Источник

Ήχος δˊ

ΚΥΡΙΑΚΗ Δˊ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος δ΄

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· διˊ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Δογματικόν.

Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.

Ἦχος δˊ

Άυτόμελον

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπˊ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος δˊ

Ὁ ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῷ πρωτοπλάστῳ νῦν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν, φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώσῃ ὡς εὐδιάλλακτος· ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον Ἁγνὴν τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Ἦχος δ΄

Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεὸν γάρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῶν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν, διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἵνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψῃς ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔχεις γάρ Πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς ἐνοικοῦσά σοι, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.

Θεοτοκίον

Ἦχος δˊ

Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφείμ, τὸν Πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε Πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον Θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος δ΄

Άυτόμελον

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος δ΄

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· διˊ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, διˊ ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, διˊ ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες· Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ᾅδου κάθοδος, φοβερὰ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος

Ἦχος δ΄

Άυτόμελον

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθὼν ἐν τῷ ᾍδῃ, τοὺς ἀπˊ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλˊ ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλˊ ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος δ΄

Άυτόμελον

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Τέταρτος ὕμνος τῷ Θεῷ, Ποίημα Μητροφάνους Σμύρνης. ᾨδὴ αˊ

Ἦχος δˊ

Θαλάσσης τὸ ἐρυθραῖον

Τριάδα θεαρχικὴν δοξάσωμεν, ταῖς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν τῶν τριῶν, συναΐδιον σύνθρονον, ἣν δυσωποῦντες λέγομεν· Σῶσον τοὺς πίστει σε δοξάζοντας. Ἐχρίσθης ὑπὸ Πατρὸς τῷ Πνεύματι, ἀγαλλιάσεως, θεουργικῷ ἐλαίῳ ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισας, καὶ τῆς μιᾶς Θεότητος, τὸ τρισυπόστατον ἐδίδαξας. Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, Μονὰς τρισήλιε, τὰ Σεραφεὶμ οὐ φέροντα ὁρᾷν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ᾄσμασιν, ἀκαταπαύστως σε δοξάζουσι. Θεοτοκίον Ἀφράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.

ᾨδὴ γˊ

Ἦχος δˊ

Οὐκ ἐν σοφίᾳ

Ῥώμην ἐξ ὕψους, τοῖς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον, τὴν μίαν ἐνέφηνας, φύσιν τρισήλιον. Τῷ Πατριάρχῃ, Ἀβραὰμ ὅτε ὤφθης, ἐν σχήματι, ἀνδρικῷ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος. Ὁ χαρακτῆρσιν, ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως. Θεοτοκίον Στοιχειωθέντες, τοῦ Υἱοῦ σου σοφαῖς εἰσηγήσεσιν, ἑνικὴν καὶ τριλαμπῆ, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν, τὴν Ἀειπάρθενον.

Κάθισμα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Τρισήλιε ἄκτιστε, καὶ ὁμοούσιε, Μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, σῶσον ἐκ τῶν κινδύνων, ὡς Θεὸς ἐλεήμων· σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ δεσπότην, κεκτήμεθα βοῶντες· Γενοῦ ἡμῖν ἵλεως. Δόξα... Καὶ νῦν... Θεοτοκίον Πολλαῖς περιστάσεσι, καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ καθήμενος ἐν δόξῃ

Ὑπερούσιον Τριάδα, ἐν μονάδι Θεότητος, καὶ κυριαρχίαν, σὺν τοῖς Σεραφείμ σε δοξάζομεν, ὡς ἀδιαίρετον φύσιν, ὡς ἀσύγχυτον, ὡς ἰσόρροπον, δόξῃ Θεὲ ἀκατάληπτε. Μεριστὴν οὖσαν ἀφράστως, τοῖς προσώποις Θεότητα, καὶ ταυτιζομένην, ἅμα τῇ μιᾷ κυριότητι, ἀπεριόριστον, μόνην, ἀπερίγραπτον, ἀνυμνοῦμέν σε, τὸν ποιητὴν πάσης κτίσεως. Νοῦς ὁ ἄναρχος τὸν Λόγον, ἀπορρήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε· καὶ διὰ τοῦτο Τριάδα ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων, Θεόν καταγγέλλομεν. Θεοτοκίον Ὀπτανόμενος τοῖς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλˊ ὕστερον, ἐπιφανεὶς τοῖς ἀνθρώποις κατˊ ἀλήθειαν, τρισυπόστατον, μίαν ἀρχὴν ἐφανέρωσε.

ᾨδὴ εˊ

Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα

Συνέντες ἐκ πίστεως, τῆς παντουργοῦ Θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν, τρεῖς δˊ ὑποστάσεις, ζωαρχικὰς συμφυεῖς, σέβομεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, συναΐδιον ὕπαρξιν. Τὸ σέλας τρισήλιον, τῆς οὐσιώδους αἴγλης σου, λάμψον ἑνιαία μοι Θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγή, πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι, σοῦ τὸ κάλλος τὸ ἄρρητον. Ὡς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σε βοῶμέν σοι πιστῶς. Δέσποτα τρισήλιε, τοὺς ὑμνοῦντάς σε φρούρησον. Θεοτοκίον Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ διˊ ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ, καὶ μίαν τρισάριθμον, θεαρχίαν κατήγγειλεν.

ᾨδὴ ςˊ

Ἦχος δˊ

Ἐβόησε, προτυπῶν

Ἐνέφηνεν, ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῷ Χριστῷ βαπτισθέντι ὁρώμενον· διὰ τοῦτο μίαν, καὶ τριττὴν θεαρχίαν δοξάζομεν. Ὡς εἶδέ σε, τρισαγίαις φωναῖς ἀνυμνούμενον, Ἡσαΐας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν. Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα. Θεοτοκίον Ἠξίωσε, μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.

Κάθισμα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ Ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ Θεότητα μίαν, ἥν περ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν, τριὰς ὁμοούσιε, σῶσον ἡμᾶς ὁ Θεός. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε· ὅθεν σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοι βοῶμεν· Τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.

ᾨδὴ ζˊ

Ἦχος δˊ

Ἐν τῇ καμίνῳ

Τὰς τεταγμένας, ἐπουρανίους φύσεις καὶ νοεράς, τάξεις ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν Θεότητα, ἐν τρισὶν ἰσουργοῖς ὑποστάσεσι. Ῥήσεις ἁγίων, Ὑποφητῶν σε πάλαι συμβολικῶς, ἕνα τῶν αἰώνων πάντων δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσιν. Θεοτοκίον Ὁ κατˊ οὐσίαν, ἀθεώρητος Λόγος καὶ Παντουργός, ὤφθης τοῖς ἀνθρώποις ἄνθρωπος, ἐξ ἁγνῆς Θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς Θεότητος.

ᾨδὴ ηˊ

Ἦχος δˊ

Χεῖρας ἐκπετάσας Δανιὴλ

Φῶς μοναρχικὸν καὶ τριλαμπές, Οὐσία, ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδίᾳ μου οἴκησον, καὶ ναὸν τῆς σῆς Θεότητος, φωτοειδῆ καὶ καθαρόν, δεῖξόν με κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἀπὸ τῶν ποικίλων με παθῶν, Τριὰς ἀμέριστε, Μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι, τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαῖς σου θεϊκαῖς, ἵνα φαντάζωμαι τὴν σήν δόξαν, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον. Θεοτοκίον Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς Μονάς, φρούρει τήν ποίμνην σου, ταῖς πρεσβείαις, τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.

ᾨδὴ θˊ

Ἦχος δˊ

Ἅπας γηγενὴς

Ὅλην νῦν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου, Μονάρχα τρίφωτε, καὶ βοῶ σοι· Σώσόν με τὸν δοῦλόν σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς) Ὕψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον, φώτισον ταῖς λάμψεσιν, ἀχράντοις, Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἰκῶν ἀπρόσιτον, τῆς δόξης Ἥλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν τρισυπόστατον. Θεοτοκίον Σῶσον τοὺς εἰς σέ, πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον ἀΐδιον, οὐσίαν μίαν, τρία δὲ Πρόσωπα, θεαρχικὰ καὶ σύμμορφα, τῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος.

Ὑπακοή

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος δ΄

Άυτόμελον

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος δ΄

Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα... Κατεπλάγη Ἰωσήφ Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν... Θεοτοκίον, Άυτόμελον Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε. Βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος δ΄

Ταχὺ προκατάλαβε

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα... Κατεπλάγη Ἰωσήφ Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Ἡ Ὑπακοὴ Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἳ Ἀναβαθμοὶ Ἦχος δ΄ Ἀντίφωνον Α΄ – Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλˊ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. – Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα... Καὶ νῦν... Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β΄ – Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. – Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων. Δόξα... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ΄ – Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. – Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Στίχ.ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.

Κανὼν Ἀναστάσιμος Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο». Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Θεοτοκίον Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ διˊ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς: «Αἶνον Ἰωάννης μελιηδέα τέταρτον ᾄδει». ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος δ΄

Ἀνοίξω τὸ στόμα μου

Ἀρρήτῳ προστἀξει σου, πεζοπλωτῆρα ἐδέξατο, ἡ ἄβατος θάλασσα, ἠπειρωθεῖσά ποτε, Ἰσραηλίτην λαὸν κεκονιμένον, ἐξόδιον ᾄδοντα ὕμνον σοι Κύριε. Ἰάσω τὸ σύντριμμα, τῆς ἀνθρωπότητος Κύριε, τῷ θείῳ σου αἵματι, ἀνασκευάσας αὐτήν, καὶ συνέτριψας, δυνάστην ἐν ἰσχύϊ, τὸν πάλαι συντρίψαντα, σοῦ τὸ πλαστούργημα. Νεκρῶν ἐξανάστασις, διὰ νεκρώσεως γέγονας· ἰσχὺς γὰρ ἀφῄρηται τῆς θανατώσεως, ὁμιλήσασα, ζωῇ τῇ αἰωνίῳ, τῷ πάντων δεσπόζοντι, σεσαρκωμένῳ Θεῷ. Θεοτοκίον Ὡραῖος ὑπέρτερος, τῶν οὐρανίων Δυνάμεων, ὁ θεῖός σου γέγονεν, οἶκος ὁ ἔμψυχος, ἡ ἐν μήτρᾳ σε, βαστάσασα Παρθένος, τὸ ὄρος τὸ ἅγιον σοῦ τοῦ Θεοῦ ἡμῶν.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς σὺν τοῖς Εἱρμοῖς: «Τέταρτος ὕμνος τῇ πανευκλεεῖ Κόρῃ.» ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος δ΄

Τριστάτας κραταιούς,

Ἐσείσθησαν λαοί, ἐταράχθησαν ἔθνη, βασιλεῖαι κραταιαὶ δέ, ἔκλιναν Ἁγνή, ἐκ τοῦ φόβου τοῦ τόκου σου· ἦλθε γὰρ ὁ Βασιλεύς μου, καὶ καθεῖλε τὸν τύραννον, καὶ τὸν κόσμον φθορᾶς ἐλυτρώσατο. Τὸ σκήνωμα αὐτοῦ, ὁ οἰκῶν ἐν ὑψίστοις, τοῖς βροτοῖς συγκαταβάς, ἡγίασε Χριστός, καὶ ἀσάλευτον ἔδειξε· μόνη γὰρ μετὰ τὸν τόκον, παρθενίας κειμήλιον, ἡ τόν Κτίστην τεκοῦσα διέμεινεν.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα. Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται. Θεοτοκίον Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Ἰοῦ ἀναμέστους μοι ὁ ὄφις, ὀδόντας ἐνέπειρε Σωτήρ, οὓς Παντοκράτορ Δέσποτα, ἥλοις χειρῶν σου ἔθλασας, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε. Ὡράθης φιλάνθρωπε βουλήσει, ἐν τάφῳ νεκρὸς ζωοποιός, καὶ πύλας ἀνεπέτασας, ᾅδου ταῖς ἀπˊ αἰώνων ψυχαῖς, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε. Θεοτοκίον Ἀνήροτος ἄρουρα ὡράθης, τὸν στάχυν τεκοῦσα τῆς ζωῆς, τὸν πᾶσι τοῖς μετέχουσιν, ἀθανασίας πρόξενον, τὸν ἐν Ἁγίοις Ἅγιον, ἁγίως ἀναπαυόμενον.

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Ἀφˊ ὕψους κατῆλθες

Ῥύπτεται βροτῶν ἡ οὐσία, διὰ σοῦ ὁμιλήσασα, ἀστέκτῳ θείῳ πυρί, ὡς ἐγκρυφίας Πάναγνε Παρθένε, ἐν σοὶ ἄρτος ἐξοπτηθεῖσα, τῷ καὶ σὲ ἀλώβητον, διαφυλάξαντι. Τίς αὕτη ἡ ὄντως πλησίον τοῦ Θεοῦ, ὡς ὑπερβᾶσα ἅπαντα, τὰ τῶν Ἀγγέλων τάγματα; Ἡ μόνη ἐν τῷ κάλλει τῆς παρθενίας, οἷα Μήτηρ λάμπουσα, τοῦ Παντοκράτορος.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε». Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε. Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε. Θεοτοκίον Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Τὴν ἀνεξιχνίαστον θείαν

Νενομοθετημένος ὢν Ἰσραήλ, σὲ Χριστὲ τὸν νομοθετήσαντα, Θεὸν οὐκ ἔγνω, ἀλλˊ ὡς ἄνομον Σταυρῷ, παρανομῶν προσέπηξεν, ὁ νομοθεσίας ἀνάξιος. Ἡ τεθεωμένη σου Σῶτερ ψυχή, ᾅδου θησαυροὺς προνομεύσασα, τὰς ἀπˊ αἰῶνος, συνανέστησε ψυχάς, τὸ ζωηφόρον σῶμα δέ, πᾶσιν ἀφθαρσίαν ἐπήγασε. Θεοτοκίον Σὲ τὴν Ἀειπάρθενον καὶ ἀληθῆ, πάντες Θεοτόκον δοξάζομεν, ἣν προετύπου, τῷ θεόπτῃ Μωϋσῇ, ἀκαταφλέκτως Πάναγνε, βάτος τῷ πυρὶ ὁμιλήσασα.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ καθήμενος ἐν δόξῃ

Συνανεστράφη ἀνθρώποις, ὁραθεὶς ὁ ἀόρατος, ἐν μορφῇ ὑπάρχων, τῆς ἀκαταλήπτου Θεότητος, καὶ μορφωθεὶς ἐκ σοῦ Κόρη τὸ ἀλλότριον, τοὺς εἰδότας σε, σῴζει ἁγνήν Θεομήτορα. Ὑπεδέξατο ἐν ὕλῃ, ἡ Παρθένος τὸν ἄϋλον, ἐν μεθέξει ὕλης, βρέφος ἐξ αὐτῆς χρηματίσαντα· ὅθεν ἐν δύο οὐσίαις εἷς γνωρίζεται, σαρκοφόρος Θεός, καὶ βροτὸς ὑπερούσιος. Μετὰ τόκον σε παρθένον, ὁ παρθένον οἰκήσας σε, καὶ τεχθεὶς ἀσπόρως, Λόγος καὶ Θεὸς διεσώσατο, καὶ ἐν τῷ τίκτειν παρθένον διεφύλαξεν, ὡς Δεσπότης καὶ Δημιουργός πάσης κτίσεως.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος. Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου. Θεοτοκίον Σὲ ὅπλον ἀρραγές, κατˊ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ἐξέστη τὰ σύμπαντα

Ἐδέξατο ὅλον σε, ᾅδης ὁ ἄφρων στόματι· ξύλῳ γὰρ παγέντα σε ἀθρήσας, λόγχῃ νυγέντα, ἄπνουν τὸν ζῶντα Θεόν, ψιλὸν ἐλογίσατο βροτόν, ἔγνω πειραθεὶς δὲ σοῦ, τὴν ἰσχὺν τῆς Θεότητος. Λυθέντα φιλάνθρωπε, σοῦ τὸν ναὸν τοῦ σώματος, τάφος μερισάμενος καὶ ᾅδης, ἄκοντες ἄμφω δίκας εἰσπράττονται, ὁ μὲν τῶν Ἁγίων σου ψυχάς, σώματα δὲ ἕτερος, συνεκπέμπων ἀθάνατε. Θεοτοκίον Ἰδοὺ νῦν πεπλήρωται, ἡ τοῦ Προφήτου πρόρρησις· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύοντα.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Νῦν ἀναστήσομαι

Οἶκον τῆς δόξης σε, ὄρος Θεοῦ, ἅγιον ἁγνή, νύμφην παστάδα, ναὸν ἁγιάσματος, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ ἐν σοὶ οἰκήσας, καὶ παράδεισον τρυφῆς, ἀϊδίου ἡμῖν εἰργάσατο. Σάρκα ἐξ αἵματος παρθενικοῦ, εἴληφας Χριστέ, ἄσπορον ἄχραντον, καὶ ἐνυπόστατον, λογικὴν καὶ νοεράν, ἐμψυχωμένην, ἐνεργῆ θελητικήν, αὐτοδέσποτον, καὶ αὐτεξούσιον. Τύραννον φρόνημα παρθενική, ᾔσχυνε γαστήρ· βρέφος ἀσπίδων γάρ, τρώγλην ψυχόλεθρον, ἐξηρεύνησε χειρί, καὶ ἀποστάτην, ἀλαζόνα καθελών, τῶν πιστῶν τοῖς ποσίν ὑπέταξεν.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διˊ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας. Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας. Θεοτοκίον Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Διήνοιξε φάρυγγα ὁ ᾅδης, καὶ καταπέπωκέ με, καὶ ψυχὴν ἐπλάτυνεν ὁ ἄφρων, ἀλλˊ ὁ Χριστός, καταβὰς ἀνήγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. Ἑάλω ὁ θάνατος θανάτω· ὁ γὰρ θανὼν ἀνέστη, ἀφθαρσίαν μοι δεδωρημένος, ἐμφανισθείς, Γυναιξὶ προσφθέγγεται, τὴν χαρὰν δὲ ὁ ἀθάνατος. Θεοτοκίον Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ Τάγματα, ἀτενίσαι οὐ δεδύνηνται.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Πάλαι μὲν ἠπάτησεν ὁ ὄφις, καὶ ἐθανάτωσέ με, διὰ τῆς προμήτορός μου Εὔας, νῦν δὲ Ἁγνή, διὰ σοῦ ὁ πλάσας με, ἐκ φθορᾶς ἀνεκαλέσατο. Ἄβυσσός σε ἄβυσσον ἀρρήτως, τῆς εὐσπλαγχνίας Κόρη, ἐκλεκτὴν ἀνέδειξε θαυμάτων· καὶ γὰρ ἐκ σοῦ, ἀστραπῇ Θεότητος, μαργαρίτης Χριστὸς ἔλαμψε.

Κοντάκιον

Ἐπεφάνης σήμερον

Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος. Ὁ Οἶκος Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε». Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως. Θεοτοκίον Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Οὐκ ἐλάτρευσαν τῇ κτίσει

Ἐταπείνωσας, ἐν ξύλῳ ἀναρτώμενος, ὄμμα μετέωρον, καὶ ἐπηρμένην ὀφρύν, εἰς γῆν καταβέβληκας, σώσας τὸν ἄνθρωπον ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Τῇ δυνάμει σου, τὸ κέρας ἡμῶν ὕψωσον, τῶν λατρευόντων σοι, ὁ ἀναστὰς ἐκ νεκρῶν, καὶ ᾅδου κενώσας πρίν, τὸν πολυάνθρωπον, πλοῦτον Δέσποτα, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Τριαδικὸν Ῥήσεσι, θείαις ἑπόμενοι, δοξάζομεν μίαν Θεότητα, ὡς ἐν λαμπάσι τρισίν, ἀσύγχυτον ἄτμητον, αἴγλην ἀνέσπερον, τὴν φωτίζουσαν, πᾶσαν τὴν κτίσιν ψάλλουσαν, ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Νέοι τρεῖς ἐν Βαβυλῶνι

Ἕλκει με πρὸς ὑμνῳδίαν, πόθου τοῦ παρθενικοῦ, τὸ πῦρ τὸ ἐγκάρδιον, βοᾷν τῇ Μητρὶ καὶ Παρθένῳ· Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων. Ὑπερτέρα τῶν κτισμάτων, ὤφθης ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κύριον· διό σοι βοῶ Θεοτόκε· Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων. Τριαδικὸν Κυριότητά σε μίαν, σέβων ἐν ἁγιασμοῖς, τρισὶν ἀδιαίρετον ὑμνῶ, τρισυπόστατε φύσις· Εὐλογημένη κράζων σοι, ἡ τὸ πᾶν διϊθύνουσα.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Τὴν ἄδικον βλέπουσαν σφαγήν σου, ἡ κτίσις κατηφιῶσα ἐπωδύρετο· γῆς ταρασσομένης γάρ, ζόφον ὡς ἱμάτιον, μελαμβαφὲς ὁ ἥλιος περιεβάλλετο, ἡμεῖς δέ σε ἀπαύστως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας. Ὁ συγκαταβάς μοι μέχρις ᾅδου, καὶ πᾶσιν ὁδοποιήσας τὴν Ἀνάστασιν, αὖθις ἀναβέβηκας, ἄρας με ἐπˊ ὤμων σου, καὶ τῷ Πατρὶ προσήγαγες· ὅθεν κραυγάζω σοι· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τριαδικὸν Νοῦν πρῶτον καὶ αἴτιον ἁπάντων, Πατέρα μόνον ἀναίτιον δοξάζομεν, Λόγον τε τὸν ἄναρχον, Πνεῦμα τὸ Παράκλητον, ἕνα Θεὸν καὶ Κύριον, καὶ ποιητὴν τοῦ παντός, Τριάδα συμφυῆ προσκυνοῦντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε

Ἐκ πλευρᾶς τοῦ Ἀδὰμ πλαστουργήσας σε, ἐκ τῆς σῆς παρθενίας σεσάρκωται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ὑμνοῦντες βοῶμεν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ἐν σκηνῇ Ἀβραὰμ ἐθεάσατο, τὸ ἐν σοὶ Θεοτόκε μυστήριον· τὸν γὰρ Υἱόν σου ἄσαρκον, ὑπεδέξατο μέλπων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ἰσαρίθμους Τριάδος διέσωσε, τὸ τῆς σῆς παρθενίας προχάραγμα· ἐν γὰρ παρθένοις σώμασι, κατεπάτουν τὴν φλόγα, Κόρη βοῶντες· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν». Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς διˊ εὐσπλαγχνίαν πολλήν. Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος! Τριαδικὸν Μονάδα μὲν θείας οὐσίας, ἀλλˊ ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος δ΄

Ἅπας γηγενής

Δόλῳ τῆς Ἐδέμ, ἑρπύσας ὁ ὄφις με, εἷλεν αἰχμάλωτον, πρὸς τὴν τοῦ Κρανίου δέ, κρατίστην πέτραν τοῦτον ἠδάφισεν, ὁ Παντοκράτωρ Κύριος, καθάπερ νήπιον, τῆς τρυφῆς δέ, αὖθις μοι τὴν εἴσοδον, διὰ ξύλου Σταυροῦ ἀνεπέτασεν. Ἔθου κραταιά, ἐχθροῦ ὀχυρώματα, νῦν εἰς ἐρήμωσιν, τῇ παναλκεστάτῃ δέ, χειρὶ τὸν πλοῦτον τούτου διήρπασας, ἐκ κενεώνων ᾅδου με, συναναστήσας Χριστέ, καὶ τὸν πάλαι, ἄμετρα καυχώμενον, ὡς γελοῖον παιζόμενον ἔδειξας. Ἴθι τοῦ πτωχοῦ, λαοῦ σου τὴν κάκωσιν, ἐπισκεψόμενος, τῇ συμπαθεστάτῃ δέ, καὶ κραταιᾷ σου χειρὶ δυνάμωσον, τὸν σταυροφόρον Ἄνακτα κατὰ βλασφήμων ἐχθρῶν, ἐξελέσθαι, σοῦ τὴν περιούσιον, κληρουχίαν Χριστὲ ὡς φιλάνθρωπος.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος δ΄

Κρυπτὸν θεῖον

Ὁρῶμεν ὡς κρίνον σε, τῇ ἁλουργίδι, βεβαμμένην Ἄχραντε, τοῦ θείου Πνεύματος, τῶν ἀκανθῶν ἐν μέσῳ ἐκλάμπουσαν, καὶ εὐωδίας πληροῦσαν, τοὺς σὲ γνησίως μεγαλύνοντας. Ῥευστὴν προσλαβόμενος, βροτείαν φύσιν, ἐκ τῆς σῆς Πανάμωμε, γαστρὸς ὁ ἄφθαρτος, ἐν ἑαυτῷ ἀνέδειξεν, ἄρρευστον διˊ εὐσπλαγχνίαν· διό σε ὡς Θεοτόκον μεγαλύνομεν. Ἡ πάντων δεσπόζουσα, τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι, τῆς νίκης τρόπαια, τὸν δυσμενῆ τεθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος δ΄

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἦχος δ΄

Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος δ΄

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος δ΄

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά.

Ἦχος δ΄

Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλˊ ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος δ΄

Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Ἦχος δ΄

Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Ἦχος δ΄

Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι, κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος δˊ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθ΄ἡμῶν χειρόγραφον Κύριε, Λῃστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοῖς πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῷ τῇ λόγχῃ διέρρηξας, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας, ἐκ δεσμῶν τοῦ ᾅδου τῇ Ἀναστάσει σου, διˊ ἧς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ σταυρωθεὶς καὶ ἀναστάς, ὡς δυνατὸς ἐκ τάφου τριήμερος, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, ἐξαναστήσας μόνε ἀθάνατε, κᾀμὲ εἰς μετάνοιαν, ἐπιστρέψαι Κύριε καταξίωσον, ἐξ ὅλης καρδίας μου, καὶ ἐν θερμῇ τῇ πίστει ἀεὶ κραυγάζειν σοι· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Διˊ ἡμᾶς ὁ ἀπαθής, παθητὸς ἐγένετο ἄνθρωπος, καὶ ἑκουσίως ἐν Σταυρῷ, προσηλωθεὶς ἡμᾶς συνανέστησε· διὸ καὶ δοξάζομεν, σὺν τῷ Σταυρῷ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν, διˊ ὧν ἀνεπλάσθημεν, διˊ ὧν καὶ σῳζόμεθα ἀνακράζοντες· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ τὸ τοῦ ᾅδου κράτος σκυλεύσαντα, καὶ ὁραθέντα γυναιξί, Μυροφόροις λέγοντα· Χαίρετε, πιστοὶ δυσωπήσωμεν, ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν, κραυγάζοντες πάντοτε, Λῃστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Δόξα... Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ Ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, Μονάδα Θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλῆν ἀδιαίρετον καὶ ἀπρόσιτον, διˊ ἧς ἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως. Καὶ νῦν... Θεοτοκίον Τὴν Μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε, καὶ Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτήν σοι προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δώρησαι πάντοτε τοῖς βοῶσί σοι· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.

ΔΕΥΤΕΡΑ Δ΄ ΗΧΟΣ

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσι

Δεῦρο τάλαινα πρόσπεσον, τῷ Θεῷ ἐν θερμότητι, τῶν δακρύων κράζουσα, τὸ ἡμάρτηκα, ψυχὴ παμβέβηλε ἵλεων, τὸν Κριτὴν ἀπέργασαι, πρὸ τοῦ τέλους καὶ αὐτῷ, ἐκ καρδίας ἀνάκραξον· Μὴ ἀπώσῃ μου, στεναγμοὺς ὁ Θεός μου, μὴ παρόψῃ, συντριβήν μου τῆς καρδίας, ὦ πολυεύσπλαγχνε Κύριε.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, ὁ ἐχθρὸς ὁ παμπόνηρος, πολεμῶν οὐ παύεται δελεάσαι με, καὶ πρὸς ἀπώλειαν ἕλκει με, κακίας πρὸς βάραθρα, ἀλλˊ ὡς μόνος ἀγαθός, τῆς αὐτοῦ τυραννίδος με ἀπολύτρωσαι, καὶ παντοίας ἀνάγκης, Ἰησοῦ μου, ὑπεράγαθε καὶ σῶσον, ἐκ πολυτρόπων κολάσεων.

Οἰκητήριον γέγονα, λογισμῶν τῶν θλιβόντων με, καὶ ἀλλοτριούντων με ἐκ σοῦ Δέσποτα, τὰς ἐντολάς σου ἠθέτησα, ποιεῖν σου τὸ θέλημα, οὐκ ἠθέλησα ποτέ, ἀλλˊ εὐδόκησον Κύριε, ἐνοικήσαί μοι, διὰ πλῆθος ἐλέους, καὶ διδάξαι, τοῦ ποιεῖν τὸ θέλημά σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσι

Σοῦ τῆς θείας ἐλλάμψεως, δεκτικὰ καταγώγια, καὶ δοχεῖα πάνσεπτα, κατεσκεύασας, τὰ τῶν Ἀγγέλων στρατεύματα, καὶ θεῖα συστήματα, σοῦ τῆς δόξης θεωρούς, παραστάτας τοῦ θρόνου σου, τοὺς τὸν λόγον σου, δυνατῶς ἐν ἰσχύϊ ἐκτελοῦντας, καὶ συντόνως ἐκπληροῦντας, τὰς ἐντολάς σου φιλάνθρωπε.

Ἀγαθότητος πέλαγος, ἀναφαίνειν βουλόμενος, ἀγαθὸς ὢν ἄναρχε, πρῶτον ἔκτισας, παντοδυνάμῳ σου νεύματι, καὶ θείῳ προστάγματι, τῶν Ἀγγέλων τοὺς χορούς, καὶ δυνάμεων τάγματα· ὄντως ἔδει γάρ, τὸ καλὸν ἐκχυθῆναι καὶ ὁδεῦσαι, καὶ ὡς πλείονα γενέσθαι, τὰ σὰ δωρήματα Δέσποτα.

Σεραφεὶμ ἑξαπτέρυγα, Χερουβεὶμ πολυόμματα, ἐπηρμένοι θρόνοι τε περιέπουσι, τῆς φωτουργοῦ σου ἐλλάμψεως, ἀμέσως μετέχοντες, Κυριότητες Ἀρχαί, Ἐξουσίαι Ἀρχάγγελοι, καὶ οἱ Ἄγγελοι, καὶ Δυνάμεις αἱ θεῖαι τὴν σὴν δόξαν, Παντοκράτορ εὐφημοῦντες, ὑπὲρ ἡμῶν δυσωποῦσί σε.

Θεοτοκίον, Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσι

Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἀπόστιχα Κατανυκτικά, Ἦχος δˊ

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλˊ ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ Ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν, Ἦχος δˊ

Ὁ ἐνδοξαζόμενος ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπˊ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος δˊ

Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρὼν, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος δˊ

Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν πόρνην, δέξαι κᾀμέ, καὶ σῶσόν με. Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοι προσφθέγγομαι φωνήν. Σῶσόν με Χριστὲ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Φοβερὸν τὸ μυστήριον, καὶ τὸ θαῦμα παράδοξον, πῶς ἡ Παρθένος, σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σώα καὶ παρθένος διέμεινεν! ὁ τεχθείς ἐξ αὐτῆς τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὁ Θεὸς ὡς φιλάνθρωπος.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, καὶ πάντες ἀκούσωμεν, τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες, τῶν φρονίμων παρθένων, φαιδρύνατε τὰς λαμπάδας ὑμῶν, διὰ τῆς πίστεως. Κατεπλάγη Ἰωσὴφ Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος· πρὸ βήματος γὰρ πῦρ προπορεύεται, ὥσπερ ἀγρία θάλασσα σὺν ἤχῳ, κατακαλύπτον τοὺς πταίσαντας. Ἀναλογίζου ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ἡ κυρίως καὶ ἀληθῶς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ἐν παρρησίᾳ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τῇ σκέπῃ σου προστρέχουσαν, πρὸς σὲ καταφεύγουσαν τὸν λιμένα, τὸ τεῖχος, τὴν μόνην προστασίαν τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Ἀΰλοις ἐν στόμασι, Τριὰς ὑπέρθεε, ἀπαύστως ὑμνοῦσί σε, τῶν Ἀσωμάτων χοροί, καὶ φόβῳ, παρίστανται, Ἅγιος ἐκβοῶντες, Τρισυπόστατε Φύσις. Ἐλέησον γοῦν χειρῶν σου, τῶν οἰκείων τὸ πλάσμα, αὐτῶν ταῖς ἱκεσίαις, μόνε φιλάνθρωπε. Μαρτυρικὸν Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρύναι· διˊ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων, «Σῶσόν με Σῶτερ, ὡς τὸν Ἄσωτον πάλαι. Ἰωσήφ». ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, ὁ τῆς Πόρνης τὸν κλαυθμόν, δεξάμενος ποτέ, ὁ Τελώνην στενάξαντα, νεύματί σου δικαιώσας, ἀναρίθμητα πταίσαντα, ἐπιστρέφοντα δέξαι, καὶ σῶσόν με. Ὡς ὕλην δαπανᾷ, τὴν ψυχήν μου κακίας, ἡ πυρὰ καὶ τῆς φλογός, ὑπέκκαυμα ποιεῖ, τῆς μελλούσης φιλάνθρωπε, σβέσον, ταύτην δροσισμῷ σου, τοῦ ἐλέους Μακρόθυμε, μετανοίας παρέχων μοι δάκρυα. Μαρτυρικὰ Συνέσεως πολλῆς, ὁ χορὸς πεπλησμένος, τῶν ἁγίων ἀθλητῶν, ἀσύνετον βουλήν, καὶ ἀλλόκοτον φρόνημα, πάντων τῶν παρανομούντων, νηφαλέως ἐξέκλινε, καὶ τῶν θείων βραβείων ἐπέτυχε. Οἱ κόσμου τὰ τερπνά, παρωσάμενοι πάντα, ὑπερκόσμιον ζωήν, εἰλήφατε σοφοί, Ἀθλοφόροι πανεύφημοι· πάσης οὖν με τῆς τοῦ κόσμου, ἐκλυτρώσασθε σχέσεως, τὸν γνησίως ὑμᾶς μακαρίζοντα. Θεοτοκίον Ὑπέρφωτε λαμπάς, τοῦ Ἡλίου τῆς δόξης, τῆς ψυχῆς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥαθυμίᾳ προσάναψον, θείων ἔργων τῷ ἐλαίῳ, Παναγία ἐπάρδουσα, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχίς. «ᾨδὴ τετάρτη τῶν Ἀσωμάτων νόων». ᾨδὴ αˊ

Ἦχος δˊ

Τριστάτας κραταιούς

Ὡς Νόες καθαροί, τῷ μεγάλῳ καὶ πρώτῳ, παριστάμενοι Νοΐ, καὶ θείας ἀστραπῆς, ἐμπιπλάμενοι Ἄγγελοι, αἴγλῃ με τῇ ὑμετέρᾳ, καταυγάσατε μέλποντα, τὸν παναίτιον Λόγον πανένδοξοι. Διˊ ὅλου πρὸς Θεόν, νενευκότες τῷ πόθῳ, καὶ ταῖς θείαις καλλοναῖς, μορφούμενοι ἀεί, ὦ Ἀρχάγγελοι ἔνδοξοι, στάσεσι παναρμονίοις, περιέπετε κράζοντες, ἐπινίκιον ὕμνον τῷ Κτίσαντι. Θεοτοκίον Ἡ μόνη ἐν γαστρί, δεξαμένη τὸν Λόγον, ὃν Ἀγγέλων στρατιαί, δοξάζουσιν ἀεί, τὴν ψυχήν μου καταύγασον, λύουσα τῆς ἁμαρτίας, τὴν ζοφώδη κακόνοιαν, καὶ φωτίζουσα γνώσει τοῦ Πνεύματος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀφˊ ὕψους κατῆλθες, βουλήσει ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς, καὶ ταπεινὴν ἀνύψωσας ἐξ ᾅδου κατωτάτου, φύσιν βροτείαν· οὐ γάρ ἐστιν ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Νυκτί με τοῦ βίου, τὸ σκότος τῶν παθῶν, κατέλαβε Χριστὲ ὁ Θεός, φῶς οὖν τυγχάνων ἄδυτον, ἀκτῖσι μετανοίας με καταυγάσας, σῶσόν με φιλάνθρωπε, ἵνα δοξάζω σε. Μερίδος με δεῖξον, Χριστὲ τῶν ἐκλεκτῶν, τῆς ἐναντίας μοίρας Σωτήρ, ἀποχωρίσας δάκρυσι, καὶ ἐλεημοσύνῃ κεκαθαρμένον, ὅπως κατὰ χρέος σε, δοξάζω πάντοτε. Μαρτυρικὰ Ἐβάφησαν ὄντως, τοῖς αἵμασιν ὑμῶν, οἱ πόδες, καὶ ὀξύτερον, πρὸς οὐρανὸν ἐβάδισαν, μετὰ τῆς ἁμαρτίας τὴν γῆν λιπόντες, Μάρτυρες ἐφάμιλλοι, θείων Δυνάμεων. Στρεβλούμενον σῶμα, ὑμῶν τοῖς αἰκισμοῖς, ἐλύετο Χριστοῦ Ἀθληταί, ψυχῆς δὲ ἐκρατύνετο, ὁ τόνος τῇ ἀγάπῃ προσδεδεμένος, ἀλύτως τοῦ Κτίσαντος, πάντα βουλήματι. Θεοτοκίον Μαρία Κυρία, ὡς οὖσα τοῦ παντός, τὸν Κύριον γεννήσασα, κυριευθέντα πάθεσι τὸν νοῦν μου, καὶ κακίᾳ μελανωθέντα, ἐλεύθερον ποίησον, καὶ καταλάμπρυνον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος δˊ

Ἀφˊ ὕψους κατῆλθες

Ταῖς ὑπερκοσμίαις, ὁ ὑμνούμενος χορείαις, τὰς τάξεις τούτων Χριστέ, καὶ τὰ τῶν πιστῶν συστήματα, μιμεῖσθαι θεοφρόνως ποίησον Λόγε· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε. Ἔρωτος θερμοῦ, συντονίᾳ ὀρεκτῶν, προσομιλοῦντες πρώτῃ πηγῇ, λειτουργικῶς παρίστασθε, ὑμνοῦντες ἀσιγήτως, μίαν οὐσίαν, Θεότητος ἄναρχον, θεῖοι Ἀρχάγγελοι. Θεοτοκίον Τῆς Εὔας τὴν πάλαι, κατάραν περιφανῶς, διέλυσας, τὸν Χριστὸν κυοφοροῦσα, Μήτηρ ἁγνή, τὸν πάντας στεφανοῦντα ταῖς εὐλογίαις· οὐ γὰρ ἔστιν Ἄχραντε, πλήν σου βοήθεια.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. Ὡς Κριτῇ δικαιοτάτῳ, νῦν προσπίπτω σοι Κύριε· κατακεκριμένον, καὶ κατεγνωσμένον με οἴκτειρον, καὶ τῆς δικαίας σου ῥῦσαι ἀποφάσεως, καὶ τῆς στάσεως, τῶν ἐκλεκτῶν καταξίωσον. Τὸν λῃσταῖς περιπεσόντα, ἀνημέροις φιλάνθρωπε, τὸν τραυματισθέντα, ἴασαι Χριστέ, ἐπιχέων μοι, τῆς μετανοίας τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐνδύων με, καταστολὴν τὴν σωτήριον. Μαρτυρικὰ Ἐνεδύσασθε ἐξ ὕψους, σωτηρίου ἱμάτιον, ἐν τῇ ἀπεκδύσει, σώματος πανεύφημοι Μάρτυρες, καὶ τὸν ἐκδύσαντα πρῴην τους προπάτορας, ἐγυμνώσατε, ἄπνουν νεκρόν ἐργασάμενοι. Ῥητορεύοντες ἀνόμων, κατενώπιον Μάρτυρες, τοῦ Θεοῦ τὸν λόγον, γνώσει εὐσεβείας κοσμούμενοι, σοφοὺς καὶ ῥήτορας πάντας, κατῃσχύνατε, ἀσεβοῦντας, καὶ τόν δυσμενῆ θανατώσαντες. Θεοτοκίον Ἐπὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαράν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε, καὶ κατέκαυσεν, ἁμαρτίας, χειμάρρους δεινούς θείᾳ χάριτι.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ καθήμενος ἐν δόξῃ

Ἀκαταλήπτῳ δυνάμει, ἐκ μὴ ὄντων παρήγαγες, οὐρανίους Νόας, Λόγε τοῦ Θεοῦ ὑπερούσιε, καὶ τῇ ἀρρήτῳ σου δόξῃ κατεκάλλυνας, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου. Ῥυθμιζόμεναι τῶν ἄνω, αἱ Δυνάμεις τοῦ Πνεύματος, ταῖς ἡνίαις τούτου, καὶ θείαις αὐγαῖς πυρσευόμεναι, ἀμεταπτώτους τὰς τάξεις ἐκληρώσαντο, μίαν σέβουσαι, πάντων ἀρχὴν καὶ Θεότητα. Τοῦ προσώπου σου τὸ κάλλος, τὸ ὡραῖον θεάσασθαι, καταξιωθεῖσαι, αἱ λειτουργικαί σου λαμπρότητες, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις εἰσδεχόμεναι, σοὶ κραυγάζουσι· Δόξα Χριστὲ τῇ δυνάμει σου. Θεοτοκίον Ἡ Βασίλισσα Παρθένος, διαχρύσῳ στολίσματι, ὡραϊζομένη, Υἱῷ Βασιλεῖ νῦν παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Νῦν ἀναστήσομαι, προφητικὼς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος. Ὢ πῶς κατάκριτος, σοὶ τῷ Κριτῇ, πάντων καὶ Θεῷ, μέλλω παρίστασθαι, καὶ διελέγχεσθαι, περὶ πάντων τῶν δεινῶν, ὧν περ ἀφρόνως ἐπλημμέλησα ἑκών, καὶ ἐμαυτόν ὅλως κατηχρείωσα! Σώσόν με Κύριε, ὅτι κακῶν, πέπλησμαι πολλῶν, ἴασαι Δέσποτα, τὰς ἁμαρτίας μου, καὶ τὰ ἕλκη τὰ δεινά, καὶ μὴ ἐάσῃς ἀπολέσθαι με, τὸν μόνον Ἰησοῦ μου, πολλά σοι πταίσαντα. Μαρτυρικὰ Τέλος μακάριον, οἱ Ἀθληταί, εὕραντο σαφῶς, δόξης ἐπέτυχον, Χριστὸν δοξάσαντες, τοῖς οἰκείοις μέλεσι, τὸν ἀθλοθέτην, αἰκισμοῖς καὶ σπαραγμοῖς, ὁμιλεῖν ἀνδρικῶς αἱρούμενοι. Ὄλβον οὐράνιον, πανευκλεῶς, θεῖοι Ἀθληταί, στέφος ἀμάραντον, καὶ φῶς ἀνέσπερον, καὶ οἰκίαν μηδαμῶς παλαιουμένην, ἀχειρότευκτον κληροῦσθε, Μάρτυρες τοῦ Χριστοῦ πανεύφημοι. Θεοτοκίον Σοῦ τὰ θαυμάσια, προφητικαί, ἔφησαν φωναί, ὄρος καλοῦσαί σε, καὶ πύλην Ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος, ἀληθῶς τὸ θαυμαστόν, φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος δˊ

Νῦν ἀναστήσομαι

Τρόμῳ δοξάζουσι, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, θρόνοι, Ἀρχάγγελοι, καὶ Κυριότητες, καὶ Δυνάμεις, καὶ Ἀρχαί, καὶ Ἐξουσίαι, σὺν Ἀγγέλοις τὸ σεπτόν, τῆς μιᾶς καὶ τριττῆς Θεότητος. Ὤφθησαν Ἄγγελοι, φωτοειδῶς, λάμποντες Χριστέ, σοῦ τὴν Ἀνάστασιν διακηρύττοντες, ταῖς ὁσίαις Γυναιξί, καὶ τῶν ἐχθρῶν σου, κατασείοντες τὸν νοῦν, ἀστραπαῖς τῆς σαυτοῦ Θεότητος. Θεοτοκίον Νῦν περιφρούρησον, παρεμβολαῖς, Ἀρχαγγελικαῖς τὴν Ἐκκλησίαν σου, τὴν σὲ δοξάζουσαν, ὀρθοδόξοις ἐν φωναῖς, ὁ ἐκ Παρθένου ἀπορρήτως γεννηθείς, καὶ βροτούς ἐκ φθορᾶς ῥυσάμενος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλˊ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. Νεκρὸς χρηματίζων οὐ γινώσκω, ἀναισθητῶν ὁ τάλας, καὶ συνείδησιν μεμολυσμένην, φέρων ἀεί, ὁ Θεὸς ὁ πλάστης μου, μὴ εἰς τέλος ἀπολέσῃς με. Αἱ πράξεις μου μέλλουσιν οἰκτίρμον, ἐπὶ τοῦ βήματός σου, ὥσπερ δήμιοι κατηγορεῖν μου, ἐξ ὧν Χριστέ, διὰ τάχους ῥῦσαί με, ὁδηγῶν με πρὸς μετάνοιαν. Μαρτυρικὰ Συνέτριψε δῆμος παρανόμων, ὀστᾶ τῶν Ἀθλοφόρων, ἀλλˊ οὐκ ἔθραυσε τούτων τὴν πίστιν, διˊ ἧς Θεοῦ, κληρονόμοι ὤφθησαν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. Ὡς τίμιοι λίθοι ἐπὶ πέτραν, τῆς ἀρραγοῦς ἐλπίδος, ᾠκοδόμηνται οἱ Ἀθλοφόροι, καὶ ὡς ναοί, τοῦ Ἁγίου Πνεύματος, πρὸς ναὸν Θεοῦ ἐσκήνωσαν Θεοτοκίον Τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, ταῖς σκοτειναῖς ἐφόδοις, θεονύμφευτε τῆς ἁμαρτίας, τῷ φωτισμῷ, τῷ ἐν σοὶ καταύγασον, ἡ τὸν Ἥλιον κυήσασα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Αἱ κύκλῳ παρεστῶσαι τοῦ Δεσπότου, καὶ καθαρῶς τρυφῶσαι, τῆς ἐλλάμψεως τῆς ἀρχιφώτου, Ἀγγελικαί, στρατιαὶ λαμπρύνετε, τοὺς ἐν πίστει ὑμᾶς μέλποντας. Σοφία τῇ σῇ δημιουργήσας, Ἀγγελικὰς χορείας, Κυριότητάς τε καὶ Δυνάμεις καὶ Σεραφείμ, ὡς Δεσπότης ἔδειξας, αἰωνίως σε γεραίροντας. Θεοτοκίον Ὡς θρόνοις Χριστὲ τοῖς ἐπηρμενοις, ἐπαναπεπαυμένος, καὶ τὰ σύμπαντα θείᾳ προνοίᾳ, περισκοπῶν, ἐν ἀγκάλαις Δέσποτα, τῆς Παρθένου ἀναπέπαυσαι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τίνι σε ἐξομοιώσω, οἴμοι! τάλαινα ψυχή, ποθοῦσαν τὰ ἄτοπα, καὶ μὴ τὰ καλὰ ἐκζητοῦσαν· διὸ πρὸ τέλους, σπεῦσον, τρόπους χρηστοὺς ἐπιδείξασθαι. Ὄμβρους Χριστὲ δακρύων δίδου, ὅπως τὰ ἐμὰ κακά, ἀποκλαύσωμαι πικρῶς, καὶ μὴ συγχωρήσῃς με Σῶτερ, νῦν ἀπολέσθαι, πταίσαντά σοι πολλὰ ὑπὲρ ἄνθρωπον. Μαρτυρικὰ Νέκρωσιν τοῦ νεκρωθέντος, Λόγου φέροντες σαρκί, πλάνην ἐνεκρώσατε, ζῆτε δὲ θανόντες ἐν δόξῃ, καὶ νεκρωθέντας πάθεσιν, Ἀθληταὶ θεραπεύετε. Ποῖος τόπος νῦν οὐκ ἔχει, Μάρτυρες φωταγωγούς, ὑμᾶς καὶ προπύργια; ποία οὐ φαιδρύνεται χώρα, ὑμῶν τοῖς ἄθλοις ἔνδοξοι, καὶ δόσει τῶν ἰάσεων; Θεοτοκίον Μόνη μένεις μετὰ τόκον Δέσποινα παρθενικῷ κάλλει διαλάμπουσα, μόνη τὰ μητέρων διέδρας· Θεὸν γὰρ μόνη ἔτεκες, λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος δˊ

Νέοι τρεῖς ἐν Βαβυλῶνι

Μάρτυρας τῶν πεπραγμένων, ἔχοντες τοὺς νοερούς, Ἀγγέλους ἑλώμεθα, ἁγνῶς βιωτεύειν βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ἄνθρακι κεκαθαρμένος, θρόνῳ σου τὰ Σεραφείμ, ὁρᾷ παριστάμενα, ὁ θεῖος βοῶν Ἡσαΐας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Τάγματα τῶν Ἀσωμάτων, πάντων ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κύριον, Παρθένε σαφῶς ὑπερέβης, εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Ἀπεφάνθην τοῖς κτήνεσιν ὅμοιος, ὑποκύψας ἀλόγων τοῖς πάθεσι, Λόγε Θεοῦ προάναρχε, ἐπιστρέψας με σῶσον, ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Λυμαινόμενος ὗς ἐλυμήνατο, μονιός με Σωτήρ, ὥσπερ ἄμπελον, γεωργηθεῖσαν πάθεσιν, ἐξ οὗ ῥῦσαί με τάχος, καὶ καρποφόρον, ἀρεταῖς τὴν ψυχήν μου ἀνάδειξον. Μαρτυρικὰ Αἱ βαφαὶ τῶν αἱμάτων ἐπέχρωσαν, πορφυρίδα ὑμῖν θεοΰφαντον, ἣν στολισθέντες Μάρτυρες, στεφηφόροι ταῖς νίκαις, τῷ ἐν ὑψίστοις, Βασιλεῖ αἰωνίῳ παρίστασθε. Ἱερὸς τῶν Μαρτύρων κατάλογος, ἀνιέρων διέλυσε σύστημα, τὸ κελεῦον παράνομα, καὶ νομίμως ἀθλήσας, πρὸς τοῦ Δεσπότου τῶν ἁπάντων, νομίμως κατέστεπται. Θεοτοκίον Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα. Παντευλόγητε μόνη, δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος δˊ

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε

Ὡς ὑπάρχων ζωὴ ἡ ἀθάνατος, ἀθανάτου ζωῆς τοὺς μεθέξοντας, δημιουργῶν ὑπέστησας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Νοερῶς σε κυκλοῦντες Ἀρχάγγελοι, ταῖς ἀπαύστοις φωναῖς ἀνακράζουσι, θεοπρεπῶς γεραίροντες, τῷ Δεσπότῃ τῶν ὅλων, ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον Νομικαὶ προετύπουν εἰκόνες σε, τεξομένην Θεὸν Παμμακάριστε, ὕλῃ σαρκὸς ἑνούμενον, τὸν πρὶν ἄϋλον ὄντα, φύσει τῇ θείᾳ, εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. Ἰδοὺ μετανοίας ὁ καιρός, τί μέλλομεν, τί τῷ ὕπνῳ βυθιζόμεθα; τῆς ῥαθυμίας ἀποστῶμεν, κοσμήσωμεν λαμπάδας ὡς γέγραπται, ἐλαίῳ εὐποιΐας, μὴ μείνωμεν, ἔξω τῆς θύρας ὀδυρόμενοι. Ὡς ἔστι καιρὸς μετανοεῖν, ἐπίστρεψον, τῶν κακῶν σου ὧν ἐποίησας, γνώσει ψυχή μου καὶ ἀγνοίᾳ, καὶ βόησον τῷ πάντα γινώσκοντι· Ἡμάρτηκα συγχώρησον Δέσποτα, μή με βδελύξῃ τὸν ἀνάξιον. Μαρτυρικὰ Συνῆξεν ἐκ πάσης ὁ Χριστὸς ἀθλήσαντας, τοὺς Ἁγίους ἐμφανέστατα, χώρας καὶ πόλεως εἰς τόπους, ἐνδόξους εἰς τιμίαν κατάπαυσιν, καὶ νῦν τῶν πρωτοτόκων φαιδρύνουσι, τὴν Ἐκκλησίαν ἀγαλλόμενοι. Ἡ πάνσεπτος θήκη τῶν σεπτῶν Μαρτύρων σου, φρυκτωρίαις θείου Πνεύματος, αὐγαζομένη παραδόξως, ἰάσεων ἐκπέμπει φαιδρότητας, ἐνθάπτει νοσημάτων ἐπήρειαν, Κύριε μόνε πολυέλεε. Θεοτοκίον Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταρράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Κρυπτὸν θεῖον ἄχραντον, ἐν σοὶ τελεῖται ἐμφανὲς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεὸς ἐκ σοῦ σεσωμάτωται, διˊ εὐσπλαχνίαν· διό σε ὡς Θεοτόκον μεγαλύνομεν. Οἱ Νοῦν τὸν Γεννήτορα καὶ προβολέα, τοῦ Υἱοῦ καὶ Πνεύματος, ὑμνοῦντες Ἄγγελοι, νῦν πρὸς ἡμᾶς τῆς θείας χρηστότητος, τὰς χορηγίας συντόνως, διαπορθμεύειν προθυμήθητε. Ὡραίως κοσμούμενοι τῆς ἀφθαρσίας, δωρεᾷ καὶ χάριτι, θεῖοι Ἀρχάγγελοι, σὲ τὴν πηγὴν Χριστὲ τὴν ἀέναον, τῆς ἀφθαρσίας ὑμνοῦντες, ὡς εὐεργέτην μεγαλύνουσι. Θεοτοκίον Νυμφῶνα σαρκώσεως τῆς ἀπορρήτου, καὶ παστάδα ἔμψυχον, πιστοὶ γινώσκομεν, καὶ κιβωτὸν τοῦ νόμου τῆς χάριτος, σὲ Θεοτόκε· διό σε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος δˊ

Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν Ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι. Ἥμαρτον ἐλέησόν με ὁ Θεός.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος δˊ

Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐνεδείχθητε δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος δˊ

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὑπὲρ πάντας τοὺς βροτούς, ἐπὶ γῆς ἐγὼ ἐπλημμέλησα, καὶ πτοοῦμαι τὸ ἐκεῖ, ἀπαραλόγιστον δικαστήριον, ἐν ᾧ ἀκατάκριτον, συντηρήσας τότε με Ὑπεράγαθε, κολάσεως λύτρωσαι, διδοὺς μοι μετάνοιαν ἀποπλύνουσαν, παντοίων με μολυσμῶν ὡς φιλάνθρωπος. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χερουβεὶμ καὶ Σεραφείμ, Ἐξουσίαι, θρόνοι Ἀρχάγγελοι, Κυριότητες ὁμοῦ, καὶ Δυνάμεις, ἅγιοι Ἄγγελοι, Ἀρχαὶ ὑψηλόταται, τῷ Δεσπότῃ ἄφεσιν παριστάμενοι, πταισμάτων αἰτήσασθε, καὶ βίου διόρθωσιν τοῖς βοῶσι πιστῶς· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁμιλοῦντες τῷ πυρί, τὴν φρυγανώδη πλάνην ἐφλέξατε, Ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ τῇ ὑμῶν πλημμύρᾳ τοῦ αἵματος, τὸν βύθιον δράκοντα, παντελῶς πανεύφημοι ἀπεπνίξατε, καὶ νίκην ἀράμενοι, τοῖς ἄνω στρατεύμασι συναγάλλεσθε, πρεσβεύοντες ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Ἡ τρισήλιος αὐγή, ἡ τὸ τοῦ κόσμου φάνασα πλήρωμα, της ψυχῆς μου τὰ δεινά, ἀποσοβοῦσα πάθη κατάπεμψον, φωτός σου ἀμάρυγμα, καὶ ἱλασμὸν πταισμάτων τοῦ κράζειν σοι, ἀνάρχῳ Γεννήτορι, Υἱῶ τῷ συνθρόνῳ τε, καὶ τῷ Πνεύματι. Τριὰς ἡ παντουργικὴ δύναμις σῶσον ἡμᾶς. Καὶ νῦν ... Θεοτοκίον Ἁμαρτάνοντα ἀεί, καὶ ῥαθυμίᾳ ὅλως κρατούμενον, κατοικτείρηρησον Ἁγνή, καὶ μετανοίας τρόποις βελτίωσον, διδοῦσα κατάνυξιν, τῇ πεπωρωμένῃ ψυχῇ μου Πάναγνε, ἐλπὶς ἀκαταίσχυντε, τῶν πόθῳ ὑμνούντων σε καὶ βοώντων Χριστῷ. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.

ΤΡΙΤΗ Δ΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος δˊ

Ὁ ἐξ Ὑψίστου κληθεὶς

Τὴν Χαναναίαν ζηλώσασα ψυχή μου, ὄπισθεν κολλήθητι, Χριστῷ καὶ κράζε συχνῶς. Ἐλέησόν με, ὦ Δέσποτα, παῖδα οὐκ ἔχω, δαιμονιῶσαν σάρκα δὲ ἄτακτον, δίωξον τὴν πύρωσιν, ἐκ ταύτης δέομαι, καὶ καταπαύσας τὰ ἄτακτα, τῶν σκιρτημάτων, νεκρὰν τῷ φόβω σου ἀποτέλεσον, ταῖς ἱκεσίαις τῆς ἀχράντως σε, συλλαβούσης Χριστὲ καὶ τεκούσης σε, καὶ τῶν πάντων Ἁγίων, Εὐεργέτα πολυέλεε.

Τοῖς Νινευΐταις ποτὲ ἡμαρτηκόσιν, Ἰωνᾶν ἐξέπεμψας, Χριστὲ κηρῦξαι αὐτοῖς, οἳ μεταγνόντες μετέβαλον, θυμὸν εἰς οἶκτον ἀπολυτρούμενοι ἐξ ὀλεθρίου ὀργῆς· πέμψον οὖν Φιλάνθρωπε, τῷ ἀναξίω κᾀμοί, ἵνˊ ἐπὶ τὴν κραταιάν σου βοήθειαν, στρέψω, ἐξ ἀμετρήτων μου παραπτώσεων, καὶ μετανοίας εἰς τὰς τρίβους, ὁδηγηθῶ τε καὶ κλαύσω στενάζων πικρῶς, τῶν πολλῶν μου πταισμάτων, λυτρωθῆναι τῷ ἐλέει σου.

Ὁ εἰς τὸν κόσμον ἐλθὼν διὰ τὸ σῶσαι, βροτοὺς ἁμαρτάνοντας, καὶ πρὸς μετάνοιαν, καλέσαι τούτους ὡς εὔσπλαγχνος, κᾀμὲ Οἰκτίρμον, τὸν ὑπὲρ πάντας σε παροργίσαντα, οἰκτείρησον, σῶσόν με, διˊ ἀγαθότητα, καὶ πρὸς ὁδόν με ὁδήγησον, τῆς μετανοίας, καὶ λογισμόν μοι δὸς κατανύξεως, κατασκευάσας τὴν καρδίαν μου, ταπεινήν, καὶ ἁπλὴν ἀπερίεργον, καὶ πραεῖαν Σωτήρ μου, τῇ σῇ χάριτι ὡς εὔσπλαγχνος.

Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Τὴν ἀμαυρωθεῖσάν μου, ψυχὴν κακίᾳ τοῦ ὄφεως, Ἰωάννη μακάριε, φώτισον πρεσβείαις σου, καὶ εὐθείαις τρίβοις, ὁδήγησον βαίνειν, ταῖς εἰσαγούσαις πρὸς ζωήν, τὴν μακαρίαν καθικετεύω σε, ἵνα προθύμως πάντοτε, δοξολογῶ σε πανθαύμαστε, ὁ ἀχρεῖος οἰκέτης σου, ὡς τυχὼν τῆς αἰτήσεως.

Τῆς στείρας ὡς βλάστημα, ὑπάρχων τίμιε Πρόδρομε, τὴν ψυχήν μου στειρεύουσαν, παντοίων ἐκ πράξεων, ἀγαθῶν παμμάκαρ, ποίησον εὐχαῖς σου, καρποὺς προσφέρειν τῷ Θεῷ, ἐν μετανοίᾳ καθικετεύω σε, ὅπως τὰς ἀριστείας σου, καὶ τὴν θερμὴν προστασίαν σου, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Κριτὰ δικαιότατε, καρδιογνώστα φιλάνθρωπε, καὶ Θεὲ ἀμνησίκακε, ἐν ὥρᾳ τῆς κρίσεως, μή με καταισχύνῃς, τὸν ἄσωτον Λόγε, ἀλλὰ τοῦ θείου Βαπτιστοῦ, σεπταῖς πρεσβείαις νῦν ἐπικάμφθητι, καὶ σῶσόν με τὸν δείλαιον, καθικετεύω καὶ δέομαι, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίο, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος· τίς οὖν μὴ κλαύσει ἐπˊ ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω σοι· Ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος δˊ

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλˊ ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ Ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος δˊ

Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρˊ ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις πλημμελείαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν σου, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος δˊ

Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κᾀμέ, καὶ σῶσόν με. Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοι προσφθέγγομαι φωνήν. Σῶσόν με Χριστέ, σῶσόν με, ὡς φιλάνθρωπος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος δˊ

Ἐννοῶν τὸ πέλαγος τῶν πολλῶν μου πταισμάτων, οὐ τολμῶ ἀτενίσαι, καὶ αἰτῆσαι τὴν συγχώρησιν, ἀλλὰ δός μοι κατάνυξιν πρὸς μετάνοιαν, Κύριε καὶ σῶσόν με. Κατεπλάγη Ἰωσὴφ Τῇ ἀχλύϊ τῶν παθῶν, καὶ τῶν τοῦ βίου ἡδονῶν, σκοτιζόμενος ὁ νοῦς, τῆς ταλαιπώρου μου ψυχῆς, πρὸς λογισμὸν κατανύξεως οὐκ ἔρχεται, ἀλλˊ οἴκτειρον Σωτήρ, κᾀμὲ τὸν δείλαιον, καὶ δός μοι λογισμὸν κατανύξεως, ἵνα κᾀγὼ πρὸ τέλους ἐκβοήσω, τῇ εὐσπλαγχνίᾳ σου Κύριε, Χριστὲ Σωτήρ μου, ἀπεγνωσμένον, σῶσόν με τόν ἀνάξιον. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἀδύτου φωτὸς Νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Τρυγὼν ἡ φιλέρημος, ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν, καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις βοηθῶν ἀενάως. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὸν κόσμον σου. Μαρτυρικὸν Σταυρὸν ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ἡ μόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντός, ἡ μονη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

Κανὼν Κατανυκτικὸς οὗ ἡ ἀκροστιχὶς ἄνευ Εἱρμῶν καὶ Θεοτοκίων Καθαρτικοῖς με δάκρυσιν πλῦνον, Λόγε. Ποίημα Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. Κεκρυμμένως πράττοντα, ἔργα τοῦ σκότους Κύριε, μὴ φανερῶς ἐλέγξῃς, μὴ στηλιτεύσῃς ἐπὶ πάντων, ἀλλὰ φωτὶ λάμπρυνον γνησίας μετανοίας, Σωτὴρ καὶ σῶσόν με. Ἁμαρτίας πάντοτε, ἐφˊ ἁμαρτίας Δέσποτα, ὁ ἄσωτος συνάπτω, καὶ οὐκ αἰσθάνομαι τοῦ φόβου, τοῦ σοῦ ποτὲ Κύριε· διό με πρὸ τοῦ τέλους σῶσον, οἰκτείρησον. Μαρτυρικὰ Θυρεῷ σκεπόμενοι, τῆς εὐσεβείας Ἅγιοι, κατέχοντες ὡς ξίφος Σταυροῦ τὸ ὅπλον, πρὸς τὴν πάλην τοῦ δυσμενοῦς, ἔνδοξοι ἐξήλθετε, καὶ τοῦτον κατηδαφίσατε. Αἱμοβόρους λέοντας, καὶ ξίφη κατατέμνοντα, καὶ βράσματα λεβήτων, ξεσμοὺς ὀνύχων, σπαθισμούς τε καὶ ἀλγεινά, βάσανα, οἱ Μάρτυρες, οἱ θεῖοι οὐκ ἐπτοήθησαν. Θεοτοκίον Τὴν Σκηνὴν τὴν ἄχραντον, καὶ κιβωτὸν καὶ τράπεζαν, τὸ ὄρος οὗ ἐτμήθη, ἄνευ χειρὸς ἀνθρώπου, λίθος ὁ τοῦ παντὸς Κύριος, Μαρίαν τὴν Παρθένον, ὕμνοις τιμήσωμεν.

Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς: ᾨδὴν πλέκω σοι εὐκτικήν, μάκαρ πόθῳ. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. Ὡς μέγιστος ἀστήρ, τοῦ Ἡλίου προτρέχων, κατεφώτισας τὴν γῆν, ταῖς λάμψεσι ταῖς σαῖς, Βαπτιστά· ὅθεν κράζω σοι· Φώτισόν μου τὴν καρδίαν, ταῖς δειναῖς ἀμαυρότησι, τῶν ἀπείρων πταισμάτων τυφλώττουσαν. Διέλυσας ποτέ, ἐν τῷ τίκτεσθαι μάκαρ, τῆς στειρώσεως δεσμά· διό σε δυσωπῶ, τὴν ἀκάρπως στειρεύουσαν, πάθεσι ψυχήν μου δεῖξον, ταῖς εὐχαῖς σου κατάκαρπον, ἀρετῶν εὐτεκνίαν προσφέρουσαν. Ηὐτρέπισας ὁδόν, Ἠλιοὺ ἐν δυνάμει, προελθὼν τῷ Λυτρωτῇ, πρὸς ὅρμον τῆς ψυχῆς, τὰς κινήσεις κατεύθυνον, σκῶλον ἅπαντα καί, λίθον, ἐμπαθείας ἀοίδιμε, Βαπτιστὰ ὑπεξαίρων πρεσβείαις σου. Θεοτοκίον Νεφέλη φωτεινή, τῆς ψυχῆς μου τὰ νέφη, τὰ πολλὰ καὶ χαλεπά, ταῖς σαῖς φωτιστικαῖς μεσιτείαις διάλυσον· ὅπως ἴδω τὰς ἀκτῖνας, τοῦ ἐκ σοῦ ἀνατείλαντος, καὶ φωτὶ φῶς προσλάβωμαι ἄδυτον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὔκ ἐστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν. Ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας, τοὺς ὀφθαλμούς μου φώτισον, ἐσκοτισμένους ταῖς ἡδοναῖς, καὶ τοῦ βίου ταῖς φροντίσι, καὶ μηδαμοῦ τοῖς κρίμασι, τοῖς σοῖς ἀτενίζοντας. Ἴδε καιρός, ἀνάνηψον ψυχή μου, ἐκ τῶν κακῶν ὧν ἔπραξας, καὶ τῷ Δεσπότῃ καὶ λυτρωτῇ, ἀναβόησον ἐν φόβῳ· Τῆς μετανοίας πύλας μοι, Χριστέ, ἀναπέτασον. Μαρτυρικὰ Σεσοβημένος ὤφθη ὁ Βελίαρ, τοῖς θείοις ἀγωνίσμασι τῶν Ἀθλοφόρων, καὶ ὑπˊ αὐτῶν συμπατούμενος ὁρᾶται, νεκρὸς καὶ ἀνενέργητος, ὁ πρῴην καυχώμενος. Μαρτυρικῶς τὸν δρόμον διανύσας, ὁ τῶν Ἁγίων σύλλογος, τὰς μυριάδας τῶν νοητῶν Αἰθιόπων, θείῳ σθένει ὡς ἀληθῶς διέκοψε, καὶ δόξης ἐπέτυχε. Θεοτοκίον Τῶν προπατόρων ἔλυσας τὴν λύπην, χαρὰν ἡμῖν κυήσασα, τὸν ζωοδότην, καὶ Λυτρωτήν, Παναγία Θεοτόκε, ὃν ἐκτενῶς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου. Πᾶσαν ἀρετὴν ἐξήσκησας, πᾶσαν ἁμαρτίαν ἀπὸ καρδίας ἐμίσησας, καὶ τὴν τρίβον τῆς μετανοίας, τοῖς ἀνθρώποις μάκαρ ἔδειξας. Λόγου σαρκωθέντος Προδρομος, μέγιστος ἐδείχθης, καὶ διὰ τοῦτο σοῦ δέομαι, τῶν ἀλόγων παθῶν με ῥῦσαι, ὁδηγῶν με πρὸς μετάνοιαν. Ἔτι ἐνδημῶν τῷ σώματι, βίον Ἀσωμάτων ἐπεδείκνυσο Πρόδρομε, ὂν μιμεῖσθαι ἡμᾶς εὐχαῖς σου, ἐνδυνάμωσον δεόμεθα. Θεοτοκίον Κόσμος διὰ σοῦ ἠλέηται, ὁ τῇ παραβάσει ἀχρειωθεὶς Μητροπάρθενε· διὰ τοῦτο ᾠδαῖς ᾀσμάτων, κατὰ χρέος μακαρίζει σε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, ὁ Προφήτης ἔλεγε, καὶ ἐδόξασά σου τὴν δύναμιν. Ἐγυμνώθην τῶν ἀρετῶν, καὶ τὴν κακίαν ἐνεδυσάμην, καὶ ἰδοὺ αἰσχύνης πέπλησμαι, Ἰησοῦ φιλάνθρωπε, καταστολαῖς ἐνθέοις με φαίδρυνον. Διαπλέων τῆς κοσμικῆς, θαλάσσης Λόγε, τὸν πλοῦν ῥαθύμως, ναυαγίῳ περιέπεσα, ἡδονῶν τοῦ σώματος, πρὸς μετανοίας ὅρμον με ἴθυνον. Μαρτυρικὰ Ἀπεκάθηραν ἀληθῶς, τὴν σηπεδόνα τῆς ἁμαρτίας, καρτερίας θείῳ ἄλατι, οἱ γενναῖοι Μάρτυρες, καὶ σωτηρίαν πᾶσιν ἐβράβευσαν. Κυλιόμενοι ἐπὶ γῆς, καθάπερ λίθοι οἱ Ἀθλοφόροι, τὰ τῆς πλάνης ὀχυρώματα, παντελῶς συνέτριψαν. Αὐτῶν πρεσβείαις Κύριε σῶσον ἡμᾶς. Θεοτοκίον Σωτηρίαν σε ἐν παντί, καιρῷ καὶ τόπῳ ἐπικαλοῦμαι, μὴ παρίδῃς με Πανάμωμε, ἡ Θεὸν κυήσασα, τὸν λυτρωτὴν ὁμοῦ καὶ Σωτῆρά μου.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Διˊ ἀγάπησιν οἰκτίρμον, τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν τὰ ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις. Ὡς τρυγόνα σε τὸ ἔαρ τῆς ἀληθείας, παναληθέσι λόγοις, προμηνύουσαν κόσμῳ, γνόντες μακαρίζομεν, ἀοίδιμε Πρόδρομε. Συντριβέντα με τοῦ πλάνου ταῖς ἐπηρείαις, τῆς Παλαιᾶς μεσίτης, καὶ τῆς Νέας ὑπάρχων, ὅλον ἀνακαίνισον, πρεσβείαις σου Πρόδρομε. Ὁ τὴν ἔρημον οἰκήσας ἀμεμπτῳ βίῳ, ἐρημωμένον πάσῃ, παραβάσει τὸν νοῦν μου, θείαις ἀνακαίνισον, πρεσβείαις σου Πρόδρομε. Θεοτοκίον Ἱλασμὸς ἡμῖν καὶ λύτρωσις ἐγνωρίσθη, ὁ σὸς Υἱὸς Παρθένε, ὃν ἱκέτευε σῶσαι, τοὺς ἐν κατανύξει σε, ψυχῆς μακαρίζοντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ. Ῥαθύμως διανύσαντα, τὸν βίον τὸν φθειρόμενον, καὶ ταῖς ἀπάταις σκοτιζόμενον, τοῦ πλάνου καθˊ ἑκάστην, Ἰησοῦ οἰκτείρησον, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας καὶ ζωῆς. Ὑψώθη ἡ καρδία μου, ὑποβολαῖς τοῦ ὄφεως, καὶ κατηνέχθην πτῶμα μέγιστον, ἡ τῶν κατερραγμένων, Ἰησοῦ ἀνόρθωσις, ἐπίστρεψον σῶσόν με, διὰ πλῆθος οἰκτιρμῶν. Μαρτυρικὰ Σταγόσι κατεσβέσατε, αἱμάτων τὴν πολύθεον, τῆς πλάνης κάμινον μακάριοι, καὶ ὄμβροις ἰαμάτων, φλογμὸν κατεπαύσατε, παθημάτων πάντοτε, τοῦ Σωτῆρος Ἀθληταί. Ἱστάμενοι πρὸ βήματος, καὶ μάστιξι ξεόμενοι, καὶ κεφαλὰς ἀποτεμνόμενοι, καὶ πλήθει ὁμιλοῦντες, χαλεπῶν κολάσεων, ἀκλινεῖς ἐμείνατε, ἐπινεύσει θεϊκῇ. Θεοτοκίον Ἀνάτειλόν μοι Δέσποινα, ἀκτῖνα τοῦ ἐλέους σου, τῷ ἐν τῷ σκότει τῶν πταισμάτων μου, ὑπάρχοντι Παρθένε, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας Ἄχραντε, ἵνα πίστει σε ὑμνῶ.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τὸν φωτισμόν σου, Κύριε κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν εἰρήνην οὐρανόθεν δωρούμενος. Ἐρημικοῖς με ἄνθραξι, παθῶν ἐπαγωγαῖς, ἐρήμου θρέμμα, πυρούμενον δρόσῳ, σοῦ τῶν πρεσβειῶν, τῆς τούτων βλάβης, διατήρησον ἄτρωτον. Ὑπὸ τῆς σῆς βαπτίζεται, ἁγίας δεξιᾶς, Πατρὸς ἡ θεία, παμμάκαρ δεξιά, σῴζουσα ἡμᾶς ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης στενώσεως. Καταφυγήν σε Πρόδρομε, καὶ σκέπην κραταιάν, καὶ μέγα τεῖχος, πᾶς κόσμος σε ἔχει, λύτρωσαι ἡμᾶς ταῖς σαῖς πρεσβείαις, τῶν δεινῶν περιστάσεων. Θεοτοκίον Τὴν καλλονὴν ἠγάπησε, Θεός σε Ἰακώβ, Παρθένε Κόρη, ἐπικαλλωπίζων πάντας διὰ σοῦ ἀμαυρωθέντας, παραβάσει τὸ πρότερον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν πελάγει τοῦ βίου, ταῖς πράξεσί μου κατῆλθον εἰς βυθόν, ἀλλˊ ὡς ἐκ κήτους Ἰωνᾶς, οὕτω βοῶ σοι· Ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε. Νυσταγμῷ ἀμελείας, κατεβαρύνθην ὁ τάλας τὴν ψυχήν, καὶ ἁμαρτίας ὕπνῳ κατηνέχθην, μετανοίας πρὸς φῶς με ἐξέγειρον Κύριε, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ σῶσον. Πῶς ἐπτώθην ὁ τάλας; πῶς ἐμακρύνθην Θεοῦ τοῦ ἀγαθοῦ, πῶς οὐ λαμβάνω ἐν αἰσθήσει, τὸ φρικτὸν κριτήριον ἐκεῖνο, ἐν ᾧ μέλλῳ κρίνεσθαι; Ποιητά μου, οἰκτείρησόν με. Μαρτυρικὰ Λύρα ὤφθητε ὄντως, ἀναφωνοῦσα μέλος σωτήριον ἀεί, καὶ καθηδύνουσα πιστῶν καρδίας, καὶ τὴν μέθην τῆς πλάνης, τελείως διώκετε, Ἀθληταὶ κατηγλαϊσμένοι. Ὑπερβάντες τοὺς ὅρους, τοὺς ἀνθρωπίνους οἱ Μάρτυρες Χριστοῦ, τῇ πρὸς τὸν Κτίστην ἀνανεύσει θεϊκῇ, τῶν βασάνων τοὺς ἄθλους, ὑπέφερον χαίροντες, ὡς ἐν σώματι ἀλλοτρίῳ. Θεοτοκίον Παναγία Παρθένε, προστασία ἁπάντων τῶν πιστῶν, πρόστηθι ῥῦσαί με ἀπειλῆς, καὶ σκότους, τοῦ φρικτοῦ κριτηρίου, ἐν ὥρᾳ τῆς κρίσεως, ἵνα πίστει ἀεὶ ὑμνῶ σε.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλˊ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. Ἵστασο βαπτίζων ἐν τοῖς ῥείθροις, τὸν ἁμαρτίας πάντων, τῶν ἀνθρώπων αἴροντα Δεσπότην, ὃν δυσωπεῖν μὴ ἐλλείπῃς Πρόδρομε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν. Κήρυξ ἀνεδείχθης μετανοίας, ἐν ᾗ συντήρησόν μου, τὴν καρδίαν κατεσπιλωμένην, ταῖς βλαβεραῖς ἁμαρτίαις Πρόδρομε, καὶ ἀνάνευσιν μὴ ἔχουσαν. Ἠχήσας ἐρήμοις ἐν ἀβάτοις, ψυχαῖς τοῦ Λόγου μάκαρ, τὴν ἐπίβασιν ἐλευσομένην· ὅθεν φωναῖς ἀσιγήτοις ἅπασα, Ἐκκλησία μακαρίζει σε. Θεοτοκίον Νόμου διετράνωσαν εἰκόνες, τὴν σὴν φρικτὴν λοχείαν, Θεονύμφευτε, ὧν τὰς ἐκβάσεις, ἡμεῖς νυνὶ καθορῶντες Δέσποινα, ἐπαξίως σε δοξάζομεν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τῇ εἰκόνι τῇ χρυσῇ, μὴ προσκυνήσαντες Παῖδες Ἀβραμιαῖοι, ἐδοκιμάζοντο, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ· ἐν καμίνῳ γὰρ πυρός, ὡς ἐν θαλάμῳ φωτεινῷ, ἐχόρευον βοῶντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Νέον βρέφος ὁραθείς, τῆς παλαιᾶς καταδίκης, λυτροῦσαι κόσμον Χριστέ, ὡς εὔσπλαγχνος, διὸ βοῶ· Πεπαλαιωμένον, ἁμαρτίαις με πολλαῖς, καινοποίησον Σωτήρ, καὶ σῶσόν με βοῶντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὁ ποτὲ τὸν Μανασσῆν, μετανοήσαντα σώσας, ὁ οἰκτειρήσας Πόρνην δακρύσασαν, ὁ τὸν Λῃστὴν λόγῳ δικαιώσας, τὸν πολλὰ καὶ χαλεπά, ἡμαρτηκότα σοι Σωτήρ, κᾀμὲ βοῶντα δέξαι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Μαρτυρικὰ Ναυαγίου χαλεποῦ, πολυθεΐας κρατοῦντος τὴν οἰκουμένην, νηῒ χρησάμενοι τῆς εὐσεβείας οἱ Ἀθλοφόροι, κυβερνήσει τοῦ Χριστοῦ, πρὸς λιμένα τῆς ζωῆς, ἀπέπλευσαν βοῶντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Λαμπρυνόμενοι σαφῶς, ὥσπερ χρυσὸς ἐν χωνείᾳ, ἐν ταῖς βασάνοις ἐδοκιμάζοντο οἱ Ἀθληταί, ἀποδεδειγμένοι ἐκσφραγίσματα σεπτά, παθημάτων τοῦ Χριστοῦ, ταμείοις οὐρανίοις, ἐν ἀφθαρσίᾳ πολλῇ ἐθησαυρίσθησαν νῦν. Θεοτοκίον Τὸν Σωτῆρα καὶ Θεόν, καὶ Λυτρωτὴν καὶ Δεσπότην, σαρκὶ τεκοῦσα, Πάναγνε Δέσποινα, τοῦτον ἀεὶ Ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν, καὶ πολλῶν ἁμαρτιῶν, τὴν ἄφεσιν λαβόντες, ὑμνολογῶμεν αὐτοῦ τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Μείζων παντὸς γεννητοῦ, ἀποδειχθεὶς Προφῆτα Θεοῦ, μεγάλως ἁμαρτόντα με, μεγίστῃ πρεσβείᾳ σου, φλογὸς μεγίστης ῥῦσαι, ὅπως σὲ μακαρίζω. Ἄκαρπος ὤφθην συκῆ, καὶ τὴν τομὴν πτοοῦμαι, βελτίωσόν με μεσιτείᾳ σου, καὶ ἔγκαρπον ποίησον, ὅπως σὲ μακαρίζω, Πρόδρομε τοῦ Σωτῆρος. Κοίμισον πᾶσαν ἐχθροῦ, ἐγειρομένην βλάβην, κατὰ τῶν πίστει προστρεχόντων σοι, ἀγρύπνοις πρεσβείαις σου, τοῦ Λυτρωτοῦ τῶν ὅλων, Πρόδρομε Ἰωάννη. Θεοτοκίον Ἀπαγωγῆς πονηρᾶς, καὶ προνομῆς Παρθένε, καὶ τῆς δουλείας τοῦ ἀλάστορος, τοὺς δούλους σου φύλαττε, τοὺς σὲ ψυχῇ καὶ γλώσσῃ, ἀεὶ δοξολογοῦντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν φλογὶ πυρὸς παρίστανταί σοι, Χερουβὶμ Σεραφὶμ Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ᾄδει σοι τερπνόν· Ὑμνεῖτε εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν τὸν μόνον δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας. Οὐκ ἐνέμεινα τῷ φόβῳ σου, οὐ τῶν σῶν ἐντολῶν ἤκουσα, τὸ θέλημά σου οὐκ ἐποίησα ποτέ· τί γένωμαι ὁ τάλας; φιλάνθρωπος ὑπάρχων, οἰκτείρησόν με μόνε Σωτήρ, καὶ μή με ἀπορρίψῃς. Γεωργὲ καλῶν, τοῦ φόβου σου, τῇ δρεπάνῃ, βοῶ ἔκτιλον, προρρίζους πάντας ἀκανθώδεις λογισμούς, ψυχῆς μου τῆς ἀθλίας, καὶ σπόρῳ μετανοίας, βλαστάνειν σωτηρίας Χριστέ, ἀξίωσόν με στάχυν. Μαρτυρικὰ Ἐπλατύνθησαν στενούμενοι, ἐν βασάνοις πολλαῖς, χάριτι οἱ Ἀθλοφόροι, καὶ ἐστένωσαν ἐχθροῦ, ὁδοὺς βαράθρων πλήρεις, καὶ νῦν καθοδηγοῦσιν, ἡμᾶς πρὸς τὰς ὁδούς τοῦ Θεοῦ, ἐν πίστει καὶ ἀγάπῃ. Ἐναυάγησεν ὁ δόλιος, ἐμπεσὼν εἰς βυθὸν Μάρτυρες, τῆς καρτερίας καὶ ἀθλήσεως ὑμῶν, καὶ κεῖται ὑπὸ πάντων γελώμενος ὁ ἄφρων, ὑμεῖς δὲ τῆς νίκης ἀεί, τοῖς στεφάνοις ἐγκοσμείσθε. Θεοτοκίον Ἡ κοιλία σου Πανάμωμε, θημωνία σεπτῆς ἅλωνος, ἐδείχθη κόσμῳ, σῖτον φέρουσα ζωῆς, τὸν τρέφοντα τὰ πάντα· διό σε ὡς αἰτίαν, ἁπάντων τῶν καλῶν, οἱ πιστοὶ συμφώνως ἀνυμνοῦμεν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Ῥαθυμίας με ὕπνῳ κρατούμενον, καὶ ὁμίχλῃ κακίας σκοτούμενον, φωτιστικαῖς πρεσβείαις σου, ἐπανόρθου καὶ δίδου, ὡς ἐν ἡμέρᾳ ἀρετῶν εὐσχημόνως πορεύεσθαι. Πειρασμῶν με χειμάζει κλυδώνιον, καὶ παθῶν καταιγὶς συνταράσσει με, χεῖρά μοι δίδου Πρόδρομε, ἐμβιβάζων πρὸς ὅρμον, τῆς μετανοίας, τῆς ψυχῆς μου τὸ σκάφος πρεσβείαις σου. Ὁ τὸν αἴροντα κόσμου τὰ πταίσματα, ποταμίοις βαπτίσας ἐν ὕδασι, τὴν τῶν κακῶν μου ἄβυσσον, ἀποξήρανον ῥείθροις τῶν πρεσβειῶν σου, Ἰωάννη μακάριε Πρόδρομε. Θεωρήσας τὸ Πνεῦμα τὸ ἅγιον, ἐνωτίσθης φωνῆς τοῦ Γεννήτορος, προσμαρτυρούσης Πρόδρομε, ὑπὸ σοῦ τῷ ἀρρήτως, βαπτιζομένῳ Ἰησοῦ, ὃν δυσώπει σωθῆναι ἡμᾶς. Θεοτοκίον Ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, συντριβέντα με ὅλον ἀνάπλασον, ταῖς προσβολαῖς τοῦ ὄφεως, ὅπως πίστει καὶ πόθῳ, σὲ μακαρίζω, Θεοτόκε Παρθένε Πανύμνητε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης. Ἰδοὺ ἠνεῴχθη ὁ νυμφὼν ὁ μυστικός, οἱ φρόνιμοι κοσμοῦσι τὰς λαμπάδας, ἐλαίῳ τῶν ἀρετῶν, καὶ εἰσέρχονται φαιδροί· ἀπόθου τὸν ὕπνον ὦ ψυχή, τῆς ῥαθυμίας ὅπως,εἰς Νυμφῶνα φωτεινὸν, συνεισέλθῃς τῷ Χριστῷ, λαμπαδηφοροῦσα. Ὡς πόρνη κατέχω σου τοὺς πόδας νοητῶς, καὶ δάκρυσιν ἐκπλύνω τούτους Λόγε, ἀπόπλυνόν με Σωτήρ, τοῦ βορβόρου τῶν παθῶν. Ἡ πίστις σου σέσωκε σε, νῦν κᾀμοὶ ὑποφωνήσας, ὅπως σου τὴν ἄμετρον, ὑμνῶ εὐσπλαγχνίαν. Μαρτυρικὰ Σκιρτώσῃ καρδίᾳ, γηθομένῃ τε ψυχῇ, οἱ Μάρτυρες τὰ ἄνω κατοικοῦσι, τὰ στίγματα τοῦ Χριστοῦ, ὥσπερ κόσμον εὐπρεπῆ ἀεὶ κεκτημένοι, καὶ ἡμῖν, εἰρήνην ἐξαιτοῦσι, καὶ δεινῶν ἀπαλλαγήν, καὶ πταισμάτων λύσιν. Ἡγίασται ἅπας τόπος, θεῖοι Ἀθληταί, τὰ λείψανα ὑμῶν καθάπερ ἄλλην, ὁ Ἰσραὴλ κιβωτόν, κεκτημένος ἐν δεινοῖς, ἀγάλλεται δὲ ὁ οὐρανός, μετὰ τῶν Ἀσωμάτων, τάς ψυχὰς μακάριοι, ὑμῶν κεκτημένος. Θεοτοκίον Φιλάγαθε Κόρη τὸν φιλάγαθον Θεόν, κυήσασα, ἀγάθυνον βοῶ σοι, κεκακωμένην δεινῶς, τὴν ἀθλίαν μου ψυχήν, τοῖς πάθεσι καὶ ταῖς πονηραῖς, ἐπιβουλαῖς τοῦ πλάνου, ἵνα πίστει σε ὑμνῶ, τὴν ἐλπίδα πάντων.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. Ἰσχύς μου καὶ ὕμνησις Χριστὸς ὁ Κύριος, ὃν δυσώπει μάκαρ Πρόδρομε, κατὰ παθῶν με ἐνισχῦσαι, καὶ πάσης προσβολῆς τοῦ ἀλάστορος, τὸ θεῖον ἐργαζόμενον θέλημα, ὅπως ὑμνῶ σε εὐοδούμενος. Ὡραία τρυγὼν καὶ χελιδὼν ἡδύλαλος, ἀνεδείχθης θεῖε Πρόδρομε, ἔαρ μηνύουσα τὸ θεῖον, Χριστόν, ὃν ἐκδυσώπει χειμῶνός με, ῥυσθῆναι ψυχοφθόρου καὶ κλύδωνος, τῆς ἁμαρτίας ἱκετεύω σε. Σκιρτήσας νηδύϊ τῆς μητρὸς ἐμήνυσας, ἐκ Παρθένου τὸν ἐκλάμψαντα, τοῦτον ἱκέτευε, σαρκός μου, σκιρτήματα νεκρῶσαι νεκροῦντά με, πληρῶσαί τε χαρᾶς τὴν καρδίαν μου, ὅπως ὑμνῶ σε θεῖε Πρόδρομε. Ἡ κρίσις ἀνίλεως ψυχὴ τοῖς ἔλεος, μὴ ποιοῦσιν, ὅρα πρόσεχε, ἔλαιον βάλε εἰς τὴν λαμπάδα, δυνάμενον τηρεῖν σε ἀκοίμητον· ἐγγίζει ὁ Νυμφίος, γρηγόρησον, μὴ ἐσβεσμένην σχῇς προαίρεσιν. Θεοτοκίον Φιλάγαθον τέξασα Θεὸν φιλάγαθε, Θεοτόκε τοῦτον αἴτησαι, πάσης με ῥύσασθαι κακίας, καὶ αὐτοῦ καρδιῶσαι τῷ ἔρωτι, σαρκὸς ἡδυπαθείας μισήσαντα, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος δˊ

Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν Ποιμένα τὸν καλόν. Ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ζάλη ἁμαρτημάτων περιέχει με Σωτήρ, καὶ μὴ φέρων τὸν κλύδωνα, σοὶ προσπίπτω τῷ μόνῳ Κυβερνήτῃ, ὡς τῷ Πέτρῳ τὴν χεῖρά μοι ἔκτεινον, τῆς φιλανθρωπίας σου, καὶ σῶσόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος δˊ

Ἀγγέλων συμμέτοχοι, γεγόνατε ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπατε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δὲ ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην, ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος δˊ

Θεοτόκε Παντάνασσα, τῶν Ὀρθοδόξων τὸ καύχημα, αἱρετικῶν τὰ φρυάγματα, καὶ τὰ πρόσωπα καταίσχυνον, τῶν μὴ προσκυνούντων, μηδὲ τιμώντων, Πάναγνε, τὴν σεβάσμιον εἰκόνα σου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὁ τοῦ Πέτρου τὸν κλαυθμόν, καὶ τῆς Πόρνης Λόγε τὰ δάκρυα, προσδεξάμενος Χριστέ, καὶ τὸν Τελώνην μόνον στενάξαντα, οἰκτείρας ὡς εὔσπλαγχνος, καὶ ἐμὲ προσπίπτοντα καὶ αἰτούμενον, πταισμάτων συγχώρησιν, δοθῆναί μοι Κύριε ὑπεράγαθε, λύτρωσαι τῆς ἐκεῖ, γεέννης ὡς εὔσπλαγχνος. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τῆς στειρώσεως δεσμά, διαλύσας μέγιστε Πρόδρομε, τὴν ἀκαρπίαν τῆς ἐμῆς, ταπεινῆς καρδίας διάλυσον, καὶ φέρειν εὐόδωσον, ἐναρέτους πράξεις τῇ μεσιτείᾳ σου, διˊ ὧν ἀπολήψομαι, ζωὴν τὴν ἀδάπανον, ἀνακράζων Χριστῷ· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μαρτυρικὰ Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Συντριβόμενοι ποιναῖς, καὶ θηρσὶν ἀγρίοις διδόμενοι, καὶ τεμνόμενοι δεινῶς, καὶ εἰς βυθὸν θαλάσσης ῥιπτόμενοι, πυρὶ δαπανώμενοι, καὶ ὠμοτάτῃ κρίσει καταξεόμενοι, Θεὸν οὐκ ἠρνήσασθε, παρˊ οὗ ἡμῖν Μάρτυρες ἐξαιτήσασθε, εἰρήνην καὶ φωτισμὸν καὶ μέγα ἔλεος. Δόξα... Ἀνακαθάραντες τὸν νοῦν, τῇ Τριάδι πάντες βοήσωμεν· Πάτερ, Υἱὲ μονογενές, Πνεῦμα ἅγιον καὶ ὁμότιμον, τοὺς δούλους σου φύλαττε, τοὺς εἰλικρινεῖ σοι πόθῳ λατρεύοντας, μιὰ τῇ Θεότητι, Βασιλείᾳ δόξῃ τε, καὶ κραυγάζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Καὶ νῦν ... Θεοτοκίον Τὸν συνάναρχον Πατρί, καὶ Ἁγίῳ Πνεύματι σύνθρονον, ὑπεδέξω ἐν γαστρί, καὶ ὑπὲρ νοῦν καὶ λόγον ἐκύησας, γενόμενον ἄνθρωπον, ἐπˊ εὐεργεσίᾳ τῆς ἀνθρωπότητος, Μαρία Θεόνυμφε, χωρίον εὐρύχωρον τοῦ Θεοῦ ἡμῶν, ὃν αἴτησαι ἐκτενῶς, σῴζεσθαι τοὺς δούλους σου.

ΤΕΤΑΡΤΗ Δ΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ἐκ γῆς με τὸ πρότερον, δημιουργήσας Φιλάνθρωπε, σῇ εἰκόνι ἐτίμησας, τρυφὴν χαρισάμενος, τὴν ἐν Παραδείσῳ, καὶ γνώσεως ξύλῳ, δελεασθέντα καὶ φθορᾷ, ὑποπεσόντα πάλιν ἀνέστησας, βροτὸς αὐτὸς γενόμενος, καὶ σταυρωθεὶς ὁ ἀθάνατος, διὰ ἔλεος ἄμετρον, καὶ πολλὴν συγκατάβασιν.

Οἶκτον διˊ ἀμέτρητον, ὁ Ποιητής μου καὶ Κύριος, μὴ λιπὼν τὸν Γεννήτορα, τῇ γῇ ἐπεδήμησεν, ἑαυτὸν κενώσας, μορφήν τε τῶν δούλων, ἀναλαβὼν ὡς ἀγαθός, ἐκ τῆς Παρθένου, καθὼς ηὐδόκησε· καὶ Σταύρωσιν ὑπέμεινε, σαρκὶ παθὼν ὁ ἀθάνατος, καὶ τὸν θάνατον ἔλυσε, καὶ τὸν ἄνθρωπον ἔσωσε.

Σταυρούμενος Δέσποτα, τὴν ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἑαυτῷ συνεσταύρωσας, ἀρὰν δὲ ἐξήλειψας, τρήσει τῇ τῶν ἥλων, καὶ τοῦ Πρωτοπλάστου, λόγχῃ νυγείς σου τήν πλευράν, Χριστὲ διέρρηξας τὸ χειρόγραφον, ὑμνῶ σου τὰ Παθήματα, δοξολογῶ σου τὴν Ἐγερσιν, διˊ ἦς πάντας ἐζώωσας, νεκρωθέντας τοῖς πάθεσιν.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ Πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβῳ καὶ πόθῳ, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ ἀπολήψωμαι, εὐφραινόμενος πάντοτε.

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾷν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει Ἀγαθή, ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος δˊ

Ὅπλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος δˊ

Ἔχοντες παρρησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσι

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος δˊ

Άυτόμελον

Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Κατεπλάγη Ἰωσὴφ Παρεστῶσα τῷ Σταυρῷ, ἡ Πανάμώμητος ἀμνάς, τοῦ ἀμνοῦ καὶ λυτρωτοῦ, θρήνοις ἐκόπτετο δεινοῖς, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη. Τί τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα; γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὑπομένεις σταύρωσιν, πῶς ἑκούσιον, καὶ τὸν ἐπώδυνον θάνατον; Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, πλαστουργὲ συγκατάβασιν.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος δˊ

Άυτόμελον

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Ὅμοιον Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, διˊ οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλῇ σου, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, φιλάνθρωπε δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον ὅμοιον Ἡ ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, Σταυρῷ σε ὑψούμενον, ὀδυρομένη πικρῶς, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον, καὶ παράδοξον θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ Σταυρῷ προσπηγνύει, τὸν μόνον σε ζωοδότην, φῶς μου γλυκύτατον;

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος δˊ

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου Κύριε. Μαρτυρικὸν Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διˊ αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός. τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόρρητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων. Ὁ Σταυρός ἐστιν ὅπλον εἰς σωτηρίαν. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Ὁ τείνας, τὸν οὐρανὸν ἐξέτεινας, ἐπὶ Σταυροῦ Ἰησοῦ, τὰς σὰς παλάμας ἔθνη τὰ μακράν, ἀπὸ σοῦ χρηματίσαντα, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος, περιφανῶς ἀγκαλιζόμενος. Σταυρῷ με, τῷ σῷ Χριστέ μου τείχισον, ὅπως μὴ γένωμαι, θήραμα λύκου Λόγε, τὴν ἐμὴν ἐκζητοῦντος ἀπώλειαν, καὶ καθˊ ἑκάστην λόχους μοι, καὶ τὰς ἐνέδρας ἑτοιμάζοντος. Μαρτυρικὰ Τοῖς πόνοις, πόνου παντὸς τὸν πρόξενον, κατηδαφίσατε, καὶ νῦν κληροῦσθε ἄπονον ζωήν, πάντα πόνον κουφίζοντες, ἐκ τῶν ψυχῶν, μακάριοι, καὶ τῶν σωμάτων ἡμῶν πάντοτε. Ἀλύτοις, δεσμοῖς ὑμεῖς ἐδήσατε, τὸν πολυμήχανον, διὰ Χριστὸν δεσμούμενοι σοφοί, τὸν δεθέντα θελήματι, καὶ πᾶσαν πλάνην λύσαντα· ὅθεν ἀξίως μακαρίζεσθε. Σταυροθεοτοκίον Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, διαμεμένηκας, τὸν ὑψωθέντα Ἄχραντε Σταυρῷ, ὑπὲρ λόγον κυήσασα· ὅθεν πιστοί σε ἅπαντες, μεγαλοφώνως μακαρίζομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, «ᾨδὴ τετάρτη τῇ Θεοτόκῳ Κόρῃ». ᾨδὴ αˊ

Ἦχος δˊ

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος

Ὡς οὖσα, καθαρωτέρα Πάναγνε, πάσης τῆς κτίσεως, τὴν ἀκαθάρτοις πάθεσι δεινῶς, μολυνθεῖσαν καρδίαν μου, τῇ καθαρᾷ πρεσβείᾳ σου, Θεοκυῆτορ ἀποκάθαρον. Δακρύων, καὶ στεναγμῶν με λύτρωσαι, ἀποκειμένων μοι, ἐν τῇ μελλούσῃ δίκῃ τῇ φρικτῇ, εὐπροσδέκτοις πρεσβείαις σου, Παρθενομῆτορ Ἄχραντε, ταῖς πρὸς τὸν Κτίστην καὶ Θεὸν ἡμῶν. Ἡ μόνη, τῇ ὑπὲρ νοῦν κυήσει σου, ἐλευθερώσασα, ἐκ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν, σαρκικοῖς ἀτοπήμασιν, δεδουλωμένον Πάναγνε, σαῖς ἱκεσίαις ἐλευθέρωσον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Ὑψούμενος ἐν Σταυρῷ, τοὺς καταχθέντας εἰς φθορὰν ὕψωσας, καὶ τὸν ἐχθρὸν ἔπτωσας, Δέσποτα Χριστέ, ὁ Θεὸς ἡμῶν. Ῥομφαῖαι τοῦ δυσμενοῦς, σοῦ λογχευθέντος τὴν πλευρὰν ἤμβλυνται, καὶ ἡ Ἐδὲμ ἤνοικται, Λόγε τοῦ Πατρός, ἐνυπόστατε. Μαρτυρικὰ Οἱ πύρινοι ποταμοί, τοὺς τῆς ἀπάτης ποταμοὺς ἔπαυσαν, καὶ τὴν πυρὰν ἔσβεσαν, τῆς πολυθεΐας, οἱ Μάρτυρες. Σταυρούμενοι καὶ εἰς γῆν, τυμπανιζόμενοι Χριστοῦ Μάρτυρες, τὸν δυσμενῆ δράκοντα, ξίφει καρτερίας, ἐσφάξατε. Σταυροθεοτοκίον Ἡ ἄμωμος σὲ Ἀμνάς, ἀναρτηθέντα ἐν Σταυρῷ βλέπουσα, ὀδυνηρῶς Δέσποτα, ἔκλαιεν ὑμνοῦσα, τὸ κράτος σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Τὴν ἀνωτέραν, Χερουβεὶμ ἱκετεύω σε Δέσποινα, συμπτωθέντα μου τὸν νοῦν, ταῖς ἐπηρείαις τοῦ ὄφεως, παθῶν τῶν τοῦ σώματος, δεῖξον ἀνώτερον. Ἐν τῇ ἐτάσει, τῇ φρικτῇ ὅταν μέλλῃ με Κύριος, κατακρῖναι τὸν πολλά, ἡμαρτηκότα Πανάμωμε, εὕροιμί σε σῴζουσαν, τῆς καταδίκης με. Τοῖς οἰκτιρμοῖς σου, τοὺς ἀσπλάγχνους μου τρόπους μετάβαλε, συμπαθείᾳ σου Χριστέ, ἀσυμπαθῆ με ὑπάρχοντα, σῶσον παρακλήσεσι, τῆς κυησάσης σε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. Ἐπαρθέντα σε ἐν ξύλῳ ἐθελουσίως, κατανοῶν ὁ ἥλιος, Ἤλιε τῆς δόξης, σκότος ἐνεδύσατο, καὶ πέτραι ἐρρήγνυντο, καὶ τὸ τοῦ Ναοῦ καταπέτασμα. Σταυρουμένου σου, καὶ λόγχῃ ἐκκεντουμένου, ἡ στρεφομένη Κύριε, ῥομφαία ἐδίδου, νῶτα τῇ κελεύσει σου, Λῃστῇ τῷ εὐγνώμονι, ἀνυμνολογοῦντι τὸ κράτος σου. Μαρτυρικὰ Τειχιζόμενοι τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, οἱ Ἀθλοφόροι Κύριε, ἄτρωτοι τῷ βέλει, τῆς κακίας ὤφθησαν, καὶ τείχη κατέστρεψαν, εἰδωλομανίας ἀνίδρυτα. Ἱερεῖα ὥσπερ ἄμωμα καὶ θυσίαι, καὶ προσφοραὶ ὁλόκληροι, τῷ διˊ εὐσπλαγχνίαν, Μάρτυρες πτωχεύσαντι, Κυρίῳ προσήχθητε, πόνων ἀμοιβὰς κομιζόμενοι. Σταυροθεοτοκίον Ἡ τὸν ἄχρονον ἐν χρόνῳ ἀποτεκοῦσα, καὶ παρθενίαν ἄμωμον, ἡ μόνη κεκτημένη, ξύλῳ ἀναρτώμενον, ὡς ἔγνως τὸν Κύριον, πόνοις τὴν ψυχὴν κατεμέριζες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος δˊ

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία

Ἁγιάσματος ὑπάρχουσα θεῖος οἶκος, τοῦ κενωθέντος Ἄχραντε ἐπˊ εὐεργεσίᾳ, τοῦ ἰδίου πλάσματος, ψυχήν μου ἁγίασον, καὶ τὸν λογισμὸν φωταγώγησον. Ῥιπιζόμενον τῇ λαίλαπι τῆς κακίας, λογισμόν μου Δέσποινα, καὶ τῇ ἀμελείᾳ, ὅλον βυθιζόμενον, πρεσβείαις σου στήριξον, καὶ τῶν συμπτωμάτων ἐξάρπασον. Τὸ παλάτιον Παρθένε τοῦ Βασιλέως, τὸν οὐρανὸν τὸν ἔμψυχον, νῦν ἐκδυσωπῶ σε, οἶκον τῆς Τριάδος με, εὐχαῖς σου ἀνάδειξον, σπήλαιον λῃστῶν χρηματίζοντα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Νυγείσης σου πλευρᾶς, ἀφθαρσίας προχέεις μοι, ὦ Δέσποτα θεῖα ῥεῖθρα, τῷ πλευρᾶς παραινέσει, εἰς φθορὰν ὀλισθήσαντι. Ὁ τίμιος Σταυρός, κατˊ ἐχθρῶν ἐστι τρόπαιον, ὃν δέδωκας ἡμῖν Λόγε, εἰς ψυχῶν σωτηρίαν, τοῖς πίστει ἀνυμνοῦσί σε. Μαρτυρικὰ Πυρίνοις οἱ θνητοί, λειτουργοῖς νῦν συνήφθησαν, πῦρ ἔνυλον διελθόντες, τῶν μεγίστων βασάνων, ὡς Μάρτυρες ὑπέρλαμπροι. Λυόμενον πολλοῖς, τὸ σαρκίον παθήμασι, τὴν ἄλυτον πρὸς τὸν Κτίστην, τῆς ψυχῆς ἐβεβαίου, τῶν Μαρτύρων διάθεσιν. Σταυροθεοτοκίον Ὁ μόνος ἀγαθός, ὑποδὺς μήτραν ἄφθορον, σαρκούμενος καθωράθη, καὶ σταυρούμενος ὅπως, φθορᾶς ἡμᾶς λυτρώσηται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλˊ ἡμεῖς σε Μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε. Ἡ ἀμνὰς ἡ τέξασα, ἀμνὸν τὸν τοῦ Θεοῦ, τὴν ἐμὴν ζώωσον ψυχήν, φαρμαχθεῖσαν δήγματι τῷ τοῦ ὄφεως, καὶ εἰς ὄρη Δέσποινα, πλανωμένην παραβάσεως. Τῇ θερμῇ πρεσβείᾳ σου, τῷ κράτει τῶν δεινῶν, πηγνυμένην μου τὴν ψυχήν, εἰς θερμὴν τοῦ Κτίσαντος, θείαν ἀγάπησιν, εὐσεβῶς συγκίνησον, Θεοτόκε Παναμώμητε. Ἡ καλὴ καὶ ἄμωμος, Ἁγνὴ ἐν γυναιξί, τὴν ταλαίπωρόν μου ψυχήν, ἐμπαθοῦς μωμήσεως, νῦν ἐλευθέρωσον, καὶ ἁγνῶς βιῶσαί με, μεσιτείαις σου εὐόδωσον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διˊ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Ὁ πάσης, ἀνωτάτῳ τιμῆς ὢν ἐπέκεινα, ἀτιμασθῆναι ἠνέσχου, ὅπως με κακίστως ἀτιμασθέντα, καὶ τιμήσῃς, καὶ Σταυρῷ διασώσῃς φιλάνθρωπε. Νεκρὸς μέν, ἐχρημάτισας ξύλῳ ὑψούμενος, τὸν νεκρωτὴν δὲ εἰργάσω, καὶ νεκρὸν καὶ πάσης πεπληρωμένον, νῦν αἰσχύνῃς. Ποιητά μου, ὑμνῶ σου τὴν δύναμιν. Μαρτυρικὰ Ἐτρώθη, τῷ τιτρώσκειν ὑμᾶς ὁ παμπόνηρος, ταῖς ἀνηκέστοις βασάνοις, καὶ ποσὶν ὑμῶν καταβέβληται, καὶ ὁρᾶται, ὑπὸ πάντων γελώμενος Μάρτυρες. Ἰάσεις, ἀναβλύζει Μαρτύρων τὰ λείψανα, κόνις κειμένη ἐν τάφῳ, ὡσεὶ κόνιν δαίμονας διαλύει, καὶ ποικίλα, θεραπεύει σωμάτων νοσήματα. Σταυροθεοτοκίον Ἥλοις σε, ὁ παράνομος δῆμος προσήλωσε, καὶ λύπης νῦν τῇ ῥομφαίᾳ, τὴν ἐμὴν καρδίαν σπαράττομαι, ὦ Ποιητά μου, ἡ Παρθένος ἐβόα δακρύουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος δˊ

Θύσω σοι

Θανάτου, ἀναιρέτης ὁ τόκος σου γέγονεν, ὡς τῶν θανόντων Παρθένε, καὶ ζωὴ καὶ λύτρωσις· διὰ τοῦτο, δυσωπῶ σε, τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον. Ἔκτεινον, βοηθείας μοι χεῖρα φιλάνθρωπε, ἐν τῷ πελάγει τοῦ βίου, κλυδωνιζομένῳ, ταῖς ἱκεσίαις, τῆς Μητρός σου, καὶ τῶν ἄνω ἀπείρων Δυνάμεων. Ἡ χώρα, ἡ τὸν θεῖον βλαστήσασα ἄσταχυν, τὴν χερσωθεῖσαν ψυχήν μου, καὶ λιμῷ τῶν θείων ἐκτηκομένην, μὴ παρίδῃς, ἀλλὰ θρέψον, τοῦ Υἱοῦ σου ἐνθέοις χαρίσμασιν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Σταυροῦσαι θέλων, ἐπὶ Σταυροῦ γυμνὸς ἀθάνατε μόνε, ὁ ἐνδύων νέφεσιν οὐρανόν, καὶ τὸν πάλαι τοὺς προπάτορας, ἀπογυμνώσαντα, ἐπενδύεις αἰσχύνην αἰώνιον. Σταυρῷ ὑψώθης, καὶ ὁ πεσὼν Ἀδὰμ ἐγήγερται, λόγχῃ ἐκεντήθης Δέσποτα τὴν πλευράν, καὶ πληγὴν καιρίαν ἔλαβεν, ὁ πολυμήχανος. Εὐλογητὸν τὸ κράτος σου Κύριε. Μαρτυρικὰ Ὡραιοτάτως, τῷ ὡραίῳ Λόγῳ ἑνούμενοι, κόσμου παντελῶς πανεύφημοι Ἀθληταί, ἐχωρίσθητε δεσμούμενοι, καὶ συντριβόμενοι, καὶ τὸν ἐχθρὸν ἀεὶ συμποδίζοντες. Τείχη τῆς πλάνης, ἀναμοχλεύσει θείᾳ κατέαξαν, θείων παθημάτων ὄντως οἱ Ἀθληταί, καὶ πιστοῖς τεῖχος ἐδείχθησαν, καὶ φυλακτήριον, τοῖς εὐσεβῶς αὐτοὺς μακαρίζουσι. Σταυροθεοτοκίον Τὸν ἐν καμίνῳ, δρόσον ὀφθέντα Χριστὸν τὸν Θεόν, Κόρη μηδαμῶς δὲ φλέξαντα τὴν νηδὺν τὴν σήν, βλέπουσα κρεμάμενον, ξύλῳ ἐδόξαζες, τὴν ὑπὲρ νοῦν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ἐν τῇ καμίνῳ

Τὸ θεῖον ὄρος, ἐξ οὗ λίθος τέτμηται ἄνευ χειρός, ὁ συντρίψας στήλας Κόρη δαιμονικάς, τῆς ψυχῆς μου τὰ ἰνδάλματα, καὶ τῆς καρδίας μου, τὴν λιθώδη ἀπέλασον πώρωσιν. Οὐκ ἐσαλεύθης, ὡς δεξαμένη ἐν τῇ μήτρᾳ σου Κόρη, τὸν προσβλέψει γῆν, καὶ τὰ ἐν αὐτῇ, ὅτε βούλεται σαλεύοντα· διό με στήριξον, ταῖς προσβολαῖς ἐχθροῦ σαλευόμενον. Καταβαλοῦσα, τὰ σαρκικά μου ἁγνὴ φρονήματα, ὅλον Θεοτόκε δεῖξον πνευματικόν, ἀρεταῖς κατακοσμοῦσά με, ὃν ὁ παμπόνηρος, ἡδονῶν ἀκοσμίᾳ ἠμαύρωσεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἥπλωσας παλάμας ἐν Σταυρῷ, χειρὸς ἁμάρτημα ἀκρατοῦς Δέσποτα, θέλων ἰάσασθαι, ἥλοις δὲ προσηλώθης, ἄπαν νόημα τοῦ πρωτοπλάστου, ἐξηλῶν, ἐμπαθὲς Κύριε, μελῳδοῦντος· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥήγνυται χειρόγραφον τῆς σῆς, νυγείσης θείας πλευράς, τοῦ πρωτοπλάστου Ἀδάμ, ῥανίσιν αἵματος Δέσποτα, ἁγιάζεται ἡ σύμπασα, εὐχαριστίας ἐν φωναῖς, ἀεὶ κραυγάζουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Μαρτυρικὰ Ἵσταντο ἐν μέσῳ τοῦ πυρός, ὡς δροσιζόμενοι, οὐ φλογιζόμενοι, οἱ παναοίδιμοι Μάρτυρες, καὶ τῶν Παίδων ἀναμέλποντες, ἐν συμφωνίᾳ μυστικῇ, τὴν θείαν ὄντως ᾠδήν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἀνύστακτον φέροντες πυρσόν, τῆς προαιρέσεως, σκότει κολάσεων, οὐ παρετράπητε Μάρτυρες, ἀλλˊ ἐνθέως δυναμούμενοι, ἐπανεδράμετε πρὸς φῶς, βοῶντες ἄδυτον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σταυροθεοτοκίον Νεκρούμενον βλέπουσα Χριστόν, καὶ τὸν νεκρώσαντα, βροτοὺς νεκροῦντα ἐχθρόν, ἡ πολυΰμνητος Δέσποινα, ὡς Δεσπότην ὕμνει κλαίουσα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα, ἀνεβόα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος δˊ

Χεῖρας ἐκπετάσας Δανιήλ

Ὥριμον ἐκύησας καρπόν, ἐξ οὗ ὁ θάνατος, φαγὼν ἀπώλετο· διὸ κραυγάζω σοι, Δέσποινα, τῷ καρπῷ τῆς ἁμαρτίας με, θανατωθέντα δολερῶς, ζώωσον μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Κοίμησον κινήσεις ἐμπαθεῖς, τῆς διανοίας μου, τῇ ἀκοιμήτῳ σου, πρεσβείᾳ, Πάναγνε Δέσποινα, καὶ ἀνάστησον ἐξ ὕπνου με, τῆς ῥαθυμίας μελῳδεῖν, γρηγορούσῃ ψυχῇ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Οὐχ ἕξεις ταλαίπωρε ψυχή, ἐκεῖ συνήγορον, κατηγορούσης σου, τῆς φαύλης πράξεως ἄμετρα, διὰ τοῦτο μετανόησον, καὶ συνεργὸν πρὸς τὸ καλόν, τὴν μόνην Ἄχραντον, προσλαμβάνου· μόνη γὰρ πέλει βροτῶν καταφύγιον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. Ἰδοὺ ἡ ζωὴ κρεμαμένη, ἐπὶ Σταυροῦ πᾶσιν ὡράθη, ἥλιος δὲ τοῦτο μὴ φέρων, ἀκτῖνας παύει, καὶ γῆ σαλεύεται, καὶ λογισμοὶ στηρίζονται, ἐπˊ εὐσεβείᾳ καὶ σεμνότητι. Ὢ πῶς σε ὁ ἄνομος δῆμος, τὸν Νομοδότην κατακρίνει, ξύλῳ Ἰησοῦ μου τεθνάναι, ζωὴν τῶν ὅλων, ὄντα καὶ Κύριον, καὶ διὰ πάθους ἅπασι, βροτοῖς παρέχοντα ἀπάθειαν! Μαρτυρικὰ Στόμασιν ὑμῶν θεολόγοις, ἀνεκηρύξατε πανσόφως, σάρκωσιν τοῦ Λόγου ἐν μέσῳ, παρανομούντων ἐχθρῶν πανεύφημοι, καὶ ἱερῶς ἀθλήσαντες, νίκης στεφάνοις κατεστέφθητε. Ἡμεροφαεῖς ὡς ἀστέρες, πᾶσαν τὴν κτίσιν φρυκτωρεῖτε, ἄθλων ἱερῶν ἀναλάμψει, καὶ ἰαμάτων θείαις λαμπρότησι, καὶ τῶν παθῶν σκεδάζετε, νύκτα βαθεῖαν θεῖοι Μάρτυρες. Σταυροθεοτοκίον Φώτισον ἁγνὴ τὴν ψυχήν μου, τῇ ἁμαρτίᾳ σκοτισθεῖσαν· λῦσον τῶν κακῶν μου τὰ νέφη, φωτὸς νεφέλη, ἡ σκοτιζόμενον, ἥλιον πάλαι βλέψασα, ἐν τῷ σταυροῦσθαι τόν ἀθάνατον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος δˊ

Λίθος ἀχειρότμητος ὄρους

Ῥῆξον τὰ δεσμὰ τῶν κακῶν μου, τῇ θείᾳ λόγχῃ τοῦ Υἱοῦ σου, λῦσον τὴν ἀθλίαν ψυχήν μου, πεπεδημένην καὶ κινδυνεύουσαν, καὶ τῇ ἀγάπῃ πρόσδησον, Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν. Ἡ τῶν οὐρανῶν πλατυτέρα, τὴν στενωθεῖσάν μου καρδίαν, πάσῃ προσβολῇ ἐναντίᾳ, πρὸς ἀπαθείας πλάτος ἐξάγαγε, διὰ στενῆς ὁδεύειν με, ἐνδυναμοῦσα τρίβου πάντοτε. Ἵνα σε δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι, τῆς ἁμαρτίας καὶ δόξης μέτοχον, ἐπουρανίου ποίησον, τὸν προσφυγόντα τῷ ἐλέει σου.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος δˊ

Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, ἐν ᾧ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος δˊ

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαὶς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ὡς γενναῖον ἐν μάρτυσιν

Ἐν σταυρῷ σε τεινόμενον, καὶ τοῖς ἥλοις πηγνύμενον, καὶ πλευρὰν τῇ λόγχῃ σε, τιτρωσκόμενον, κατανοοῦσα ἡ Μήτηρ σου, θρηνοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον ποθεινόν! πῶς σε, δῆμος ὁ ἄνομος, ἐθανάτωσε, τὸν ζωὴν τοῖς ἐν ᾅδῃ χορηγοῦντα; ἀλλˊ ἀνάστηθι συντόμως, χαροποιῶν οὓς ἠγαπησας.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Προσηλώθης τῷ Σταυρῷ, διὰ πολλὴν Χριστὲ ἀγαθότητα, ἐκεντήθης τὴν πλευράν, δύο κρουνοὺς πηγάσας ἀφέσεως, ἡ γῆ δὲ μὴ φέρουσα, καθορᾷν τὸ τόλμημα ἐκυμαίνετο, αἱ πέτραι ἐρρήγνυντο, ἐσβέννυτο ἥλιος, ἐσαλεύοντο ὄρη, καὶ οἱ βουνοὶ φόβῳ τοῦ κράτους σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τῆς ταθείσης ἀκρατῶς, χειρὸς ἐν ξύλῳ πάλαι τῆς γνώσεως, τοῦ προπάτορος Ἀδάμ, ἐπανορθῶν Χριστὲ τὸ ὀλίσθημα, ἐτάθης θελήματι, καὶ τὰς σὰς ἡλώθης χεῖρας Μακρόθυμε, ὁ πλάσας τὸν ἄνθρωπον, χειρί σου διˊ ἄμετρον ἀγαθότητα. Δόξα τῇ ὑπὲρ νοῦν Λόγε εὐσπλαγχνίᾳ σου. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὐρανώσαντες τὴν γῆν, ταῖς ὑπερτάταις Ἅγιοι λάμψεσι, τῶν ἀγώνων τῶν καλῶν, διˊ ὧν τὸ σκότος ἄπαν ἐδύσατε, τὸ τῆς ματαιότητος, καὶ πρὸς φῶς τὸ ἄδυτον ἐσκηνώσατε, μεθέξει θεούμενοι, καὶ πᾶσιν αὐγάζοντες φέγγος γνώσεως, τοῖς κατὰ χρέος ὑμᾶς μακαρίζουσι. Δόξα... Γέρας δόξαν καὶ τιμήν, τῇ πανταιτίῳ Τριάδι νέμωμεν, τρισαγίαις ἐν φωναῖς, τῶν Ἀγγέλων τὸν ὕμνον προσφέροντες. Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ Υἱῷ καὶ Πνεύματι ἀνακράζομεν, Λῃστοῦ τοῦ εὐγνώμονος, φωνὴν ἀναμέλποντες καὶ κραυγάζοντες· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. Καὶ νῦν... Σταυροθεοτοκίον Ἀναρτώμενον Σταυρῷ, ἐθελουσίως βλέπουσα Ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν, ἐκπληττομένη κλαίουσα ἔλεγες· Ποῦ ἔδυ τὸ κάλλος σου, τοῦ τὰ πάντα Κύριε καλλωπίσαντος; τί ταῦτα ἀχάριστος, ἀπέδωκε δῆμός σοι ἀντὶ ἀγαθῶν; Δόξα Λόγε τῇ σῇ ἄκρᾳ ἀγαθότητι.

ΠΕΜΠΤΗ Δ΄ ΗΧΟΣ

Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος δˊ

Ὡς γενναῖον ἐν μάρτυσιν

Στερροτάτῳ φρονήματι, στρατευσάμενοι ἔνδοξοι, κατὰ τοῦ ἀλάστορος παρετάξασθε, τῇ πανοπλίᾳ τοῦ Πνεύματος, γενναίως φραξάμενοι, καὶ τὴν ἅπασαν ἰσχύν, τῶν δαιμόνων ὀλέσαντες, ἀφηρπάσατε, τὰς ψυχὰς τῶν ἀνθρώπων, ὥσπερ σκῦλα· διὰ τοῦτο εἰς αἰῶνας, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.

Σταυροτύπως ἁπλώσασα, τὴν σαγήνην τῆς Πίστεως, δωδεκὰς ἡ θεία τῶν Ἀποστόλων σου, πάντα τὰ ἔθνη ἐζώγρησε, Χριστὲ πρὸς ἐπίγνωσιν, καὶ θαλάσσας ἁλμυράς, τῶν παθῶν ἀπεξήρανε· διὰ τοῦτό σε, δυσωπῶ, τοῦ βυθοῦ με τῶν πταισμάτων, ἀνακάλεσαι ταῖς τούτων, πανευπροσδέκτοις δεήσεσι.

Δωδεκὰς ἡ θεόλεκτος, Ἀποστόλων καὶ πάντιμος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, Πέτρος καὶ Παῦλος Ἰάκωβος, Λουκᾶς Ἰωάννης τε, καὶ Ματθαῖος καὶ Θωμᾶς, Μᾶρκος Σίμων καὶ Φίλιππος, καὶ ὁ ἔνδοξος, νῦν Ἀνδρέας τιμάσθω, σὺν τῷ θείῳ, καὶ σοφῷ Βαρθολομαίῳ, καὶ τοῖς λοιποῖς ἑβδομήκοντα.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος δˊ

Ὡς γενναῖον ἐν μάρτυσιν

Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις σου εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτό σε πίστει εὐφημοῦμεν, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν παναγίαν Νικόλαε.

Ὡς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίσαντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθυμίας χειμῶνα, καὶ γαλήνην, ἐργασάμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.

Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσωσας, ὡς συμπαθής, ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, ἱερώτατε Πάτερ, τῶν Ἀγγέλων, συμπολῖτα τῶν ὁσίων, καὶ Προφητῶν ἰσοστάσιε.

Θεοτοκίον, Ἦχος δˊ

Ὡς γενναῖον ἐν μάρτυσιν

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλˊ οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος δˊ

Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίῳ ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, διˊ αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεῦμα τὸ Ἅγιον παιδευτὰς ἀνέδειξε, Χριστὲ ὁ Θεός, καὶ τῇ πολυφθόγγῳ ἁρμονίᾳ τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος δˊ

Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

Θεοτοκίον, Ἦχος δˊ

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος δˊ

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ταχὺ προκατάλαβε Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Χριστέ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, διˊ αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας, καταλάμψας τὸν κόσμον. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Εἰς πᾶσαν διέδραμεν, ὑμῶν ὁ φθόγγος τὴν γῆν, καὶ πλάνης ἐμώρανε, σοφίαν ἄσοφον, Ἀπόστολοι ἔνδοξοι, εἵλκυσε τοὺς ἀνθρώπους, ἐκ βυθοῦ τῆς ἀπάτης, ἔδειξε δὲ τοῖς πᾶσι, σωτηρίας τὴν τρίβον· διὸ νῦν ἐπαξίως, ὑμᾶς μακαρίζομεν. Τῆς πίστεως κήρυκας, τοὺς μαθητάς σου Σωτήρ, τῷ κόσμῳ ἀνέδειξας, καθοδηγῶν διˊ αὐτῶν, τὰ ἔθνη πρὸς γνῶσίν σου· λόγων γὰρ ταῖς ἀκτῖσι, κατεφώτισαν πάντας, σπόρον τῆς εὐσεβείας, κατασπείραντες ὄντως. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Ἐπάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοι ἄφεσιν· σὲ γὰρ ἔχω προστάτιν, ἐν νυκτὶ καὶ ἡμέρᾳ, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Ταχὺ προκατάλαβε, πάτερ Νικόλαε, καὶ σῶσον τοὺς δούλους σου, ἐπερχομένων ἡμῖν, κινδύνων καὶ θλίψεων· ἔχεις γὰρ πρὸς τὸν Κτίστην, καὶ Θεὸν παρρησίαν· πάρεσο οὖν ἐν τάχει, τοῖς πιστῶς σε καλοῦσι, τὴν σὴν νῦν προστασίαν, καὶ σκέπην δωρούμενος. Μαρτυρικὸν Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, ἐλέησον ἡμᾶς.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Τὰ θεῖα, τοῦ Παρακλήτου ὄργανα, καθυφηγούμενα, τούτου ταῖς θείαις πάντοτε πνοαῖς, ἐμελῴδησαν μέλος ἡμῖν, ὡς ἀληθῶς σωτήριον, οἱ εὐκλεεῖς Χριστοῦ Ἀπόστολοι. Ἐν κλίνῃ, τῆς ῥαθυμίας κείμενον, καὶ τῇ πρὸς θάνατον, τῆς ἁμαρτίας νόσῳ τὴν ψυχήν, χαλεπῶς ἐκτηκόμενον, ἐπισκοπῆς με ἔνδοξοι, Χριστοῦ αὐτόπται ἀξιώσατε. Οἱ λόγῳ, τὴν ἀλογίαν λύσαντες, ἐθνῶν Ἀπόστολοι, τὴν ἐξ ἀλόγων πράξεων δεινῶς, σκοτισθεῖσαν καρδίαν μου, τοῦ Παρακλήτου χάριτι, φωταγωγήσατε Ἀπόστολοι. Θεοτοκίον Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, διαμεμένηκας, τὸν διˊ ἡμᾶς ὀφθέντα ἐπὶ γῆς, ὑπὲρ λόγον κυήσασα, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχὶς Τέταρτος οὗτος εἰς Νικόλαον κρότος. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. Τὴν ἄλυπον ζωήν, κληρωσάμενος μάκαρ, καὶ χαρᾶς πνευματικῆς, πληρούμενος ἀεί, πᾶσαν λύπην ἀπέλασον, δέομαι ἐκ τῆς ψυχῆς μου, ὅπως χαίρων δοξάζω σε, ἱερώτατε Πάτερ Νικόλαε. Ἐτέθης ἀρετῶν, ὑψηλῶν ἐν λυχνίᾳ, ὥσπερ λύχνος δᾳδουχῶν, καρδίας τῶν πιστῶν, Ἱεράρχα Νικόλαε· ὅθεν πίστει δυσωπῶ σε, φωτοβόλοις πρεσβείαις σου, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον. Τοῦ βίου τοῦ φθαρτοῦ, νῦν τὸ πέλαγος πλέων, πειρασμῶν παντοδαπῶν, πληρούμενον σοφέ, ἐπὶ σὲ καταφεύγω βοῶν· Εὕροιμί σε κυβερνήτην, εἰς γαλήνην μετάγοντα, τὸ κλυδώνιον θείαις πρεσβείαις σου. Θεοτοκίον Ἀκοίμητον ἁγνή, κεκτημένη πρεσβείαν, κατακοίμησον ἡμῶν, τὰ πάθη τῆς ψυχῆς, ἱεραῖς μεσιτείαις σου, θείαν καὶ σωτηριώδη, δωρουμένη ἐγρήγορσιν, πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Τὴν πόλιν σου ὁ Θεός, τῶν λογικῶν σου ποταμῶν ῥεύματα, τῶν μαθητῶν Δέσποτα, ἁγιαστικῶς κατευφραίνουσι. Πολῖται τῶν οὐρανῶν, συλλειτουργοὶ τῶν νοερῶν Τάξεων, πανευκλεεῖς Ἀπόστολοι, πάσης ἡμᾶς θλίψεως ῥύσασθε. Ὁ στερεώσας Χριστέ, τοὺς λογικούς σου οὐρανοὺς στήριξον, τούτων εὐχαῖς ἐν πέτρᾳ με, σοῦ τῶν θελημάτων, ὡς εὔσπλαγχνος. Θεοτοκίον Ὡς μήτηρ σε δυσωπεῖ, σὺν τῷ χορῷ τῶν Μαθητῶν Κύριε, ἡ σὲ ἁγνῶς τέξασα, δώρησαι ἡμῖν τὰ ἐλέη σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Ῥομφαία ὤφθης, πολεμίους ἐχθροὺς κατασφάττουσα, ὧν συντήρησον ἡμᾶς, τῆς ἐπηρείας ἀπήμονας, πράττοντας Νικόλαε, τὸ θεῖον βούλημα. Τὴν συντριβήν μου, τῆς ψυχῆς Ἱεράρχα θεράπευσον, ὁ συντρίψας τοῦ ἐχθροῦ, τὰς πανουργίας καὶ ἔνεδρα, ὅπως ὡς προστάτην μου, πίστει γεραίρω σε. Ὁ καταλύσας, τῆς Ἀρτέμιδος ἄψυχα ξόανα, τοῦ νοός μου ἐμπαθῆ, ἰνδάλματα ἐξαφάνισον, θείαις μεσιτείαις σου, Πάτερ Νικόλαε. Θεοτοκίον Σὲ προστασίαν, Παναγία Παρθένε κεκτήμεθα, μεταποίησον ἡμῶν, εἰς χαρμονὴν τὴν κατήφειαν, καὶ θλίψεως λύτρωσαι, γεννώσης θάνατον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. Ἐπεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς ἐκλεκτοὺς φιλάνθρωπε, τῆς κακοπιστίας, ὕδατα ταράσσοντας, καὶ πᾶσι τὴν γνῶσίν σου, τὴν ἀληθινὴν καταγγέλλοντας. Οἱ ἀστέρες οἱ φαιδρύναντες εὐσεβείᾳ, τὸ νοητὸν στερέωμα, τὸ τῆς Ἐκκλησίας, ἔνδοξοι Ἀπόστολοι, νυκτὸς ἐξ ἀγνοίας με, καὶ παραπτωμάτων λυτρώσατε. Ἀναδειχθέντες ὡς βέλη ἠκονημένα, τοῦ δυσμενοῦς Ἀπόστολοι τὰ πεπυρωμένα, βέλη τῆς κακίας αὐτοῦ, νυνὶ κατασβέσατε, καὶ τὸν λογισμόν μου στηρίξατε. Θεοτοκίον Τὴν ψυχήν μου φαρμαχθεῖσαν τοῖς ἰοβόλοις, τῶν ἐναντίων δήγμασι, δραστικῷ φαρμάκῳ, πρεσβειῶν θεράπευσον, Χριστὲ τῆς τεκούσης σε, καὶ τῶν ἱερῶν Ἀποστόλων σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. Ὁ περίδοξός σου βίος, πανταχοῦ σε περίδοξον, θαυμασίοις θείοις, κατακλεϊζόμενον ἔδειξεν, Ἱεραρχῶν ὡραιότης, πάντων καύχημα, τῶν τιμώντων σε, χαρμονικοῖς μελῳδήμασιν. Ὑψηλῆς ἐπὶ καθέδρας, τὸν Θεὸν μάκαρ ᾔνεσας, ταπεινοφροσύνης, θείαις ἐξαστράπτων φαιδρότησιν, ἧς ἐν μεθέξει γενέσθαι ἡμᾶς ποίησον, εὐπροσδέκτοις σου, Πάτερ σοφὲ παρακλήσεσι. Τοὺς ἀδίκως ἀγομένους, ἐλυτρώσω εἰς θάνατον, ζήλῳ θείῳ Πάτερ, ἱεροπρεπῶς πυρακτούμενος· διὸ βοῶμεν· Ὡσαύτως ἐξελοῦ ἡμᾶς, πειρασμῶν θανατούντων, δεινῶς τήν διάνοιαν. Οὐρανὸν περιπολεύων, χαρμοσύνως Νικόλαε, ἀοράτως Πάτερ, πάντων τῶν καλούντων σε πάρεσο, ἐπικουφίζων τὰς νόσους τῶν ψυχῶν ἡμῶν, καὶ ἀνάψυξιν θεοπρεπῶς παρεχόμενος. Θεοτοκίον Στρατηγίαι τῶν ἀγγέλων, καταπλήττονται Πάναγνε, ἀνυμνολογοῦσαι, μέγεθος τῆς θείας λοχείας σου, μεθˊ ὧν δυσώπει Παρθένε, πάντας σῴζεσθαι, τοὺς ἐν πίστει σε, εἰλικρινεῖ μακαρίζοντας.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Ἀμπέλου τῆς ζωῆς, οἱ κυπρίζοντες βότρυες, ἐπότισαν πάντας οἶνον, νοητῆς εὐφροσύνης, οἱ ἔνδοξοι Ἀπόστολοι. Πρὸς φῶς τῶν ἐντολῶν, τοῦ Θεοῦ ὁδηγήσατε, Ἀπόστολοι τούς, ἐν σκότει, ψυχικῆς ῥαθυμίας, ἀφρόνως ἐνυπάρχοντας. Λυτρώσασθε ἡμᾶς, ψυχικῶν παραπτώσεων, καὶ κρίσεως τῆς μελλούσης, καὶ φθορᾶς καὶ κινδύνων, Ἀπόστολοι μακάριοι. Θεοτοκίον Σῶσόν με ὁ Θεός, ὡς φιλάνθρωπος σῶσόν με, δεήσεσι τῆς ἀφράστως, σὲ τεκούσης καὶ πάντων, τῶν θείων Ἀποστόλων σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλˊ ἡμεῖς σε Μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε. Ἔδυσας ὡς ἥλιος, θανὼν Πάτερ σοφέ, καὶ ἀνέτειλας εἰς Χριστόν, σελασφόροις λάμψεσι τῶν θαυμασίων σου, καταυγάζων ἅπασαν, τὴν ὑφήλιον Νικόλαε. Ἱερὲ Νικόλαε, ἐπάκουσον ἡμῶν, ἐν ἡμέρᾳ ἐπαγωγῆς, πειρασμῶν καὶ θλίψεων, πᾶσαν δυσχέρειαν, κατευνάζων χάριτι, τοῦ ἐν σοὶ οἰκοῦντος Πνεύματος. Συντριβεὶς τοῖς πάθεσι, τοῦ βίου τὴν ψυχήν, εἰς βοήθειάν σε καλῶ, ἱερὲ Νικόλαε, σπεῦσον καὶ δίδου μοι, τὴν τελείαν ἴασιν, δυσωπῶν τὸν Ὑπεράγαθον. Θεοτοκίον Νοεροῖς τοῖς ὄμμασι, Παρθένε σε ὁρῶν, Ἡσαΐας ἀναβοᾷ· Ἰδοὺ μέλλει τίκτεσθαι, Κόρης θεόπαιδος, Ἰησοῦς ὁ Κύριος, εἰς ἀνθρώπων ἀναγέννησιν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διˊ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Ποιμένος, τοῦ καλοῦ τὰ θεόλεκτα πρόβατα, διασπαρέντα ἐν κόσμῳ, τὴν τῶν λύκων πᾶσαν θηριωδίαν, εἰς προβάτων, ἡμερότητα πίστει μετέβαλον. Τοῦ θείου, παραδείσου τὰ δένδρα τὰ εὔκαρπα, τῆς παναθλίας ψυχῆς μου, πᾶσαν ἀκαρπίαν εἰς εὐκαρπίαν, ἐναρέτου, μεταγάγετε γνώμης Ἀπόστολοι. Ἐτρώθην, ἡδονῆς τῇ ῥομφαίᾳ καὶ τέθνηκα, οἱ πρὸς Χριστοῦ δεδεγμένοι, ἀνιστᾷν νεκροὺς χάριν ἔνδοξοι, νεκρωθεῖσαν, τὴν ἀθλίαν ψυχήν μου ζωώσατε. Θεοτοκίον Κόπασον, τῆς ψυχῆς μου τὸν ἄγριον κλύδωνα, Θεὲ τῶν ὅλων οἰκτίρμον, ἱκεσίαις τῆς κυησάσης σε, Ἀποστόλων, τῶν σεπτῶν τε καὶ θείων Μαρτύρων σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλˊ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. Ἴσχυσας τῷ σθένει τοῦ Σωτῆρος, δυναμωθεὶς θεόφρον, τὸν ἀόρατον ἐχθρὸν ὀλέσαι, οὗ τῆς δεινῆς, βλάβης ἡμᾶς λύτρωσαι, ἱκεσίαις σου Νικόλαε. Κολάσεως τῆς ἐν τῇ γεέννῃ, καὶ πονηρῶν ἀνθρώπων, ἐνοχλήσεως βλαβερωτάτης, ῥῦσαι ἡμᾶς, ἱεραῖς πρεσβείαις σου, παναοίδιμε Νικόλαε. Οἱ πάλαι τεθνήξεσθαι ἀδίκως, μέλλοντες στρατηλάται, ἐλυτρώθησαν σαῖς προστασίαις, ὥσπερ αὐτούς, καὶ ἡμᾶς ἐξάρπασον, πάσης βλάβης ἀξιάγαστε. Θεοτοκίον Ναός σου καὶ πόλις δυσωπεῖ σε, τὴν τοῦ Θεοῦ Μητέρα, ἐξελοῦ ἡμᾶς πάσης ἀνάγκης, καὶ τῆς ἐκεῖ, Παναγία Δέσποινα, αἰωνίου κατακρίσεως.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Τῇ συντονίᾳ, τοῦ ἁγίου καὶ θείου κηρύγματος, πλάνης ἀπλανεῖς, Ἀπόστολοι τοῦ Χριστοῦ, τὸν χειμῶνα διελύσατε, καὶ κατελάμψατε, θεογνωσίᾳ πιστῶν τὸ φρόνημα. Μύρον εὐῶδες, ἀναπηγάζοντες πάντοτε, θεῖοι μαθηταί, τοῦ μύρου τοῦ νοητοῦ, εὐωδίας τοὺς προστρέχοντας ὑμῖν πληρώσατε, καὶ τὰ δυσώδη πάθη μειώσατε. Διαφθαρέντα, τοῖς σαρκικοῖς με ἀτοπήμασι, Λόγου τοῦ ἀφθάρτου ἔνδοξοι Μαθηταί, διασώσατέ με ψάλλοντα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Θεοτοκίον Χορὸς Ἀγγέλων, χορὸς Μαρτύρων καὶ Ἀποστόλων σου, Λόγε δυσωποῦσι πάντοτε τὴν πολλήν, εὐσπλαγχνίαν σου φιλάνθρωπε, πάντας οἰκτείρησον, διὰ τῆς Θεοτόκου ὡς εὔσπλαγχνος.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἅγιε τὸν ἐν Ἁγίοις, μόνον, πάντων ποιητήν, ἐπαναπαυόμενον, αἴτησαι ἡμᾶς ἁγιάσαι, καὶ καταπέμψαι πλούσια, ἐφˊ ἡμᾶς τὰ ἐλέη αὐτοῦ. Ὅσιος εὐθὺς καὶ πρᾷος, μέτριος καὶ ταπεινός, γενόμενος ἔνδοξε, ὕψος πρὸς περίδοξον ἤρθης, ἱερωσύνης θαύματα, ἐκτελῶν καὶ τεράστια. Νόμους θείους συντηρήσας Ὅσιε, τοὺς τοῦ Θεοῦ, ναὸς καθαρώτατος ὤφθης· ὅθεν σοι βοῶμεν παμμάκαρ· Παρανομίας λύτρωσαι, ἀπὸ πάσης τοὺς δούλους σου. Θεοτοκίον Κοίμησον ἐπαναστάσεις παθῶν, τῆς ἐμῆς ψυχῆς, τῇ ἀγρύπνῳ δεήσει σου, δίδου μοι ἐγρήγορσιν Κόρη, τῆς ῥαθυμίας πόρρω, τὸν νυσταγμὸν ἀπελαύνουσα.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στόματα πυρίπνοα Χριστοῦ, οἱ τὰ ἀπύλωτα στόματα φράξαντες, καὶ τὸ σωτήριον κήρυγμα, πανταχοῦ νῦν κατασπείραντες, στόματος λύκου νοητοῦ, ἀπολυτρώσασθε τούς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Σαλπίσατε κύκλῳ τῆς ἐμῆς, νενεκρωμένης ψυχῆς, εὔηχοι σάλπιγγες, Χριστοῦ Ἀπόστολοι ἔνδοξοι, καὶ ἐκ τάφου ἀπογνώσεως, καὶ ῥαθυμίας χαλεπῆς ταύτην ἐγείρατε, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἐμὲ τὸν τοὺς νόμους σου Χριστέ, καταπατήσαντα νοὸς στρεβλότητι, ἐμὲ τὸν ἄσωτον Δέσποτα, τὸν εἰς βάθη ὀλισθήσαντα, καὶ συνηθείᾳ πονηρᾷ ἀεὶ δουλεύοντα, μὴ παρίδῃς, τῶν μαθητῶν σου Χριστὲ ταῖς δεήσεσι. Θεοτοκίον Μαρία κυρία τοῦ παντός, κυριευθέντα με ὑπὸ τοῦ ὄφεως, καὶ ἁμαρτάνοντα πάντοτε, ἐλευθέρωσον πρεσβείαις σου, καὶ καταδούλωσον Χριστῷ, ἐν πολιτείᾳ σεμνῇ, ἀναμέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Ῥητορεύων τὰ θεῖα Νικόλαε, ἀνομούντων ἀπύλωτα στόματα, περιφανῶς ἐνέφραξας, καὶ Ἀρείου τῆς λύμης πολλοὺς ἐρρύσω, ὀρθοδόξως ὑμνοῦντας τὸν Κύριον. Ὁ τῆς νίκης ἐπώνυμος Ἅγιε, νικητὰς ἡμᾶς δεῖξον πρεσβείαις σου, παθῶν γεννώντων θάνατον, παρανόμων ἀνθρώπων, γλώσσης δολίας, τοὺς πιστῶς σε ἀεὶ λιτανεύοντας. Τὴν σὴν βοήθειαν τὴν σωτήριον, καταπέμψαι ἡμῖν παρακλήθητι, θαυματουργὲ Νικόλαε, ἐν ἡμέρᾳ ἀνάγκης, ἡνίκα ταύτης, οἱ πιστῶς σε αἰτοῦντες δεόμεθα. Τριαδικὸν Ὀρθοδόξως πιστοὶ προσκυνήσωμεν, τὴν ἁγίαν Τριάδα δοξάζοντες, Πατέρα τὸν Πανάγιον, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, εὐλογημένη Πάναγνε, καὶ ἐν ὥρᾳ τῆς δίκης πρόστηθι, ῥῦσαι, τῆς ἐκεῖ με Ἁγνὴ κατακρίσεως.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. Λίθοι ἐκλεκτοὶ τοῦ τεθέντος, εἰς κεφαλὴν γωνίας λίθου, ἐπῳκοδομήσατε πάντων, πιστῶν καρδίας πέτρᾳ τῆς Πίστεως, τοῦ δυσμενοῦς Ἀπόστολοι, οἰκοδομὰς καταστρεψάμενοι. Λύειν καὶ δεσμεύειν λαβόντες, παρὰ Χριστοῦ τὴν ἐξουσίαν, λύσατε κακῶν μου τὴν δέησιν, καὶ τῇ ἀγάπῃ Χριστοῦ συνδήσατε, καὶ Βασιλείας μέτοχον, Θεοῦ ἐργάσασθε Ἀπόστολοι. Θεῖαι τοῦ Δεσπότου νεφέλαι, τὴν ξηρανθεῖσάν μου καρδίαν, πάσῃ πονηρᾷ ἐργασίᾳ, ἐνθέοις ὄμβροις νῦν καταρδεύσατε, καὶ καρποφόρον δείξατε, θεομακάριστοι Ἀπόστολοι. Θεοτοκίον Μετὰ τῶν Ἁγίων Ἀγγέλων, μετὰ τῶν θείων Ἀποστόλων, μετὰ τῶν ἐνδόξων Μαρτύρων, τὸν σὸν δυσώπει Υἱὸν καὶ Κύριον, Θεογεννῆτορ Πάναγνε, κινδύνων σῶσαι τὰς ψυχάς ἡμῶν.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. Ἰάσεις ἀεὶ ἐπιτελῶν ὁ τάφος σου, εὐωδίας μύρον Ὅσιε, ἀναπηγάζει τοῖς ἐν πίστει, καὶ πόθῳ προσιοῦσι Νικόλαε, ἐνθάπτων νοσημάτων ἐπήρειαν· ὅθεν σε πάντες μακαρίζομεν. Ὡς ἥλιος πᾶσαν φρυκτωρεῖς Νικόλαε, θεομάκαρ τὴν ὑφήλιον, θείων θαυμάτων φρυκτωρίαις, τὸ σκότος τῶν δεινῶν περιστάσεων, διώκων ἱεραῖς μεσιτείαις σου, Ἀρχιερέων ἐγκαλλώπισμα. Συνήθως οἰκτείρησον ἡμᾶς Νικόλαε, ταῖς τοῦ βίου περιστάσεσι, καὶ τῶν δαιμόνων ταῖς ἀπάταις, ἀνθρώπων πονηρῶν ἐπηρείαις τε, δεινῶς χειμαζομένους ἑκάστοτε, ὅπως σε πάντες μακαρίζωμεν. Ἡμέρας καὶ ὥρας φοβερᾶς μνημόνευε, ὦ ψυχή μου, ὅτι μέλλει σε ἄγειν εἰς κρίσιν ὁ Δεσπότης, καὶ κρῖναί σου τὰ ἔργα τὰ κρύφια, καὶ βόησον αὐτῷ· Σῶτερ σῶσόν με, ταῖς Νικολάου παρακλήσεσι. Θεοτοκίον Φωνήν σοι τοῦ θείου Γαβριὴλ προσάγομεν, χαρμοσύνως, καὶ κραυγάζομεν· Χαῖρε Παράδεισε, τὸ ξύλον ἐν μέσῳ τῆς ζωῆς ἔχων πάντοτε, περίδοξον τοῦ Λόγου παλάτιον, χαῖρε Παρθένε Παναμώμητε.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος δˊ

Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίῳ ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, διˊ αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεῦμά σου τὸ Ἅγιον παιδευτὰς ἀνέδειξε, Χριστὲ ὁ Θεός, καὶ τῇ πολυφθόγγῳ ἁρμονίᾳ τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος δˊ

Τίμιος ὁ θάνατος, τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτὴρ τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος δˊ

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τοῦ Ποιμένος καὶ Ἀμνοῦ, λογικὰ ὑπάρχοντες θρέμματα, μέσον λύκων παρˊ αὐτοῦ, ὡς ἀμνοὶ σοφοὶ ἀπεστάλητε, τῷ θείῳ κηρύγματι, τὴν αὐτῶν μετάγοντες ἀγριότητα, πρὸς τὴν ἡμερότητα, τῆς Πίστεως κράζοντες, ἀκλινεῖ λογισμῷ. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Διελθόντες τὰ τῆς γῆς, Μαθηταὶ Κυρίου πληρώματα, ὡς ἀστέρες φαεινοί, τὸν σκοτασμὸν τῆς πλάνης ἐλύσατε, καὶ φέγγος σωτήριον, τοῖς πεπλανημένοις ἐναπηστράψατε· διὸ μακαρίζομεν, ὑμᾶς Χριστοκήρυκες ἐξαιτούμενοι, πρεσβεύειν ὑπὲρ ἡμῶν, πάντοτε πρὸς Κύριον. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Θανατούμενοι Σοφοί, καὶ πυρὶ ἐνύλῳ φλεγόμενοι, κατεφλέξατε πικρὰς πολυθεΐας ὕλην μακάριοι, καὶ νῦν ἀναβλύζετε, ἰαμάτων ῥεῖθρα τοῖς προσπελάζουσιν, ἡμῖν μετὰ πίστεως, θερμῶς ἀνακράζουσι καὶ βοῶσι Χριστῷ· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Δόξα... Ἀποσκοποῦντες λογισμῷ, καὶ διανοίας νήφοντες εἴπωμεν, τῷ ἐν Ὑψίστοις σὺν Πατρί, καθεζομένῳ ἅμα καὶ Πνεύματι. Τριὰς ἡ ἀχώριστος, ἡ τὸ πᾶν τῷ λόγῳ πρὶν ὑποστήσασα, καὶ πάντας φωτίζουσα, τοὺς εὐλαβείᾳ καὶ πίστει σοι κράζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου. Καὶ νῦν... Θεοτοκίον Ἀποστόλων χαρμονή, καὶ Ἀθλοφόρων στέφος ἀμάραντον, χρηματίζεις ἀληθῶς, Θεογεννῆτορ Κόρη πανάμωμε, μεθˊ ὧν ἡμῖν αἴτησαι, τῶν πταισμάτων Δέσποινα ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, τοῖς πίστει αἰτοῦσί σε καὶ βοῶσί σοι· Χαίροις παναληθῶς ἀγαθῶν θησαύρισμα.

ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ὅτε σε σταυρούμενον, ἡ κτίσις πᾶσα ἑώρακεν, ἠλλοιοῦτο καὶ ἔτρεμεν, ἡ γῆ δὲ ἐσείετο, ὅλη κλονουμένη, μακρόθυμε Λόγε, τὸ καταπέτασμα ναοῦ, φόβῳ ἐσχίσθη ὑβριζομένου σου, καὶ πέτραι διερράγησαν, ἀπὸ τοῦ φόβου καὶ ἥλιος, τὰς ἀκτῖνας συνέστειλε, ποιητήν σε γινώσκοντα.

Ῥήγνυται χειρόγραφον, τὸ ἀπˊ αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη, φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος τοῦ σοῦ, καθαγιάζεται ἀνακράζουσα· Δόξα τῇ δυναστείᾳ σου, δόξα τῇ θείᾳ σταυρώσει σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Πῶς ὁ ἀνομώτατος, δῆμος τολμᾷ κατακρῖναί σε, τὸν Κριτὴν τὸν ἀθάνατον, τὸν νόμον χαράξαντα, ἐν ἐρήμῳ πάλαι, Μωσῇ τῷ θεόπτῃ; πῶς ἐπὶ ξύλου τὴν ζωήν, τὴν τῶν ἁπάντων ὁρῶντες θνήξασαν, οὐδόλως ἐπτοήθησαν, ουδˊ ἐπὶ νοῦν ἐλογίσαντο, ὅτι σὺ μόνος Κύριος, καὶ Δεσπότης τῆς κτίσεως;

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Δαιμόνων κλονούμενον, ταῖς προσβολαῖς καὶ εἰς βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν πέτρᾳ καὶ τὰς βουλὰς τῶν δυσμενῶν, διασκεδάσασα καταξίωσον, ποιεῖν με τὰ προστάγματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὅπως τύχω ἀφέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Λῃσταῖς περιέπεσα, τοῖς μιαιφόνοις Πανάμωμε, καὶ τὸ ἄφθαρτον ἔνδυμα, τῆς ἄνω λαμπρότητος, ταῖς τούτων ἐφόδοις, ἐξεδύθην Κόρη, καὶ ὑπˊ αὐτῶν ἀνηλεῶς, ἐτραυματίσθην καὶ καταβέβλημαι, ἐν τόπῳ τῆς κακώσεως, ἡμιθανὴς ἀλλὰ πρόφθασον. Καὶ τὴν χεῖρά σου ἔκτεινον, καὶ ἀνάστησον δέομαι.

Ἐν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ ὁ ὄφις ὁ τὴν ταπεινήν μου ψυχήν, παμπόνηρος· διὸ τῇ σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν, ἔγειρον.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ἰδών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος δˊ

Ὅπλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος δˊ

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπˊ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ὁ ἐξ Ὑψίστου κληθεὶς

Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφˊ ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος δˊ

Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι. Αὐτόμελον Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὴν ἐθελούσιον σφαγην τοῦ Δεσπότου, κατανοοῦσα ἡ Ἄγνη καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τέκνον ποθεινότατον, πῶς θανεῖν ᾑρετίσω; πῶς δὲ τεθανάτωσαι, τῶν κακούργων ἐν μέσῳ, ὁ κατὰ φύσιν δίκαιος Θεός; Δοξολογῶ σου, Υἱὲ τὸ μακρόθυμον.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Ὅμοιον Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, διˊ οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔτεινας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλῇ σου, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, μόνε φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Παρθένε Πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, διˊ ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσῃς, τοὺς ἀπάτῃ φθαρέντας· διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν. Μαρτυρικὸν Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι, διˊ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ταχὺ προκατάλαβε Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς θανέντας, θέλων ὡς εὔσπλαγχνος;

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Σταυρῷ παγεὶς ὁ Χριστός, τὴν πλάνην λύει. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Σταυρῷ διεπέτασας, θείας παλάμας μακρόθυμε, καὶ τὸν ἀπολλύμενον, κόσμον ἐκάλεσας, πρὸς ἐπίγνωσιν, τοῦ κράτους σου οἰκτίρμον· ὅθεν μεγαλύνομεν, τὴν εὐσπλαγχνίαν σου. Τὸν ὄφιν ἀνύψωσεν, ὁ Μωϋσῆς εἰκονίζοντα, τὴν θείαν σου σταύρωσιν, Λόγε προάναρχε, διˊ ἧς πέπτωκεν, ὁ ἰοβόλος ὄφις, τοῦ πτώματος πρόξενος, Ἀδὰμ γενόμενος. Μαρτυρικὰ Ἁγίων λαμπρότητας, νῦν κατοικεῖν ἠξιώθητε, ἀσάλευτον Μάρτυρες, παραλαβόντες σαφῶς, ὡς ἐδήλωσεν, ὁ Παῦλος Βασιλείαν, καὶ δόξης συμμέτοχοι, Χριστοῦ γεγόνατε. Ὑψούμενα κύματα, τῶν ἀνυποίστων κολάσεων, ὑμῶν οὐκ ἐβύθισε, τὸ σκάφος Μάρτυρες· κυβερνήσει γάρ, τοῦ πάντων Βασιλέως, λιμένας ἐφθάσατε, τῆς ἀναπαύσεως. Σταυροθεοτοκίον Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν σου, διῆλθεν ὡς ἔβλεψας, Χριστὸν σταυρούμενον, μόνον Δέσποινα, νυττόμενον τῇ λόγχῃ· ὅθεν ἀλαλάζουσα, πόνους ὑπέφερες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου Ποίημα Θεοφάνους ᾨδὴ αˊ

Ἦχος δˊ

Ἀνοίξω τὸ στόμα μου

Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον. Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος. Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Ὡς πρόβατον εἷλκε πρὸς σφαγήν σε, λαὸς ὁ παράνομος Χριστέ, Ἀμνὸν Θεοῦ ὑπάρχοντα, καὶ θέλοντα λυτρώσασθαι, λύκου πικροῦ τὰ πρόβατα, ἃ φιλανθρώπως ἠγάπησας. Παρέστης κριτὸς κριτῇ ἀδίκῳ, ὁ κρίνων δικαίως πᾶσαν γῆν , καὶ ἤνεγκας ῥαπίσματα, ἐλευθερῶσαι θέλων με, δεδουλωμένον Κύριε, τῷ πονηρῷ κοσμοκράτορι. Μαρτυρικὰ Ἀθλήσαντες Ἅγιοι νομίμως, ἀνόμους ᾐσχύνατε ἐχθρούς, καὶ γνώμῃ θανατούμενοι, διὰ τὴν πάντων ἔγερσιν, τὸν τοῦ θανάτου πρόξενον, κατεπαλαίσατε δράκοντα. Γῆθεν ἀνυψώθησαν εὐκλείας, ἤδη ἐπιβάντες ἀληθοῦς, μαρτυρικῶς οἱ Μάρτυρες, καὶ ταῖς ἀΰλοις Τάξεσιν, οἱ ὑλικοὶ ἡνώθησαν, χαρᾶς ἀρρήτου πληρούμενοι. Σταυροθεοτοκίον Ἐκ σοῦ ἡ ἀνάπλασις τῆς Εὔας, ὡράθη Παρθένε ἀληθῶς, Θεὸς σαρκὶ τικτόμενος, καὶ ἐν Σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, θεοχαρίτωτε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Ὁ διαπλάσας, κατˊ ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται διˊ ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος. Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν. Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα. Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. ῞Ινα ἀπολύσῃς με ἐκ τῶν δεσμῶν, τῶν τῆς ἁμαρτίας φιλάνθρωπε, ἐθελουσίως ἐδεσμεύθης καὶ Σταυρῷ, ὥσπερ κακοῦργος τέθνηκας· Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Στίγματα ὑπήνεγκας Λόγε Θεοῦ, καὶ τὸν ἐπονείδιστον θάνατον, ἀθανατίζων, τὴν οὐσίαν τῶν βροτῶν, θανατωθεῖσαν πάθεσι. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Μαρτυρικὰ Οἱ τὴν ἀγαλλίασιν τὴν τοῦ Θεοῦ, μέλλοντες κληροῦσθαι ἐν Πνεύματι, τῷ Παναγίῳ, ἀγαλλόμενοι ψυχῇ, τοὺς αἰκισμοὺς ὑπήνεγκαν, καὶ τὸν βιαιότατον θάνατον. Χεῖρας ἀφαιρούμενοι καὶ κεφαλάς, γλῶσσάν τε κοπτόμενοι Μάρτυρες, τὴν θεολόγον, καὶ στερούμενοι φωτός, καὶ μεληδὸν τεμνόμενοι, ἄτμητοι Χριστῷ διεμείνατε. Σταυροθεοτοκίον Ῥήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχῃ νυττομένου σου Δέσποτα, ἡ Θεοτόκος, ἀνεβόα τῷ Σταυρῷ , παρισταμένη Κύριε, καὶ ὀδυνηρῶς ἀλαλάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. Ὡραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας. Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν. Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται. Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. Ἰδών σε ὁ ἥλιος, ἐπὶ Σταυροῦ ὑψούμενον, Δέσποτα συνέστειλεν ἀκτῖνας, φαίνειν μὴ σθένων, σοῦ Σῶτερ δύναντος, καὶ φωταγωγοῦντος τοὺς νυκτί, τῆς πλάνης καθεύδοντας, προσκυνοῦντας τὸ κράτος σου. Σταυροῦσαι καὶ σῴζεις με, διˊ εὐσπλαγχνίαν Κύριε, ὄξους καὶ χολῆς δέχῃ τὴν γεῦσιν, τῆς ἐνηδόνου, ἀπολυτρούμενος, γεύσεως ἡμᾶς ὡς ἀγαθός, διˊ ἧς ἡπατήθημεν, καὶ φθορᾷ ὑπεπέσαμεν. Μαρτυρικὰ Τῆς πλάνης ἐλύσατε, χειμῶνα θεῖοι Μάρτυρες, Πνεύματος ἁγίου ἐπιθάλψει, καὶ πρὸς τὸ ἔαρ, τῆς ἀναπαύσεως, χαίροντες ἐφθάσατε ὁμοῦ, πάντων προϊστάμενοι, ὑπαρχόντων ἐν θλίψεσιν. Ὄμβροις θείου αἵματος, τὴν γῆν πᾶσαν ἠρδεύσατε, ἐναποξηράναντες τοὺς ὄμβρους, τῆς ἀθεΐας, ἅγιοι Μάρτυρες· ὅθεν πρὸς τὸ ὕδωρ τῆς ζωῆς, νῦν κατεσκηνώσατε, ὑπὲρ πάντων πρεσβεύοντες. Σταυροθεοτοκίον Σαρκὶ ὃν ἐκύησας, Χριστὸν θεοχαρίτωτε, ξύλῳ ἀναρτώμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον, τούτου κατεπλήττου ἀληθῶς· ὅθεν ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλˊ ἡμεῖς σε Μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε. Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν. Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου. Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. Τοῖς πόνοις οὕς περ ὑπέμεινας, σταυρούμενος τοὺς πόνους κατέπαυσας, τῆς ἀνθρωπότητος, καὶ πρὸς τὴν ἄπονον ἅπαντας, διαγωγὴν μετάγεις, εὔσπλαγχνε Κύριε. Ἡλίου σέλας ἐκρύπτετο, ναοῦ δὲ ἡ φαιδρότης ἐρρήγνυτο, γῆ κατεσείετο, πέτραι σὺν φόβῳ ἐσχίζοντο, ἐπὶ Σταυροῦ τὸν Κτίστην, ὁρᾷν μὴ σθένουσαι. Μαρτυρικὰ Νεκρὸς ὁ ὄφις ἐγένετο, βασάνοις νεκρουμένους θεώμενος, τοὺς θείους Μάρτυρας, καὶ τὴν ζωὴν τὴν αἰώνιον, κληρονομοῦντας ὄντως, τῇ θείᾳ χάριτι. Πολλὰς βασάνους ὑπέστητε, πολλῶν καὶ τῶν ἐπάθλων ἐτύχετε, πολυαρίθμητα, πλήθη Μαρτύρων ἀείζῳα· διὸ τὰ τῶν κακῶν μου, πλήθη μειώσατε. Θεοτοκίον Λιμὴν γενοῦ μοι Πανάμωμε, πελάγει τῶν δεινῶν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πᾶσαν τὴν φύσιν τῷ τόκῳ σου, Θεογεννῆτορ Κόρη, νῦν διασώσασα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων. Ἁγνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα. Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν. Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, διˊ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθˊ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ἀνετράπη, ὁ πολέμιος καὶ βέβληται, πτῶμα ἐξαίσιον, ἀνυψωθέντος Χριστοῦ, ἐν ξύλῳ, καὶ σέσωσται, ὁ πρὶν κατάκριτος, ἐκβοῶν αὐτῷ· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Νεκρωθέντα, διὰ ξύλου με ἐθέωσας, θανὼν ἐν ξύλῳ Χριστέ, καὶ θείοις τραύμασι σοῖς, ἰάσω τὰ τραύματα, τὰ τῆς καρδίας μου. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Μαρτυρικὰ Ἠφανίζετο, τὰ σώματα πληττόμενα, ἀπείροις μάστιξιν, ἀλλˊ ὄντως τὸ εὐπρεπές, ψυχῆς ὡραιότερον, ὑμῶν ἐδείκνυτο, Χριστομάρτυρες, ἀεὶ βοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ. Ναυαγήσας, ὁ πολέμιος τοῖς αἵμασιν, ὑμῶν ἀπώλετο, σὺν μυριάσιν αὐτοῦ, ὑμεῖς δὲ πανεύφημοι, Μάρτυρες χαίροντες, ἀνεμέλπετε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Θεοτοκίον Νύμφη ἄμωμος, παλάτιον τοῦ κτίσαντος, θρόνος πυρίμορφος, καὶ ἀγεώργητος γῆ, ἐδείχθης Πανάμωμε· ὅθεν βοῶμέν σοι· Χαῖρε Δέσποινα, ἡ τοὺς βροτοὺς θεώσασα, θεϊκῇ κυοφορίᾳ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. Ἀνακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος. Πύλη ἐφάνης νοητή, τῆς Ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου. Πεποικιλμένη ἀρεταῖς, τοῦ παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης. Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παρρησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων Παρθένε τῷ Τόκῳ σου. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Λύεις τῶν δεσμῶν με τῶν χρονίων, ἐν χρόνῳ ὁ ἄχρονος γενόμενος, δεθεὶς δὲ θελήματι, καὶ τὸν ὑπερήφανον, δεσμοῖς ἀλύτοις Δέσποτα, παραπεμψάμενος, σῴζεις με Σταυρῷ καὶ τῷ πάθει· ὅθεν εὐλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας. Ὑψώθης ἐν ξύλῳ ἑκουσίως, καὶ πᾶσαν τὴν κτίσιν συνανύψωσας, Λόγε ὑπερύμνητε, ἄναρχε ἀόρατε, ὁ τὰς ἀρχάς του σκότους τε, καὶ ἐξουσίας Χριστέ, τῷ πάθει σου παραδειγματίσας· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Ἐπέβητε αἵμασιν οἰκείοις, ὡς ἅρματι Μάρτυρες παγκόσμιοι, καὶ πρὸς ὑπερκόσμια, ἤρθητε σκηνώματα, παρὰ Χριστοῦ ἐπάξια, γέρα λαμβάνοντες, καὶ Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἰκρίῳ ὑψούμενοι καὶ βόθρῳ, ῥιπτόμενοι θηρσί τε διδόμενοι, πυρί τε καὶ ὕδατι, διαμεριζόμενοι, οἱ ἀθλοφοροι Μάρτυρες, χαίροντες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σταυροθεοτοκίον Ἰδοῦσα ὑπνώσαντα ἐν ξύλῳ, τὸν πᾶσιν ἐγρήγορσιν παρέχοντα, θείαν καὶ σωτήριον, Μήτηρ ἡ Πανάμωμος, ἀλαλαγμῷ ὠδύρετο καὶ ἀνεκραύγαζε· Τί τοῦτο τὸ καινότατον θαῦμα; ὁ ζωοποιήσας, τὰ πάντα θνῄσκει θέλων.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος δˊ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Ἀπάσαις ἀπρόσιτος ὑπάρχων, ὁ Κτίστης ταῖς ἀνωτέραις Κόρη τάξεσιν, ᾤκησε τὴν μήτραν σου, ἄφλεκτον τηρήσας σε, καὶ μετὰ τόκον, ᾧ νῦν κραυγάζομεν· Τὸν ἄφθορον, Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, καὶ τῷ Πατρὶ συνάναρχον, ἐκυοφόρησας· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε· τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, διˊ εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεοτόκον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. Ἵστασο κριτός, ὁ κρῖναι τὰ σύμπαντα, μέλλων φιλάνθρωπε, στέφος ἀνεδήσω δέ, ἐθελουσίως, Σῶτερ ἀκάνθινον, παρακοῆς τὴν ἄκανθαν, Χριστὲ προθέλυμνον, ὑπεκτίλλων, πᾶσιν ἐμφυτεύων τε, τὴν τῆς σῆς εὐσπλαγχνίας ἐπίγνωσιν. Ὢ πῶς ὁ λαός, ὁ ἄδικος δίκαιον, ὄντα καὶ ἄμεμπτον, φθόνῳ σκοτιζόμενος, σὲ φωτοδότα, Σταυρῷ προδίδωσιν! οὗ περ τὸ πάθος ἥλιος, ὁρῶν σκοτίζεται, καὶ φαιδρότης, Ναοῦ διαρρήγνυται, καὶ δονεῖται τῆς γῆς τὰ θεμέλια. Μαρτυρικὰ Σύμμορφοι παθῶν, Χριστοῦ χρηματίζετε, ἅγιοι Μάρτυρες, καὶ συγκληρονόμοι δέ, τῆς βασιλείας, καὶ τῆς λαμπρότητος· διὸ φωταγωγήσατε, τοὺς ὑμνῳδοὺς ὑμῶν, ἁμαρτίας, ζόφου ἀπαλλάττοντες, καὶ ποικίλων σοφοὶ περιστάσεων. Ἤδη πρὸς αὐτά, σοφοὶ τὰ οὐράνια, κατεσκηνώσατε, δόξης τε λαβόμενοι, τῆς ἀϊδίου, καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενοι, μέμνησθε πᾶν πίστει τήν τῶν ἡμῶν, τῶν τιμώντων, πανίερον, καὶ σεπτὴν ὑμῶν μνήμην πανεύφημοι. Θεοτοκίον Φώτισον Ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς σε, καὶ μεγαλύνοντας, λῦσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ, γόνους καθυπόταξον, Βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεοτόκε, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ σωτηρίαν πυρσεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν. Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες καὶ θείᾳ ἐπιπνοίᾳ τοῦ Πνεύματος, τῷ κόσμῳ διαπρυσίως κηρύξαντες, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν. Ὡραῖος τῷ κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας φανέντα, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα, Ἦχος δˊ

Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Αὐτόμελον

Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, διˊ οὗ ἐθριάμβευσας, τάς ἀρχὰς τοῦ σκότους, καὶ τάς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος δˊ

Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι· ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσι

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγεν· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπˊ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καθορῶσαί σε Σταυρῷ, τεταμένον μόνε Μακρόθυμε, αἱ Δυνάμεις οὐρανῶν, ἀποροῦσαι τρόμῳ ἐξίσταντο, ἡ γῆ ἐκυμαίνετο, καὶ φωστήρων κάλλος ἐναπεσβέννυτο. Ἀδάμ ὁ κατάκριτος, ἀδίκως φιλάνθρωπε κρινομένου σου, ἐδικαιοῦτο ὑμνῶν σου τὴν ἀγαθότητα. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐν τῷ Κρανίῳ ὑψωθείς, τοῦ ἐχθροῦ τὴν κάραν συνέτριψας, ἐπὶ ξύλου δὲ θανών, τοὺς καρπῷ τοῦ ξύλου τεθνήξαντας, ἐζώωσας Δέσποτα, καὶ Παραδείσου πολίτας ἔδειξας, ἀπαύστως ὑμνοῦντάς σε, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ βοῶντάς σοι· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὥσπερ ὅπλον τὸν Σταυρόν, ἀναλαβόντες ἅγιοι Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, λογισμῷ γενναίῳ ἐξήλθετε, καὶ τούτους ὀλέσαντες, ἀφθαρσίας στέφανον ἀνεδήσασθε, καὶ δόξης ἐτύχετε, καὶ θείας λαμπρότητος ἀξιάγαστοι· ὅθεν πίστει ὑμᾶς πάντες μακαρίζομεν. Δόξα... Ἵνα δείξῃς ἐμφανῶς, τὴν πρὸς ἡμᾶς Σωτὴρ εὐσπλαγχνίαν σου, προσηλώθης τῷ Σταυρῷ , ὁ Πατρὶ συνὼν καὶ τῷ Πνεύματι, καὶ σπόγγον καὶ κάλαμον, ἐμπαιγμοὺς καὶ μάστιγας καθυπέμεινας, βουλόμενος ῥύσασθαι, πυρὸς αἰωνίζοντος τοὺς κραυγάζοντας· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου. Καὶ νῦν... Σταυροθεοτοκίον Ὁ ἀχώρητος παντί, ἀστενοχωρήτως κατῴκησε, τὴν ἁγίαν σου νηδύν, Θεογεννῆτορ Ἄχραντε Δέσποινα, καὶ ξύλῳ νεκρούμενος, τὴν ζωὴν τῷ κόσμῳ ἐπήγασεν. Αὐτὸν οὖν ἱκέτευε, νεκρῶσαι τὸ φρόνημα τῆς σαρκὸς ἡμῶν, καὶ σῶσαι ἡμᾶς πάντας ὡς φιλάνθρωπος.

ΣΑΒΒΑΤΟΝ Δ΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος δˊ

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι

Σύντριψον Κύριε ὁ Θεός μου, τὰ θανατηφόρα πάθη τὰ τῆς καρδίας μου· ἐὰν γὰρ σὺ καταλύσῃς οἶκον, τῆς σαρκὸς καὶ κτίσῃς οἶκον τοῦ πνεύματος, εἰς μάτην ἐστὶ φυλάσσων, ὁ πολεμῶν τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δῶρον καὶ μάστιγά μοι παιδείας, τὸν ἐχθρὸν Οἰκτίρμον πρὸς τὸ συμφέρον δέδωκας· τὸ γὰρ κακὸν αὐτοῦ συνεργεῖ μοι, προαιρέσει οὐκ ἀγαθῇ εἰς καλόν· ἐγὼ δέ σοι οὐ προσφεύγω, διˊ εὐχῆς εὐχαρίστου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Πάθη καὶ θάνατον κατεδέξω, διˊ ἐμὲ ἵνα παθῶν καὶ θανάτου φθορᾶς, ἐλευθερώσῃς ὡς ζωοδότης, καὶ τὴν πρὶν ἀπάθειαν ἀποδώσῃς μοι· διό με κείμενον Σῶτερ, τῆς ἁμαρτίας ἐν τάφῳ, ἔγειρον, πρὶν αἰώνιος θάνατος, λάβῃ με.

Στιχηρὰ τῆς Θεοτόκου

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι

Δέσποινα, Δέσποινα λύτρωσαί με, ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν ἐνθυμήσεων, ὅτι μολύνουσι τῆς ψυχῆς μου, τὰς αἰσθήσεις πάσας καὶ τὰς τοῦ σώματος· διὸ Ἁγνὴ δέομαί σου, ἐν μετανοίᾳ κραυγάζων· Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Οἴμοι! τί γένωμαι, τί ποιήσω, δουλωθεὶς τοῖς πάθεσιν ἀπὸ νεότητος; ἆρα δυνήσομαι κἂν ἐν γήρᾳ, καρποὺς μετανοίας Χριστῷ ἐνδείξασθαι; ἡ γὰρ συνήθεια μόνη, καὶ πρὸ τοῦ πλάνου πλανᾷ με. Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δάκρυα δίδου μοι Θεοτόκε, καὶ συντετριμμένην ποίησον τὴν καρδίαν μου, ἐξομολόγησίν τε παράσχου, τῶν βεβιωμένων μοι παραπτώσεων, ἵνα τῇ σῇ βοηθείᾳ, ἐν μετανοίᾳ διέλθω, τὸν τῆς ζωῆς μου χρόνον καὶ τύχω ἀνέσεως.

Θεοτοκίον, Ἦχος δˊ

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθέν, ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος δˊ

Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρˊ ἡμῶν δέχου, τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Ἔχοντες παρρησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσιμον, Ἦχος δˊ

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

Θεοτοκίον, Ἦχος δˊ

Ἔχοντές σε Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Σταυρῷ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν. Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διˊ αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός. Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα

Ἦχος δˊ

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι, διˊ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Ἔτερα Νεκρώσιμα Ταχὺ προκατάλαβε Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος, καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Τοῦ βίου τὸ πρόσκαιρον, διαπεράσαντες, μετέστησαν Κύριε, πρὸς σὲ τὸν εὔσπλαγχνον, πιστῶς οἱ βιώσαντες, οὕς περ ἐπὶ τὸν τόπον, τῆς ἀνέσεως τάξον, στῆσον ἐκ δεξιῶν σου, ἐν ἡμέρᾳ τῆς δίκης, τὰ τούτοις ἡμαρτημένα, παραβλεψάμενος. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε Θεόνυμφε· ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθι νῦν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς: Φαιδρῶς ἐπαινῶ τοὺς Θεοῦ χρηστοὺς φίλους. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοῖς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα. Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι. Ἰσχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στερρᾷ, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον. Νεκρώσιμον Δικαίωσον Χριστέ, οὓς δικαίᾳ προνοίᾳ, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν, μετεβίβασας δούλους σου, πᾶσί τε σὺν τοῖς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδὼν πλημμελήματα. Θεοτοκίον Ῥυόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου· ὅθεν υἱοθετηθέντες, δι΄αὐτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνοῦντές σε.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς. Κανὼν τέταρτος τοῦ τέλους μεμνημένος. ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος. Ἀφράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ ἐκχύσει τοῦ σοῦ αἵματος. Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου. Σταυροθεοτοκίον Ὡραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῷ ξύλῳ κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου. Ὥσπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῷ τυθέντι Ἀμνῷ καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν. Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις, ἱεραῖς καταλαμπρύνοντες. Εὗρε τῶν Ὁσίων σύλλογος, διˊ ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις, καὶ ταῖς θείαις ἀναβάσεσι. Νεκρώσιμον Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ πεπραγμένα, ἐν τῷ βίῳ τούτοις πταίσματα. Θεοτοκίον Αἶνον τῷ ἐκ τῷ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς, Ἀγγέλων, τοῖς χοροῖς ἐπισυνάψαντι.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν δυσωποῦσι δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν. Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα. Ἐν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος. Θεοτοκίον Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε. Ἱερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως. Νοῦν ἀΰλῳ, φωταυγείᾳ, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεΐας ἐλύσατε, καὶ ἀπλανεῖ ὁδηγίᾳ, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε. Ὡραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος. Νεκρώσιμον Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοῖς κεκοιμημένοις, πᾶσιν ἐξαιτήσασθε ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν. Θεοτοκίον Ὁ παρθένον σε φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε, μεθˊ ὧν ἀπαύστως δυσώπει, διασῴζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. Ἀναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις τὴν ἄφεσιν. Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω ἁγίασμα. Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα. Θεοτοκίον Ὁ τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Ὑψούμενοι Σταυρῷ, καὶ τροχοῖς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στερροὶ Ἀθλοφόροι, Θεοῦ ὤφθησαν ἄτμητοι. Φωστῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῷ Ποιμένι, καὶ Ἀμνῷ, οὓς ποιμαίνειν, ὁσίως ἐπιστεύθητε. Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων, Θεοῦ υἱοὶ γεγόνασιν. Νεκρώσιμον Ἐνθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν. Θεοτοκίον Ὁ Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης, Παρθένε οἰκητήρια.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος δˊ

Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, διˊ αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος. Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς προκεκοιμημένοις, παράσχου πολυέλεε. Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει, τὸν βίον ἐκτελέσαντας. Θεοτοκίον Ὑμνοῦμέν σε διˊ ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ πόθῳ μακαρίζομεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλˊ ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος. Ὑπέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε. Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὅσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης, ἡγησάμενοι· διὰ τοῦτο μακαρίζεσθε. Ῥήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῷ Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν. Νεκρώσιμον Ἡ πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον. Θεοτοκίον Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογῶ σε Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ, μεσιτείᾳ ῥῦσαί με, αἰωνίου κατακρίσεως.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διˊ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου. Ἐν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον. Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοῖς ἀπˊ αἰῶνός σου συναρίθμησον. Θεοτοκίον Ὁ Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τὰ τοῦ Δεσπότου Χριστοῦ, ἡγιασμένα σκεύη, τῆς Ἐκκλησίας τὰ προπύργια, Κυρίου τοὺς Μάρτυρας, ἐν εὐφροσύνῃ ψυχῆς, αἰνέσωμεν συμφώνως. Οἱ Ἱεράρχαι Χριστοῦ, καὶ τῶν Ἁγίων πάντων, χορὸς ὁ θεῖος ἐναγάλλεται, ταῖς ἄνω Δυνάμεσιν. Αὐτῶν πρεσβείαις Σῶτερ, σῷζε τὸ ποίμνιόν σου. Ὑπομονὴν ἀγαθήν, αἱ Γυναικῶν ὁσίως, ἀθλητικῶς τε διαλάμψασαι, καὶ πίστει ἀσκήσασαι, ὑπακοῇ τὴν Εὔαν, τὸν τρώσαντα καθεῖλον. Νεκρώσιμον Σὺ ὁ τὸν ᾍδην ἑλών, καὶ θάνατον πατήσας, τῷ σῷ θανάτῳ, οὓς μετέστησας, ἐν πίστει ἀνάπαυσον, καὶ Παραδείσου δεῖξον, οἰκήτορας οἰκτίρμον. Θεοτοκίον Φλόγα τὴν βάτον πάλαι, μὴ πυρπολοῦσαν βλέπων, ὁ Νομοθέτης ἐδιδάσκετο, τὸν τύπον τοῦ τόκου σου, Θεοκυῆτορ μόνη, ἀεὶ εὐλογημένη.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Ὑπομονήν τε, καὶ καρτερίαν καὶ τὰ αἵματα, πάντων τῶν Μαρτύρων λύτρον, τῶν εὐσεβῶς μεταστάντων προσδεξάμενος, Σῶτερ ἀνάπαυσον, ὡς ἐλεήμων καὶ εὐδιάλλακτος. Συναριθμήσας, τοῖς πρωτοτόκοις καὶ δικαίοις τε, Σῶτερ τὰς ψυχὰς τῶν δούλων σου, τῶν πρὸς σὲ μεταστάντων καταξίωσον, ἀκαταπαύστως σοι, ἐντρυφᾷν τῷ τῶν ὅλων δεσπόζοντι. Μετˊ εὐφροσύνης, καὶ παρρησίας καὶ φαιδρότητος, Λόγε τοῦ Θεοῦ εὐδόκησον, ὡς Θεὸς ἐν νεφέλαις ὑπαντῆσαί σοι, οὓς προσελάβου σύ, ὡς ἐλεήμων καὶ πολυέλεος. Θεοτοκίον Εὐλογημένη, Θεογεννῆτορ Μητροπάρθενε, χαῖρε· διὰ σοῦ γὰρ γέγονεν, ἀληθῶς τοῦ θανάτου ἡ καθαίρεσις, ζωὴ δὲ ἄλυπος, τοῖς τεθνεῶσι πᾶσι δεδώρηται.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον. Ἱεράρχαι Προφῆται καὶ Μάρτυρες, τὸν ἀγῶνα αὐτῶν ἐκτελέσαντες, ἱερωτάτης ἔτυχον, συναυλίας Ἀγγέλων, μεθˊ ὧν αἰτοῦσιν, ἱλασμὸν ἡμῖν πᾶσι καὶ ἔλεος. Λαμπρυνθέντες οἱ Ὅσιοι Πνεύματι, τῶν δαιμόνων τὸ σκότος ἠφάνισαν, μεθˊ ὧν Ἱερομάρτυρες, Ἱεράρχαι Προφῆται, σὺν τοῖς Δικαίοις, τοῖς ἀπὸ τοῦ αἰῶνος εὐφραίνονται. Ὁ τὸ πρὶν ἀφροσύνῃ καυχώμενος, ἐξαλείψειν τὴν γῆν καὶ τὴν θάλασσαν, ὑπὸ Γυναίων πάντοτε, συμπατεῖται ἀσκήσει τε, καὶ ἀθλήσει, ἐκλαμψάντων ἀκτῖσι τοῦ Πνεύματος. Νεκρώσιμον Ὑπὲρ πάντων Χριστὲ δυσωποῦμέν σε, τῶν πιστῶς κοιμηθέντων, ὡς εὔσπλαγχνος, τούτους χοροῖς ἀρίθμησον, σῳζομένων ἀπαύστως, ἀναβοῶντας· Εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον. Θεοτοκίον Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, Θεογεννῆτορ Πάναγνε, καὶ βοῶντά με σῶσον· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Μαρτύρων δεξάμενος λιτάς, καὶ τὸ τὴν συμπάθειαν, πρὸς ὁμόφυλον, ψυχὰς ἀνάπαυσον Δέσποτα, τῶν ἐν πίστει κοιμηθέντων τῇ σῇ, τὰς ἁμαρτίας παρορῶν, τούτων βοώντων σοι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Νεκρὸς μετˊ ἀνόμων λογισθείς, νεκροῖς ἐπήγασας, ζωὴν ἀθάνατον, τοὺς μεταστάντας οὖν Δέσποτα, ἐπˊ ἐλπίδι ἀναστάσεως, τῆς Βασιλείας σου τυχεῖν, Σῶτερ ἀξίωσον, σοὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἡ ὄντως ἀέναος πηγή, καὶ ἀδαπάνητος, ἐν οὐρανίαις σκηναῖς, τοὺς τελευτήσαντας δούλους σου, καὶ τὸν βίον τὸν φθειρόμενον, ἀπολιπόντας εὐμενῶς, Σῶτερ ὑπόδεξαι, σοὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον Μόνη σὺ ἐφάνης ἐπὶ γῆς, Παρθένος ἄχραντος, καὶ Μήτηρ ἄφθορος· Θεὸν γὰρ τέτοκας Δέσποινα, ὑπὲρ λόγον καὶ διάνοιαν, καὶ τὴν αἰώνιον ζωήν, θνητοῖς ἐπήγασας· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν. Ἰδόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων, ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους ἀναδείξαντα. Ὡς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τῇ ἀσκήσει, Ἡλίου τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι. Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους, καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥῦσαι γεέννης τὰς ψυχὰς ἡμῶν. Νεκρώσιμον Ἧς κατηξιώθησαν χαρᾶς οἱ Ἅγιοι, οἱ καλῶς σε θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας, ἐν πίστει τῇ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος. Θεοτοκίον Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμοῦσά με, τὸ τοῦ Δεσπότου πράττειν θέλημα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος δˊ

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι

Ἔδωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει κοιμηθεῖσι, τὴν θείαν διˊ αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος. Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν, θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως. Ὁ φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος. Θεοτοκίον Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ γεγέννηκας, κράτος θανάτου διαλύσασαν.

Ἦχος δˊ

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Στιχηρά, Μαρτυρικὰ, Ἦχος δˊ

Ἀγγέλων συμμέτοχοι, γεγόνατε ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπετε, τερπνὰ ὡς ἀνύπαρκτα, τὴν πίστιν δὲ ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε, οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί. Ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τίμιος ὁ θάνατος, τῶν ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτὴρ τὸ μέγα ἔλεος.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος δˊ

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Θεοτοκίον, Ἦχος δˊ

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα τοῦ Θεοφάνους

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε. Στίχ. αˊ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας κατάταξον, ἐν σκηναῖς τῶν ἁγίων σου, ἐν μοναῖς ἀκηράτοις σου. Στίχ. βˊ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις. Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῖν, τὸ ὀφειλόμενον ἐπιτίμιον. Καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν. Στίχ. γˊ.Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον Αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμῶν, τῶν προπατόρων τε τὴν παράβασιν· διὸ καὶ νῦν τοὺς δούλους σου, τοὺς μεταστάντας φιλάνθρωπε, ἐκ προσκαίρων ἀξίωσον, τῆς ἐκεῖθεν λαμπρότητος.

Θεοτοκίον, Ἦχος δˊ

Ῥήσεσιν ἑπόμενοι, τῶν θεηγόρων Πανάμωμε, Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, δεδουλωμένους τοῖς παραπτώμασιν, ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐλλάμψεσι, καταυγάσαι Πανάχραντε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πυρπολούμενοι Χριστοῦ, τῇ ἀγάπῃ ἅγιοι Μάρτυρες, δυσσεβείας τὴν πυράν, δροσισμῷ ἀγώνων ἐσβέσατε, καὶ λύχνοι πολύφωτοι, Ἐκκλησίας ὤφθητε ἀπελαύνοντες, τὸ σκότος ἐν χάριτι, τῶν νόσων καὶ θλίψεων τῶν ψυχῶν ἡμῶν· ὅθεν χρεωστικῶς πάντες ὑμᾶς σέβομεν. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἱεράρχαι ἱεροί, Προφητῶν ἐνθέων κατάλογος, καὶ Ὁσίων οἱ χοροί, καὶ Γυναικῶν ἁγίων ὁμήγυρις, Θεὸν θεραπεύσαντες, ἐναρέτοις πράξεσιν ἐδοξάσθησαν. Αὐτοὺς μακαρίσωμεν, ταῖς τούτων δεήσεσι δυσωποῦντες τυχεῖν, τῆς αἰωνίου δόξης τε καὶ λαμπρότητος. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἔνθα λάμπει σου τὸ φῶς, ἔνθα χοροί ἁγίων αὐλίζονται, οὗ ἀπέδρα στεναγμός, καὶ ὀδύνη τάξον τοὺς δούλους σου, τοὺς προτελευτήσαντας, καὶ λιπόντας βίον τόν πολυώδυνον, ὑμνεῖν σου τὴν ἄφατον, Σωτὴρ ἀγαθότητα παριδὼν αὐτῶν, τὰ πλημμελήματα, ἅπερ διεπράξαντο. Δόξα... Ἡ ἀχώριστος Τριάς, ἡ ἐν Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, ἑνουμένη ὁλικῶς καὶ μὴ συγχεομένη ταῖς ἰδιότησι, Μονὰς τρισυπόστατε, τοὺς θανέντας πίστει ἐν σοὶ ἀνάπαυσον, λιταῖς τῶν Ἁγίων σου, Μαρτύρων, Ὁσίων τε καὶ σεπτῶν Προφητῶν, νέμουσα ἱλασμὸν τούτοις καὶ συγχώρησιν. Καὶ νῦν... Θεοτοκίον Ὂν ἐγέννησε Πατήρ, πρὸ Ἑωσφόρου Λόγον συνέλαβες, καὶ ἐκύησας σαρκί, γεγονότα ἄνθρωπον τέλειον, δυσὶ γνωριζόμενον, ἐνεργείαις Ἄχραντε καὶ θελήσεσιν· αὐτόν οὖν ἱκέτευε, ὡς κτίστην καὶ Κύριον οἰκτειρῆσαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας Κόρη Θεονύμφευτε.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle