος· οὐ γάρ ἐστιν αὐτοῦ τι πρεσβύτερον· ἦν γὰρ ἐκεῖνος, καὶ πάντως ἦν Θεός· ἄναρχος δέ, ὅτι μὴ ἔκ τινος ἔχει τὸ εἶναι, ἢ ἐξ ἑαυτοῦ. Πιστεύω δέ, ὅτι ὁ Πατὴρ αἰτία ἐστὶν Υἱοῦ, καὶ Πνεύματος· τοῦ μὲν Υἱοῦ, γεννητῶς, τοῦ δὲ Ἁγίου Πνεύματος, ἐκπορευτῶς· μηδεμιᾶς διαστάσεως μηδὲ ἀλλοτριώσεως, ἐν τούτοις θεωρουμένης, ἢ μόνον τῆς διαφορᾶς τῶν ὑποστατικῶν ἰδιωμάτων· ὅτι ὁ μὲν Πατὴρ γεννᾷ τὸν Υἱόν, καὶ προβάλλει τὸ Πνεῦμα τὸ Ἅγιον· ὁ δὲ Υἱὸς γεννᾶται ἐκ μόνου τοῦ Πατρός· καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεται ἐκ τοῦ Πατρός· καὶ οὕτω μίαν ἀρχὴν πρεσβεύω, καὶ ἓν αἴτιον ἐπιγινώσκω, τὸν Πατέρα, Υἱοῦ, καὶ Πνεύματος· λέγω δὲ τὸν Υἱόν, ἀρχὴν ὑπέρχρονον καὶ ἀόριστον οὐχ᾿ ὡς ἀρχὴν τῶν κτισμάτων, οἱονεὶ πρωτόκτιστον ὄντα, τὰ πρεσβεῖα τούτων ἐπιφερόμενον· ἄπαγε! τοῦτο τῆς Ἀρειανῶν δυσσεβείας ἐστὶ παραλήρημα· ἐκεῖνος γὰρ ὁ δυσώνυμος ἐβλασφήμει κτίσμα τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐγὼ δὲ λέγω ἀρχὴν τὸν Υἱὸν ἐκ τοῦ ἀνάρχου ὄντα, ἵνα μὴ παραδεχθῶσι δύῳ ἀρχαί, μετὰ τῆς ἀρχῆς δὲ ἐπὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐπειδὴ καὶ ἅμα καὶ ὁμοῦ τὸ εἶναι ἔχουσιν ἐκ Πατρός, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, ὡς εἴρηται. Καὶ οὔθ᾿ ὁ Πατὴρ διῄρηται τοῦ Υἱοῦ, οὔθ᾿ ὁ Υἱὸς τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς καὶ Υἱοῦ· ἀλλ᾿ ὅλος ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ ὅλον τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· ἥνωται γὰρ διῃρημένως, καὶ διῄρηνται ἡνωμένως. Ὁμολογῶ δέ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος συναΐδιος τῷ Πατρί, ὁ ὑπέρχρονος, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, κάτεισι μέχρι τῆς ἡμῶν φύσεως, καὶ ἄνθρωπον τεταπεινωμένον, καὶ ὅλον τὸν περιπεπτωκότα λαμβάνει ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς μόνης παναμώμου καὶ καθαρᾶς Παρθένου· ἵνα ὅλῳ τῷ κόσμῳ τὴν σωτηρίαν καὶ χάριν, ἕνεκα τῆς ἰδίας εὐσπλαγχνίας χαρίσηται· καὶ γέγονεν ἡ καθ᾿ ὑπόστασιν τῶν φύσεων ἕνωσις, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις τελειουμένου τοῦ βρέφους, οὐδὲ κατὰ φυρμόν, ἢ σύγχυσιν, ἢ ἀνάκρασιν, ἑνωθεισῶν τῶν συνεληλυθυιῶν φύσεων, οὐδὲ ὑποστάντος τοῦ ἀνθρώπου, ἐπιγενέσθαι τὸν Λόγον, καὶ σχετικὴν γενέσθαι τὴν ἕνωσιν, κατὰ τὸν θεοστυγῆ καὶ ἰουδαιόφρονα Νεστόριον· οὐδὲ ἄνουν καὶ ἄψυχον, κατὰ τὸν ἄνουν ὄντως Ἀπολλινάριον· ἐκεῖνος γὰρ ἐλήρει ἀρκεῖν τὴν Θεότητα, ἀντὶ τοῦ νοός, ἐγὼ δὲ Θεὸν τέλειον αὐτὸν ὁμολογῶ, καὶ τέλειον Ἄνθρωπον τὸν αὐτόν, ὃς ἅμα σὰρξ καὶ ἅμα Θεοῦ Λόγος σὰρξ ἔμψυχος λογικῇ τε καὶ νοερᾷ ψυχῇ, σώζοντά τε πάντα τὰ τῆς αὑτοῦ Θεότητος φυσικὰ αὐχήματα καὶ μετὰ τὴν ἕνωσιν, καὶ μὴ τραπέντα τὰ τῆς Θεότητος αὑτοῦ, ἢ τῆς ἀνθρωπότητος, διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην συνάφειαν, φέροντα τὸν αὐτὸν μίαν ὑπόστασιν σύνθετον, δύο τὰς φύσεις καὶ ἐνεργείας, σώζουσαν τὰ ἐξ ὧν, καὶ ἐν οἷς ἦν ὁ αὐτὸς εἷς Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν· ἔχοντά τε δύο θελήσεις φυσικάς, οὐ γνωμικάς. Ἰστέον δέ, ὡς ἔπαθε μέν, ὡς Θεός, λέγω σαρκί· Θεότητα παθητήν, ἢ παθοῦσαν σαρκί, οὐδαμῶς. Ἔτι ὁμολογῶ αὐτὸν ἀναλαβεῖν πάντα τὰ ἡμέτερα ἀδιάβλητα πάθη, τὰ συνόντα τῇ φύσει ἡμῶν δίχα τῆς ἁμαρτίας, οἷον τὴν πεῖναν, τὴν δίψαν, τὸν κόπον, τὰ δάκρυα, καὶ τὰ τοιαῦτα, ἐνεργοῦντα δὲ ἐν αὐτῷ, οὐκ ἠναγκασμένως, ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλὰ τῆς ἀνθρωπίνης θελήσεως ἀκολουθούσης τῇ θείᾳ αὐτοῦ θελήσει· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐκοπίασε, θέλων ἀπέθανε. Θνήσκει τοίνυν, τὸν ὑπὲρ ἡμῶν ἀπεκδεχόμενος θάνατον, ἀπαθοῦς μενούσης τῆς αὐτοῦ Θεότητος· αὐτὸς γὰρ οὐχ ὑπέκειτο θανάτῳ, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ᾿ ἵνα πάντας ἡμᾶς ἐξάξῃ τῆς παμφάγου χειρὸς τοῦ θανάτου, καὶ τῷ οἰκείῳ αὐτοῦ Αἵματι προσάξῃ τῷ οἰκείῳ Πατρί, καὶ σώματι προσβαλὼν ὁ θάνατος ἀνθρωπίνῳ, δυνάμει Θεότητος καταρράσσεται, καὶ ἀνάγονται ἐκεῖθεν αἱ ἀπ᾿ αἰῶνος τῶν δικαίων πεπεδημέναι ψυχαί. Μετὰ δὲ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, τεσσαράκοντα ἡμέρας ἐν τῇ γῇ μετὰ τῶν Μαθητῶν ἐπιφαινόμενος, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν τῇ δεξιᾷ τοῦ Πατρός· δεξιὰν δὲ τοῦ Πατρὸς λέγω, οὐ τοπικήν, ἢ περιγραπτήν· ἀλλὰ λέγω δεξιὰν τοῦ Θεοῦ εἶναι, τὴν ἄναρχον καὶ προαιώνιον δόξαν, ἣν ἔχων ὁ Υἱὸς πρὸ τῆς ἐνανθρωπήσεως, καὶ μετὰ τὴν ἐνανθρώπησιν ταύτην ἔσχηκε· συμπροσκυνεῖται γὰρ ἡ ἁγία αὐτοῦ Σὰρξ τῇ αὐτοῦ Θεότητι τιμίᾳ προσκυνήσει, οὐ προσθήκην δεξαμένης τῆς ἁγίας Τριάδος· μὴ γένοιτο! Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν ἕνωσιν τοῦ Μονογενοῦς, ἀχωρίστου μεινάσης τῆς ἁγίας αὐτοῦ Σαρκός, καὶ ἔτι μετ᾿ αὐτοῦ μενούσης καὶ εἰς τὸν αἰῶνα· μετ᾿ αὐτῆς γὰρ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, δικαίους τε, καὶ ἁμαρτωλούς· καὶ τοῖς μὲν δικαίοις, ἀποδώσων τὰ ἔργα τῆς ἀρετῆς, καὶ τὴν Βασιλείαν τῶν οὐρανῶν, ἀνθ᾿ ὧν ἐνταῦθα ἐκοπίασαν· τοῖς δὲ ἁμαρτωλοῖς, αἰώνιον ἀνταμειψόμενος βάσανον, καὶ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ· οὗ γένοιτο πάντας ἡμᾶς τὴν πεῖραν ἐκφυγεῖν, καὶ τῶν ἐπηγγελμένων καὶ ἀκηράτων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ Γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· ἄναρχον μέν, καὶ ἀγέννητον, καὶ ἀναίτιον· ἀρχὴν δὲ φυσικήν, καὶ αἰτίαν Υἱοῦ καὶ Πνεύματος. Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱοῦ, ἀῤῥεύστως, καὶ ἀχρόνως ἐξ αὐτοῦ γεννηθέντα, ὁμοούσιον αὐτῷ, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ συνδοξαζόμενον, ὡς συναΐδιον, καὶ σύνθρονον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον, καὶ τῆς κτίσεως δημιουργόν. Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν, σαρκωθῆναι ἐκ Πνεύματος Ἁγίου, καὶ Μαρίας τῆς Παρθένου ἐνανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα Θεόν, καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα· ἀλλ᾿ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον, ἐν αὐτῷ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους, κατὰ τὴν θείαν φύσιν, ἐλεύθερον· καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν· καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός. Πιστεύω καὶ τὰς περὶ Θεοῦ, καὶ τῶν Θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς Μιᾶς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογῶ· καὶ ἕνα πιστεύω τὸν αὐτόν, καὶ κηρύττω Χριστόν, ἐν δυσὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ θελήσεσι, καὶ φύσεσι, τὰ ἐν οἷς, καὶ ἐξ ὧν πέφυκε σώζοντα· ἀκολούθως δὲ καὶ δύο θελήματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα, καὶ τὴν ἰδίαν σωζούσης ἐνέργειαν. Προσκυνητής εἰμι σχετικῶς, ἀλλ᾿ οὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν Εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ, καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν Ἁγίων καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν· τοὺς δὲ ἄλλως, ἢ οὕτω φρονοῦντας, ὡς ἀλλοτριόφρονας ἀποβάλλομαι. Ἀναθεματίζω Ἄρειον, καὶ τοὺς σὺν αὐτῷ σύμφρονας καὶ κοινωνοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας, Μακεδόνιον καὶ τοὺς περὶ αὐτόν, καλῶς ὀνομασθέντας Πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας, καὶ τοὺς τούτων ὁμόφρονας ἀποβάλλομαι, καὶ ἀναθεματίζω. Καὶ τρανῶς ἀνακηρύττω μεγίστῃ φωνῇ· Πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα· Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα. Τὴν δὲ Δέσποιναν ἡμῶν, τὴν Θεοτόκον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἥτις γενείη μοι βοηθός, σκέπη, καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἀμήν.
Ὁ (δεῖνα) ἐλέῳ Θεοῦ, Ἐψηφισμένος Μητροπολίτης (ἢ Ἐπίσκοπος) τῆς ἁγιωτάτης Μητροπόλεως [ἢ Ἐπισκοπῆς] (τῆς δεῖνος), οἰκείᾳ χειρὶ ὑπέταξα.
Καὶ λαμβάνουσι τὸ Εὐαγγέλιον παρ᾿ αὐτοῦ, καὶ τιθέασιν αὐτὸ ἐπὶ τῆς ἁγίας Τραπέζης. Οἱ δὲ Διάκονοι ποιοῦντες μετάνοιαν, προσφέρουσιν αὐτὸν ἔμπροσθεν τοῦ πρώτου τῇ τάξει Ἀρχιερέως, λέγοντες τό, Κέλευσον, Κελεύσατε, κατὰ τὴν τάξιν. Ὁ δὲ Ἀρχιερεὺς εὐλογῶν αὐτόν, λέγει.
Ἡ Χάρις τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, διὰ τῆς ἡμῶν ταπεινότητος, προχειρίζεταί σε Μητροπολίτην τῆς ἁγιωτάτης Μητροπόλεως30 (τῆς δεῖνος).
Οἱ δὲ Ψάλται λέγουσιν· Εἰς πολλὰ ἔτη.
Καὶ ἀσπάζεται αὐτὸς μὲν τὴν χεῖρα αὐτοῦ· ὁ δὲ Ἀρχιερεὺς τοῦτον ἐν τῷ μετώπῳ, καὶ τοῖς ὤμοις· ὡσαύτως καὶ οἱ Συλλειτουργοί. Εἶτα πάλιν στρέφεται, καὶ ἵσταται ἐν τῷ Ἀετῷ· δύο δὲ τῶν πρώτων Ἱερέων λαμβάνουσιν αὐτόν, καὶ προσφέρουσι τῷ Ἀρχιερεῖ, λέγοντες τό, Κέλευσον, Κελεύσατε, ὡς καὶ οἱ Διάκονοι.
Ὁ δὲ Ἀρχιερεὺς πάλιν εὐλογῶν αὐτὸν λέγει·
Ἡ Χάρις τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος ἔστω μετὰ σοῦ, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Οἱ Ψάλται· Εἰς πολλὰ ἔτη.
Καὶ πάλιν ἀσπάζονται αὐτὸν οἱ Ἀρχιερεῖς, ὡς καὶ πρότερον. Εἶτα εἰσέρχεται ἐν τῷ Βήματι καὶ ἐνδύεται ἅπασαν τὴν ἱερατικὴν στολήν. Ἄρχονται δὲ τῆς ἱερᾶς Λειτουργίας· καὶ αὐτὸς οὐκ ἐξέρχεται ἐν τῇ Εἰσόδῳ. Δίδονται δὲ κηρία πᾶσι τοῖς ἐν τῷ Ναῷ ἱερωμένοις τε καὶ λαϊκοῖς. Μετὰ δὲ τὸν Τρισάγιον καὶ τὰς φήμας, λαμβάνουσιν αὐτὸν δύο Ἱερεῖς παρ᾿ ἑκατέρᾳ, καὶ ἀγαγόντες αὐτὸν διὰ τοῦ βορείου κλίτους, ἵστανται ἐν τῷ μέσῳ τοῦ Ναοῦ, καὶ κελεύουσιν αὐτόν, λέγοντες τὸ Κέλευσον, Κελεύσατε, Κέλευσον, Δέσποτα ἅγιε.
Φθασάντων δὲ αὐτῶν εἰς τὴν Ὡραίαν Πύλην, λαμβάνουσιν αὐτὸν ἐκ τῶν χειρῶν οἱ συλλειτουργοῦντες τῷ πρώτῳ τῇ τάξει Ἀρχιερεῖ Ἐπίσκοποι, καὶ περιάγουσιν αὐτόν, κυκλοῦντες τὴν ἁγίαν Τράπεζαν τρίς, καὶ ψάλλοντες τὰ συνήθη Τροπάρια, Ἅγιοι Μάρτυρες, Δόξα σοι Χριστὲ ὁ Θεός, καὶ τὸ Ἡσαΐα χόρευε. Μετὰ δὲ ταῦτα, ὁ πρῶτος Ἀρχιερεὺς ἄνεισιν εἰς τὴν κρηπῖδα τὴν πρὸ τῆς ἁγίας Τραπέζης· καὶ προσάγεται τούτῳ παρὰ τῶν προειρημένων Ἀρχιερέων ὁ χειροτονεῖσθαι μέλλων ἐκ τοῦ δεξιοῦ μέρους, καὶ κλίνει ἀμφότερα τὰ γόνατα, καὶ τίθησι τὰς χεῖρας αὐτοῦ ἐπὶ τῆς ἁγίας Τραπέζης συνηρμοσμένας ἐπ᾿ ἀλλήλας, ἐφ᾿ αἷς καὶ τὸ μέτωπον αὐτοῦ ἐπερείδει μετ᾿ εὐλαβείας. Τοῦ δὲ Ἀρχιερέως ἐπιθέντος ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονεῖσθαι μέλλοντος τό τε Ὠμοφόριον, καὶ τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται ὁ Χαρτοφύλαξ ἐκ τοῦ ἀριστεροῦ μέρους, καὶ δίδωσιν αὐτῷ χάρτην, ἐν ᾧ γέγραπται, εἰ μὲν Πατριάρχης ἐστὶν ὁ Χειροτονῶν, ταῦτα·
Ψήφω, καὶ δοκιμασίᾳ τῶν ἱερωτάτων Μητροπολιτῶν, καὶ Ἀρχιεπισκόπων, καὶ Ἐπισκόπων.
Εἰ δὲ Μητροπολίτης ταῦτα·
Ψήφῳ καὶ δοκιμασίᾳ τῶν Θεοφιλεστάτων Ἐπισκόπων καὶ τῶν ὁσιωτάτων Πρεσβυτέρων.
Ἐν δὲ τῇ Ἐκκλησίᾳ τῆς Ἑλλάδος διατέτακται οὕτω· Ψήφῳ καὶ δοκιμασίᾳ τῶν ἁγιωτάτων Μητροπολιτῶν τῶν συγκροτούντων τὴν Ἱερὰν Σύνοδον τῆς Ἱεραρχίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Ἡ θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα, καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα, προχειρίζεται (τὸν δεῖνα) τὸν Θεοφιλέστατον Πρεσβύτερον εἰς Ἐπίσκοπος31 τῆς Θεοσώστου Πόλεως (τῆς δε)· εὐξώμεθα οὖν ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾿ αὐτὸν ἡ χάρις τοῦ Παναγίου Πνεύματος.
Καὶ ψάλλεται παρατεταμένως καὶ ἴσον τῷ ἀκούεσθαι τὸ Κύριε, ἐλέησον (γ´) παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρὰ τῶν ἐκτός.
Ἐπιδιδομένου τοίνυν τοῦ τοιούτου χάρτου τῷ Ἀρχιερεῖ, καὶ τοῦ Χαρτοφύλακος, ἢ τοῦ Ἀρχιδιακόνου λέγοντος, τὸ Πρόσχωμεν, ὁ Ἀρχιερεὺς ἀναγινώσκει τὰ γεγραμμένα εἰς ἐπήκοον τῶν παρεστώτων καὶ πάντων φωνούντων, τό Κύριε, ἐλέησον, ὡς προσεδήλωται, ἀναπτύσσει τὸ Εὐαγγέλιον ὁ Ἀρχιερεύς, καὶ ἐπιτίθησι τῇ κεφαλῇ, καὶ τῷ τραχήλῳ τοῦ χειροτονουμένου, συνεφαπτομένων καὶ τῶν ἄλλων Ἀρχιερέων. Εἶτα ποιῶν Σταυροὺς τρεῖς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἔχων ἐπικειμένην αὐτῷ τὴν χεῖρα τὴν δεξιάν, εὔχεται οὕτω χαμηλοφώνως·
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ νομοθετήσας ἡμῖν διὰ τοῦ πανευφήμου σου Ἀποστόλου Παύλου, βαθμῶν καὶ ταγμάτων τάξιν, εἰς τὸ ἐξυπηρετεῖσθαι, καὶ λειτουργεῖν τοῖς σεπτοῖς, καὶ ἀχράντοις σου Μυστηρίοις ἐν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας, τρίτον Διδασκάλους· Αὐτός, Δέσποτα τῶν ἁπάντων, καὶ τοῦτον τὸν ψηφισθέντα, καὶ ἀξιωθέντα ὑπεισελθεῖν τὸν Εὐαγγελικὸν ζυγόν, καὶ τὴν Ἀρχιερατικὴν ἀξίαν, διὰ τῆς χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ τῶν συμπαρόντων Λειτουργῶν καὶ Συνεπισκόπων, τῇ ἐπιφοιτήσει καὶ δυνάμει, καὶ χάριτι τοῦ Ἁγίου σου Πνεύματος, ἐνίσχυσον, ὡς ἐνίσχυσας τοὺς ἁγίους σου Ἀποστόλους, καὶ Προφήτας, ὡς ἔχρισας τοὺς Βασιλεῖς, ὡς ἡγίασας τοὺς Ἀρχιερεῖς, καὶ ἀνεπίληπτον αὐτοῦ τὴν Ἀρχιερωσύνην ἀπόδειξον, καὶ πάσῃ σεμνότητι κατακοσμῶν, ἅγιον ἀνάδειξον, εἰς τὸ ἄξιον γενέσθαι, τοῦ αἰτεῖν αὐτὸν τὰ πρὸς σωτηρίαν τοῦ λαοῦ, καὶ ἐπακούειν σε αὐτοῦ. Ὅτι ἡγίασταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ Βασιλεία, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ μετὰ τό, Ἀμήν, λέγει εἷς τῶν συγχειροτονούντων Ἀρχιερέων λεπτῇ φωνῇ, ὅσον ἀκούειν τοὺς συνόντας Ἀρχιερεῖς, καὶ ἀποκρίνεσθαι, τὰ Διακονικὰ ταῦτα·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης...
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), Ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, καὶ σωτηρίας αὐτοῦ, καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δε), τοῦ νυνὶ προχειριζομένου Ἐπισκόπου, καὶ τῆς σωτηρίας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ἄσπιλον καὶ ἀμώμητον αὐτῷ τὴν Ἀρχιερωσύνην χαρίσηται, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Καὶ ὑπὲρ πάντων τῶν χρῃζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως...
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον,...
Τῆς Παναγίας, ἀχράντου,...
Καὶ τούτων λεγομένων, ὁ Ἀρχιερεὺς ἔχων ὡσαύτως τῇ τοῦ χειροτονουμένου κορυφῇ τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτω μυστικῶς·
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τὸ μὴ δύνασθαι τὴν ἀνθρώπου φύσιν τὴν τῆς Θεότητος ὑπενεγκεῖν οὐσίαν, τῇ σῇ οἰκονομίᾳ ὁμοιοπαθεῖς διδασκάλους καταστήσας, τὸν σὸν ἐπέχοντας θρόνον, εἰς τὸ ἀναφέρειν σοι θυσίαν, καὶ προσφορὰν ὑπὲρ παντὸς τοῦ λαοῦ σου· σύ, Χριστέ, καὶ τοῦτον τὸν ἀναδειχθέντα οἰκονόμον τῆς ἀρχιερατικῆς χάριτος, ποίησον μιμητὴν σοῦ τοῦ ἀληθινοῦ Ποιμένος, τιθέντα τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων σου, ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, φωστῆρα ἐν κόσμῳ· ἵνα, καταρτίσας τὰς ψυχὰς τὰς ἐμπιστευθείσας αὐτῷ ἐπὶ τῆς παρούσης ζωῆς, παραστῇ τῷ Βήματί σου ἀκαταισχύντως, καὶ τὸν μέγαν μισθὸν λάβῃ, ὃν ἡτοίμασας τοῖς ἀθλήσασιν ὑπὲρ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου σου. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μετὰ τὸ Ἀμήν, αἴρει τὸ Εὐαγγέλιον καὶ τίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης. Εἶτα ἐνδύει τὸν χειροτονηθέντα τὸν Σάκκον, λέγων μεγαλοφώνως· Ἄξιος.
Ψάλλει δὲ τοῦτο τρὶς ὁ ἱερὸς Κλῆρος. Εἶτα ἐπιτίθησι τῷ χειροτονηθέντι τὸ Ὠμοφόριον, λέγων καὶ ἐπὶ τούτῳ μεγαλοφώνως τό· Ἄξιος, καὶ ψάλλει τοῦτο τρὶς ὁ α´ Χορός.
Εἶθ᾿ οὕτως περιτίθησι τῷ τραχήλῳ τοῦ χειροτονηθέντος τὸ Ἐγκόλπιον, λέγων μεγαλοφώνως τό· Ἄξιος, καὶ ψάλλει τοῦτο τρὶς ὁ β´ Χορός.
Εἶτα τίθησιν ἐπὶ τὴν κεφαλὴν τοῦ χειροτονηθέντος τὴν Μίτραν, λέγων τό· Ἄξιος, ὅπερ ἐπαναλαμβάνεται ψαλλόμενον τρὶς ὑπὸ τοῦ α´ Χοροῦ.
Τελευταῖον ἐπιδίδωσι τῷ χειροτονηθέντι τὴν Ράβδον, λέγων· Λάβε τὴν Ράβδον, ἵνα ποιμαίνῃς τὸ ἐμπιστευθέν σοι Ποίμνιον τοῦ Χριστοῦ, καὶ τοῖς μὲν εὐπειθέσιν, ἔστω αὐτοῖς ὑπὸ σοῦ βακτηρία καὶ ὑποστηριγμός, τοῖς δὲ ἀπειθέσι καὶ εὐτραπέλοις, χρῷ αὐτῆ, ράβδῳ ἐπιστυπτικῇ, ράβδῳ παιδεύσεως.
Ἐπιπροστίθησι δὲ ἅμα τῷ ἐπιδοῦναι τὴν Ράβδον τὸ Ἄξιος, ὅπερ ἐπαναλαμβάνεται ψαλλόμενον τρὶς ὑπὸ τοῦ β´ Χοροῦ.
Ἐπιδοὺς δὲ ὁ χειροτονηθεὶς τὴν Ράβδον ἑνὶ τῶν Διακόνων, λαμβάνει τὰ Δικηροτρίκηρα καὶ εὐλογεῖ ἀπὸ τοῦ Σολέα τὸν λαόν, τῶν Χορῶν ψαλλόντων τό· Εἰς πολλὰ ἔτη, Δέσποτα.
Εἶτα τὸν Χειροτονηθέντα ἀσπάζεται ὁ χειροτονήσας καὶ οἱ λοιποὶ Ἐπίσκοποι· καὶ τῆς συνήθους εὐφημίας τελουμένης, ἀκολουθεῖ ἡ συνέχισις τῆς θ. Λειτουργίας, προεξάρχοντος ἐφεξῆς τοῦ ἄρτι χειροτονηθέντος ἢ πάντως ἱσταμένου εὐθὺς μετὰ τὸν χειροτονήσαντα, ἐὰν οὗτος εἶναι ὁ Προκαθήμενος τῆς Ἐκκλησίας. Ὡσαύτως δ᾿ ὁ χειροτονηθεὶς πρῶτος τῶν ἄλλων τοῦ τιμίου Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ μεταλαμβάνει· καὶ μεταδίδωσιν ἐν τέλει τοῖς Πρεσβυτέροις καὶ Διακόνοις.
* * *
ΣΗΜΕΙΩΣΙΣ· Ἐν τοῖς Πατριαρχείοις, μετὰ καὶ τὴν περιβολὴν τοῦ χειροτονηθέντος διὰ τοῦ Ἐγκολπίου, συνεχίζεται ἡ θ. Λειτουργία. Ἡ δ᾿ ἐπίδοσις τῆς Μίτρας καὶ τῆς Ράβδου γίνεται μετὰ τὸ «Εἴη τὸ ὄνομα Κυρίου». Τότε δὴ τότε οἱ νεώτεροι τῶν συλλειτουργῶν Ἀρχιερέων «ἐνθρονίζουσιν» ἐπὶ τοῦ ἀρχιερατικοῦ θρόνου τὸν χειροτονηθέντα, ὅστις ποιεῖ τὴν Ἀπόλυσιν, τοῦ χοροῦ ψάλλοντος «Τὸν Δεσπότην καὶ Ἀρχιερέα». Καὶ οὕτω «φημιζόμενος» εὐλογεῖ τὸν λαὸν διὰ τοῦ Τρικηρίου· καὶ ἀκολούθως διανέμει τὸ Ἀντίδωρον.
ΤΑΞΙΣ ΕΙΣ ΤΟ ΓΕΝΕΣΘΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΝ ἢ ΟΙΚΟΝΟΜΟΝ ἢ ΠΡΩΤΟΠΡΕΣΒΥΤΕΡΟΝ
Αὗται αἱ χειροθεσίαι, αἱ ἔξω τοῦ Βήματος, γίνονται οὕτω·
Προσφέρεται ὁ χειροτονούμενος, τοῦ Διακόνου κελεύοντος αὐτόν, καὶ λέγοντος τό· Κέλευσον, κελεύσατε. Κέλευσον Δέσποτα ἅγιε τὸν σοὶ προσφερόμενον.
Ὁ Πατριάρχης φορῶν Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, λέγει·
Ἡ μετριότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἀρχιδιάκονον τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας (ἢ μέγαν Οἰκονόμον ἢ ἄλλο τι).
Καὶ εὐλογεῖ αὐτόν, τῶν ψαλτῶν λεγόντων τό· Εἰς πολλὰ ἔτη Δέσποτα.
Εἰ δὲ Μητροπολίτης ἐστὶν ὁ χειροτονῶν, λέγει·
Ἡ ταπεινότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἀρχιδιάκονον τῆς καθ᾿ ἡμᾶς Μητροπόλεως, (ἢ Οἰκονόμον ἢ ἄλλο τι).
Καὶ εὐλογεῖ αὐτὸν ἐπὶ τῆς κεφαλῆς, καὶ οὐδέν τι πλέον. Εἰ βούλεται δὲ ὁ Ἀρχιερεύς, λεγέτω καὶ τὰς εὐχάς, μόνον ἐπιθεὶς αὐτῷ τὴν χεῖρα.
Καὶ ἐπὶ μὲν τοῦ ΑΡΧΙΔΙΑΚΟΝΟΥ, εὐχέσθω μεγαλοφώνως·
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἀρχιδιακονίαν τῷ γένει ἡμῶν τῇ ἀφάτῳ σου προμηθείᾳ δωρησάμενος, τοῦ διατάττειν, καὶ διακονεῖν ἐν τοῖς ὑποβεβηκόσιν ὑπουργοῖς τῶν Θείων σου Μυστηρίων, Αὐτὸς ἔνδυσον τὴν χάριν ταύτην τῆς Ἀρχιδιακονίας τὸν παρόντα δοῦλόν σου τὸν ἀδελφὸν ἡμῶν, καὶ κατακόσμησον αὐτὸν τῇ σεμνότητί σου, ἐν ἀρχῇ ἵστασθαι τῶν Διακόνων τοῦ λαοῦ σου, καὶ ὑπόδειγμα καλὸν αὐτὸν γενέσθαι τοῖς μετ᾿ ἔπειτα· ποίησον ἐν γήρει πίονι φθάσαι καὶ δοξάζειν τὸ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπὶ δὲ ΟΙΚΟΝΟΜΟΥ, λεγέτω τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πάντα οἰκονομῶν καὶ τῇ κατὰ σάρκα σου Οἰκονομίᾳ τὴν σωτηρίαν ἡμῶν ἐργασάμενος· ὁ τὸν φρόνιμον οἰκονόμον καλῶς οἰκονομήσαντα, ὡς Δεσπότης ἐπαινέσας, εὐλόγησον καὶ τὸν παρόντα δοῦλόν σου (τὸν δεῖνα) προχειριζόμενον εἰς Οἰκονόμον· καὶ ἐνδυνάμωσον αὐτὸν καὶ ἐνίσχυσον, πρὸς τὸ πιστῶς καὶ φρονίμως, καὶ εὐαρέστως σοι οἰκονομεῖν τὰ τῆς Ἐκκλησίας πράγματά τε καὶ χρήματα· ὅπως οὕτω ποιήσας, καὶ οὕτω διακονήσας, ἀξιωθῇ τῆς χαρᾶς τῶν τὰ τάλαντα καλῶς διακονησάντων, ἀποφύγῃ δὲ τὴν φευκτὴν ἐντροπήν τε καὶ κατάκρισιν τοῦ τὸ τάλαντον ὀλιγώρως καταχώσαντος δούλου πονηροῦ. Εὐχαῖς καὶ πρεσβείαις τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου καὶ γενναίου Μάρτυρος Βαρνάβα καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπὶ δὲ ΠΡΩΤΟΠΡΕΣΒΥΤΕΡΟΥ λεγέτω ταύτην·
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν Ἱερωσύνην χαρισάμενος τῷ γένει ἡμῶν, καὶ τῆς τοιαύτης δωρεᾶς καὶ τιμῆς τὴν χάριν ἡμᾶς ἐνδυσάμενος, καὶ ἱκανῶν τῷ ἐλέει σου καὶ εὐλαβεῖς καθιστάμενος, τοῦ ἱερατικῶς διατάττειν, καὶ διακονεῖν τοὺς ὑποβεβηκότας λειτουργοὺς τῶν Μυστηρίων σου· Αὐτὸς ἔνδυσον δικαιοσύνην τὸν ἀδελφὸν ἡμῶν (τὸν δεῖνα) καὶ τῇ σεμνότητι κατακόσμησον αὐτόν, τοῦ ἐν ἀρχῇ ἵστασθαι τῶν Πρεσβυτέρων τοῦ λαοῦ σου, καὶ καλὸν ὑπόδειγμα τοῖς μετ᾿ αὐτὸν γενέσθαι καταξίωσον· καὶ μετ᾿ εὐλαβείας καὶ αἰδοῦς ἐν γήρει καλῷ τελέσαι τὸν βίον εὐδόκησον· καὶ πάντας ἡμᾶς ὡς ἀγαθὸς Θεὸς ἐλέησον. Ὅτι σὺ εἶ ὁ δοτὴρ τῆς σοφίας· καὶ σὲ ὑμνεῖ πᾶσα ἡ Κτίσις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ ΟΤΑΝ ΠΟΙῌ Ο ΑΡΧΙΕΡΕΥΣ ΠΝΕΥΜΑΤΙΚΟΝ
Ποιεῖ Εὐλογητόν. Καὶ εὐθὺς τὸ Τρισάγιον. Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Εἶτα τὴν παροῦσαν Εὐχήν...
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τῷ Πέτρῳ, καὶ τοῖς λοιποῖς ἕνδεκα Μαθηταῖς, ἀποστολικὴν καὶ πνευματικὴν διακονίαν χαρισάμενος, λύειν τε καὶ δεσμεύειν τὰ τῶν ἀνθρώπων πταίσματα ἐντειλάμενος, αὐτὸς καὶ νῦν τὸν δοῦλόν σου (τὸν δεῖνα), τὸν παρ᾿ ἐμοῦ μὲν ψηφισθέντα, πάσης δὲ χάριτος τελειωθέντα, ἄξιον καὶ αὐτὸν τῆς ἀποστολικῆς καὶ πνευματικῆς σου διακονίας, διὰ τῆς ἐμῆς ἐλεεινότητος ἀνάδειξον, εἰς τὸ λύειν καὶ δεσμεύειν τὰ τῶν ἀναξίων πταίσματα. Ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, ...κτλ.
Καὶ μετὰ ταύτην, τὸ Εὐαγγέλιον.
Ὁ Διάκονος· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι. Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ Διάκονος· Πρόσχωμεν.
Καὶ ὁ Ἀρχιερεύς·
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ Μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Πάλιν ὁ Ἀρχιερεύς·
Ἡ μετριότης (ἢ ἡ ταπεινότης) ἡμῶν, διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος, προχειρίζεταί σε τὸν εὐλαβέστατον πρεσβύτερον (τὸν δεῖνα) Πνευματικόν, εἰς τὸ τῆς πνευματικῆς πατρότητος λειτούργημα, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Καὶ Ἀπόλυσις.
ΕΥΧΗ ΕΠΙ ΧΕΙΡΟΘΕΣΙᾼ ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ
Προσφέρεται ὁ χειροτονούμενος, τοῦ Διακόνου κελεύοντος αὐτόν, καὶ λέγοντος τό· Κέλευσον, κελεύσατε. Κέλευσον Δέσποτα ἅγιε τὸν σοὶ προσφερόμενον.
Ὁ Ἀρχιερεὺς φορῶν Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, λέγει·
Ἡ ταπεινότης ἡμῶν διὰ τῆς χάριτος τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος προχειρίζεταί σε Ἀρχιμανδρίτην τῆς καθ᾿ ἡμᾶς Ἱερᾶς Μητροπόλεως.
Καὶ εὐλογεῖ αὐτόν, λεγόντων τό· Εἰς πολλὰ ἔτη Δέσποτα. Εἶτα, ἐπιθεὶς αὐτῷ τὴν χεῖρα, λέγει·
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Βασιλεῦ προαιώνιε, ὁ ποιμὴν ὁ καλός, καὶ ἀρχηγέτης τῆς λογικῆς μάνδρας, ὁ τὴν ψυχὴν θέμενος ὑπὲρ τῶν ἰδίων προβάτων· ὁ εἰπών· ἔνθα ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Αὐτὸς καὶ νῦν ἐπιφοίτησον τῇ συνελεύσει ταύτῃ διὰ τῆς χάριτος τοῦ Ἁγίου σου Πνεύματος, καὶ τὸν παρόντα δοῦλόν σου (τόν δε) τὸν προχειρισθέντα εἰς Ἀρχιμανδρίτην, δόκιμον καὶ ἐξαίρετον μέλος ἀνάδειξον τῆς Ἀδελφότητος ταύτης32. Κατεύθυνον αὐτοῦ τὰς ὁδούς, φώτισον τὴν διάνοιαν, καὶ τὸν θεῖόν σου φόβον ἐμφύτευσον τῇ καρδίᾳ αὐτοῦ. Ὥστε ἀμέμπτως, καὶ κατὰ τὸ ἅγιόν σου θέλημα πολιτεύεσθαι, πιστῶς τε καὶ ἐν ἀληθείᾳ ἐξυπηρετεῖν ταῖς χρείαις τῆς Ἱερᾶς ταύτης Μονῆς, παντὶ σθένει τὰ συμφέροντα προθυμούμενος, τὴν ψυχὴν αὐτοῦ καὶ τὸ σῶμα διατήρησον ἐκ πάσης ἐπηρείας, καὶ κληρονόμον ποίησον τῆς Βασιλείας σου. Ὅτι σὺ εἶ ὁ Σωτὴρ ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΕΠΙ ΠΡΟΧΕΙΡΙΣΕΙ ΗΓΟΥΜΕΝΟΥ
Παραγίνεται ὁ Ἀρχιερεὺς ἐν τῇ Μονῇ· καὶ εἴπερ βούλεται λειτουργῆσαι, ἀλλάσσει πᾶσαν τὴν Ἀρχιερατικὴν στολήν, καὶ περαιωθέντος τοῦ Ὄρθρου γίνεται Εὐλογητός. Τρισάγιον. Τροπάριον τοῦ κατὰ τὴν Μονὴν Ἁγίου. Δόξα... Καὶ νῦν... Θεοτοκίον. Εἶτα προσφέρεται ὁ ὑποψήφιος ὑπὸ τῶν τῆς Μονῆς Ἱερομονάχων ἔμπροσθεν τοῦ Ἀρχιερέως οὕτω·
Προσφέρεται ὁ αἰδεσιμώτατος Ἱερομόναχος (ὁ δεῖνα), καὶ ὑποψήφιος ἐστερεωμένος ἐπὶ τῷ λαβεῖν τὰς ἁγίας εὐχάς, καὶ ἐνθρονισθῆναι εἰς Ἡγούμενον καὶ Ποιμένα τῆς σεβασμίας Μονῆς (τῆς δεῖνος).
Καὶ μετὰ τὴν δευτέραν προσαγωγήν, βοᾷ ὁ Ἀρχιερεύς·
Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ σοῦ, φωτίζουσα, στηρίζουσα, καὶ συνετίζουσά σε πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Καὶ λέγει ὁ Ἱερεύς· Πρόσχωμεν.
Ὁ Ἀρχιερεύς, ἔχων τὴν χεῖρα ἐπικειμένην, εὔχεται οὕτως·
Ὁ Θεός, ὁ διαπαντὸς τῆς τῶν ἀνθρώπων σωτηρίας πρόνοιαν ποιούμενος, ὁ καὶ τὴν λογικὴν ταύτην ποίμνην ἐπὶ τὸ αὐτὸ συναγαγών· Αὐτός, Δέσποτα τῶν ἁπάντων, τῇ ἀμέτρῳ σου φιλανθρωπίᾳ ἄμεμπτον τὸν δοῦλον σου διατήρησον, τὰς σὰς ἐντολὰς ἀδιαλείπτως φυλάττοντα, πρὸς τὸ μὴ ἀπολέσθαι ἐξ αὐτῆς ἓν πρόβατον, καὶ ὑπὸ λύκου ἐναντίου φθαρῆναι, καὶ τὸν δοῦλόν σου τοῦτον, ὃν ηὐδόκησας καταστῆναι ἐπ᾿ αὐτῆς Ἡγούμενον, ἄξιον ἀνάδειξον τῆς σῆς ἀγαθότητος, καὶ πάσαις ταῖς ἀρεταῖς διακόσμησον, διὰ τῶν ἰδίων ἔργων ἀγαθὸν τύπον τοῖς ὑπ᾿ αὐτὸν γενόμενον, ὥστε αὐτοὺς ζηλωτὰς γενέσθαι τῆς ἀμέμπτου αὐτοῦ πολιτείας, καὶ σὺν αὐτῷ ἀκατακρίτως στῆναι τῷ φοβερῷ σου Βήματι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εὐθὺς εἷς τῶν Ἱερέων λέγει·
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δε), Ἱερωσύνης, ἀντιλήψεως, διαμονῆς, εἰρήνης, ὑγείας, σωτηρίας αὐτοῦ καὶ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δε), τοῦ νυνὶ προχειριζομένου εἰς Ἡγούμενον καὶ Ποιμένα τῆς σεβασμίας Μονῆς (τῆς δεῖνος) τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν ἐν εἰρήνῃ, καὶ ὁμονοίᾳ, καὶ ἀγαθῇ καταστάσει διαφυλάξῃ τὴν αὐτοῦ ἀδελφότητα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν πάντων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἁγίας Μονῆς ταύτης, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου, καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου...
Ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν... κτλ.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Ἀρχιερεύς·
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ ἀνάδειξον τὸν δοῦλόν σου τοῦτον, τὸν Καθηγούμενον ταύτης τῆς σεβασμίας Μονῆς, πιστὸν καὶ φρόνιμον οἰκονόμον τῆς ἐμπιστευθείσης αὐτῷ ὑπὸ τῆς σῆς χάριτος λογικῆς Ποίμνης, ποιοῦντα ἐν πᾶσι τὸ θέλημά σου, καὶ ἄξιον τῆς ἐπουρανίου σου Βασιλείας γενόμενον.
Ἐκφώνως·
Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἐνθρονίζει αὐτὸν μέσον τῆς Ἐκκλησίας ἐπὶ δίφρου, καὶ ἐπαίρων τὸ παλλίον αὐτοῦ, τίθησιν αὐτῷ ἄλλο καινόν, καὶ λέγει·
Ἐνθρονίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) ὁ Ἱερομόναχος, Ἡγούμενος καὶ Ποιμὴν τῆς σεβασμίας Μονῆς (τῆς δεῖνος).
Καὶ ὑψοῦσιν αὐτὸν ὅλοι οἱ Μοναχοὶ ἐκ γ´ λέγοντες· Ἄξιος, Ἄξιος, Ἄξιος.
Καὶ ἀσπάζεται ὁ Ἐπίσκοπος τὸν Ἡγούμενον, καὶ ὅλοι οἱ Μοναχοί, καὶ παραδίδει ὁ Ἀρχιερεὺς αὐτῷ τὴν βακτηρίαν, λέγων·
Λάβε ταύ βακτηρίαν, ἐφ᾿ ᾗ στηριζόμενος, τὸ Ποίμνιόν σου κυβερνήσεις, ὅτι καὶ λόγον μέλλεις ἀποδοῦναι ὑπὲρ αὐτοῦ τῷ ἡμετέρῳ Θεῷ ἐν ἡμέρᾳ Κρίσεως.
Καὶ πολυχρονίζεται ὁ Ἀρχιερεύς, καὶ ὁ Ἡγούμενος, καὶ ἄρχεται ἡ Λειτουργία.
ΑΚΟΛΟΥΘΙΑΙ ΑΡΡΑΒΩΝΟΣ καὶ ΓΑΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ΗΤΟΙ ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ
Τοῦ καιροῦ ἐνστάντος, καθ᾿ ὃν δεῖ τελεῖσθαι τοὺς ἀρραβῶνας ἐν Ἐκκλησίᾳ, ὁ Ἀρχιερεὺς ἐνδεδυμένος ἐπὶ τοῦ ἱεροῦ Μανδύου Ἐπιτραχήλιον καὶ Ὠμοφόριον, καὶ κρατῶν τὴν Ἀρχιερατικὴν ῥάβδον ἐν τῇ δεξιᾷ, ἵσταται ἐν τόπῳ τεταγμένῳ, καὶ προσάγονται αὐτῷ οἱ νυμφευθησόμενοι, ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν, ἡ δὲ γυνὴ ἐξ ἀριστερῶν, προαπόκεινται δὲ ἐπὶ τραπέζης Δακτύλιοι δύω, πλησίον ἀλλήλων, ὁ δὲ Ἀρχιερεὺς σφραγίζει τὰς κεφαλὰς τῶν νεονύμφων, καὶ δίδωσιν αὐτοῖς κηροὺς ἀνημμένους, καὶ θυμιᾷ σταυροειδῶς.
Τοῦ Διακόνου εἰπόντος· Εὐλόγησον Δέσποτα,
Ὁ Ἀρχιερεύς, ἐκφωνεῖ·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος λέγει τὴν Συναπτήν, ὁ δὲ Χορὸς μεθ᾿ ἑκάστην Δέησιν ψάλλει τό· Κύριε, ἐλέησον.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης...
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος)...
Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆσδε), τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
[Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχὴν γένους, καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν3334_.
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως...
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου...
Ὁ Ἀρχιερεὺς ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ...
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·
Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα καὶ σύνδεσμον διαθέσεως τιθεὶς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· αὐτὸς εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ Ἀρχιερεύς, ἐπεύχεται·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα, καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.
Ἐκφώνως·
Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι...
Εἶτα, λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους ποιεῖ πρῶτον τῷ ἀνδρὶ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ λέγων·
Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).
Εἶτα ποιεῖ ὁμοίως καὶ τῇ γυναικὶ λέγων·
Αῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα) τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).
Καὶ ὅταν εἴπῃ εἰς ἕκαστον τρίς, ποιῶν Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς αὐτῶν δακτύλοις.
Εἶτα ἀλλάσσει τοὺς δακτυλίους τῶν Νυμφίων ὁ Παράνυμφος.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ παιδὶ τοῦ Πατριάρχου Ἀβραὰμ συμπορευθεὶς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι τῷ κυρίῳ αὐτοῦ Ἰσαὰκ γυναῖκα, καὶ διὰ μεσιτείας ὑδρεύσεως ἀῤῥαβωνίσασθαι τὴν Ῥεβέκκαν ἀποκαλύψας· Αὐτός, εὐλόγησον τὸν ἀῤῥαβῶνα τῶν δούλων σου (τοῦδε) καὶ (τῆς δε) καὶ στήριξον τὸν παρ᾿ αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτοὺς τῇ παρὰ σοῦ ἁγίᾳ ἑνότητι· σὺ γὰρ ἀπ᾿ ἀρχῆς ἐδημιούργησας ἄρσεν καὶ θῆλυ, καὶ παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνὴ εἰς βοήθειαν καὶ διαδοχὴν τοῦ γένους τῶν ἀνθρώπων. Αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξαποστείλας τὴν ἀλήθειαν ἐπὶ τὴν κληρονομίαν σου, καὶ τὴν ἐπαγγελίαν σου ἐπὶ τοὺς δούλους σου, τοὺς πατέρας ἡμῶν, εἰς καθ᾿ ἑκάστην γενεὰν καὶ γενεὰν τοὺς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ τὴν δούλην σου (τήν δε), καὶ στήριξον τὸν ἀῤῥαβῶνα αὐτῶν ἐν πίστει καὶ ὁμονοίᾳ καὶ ἀληθείᾳ καὶ ἀγάπῃ· σὺ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τὸν ἀῤῥαβῶνα καὶ στηρίζεσθαι ἐν παντί. Διὰ δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ· διὰ δακτυλιδίου ἐδοξάσθη Δανιὴλ ἐν χώρᾳ Βαβυλῶνος· διὰ δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διὰ δακτυλιδίου ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων γέγονεν ἐπὶ τὸν ἄσωτον υἱόν· «Δότε γάρ, φησι, δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν». Αὕτη ἡ δεξιά σου, Κύριε, τὸν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν Ἐρυθρᾷ θαλάσσῃ· διὰ γὰρ τοῦ λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ ἡ δεξιὰ τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτὸς οὖν καὶ νῦν, Δέσποτα, εὐλόγησον τὸ δακτυλοθέσιον35 τοῦτο εὐλογίαν οὐράνιον· καὶ Ἄγγελος Κυρίου προπορευέσθω ἔμπροσθεν αὐτῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ ΗΤΟΙ ΤΟΥ ΓΑΜΟΥ
Εἰ, ὡς ἤδη ἐπιβάλλεται, βούλονται ἐνταυτῷ στεφανωθῆναι, ἵστανται ἐν τῷ αὐτῷ τόπῳ μετὰ κηρῶν ἀνημμένων καὶ ψάλλεται ὁ ρκζ´ (127) Ψαλμός·
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Ὁ Χορὸς ἐν ἑκάστῳ στίχῳ λέγει· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. – Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. – Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. – Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. – Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου. – Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. – Εὐλογήσαι σε Κύριος ἐν Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. – Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Εἶτα λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἀρχιερεύς, στραφεὶς κατὰ ἀνατολὰς καὶ ὑψῶν, ὡς συνήθως, τὸ ἅγιον Εὐαγγέλιον, ἐκφωνεῖ·
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κατὰ τὴν πασχάλιον περίοδον, ψάλλεται τὸ «Χριστὸς ἀνέστη» (γ´).
Ὁ Διάκονος λέγει τὴν Συναπτήν, ὁ δὲ Χορὸς μεθ᾿ ἑκάστην Δέησιν λέγει τό· Κύριε, ἐλέησον.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης...
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...
Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου...
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος)...
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦδε) καὶ (τῆς δε), τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον, ὡς τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σωφροσύνην καὶ καρπὸν κοιλίας πρὸς τὸ συμφέρον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτοὺς ἐν ὁράσει υἱῶν καὶ θυγατέρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν, καὶ ἀκατάγνωστον διαγωγήν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας ἀχράντου...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ...
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Καὶ ὁ Ἀρχιερεὺς λέγει μεγαλοφώνως τὴν Εὐχήν·
Ὁ Θεὸς ὁ ἄχραντος, καὶ πάσης κτίσεως δημιουργός, ὁ τὴν πλευρὰν τοῦ προπάτορος Ἀδὰμ διὰ τὴν σὴν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας, καὶ εὐλογήσας αὐτούς, καὶ εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς», καὶ ἀμφοτέρους αὐτοὺς ἓν μέλος ἀναδείξας διὰ τῆς συζυγίας· ἕνεκεν γὰρ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί, «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· ὁ τὸν θεράποντά σου Ἀβραὰμ εὐλογήσας, καὶ διανοίξας τὴν μήτραν Σάῤῥας, καὶ πατέρα πλήθους ἐθνῶν ποιήσας· ὁ τὸν Ἰσαὰκ τῇ Ρεβέκκᾳ χαρισάμενος, καὶ τὸν τόκον αὐτῆς εὐλογήσας· ὁ τὸν Ἰακὼβ τῇ Ῥαχὴλ συνάψας, καὶ ἐξ αὐτοῦ τοὺς δώδεκα Πατριάρχας ἀναδείξας· ὁ τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνὲθ συζεύξας, καρπὸν παιδοποιΐας αὐτοῦ τὸν Ἐφραίμ, καὶ τὸν Μανασσῆν χαρισάμενος· ὁ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ προσδεξάμενος, καὶ Πρόδρομον τὸν τόκον αὐτῶν ἀναδείξας· ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸ κατὰ σάρκα βλαστήσας τὴν Ἀειπάρθενον, καὶ ἐξ αὐτῆς σαρκωθεὶς καὶ τεχθεὶς εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· ὁ διὰ τὴν ἄφραστόν σου δωρεὰν καὶ πολλὴν ἀγαθότητα παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, ἵνα φανερώσῃς ὅτι σὸν θέλημά ἐστιν ἡ ἔννομος συζυγία καὶ ἐξ αὐτῆς παιδοποιΐα. Αὐτός, Δέσποτα Πανάγιε, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν ἱκετῶν σου, ὡς ἐκεῖσε καὶ ἐνταῦθα παραγενόμενος τῇ ἀοράτῳ σου ἐπιστασίᾳ· εὐλόγησον τὸν γάμον τοῦτον, καὶ παράσχου τοῖς δούλοις σου τούτοις (τῷ δεῖνι) καὶ (τῇ δεῖνι) ζωὴν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τὴν ἐπὶ τέκνοις χάριν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀξίωσον αὐτοὺς ἰδεῖν τέκνα τέκνων· τὴν κοίτην αὐτῶν ἀνεπιβούλευτον διατήρησον· καὶ δὸς αὐτοῖς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς· ἔμπλησον τοὺς οἴκους αὐτῶν σίτου, οἴνου καὶ ἐλαίου καὶ πάσης ἀγαθωσύνης, ἵνα μεταδιδῶσι καὶ τοῖς χρείαν ἔχουσι, δωρούμενος ἅμα καὶ τοῖς συμπαροῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς μεγαλοφώνως τὴν Εὐχήν·
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ μυστικοῦ καὶ ἀχράντου γάμου ἱερουργὸς καὶ τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ, καὶ τῶν βιοτικῶν ἀγαθὸς οἰκονόμος· αὐτὸς καὶ νῦν, Δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ὡς βασιλέα τῆς κτίσεως, καὶ εἰπών· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν»· καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ, ἔπλασας γυναῖκα, ἣν ἰδὼν Ἀδὰμ εἶπε· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· Αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον ἐπὶ τοὺς δούλους σου τούτους (τὸν δεῖνα) καὶ (τὴν δεῖνα)· καὶ δὸς τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσιν ὑποταγῆναι τῷ ἀνδρί, καὶ τὸν δοῦλόν σου τοῦτον εἶναι εἰς κεφαλὴν τῆς γυναικός, ὅπως βιώσωσι κατὰ τὸ θέλημά σου. Εὐλόγησον αὐτούς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰσαὰκ καὶ τὴν Ῥεβέκκαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰακὼβ καὶ πάντας τοὺς πατριάρχας. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνέθ. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Μωσέα καὶ Σεπφόραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ἰωακεὶμ καὶ τὴν Ἄνναν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Νῶε ἐν τῇ Κιβωτῷ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τοὺς ἁγίους τρεῖς Παῖδας ἐκ τοῦ πυρός, καταπέμψας αὐτοῖς δρόσον οὐρανόθεν· καὶ ἔλθοι ἐπ᾿ αὐτοὺς ἡ χαρὰ ἐκείνη, ἣν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτε εὗρε τὸν τίμιον Σταυρόν. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τοῦ Ἐνώχ, τοῦ Σήμ, τοῦ Ἠλία. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τῶν ἁγίων σου Τεσσαράκοντα Μαρτύρων, καταπέμψας αὐτοῖς οὐρανόθεν τοὺς στεφάνους. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ τῶν ἀναθρεψάντων αὐτοὺς γονέων· ὅτι εὐχαὶ γονέων στηρίζουσι θεμέλια οἴκων. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῶν δούλων σου τῶν Παρανύμφων, τῶν συνελθόντων εἰς τὴν χαρὰν ταύτην. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ δούλου σου (τοῦδε) καὶ τῆς δούλης σου (τῆς δε), καὶ εὐλόγησον αὐτούς. Δὸς αὐτοῖς καρπὸν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καὶ σωμάτων. Ὕψωσον αὐτοὺς ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον· καὶ ἴδωσιν υἱοὺς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν· καί, εὐαρεστήσαντες ἐνώπιόν σου, λάμψωσιν ὡς φωστῆρες ἐν οὐρανῷ, ἐν σοὶ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Καὶ πάλιν ὁ Ἀρχιερεὺς τὴν Εὐχήν ταύτην·
Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἄνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (ἁρμόζει τὰς δεξιὰς τῶν νυμφευομένων) τὸν δοῦλόν σου (τόνδε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς36 εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ λαβὼν ὁ Ἀρχιερεὺς τὰ Στέφανα, στέφει πρῶτον τὸν Νυμφίον, λέγων·
Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.
Τοῦτο δὲ λέγει ἐκ τρίτου, ποιῶν σχῆμα Σταυροῦ.
Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·
Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Καὶ τοῦτο τρίς, ὁμοίως.
Εἶτα τίθησι τὰ Στέφανα ἐπὶ τὰς κεφαλὰς τῶν Νυμφίων, ψάλλων ἐκ τρίτου.
Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.
Ὁ Διάκονος· Πρόσχωμεν.
Καὶ εὐθύς, κατὰ τὴν τάξιν, ὁ Ἀπόστολος· Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων..., καὶ τὸ Εὐαγγέλιον· Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας...
Καὶ εὐθύς, ὁ Διάκονος, τὴν Ἐκτενῆ·
Εἴπωμεν πάντες... Κύριε Παντοκράτορ... Ἐλέησον ἡμᾶς ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας καὶ σωτηρίας τῶν δούλων σου...
Τοῦ Κυρίου δεηθῶμεν.
Καὶ ὁ Ἀρχιερεὺς τὴν Εὐχήν·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον, διὰ τῆς σῆς παρουσίας, αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὓς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου.
Ἐκφώνως
Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος·
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον... [Τὴν ἡμέραν πᾶσαν... Ἄγγελον εἰρήνης... Συγγνώμην καὶ ἄφεσιν... Τὰ καλὰ καὶ συμφέροντα... Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν...] Τὴν ἑνότητα τῆς πίστεως...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Καὶ ὁ Λαὸς τό· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος...
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, εὐλογῶν τὸ ποτήριον, λέγει τὴν Εὐχὴν ταύτην·
Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ.
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος... Ὁ Χορός· Ἀμήν.
Εἶτα, λαβὼν ὁ Ἀρχιερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´.
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Καὶ εὐθὺς ὁ Ἱερεὺς*37 λαβὼν αὐτούς, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, στρέφει ὡς ἐν σχήματι κύκλου περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον ἐκ τρίτου.
Καὶ ψάλλονται τὰ παρόντα Τροπάρια·
Ἦχος πλ. α´
Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἦχος βαρύς
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα· Τριὰς ἡ ὁμοούσιος.
Εἶτα ἐπαίρει τοὺς στεφάνους ὁ Ἀρχιερεύς· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·
Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.
Καὶ ἐν τῷ τῆς Νύμφης λέγει·
Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.
Εἶτα λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Καὶ ὁ Ἀρχιερεὺς τὴν Εὐχὴν ταύτην·
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Καὶ πάλιν εὔχεται ὁ Ἀρχιερεύς·
Ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριάς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
Εἶτα προσέρχονται οἱ οἰκεῖοι καὶ ἀσπαζόμενοι τοὺς νεονύμφους, ἐπεύχονται αὐτοῖς. Καὶ οὕτως γίνεται παρὰ τοῦ Ἀρχιερέως τελεία Ἀπόλυσις·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων...
Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν...
ΠΡΟΣΑΡΤΗΜΑ ΑΙ ΑΚΟΛΟΥΘΙΑΙ ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ ΚΑΙ ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ ΣΥΝΗΜΜΕΝΩΣ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ
(κατ᾿ ἀρχαῖον ἔθος)38
Εἰς τὸ τέλος τῆς Δοξολογίας καὶ μετὰ τὴν Ἀπόλυσιν τοῦ Ὄρθρου, τοῦ Ἀρχιερέως ἱσταμένου ἐπὶ τοῦ θρόνου, προσάγονται οἱ Νυμφίοι καὶ τελεῖται ἡ Ἀκολουθία τοῦ Ἀρραβῶνος, ὡς προτετύπωται. Εἶθ᾿ οὕτως οἱ Νυμφίοι ἵστανται ἐνώπιον τῆς Εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, καὶ ἄρχεται ἡ θεία Λειτουργία.
Ἐν τῇ θείᾳ Λειτουργίᾳ, μετὰ τὸ Εὐλογημένη ὁ Διάκονος λέγει τὰ Εἰρηνικά· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης... Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου... Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου... Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν... Ὑπὲρ τῆς πόλεως ταύτης... Ὑπὲρ εὐκρασίας ἀέρων... Ὑπὲρ πλεόντων, ὁδοιπορούντων... Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος), τῶν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν... Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον... Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς... Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτούς... Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν... Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν... Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς... Ἀντιλαβοῦ, σῶσον, ἐλέησον... Τῆς Παναγίας, ἀχράντου...
Ὁ Ἀρχιερεύς, ἀντὶ τῆς Εὐχῆς τοῦ Α´ Ἀντιφώνου, μεγαλοφώνως τὴν Α´ Εὐχὴν τοῦ Γάμου· Ὁ Θεὸς ὁ ἄχραντος... Ὁ Ἱερεὺς ἀπὸ τοῦ Βήματος τὴν Ἐκφώνησιν· Ὅτι πρέπει σοι...
Ἀντίφωνον Α´
Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον... Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ταῖς πρεσβείαις...
Στίχ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. Ταῖς πρεσβείαις...
Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ὁ Διάκονος τὴν μικρὰν Συναπτήν· Ἔτι καὶ ἔτι...
Ὁ Ἀρχιερεύς, ἀντὶ τῆς Εὐχῆς τοῦ Β´ Ἀντιφώνου, μεγαλοφώνως τὴν Β´ Εὐχὴν τοῦ Γάμου· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν... Ὁ Ἱερεὺς ἀπὸ τοῦ Βήματος τὴν ἐκφώνησιν· Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´
Στίχ. Μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Στίχ. Ἡ γυνή σου ὡς ἄμπελος εὐθυνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...
Στίχ. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Σῶσον ἡμᾶς...
Δόξα... Καὶ νῦν... Ὁ μονογενὴς Υἱός...
Ὁ Διάκονος τὴν μικρὰν Συναπτήν· Ἔτι καὶ ἔτι...
Ὁ Ἀρχιερεύς, ἀντὶ τῆς Εὐχῆς τοῦ Γ´ Ἀντιφώνου, μεγαλοφώνως τὴν Γ´ Εὐχὴν τοῦ Γάμου· Ὁ Θεὸς ὁ ἅγιος... Ὁ Ἱερεὺς ἀπὸ τοῦ Βήματος τὴν Ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´
Στίχ. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Τὸ ἀπολυτίκιον τῆς ἡμέρας.
Στίχ. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὸ Ἀπολυτίκιον ὁμοίως.
Στίχ. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Τὸ Ἀπολυτίκιον ὁμοίως.
Μετὰ τὴν Εἴσοδον καὶ τὸ Κοντάκιον, οἱ Νυμφίοι ἔρχονται εἰς τὸν Σολέα, κατενώπιον τῆς θύρας, ὁ δὲ Ἀρχιερεὺς ἐξερχόμενος ποιεῖ τὴν στέψιν.
Μετὰ τὸ Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ..., ὁ Διάκονος·
Τοῦ Κυρίου δεηθῶμεν, καὶ ψάλλεται κατὰ τὴν τάξιν, τὸ Ἅγιος ὁ Θεός κ.τ.λ.
Προκείμενον, Ἀπόστολος καὶ Εὐαγγέλιον λέγονται τὰ τοῦ Γάμου.
Μετὰ τὸ Εὐαγγέλιον, ὁ Ἀρχιερεὺς διὰ λόγου τὴν νουθεσίαν ποιεῖται.
Εἶτα ὁ Διάκονος τὴν Ἐκτενῆ·
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς... Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν... Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν... Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου... Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων... Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων... Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ καὶ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν. Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων...
Ὁ Ἀρχιερεὺς λέγει ἐπὶ τοὺς Νυμφίους μεγαλοφώνως τὴν Δ´ εὐχὴν τοῦ Γάμου· Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῆ σωτηριώδει σου οἰκονομίᾳ... Ὅτι ἐλεήμων... Εἶθ᾿ οὕτως οἱ Νυμφίοι ἔχονται ἐνώπιον τῆς εἰκόνος τῆς Θεοτόκου. Καὶ συνεχίζεται κατὰ τὴν τάξιν ἡ θ. Λειτουργία μέχρι καὶ τοῦ Μετὰ φόβου..., ὅτε ὁ Ἀρχιερεὺς κοινωνεῖ πρώτους τοὺς Νυμφίους (ἐνταῦθα οἱ Νυμφίοι ἔρχονται πάλιν εἰς τὸ μέσον τοῦ Σολέα, κατενώπιον τῆς θύρας) τῶν Ἀχράντων Μυστηρίων. Μετὰ δὲ τὴν ὀπισθάμβωνον εὐχήν, ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι..., καὶ εὐλογεῖ τὸ κοινὸν ποτήριον, εἶτα δίδωσι τοῖς Νυμφίοις, ψάλλων· Ποτήριον σωτηρίου λήψομαι... Εἶθ᾿ οὕτω ψάλλονται τὰ τροπάρια· Ἡσαΐα χόρευε... Ἅγιοι Μάρτυρες... Δόξα σοι, Χριστέ..., καὶ λέγονται καὶ τὰ λοιπὰ τῆς Ἀκολουθίας τοῦ Γάμου μέχρι πρὸ τῆς Ἀπολύσεως. Μεθ᾿ ὃ ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ὁ Ἀρχιερεύς· Εὐλογία Κυρίου καὶ ἔλεος..., καὶ ποιεῖ τὴν Ἀπόλυσιν. Δόξα σοι, ὁ Θεός... Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας... (καὶ ἐὰν ᾖ Κυριακὴ) καὶ ἀναστὰς ἐκ νεκρῶν... κ.τ.λ. ἡ κατὰ τὸν τύπον Μ. Ἀπόλυσις.
Μετὰ τὸ Δι᾿ εὐχῶν, οἱ Χοροὶ ψάλλουσι τὸ Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ..., καὶ οἱ πιστοί, λαμβάνοντες τὸ Ἀντίδωρον, δεξιοῦνται τοὺς Νυμφίους.
ΝΕΚΡΩΣΙΜΟΙ ΚΑΙ ΕΠΙΜΝΗΜΟΣΥΝΟΙ ΑΚΟΛΟΥΘΙΑΙ
Ὁ Ἀρχιερεύς, φέρων μανδύαν, ἐπιτραχήλιον καὶ ὠμοφόριον, καὶ κρατῶν ἀρχιερατικὴν ῥάβδον, ἀνέρχεται ἐπὶ τοῦ Θρόνου, καὶ τοῦ Διακόνου εἰπόντος τὸ Εὐλόγησον, Δέσποτα, λέγει τὸ Εὐλογητὸς ὁ Θεός... καὶ ψάλλουσιν οἱ Χοροὶ ἐκ τοῦ Ἀμώμου (Ψαλμ. ριη´) τοὺς διατεταγμένους στίχους εἰς στάσεις τρεῖς. Εἰς τὸ τέλος τῆς Α´ στάσεως λέγει ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς...
Ὅπως, Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ...
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, ἐκφωνεῖ·
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰς τὸ τέλος τῆς Β´ στάσεως, λέγει καὶ αὖθις ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ α´ Ἱερεὺς ἐκφωνεῖ· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις...
Εἰς τὸ τέλος τῆς Γ´ στάσεως, λέγει καὶ αὖθις ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ β´ Ἱερεύς, ἐκφωνεῖ· Ὅτι σὺ εἶ ἡ ἀνάστασις...
Εἶθ᾿ οὕτως ἄρχονται ὅ τε Ἀρχιερεὺς καὶ οἱ Ἱερεῖς ψάλλοντες πραείᾳ τῇ φωνῇ ἐν χορῷ τὰ νεκρώσιμα Εὐλογητάρια*39, εἰς ἦχον πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Ἐὰν ὦσι πλείονες Ἱερεῖς, εἰς τὸ τέλος ἑκάστου Τροπαρίου ὁ Διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεηθῶμεν, οἱ δὲ Ἱερεῖς καθ᾿ ἱερατικὴν σειρὰν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων ἀπαγγέλλει τὴν ἐκφώνησιν· Ὅτι σὺ εἶ ἡ ἀνάστασις..., (ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων).
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας, εἰς γῆν ἐξ ἧς ἐλήφθην· εἰς τὸ καθ᾿ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου, καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων Κύριε, καὶ οἱ Δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλόν σου ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.
Ἐπὶ κεκοιμημένων Κληρικῶν εἴθισται, ὅπως ψάλλωνται, μετὰ τὸ πρῶτον, καὶ τὰ δύο ταῦτα·
Οἱ τὸν Ἀμνόν, τοῦ Θεοῦ κηρύξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωήν, τὴν ἀγήρω ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες αἰτήσασθε, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι.
Οἱ τὴν ὁδόν, τὴν στενὴν βαδίσαντες καὶ τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν σταυρόν, ὡς ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολάβετε, ἃ ἡτοίμασα ὑμῖν βραβεῖα, καὶ στέφη τὰ οὐράνια.
Δόξα... Τριαδικόν
Τὸ τριλαμπές, τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς, πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι᾿ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε ἁγνή, εὐλογημένη.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι, ὁ Θεὸς (ἐκ γ´).
Ὁ Χορός· Κοντάκιον. Ἦχος πλ. δ´.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Μετὰ ταῦτα, ἄρχονται εὐθὺς τῶν κατ᾿ Ἦχον νεκρωσίμων Ἰδιομέλων, εἱρμολογικῶς ὅ τε Ἀρχιερεὺς καὶ οἱ Ἱερεῖς, ψάλλοντες ἐν χορῷ πραείᾳ τῇ φωνῇ· (βλ. ὑποσημ. 38).
(Ἰωάννου Μοναχοῦ, τοῦ Δαμασκηνοῦ).
Ἦχος α´
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ᾿ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Ἦχος β´
Ὡ ς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρὸς τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὃν μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου, Χριστέ.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός
Οἴμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος γ´
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ἦχος δ´
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων σου, Ζωοδότα φιλάνθρωπε.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι.
Ἦχος πλ. α´
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον· ἆρα τίς ἐστι, βασιλεὺς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ Δικαίων τὸν δοῦλόν σου, ὡς φιλάνθρωπος.
Ἦχος πλ. β´
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν σου ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Ἦχος βαρύς
Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφὸν ἡμῶν ἐκ τῶν προσκαίρων, κράζοντα δόξα σοι.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός
Κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.
Ἦχος πλ. δ´
Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ᾿ εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τί τὸ περὶ ἡμᾶς τοῦδε γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ, καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.
Δόξα... Ὁ αὐτός
Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο, διὸ τὸν μεταστάντα ἀνάπαυσον ὡς φιλάνθρωπος.
Καὶ νῦν... Ὁ αὐτός
Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ.
Ὁ Χορός, κατ᾿ ἔθος, ἐνιαχοῦ κρατῆσαν, ψάλλει εἰς ἦχον πλ. β´ τοὺς Μακαρισμούς· εἰδεμή, τὸ Προκείμενον.
Μακαρία ἡ ὁδός, ᾗ πορεύει σήμερον, ὅτι ἡτοιμάσθη σοι τόπος ἀναπαύσεως (γ´).
Καὶ εὐθύς, κατὰ τὴν τάξιν, ὁ Ἀπόστολος· Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν..., καὶ τὸ Εὐαγγέλιον· Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας...
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὑτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Ὁ Ἀρχιερεὺς ἀναγινώσκει μίαν τῶν συγχωρητικῶν εὐχῶν καὶ ἐπισυνάπτει τὴν ἑπομένην*40·
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταργήσας, τὸν δὲ διάβολον καταπατήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), καὶ τάξον αὐτὴν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα41 ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Οἱ Ἱερεῖς ἐν χορῷ, ὡς ἐν ἑνὶ στόματι·
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος·
Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´). Δέσποτα (ἢ Πάτερ) ἅγιε, εὐλόγησον.
Ὁ Ἀρχιερεύς·
Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ Παναγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ ἐνδόξων προπατόρων, Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημένου καὶ πάντων τῶν ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ (δεῖνος) ἐν σκηναῖς Δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ Δικαίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι καὶ σώσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ (ἢ ἀδελφὴ42) ἡμῶν (ἐκ γ´).
Ψαλλομένων ὑπὸ τοῦ Χοροῦ τῶν Στιχηρῶν Προσομοίων· Δεῦτε τελευταῖον ἀσπασμόν..., ὁ Ἀρχιερεὺς προσκυνεῖ ἀσπαζόμενος τὴν ἐπὶ τῆς σοροῦ ἱερὰν εἰκόνα τῆς Ἀναστάσεως καὶ εὐλογεῖ παραμυθούμενος τοὺς πενθοῦντας, εἶτα δὲ εἰσέρχεται, ἀκολουθούντων τῶν Ἱερέων, εἰς τὸ Ἱερὸν Βῆμα. Μετὰ δὲ τό· Πρεσβείαις τῆς τεκούσης σε..., λέγει ὁ Ἀρχιερεύς, ἐκφώνως· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...
Ὁ α´ Ἱερεύς· Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν... Ἀμήν.
ΕΥΧΑΙ ΚΑΙ ΔΕΗΣΕΙΣ
ΕΥΧΑΙ ΣΥΓΧΩΡΗΤΙΚΑΙ
(εἰς πᾶσαν ἀρὰν καὶ ἀφορισμόν), εἰς τεθνεῶτα, ἀναγινωσκόμεναι παρὰ τοῦ Ἀρχιερέως
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ ἀῤῥήτῳ σοφίᾳ δημιουργήσας τὸν ἄνθρωπον ἐκ τοῦ χοός, καὶ τοῦτον ἀναμορφώσας εἰς εἶδος καὶ κάλλος, καὶ ἐξωραΐσας ὡς τίμιον καὶ οὐράνιον κτίσμα, εἰς δοξολογίαν καὶ εὐπρέπειαν τῆς σῆς δόξης καὶ βασιλείας, διὰ τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τοῦτον παραγαγεῖν, τὴν ἐντολὴν δὲ παραβάντα τοῦ σοῦ προστάγματος, καὶ μεταλαβόντα τῆς εἰκόνος καὶ μὴ φυλάξαντα· καὶ ἵνα μὴ τὸ κακὸν ἀθάνατον γένηται, φιλανθρώπως κελεύσας τὴν κρᾶσιν καὶ τὴν μίξιν ταύτην, καὶ τὸν ἄῤῥηκτόν σου τοῦτον δεσμόν, ὡς Θεὸς τῶν πατέρων ἡμῶν, τῷ σῷ θείῳ βουλήματι ἀποτέμνεσθαι καὶ διαλύεσθαι· ὥστε τὴν μὲν ψυχὴν ἐκεῖσε χωρεῖν, ἔνθα καὶ τὸ εἶναι προσελάβετο, μέχρι τῆς κοινῆς ἀναστάσεως, τὸ δὲ σῶμα εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλύεσθαι· σοῦ δεόμεθα τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ σου Πνεύματος, ἵνα μὴ παρίδῃς τὸ σὸν πλάσμα καταποθῆναι τῇ ἀπωλείᾳ· ἀλλὰ τὸ μὲν σῶμα διαλυθῆναι εἰς τὰ ἐξ ὧν συνετέθη, τὴν δὲ ψυχὴν καταταγῆναι ἐν τῷ χορῷ τῶν δικαίων. [Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, νικησάτω σου τὸ ἄμετρον ἔλεος καὶ ἡ φιλανθρωπία ἡ ἀνείκαστος· καὶ εἴτε ὑπὸ κατάραν πατρὸς ἢ μητρός, ἢ τὸ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ὁ δοῦλός σου οὗτος, ἤ τινα τῶν ἱερωμένων παρεπίκρανε, καὶ παρ᾿ αὐτοῦ δεσμὸν ἄλυτον ἐδέξατο, ἢ ὑπὸ Ἀρχιερέως βαρυτάτῳ ἀφορισμῷ περιέπεσε, καὶ ἀμελείᾳ καὶ ῥαθυμίᾳ χρησάμενος, οὐκ ἔτυχε συγχωρήσεως, συγχώρησον αὐτῷ δι᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ ἀναξίου δούλου σου. Καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰς τὰ ἐξ ὧν συνετέθη διάλυσον, τὴν δὲ ψυχὴν αὐτοῦ ἐν σκηναῖς Ἁγίων κατάταξον43_. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῖς θείοις καὶ ἱεροῖς Ἀποστόλοις ταύτην τὴν ἐξουσίαν δούς, ὥστε τῶν ἁμαρτημάτων διδόναι τὴν ἄφεσιν, καὶ εἰπών· Ὅσα ἂν δήσητε καὶ λύσητε, ἵνα ὦσι δεδεμένα καὶ λελυμένα, καὶ δι᾿ αὐτῶν τὴν ἐξουσίαν ταύτην καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς χαρισάμενος, λῦσον τὸν κοιμηθέντα δοῦλόν σου (τόν δε) τοῦ ψυχικοῦ καὶ σωματικοῦ ἁμαρτήματος· καὶ ἔστω συγκεχωρημένος καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Εὐχὴ ἑτέρα
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὰς κλεῖς τῆς τῶν οὐρανῶν Βασιλείας, καὶ τῇ σῇ χάριτι τὴν τοῦ δεσμεῖν τε καὶ λύειν τὰς τῶν ἀνθρώπων ἁμαρτίας, μετὰ τὴν ἁγίαν σου ἐκ νεκρῶν τριήμερον ἐξανάστασιν, τοῖς σοῖς ἁγίοις Μαθηταῖς, καὶ ἱεροῖς Ἀποστόλοις δωρησάμενος ἐξουσίαν, ὥστε δεδεμένα εἶναι καὶ ἐν τῷ οὐρανῷ ὅσα δι᾿ αὐτῶν ἐν γῇ λέλυνται, διαδόχους δὲ ἡμᾶς τοὺς εὐτελεῖς καὶ ἀναξίους δούλους σου, τῆς αὐτῆς ταύτης παρὰ σοῦ ὑπεραγίας δωρεᾶς τε καὶ χάριτος τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ καταξιώσας γενέσθαι, ὥστε καὶ ἡμᾶς οὕτω δεσμεῖν τε καὶ λύειν τὰ ἐν τῷ λαῷ σου συμβαίνοντα· αὐτός, πανάγαθε Βασιλεῦ, δι᾿ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, συγχώρησον τῷ δούλῳ σου (τῷ δεῖνι), εἴτι ἐν τῷ παρόντι βίῳ, ὡς ἄνθρωπος, ἐπλημμέλησε· καὶ ἄφες αὐτῷ ὅσα ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτε, [λύσας αὐτοῦ καὶ τὸν ἐπικείμενον, μεθ᾿ οἱωνδήποτε τρόπων, δεσμόν, ὃν αὐτὸς καθ᾿ ἑαυτὸν ἐκ συναρπαγῆς ἢ ἄλλης τινὸς αἰτίας ἔδησεν, εἴτε ὑπὸ Ἀρχιερέως εἴτε παρ᾿ ἄλλου τινός, φθόνῳ καὶ συνεργείᾳ τοῦ πονηροῦ, τοιοῦτον ὑπέστη ὀλίσθημα44_ εὐδόκησον, ὡς μόνος ἀγαθὸς καὶ πολυέλεος, τὴν μὲν ψυχὴν αὐτοῦ μετὰ τῶν Ἁγίων ταχθῆναι τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, τὸ δὲ σῶμα τῇ παρὰ σοῦ δημιουργηθείσῃ φύσει δοθῆναι. Ὅτι εὐλογητὸς καὶ δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΝ ΙΕΡΕΑ
(Ἐξόδιος)
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ μόνον τὸ ζῇν ἀθάνατον, καὶ ἡ δόξα ἀκατάληπτος, καὶ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος, καὶ ἡ βασιλεία ἀδιάδοχος, καὶ οὐκ ἔστι προσωποληψία παρὰ σοί, Κύριε· πᾶσι γὰρ ἀνθρώποις τὸ κοινὸν τοῦ βίου ἔταξας χρέος, τοῦ ὅρου πληρωθέντος. Διό σε ἱκετεύομεν, Κύριε ὁ Θεὸς ἡμῶν· Τὸν δοῦλόν σου (τὸν δεῖνα) ἱερέα, ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν γενόμενον, τὸν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνάπαυσον· καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ σου λειτουργὸν αὐτὸν κατέστησας, οὕτω καὶ ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε· ἐπὶ ἀνθρώπων πνευματικῇ ἀξίᾳ κατακοσμήσας, ἐπὶ Ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι· αὐτὸς ἐπὶ τῆς γῆς τὴν ζωὴν αὐτοῦ ἐδόξασας, αὐτὸς δὲ καὶ τὴν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν Ἁγίων σου ποίησον, καὶ τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων συναρίθμησον. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΣΗΜΕΙΩΣΙΣ· Ἡ αὐτὴ εὐχὴ ἀναγινώσκεται καὶ εἰς κεκοιμημένους Ἀρχιερεῖς.
Εἰ μὲν τὸ ἱερὸν Μνημόσυνον τελεῖται, ὡς δέον ἐστί, συνημμένως τῇ θείᾳ Λειτουργίᾳ, εὐθὺς μετὰ τὸ Εἴη τὸ ὄνομα Κυρίου... ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων ἄρχονται ψάλλοντες τὰ νεκρώσιμα Εὐλογητάρια. Εἰδεμή, εἰπόντος τοῦ Διακόνου τὸ Εὐλόγησον, Δέσποτα, ὁ Ἀρχιερεὺς ποιεῖ Εὐλογητὸν καὶ ψάλλονται ἐν χορῷ ὑπὸ τοῦ Ἀρχιερέως καὶ τῶν Ἱερέων πραείᾳ τῇ φωνῇ τὰ νεκρώσιμα Εὐλογητάρια, ὧν εἰς τὸ τέλος ὁ Χορὸς ψάλλει τὸ Κοντάκιον Μετὰ τῶν Ἁγίων... Εἶθ᾿ οὕτως ὁ Ἀρχιερεὺς μετὰ τῶν Ἱερέων ψάλλουσι τὰ ἑπόμενα Τροπάρια.
Μετὰ πνευμάτων δικαίων τετελειωμένων... Εἰς τὴν κατάπαυσίν σου, Κύριε... Δόξα Πατρί... Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Καὶ νῦν... Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος...
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς... Ὅπως, Κύριος ὁ Θεός... Τοῦ Κυρίου δεηθῶμεν...
Ὁ Ἀρχιερεύς· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός... καὶ τὴν β´ συγχωρητικὴν εὐχὴν (βλ. πρόσθεν).
Οἱ Ἱερεῖς ἐν χορῷ, ὡς ἐν ἑνὶ στόματι· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή...
Καὶ εἰ μὲν τὸ Μνημόσυνον τελεῖται συνημμένως τῇ θεία Λειτουργίᾳ, λέγει ὁ Ἀρχιερεύς· Αἰωνία σου ἡ μνήμη... Καὶ ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´). Καὶ γίνεται ἡ τῆς Θ. Λειτουργίας Ἀπόλυσις. Εἰδεμή, γίνεται ττῆς νεκρωσίμου ἀκολουθίας Ἀπόλυσις· Ὁ καὶ νεκρῶν καὶ ζώντων..., ἐν τέλει τῆς ὁποίας λέγει ὁ Ἀρχιερεύς· Αἰωνία σου ἡ μνήμη... κτλ.
ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΠΡΟΚΕΚΟΙΜΗΜΕΝΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΤΩΝ ΨΥΧΩΝ
Τῷ Σαββάτῳ τῶν ψυχῶν, ἐν ᾧ μνείαν ἐπιτελοῦμεν τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶν καὶ ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου πατέρων καὶ ἀδελφῶν ἡμῶν, ἐν τέλει τοῦ Ἑσπερινοῦ καὶ τῆς Θ. Λειτουργίας, ψάλλομεν τὰ Τροπάρια· Μετὰ πνευμάτων δικαίων... Εἶτα ὁ Διάκονος μνημονεύει ἐπὶ τῶν πρὸ τῆς Εἰκόνος τοῦ Χριστοῦ κειμένων ὑπὲρ τῶν κεκοιμημένων κολλύβων·
Ἐλέησον ἡμᾶς, ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν45, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν... Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς λέγει πρῶτον τὴν β´ συγχωρητικὴν εὐχὴν καὶ ἐν συνεχείᾳ·
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός...
Αἰωνία ὑμῶν ἡ μνήμη, ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοὶ ἡμῶν.
Καὶ γίνεται ἡ συνήθης Ἀπόλυσις.
ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΠΟΛΕΜῼ ΠΕΣΟΝΤΩΝ
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ὁ διὰ τῆς ἀῤῥήτου ἐνανθρωπήσεως καὶ τοῦ ἑκουσίου Πάθους τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προτυπώσας καὶ δείξας ἡμῖν, ὅτι ἀεὶ τῇ θυσίᾳ ἕπεται ἡ νίκη καὶ τῷ σταυρῷ ἀκολουθεῖ ἡ ἀνάστασις, ἐπάκουσον ἡμῶν δεομένων τῆς σῆς ἰσχύος καὶ τῆς σῆς φιλανθρωπίας· ἰσχύος μέν, ἵνα τὸ Ἔθνος ἡμῶν διαφυλάττων, ἀπὸ νίκης εἰς νίκην ὁδηγῇς καὶ ἀπὸ δόξης καὶ δόξαν ἀνάγῃς· φιλανθρωπίας δέ, ἵνα τὰς ψυχὰς τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἡρωϊκῶς πεσόντων ἐν τῇ χορείᾳ τῶν ἐκλεκτῶν σου κατατάξῃς. Τούτων γὰρ τὰ πνεύματα ὡς νέφος ἡμῖν ὧδε περίκεινται καὶ τῶν ὀστέων αὐτῶν οἱ τύμβοι τὰ ὅρια τῆς πατρίδος γῆς φυλάττουσι, τὰ δὲ αὐτῶν τίμια αἵματα τῆς ἐλευθερίας ἡμῶν τὸ δένδρον ἀρδεύουσιν. Ὥσπερ ἐν τῇ γῇ τὴν φάλαγγα τῶν ἐπιλέκτων ἀπετέλεσαν, οὕτω καὶ ἐν τῷ οὐρανῷ στρατιὰν ἁγίων μαρτύρων συγκροτήτωσαν· καὶ ὥσπερ παρ᾿ ἀνθρώποις τίμιοι γεγόνασιν, οὕτω παρὰ σοὶ τῷ Θεῷ ἅγιοι ἔστωσαν· τὸν γὰρ ἀγῶνα τὸν καλὸν ἠγωνίσαντο καὶ τὸν δρόμον οἱ γενναῖοι ἀθληταὶ νικηφόρως ἐτέλεσαν, ἀπόδος οὖν αὐτοῖς, ὁ δίκαιος Κριτής, τὸν τῆς δικαιοσύνης στέφανον. Ἡμῖν δέ, τοῖς τῷ ἐκείνων θανάτῳ ἐλευθέροις νῦν ζῶσι, παράσχου, ὁ Θεός, ἀεὶ μνημονεύειν τῆς ὑπερόχου αὐτῶν θυσίας, καὶ ἀναθεωροῦντας τὴν ἔκβασιν αὐτῶν τῆς ἀναστροφῆς, μιμεῖσθαι τὴν ἀνδρείαν. Ἐπίβλεψον, Κύριε, ἀπ᾿ οὐρανοῦ καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ τῷ ἔθνει ἡμῶν τὴν εὐλογίαν σου κατάπεμψον, τοῦ ἐνδόξου στρατοῦ τῆς Πατρίδος ἡμῶν πρόστηθι, τοὺς γενναίους αὐτοῦ ἡγήτορας ἐνίσχυε, καὶ πάντας ἡμᾶς διὰ τῆς ὑπερμάχου Στρατηγοῦ εἰς τὴν νίκην ὁδήγει. Σὺ γὰρ εἶ ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις τοῦ νεκρωσίμου Τρισαγίου.
ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΥΕΡΓΕΤΩΝ ΤΗΣ ΠΑΙΔΕΙΑΣ
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ Κύριος τῆς ζωῆς καὶ τοῦ θανάτου· σὺ γὰρ τὸν διάβολον καταπατήσας, τὸν δὲ θάνατον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου ἐδωρήσω, ἔστησας δὲ ἡμέραν, ἐν ᾗ μέλλεις κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐπὶ ταύτην οὖν τὴν ἡμέραν τὴν μεγάλην καὶ ἐπιφανῆ τῆς ἐνδόξου παρουσίας σου, Κύριε, ἡμᾶς ἡ μνήμη περιφέρει· ὅθεν καὶ προτεθήκαμεν σήμερον ἐνώπιόν σου τὰ σύμβολα ταῦτα τῆς ἀναστάσεως ἡμῶν καὶ μνημόσυνα τελοῦμεν ἀνδρῶν ὑπερόχων καὶ ἐπιφανῶν ἐν τῷ Ἔθνει ἡμῶν, τῶν ἀοιδίμων (τῶν δεῖνα). Οὗτοι γὰρ τὸν λόγον σου ἀκούσαντες· «Πώλησόν σου τὰ ὑπάρχοντα καὶ διάδος πτωχοῖς», οὐκ ἐστύγνασαν οὐδ᾿ ἀπῆλθον λυπούμενοι, ἀλλ᾿ ἔδωκαν ἑαυτοὺς τῷ σῷ θελήματι καὶ τῷ Ἔθνει αὐτῶν καὶ ἐλειτούργησαν αὐτῷ ἐν τοῖς σαρκικοῖς καὶ ἐν τοῖς πνευματικοῖς. Οὗτοι ἐγενήθησαν οἱ πιστοὶ οἰκονόμοι, οὓς κατέστησεν ὁ κύριος αὐτῶν ἐπὶ τῆς θεραπείας αὐτοῦ, ἀξίως τοῦ Εὐαγγελίου πολιτευσάμενοι· οὐ γὰρ ὑψηλοφρόνησαν οὐδὲ ἤλπισαν ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἔθεντο τὴν ἐλπίδα αὐτῶν ἐπὶ σὲ τὸν ζῶντα Θεόν, ἑλόμενοι ἀγαθοεργεῖν καὶ πλουτεῖν ἐν ἔργοις καλοῖς, ἀποθησαυρίζοντες ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὑπὲρ τούτων οὖν τῆς σῆς φιλανθρωπίας δεόμεθα, ἵνα ὥσπερ ἐπλεόνασεν αὐτοῖς ἐν τῇ γῇ τὸ πλῆθος τῶν ἀγαθῶν, οὕτω περισσεύσῃ καὶ ἐν τῷ οὐρανῷ ὁ πλοῦτος τῆς θείας σου χάριτος· εἰ δὲ καὶ ὡς ἄνθρωποι ἔν τινι ἔπταισαν, σὺ αὐτοῖς ὡς Θεὸς τὰ πάντα συγχώρησον. Κατασκήνωσον αὐτοὺς ἐν ταῖς αὐλαῖς σου ἐν τόπῳ χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύσεως· μνήσθητι τοῦ κόπου τῆς ἀγάπης αὐτῶν καὶ μὴ ἐπιλάθου τῆς αὑτῶν ἐπιποθήσεως καὶ τοῦ ζήλου ὑπὲρ τοῦ Ἔθνους ἡμῶν. Ὅταν δὲ φανερωθῇς καὶ ἔλθῃς μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων, τότε παράστησον αὐτοὺς ἐν τοῖς δεξιοῖς καὶ ἐν βουλῇ δικαίων· καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσί σε, ταῦτα χάρισαι αὐτοῖς. Παρὰ σοὶ γὰρ ἀπόκειται ὁ τῆς δικαιοσύνης στέφανος καὶ σοὶ τὴν δέησιν ἡμῶν καὶ τὴν δοξολογίαν προσάγομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΠΙΜΕΤΡΟΝ
ΕΥΧΑΙ ΠΡΟ ΚΑΙ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ
Εὐχὴ Ἰωάννου τοῦ Χρυσοστόμου.
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Στίχοι Συμεὼν τοῦ Μεταφραστοῦ
Ἰδού, βαδίζω πρὸς θείαν Κοινωνίαν· Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος. |
Τροπάρια καὶ Στίχοι προτρεπτικοί.
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων· Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει· Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως. |
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου. |
ΕΥΧΑΙ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Εὐχή
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Καὶ πάλιν·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον...
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ
Στίχοι προτρεπτικοί
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, Ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα, Καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός! |
Καὶ εὐθὺς τὰς ἑπομένας εὐχαριστηρίους Εὐχάς.
Ἀνωνύμου
Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Τοῦ Μεγάλου Βασιλείου
Δέσποτα Χριστὲ ὁ Θεός, Βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ Μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συμεὼν τοῦ Μεταφραστοῦ
Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν. |
Ἀνωνύμου
Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀνωνύμου εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.
Εἶτα τό·
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Τὸ Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε Ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ Ἁγίου, οὗτινος τὴν θείαν Μυσταγωγίαν ἐπετελέσαμεν (Ἱεροῦ Χρυσοστόμου ἢ Μεγάλου Βασιλείου)·
Τοῦ Ἱεροῦ Χρυσοστόμου
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσὸς ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Μεγάλου Βασιλείου
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, πάτερ ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα τό·
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία ἀνεδείχθη, ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζομεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.
Κύριε, ἐλέησον (ιβ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ...
Καὶ ἡ Ἀπόλυσις
ΤΑΞΙΣ ΤΗΣ ΑΡΤΟΚΛΑΣΙΑΣ
Ἐν τῷ Ἑσπερινῷ, εἴ ἐστιν Ἀρτοκλασία, μετὰ τό, Εἴη τὸ κράτος... ψάλλομεν τὰ τῆς Λιτῆς Ἰδιόμελα τοῦ κατὰ τὴν ἡμέραν Ἁγίου λιτανεύοντες ἐν τῷ Νάρθηκι, τῶν Ἱερέων καὶ τοῦ Διακόνου προπορευομένου μετὰ λαμπάδων καὶ θυμιατοῦ. Δόξα... τοῦ Ἁγίου. Καὶ νῦν... Θεοτοκίον. Καὶ μετὰ ταῦτα, λέγει ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν... Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν... Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης... Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι... Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...
Ὁ Ἀρχιερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Ἀρχιερεύς·
Δέσποτα πολυέλεε Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου καὶ Δημητρίου τοῦ Μυροβλήτου· τοῦ ἁγίου (τοῦ δε), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων σου τῶν ἁγίων, εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν, δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν, σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ἀποδίωξον ἀφ᾿ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον, εἰρήνευσον ἡμῶν τὴν ζωήν. Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πληρωθείσης δὲ τῆς Εὐχῆς ψάλλεται εἰς ἦχον πλ. α´ τὸ Θεοτόκε Παρθένε, τοῦ πρώτου τῶν Ἱερέων θυμιῶντος κύκλῳ τῆς τραπέζης τῶν ἄρτων.
Εἶθ᾿ οὕτως οἱ Ἱερεῖς λαβόντες τὸ κανίσκιον τῶν ἄρτων προσάγουσι τῷ Ἀρχιερεῖ, ὁ δὲ Διάκονος λέγει· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς, ἐκφώνως·
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ πλήθυνον ταῦτα ἐν τοῖς οἴκοις τῶν προσενεγκόντων, ἐν τῇ πόλει ταύτῃ, καὶ ἐν τῷ κόσμῳ σου ἅπαντι, τοὺς δὲ ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα· Ἦχος βαρύς
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Τὸ αὐτὸ ἅπαξ ὑφ᾿ ἑκατέρου τῶν Χορῶν
Εἶτα ψάλλονται τὰ στιχηρὰ τοῦ Στίχου. Καὶ μετὰ τὸ Ἀπολυτίκιον, λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεὺς ἐκφώνως·
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ἡμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Καὶ γίνεται Ἀπόλυσις
ΕΥΧΑΙ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΠΕΡΙΣΤΑΣΕΙΣ
ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΤΑ ΒΑΪΑ Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος·
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν σου, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ· οὗ παραγενομένου εἰς Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτὸς Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ, βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον καί, ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ παῖδες, τό, Ὡσαννά σοι βοῶντας, διαφύλαξον· ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΤΩΝ ΚΟΛΛΥΒΩΝ
(Εἰς μνήμην Ἁγίου)
Ὁ Ἀρχιερεύς· Εἰρήνη πᾶσι.
Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἀρχιερεύς·
Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρπούς, εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν· ὁ τοῖς σπέρμασι τοὺς τρεῖς Παῖδας καὶ Δανιήλ, τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας· Αὐτὸς πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα, σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον, καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον· ὅτι εἰς δόξαν σήν, καὶ εἰς τιμὴν τοῦ ἁγίου (τοῦ δε) ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων, καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. Παράσχου δέ, Ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα, καὶ τὴν μνήμην ἐπιτελοῦσι, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου (τοῦ δε), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν, καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΜΕΤΑΝΟΟΥΝΤΩΝ
Ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ Προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαβὶδ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετανοίᾳ προσευχὴν δεξάμενος· Αὐτὸς καὶ τὸν δοῦλόν σου (τόν δε) μετανοοῦντα ἐφ᾿ οἷς ἔπραξε πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν πάντα τὰ αὐτῷ πεπραγμένα, ὁ ἀφιεὶς ἀδικίας, καὶ ὑπερβαίνων ἀνομίας. Σὺ γὰρ εἶπας, Κύριε· οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν, καὶ ὡς ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι δεῖ τὰ ἁμαρτήματα. Ἐπεὶ ὡς ἡ μεγαλωσύνη σου ἀνείκαστος, καὶ τὸ ἔλεός σου ἀμέτρητον· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς τίς ὑποστήσεται; Ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ ἑτέρα46
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ποιμὴν καὶ ἀμνέ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ δοὺς ἄφεσιν ἁμαρτιῶν αὐτῆς. Αὐτὸς Δέσποτα, ἄνες, ἄφες, συγχώρησον τὰς ἁμαρτίας, τὰς ἀνομίας, τὰ πλημμελήματα, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ παρακοῇ γενόμενα παρὰ τῶν δούλων σου τούτων. Καὶ εἴτε ὡς ἄνθρωποι, σάρκα φοροῦντες καὶ τὸν κόσμον οἰκοῦντες, ἐκ τοῦ διαβόλου ἐπλανήθησαν, εἴτε ἐν λόγῳ εἴτε ἐν ἔργῳ εἴτε ἐν γνώσει εἴτε ἐν ἀγνοίᾳ εἴτε λόγον Ἱερέως κατεπάτησαν ἢ ὑπὸ κατάραν Ἱερέως ἐγένοντο εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσαν ἢ ὅρκῳ ὑπήχθησαν, αὐτὸς ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Δεσπότης, τούτους τοὺς δούλους σου λόγῳ λυθῆναι εὐδόκησον, συγχωρῶν αὐτοῖς καὶ τὸ ἴδιον ἀνάθεμα καὶ τὸν ὅρκον, κατὰ τὸ μέγα σου ἔλεος. Ναί, Δέσποτα φιλάνθρωπε Κύριε, ἐπάκουσον ἡμῶν δεομένων τῆς σῆς ἀγαθότητος ὑπὲρ τῶν δούλων σου τούτων, καὶ πάριδε ὡς πολυέλεος τὰ πταίσματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως. Σὺ γὰρ εἶπας Δέσποτα· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ὅτι σὺ εἶ ὁ μόνος ἀναμάρτητος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί...
ΕΥΧΗ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΣΧΟΛΕΙΟΥ
Ἐπάκουσον ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἡ σοφία τοῦ Θεοῦ ἡ ἀνείκαστος, ὁ Λόγος τοῦ Πατρὸς ὁ προαιώνιος, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως. Σοὶ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη, σὺ δὲ καὶ τὸν Σολομῶντα σοφίαν ἐδίδαξας καὶ τοὺς ἁλιεῖς Ἀποστόλους ἀνέδειξας, πνεῦμα σοφίας αὐτοῦ ἐμφυσήσας καὶ τὸ πῦρ τῆς Θεότητος οὐρανόθεν παρὰ τοῦ Πατρὸς καταπέμψας. Σὲ τοίνυν τὴν ἐνυπόστατον Σοφίαν καὶ Λόγον τοῦ Θεοῦ ἐπικαλούμεθα ἐν τῇδε τῇ ὥρᾳ καὶ σοῦ δεόμεθα, Κύριε· ἔπιδε ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν καὶ ταχέως ἄγαγε ταῦτα εἰς αἴσιον πέρας. Τοῦ Ἔθνους ἡμῶν πρόστηθι, τὴν Ἐκκλησίαν φρούρει, τοὺς διδασκάλους ἐν ἡμῖν ἐντίμους ἔχε καὶ δὸς αὐτοῖς τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν. Μνήσθητι, Κύριε, τῶν ἀοιδίμων Εὐεργετῶν τῆς παιδείας τοῦ Ἔθνους ἡμῶν καὶ τῶν μεγάλων Διδασκάλων αὐτοῦ· μνήσθητι τοῦ κόπου τῆς ἀγάπης αὐτῶν καὶ μὴ ἐπιλάθου τῆς αὑτῶν ἐπιποθήσεως καὶ τοῦ ζήλου ὑπὲρ τοῦ Γένους ἡμῶν. Σὺ γὰρ εἶ ὁ δοτὴρ παντὸς ἀγαθοῦ καὶ χορηγὸς πάσης σοφίας καὶ γνώσεως καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΚΑΙ ΛΗΞΕΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΕΝ ΤΟΙΣ ΣΧΟΛΕΙΟΙΣ
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, ὁ τὸν Σολομῶντα σοφίαν διδάξας καὶ διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου Πνεύματος τοὺς ἁλιεῖς κήρυκας τοῦ Εὐαγγελίου, διδασκάλους καὶ Ἀποστόλους ἀναδείξας, σὺ Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις τῶν ἐνταῦθα διδασκόντων καὶ διδασκομένων τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ τὸ φῶς σου τὸ ἀΐδιον· δὸς αὐτοῖς πνεῦμα σοφίας, πνεῦμα συνέσεως· φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν αὐτῶν εἰς τὸ εἰδέναι αὐτοὺς καὶ ποιεῖν τὸ θέλημά σου· τέκνα φωτὸς ἀνάδειξον αὐτούς, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντας καὶ αὐξανομένους διὰ τῆς ἄνωθεν σοφίας, πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας σου Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΠΑΝΤΟΣ ΚΤΙΣΜΑΤΟΣ
Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ στερεώσας τοὺς οὐρανοὺς ἐν συνέσει καὶ τὴν γῆν θεμελιώσας ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, ὁ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκοδομήσας τὴν Ἐκκλησίαν καὶ ταύτην ἐπὶ τὴν πέτραν τῆς πίστεως ἀσάλευτον ἑδράσας, αὐτὸς Κύριε, ὁ μέγας ἀρχιτέκτων καὶ δομήτωρ, προνοητής τε καὶ συντηρητὴς τοῦ σύμπαντος κόσμου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, καὶ εὐλόγησον τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ἐν τῷ σῷ ὀνόματι σήμερον θεμέλιον τίθεμεν καὶ τὴν σὴν δύναμιν πρὸς στερέωσιν αἰτούμεθα· οὐ γὰρ ἐπὶ τὴν ἄμμον τὸν κόπον ἡμῶν κτίζομεν, ἀλλ᾿ ἐπὶ σὲ τὴν ἄσειστον πέτραν θεμελιοῦμεν, ἵνα ἐάν τε ἡ βροχὴ καταβῇ, ἐάν τε οἱ ποταμοὶ ἔλθωσιν, ἐάν τε οἱ ἄνεμοι πνεύσωσι, μὴ πέσῃ οὐδ᾿ οὐ μὴ σαλευθῇ. Εὐλόγησον ἐν εἰρήνῃ τὰ ἔργα ἡμῶν καὶ ἄγαγε ταῦτα εἰς αἴσιον πέρας, ὅτι οὐκ ἐν πυρὶ καὶ μαχαίρᾳ ἡ κατάσχεσις ἡμῶν, ἀλλ᾿ ἐν τιμίῳ ἱδρῶτι καὶ ἐν προστασίᾳ ἔργων καλῶν· αὕτη ἡ μερὶς τῆς κληρονομίας ἡμῶν εἰς αἰῶνα αἰῶνος. Σοῦ γὰρ ἀκούοντες, ταῦτα ἐν τῇ σῇ ἐργαζόμεθα δυνάμει, εἰς δόξαν σοῦ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ δημιουργικοῦ σου Λόγου, καὶ τοῦ Ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶθ᾿ οὕτω τίθησιν ὁ Ἱερεὺς ἐν τῷ θεμελίῳ τὸν πρῶτον λίθον, λέγων.
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.
ΕΥΧΗ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΙΔΙΩΤΙΚΟΥ ΕΡΓΟΥ
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀῤῥήτῳ φιλανθρωπίᾳ τὸ γένος τῶν ἀνθρώπων ἐπισκεψάμενος καὶ πᾶσι τοῖς δεομένοις σου τὴν σὴν εὐλογίαν ἐπιχορηγήσας, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε καὶ νῦν ἐπὶ τὸν δοῦλόν σου (τόνδε), τὸν ἑλόμενον ἐν τῷ κράτει τῆς ἰσχύος σου τραπῆναι εἰς ἐργασίαν πρὸς πορισμὸν καὶ εὐλόγησον αὐτόν τε καὶ τὰ ἔργα αὐτοῦ. Τήρησον αὐτὸν ἀνεπηρέαστον παντὸς κακοῦ, ἐπιδαψιλεύων αὐτῷ τε καὶ τοῖς ἐνταῦθα ἐργαζομένοις εἰρήνην, ἀγάπην, ὁμόνοιαν καὶ δικαιοσύνην. Πάρεχε τῷ δούλῳ σου τούτῳ πλούσια τὰ ἐλέη σου καὶ κατεύθυνον τὰ διαβήματα αὐτοῦ εἰς πᾶν ἔργον ἀγαθόν. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΤΑΣΤΑΣΕΙ ΔΗΜΟΤΙΚΗΣ ἢ ΚΟΙΝΟΤΙΚΗΣ ΑΡΧΗΣ47
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ δημιουργὸς καὶ κτίστης τοῦ παντός, ὁ προνοητὴς καὶ συντηρητὴς πάσης τῆς κτίσεως· τῷ γὰρ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματός σου πᾶσα ἡ δύναμις αὐτῶν· σὺ ἀνοίγεις τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶσαν ψυχὴν εὐδοκίας καὶ δίδως τοῖς πᾶσι πνοὴν καὶ ζωὴν καὶ τὰ πάντα· εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὕψωσας γὰρ ἐκλεκτοὺς ἐκ τοῦ λαοῦ σου, ἔδωκας πάλιν ἄρχοντας ἡμῖν, εἰς τὸ ἄρχειν καὶ κρίνειν ἀνὰ μέσον τοῦ λαοῦ. Διόπερ ὑπὲρ τούτων δεόμεθά σου, Ἄρχον εἰρήνης καὶ δικαιοσύνης Κριτά· σὺ ἔδωκας ἡμῖν ἄρχοντας κατὰ τὴν καρδίαν ἡμῶν, αὐτὸς δὲ καὶ δὸς αὐτοῖς ἄρχειν μετ᾿ ἐπιστήμης, ὅτι χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, χαλεπώτερόν ἐστι τὸ ἄρχειν ἀνθρώπων. Κατάστησον αὐτοὺς διακόνους εἰς τὸ ἀγαθόν· τὰς ὁδούς σου γνώρισον αὐτοῖς, καὶ τὰς τρίβους σου δίδαξον αὐτούς, καὶ ὁδήγησον αὐτοὺς ἐπὶ τὴν ἀλήθειάν σου, ἵνα πορευθῶσιν ἐν ἀκακίᾳ καὶ στῶσιν ἐν εὐθύτητι. Διακονησάτωσαν καὶ οὐ διακονηθήτωσαν· οὐκ ἄρξουσιν οὗτοι ἐν ἡμῖν, ἀλλὰ σὺ ἄρξεις ἡμῶν δι᾿ αὐτῶν· ὅτι πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπὸ σοῦ τέτακται καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ σοῦ. Ναί, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἐπάκουσον ἡμῶν ἐν τῷ αἴρειν ἡμᾶς χεῖρας καὶ καρδίαν ἐπὶ σὲ καὶ πλήρωσον ἡμῶν τὰ αἰτήματα. Ὅτι σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΑΡΔΕΥΤΙΚΩΝ ΕΡΓΩΝ48
Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Πάντα γὰρ ὅσα ἠθέλησας ἐποίησας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Σὺ τὴν θάλασσαν ἔκτισας καὶ τὴν γῆν ἐστερέωσας ἐπὶ τῶν ὑδάτων· ἀνέῳξας ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς. Σὺ τὸ ὕδωρ συνάγεις ἐν νεφέλαις ἀέρων καὶ ἐκχέεις αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν καὶ ἐκ τῶν ὑπερῴων σου ποτίζεις τὰ ὄρη. Ἡ φωνή σου ὡς φωνὴ ὑδάτων πολλῶν, ὡς βροντὴ κυμαινούσης θαλάσσης. Σὺ μὲν ἐπήγαγες κατακλυσμὸν ἐπὶ τὴν γῆν καὶ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν καὶ κατέφθειρας πᾶσαν σάρκα ἐν τοῖς ὕδασιν· αὐτὸς δὲ καὶ ἐν Ἰορδάνῃ ἡγίασας τὰ ὕδατα καὶ ἔθου τὴν ἀναγέννησιν ἡμῶν δι᾿ ὕδατος καὶ πνεύματος. Σὺ μὲν τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ κατεπόντισας ἐν Ἐρυθρᾷ θαλάσσῃ· αὐτὸς δὲ καὶ διέῤῥηξας πέτραν ἐν ἐρήμῳ καὶ ἐῤῥύησαν ὕδατα καὶ ἐκόρεσας τὸν λαόν σου ὡς ἐν ἀβύσσῳ πολλῇ. Σὺ μὲν ἐν Αἰγύπτῳ τὰ ποτάμια ὕδατα εἰς αἷμα μετέβαλες καὶ ἀπώζεσε πᾶσα ἡ χώρα· αὐτὸς δὲ καὶ ἐν Μεῤῥᾷ τὰ πικρὰ ὕδατα εἰς γλυκέα μετέστρεψας καὶ διψῶντα τὸν λαόν σου ἐπότισας. Σὺ γάρ, Κύριε, ἐν τῇ δυνάμει σου θανατοῖς καὶ σῴζεις, τίθης ποταμοὺς εἰς ἔρημον καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ὅθεν τῷ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐποχουμένῳ καὶ περιπατοῦντι ἐπὶ νώτων θαλάσσης, δοξολογίαν κατὰ χρέος σοι προσάγοντες, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, μεγαλόδωρε τοῦ γένους ἡμῶν εὐεργέτα. Ἐπάκουσον ἡμῶν, Κύριε, καὶ ὡς ὑετὸν ἀπὸ τοῦ οὐρανοῦ κατάπεμψον ὑμῖν τὴν εὐλογίαν σου. Εὐλόγησον ἡμᾶς καὶ τὰ εἰρηνικὰ ταῦτα τῶν χειρῶν ἡμῶν ἔργα· [καὶ τῷ προστάγματί σου, ὡς ὅτε τὸν κόσμον ἐποίεις, συναχθήτω τὰ ὕδατα ταῦτα εἰς συναγωγὴν μίαν· ὕδατα μὲν εἰς ἀπώλειαν ἄχρι τῆς σήμερον ἐγένοντο· ὕδατα δὲ εἰς εὐημερίαν τοῦ λαοῦ σου εἰς τὸν ἐπιόντα χρόνον ἔσονται. Τότε δὴ χαρήσεται τὰ πεδία καὶ πιανθήσονται αἱ ἔρημοι καὶ πᾶν ὄρος ἔσται εἰς ὁδὸν καὶ πᾶσα τρίβος εἰς βόσκημα καὶ ἡ πετρώδης εἰς ἕλη ὑδάτων καὶ ἡ διψῶσα γῆ ἐν ὑδραγωγοῖς· καὶ ἀναβήσεται εἰς τὴν ἄνυδρον κέδρος καὶ πύξος καὶ μυρσίνη καὶ κυπάρισσος καὶ λεύκη· καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς, καὶ συστήσουσι πόλεις κατοικεσίας καὶ σπεροῦσιν ἀγροὺς καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ ἔσται τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ]. Σὺ γὰρ εἶ ἡ πηγὴ τῆς ζωαρχίας, ὁ διδοὺς ἡμῖν τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον καὶ σοὶ τὴν δέησιν προσάγομεν καὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΠΛΟΙΟΥ
Μετὰ τὸ εἰπεῖν τὸν Διάκονον τό, Εὐλόγησον, Δέσποτα, καὶ τὸν Ἀρχιερέα τό, Εὐλογητὸς ὁ Θεός..., ὁ Χορὸς ἀποκρίνεται τό, Ἀμὴν καὶ ψάλλει τὸ ἀπολυτίκιον τοῦ Ἁγίου Νικολάου· «Κανόνα πίστεως...»· μεθ᾿ ὃ ὁ Διάκονος· Τοῦ Κυρίου, δεηθῶμεν. Ὁ δὲ Ἀρχιερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...
Ὁ Χορός· τὸ Ἅγιος ὁ Θεός..., ὡς συνήθως κ.λπ. κατὰ τὴν τάξιν.
Ὁ Ἀρχιερεύς·
Σὲ Κύριε, δοξάζομεν, τὸν παντοκράτορα καὶ παντεχνίτην δημιουργόν, ὃν ὑμνεῖ καὶ δοξάζει πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Σὺ γὰρ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· σὺ διεχώρισας ἀναμέσον τῆς ξηρᾶς καὶ ἀναμέσον τοῦ ὕδατος, καὶ ἐκάλεσας τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσας θαλάσσας. Σὺ ἔθου τῇ θαλάσσῃ νέφος τὴν ἀμφίεσιν αὐτῆς, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσας καὶ διὰ πυλῶν ἔφραξας αὐτὴν καὶ ὅρια ἔθηκας αὐτῇ καὶ κλεῖθρα, πρὸς τὸ μὴ ἐπαναστρέψαι καὶ καλύψαι τὴν γῆν. Σὺ δεσπόζεις τοῦ κράτους τῶν ὑδάτων· συνταράσσεις τὸ κύτος τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· [πᾶν γὰρ τὸ ὕδωρ καὶ ἡ κτίσις ἅπασα ἐπείγεται τῷ δημιουργικῷ σου Λόγῳ ὑπουργεῖν, ὡς ὅτε ἐν ἀρχῇ, φωνῇ τοῦ σοῦ προστάγματος, μᾶλλον δὲ ῥοπῇ τοῦ σοῦ θελήματος, τὰ πάντα ἐγένετο. Δοξάζομέν σε τὸν παντοδύναμον Δημιουργὸν καὶ εὐχαριστοῦμέν σοι τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ Δεσπότῃ. Τί ὅτι καλὰ λίαν τὰ ἔργα τῶν χειρῶν σου ἡ σὴ ἀριστοτέχνις παντεχνία ἐθεάσατο, ἀλλ᾿ ἢ ὅτι ταῦτα ἡ σὴ πατρικὴ ἀγαθότης τῷ βίῳ ἡμῶν ὑπηρετεῖν διετάξατο; Ἔπλασας γὰρ τὸν ἄνθρωπον καὶ ἔθηκας αὐτὸν ὡς βασιλέα τῆς κτίσεως καὶ ἔδωκας ἡμῖν σοφίαν καὶ ἐδίδαξας ἡμᾶς ἐπιστήμας καὶ τέχνας, ἵνα διὰ τούτων κατακυριεύσωμεν τῆς γῆς. Ὄντως καλὰ λίαν τὰ τῶν οὐρανίων Δυνάμεων συστήματα, ὅτι οἱ ἅγιοι Ἄγγελοι διακονοῦσι τοῖς μέλλουσι κληρονομεῖν σωτηρίαν· καλὰ λίαν τὰ τῆς γῆς ἀγαθά, ὅτι διὰ τούτων ἡ τοῦ σώματος ζωὴ συντηρεῖται καὶ προάγεται]· καλὴ δὲ λίαν καὶ ἡ θάλασσα, ὅτι εἰ μὴ θάλασσα ἦν, οὐδ᾿ ἂν ἐξ οὐρανοῦ ἦσαν ὑετοὶ καὶ βροχαὶ καὶ ἐπὶ πᾶσαν τὴν γῆν πόσιμον ὕδωρ· καλὴ ἡ θάλασσα λίαν, ὅτι ἡμῖν ὑπηρετεῖ ὁ ἐνάλιος πλοῦτος, τὰς δὲ πλεῖστον ἀπ᾿ ἀλλήλων διεστώσας ἠπείρους αὕτη συνάπτει, ἀκώλυτον τοῖς ναυτιλλομένοις τὴν ἐπιμιξίαν παρεχομένη, δι᾿ ὧν καὶ τοῖς ἀνθρώποις κοινωνίας καὶ πλούτου πρόξενος γίνεται. Διόπερ καὶ ἡμεῖς σήμερον τὰ ἐγκαίνια τοῦδε τοῦ πλοίου τελοῦντες καὶ σέ, ἐφ᾿ οἷς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγες, δοξάζοντες, σοὶ δέ, ἐφ᾿ οἷς διὰ τὴν ζωὴν ἡμῶν καὶ σωτηρίαν ἐποίησας, εὐχαριστοῦντες, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, Κύριε ὁ Θεός, ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος. Ὁ τοῦ παντὸς κυβερνήτης ἐλθὲ μεθ᾿ ἡμῶν διὰ Ἰησοῦ τοῦ Σωτῆρος καὶ γενοῦ τῆς νηὸς ταύτης κυβερνήτης καὶ οἰακιστής, καὶ τῶν μελλόντων πλέειν ἐν αὐτῆ συμπλωτὴρ καὶ προστάτης· οὕτω γὰρ ὅτε ἦν ἐπὶ γῆς ὁ Σωτὴρ ἡμῶν περιεπάτει ἐπὶ νώτων θαλάσσης, εἰς βοήθειαν σπεύδων τῶν ἑαυτοῦ μαθητῶν, καὶ ἐπετίμα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγίνετο γαλήνη μεγάλη. Οὗτος ὁ φιλάνθρωπος Σωτὴρ ἡμῶν καὶ τὸ νεοπαγὲς τοῦτο πλοῖον εὐλογήσαι, ὅσα αὐτοῦ ἐστιν ἐν τῇ πρώρᾳ καὶ ἐν τῇ πρύμνῃ καὶ ἐν τῷ κύτει, τὴν τρόπιν καὶ τὸ πηδάλιον, τὰς μηχανὰς καὶ τὰς ἕλικας, τὰς ἁρμογὰς καὶ τὰ ὑποζώματα, τὰ καταστρώματα καὶ τοὺς ἱστοὺς καὶ ταῦτα πάντα ἀσινῆ τε καὶ ἀῤῥαγῆ διατηρήσαι· οὕτω γὰρ ἡ κιβωτός, ἡ κατὰ τὸ σὸν πρόσταγμα κατασκευασθεῖσα, τῇ σῇ εὐλογίᾳ τῶν ὑδάτων περιεγένετο καὶ τὸν δίκαιον Νῶε καὶ τοὺς μετ᾿ αὐτοῦ ἐπὶ τοῦ κατακλυσμοῦ διεσώσατο. Κύριε τῶν Δυνάμεων, διάταξον τοῖς Ἀγγέλοις τοῖς ἐπὶ τὰς τέσσαρας τῆς γῆς γωνίας ἑστῶσι καὶ τοὺς τέσσαρας κρατοῦσιν ἀνέμους, ἵνα μήποτε ἀδικήσωσι τὴν θάλασσαν, ἐφ᾿ ἣν ἂν μέλλῃ πλέειν τὸ πλοῖον τοῦτο, διαφύλαξον δὲ τοὺς ἄνδρας καὶ τὰ πληρώματα αὐτοῦ καὶ δὸς αὐτοῖς φύλακα Ἄγγελον ἀγαθὸν καὶ εἰρηνικόν. Ναί, Κύριε, ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πάντων πλούσια τὰ ἐλέη σου, ὅτι σὺ δαψιλῶς παρέχεις πᾶσι τοῖς ἐπικαλουμένοις σε ἐν πίστει τά τε πνευματικὰ καὶ ὑλικὰ ἀγαθά σου, κατὰ τὸν πλοῦτον τῆς χρηστότητος καὶ τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ δεδοξασμένος εἶ, σὺν καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις, ἐν ᾗ ἐν τέλει μνημονεύομεν τοῦ προστάτου τῶν ναυτιλλομένων Ἁγίου Νικολάου.
ΕΥΧΗ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΚΟΙΝΩΦΕΛΟΥΣ ΕΡΓΟΥ
Κύριε Ἰησοῦ Χριστέ, ὁ ἐνανθρωπήσας Θεὸς ἡμῶν, ὁ ἐν κόπῳ καὶ μόχθῳ γενόμενος καὶ τὰ ἡμέτερα ἐπιτηδεύματα ἐργασάμενος, ὁ καὶ τοὺς Ἁγίους Ἀποστόλους ἀπὸ τῆς ἐργασίας καλέσας, ἵνα ταύτην εὐλογῶν ἁγιάσῃς, αὐτὸς Κύριε, ὁ πρῶτος ἐν ἡμῖν ἐργάτης καὶ τεχνουργός, εὐλόγησον ἡμᾶς καὶ τὰ ἔργα ἡμῶν ταῦτα, ὧν ἐν τῷ ὀνόματί σου καταρχόμεθα σήμερον, ἵνα ταῦτα ταχὺ καὶ αἰσίως εἰς πέρας ἀγάγωμεν. Φώτισον δὲ ἡμῶν τὴν διάνοιαν καὶ ἐνίσχυσον ἡμῶν τοὺς βραχίονας, ἵνα πάντοτε τὸ ἀγαθὸν πράττωμεν καὶ τὰ ἔργα τοῦ φωτὸς ἐργαζώμεθα, εἰς διακονίαν τοῦ λαοῦ σου καὶ εἰς δόξαν σὴν καὶ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΕΥΛΟΓΗΣΕΙ ΝΕΟΥ ΟΧΗΜΑΤΟΣ – ΑΥΤΟΚΙΝΗΤΟΥ κ.λπ.
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ὁ ἐν οὐρανῷ τῷ θρόνῳ ἐποχούμενος, ἐν γῇ δὲ πεζῇ περιαγαγὼν τὰς πόλεις καὶ τὰς κώμας, εἰς δὲ τὴν ἁγίαν πόλιν μικρὸν πρὸ τοῦ ἑκουσίου Πάθους ἐπὶ πώλου ὄνου καθεζόμενος εἰσελθών· ὁ δι᾿ Ἀγγέλου σου Φιλίππῳ τῷ διακόνῳ λαλήσας, ἵνα ἀναστὰς πορευθῇ κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν καὶ προσελθὼν κολληθῇ τῷ ἅρματι τοῦ αἰθίοπος, ὃν καί, μετὰ τὸ εὐαγγελίσασθαι αὐτῷ ἐπὶ τοῦ ἅρματος σὲ τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καί, μετὰ τὸ πιστεῦσαι αὐτὸν ἐξ ὅλης καρδίας εἶναί σε τὸν Υἱὸν τοῦ Θεοῦ, στάντος τοῦ ἅρματος καὶ καταβάντων ἀμφοτέρων, ἐβάπτισεν· αὐτὸς Δέσποτα, εὐλόγησον καὶ τὸ ὄχημα τοῦτο καὶ δὸς τῷ δούλῳ σου (τῷ δεῖνι) ἵνα πορεύηται τὴν ὁδὸν αὐτοῦ χαίρων καὶ τελειώσῃ τὸν δρόμον αὐτοῦ καὶ τὴν διακονίαν, ἣν ἔλαβε παρὰ σοῦ. Τὸ γὰρ τὸν δρόμον τελέσαι, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· διόπερ καὶ δεόμεθά σου, δὸς ἡμῖν Ἄγγελον φωτεινόν, ἵνα πορεύηται ἔμπροσθεν ἡμῶν, ῥυόμενος ἡμᾶς, ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ, ἀπὸ παντὸς κακοῦ καὶ ἵνα, Πνεύματι Θεοῦ ἀγόμενοι, τρέχωμεν καλῶς καὶ μὴ εἰς κενὸν κοπιῶμεν. Σὺ γὰρ εἶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ ἐπὶ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΝΟΣΗΛΕΥΤΙΚΟΥ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΙΚΟΥ ΚΑΤΑΣΤΗΜΑΤΟΣ
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς καὶ ὁ ποιμήν, ὁ τὰ σωματικὰ καὶ ψυχικὰ πάθη τῶν ἀνθρώπων ἰώμενος, ὁ ἐλθὼν εἰς τὸν κόσμον, ἵνα ζητήσῃς καὶ σώσῃς τὸ ἀπολωλός, ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων, ὁ τοὺς συντετριμμένους τὴν καρδίαν ἀνορθῶν καὶ τοῖς πτωχοῖς εὐαγγελιζόμενος εἰρήνην· αὐτός, Κύριε, ἐπισκίασον ἡμῖν τῷ Ἁγίῳ σου Πνεύματι, ἐν τῷδε τῷ τοῦ ἐλέους καταστήματι καὶ τῷ τῆς ἀγάπης πανδοχείῳ. Τὴν σὴν εἰρήνην καὶ τὴν σὴν εὐλογίαν χάρισαι πᾶσιν ἡμῖν, τοῖς τε διακονοῦσι τοῖς τε διακονουμένοις ἐν τῷδε τῷ οἴκῳ καὶ πᾶσι τοῖς εἰς θεραπείαν τοῦ λαοῦ σου τεταγμένοις· δὸς αὐτοῖς, ἐν εἰλικρινείᾳ καὶ πίστει ἀληθεῖ, ἐν ἀγάπῃ τελείᾳ καὶ πνεύματι ζέοντι, τελεῖν τὰ ἑαυτῶν ἔργα, ἐν πᾶσι καὶ πάντοτε τὴν σὴν εἰκόνα ἐν τῷ ἀνθρώπῳ βλέποντας, ἐν τῷ σῷ ὀνόματι τοὺς πάσχοντας δεχομένους, καὶ κατὰ τὸν σὸν λόγον ἔλαιον καὶ οἶνον ἐπὶ τὰ ἄλγη αὐτῶν ἐπιχέοντας· οὐδὲν γὰρ ὡς ἀληθῶς, οὐδὲν ὠφελούμεθα, ἂν μὴ τὰ ἔργα ἡμῶν ἐν ἀγάπῃ τελῶμεν, ἐξόχως δὲ ταῦτα, τὰ εἰς θεραπείαν τῶν ἀδελφῶν ἡμῶν γινόμενα. Δώρησαι τοίνυν ἡμῖν τὴν ἀγάπην, ἵνα ταύτην καὶ λόγον καὶ τέλος ἐν τῷ βίῳ ἡμῶν ἔχωμεν, ἵνα σὲ τὸν Χριστόν, τὴν ὄντως ἀγάπην, σχῶμεν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, ποιοῦντα ἐν ἡμῖν τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας, εἰς τὸ εἶναι ἡμᾶς πνευματοκινήτους καὶ θεοδιδάκτους εἰς τὸ ἀγαθόν· ἵνα ἡ δύναμις ἐν οἷς πράττομεν ᾖ ἐκ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἵνα τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρωμεν πάντοτε, εἰς δόξαν καὶ τιμὴν τοῦ ὑπερενδόξου ὀνόματός σου, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἀνάρχου σου Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ Ἀπόλυσις ὡς συνήθως, ἐν τέλει τῆς ὁποίας γίνεται μνεία· τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος...
ΕΥΧΗ ΕΙΣ ΜΕΤΑΛΗΨΙΝ ΣΤΑΦΥΛΗΣ Τῌ ΣΤ´ ΑΥΓΟΥΣΤΟΥ
Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου τὸν νέον, ὃν διὰ τῆς τοῦ ἀέρος εὐκρασίας, καὶ τῶν σταγόνων τῆς βροχῆς, καὶ τῆς τῶν καιρῶν γαλήνης εἰς ταύτην τὴν ὡριμωτάτην στάσιν ἐλθεῖν εὐδόκησας, ἵνα ᾖ ἐν ἡμῖν τοῖς ἐξ αὐτοῦ τοῦ γεννήματος τῆς ἀμπέλου μεταλαμβάνουσιν, εἰς εὐφροσύνην, καὶ τοῖς προσενέγκασι δῶρον, εἰς ἐξιλασμὸν ἁμαρτιῶν, διὰ τοῦ ἱεροῦ καὶ ἁγίου Σώματος καὶ Αἵματος, τοῦ Χριστοῦ σου· μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΔΟΞΟΛΟΓΙΑΙ
ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΠΡΩΤῌ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ νόμον ἐκπληρῶν, περιτομὴν θελήσει καταδέχῃ σαρκικήν, ἵνα παύσῃς τὰ σκιώδη καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.
Τὸ Ἀπολυτίκιον τοῦ Ἁγ. Βασιλείου. Ἦχος α´
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸ Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος δ´. Ὁ ὑψωθείς
Ὁ τῶν αἰώνων ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σώζων τῷ ἐλέει σου τῷ ἀπείρῳ Οἰκτίρμον, πάντας τοὺς λατρεύοντάς σοι τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.
Εἶτα Στίχους ἐκ τῆς Δοξολογίας
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην Δέησιν.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, καὶ ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν χώραν, ἢ τὴν κώμην, ἢ τὴν νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ´), πραείᾳ τῇ φωνῇ.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν εἰσελθεῖν· αὐτὸς πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας. Τὴν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τὸ εὐσεβὲς ἡμῶν Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τοὺς Ἄρχοντας ἡμῶν καὶ τὸν Στρατὸν τῇ κραταιᾷ σου χειρὶ στερέωσον καὶ κράτυνον. Τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. Ἐλθέτω δὴ ἐφ᾿ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης, καὶ εἰρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν·
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,...
Ὁ Χορός· Ἀμήν.
ΤΕΛΕΤΗ ΚΟΠΗΣ ΒΑΣΙΛΟΠΙΤΤΑΣ
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾿ οὐσίαν πολυεύσπλαγχνε Κύριε· καὶ νόμον ἐκπληρῶν, περιτομὴν θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.
Τὸ Ἀπολυτίκιον τοῦ Ἁγ. Βασιλείου. Ἦχος α´
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸ Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος δ´. Ὁ ὑψωθείς
Ὁ τῶν αἰώνων ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σώζων τῷ ἐλέει σου τῷ ἀπείρῳ Οἰκτίρμον, πάντας τοὺς λατρεύοντάς σοι τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην δέησιν.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου καὶ γενέσθαι αὐτὸν εἰρηνικὸν καὶ σωτήριον.
Ἔτι δεόμεθα ὑπέρ... (καὶ μνημονεύει τῶν ὑπὲρ ὧν γίνεται ἡ κοπὴ τῆς Βασιλόπιττας) τῶν ἀπεκδεχομένων τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ Ἱερεύς·
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς τὴν Εὐχήν·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος καὶ τὴν ζωὴν ἡμῶν εἰς χεῖρας σου διακρατῶν, ἐπάκουσον ἡμῶν δεομένων σου ἐν τῇ εὐσήμῳ ἡμέρᾳ ταύτῃ, ἐπὶ τῇ εἰσόδῳ ἡμῶν εἰς τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητός σου, καὶ εὐλόγησον τοὺς πλακοῦντας τούτους τοὺς προσφερομένους εἰς δόξαν σὴν καὶ τιμὴν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ μεγάλου Ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. Ἐπίβλεψον μεγαλόδωρε ἐξ οὐρανοῦ ἁγίου σου καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς, τούς τε τὰ δῶρα ταῦτα εὐτρεπίσαντας καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας, τὰς οὐρανίους δωρεάς σου, ὅτι ἐπὶ σοὶ ἠλπίκαμεν, τῷ ζῶντι Θεῷ, εἰς τοὺς αἰῶνας. Εὐλόγησον τὰς εἰσόδους καὶ ἐξόδους ἡμῶν, πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν ἡμῶν καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν θείων σου ἐντολῶν, ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.
Πρεσβείαις τῆς παναχράντου σου Μητρός, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ μεγάλου καὶ πάντων σου τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν·
Δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείας τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, οὐρανοφάντορος τοῦ Μεγάλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθός, φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...
Ὁ Χορός· Ἀμήν.
ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΟΡΤῌ
(Τῇ 25ῃ Μαρτίου)
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος α´
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ´
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Εἶτα Στίχους ἐκ τῆς Δοξολογίας
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην δέησιν.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´).
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ χώραν, κώμην, νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ´) πραείᾳ τῇ φωνῇ.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων καὶ τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνῶν τὸν κόσμον· ὁ ποιήσας ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ἑκάστῳ δὲ αὐτῶν ὁρίσας τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ὁ καὶ τὸ εὐσεβὲς ἡμῶν ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, πρὸς τὸ φῶς τῆς ὀρθοδόξου πίστεως καθοδηγήσας καὶ μεγάλους ἐξ αὐτοῦ τῇ Ἐκκλησίᾳ Πατέρας καὶ Διδασκάλους ἀναδείξας· ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας, δουλωθὲν δὲ στηρίξας καὶ διασώσας, καὶ εἰς ἐλεύθερον αὖθις βίον ἐξαναστήσας· Αὐτὸς πανάγιε Δέσποτα, ἐπὶ τῇ ἀπελευθερώσει καὶ παλιγγενεσίᾳ τοῦ ἡμετέρου Ἔθνους, τὰς εὐχαριστηρίους ἡμῶν ταύτας δέξαι προσευχὰς καὶ ἐπάκουσον ἡμῶν ἐν πίστει δεομένων σου ἐκτενῶς. Τὰς ψυχὰς τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἡρωϊκῶς πεσόντων ἢ μαχαίρᾳ καὶ ἀγχόνῃ ἀναιρεθέντων ἢ ἐν αἰχμαλωσίᾳ καὶ κακουχίᾳ ἀποθανόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον· ἡμᾶς δὲ πάντας, ὁ ὑπερασπιστὴς τῶν σωτηρίων ἡμῶν, ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον καὶ ἐν εἰρήνῃ διαφύλαξον· Πᾶσαν Ἀρχὴν καὶ Ἐξουσίαν ἐν τῷ Κράτει ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, εὐστάθειαν τῇ Ἐκκλησίᾳ καὶ τῇ Πολιτείᾳ δωρούμενος. Σὺ γὰρ εἶ ὁ ἄρχων τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν·
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, σαρκωθῆναι καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...
Ὁ Χορός· Ἀμήν.
ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΠΕΤΕΙῼ ΤΩΝ ΝΙΚΗΤΗΡΙΩΝ
(Τῇ 28ῃ Ὀκτωβρίου)
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου. Ἦχος α´. Τῆς ἐρήμου πολίτης
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν· καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς· σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ, Ἄχραντε.
Καὶ τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον·
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Εἶτα τοὺς καθωρισμένους στίχους τῆς Δοξολογίας.
Ἦχος βαρύς
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ἡ δεξιά σου Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς. Ἀλληλούϊα (γ´).
Ἐν τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους. Ἀλληλούϊα (γ´).
Ταλαιπωρίᾳ ἐταλαιπωρήθημεν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλληλούϊα (γ´).
Οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν, οἱ οἶκοι ἠρημώθησαν, καὶ ἡμεῖς περιυβρίσθημεν. Ἀλληλούϊα (γ´).
Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Ἀλληλούϊα (γ´).
Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ· πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Ἀλληλούϊα (γ´).
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην δέησιν.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τοῖς ἱεροῖς τοῦ Ἔθνους ἡμῶν ἀγῶσι πάλαι τε καὶ ἐπ᾿ ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´).
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ χώραν, κώμην, νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ´, πραείᾳ τῇ φωνῇ).
Ὁ Διάκονος·
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν·
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδήν σοι ἀναμέλψαι τῷ εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες, ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἡμέρα πτώσεως ἐπὶ ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως. Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ. Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά Σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων καὶ ἵνα τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἂν οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καὶ δοξολογίαν σοι ἀναπέμπωμεν, τῷ κραταιῷ Βασιλεῖ τῶν αἰώνων εἰς τοὺς αἰῶνας.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς τὴν συνήθη Ἀπόλυσιν, καί·
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...
Ὁ Χορός· Ἀμήν.
ΤΕΛΕΤΑΙ. Η ΤΑΞΙΣ ΤΗΣ ΛΙΤΑΝΕΥΣΕΩΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Τῌ ΚΥΡΙΑΚῌ Α´ ΝΗΣΤΕΙΩΝ (ΟΡΘΟΔΟΞΙΑΣ)
Μετὰ τὸ ᾈσματικὸν τῆς Δοξολογίας, «Ἅγιος ὁ Θεός...» ἢ ἅμα τῷ πέρατι τῆς θείας Λειτουργίας, τελεῖται ἡ ἐπὶ τῇ Ἑορτῇ τῆς Ὀρθοδοξίας Λιτάνευσις τοῦ Τιμίου Σταυροῦ καὶ τῶν ἱερῶν Εἰκόνων πέριξ τοῦ Ναοῦ ἢ ἐντὸς τοῦ ναοῦ κατὰ τὴν ἑξῆς τάξιν·
Ἐξελθόντες τοῦ ἱεροῦ Ναοῦ ἢ ἐντὸς τοῦ ναοῦ –ὡς ἐπεκράτησε–, ὅ τε ἱερὸς Κλῆρος καὶ ὁ λαὸς μετὰ τοῦ Τιμίου Σταυροῦ καὶ τῶν ἱερῶν Εἰκόνων, καὶ τάξιν λιτανεύσεως ἀποτελέσαντες, κατὰ τὰ εἰωθότα, περιερχόμεθα ἅπαξ τὸν Ἱερὸν Ναόν, τῶν κωδώνων αὐτοῦ χαρμοσύνως κρουομένων, τῶν δὲ Χορῶν ψαλλόντων τὸ
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος β´
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Εἰς 4 στάσεις
Εἰς ἑκάστην δὲ τοῦ Ἱεροῦ Ναοῦ πλευρὰν γίνονται αἱ κάτωθι Δεήσεις.
α. Ἐν τῇ νοτίᾳ ἐξωτερικῇ πλευρᾷ τοῦ Ναοῦ, τελεῖται δέησις ὑπὲρ τῶν ζώντων·
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορὸς μεθ᾿ ἑκάστην δέησιν· Κύριε, ἐλέησον.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
β. Ὄπισθεν τοῦ Ἱεροῦ γίνεται δέησις ὑπὲρ τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὁ Χορός· Αἰωνία ἡ μνήμη αὐτῶν (γ´).
Ὁ Ἀρχιερεύς·
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
γ. Ἐν τῇ βορείᾳ πλευρᾷ τοῦ Ναοῦ, ὑπὲρ τῶν ζώντων, ὡς ἐν τῇ πρώτῃ στάσει·
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, κράτους, νίκης, διαμονῆς, ὑγιείας καὶ σωτηρίας αὐτῶν· καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν, ἐπὶ πλέον συνεργῆσαι, κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τὸ κράτος αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον.
δ. Πρὸ τῆς δυτικῆς θύρας τοῦ Ναοῦ, ὑπὲρ τῶν ζώντων·
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ χώραν, ἢ κώμην, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Ἱερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Εἶτα ἀναγινώσκει ὁ προεξάρχων Ἀρχιερεὺς τὰς ἑξῆς περικοπὰς ἐκ τοῦ Συνοδικοῦ τῆς Ζ´ Οἰκουμενικῆς Συνόδου·
Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαῤῥησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην, ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες, καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.
Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν.
Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας, ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν·
Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.
Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´).
Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι, καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων.
Ὁ Χορός· Ἀμήν.
Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν Ἱ. Ναὸν ψάλλεται τὸ Μέγα Προκείμενον μετὰ τῶν Στίχων αὐτοῦ·
Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Στίχ. Καὶ εἶπα· νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου.
Εἶτα (πρὸ τῆς ἐνάρξεως τῆς Θ. Λειτουργίας) τό·
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΥΧΑΙ ΕΠΙ ΕΙΔΙΚΑΙΣ ΕΟΡΤΑΙΣ
Ἐπὶ ταῖς ἑορταῖς ταύταις, μετὰ τὴν ἐναρκτήριον ἐκφώνησιν τοῦ Ἀρχιερέως· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ψάλλεται τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον· Τῇ Ὑπερμάχῳ. Ψάλλονται δὲ ἀκολούθως οἱ ὡρισμένοι στίχοι τῆς Δοξολογίας, μεθ᾿ ἣν ὁ Διάκονος ἀπαγγέλλει τὴν Ἐκτενῆ· Ἐλέησον ἡμᾶς ὁ Θεός. Ταύτην δ᾿ ἐπισφραγίζει ἡ ἑκάστοτε εἰδικὴ εὐχὴ (ὑπὸ τοῦ Ἀρχιερέως), ὡς κατωτέρω·
ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΣΤΡΑΤΟΥ ΞΗΡΑΣ (ΠΕΖΙΚΟΥ κ.λπ.)
(23 Ἀπριλίου)
Κύριε Σαβαώθ, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης καὶ βασιλείας, ἐπὶ γῆς δ᾿ ἑκάστῳ ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, πρόσδεξαι τὴν δέησιν καὶ τὴν δοξολογίαν καὶ εὐχαριστίαν ἡμῶν, ὅτι τὸ ἡμέτερον εὐσεβὲς ἔθνος ἔθου ὑπὸ τὴν κραταιάν σου πάντοτε σκέπην καὶ προστασίαν. Ἐπάκουσον δ᾿ ἡμῶν δεομένων σου ὑπὲρ τῶν φρουρῶν τῆς Πατρίδος ἡμῶν, παντὸς τοῦ φιλοχρίστου Στρατοῦ, ὃν σκέπε, φρούρει, φύλαττε ἐκ παντοίων κινδύνων. Ὕψωσον αὐτοῦ τὴν δεξιάν· κράτυνον τὸν βραχίονα· καὶ ὑπόταξον αὐτῷ πάντα ἐχθρὸν καὶ πολέμιον, πάντα τὰ βάρβαρα ἔθνη καὶ τὰ ἄτακτα στίφη τὰ τοὺς πολέμους καὶ ταραχὰς θέλοντα, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΝΑΥΤΙΚΟΥ (6 Δεκεμβρίου) ΚΑΙ ΤΗΝ ΝΑΥΤΙΚΗΝ ΕΒΔΟΜΑΔΑ
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ δημιουργὸς τῆς θαλάσσης καὶ πάντων τῶν καλῶς πλεόντων ἀγαθὸς συμπλωτὴρ καὶ προστάτης· ὁ τὸν Ἰωνᾶν, ἐν τῇ κοιλίᾳ τοῦ κήτους καταποθέντα, ῥυσάμενος, καὶ εἰς Νινευΐ διαπεραιώσας, μετάνοιαν κηρῦξαι, Παῦλον δὲ τὸν ἐθνοκήρυκα, τρὶς ναυαγήσαντα καὶ νυχθήμερον ἐν τῷ βυθῷ ποιήσαντα, σῷον διαφυλάξας· ὁ ἀπὸ τῆς θαλάσσης καλέσας τοὺς ἁλιεῖς, καὶ θεολόγους αὐτοὺς ἀναδείξας· ὁ διὰ τῆς σαγήνης τῆς Ἐκκλησίας σου πάντας καλῶν εἰς σωτηρίαν· ὁ κυβερνήτης τῆς τῆς Ἐκκλησίας ὁλκάδος, ἣν δέδωκας τοῖς θέλουσι σωθῆναι καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ προσορμισθῆναι· Αὐτὸς πρόσδεξαι τὴν δοξολογίαν τῶν δούλων σου καὶ ἐπάκουσον ἐν τῇ ἡμέρᾳ ταύτῃ, καθ᾿ ἣν ἑορτάζομεν φαιδρὰν ἑορτὴν τῶν ναυτικῶν μονάδων, καὶ τοὺς συγκροτοῦντας ταύτας ἀξιωματικοὺς καὶ ναύτας εὐλόγησον. Τοὺς ἄρχοντας τῆς χώρας ἡμῶν καὶ τὸν φιλόχριστον κατὰ γῆν καὶ θάλασσαν καὶ ἀέρα στρατὸν ἐνίσχυσον. Ὑπόταξον ὑπὸ τὸ κράτος αὐτοῦ πάντα ἐχθρὸν καὶ πολέμιον καὶ σύντριψον τὰ βάρβαρα ἔθνη, τὰ τοὺς πολέμους καὶ ἀκαταστασίας θέλοντα. Τοὺς ἡγήτορας τῶν ἐνόπλων δυνάμεων τῆς χώρας ἡμῶν κράτυνον. Τὸ ἔθνος ἡμῶν περιφρούρησον τῇ ἀοράτῳ σου ἐπιστασίᾳ, μήποτε εἴπῃ ὁ ἐχθρός· ἴσχυσα πρὸς αὐτό. Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου παράσχου, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, καὶ τὰ εὐάρεστά σοι πράττωμεν, ὑμνοῦντες καὶ δοξάζοντες τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΑΕΡΟΠΟΡΙΑΣ
(8 Νοεμβρίου)
Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Σοῦ τὴν δόξαν οἱ οὐρανοὶ διηγοῦνται, ποίησιν δὲ χειρῶν σου ἀναγγέλλει τὸ στερέωμα. Ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ἡμῶν, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν καὶ κατέστησας ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τοὺς αἰθέρας. Ἐφ᾿ ᾧ καὶ ὁδοιποροῦντες, θαλασσοποροῦντες καὶ ἀεροποροῦντες, ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου διάγομεν καὶ ὑπὸ τὸ κράτος καὶ τὴν προστασίαν σου διατελοῦμεν. Καὶ τὴν δόξαν σου ἐκδιηγούμεθα· καὶ πάντα τὰ διαβήματα ἡμῶν Σοὶ καὶ τῷ νόμῳ σου κατὰ χρέος ἔχομεν κατευθύνειν. Ὅτι σὸν τὸ κράτος καὶ Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΠΙ Τῌ ΗΜΕΡᾼ ΤΩΝ ΕΝΟΠΛΩΝ ΔΥΝΑΜΕΩΝ
(15 Αὐγούστου ἢ 21 Νοεμβρίου)
Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α´
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας· ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Αὐτόμελον
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Εἶτα Στίχους ἐκ τῆς Δοξολογίας·
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ὁ Διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ὁ Χορός· Κύριε, ἐλέησον (γ´) μεθ᾿ ἑκάστην δέησιν.
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τοῖς ἱεροῖς ἀγῶσι τοῦ Ἔθνους ἡμῶν πάλαι τε καὶ ἐπ᾿ ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´).
Ὁ Διάκονος·
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ χώραν, κώμην, νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ´, πραείᾳ τῇ φωνῇ)
Ὁ Διάκονος·
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεύς·
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός· Κύριε, ἐλέησον.
Ὁ Ἀρχιερεὺς τὴν Εὐχὴν ταύτην·
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἵνα εὐχαριστήριον αἶνον καὶ δοξολογίαν ἀναπέμψωμεν Σοὶ τῷ Εὐεργέτῃ καὶ Σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν, ὁ φιλόχριστος Στρατὸς καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ τὸ αὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά Σου εἰς τὸν κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλόχριστον Στρατὸν εἰργάσατο, πάλαι τε καὶ ἐπ᾿ ἐσχάτων. Ὅτι ἐνεδυνάμωσας αὐτὸν ἐν ἀσθενείᾳ, καὶ ἀνέδειξας αὐτὸν ἰσχυρὸν καὶ θριαμβευτὴν κατὰ τῶν πολεμίων. Ὅθεν, ἐν εὐγνωμοσύνῃ πολλῇ, τῶν ἀγώνων αὐτῶν ὑπὲρ τῆς πίστεως καὶ τῆς πατρίδος ἡμῶν ἀναμιμνησκόμενοι, δεόμεθα τῆς Σῆς ἀγαθότητος καὶ φιλανθρωπίας. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Σκέπασον ὑπὸ τὴν σκέπην τῶν πτερύγων Σου τὸ εὐσεβὲς ἡμῶν Ἔθνος. Ἐνίσχυσον τῇ πανσθενεῖ Σου δυνάμει τοὺς Ἄρχοντας ἡμῶν, καὶ τὸν κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλόχριστον ἡμῶν Στρατόν. Στεφάνωσον αὐτοὺς ὅπλῳ ἀληθείας, ὅπλῳ εὐδοκίας καὶ δικαιοσύνης. Χάρισαι αὐτοῖς βαθεῖαν τὴν πίστιν καὶ ἀναφαίρετον τὴν εἰρήνην. Λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς ἁγίας Σου Ἐκκλησίας καὶ παντὸς τοῦ λαοῦ Σου. Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν ἀδελφῶν ἡμῶν δεόμεθά Σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν τε ἀναιρεθέντων καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων. Ὅπως ἄν, οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι, εὐχαριστήριον αἶνον καὶ δοξολογίαν Σοὶ ἀναπέμπωμεν τῷ κραταιῷ βασιλεῖ τῶν αἰώνων εἰς τοὺς αἰῶνας.
Ὁ Χορός· Ἀμήν.
Ὁ Ἱερεὺς τὴν συνήθη Ἀπόλυσιν, καί·
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...
Ὁ Χορός· Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΠΥΡΟΣΒΕΣΤΙΚΟΥ ΣΩΜΑΤΟΣ
(17 Δεκεμβρίου)
Ὁ ὤν, Δέσποτα Θεέ, Πάτερ παντοκράτορ προσκυνητέ, ὁ ἐν φλογὶ βάτου καιομένης καὶ μὴ καταφλεγομένης ὀφθεὶς τῷ Μωϋσῇ· ὁ ἐν Βαβυλῶνι σβέσας τὴν κάμινον τοῦ πυρὸς καὶ τοὺς ἐμβληθέντας ἐν αὐτῇ Τρεῖς Παῖδας, θείῳ ζήλῳ πυρπολουμένους, ἀλωβήτους διαφυλάξας. Σύ, Κύριε, εὐλόγησον τὸ ἑορτίως σήμερον σὺν ἡμῖν δοξολογοῦν Σε Πυροσβεστικὸν Σῶμα τῆς χώρας ἡμῶν· καὶ ἄξιον κατάστησον τῆς ἀναγκαίας αὐτοῦ ἀποστολῆς, ἑτοίμως πάντοτε ἔχειν καὶ ταχέως προφθάνειν εἰς διάσωσιν κινδυνευόντων ἀνθρώπων καὶ παντοίων ἀγαθῶν αὐτῶν, καὶ εἰς προστασίαν τῶν πόλεων καὶ τῆς ὑπαίθρου καὶ τῶν δασῶν ἐκ τῆς μανίας τοῦ πυρός. Ἐνίσχυσον τοὺς πυροσβέστας πρὸς ἄμεσον ἐπέμβασιν καὶ ἐπιτυχῆ καταστολὴν πάσης ἑστίας πυρὸς καὶ ἀποτροπὴν παντὸς κινδύνου καὶ συμφορῶν παντοδαπῶν. Διαφύλαξον δ᾿ αὐτοὺς ἀτρώτους ἀπὸ ὀργῆς πυρός· καὶ ἡμᾶς ἀσινεῖς καὶ ἀσφαλεῖς σκέπε, φρούρει, φύλαττε ἐκ πάσης κακώσεως καὶ φθορᾶς· καὶ ἀξίωσον φυγεῖν τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΤΕΛΩΝΕΙΑΚΩΝ
(16 Νοεμβρίου)
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὸν τελώνην Ματθαῖον εἰς τὸ ἀποστολικὸν ἀξίωμα καλέσας καὶ εὐαγγελιστὴν αὐτὸν ἀναδείξας· τὸν δὲ ἀρχιτελώνην Ζακχαῖον προσδεξάμενος καὶ σωτηρία αὐτῷ καὶ τῷ οἴκῳ αὐτοῦ γενόμενος· πρόσδεξαι τὰς δεήσεις ἡμῶν ὑπὲρ τῶν καθημένων ἐπὶ τὸ τελώνιον σήμερον καὶ ἑορταζόντων τὴν ἁγίαν ἑορτὴν ταύτην τοῦ ἀπὸ τελωνῶν ἀποστόλου καὶ εὐαγγελιστοῦ Ματθαίου, ὃν καὶ προστάτην αὐτῶν γινώσκουσι. Σὺ γάρ, Κύριε, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν ἀπεκλήθης, καὶ ὀνειδισμὸν ἐδέξω, ὅτι μετὰ τῶν τελωνῶν ἐσθίεις. Σὺ δὲ εἶπας ὅτι οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐ γὰρ ἦλθες καλέσαι δικαίους, ἀλλ᾿ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Σὺ καὶ τὸν τελώνην τῆς παραβολῆς δεδικαιωμένον ἀπέφηνας, ἀπό γε τῆς μετανοίας καὶ τῆς προσευχῆς αὐτοῦ ἐπισπασάμενον τὸ θεῖον ἔλεος, ἐν τῷ κράζειν αὐτόν, ἐν ταπεινώσει καὶ συντριβῇ καρδίας, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρὸς δὲ τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς διεκήρυξας ὅτι οἱ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Διὸ ἱκετεύομέν σε· ἐπίσκεψαι ἐν ἐλέει καὶ ἐπ᾿ εὐλογίαις τοὺς δούλους σου τοὺς ἀσκοῦντας τὸ τοῦ τελώνου ἔργον, διαφυλάττων αὐτοὺς ἀπὸ παντὸς κακοῦ, ὅπως διάγωσιν ἐν ὑγιείᾳ καὶ εὐημερίᾳ, τιμίως δὲ διεξάγωσι τὸ πιστευθὲν αὐτοῖς λειτούργημα, πρὸς τὸ συμφέρον τῆς κοινωνίας καὶ τοῦ ἔθνους. Σὺ γὰρ εἶ ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΛΥΣΙΝ ΑΡΑΣ ΚΑΙ ΑΦΟΡΙΣΜΟΥ
Εὔσπλαγχνε Κύριε, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ ἐλθὼν εἰς τὸν κόσμον, ἵνα διαῤῥήξῃς τὸ καθ᾿ ἡμῶν χειρόγραφον τῶν πλημμελημάτων καὶ λύσῃς τὰ δεσμὰ τῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένων, καὶ κηρύξῃς αἰχμαλώτοις ἄφεσιν. Σὺ Δέσποτα, τὸν παρόντα δοῦλόν σου (δεῖνα) ἐν τῇ σῇ ἀγαθότητι ἐλευθέρωσον πάσης ἀρᾶς καὶ τοῦ ἐπικειμένου αὐτῷ ἀφορισμοῦ, καὶ ἄνες τὸν ἐπιτεθέντα ὑπὸ τῆς Ἐκκλησίας δεσμόν, ὁ ἐντειλάμενος τοῖς ἁγίοις σου Ἀποστόλοις, καὶ δι᾿ αὐτῶν ἡμῖν τοῖς ταπεινοῖς, ὅσα ἂν δήσητε καὶ λύσητε ἐπὶ τῆς γῆς, ἵνα ὦσι δεδεμένα καὶ λελυμένα ἐν τοῖς οὐρανοῖς. Δώρησαι αὐτῷ τελείαν συγχώρησιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ μὴ χωρίσῃς αὐτὸν τῆς ἁγίας σου καθολικῆς Ἐκκλησίας, ἀλλὰ σύναψον αὐτὸν τῇ καθαρᾷ σου ποίμνῃ τῶν προβάτων καὶ ἀξίωσον αὐτὸν μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων καὶ τῆς βασιλείας σου γενέσθαι κληρονόμον, ὅτι Σὺ εἶπας, «οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Παρακλήθητι οὖν, Κύριε, καὶ λύων αὐτὸν πάσης ἀρᾶς καὶ ἀφορισμοῦ, πρόσδεξαι τὸν δοῦλόν σου προσιόντα τῇ σῇ μεγαλειότητι ἐν μετανοίᾳ καὶ μετὰ καθαροῦ συνειδότος λαβεῖν τὰ ἐλέη σου τὰ πλούσια. Σὺ γὰρ εἶ ὁ μόνος εὐδιάλλακτος καὶ ἐλεήμων, καὶ Σοὶ πρέπει πᾶσα δόξα τιμῆ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΑΡΧΙΕΡΑΤΙΚΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
Η ΕΚΤΟΣ ΤΟΥ ΑΓΙΟΥ ΒΗΜΑΤΟΣ ΕΝΔΥΣΙΣ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ
Ἐνδυομένου τοῦ Ἀρχιερέως, ἐν ἑνὶ ἑκάστῳ ἀμφίῳ, λέγονται ἐμμελῶς ὑπὸ τοῦ Α´ Διακόνου τὰ κάτωθι, μεθ᾿ ἕκαστον τῶν ὁποίων ὁ Β´ Διάκονος λέγει τό·
Πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν τῷ ἐνδύεσθαι τὸ Στιχάριον.
Τοῦ Κυρίου δεηθῶμεν· Κύριε, ἐλέησον.
Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ·
Τὸ Ἐπιτραχήλιον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν χάριν αὐτοῦ ἐπὶ τοὺς Ἀρχιερεῖς αὐτοῦ, ὡς μῦρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.
Τὴν Ζώνην.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Εὐλογητὸς ὁ Θεός, ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου.
Τὰ Ἐπιμανίκια.
Τῆς δεξιᾶς χειρός.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθροὺς καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Τῆς ἀριστερᾶς χειρός.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Τὸν Σάκκον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Οἱ Ἀρχιερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Τὸ Ἐπιγονάτιον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας, καὶ πρᾳότητος, καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
Τὸ Ὠμοφόριον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ἐπὶ τῶν ὤμων Χριστὲ τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθεὶς τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες.
Τὸν ἐπιστήθιον Σταυρόν.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν Σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Τὸ Ἐγκόλπιον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Τὴν Μίτραν.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθων τιμίων· Ζωὴν ᾐτήσατό Σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν.
Τὴν Ράβδον.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Τὰ Δικηροτρίκηρα.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
ΔΙΠΤΥΧΑ ΤΩΝ ΠΡΟΚΑΘΗΜΕΝΩΝ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΚΚΛΗΣΙΩΝ49
᾿(Δεῖνος)᾿ | τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου, |
᾿»᾿ | Ἀλεξανδρείας, |
᾿»᾿ | Ἀντιοχείας, |
᾿»᾿ | Ἱεροσολύμων, |
᾿»᾿ | Μόσχας καὶ πασῶν τῶν Ρωσιῶν50, |
᾿»᾿ | Βελιγραδίου καὶ πάσης Σερβίας, |
᾿»᾿ | Βουκουρεστίου καὶ πάσης Ρουμανίας, |
᾿»᾿ | Σόφιας καὶ πάσης Βουλγαρίας, |
᾿»᾿ | Γεωργίας, |
᾿»᾿ | Κύπρου, |
᾿»᾿ | Ἀθηνῶν καὶ πάσης Ἑλλάδος, |
᾿»᾿ | Βαρσοβίας καὶ πάσης Πολωνίας, |
᾿»᾿ | Τιράνων καὶ πάσης Ἀλβανίας, |
᾿»᾿ | Πράγας καὶ τῶν Χωρῶν Τσεχίας καὶ Σλοβακίας |
τῶν ἁγιωτάτων Ὀρθοδόξων Πατριαρχῶν καὶ Ἀρχιεπισκόπων. |
τοῦ51 Σεβασμιωτάτου καὶ θεοπροβλήτου Μητροπολίτου, τῆς ἁγιωτάτης Μητροπόλεως... (ὑπερτίμου καὶ ἐξάρχου...), τοῦ καὶ προσκομίζοντος τὰ τίμια καὶ ἅγια Δῶρα ταῦτα Κυρίῳ τῷ Θεῷ ἡμῶν ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, σωτηρίας τε καὶ ἀντιλήψεως τοῦ περιεστῶτος λαοῦ, καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει καὶ πάντων καὶ πασῶν.
+ ὁ Π. Ν.
* * *
Τὰ τῆς τελειώσεως τῆς Προσκομιδῆς ὑπὸ τοῦ Ἀρχιερέως βλ. εἰς σελ. 38–39, κατὰ τὴν τάξιν κατακεχωρισμένα.
Διατηρεῖται ἡ ἰδιόμορφος αὐτὴ λέξις τῆς α´ Ἐκδόσεως (ἀντὶ τοῦ «μυστικῶς»), πρὸς σαφεστέραν δήλωσιν ὅτι αἱ εὐχαὶ δέον νὰ ἀναγινώσκωνται, οὐχὶ δὲ νὰ παρακολουθῶνται μόνον διὰ τῆς διανοίας ἢ διὰ τῆς ὁράσεως.
Κατὰ κανόνα δέον νὰ προτάσσεται ἡ Εὐχὴ καὶ νὰ ἐπισφραγίζῃ ταύτην ἡ οἰκεία Ἐκφώνησις. Εἰς τὴν παροῦσαν περίπτωσιν ἔχει ἑδραιωθῆ τὸ ἀντίθετον, τὸ ὁποῖον δυσχερῶς ὑπερβαίνεται, λόγῳ τῆς ἀμέσου παρεμβολῆς τοῦ Τρισαγίου ὕμνου. Ὅθεν συγχωρεῖται ἐνταῦθα τὸ πρωθύστερον, ἐφ᾿ ὅσον μάλιστα ἡ ἐπισφραγιστικὴ δοξολογία «Ὅτι ἅγιος εἶ ὁ Θεός...» ἐπαναλαμβάνεται ἐν τέλει τῆς Εὐχῆς.
Εἴθισται, οὐχ ἧττον, αἱ δεήσεις ὑπὲρ τῶν Κατηχουμένων καὶ αἱ «Εὐχαὶ τῶν Πιστῶν» νὰ λέγωνται σήμερον μυστικῶς.
Ἡ παρακέλευσις αὕτη προϋποθέτει, ὡς ἀπάντησιν τοῦ προσκομίζοντος, τὸ ψαλμικὸν «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», ὅπερ ἀκριβέστερον (Ψαλ.32:6). Εὐάρμοστον ἐν τούτοις καὶ τὸ τοῦ Εὐαγγελίου «Ἐλθὼν ὁ ἀστήρ...», ἀλλ᾿ ἡ προσθήκη τῆς φράσεως «κείμενον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ» δὲν ὑπάρχει εἰς τὸ Εὐαγγέλιον (Ματθ. β´ 9).
Πρβλ. καὶ ὑποσημ. ὑπ᾿ ἀρ. 9.
Ἡ εὐλογία δίδοται ἐνταῦθα διὰ τῆς χειρός, ὡς καὶ μετὰ τὴν Κυριακὴν προσευχήν. Διὰ σταυροῦ δ᾿ εὐλογεῖ ὁ Ἀρχιερεὺς εἰς τὸ «Ἡ χάρις τοῦ Κ. ἡ. Ἰ. Χ.» καὶ εἰς τὸ «Καὶ ἔσται τὰ ἐλέη...». Διὰ δὲ τοῦ δικηρίου, μετὰ τὸ Εὐαγγέλιον τοῦ «διπλοῦ τὴν φύσιν» Σωτῆρος Χριστοῦ, καὶ διὰ τρικηρίου κατὰ τὴν ἀπόλυσιν τῆς θ. Λειτουργίας, ὅτε ψάλλεται «Τὸν Δεσπότην καὶ Ἀρχιερέα...». Διὰ τῶν δύο χειρῶν εἴθισται νὰ εὐλογῇ ὁ Ἀρχιερεὺς, ὅτε ψάλλεται ἡ «Φήμη» αὐτοῦ (μὴ κρατῶν ράβδον), καὶ κατὰ τὸ «Χερουβικόν», ὅτε δίδοται ἡ συγχώρησις. Ταῦτα κατὰ τὴν τάξιν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου. (Πρβλ. καὶ σημείωσιν ὑπ᾿ ἀρ. 9).
Μνημονεύσεις ἰσχύουσαι τό γε νῦν ἐν τῇ Αὐτοκεφάλῳ Ἐκκλησίᾳ τῆς Ἑλλάδος. Σημειωτέον δ᾿ ὅτι καθ᾿ ἅπασαν τὴν Ὀρθοδοξίαν μνημονεύεται κανονικῶς ὁ ἑκασταχοῦ «Πρῶτος» (Προκαθήμενος), εἴτε Πατριάρχης εἴτε Ἀρχιεπίσκοπος ἢ Μητροπολίτης τῆς οἰκείας αὐτοκεφάλου Ἐκκλησίας. Ἐν τῷ Οἰκουμενικῷ Πατριαρχείῳ καὶ τοῦ Πατριάρχου μνημονεύουσιν ὡς «τοῦ Ἀρχιεπισκόπου ἡμῶν». Καὶ οἱ Ἀρχιερεῖς δὲ τῶν «Νέων Χωρῶν» δέον νὰ μὴ παραλείπωσι τὴν ἔνδειξιν «... ἡμῶν».
Ἄνευ δικηρίου. Οὕτω καθωρίσθη, ὡς εἰκάζεται, ἵνα ἔχῃ ἐλευθέρας τὰς χεῖρας, διὰ νὰ συστείλῃ τὸ Ὁράριον, κατὰ τὴν ἐπαγγελίαν τοῦ «Πάτερ ἡμῶν». Διὸ καὶ ἐν τῷ Οἰκουμενικῷ Πατριαρχείῳ, εἰς τὸ «Πληρώσωμεν...» (μετὰ τὴν Μεγ. Εἴσοδον) ἐπιδίδεται τῷ Διακόνῳ ὑπὸ τοῦ εὐλογοῦντος Ἀρχιερέως δικήριον – οὐχὶ τρικήριον, ὡς πράττουσιν οἱ οὐχὶ εὐλόγως ἐπιφυλάσσοντες διὰ τὴν παροῦσαν ὥραν τὸ δίκηρον. (Μαρτυρία Μεγάλου Ἐκκλησιάρχου Ἀνθίμου Γοργόλη).
Σημειούσθω ὅτι συνήθως γίνεται μία καὶ μόνον «ἐκτενὴς» ἐν τέλει τῆς λιτανεύσεως περιλαμβάνουσα πάσας τὰς μνημονεύσεις. Συνηθέστερον μάλιστα ἡ λιτάνευσις ἐπισφραγίζεται (ἄνευ ἐκτενοῦς) διὰ τῶν περικοπῶν ἐκ τοῦ «Συνοδικοῦ» τῆς Ὀρθοδοξίας. Καὶ ψάλλεται τὸ «Τίς Θεὸς μέγας,...». Ἐφ᾿ ὅσον δὲ ταῦτα γίνονται εἰ τὸ τέλος τῆς θ. Λειτουργίας –μετὰ τὸ «Εἴη τὸ ὄνομα Κυρίου...», δὲν ἔχει θέσιν τὸ «Σήμερον σωτηρία...». Ἀκολουθεῖ δὲ τὸ «Εὐλογία Κυρίου...» καὶ ἡ ἀπόλυσις τῆς θείας Λειτουργίας.
Ὀρθότερον, νὰ ἐντίθενται αἱ «μερίδες» αὗται μετὰ τὴν θ. Κοινωνίαν, ἵνα εὐχεραίνηται ἡ μετάληψις πολυαρίθμων πιστῶν ἀπὸ τῶν τοῦ Κυριακοῦ Σώματος «μαργαριτῶν».
Εἴθισται νὰ λέγωνται μυστικῶς ταῦτα, μέχρι τῆς ἐκφωνήσεως «Ὅπως ὑπὸ τοῦ κράτους Σου...».
Ἡ παρεμβολὴ ἐνταῦθα τοῦ «μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ», ἐκ τῆς θ. Λειτουργίας Ἰωάννου τοῦ Χρυσοστόμου, εἶναι ὅλως λανθασμένη, ἄστοχος καὶ δὴ καὶ ἀσύντακτος.
Ἐν μὴ ἑορτίῳ ἡμέρᾳ ὁ Ἀρχιερεὺς δὲν χοροστατεῖ εἰς τὸν Ὄρθρον· ἀλλά, εὐλογήσας καὶ προσκυνήσας ὡς ἀνωτέρω, εἰσέρχεται εἰς τὸ Ἅγιον Βῆμα.
Εὐλογωτέρα, κατὰ τοὺς εἰδήμονας, ἡ ἀνάγνωσις τῶν τριῶν τελευταίων εὐχῶν τοῦ Λυχνικοῦ, κατὰ τὸν Προοιμιακόν, ἐφ᾿ ὅσον αἱ τέσσαρες πρῶται θὰ ἀναγνωσθῶσιν, ὡς εὐχαὶ Ἀντιφώνων, κατὰ τὰ εἰρηνικὰ καὶ τὰς τρεῖς στάσεις τοῦ Ψαλτηρίου, μετὰ τῶν οἰκείων ἐκφωνήσεων.
Ἡ κειμένη «Διάταξις τῆς θ. Λειτουργίας τῶν Προηγιασμένων», διαλαμβάνει ὅτι ὁ ἱερεὺς «ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν» ἔνθα μεταφέρει τὸ Ἀρτοφόριον καὶ τελεῖ τὰ εἰδικῶς ὁριζόμενα. Οὐχ ἧττον πολλοὶ ἐπιτελοῦσι τὰ τῆς τοιαύτης «Προσκομιδῆς» ἐπὶ τῆς ἁγίας Τραπέζης, ἐφαπλοῦντες δι᾿ ἀσφάλειαν τὸ Ἀντιμήνσιον. Δεκτόν.
Αἱ παλαιαὶ ἐκδόσεις τοῦ τε «Ἱερατικοῦ» καὶ τοῦ «Ἀρχιερατικοῦ», ὡς καὶ τοῦ Μεγ. Εὐχολογίου, καταχωρίζουσι τρεῖς εὐχὰς ἀντιφώνων, ἀντιστοιχούσας εἰς τὰς τρεῖς στάσεις τοῦ Ψαλτηρίου. Ἡ παροῦσα Δ´ εὐχὴ εἶναι νεωτέρα προσθήκη ἐκδόσεών τινων, καὶ τῆς α´ ἐκδόσεως τοῦ «Ἀρχιερατικοῦ» τούτου. Οὐχ ἧττον διατηρεῖται καὶ εἰς τὴν β´ ταύτην ἔκδοσιν, ἐν συσχετισμῷ πρὸς τὴν ὑπ᾿ ἀριθμ. 14 ὑποσημείωσιν, καὶ ἐν συναφείᾳ πρὸς τὰς δεδομένας τέσσαρας ἐκφωνήσεις, αἵτινες προϋποθέτουσι καὶ ἐπισφραγίζουσιν οὕτω τὰς ἰσαρίθμους εὐχάς.
Τὸ Τυπικὸν ὁρίζει εἰς τὸ σημεῖον τοῦτο τὴν θέσιν τῆς Ἀρτοκλασίας (ἂν μὴ ἔχῃ προηγηθῆ αὕτη εἰς τὸ τέλος τοῦ Ὄρθρου, μετὰ τὴν Μεγ. Δοξολογίαν, ἐν μνήμῃ ἑορταζομένου Ἁγίου, ὡς εἴθισται πολλαχοῦ.
Ἕως ὧδε ὁρίζεται ἐν τῷ Τυπικῷ, διὰ τὴν θ. Λειτουργίαν τῶν Προηγιασμένων (καὶ τοὺς Κατανυκτικοὺς Ἑσπερινοὺς τῆς Μ. Τεσσαρακοστῆς) ἡ ἀπαγγελία τῆς «Ἐκτενοῦς».
Δὲν ἔχουσι θέσιν εἰς τὴν Προηγιασμένην τὰ ἐν τῇ τελείᾳ θ. Λειτουργίᾳ διαμειβόμενα μεταξὺ τῶν συλλειτουργῶν «Μνήσθητέ μου, ἀδελφοί», ἅτινα, ὡς καὶ τὰ συναφῆ («Πνεῦμα Ἅγιον ἐπελεύσεται... ἐπισκιάσει... συλλειτουργήσει...») προϋποθέτουσι τὴν τελεσιουργίαν τοῦ Μυστηρίου καὶ «εἶναι τὰ λείψανα τοῦ μνημοσύνου τῆς προσκομιδῆς ἢ ἡ πρόληψις τῶν διπτύχων» (Ἰ. Φουντούλης).
Ἐν τῇ πράξει δὲν τίθεται τοιαύτη διάκρισις σήμερον. Καὶ οἱ ἀπὸ κοσμικῶν καὶ οἱ ἀπὸ μοναχῶν περιβάλλονται ἀπ᾿ ἀρχῆς διὰ στιχαρίου, εὐλογουμένου ὑπὸ τοῦ Ἀρχιερέως, φερομένου δ᾿ ἐπάνωθεν τοῦ ἐσωράσου. Ἡ κανονικὴ δ᾿ ἀκρίβεια ἀπαιτεῖ, ὅπως ὁ χειροθετούμενος Ὑποδιάκονος προδιατελῇ Ἀναγνώστης, δι᾿ ἀρχιερατικῆς χειροθεσίας καὶ κουρᾶς. Ὅθεν ὀρθῶς πολλοὶ Ἀρχιερεῖς προτάσσουσιν (ἀπὸ τῆς προτεραίας τοὐλάχιστον) τὴν χειροθεσίαν τοῦ Ἀναγνώστου.
Ἡ παλαιὰ τάξις ἐπιφυλάσσει τὴν ἐπέρεισιν τῶν χειρῶν ἐπὶ τῆς ἁγίας Τραπέζης μόνον εἰς τὸν χειροτονούμενον Ἐπίσκοπον. Οἱ χειροτονούμενοι Διάκονοι ἢ Πρεσβύτεροι ἐρείδουσιν ἐπ᾿ αὐτῆς μόνον τὸ μέτωπον, προοδευτικῶς κλίνοντες οἱ μὲν τὸ δεξιὸν γόνυ, οἱ δὲ ἀμφότερα τὰ γόνατα, ἐπὶ πλέον δὲ κατὰ τὸν γ´ βαθμὸν τῆς ἱερωσύνης ἐπερείδοντες καὶ τὰς χεῖρας. Οὕτως ὁρίζουσι τά τε Μεγάλα Εὐχολόγια καὶ τὰ Ἀρχιερατικὰ τὴν τάξιν τῶν χειροτονιῶν.
Ἐκ τῶν λόγων τοῦ Ἀπ. Παύλου « χεῖρας ταχέως μηδενὶ ἐπιτίθει» καὶ «διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου» (Τιμ. Α´ ε´ 22, Β´ α´ 6) συνάγουσιν ὀρθῶς οἱ ἀκριβολογοῦντες ὅτι ἐπιβάλλεται ἡ ἐπίθεσις ἀμφοτέρων τῶν χειρῶν (σταυροτύπως).
Εἰς τὴν α´ ἔκδοσιν τοῦ παρόντος Ἀρχιερατικοῦ περεμβάλλεται, ἐντὸς [ ], προσθήκη ἔχουσα οὕτως· Εἶτα στρέφων ὁ Ἀρχιερεὺς τὸν χειροτονηθέντα κατενώπιον τοῦ Λαοῦ, λέγει ἐκφώνως· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Καὶ ψάλλεται τρίς, ἅπαξ παρὰ τῶν ἐν τῷ Βήματι καὶ παρ᾿ ἑκατέρου τῶν χορῶν, Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Βλ. ὑποσημ. 21.
Βλ. ὁμοίως ὑποσημ. 22.
Βλ. ὑποσημ. 23.
Πρὸς τὸ κέντρον, συνήθως, τῆς ἀνατολικῆς πλευρᾶς τῆς ἁγίας Τραπέζης.
Καὶ καθεξῆς ἀναγινώσκει τὰς ἑπομένας «Ὁμολογίας», ὡς εἴθισται καὶ διατέτακται· ἤτοι ἐν μὲν τῇ Ἐκκλησίᾳ τῆς Ἑλλάδος ὡς συνοπτικῶς διατυποῦνται αὗται ἐν ταῖς ἀμέσως ἀκολουθούσαις τρισὶ βραχείαις παραγράφοις, ἐν δὲ ταῖς λοιπαῖς Αὐτοκεφάλοις Ἐκκλησίαις ὡς ἐκτενῶς ἔχουσι κατωτέρω αἱ Τριαδολογικαὶ καὶ Χριστολογικαὶ Ὁμολογίαι.
Δὲν θεωρεῖται ὀρθὴ ἡ ρῆσις «Προχειρίζεταί σε» ἐνταῦθα, τῆς ὁποίας ἡ θέσις εἶναι κατωτέρω, κατὰ τὴν στιγμὴν τῆς χειροτονίας, ὅτε ἐκφωνεῖται τὸ «Ἡ θεία Χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα... προχειρίζεται...». Ἡ μετὰ τὰς Ὁμολογίας πρώτη αὕτη εὐλογία τοῦ ἐψηφισμένου εἶναι κυρίως ἡ «πρόβλησις» αὐτοῦ. Διὸ καὶ τὰ παλαιὰ κείμενα γράφουσιν ἐν τῷ σημείῳ τούτῳ «προβάλλεταί σε...», καὶ οὕτως ἀποφεύγεται τὸ ἄκαιρον ἐνταῦθα τελεστικὸν ρῆμα «προχειρίζεται» (Γνωμοδότησις Π. Ν. Τρεμπέλα).+ ὁ Π. Ν.
Ἀπαρεγκλίτως ἐπιβεβλημένη κατὰ τὴν χειροτονίαν ἡ λέξις «Ἐπίσκοπον», κἂν Μητροπολίτης ἢ Ἀρχιεπίσκοπος ἢ Πατριάρχης χειροτονῆται, καθόσον 3ος βαθμὸς τῆς ἱερωσύνης εἶναι ὁ τοῦ Ἐπισκόπου, ἡ δ᾿ ἔνδειξις «Μητροπολίτης» κλπ. δύναται νὰ ἐμφαίνηται ἐν συνεχείᾳ ὡς τίτλος «τῆς θεοσώστου (Μητρο)πόλεως...», καὶ τοῦτο οὐχὶ κατὰ κανονικὴν ἀκριβολογίαν, καθ᾿ ἣν ὁ Ἐπίσκοπος γινώσκεται καὶ προσαγορεύεται ἀπὸ τῆς «πόλεως» (ὄχι Μητροπόλεως).
Λεκτέον· «τῆς ἁγίας σου Ἐκκλησίας», ὁσάκις πρόκειται περὶ ὀφφικίου ἁπλῶς.
Ὁ Ἀρχιερεὺς εἴθισται νὰ τελῇ μόνον τὴν ἀκολουθίαν «τοῦ στεφανώματος», ἤτοι τοῦ γάμου· τὸν δὲ ἀρραβῶνα τελοῦσιν οἱ Ἱερεῖς. Οὐχ ἧττον, τελουμένου ἤδη τοῦ ἀρραβῶνος ὁμοῦ μετὰ τοῦ γάμου ἀπαραιτήτως, πολλοὶ Ἀρχιερεῖς θεωροῦσιν ὅτι ἐνδείκνυται ἡ παρουσία αὐτῶν ἀπ᾿ ἀρχῆς τοῦ μυστηρίου. Ἐφ᾿ ᾧ καὶ παρατίθεται ἐν τῷ «Ἀρχιερατικῷ» καὶ ἡ ἀκολουθία τοῦ ἀρραβῶνος.
Ἡ αἴτησις αὕτη δὲν προσιδιάζει εἰς τὴν ἀκολουθίαν τοῦ ἀρραβῶνος. Θὰ εἶχε τὴν θέσιν της εἰς τὴν ἀκολουθίαν τοῦ γάμου.
Τὸ ὀρθὸν εἶναι «δακτυλιοθέσιον».
Ἐξέπεσον μᾶλλον λέξεις τινὲς τῆς ἀρχικῆς φράσεως· «στεφάνωσον αὐτοὺς δόξῃ καὶ τιμῇ· ἕνωσον αὐτοὺς εἰς σάρκα μίαν».
Κατὰ τὴν ἀκριβῆ τάξιν ὁ Ἀρχιερεὺς δὲν λαμβάνει μέρος εἰς τὸν ἱερὸν χορὸν (ὡς οὐδ᾿ εἰς τὰς χειροτονίας πράττει τοῦτο). Κρατῶν δὲ τὸ Εὐαγγέλιον ἵσταται πλαγίως, καὶ ὁ χειραγωγῶν τοὺς νεονύμφους Ἱερεὺς ὑποκλίνεται μετ᾿ αὐτῶν πρὸ τοῦ ἱεροῦ Εὐαγγελίου καὶ τοῦ Ἐπισκόπου, εὐλογοῦντος αὐτούς.
Παρατίθεται ἡ ἀρχαιοπρεπὴς αὕτη τάξις, ὡς ἐν τῇ α´ ἐκδόσει (1971) διετυπώθη ὑπὸ τοῦ Μητροπολίτου Κοζάνης Διονυσίου.
Κατ᾿ ἀκρίβειαν ταῦτα ἀνήκουσιν εἰς τοὺς ψάλτας. Πλὴν ὅμως ἐπεκράτησε νὰ ψάλλωνται ὑπὸ τοῦ ἱερατείου, εἴτε ἀτομικῶς ὑφ᾿ ἑκάστου εἴτε ἐν χορῷ.
Εἰς τὸν Ἀρχιερέα προσιδιάζει ἐνταῦθα ἡ ἀνάγνωσις τῶν εἰδικῶν «συγχωρητικῶν εὐχῶν» (τῆς μιᾶς τουλάχιστον). Ἐτέθησαν δ᾿ αὗται, κατὰ τὴν α´ ἔκδοσιν τοῦ παρόντος «Ἀρχιερατικοῦ», εἰς κεχωρισμένας ἀπὸ τῆς νεκρωσίμου ἀκολουθίας σελίδας (βλ. σελ. 122–123), διότι πρόκειται κυρίως περὶ εὐχῶν «εἰς πᾶσαν ἀρὰν καὶ ἀφορισμόν», τοὐθόπερ βεβαίως δὲν ἀφορᾷ εἰς πάντα κεκοιμημένον. Οὐχ ἧττον, ἐν τῇ πράξει, ἀναμένεται ὁπωσδήποτε παρὰ τοῦ Ἀρχιερέως ἡ διὰ τῶν εἰδικῶν (ἀρχιερατικῶν, οὕτως εἰπεῖν) εὐχῶν «συγχώρησις». Θεραπεύεται δὲ τὸ πρᾶγμα δι᾿ ἐλαφρᾶς διαρρυθμίσεως τῶν εὐχῶν τούτων, ἣν βλ. εἰς τὰς ἀκολουθούσας σελίδας + ὁ Π. Ν.
Ἐν τῇ θ. Λειτουργίᾳ τοῦ Ἁγ. Ἰακώβου ἀναγράφεται ὀρθότερον· «ὅθεν ἀπέδρα...».
Δὲν θεωρεῖται δόκιμος ἡ ὑπό τινων εἰσαχθεῖσα κλητικὴ «ἀξιομακάριστος ἀδελφὴ ἡμῶν» (πρβλ. Ἰω. Δαμασκηνοῦ· «Αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε»).
Τὸ ἐντὸς ἀγκυλῶν τμῆμα τῆς εὐχῆς ταύτης, ἀφορῶν εἰς λύσιν ἀρᾶς καὶ ἀφορισμοῦ, εὐλόγως παραλείπεται ὑπό τινων, ἀναγινώσκεται δὲ μόνον ἐὰν συντρέχῃ τοιαύτη εἰδικὴ περίπτωσις εἰς τὸν προκείμενον νεκρόν.
Ὡς ἐν τῇ προτέρᾳ εὐχῇ, οὕτω καὶ ἐνταῦθα, τὰ ἐντὸς [ ] ἁρμόζουσι μόνον εἰς εἰδικὰς περιπτώσεις. Οὐχ ἧττον ἡ παροῦσα εὐχή, ἠπιωτέρα ἐν τῷ σημείῳ τούτῳ τῆς προηγουμένης, προτιμᾶται ὑπὸ τῶν περισσοτέρων Ἀρχιερέων.
Σόλοικος ἐνταῦθα ἡ προσθήκη «μοναζουσῶν», καθόσον, ὡς μετοχὴ ἐνεστῶτος, ἀφορᾷ μόνον εἰς ζώσας μοναστρίας.
Προβληματικὴ ἀποβαίνει ἡ ἀνάγνωσις τῆς Εὐχῆς ταύτης ἐπὶ πολλῶν συλλήβδην πιστῶν (ὡς ἡ εἰς πληθυντικὸν διατύπωσις προϋποθέτει)· εἶναι δὲ παρακεκινδυνευμένη ἡ πρὸ τῆς θ. Κοινωνίας, ἐν ἑορτίαις ἡμέραις, παλαιότερον συνηθιζομένη ἐπ᾿ ἐκκλησίας ἀνάγνωσις κοινῆς «συγχωρητικῆς εὐχῆς», ἀθετουμένου τοῦ μυστηρίου τῆς ἱ. Ἐξομολογήσεως, μεθ᾿ οὗ ἀναποσπάστως συνδέεται ἡ δι᾿ εὐχῆς «ἄφεσις» τῶν ἁμαρτιῶν. Ἐπὶ τοιαύτῃ εἰδικῇ πάντως χρήσει περιελαμβάνετο εἰς «Ἀρχιερατικὰ» καὶ «Ἱερατικά». Εἰς τὸ Εὐχολόγιον κεῖται συνήθως εἰς ἑνικὸν ἀριθμόν. Οὕτως ἢ ἄλλως φευκτέα ἡ ὑποκατάστασις τῆς Ἐξομολογήσεως δι᾿ ἁπλῆς εὐχῆς!
Ὡραιοτάτη ὄντως εὐχὴ τοῦ μακαριστοῦ μητροπολίτου Κοζάνης Διονυσίου, ἔχουσα ἱστορικὴν σημασίαν. Τὸ α´ μέρος αὐτῆς ἀνεφέρετο εἰς τὴν λήξασαν –σὺν Θεῷ– καταθλιπτικὴν περίοδον τῆς ἐχθρικῆς κατοχῆς τῆς Χώρας ἡμῶν. Σήμερον δὲν ἔχει νόημα· διὸ καὶ παρελείφθη. Κυρίως δὲ τὸ β´ μέρος περιλαμβάνει τὰς εὐχὰς τῆς Ἐκκλησίας ἐπὶ τῇ ἐγκαταστάσει τῶν Δημοτικῶν Ἀρχῶν τοῦ ἀπελευθερωθέντος Κράτους. Καὶ εἶναι πάντοτε εὐάρμοστον τὸ τμῆμα τοῦτο τῆς εὐχῆς εἰς παρομοίας ἐγκαταστάσεις Ἀρχῶν.
Ἡ εὐχὴ αὕτη προσιδιάζει εἰς ἀρδευτικὰ μόνον ἔργα. Δι᾿ ἄλλα συναφῆ ὑδρευτικὰ ἔργα, οἷα τὰ πρὸς πόσιν καὶ τὰς οἰκιακάς χρείας τοῦ λαοῦ ἢ τὰ πρὸς παραγωγὴν ἡλεκτρικῆς ἐνεργείας κ.λπ. θὰ ἀπαιτηθῇ σχετικὴ ἀναπροσαρμογὴ τοῦ ποιητικωτάτου τούτου κειμένου, κατὰ περίπτωσιν.
Τὰ «Δίπτυχα», κατὰ τὴν Θ. Λειτουργίαν, συναρτῶνται μετὰ τῆς ὅλης εὐχῆς τῆς «Ἀναφορᾶς», ἥτις ἄρχεται ἀπὸ τοῦ «Ἄξιον καὶ δίκαιον...» καὶ καταλήγει εἰς τὸ «Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει...» . Τῆς κατακλεῖδος δὲ ταύτης ἀνάπτυξιν ἀποτελοῦντα τὰ «Δίπτυχα», συντακτικῶς μὲν ἐξαρτῶνται ἐκ τοῦ «ἔτι παρακαλοῦμέν Σε, μνήσθητι Κύριε...» καὶ δὲν ἐπιδέχονται τὴν παρεμβολὴν τοῦ «πολλὰ τὰ ἔτη» ! Ἀλλὰ καὶ πέραν τούτου ἡ ὅλη διάρθρωσις τῆς εὐχῆς τῆς «Ἀναφορᾶς» δὲν ἐπιτρέπει ἐπευφημίας («φήμας» καὶ «πολυχρονισμούς»), εἰ μὴ μόνον τὸ «μνημόσυνον» τοῦ οἰκείου Ἀρχιερέως καὶ τῶν κανονικῶν Προκαθημένων τῶν Ὀρθοδόξων Ἐκκλησιῶν.
Ἡ στήλη αὕτη τῶν ὀνομάτων εἶναι ἀπαραίτητον νὰ φέρῃ τὴν ἔνδειξιν οὐχὶ μόνον τῆς πόλεως (ἕδρας) ἑκάστου Πρωθιεράρχου, ἀλλὰ καὶ τῆς φερωνύμου Αὐτοκεφάλου Ἐκκλησίας, ἧς τυγχάνει Προκαθήμενος. Ἐκ τοῦ λόγου τούτου καὶ ὁ ΚΠόλεως μνημονεύεται ὡς «Οἰκουμενικός» καὶ οἱ Ἀλεξανδρείας, Ἀντιοχείας καὶ Ἱεροσολύμων ὡς ἕκαστος Πατριαρχικὸς θρόνος τιτλοφορεῖται· καὶ ὁ Γεωργίας ἐπίσης καὶ ὁ Κύπρου (δὲν προσαγορεύονται Τιφλίδος ἢ Λευκωσίας). Οὕτω καὶ οἱ λοιποὶ δέον νὰ μνημονεύωνται μετὰ τοῦ τίτλου τῆς οἰκείας ἕκαστος Αὐτοκεφάλου Ἐκκλησίας. Ὁ δὲ τελεταρχῶν Μητροπολίτης δὲν εἶναι ἀπαραίτητον νὰ συνοδεύεται καὶ διὰ τοῦ «ὑπερτίμου καὶ ἐξάρχου...», ὅπερ μόνον εἰς τὰς «φήμας» προσήκει. Εἶναι δὲ πρόδηλον ὅτι καὶ ἡ ἐσχάτως παρεισφρύσασα εἰς τὰ Δίπτυχα προσθήκη «πολλὰ τὰ ἔτη» προῆλθεν ἐκ τῆς ἐνιαχοῦ (εἰς τὰς σλαυικὰς κυρίως Ἐκκλησίας) ἐκφωνήσεως –οἰονεὶ διπτύχων– μετὰ τὴν μικρὰν Εἴσοδον καὶ τὸν Τρισάγιον ὕμνον, ἐν εἴδει «φήμης» τῶν Προκαθημένων (ἢ τῶν Συλλειτουργῶν).
Ἐνταῦθα ἀναφέρεται τὸ ὄνομα τοῦ ἐν πανηγύρει ἢ μεγάλῃ Ἑορτῇ λειτουργοῦντος Σεβ. Μητροπολίτου.