Τῌ ΣΤ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν τρία Προσόμοια Στιχηρὰ τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ὁσίου.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος α«

Τῶν οὐρανίων ταγμάτων

Ὁ Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τόν δοῦλον σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.

Ἦχος α»

Ὁ Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· Εἶδον, ἀνεβόα, τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλον σου Ἀγαθέ, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε.

Ἦχος α«

Τὸν ἐπ» ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς, τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις, ὡς εἴρηκας ὡς Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος πλ. β»

Τριήμερος ἀνέστης

Φωτὶ τῶν θεουργῶν ἀρετῶν, ἀστράπτων ἱερώτατε, φῶς ἐτέθης, ἐν λυχνίᾳ μυστικῶς, τῆς θείας Ἐκκλησίας, λαμπρύνων ταύτην Πάτερ, ταῖς Ἱεραῖς διδασκαλίαις σου.

Ἦχος πλ. β«

Τὸ Πνεῦμά σε τὸ Ἅγιον, Βουκόλε ἁγιώτατε ἁγιάσαν, διὰ σοῦ ἁγιασμόν, τοῖς πίστει προσιοῦσι, παρέχει θεοφόρε, καὶ φωτισμὸν καὶ ἀπολύτρωσιν.

Ἦχος πλ. β»

Τὴν ἄκραν ἀγαθότητα, κηρύττων τοῦ Θεοῦ ἡμῶν, κακωθέντας, ἀγαθύνεις τοὺς λαούς, σοφὲ ἀγαθοδότως, προσάγων τῷ Σωτῆρι, ἱερουργὸς ὡς Ἱερώτατος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἦχος πλ. α"

Ἐρευνᾶτε τὰς Γραφάς, καθὼς εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρισκόμενον αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ· ἀλλ» ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεὸς δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β» Οἶκος τοῦ Ἐφραθᾶ Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου, Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου. Ἰδοὺ γὰρ παραγέγονε. Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.

Θεοτοκίον

Ἦχος β«

Νῦν με πρὸς τὴν ζωήν, ἀπόλυσον τὴν ὄντως, ὁ Συμεὼν ἐβόα· Σωτήρ μου, εἶδον γὰρ σε, τὸ φῶς τοῦ κόσμου Δέσποτα.

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος δ»

Ὡς τῶν ἀποστόλων ὁμότροπος, καὶ τῆς οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α«

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος α»

Τοῦ λίθου σφραγισθέντος

Ἐν τῷ ναῷ προσηνέχθης, ἡ ζωὴ τῶν ἁπάντων, δι» ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε. Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. α"

Τὸν συνάναρχον Λόγον

Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεών, εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς σου πᾶσιν ἀποκαλύψας ἡμῖν. Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς. Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ. ᾨδὴ α«

Ἦχος γ»

Ὁ Εἱρμὸς

«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται». Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς. Τὸ Βουκόλου μέγιστον ὑμνήσω κλέος. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος πλ. β»

Ὁ Εἱρμὸς

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν». Ταῖς θεΐκαῖς ἀγλαΐαις καὶ ἱεραῖς, καὶ φωσφόροις λάμψεσι, λαμπρυνόμενος ἀεί, τὴν ἐμὴν καταύγασον ψυχήν, τὴν λαμπράν σου ἑορτήν, Πάτερ γεραίρουσαν. Ὁλολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας Ἥλιος, ταῖς λαμπρότησι τῶν σῶν, ἀρετῶν ἐφαίδρυνε τὴν γῆν, Ἱεράρχα τοῦ Χριστοῦ, Βουκόλε πάνσοφε. Βίον ἀεὶ ἡγνισμένον καὶ καθαρόν, καὶ κηλίδων ἄμικτον, ἐνδεικνύμενος Χριστοῦ, ἱερὸν κειμήλιον σοφέ, ἐγνωρίσθης ἐπὶ γῆς, Βουκόλε ἔνδοξε. Θεοτοκίον Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, ὑπὲρ νοῦν ἐν μήτρᾳ σου, σαρκωθεὶς θεοπρεπῶς, τους βροτοὺς ἐθέωσεν Ἁγνή, διὰ πλῆθος οἰκτιρμῶν ὁ ὑπεράγαθος.

Κανών α», ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι». Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε. Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε. Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Κανών α», ᾨδὴ γ», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». Υἱὸς ἡμέρας καὶ φωτός, γεγονὼς Ἱεράρχα, διὰ πόνων ἐνθέων, κατεσκήνωσας σαφῶς, ἐν ταῖς λαμπρότησι νῦν, τῶν Ἁγίων, χάριτι λαμπόμενος. Κηρύττων μίαν εὐσεβῶς, τῆς Τριάδος οὐσίαν, τὴν πολύθεον πλάνην, ἐξερρίζωσας ἐκ γῆς, ὡς Ἱεράρχης σεπτός, ὡς τοῦ Λόγου, ἀληθὴς διάκονος. Ὁδὸν ὑπέδειξας ζωῆς, πᾶσι τοῖς πλανηθεῖσι, δυσμενοῦς ἐπηρείᾳ, καὶ προσήγαγες αὐτούς, οἷα ποιμὴν λογικός, σεσωσμένους, Λόγῳ ἀρχιποίμενι. Θεοτοκίον Λιμὴν γενοῦ μοι καὶ φρουρός, ταῖς δειναῖς τρικυμίαις, τῶν παθῶν ἀνενδότως, χειμαζομένῳ ἀεί, ἐν τῇ θαλάσσῃ Ἁγνή, τῇ τοῦ βίου, μόνη ἀειπάρθενε.

Κάθισμα τοῦ Ἁγίου

Ἦχος δ"

Ὁ ὑψωθεὶς

Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε ἠφάνισας αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρός τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ τιμώντων, Βουκόλε Μακάριε. Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Κατεπλάγη Ἰωσὴφ Νηπιάζει δι» ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

Κανών α», ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως». Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ» ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως. Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως. Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Κανών α», ᾨδὴ δ», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα». Ὁ προγινώσκων σου, θεομακάριστε, τῆς ψυχῆς τὸ ὡραῖον καὶ τοῦ νοός, τὴν καθαρότητα, ἱεροκήρυκα σοφόν, ἱερῶς σε προχειρίζεται. Ὑπὸ τοῦ Πνεύματος, λαμπαδουχούμενος, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖς, καὶ διὰ Βαπτίσματος, υἱοὺς ἡμέρας ἐκτελεῖς, Ἱεράρχα Παναοίδιμε. Μυρίων ἔσωσας, θηρῶν τὸ ποίμνιον, τῶν ταράττειν ζητούντων καὶ ἀφιστᾶν, τῆς ἀμώμου πίστεως, Ἀρχιερέων καλλονή, καὶ Ποιμένων ἀκροθίνιον. Εὑρὼν σε χάριτι, περιαστράπτοντα, ὁ κλεινὸς Θεολόγος χειροθετεῖ, θείαις εἰσηγήσεσι, καὶ Ἱερέα ἐκτελεῖ, ἱερὸν Βουκόλε πάνσοφε. Θεοτοκίον Γνωστῶς ἐν βάτῳ σε, Μωσῆς ἑώρακεν, ἱερῶς τυπουμένην τὴν τοῦ πυρός, μέλλουσαν λοχεύτριαν, ἀναφανῆναι μυστικῶς, Θεοτόκε ἀειπάρθενε.

Κανών α», ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ» Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα». Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Κανών α», ᾨδὴ ε», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Ἱερωσύνης τὸ ἱερόν, ἔνδυμα φορέσας ἱερῶς, τοὺς ἀνιέρους ἐφώτισας, σέβειν Ἱεράρχα Μονάδα ἄκτιστον, τρισὶν ἐν χαρακτῆρσι, Βουκόλε πάνσοφε. Στόματος λύκου τοῦ νοητοῦ, ἥρπασας λαοὺς ταῖς διδαχαῖς, τοῦ θεηγόρου σου στόματος, καὶ αἱρετιζόντων Πάτερ ἀπύλωτα, ταῖς σαῖς θεολογίαις, ἔφραξας στόματα. Ταῖς φωτοβόλοις καταυγασθεὶς Ὅσιε τοῦ Πνεύματος αὐγαῖς, φωτοειδὴς ὅλος γέγονας, λάμπων ταῖς τῷ σκότει ἐνυπαρχούσαις ψυχαῖς, Βουκόλε, Ἱεράρχα θεομακάριστε. Ὁ βδελυρὸς ἥττηται ταῖς σαῖς, ἱερολογίαις ἱεραῖς, Μαρκίων καὶ ἐξωστράκισται, πάσης ἀτοπίας ἐξερευγόμενος, βόρβορον ὁ λυσσώδης, Βουκόλε ἔνδοξε. Θεοτοκίον Νόμῳ τῆς φύσεως Ἰησοῦς, ὁ πανυπερούσιος Θεός, καινοτομεῖ παναμώμητε, σοῦ ἐκ τῆς νηδύος ἀποτικτόμενος, ὁ μόνος οὐσιώσας τὸ πᾶν βουλήματι.

Κανών α», ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου». Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία. Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι» οἶκτον, νῦν ἀσθένειαν περιέθου. Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Κανών α», ᾨδὴ ς», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Πολυέλεε». Ὑψοῦσαν ταπείνωσιν, καθαρότητα νοός, ἀγάπην ἀνυπόκριτον, πίστιν ἐλπίδα ἔχων εἰλικρινῆ, Βουκόλος ὁ ἔνδοξος, τῆς Τριάδος ἐδείχθη καταγώγιον. Μεγάλως κοσμήσαντα, τῶν Σμυρναίων ἱεράν, καθέδραν σε πανεύφημε, μυσταγωγεῖ τὸ Πνεῦμα τὸν μετὰ σέ, ποιμένα Πολύκαρπον, τῇ χειρί σου Βουκόλε τελειούμενον. Νοήσας τὴν κλῆσίν σου, διὰ Πνεύματος Σοφέ, τὸν μετὰ σὲ ἐν χάριτι, τῶν λογικῶν θρεμμάτων καθηγητήν, προσάγεις τῷ βήματι, ἀρετῶν λαμπηδόσιν ἐξαστράπτοντα. Θεοτοκίον Ἡ πύλη τῆς χάριτος, ἡ ἀνοίξασα βροτοῖς, τὴν πύλην τὴν οὐράνιον, τῆς μετανοίας πύλας μοι τηλαυγῶς, διάνοιξον Δέσποινα, καὶ πυλῶν τοῦ θανάτου ἐλευθέρωσον.

Κοντάκιον

Ἦχος α"

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ» εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΣΤ» τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης. Στίχοι Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος, Ἄγρυπνός ἐστι, καὶ θανών, ποίμνης φύλαξ. Ἀγλαὸν ἠελίοιο φάος λίπε Βουκόλος ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ. Στίχοι Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας, Ἰουλιανὸς προστίθησι καὶ κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστης, Εὐϊλασίου, καὶ Μαξίμου. Στίχοι Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος, Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Συνετίζων ἀσυνέτους καταρτίζων δέ, τοὺς πλάνῃ ἐξοκείλαντας, Πάτερ ἔσωσας, καὶ Θεῷ προσῆξας καθαρούς, αὐτῷ μελῳδοῦντας εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡραιώθησαν Παμμάκαρ σιαγόνες σου, τὴν σάρκωσιν κηρύττουσαι, τοῦ δι» ἄφατον εὐσπλαγχνίαν, λάμψαντος ἡμῖν, πρὸς ὃν ἀνεβόας ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κυριεύσας δι» ἀσκήσεως τοῦ σώματος, τῶν παθημάτων Ἔνδοξε, ἀκυρίευτος ταῖς τοῦ πλάνου ὤφθης προσβολαῖς, καὶ νῦν ἀναμέλπεις ἀπλανῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Λυτρωθέντες τῆς ἀρχαίας ἀποφάσεως, τῷ τόκῳ σου πανάμωμε, ἀνυμνοῦμέν σε οἱ σωθέντες Κόρη διὰ σοῦ, βοῶντες καὶ λέγοντες πιστῶς. Εὐλογητὸς ὁ καρπός, τῆς σῆς κοιλίας ἁγνή.

Κανών α», ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος γ"

Ὁ Εἱρμὸς

«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Ἐκβλαστήσας ὡς φοίνιξ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, ὀφειλόμενον ὕπνον δικαίοις ὕπνωσας, φέρεις δὲ φυτόν, πρὸς τοῦ θείου σου μνήματος, θαῦμα τοῖς ὁρῶσι, Βουκόλε θεοκήρυξ. Ὁ Θεοῦ Θεὸς Λόγος ὁ ἐνυπόστατος, ἱερὸν Ἱεράρχην σε προχειρίζεται, χρίοντα λαόν, ἱερῶς ἱερώτατε, Πρόεδρε Σμυρναίων, φωστὴρ τῆς οἰκουμένης. Σαρκωθέντα τὸν Λόγον ἐθεολόγησας, καὶ πολλοὺς ἀλογίας λαοὺς διέσωσας, θεῖος γεγονώς, μαθητὴς τοῦ ἐκλάμψαντος, ἐν θεολογίαις, Βουκόλε κήρυξ. Θεοτοκίον Ἱερῶς ἐμυεῖτο τὰ σὰ μυστήρια, προφητῶν Θεοτόκε ὁ θεῖος σύλλογος, πόρρωθεν μαθών, καὶ τρανῶς ἐκτιθέμενος, τὰς θεοσημείας, τοῦ θείου τοκετοῦ σου.

Κανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος γ"

ΜΕΓΑΛΥΝΑΡΙΑ Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ

Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή. Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός. Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς. Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ. Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ. Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ; Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ. Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ. Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος. Κατελθόντ» ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς. Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν. Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών; Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς. Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί. Δόξα... Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ. Καὶ νῦν... Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. Ὁ Εἱρμὸς «Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν». Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ» ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον. Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα. Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Κανών α», ᾨδὴ θ», τοῦ Ἁγίου

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν». Ὡς φῶς ὡς φέγγος ὡς μέγας ἥλιος, ὡς ἀστραπὴ Χριστοῦ τῇ Ἐκκλησίᾳ ἐξέλαμψας, καὶ πιστῶν διανοίας ἐφώτισας, καὶ πρὸς τοὺς ἀνεσπέρους, τόπους ἐσκήνωσας, μέλπων τρισαγίαις ἐν φωναῖς, Τριάδα ἄκτιστον. Σαρκὸς καὶ κόσμου ἔξω γενόμενος, Ἱερουργέ, πρὸς τὰς ὑπερκοσμίους γηθόμενος, μεταβέβηκας τάξεις θεούμενος, θέσει φαεινοτάτῃ· ὅθεν τὴν μνήμην σου, πίστει ἐκτελοῦμεν, ἐπὶ γῆς Βουκόλε πάνσοφε. Ἡ γῆ τὸ σῶμά σου τὸ μακάριον, κρύπτει σαφῶς, ἰάσεις ἀναβλύζον καὶ χάριτας, οὐρανὸς δὲ τὸ πνεῦμα σὺν τοῖς ἐκλεκτοῖς, φέρει τοῖς ἀπ» αἰῶνας θείαις λαμπρότησι, κατηγλαϊσμένον, ἀληθῶς Βουκόλε ἔνδοξε. Θεοτοκίον Φωνῇ Ἀγγέλου μεγάλης Ἄγγελον, βουλῆς Ἁγνὴ Χριστοῦ Ἐμμανουὴλ ἀποτέτοκας, τοῖς Ἀγγέλοις τοὺς κάτω συνάπτοντα, μόνη πανύμνητε, μόνη αἰτία, τῆς ἡμῶν Κόρη θεώσεως.

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Ἦχος β«

Τοῖς Μαθηταῖς

Ποιμαντικῶς ὡδήγησας, πρὸς νομὰς εὐσεβείας, τὸ τοῦ Κυρίου ποίμνιον, πάνσοφε, Ἱεράρχα, ἀποδιώξας ὡς θῆρας, πᾶσαν αἵρεσιν· ὅθεν, νῦν ἐποπτεύεις, ἵλεως, καὶ ἡμᾶς οὐρανόθεν, ὡς παρεστώς, μετὰ τῆς Πανάγνου καὶ Θεοτόκου, τῷ θρόνῳ τῆς Θεότητος, παμμακάριστε Πάτερ.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β»

Τοῖς Μαθηταῖς

Τῶν κόλπων τοῦ Γεννήτορος, οὐκ ἐκστὰς ἀπορρήτως, δι» ἄκραν ἀγαθότητα, ἐκ Παρθένου γεννᾶται καὶ νηπιάζει ὁ Λόγος, τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὑποδέχεται, ἅμα τε ὁ Πρεσβύτης, καὶ Γηραιά, ἀνθωμολογήσαντο ὡς Δεσπότῃ, ἐν ᾧ καὶ προεμήνυον, τὴν βροτῶν σωτηρίαν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β» Οἶκος τοῦ Ἐφραθᾶ Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται. Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου, Νήπιος τῇ σαρκί, ὁ παλαιὸς τῷ χρόνῳ, ὁρᾶται παραδόξως, τῇ σήμερον ἡμέρᾳ, καὶ τῷ ναῷ προσάγεται. Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Δέχου ὦ Συμεών, ἡ Πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, τοῦ κόσμου τὸ σωτήριον.

Θεοτοκίον

Ἦχος β«

Οἶκος τοῦ Ἐφραθᾶ

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

Ἀντίφωνον Α» Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἀντίφωνον Β« Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε. Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται. Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἀντίφωνον Γ», Ἦχος α» Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Εἰσοδικόν Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Μεγαλυνάριον

Ἦχος γ"

Ὁ Εἱρμὸς

Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

Κοινωνικὸν Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Комментарии для сайта Cackle